eul_wid: upu-ak
DOI 10.5281/zenodo.20418549

Hymnic Collection Anonymous Hymn 5 To Aphrodite in Greek

The Homeric Hymn to Aphrodite is a substantial poetic composition of 293 lines, preserved in its entirety within the anonymous collection of Homeric Hymns. Composed in the dactylic hexameter of epic poetry, it dates to approximately the seventh or sixth century BCE. The hymn narrates the goddess Aphrodite's seduction of the mortal Anchises, a Trojan shepherd dwelling on Mount Ida. Disguising herself as a mortal maiden, Aphrodite orchestrates their encounter and union. Following this, she reveals her true divine nature, prophesies the birth of their son, the hero Aeneas, and sternly warns Anchises against boasting of his liaison with a goddess.

As one of the major hymns in the collection, it likely functioned as a prelude to the recitation of longer epic poetry. The work is a sophisticated mythological narrative that explores the dynamics of divine and mortal realms. It presents a notable inversion of typical power structures, depicting a goddess herself subjected to the compelling force of desire for a mortal man, thereby revealing a moment of divine vulnerability. The hymn stands as the earliest and most complete literary source for the myth of Aeneas, providing the foundational story that would later become central to Roman myth and Virgil's epic, the Aeneid.

1 Μοῦσά μοι ἔννεπε ἔργα πολυχρύσου Ἀφροδίτης
2 Κύπριδος, ἥ τε θεοῖσιν ἐπὶ γλυκὺν ἵμερον ὦρσε
3 καί τ’ ἐδαμάσσατο φῦλα καταθνητῶν ἀνθρώπων,
4 οἰωνούς τε διιπετέας καὶ θηρία πάντα,
5 ἠμὲν ὅς’ ἤπειρος πολλὰ τρέφει ἠδ’ ὅσα πόντος·
6 πᾶσιν δ’ ἔργα μέμηλεν ἐϋστεφάνου Κυθερείης.
7 τρισσὰς δ’ οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι·
8 κούρην τ’ αἰγιόχοιο Διὸς γλαυκῶπιν Ἀθήνην·
9 οὐ γάρ οἱ εὔαδεν ἔργα πολυχρύσου Ἀφροδίτης,
10 ἀλλ’ ἄρα οἱ πόλεμοί τε ἅδον καὶ ἔργον Ἄρηος,
11 ὑσμῖναί τε μάχαι τε καὶ ἀγλαὰ ἔργ’ ἀλεγύνειν.
12 πρώτη τέκτονας ἄνδρας ἐπιχθονίους ἐδίδαξε
13 ποιῆσαι σατίνας καὶ ἅρματα ποικίλα χαλκῷ·
14 ἡ δέ τε παρθενικὰς ἁπαλόχροας ἐν μεγάροισιν
15 ἀγλαὰ ἔργ’ ἐδίδαξεν ἐπὶ φρεσὶ θεῖσα ἑκάστῃ.
16 οὐδέ ποτ’ Ἀρτέμιδα χρυσηλάκατον κελαδεινὴν
17 δάμναται ἐν φιλότητι φιλομμειδὴς Ἀφροδίτη·
18 καὶ γὰρ τῇ ἅδε τόξα καὶ οὔρεσι θῆρας ἐναίρειν,
19 φόρμιγγές τε χοροί τε διαπρύσιοί τ’ ὀλολυγαὶ
20 ἄλσεά τε σκιόεντα δικαίων τε πτόλις ἀνδρῶν.
21 οὐδὲ μὲν αἰδοίῃ κούρῃ ἅδεν ἔργ’ Ἀφροδίτης
22 Ἱστίῃ, ἣν πρώτην τέκετο Κρόνος ἀγκυλομήτης,
23 αὖτις δ’ ὁπλοτάτην, βουλῇ Διὸς αἰγιόχοιο,
24 πότνιαν, ἣν ἐμνῶντο Ποσειδάων καὶ Ἀπόλλων·
25 ἡ δὲ μάλ’ οὐκ ἔθελεν ἀλλὰ στερεῶς ἀπέειπεν,
26 ὤμοσε δὲ μέγαν ὅρκον, ὃ δὴ τετελεσμένος ἐστίν,
27 ἁψαμένη κεφαλῆς πατρὸς Διὸς αἰγιόχοιο
28 παρθένος ἔσσεσθαι πάντ’ ἤματα, δῖα θεάων.
29 τῇ δὲ πατὴρ Ζεὺς δῶκε καλὸν γέρας ἀντὶ γάμοιο,
30 καί τε μέσῳ οἴκῳ κατ’ ἄρ’ ἕζετο πῖαρ ἑλοῦσα.
31 πᾶσιν δ’ ἐν νηοῖσι θεῶν τιμάοχός ἐστι
32 καὶ παρὰ πᾶσι βροτοῖσι θεῶν πρέσβειρα τέτυκται.
33 τάων οὐ δύναται πεπιθεῖν φρένας οὐδ’ ἀπατῆσαι·
34 τῶν δ’ ἄλλων οὔ πέρ τι πεφυγμένον ἔστ’ Ἀφροδίτην
35 οὔτε θεῶν μακάρων οὔτε θνητῶν ἀνθρώπων.
36 καί τε παρὲκ Ζηνὸς νόον ἤγαγε τερπικεραύνου,
37 ὅς τε μέγιστός τ’ ἐστί, μεγίστης τ’ ἔμμορε τιμῆς·
38 καί τε τοῦ εὖτε θέλοι πυκινὰς φρένας ἐξαπαφοῦσα
39 ῥηϊδίως συνέμιξε καταθνητῇσι γυναιξὶν
40 Ἥρης ἐκλελαθοῦσα κασιγνήτης ἀλόχου τε,
41 ἣ μέγα εἶδος ἀρίστη ἐν ἀθανάτῃσι θεῇσι,
42 κυδίστην δ’ ἄρα μιν τέκετο Κρόνος ἀγκυλομήτης
43 μήτηρ τε Ῥείη· Ζεὺς δ’ ἄφθιτα μήδεα εἰδὼς
44 αἰδοίην ἄλοχον ποιήσατο κέδν’ εἰδυῖαν.
45 Τῇ δὲ καὶ αὐτῇ Ζεὺς γλυκὺν ἵμερον ἔμβαλε θυμῷ
46 ἀνδρὶ καταθνητῷ μιχθήμεναι, ὄφρα τάχιστα
47 μηδ’ αὐτὴ βροτέης εὐνῆς ἀποεργμένη εἴη
48 καί ποτ’ ἐπευξαμένη εἴπῃ μετὰ πᾶσι θεοῖσιν
49 ἡδὺ γελοιήσασα φιλομμειδὴς Ἀφροδίτη
50 ὥς ῥα θεοὺς συνέμιξε καταθνητῇσι γυναιξὶ
51 καί τε καταθνητοὺς υἱεῖς τέκον ἀθανάτοισιν,
52 ὥς τε θεὰς ἀνέμιξε καταθνητοῖς ἀνθρώποις.
53 Ἀγχίσεω δ’ ἄρα οἱ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ,
54 ὃς τότ’ ἐν ἀκροπόλοις ὄρεσιν πολυπιδάκου Ἴδης
55 βουκολέεσκεν βοῦς δέμας ἀθανάτοισιν ἐοικώς.
56 τὸν δὴ ἔπειτα ἰδοῦσα φιλομμειδὴς Ἀφροδίτη
57 ἠράσατ’, ἐκπάγλως δὲ κατὰ φρένας ἵμερος εἷλεν.
58 ἐς Κύπρον δ’ ἐλθοῦσα θυώδεα νηὸν ἔδυνεν
59 ἐς Πάφον· ἔνθα δέ οἱ τέμενος βωμός τε θυώδης·
60 ἔνθ’ ἥ γ’ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.
61 ἔνθα δέ μιν Χάριτες λοῦσαν καὶ χρῖσαν ἐλαίῳ
62 ἀμβρότῳ, οἷα θεοὺς ἐπενήνοθεν αἰὲν ἐόντας,
63 ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν.
64 ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ εἵματα καλὰ
65 χρυσῷ κοσμηθεῖσα φιλομμειδὴς Ἀφροδίτη
66 σεύατ’ ἐπὶ Τροίης προλιποῦς’ εὐώδεα Κύπρον
67 ὕψι μετὰ νέφεσιν ῥίμφα πρήσσουσα κέλευθον.
68 Ἴδην δ’ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
69 βῆ δ’ ἰθὺς σταθμοῖο δι’ οὔρεος· οἱ δὲ μετ’ αὐτὴν
70 σαίνοντες πολιοί τε λύκοι χαροποί τε λέοντες
71 ἄρκτοι παρδάλιές τε θοαὶ προκάδων ἀκόρητοι
72 ἤϊσαν· ἡ δ’ ὁρόωσα μετὰ φρεσὶ τέρπετο θυμὸν
73 καὶ τοῖς ἐν στήθεσσι βάλ’ ἵμερον, οἱ δ’ ἅμα πάντες
74 σύνδυο κοιμήσαντο κατὰ σκιόεντας ἐναύλους.
75 αὐτὴ δ’ ἐς κλισίας εὐποιήτους ἀφίκανε·
76 τὸν δ’ εὗρε σταθμοῖσι λελειμμένον οἶον ἀπ’ ἄλλων
77 Ἀγχίσην ἥρωα θεῶν ἄπο κάλλος ἔχοντα.
78 οἱ δ’ ἅμα βουσὶν ἕποντο νομοὺς κάτα ποιήεντας
79 πάντες, ὁ δὲ σταθμοῖσι λελειμμένος οἶος ἀπ’ ἄλλων
80 πωλεῖτ’ ἔνθα καὶ ἔνθα διαπρύσιον κιθαρίζων.
81 στῆ δ’ αὐτοῦ προπάροιθε Διὸς θυγάτηρ Ἀφροδίτη
82 παρθένῳ ἀδμήτῃ μέγεθος καὶ εἶδος ὁμοίη,
83 μή μιν ταρβήσειεν ἐν ὀφθαλμοῖσι νοήσας.
84 Ἀγχίσης δ’ ὁρόων ἐφράζετο θαύμαινέν τε
85 εἶδός τε μέγεθος καὶ εἵματα σιγαλόεντα.
86 πέπλον μὲν γὰρ ἕεστο φαεινότερον πυρὸς αὐγῆς,
87 εἶχε δ’ ἐπιγναμπτὰς ἕλικας κάλυκάς τε φαεινάς,
88 ὅρμοι δ’ ἀμφ’ ἁπαλῇ δειρῇ περικαλλέες ἦσαν
89 καλοὶ χρύσειοι παμποίκιλοι· ὡς δὲ σελήνη
90 στήθεσιν ἀμφ’ ἁπαλοῖσιν ἐλάμπετο, θαῦμα ἰδέσθαι.
91 Ἀγχίσην δ’ ἔρος εἷλεν, ἔπος δέ μιν ἀντίον ηὔδα·
92 Χαῖρε ἄνασς’, ἥ τις μακάρων τάδε δώμαθ’ ἱκάνεις,
93 Ἄρτεμις ἢ Λητὼ ἠὲ χρυσέη Ἀφροδίτη
94 ἢ Θέμις ἠϋγενὴς ἠὲ γλαυκῶπις Ἀθήνη
95 ἤ πού τις Χαρίτων δεῦρ’ ἤλυθες, αἵ τε θεοῖσι
96 πᾶσιν ἑταιρίζουσι καὶ ἀθάνατοι καλέονται,
97 ἤ τις νυμφάων αἵ τ’ ἄλσεα καλὰ νέμονται,
98 ἢ νυμφῶν αἳ καλὸν ὄρος τόδε ναιετάουσι
99 καὶ πηγὰς ποταμῶν καὶ πίσεα ποιήεντα.
100 σοὶ δ’ ἐγὼ ἐν σκοπιῇ, περιφαινομένῳ ἐνὶ χώρῳ,
101 βωμὸν ποιήσω, ῥέξω δέ τοι ἱερὰ καλὰ
102 ὥρῃσιν πάσῃσι· σὺ δ’ εὔφρονα θυμὸν ἔχουσα
103 δός με μετὰ Τρώεσσιν ἀριπρεπέ’ ἔμμεναι ἄνδρα,
104 ποίει δ’ εἰσοπίσω θαλερὸν γόνον, αὐτὰρ ἔμ’ αὐτὸν
105 δηρὸν ἐῢ ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο
106 ὄλβιον ἐν λαοῖς καὶ γήραος οὐδὸν ἱκέσθαι.
107 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
108 Ἀγχίση, κύδιστε χαμαιγενέων ἀνθρώπων,
109 οὔ τίς τοι θεός εἰμι· τί μ’ ἀθανάτῃσιν ἐΐσκεις;
110 ἀλλὰ καταθνητή γε, γυνὴ δέ με γείνατο μήτηρ.
111 Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὄνομα κλυτός, εἴ που ἀκούεις,
112 ὃς πάσης Φρυγίης εὐτειχήτοιο ἀνάσσει.
113 γλῶσσαν δ’ ὑμετέρην καὶ ἡμετέρην σάφα οἶδα·
114 Τρῳὰς γὰρ μεγάρῳ με τροφὸς τρέφεν, ἡ δὲ διὰ πρὸ
115 σμικρὴν παῖδ’ ἀτίταλλε φίλης παρὰ μητρὸς ἑλοῦσα.
116 ὣς δή τοι γλῶσσάν γε καὶ ὑμετέρην εὖ οἶδα.
117 νῦν δέ μ’ ἀνήρπαξε χρυσόρραπις Ἀργειφόντης
118 ἐκ χοροῦ Ἀρτέμιδος χρυσηλακάτου κελαδεινῆς.
119 πολλαὶ δὲ νύμφαι καὶ παρθένοι ἀλφεσίβοιαι
120 παίζομεν, ἀμφὶ δ’ ὅμιλος ἀπείριτος ἐστεφάνωτο·
121 ἔνθεν μ’ ἥρπαξε χρυσόρραπις Ἀργειφόντης,
122 πολλὰ δ’ ἔπ’ ἤγαγεν ἔργα καταθνητῶν ἀνθρώπων,
123 πολλὴν δ’ ἄκληρόν τε καὶ ἄκτιτον, ἣν διὰ θῆρες
124 ὠμοφάγοι φοιτῶσι κατὰ σκιόεντας ἐναύλους,
125 οὐδὲ ποσὶ ψαύσειν ἐδόκουν φυσιζόου αἴης·
126 Ἀγχίσεω δέ με φάσκε παραὶ λέχεσιν καλέεσθαι
127 κουριδίην ἄλοχον, σοὶ δ’ ἀγλαὰ τέκνα τεκεῖσθαι.
128 αὐτὰρ ἐπεὶ δὴ δεῖξε καὶ ἔφρασεν ἦ τοι ὅ γ’ αὖτις
129 ἀθανάτων μετὰ φῦλ’ ἀπέβη κρατὺς Ἀργειφόντης·
130 αὐτὰρ ἐγώ ς’ ἱκόμην, κρατερὴ δέ μοι ἔπλετ’ ἀνάγκη.
131 ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι ἠδὲ τοκήων
132 ἐσθλῶν· οὐ μὲν γάρ κε κακοὶ τοιόνδε τέκοιεν·
133 ἀδμήτην μ’ ἀγαγὼν καὶ ἀπειρήτην φιλότητος
134 πατρί τε σῷ δεῖξον καὶ μητέρι κεδνὰ ἰδυίῃ
135 σοῖς τε κασιγνήτοις οἵ τοι ὁμόθεν γεγάασιν·
136 οὔ σφιν ἀεικελίη νυὸς ἔσσομαι, ἀλλ’ εἰκυῖα.
137 πέμψαι δ’ ἄγγελον ὦκα μετὰ Φρύγας αἰολοπώλους
138 εἰπεῖν πατρί τ’ ἐμῷ καὶ μητέρι κηδομένῃ περ·
139 οἱ δέ κέ τοι χρυσόν τε ἅλις ἐσθῆτά θ’ ὑφαντὴν
140 πέμψουσιν, σὺ δὲ πολλὰ καὶ ἀγλαὰ δέχθαι ἄποινα.
141 ταῦτα δὲ ποιήσας δαίνυ γάμον ἱμερόεντα
142 τίμιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.
143 Ὣς εἰποῦσα θεὰ γλυκὺν ἵμερον ἔμβαλε θυμῷ.
144 Ἀγχίσην δ’ ἔρος εἷλεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
145 Εἰ μὲν θνητή τ’ ἐσσί, γυνὴ δέ σε γείνατο μήτηρ,
146 Ὀτρεὺς δ’ ἐστὶ πατὴρ ὄνομα κλυτός, ὡς ἀγορεύεις,
147 ἀθανάτου δὲ ἕκητι διακτόρου ἐνθάδ’ ἱκάνεις
148 Ἑρμέω, ἐμὴ δ’ ἄλοχος κεκλήσεαι ἤματα πάντα·
149 οὔ τις ἔπειτα θεῶν οὔτε θνητῶν ἀνθρώπων
150 ἐνθάδε με σχήσει πρὶν σῇ φιλότητι μιγῆναι
151 αὐτίκα νῦν· οὐδ’ εἴ κεν ἑκηβόλος αὐτὸς Ἀπόλλων
152 τόξου ἀπ’ ἀργυρέου προϊῇ βέλεα στονόεντα.
153 βουλοίμην κεν ἔπειτα, γύναι εἰκυῖα θεῇσι,
154 σῆς εὐνῆς ἐπιβὰς δῦναι δόμον Ἄϊδος εἴσω.
155 Ὣς εἰπὼν λάβε χεῖρα· φιλομμειδὴς δ’ Ἀφροδίτη
156 ἕρπε μεταστρεφθεῖσα κατ’ ὄμματα καλὰ βαλοῦσα
157 ἐς λέχος εὔστρωτον, ὅθι περ πάρος ἔσκεν ἄνακτι
158 χλαίνῃσιν μαλακῇς ἐστρωμένον· αὐτὰρ ὕπερθεν
159 ἄρκτων δέρματ’ ἔκειτο βαρυφθόγγων τε λεόντων,
160 τοὺς αὐτὸς κατέπεφνεν ἐν οὔρεσιν ὑψηλοῖσιν.
161 οἱ δ’ ἐπεὶ οὖν λεχέων εὐποιήτων ἐπέβησαν,
162 κόσμον μέν οἱ πρῶτον ἀπὸ χροὸς εἷλε φαεινόν,
163 πόρπας τε γναμπτάς θ’ ἕλικας κάλυκάς τε καὶ ὅρμους.
164 λῦσε δέ οἱ ζώνην ἰδὲ εἵματα σιγαλόεντα
165 ἔκδυε καὶ κατέθηκεν ἐπὶ θρόνου ἀργυροήλου
166 Ἀγχίσης· ὁ δ’ ἔπειτα θεῶν ἰότητι καὶ αἴσῃ
167 ἀθανάτῃ παρέλεκτο θεᾷ βροτός, οὐ σάφα εἰδώς.
168 Ἦμος δ’ ἂψ εἰς αὖλιν ἀποκλίνουσι νομῆες
169 βοῦς τε καὶ ἴφια μῆλα νομῶν ἐξ ἀνθεμοέντων,
170 τῆμος ἄρ’ Ἀγχίσῃ μὲν ἐπὶ γλυκὺν ὕπνον ἔχευε
171 νήδυμον, αὐτὴ δὲ χροῒ ἕννυτο εἵματα καλά.
172 ἑσσαμένη δ’ εὖ πάντα περὶ χροῒ δῖα θεάων
173 ἔστη ἄρα κλισίῃ, εὐποιήτοιο μελάθρου
174 κῦρε κάρη, κάλλος δὲ παρειάων ἀπέλαμπεν
175 ἄμβροτον, οἷόν τ’ ἐστὶν ἐϋστεφάνου Κυθερείης.
176 ἐξ ὕπνου τ’ ἀνέγειρεν, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζεν·
177 Ὄρσεο Δαρδανίδη· τί νυ νήγρετον ὕπνον ἰαύεις;
178 καὶ φράσαι εἴ τοι ὁμοίη ἐγὼν ἰνδάλλομαι εἶναι
179 οἵην δή με τὸ πρῶτον ἐν ὀφθαλμοῖσι νόησας;
180 Ὣς φάθ’· ὁ δ’ ἐξ ὕπνοιο μάλ’ ἐμμαπέως ὑπάκουσεν.
181 ὡς δὲ ἴδεν δειρήν τε καὶ ὄμματα κάλ’ Ἀφροδίτης
182 τάρβησέν τε καὶ ὄσσε παρακλιδὸν ἔτραπεν ἄλλῃ.
183 ἂψ δ’ αὖτις χλαίνῃ τε καλύψατο καλὰ πρόσωπα,
184 καί μιν λισσόμενος ἔπεα πτερόεντα προσηύδα·
185 Αὐτίκα ς’ ὡς τὰ πρῶτα θεὰ ἴδον ὀφθαλμοῖσιν
186 ἔγνων ὡς θεὸς ἦσθα· σὺ δ’ οὐ νημερτὲς ἔειπες.
187 ἀλλά σε πρὸς Ζηνὸς γουνάζομαι αἰγιόχοιο
188 μή με ζῶντ’ ἀμενηνὸν ἐν ἀνθρώποισιν ἐάσῃς
189 ναίειν, ἀλλ’ ἐλέαιρ’· ἐπεὶ οὐ βιοθάλμιος ἀνὴρ
190 γίγνεται ὅς τε θεαῖς εὐνάζεται ἀθανάτῃσι.
191 Τὸν δ’ ἠμείβετ’ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·
192 Ἀγχίση, κύδιστε καταθνητῶν ἀνθρώπων,
193 θάρσει, μηδέ τι σῇσι μετὰ φρεσὶ δείδιθι λίην·
194 οὐ γάρ τοί τι δέος παθέειν κακὸν ἐξ ἐμέθεν γε
195 οὐδ’ ἄλλων μακάρων, ἐπεὶ ἦ φίλος ἐσσὶ θεοῖσι.
196 σοὶ δ’ ἔσται φίλος υἱὸς ὃς ἐν Τρώεσσιν ἀνάξει
197 καὶ παῖδες παίδεσσι διαμπερὲς ἐκγεγάονται·
198 τῷ δὲ καὶ Αἰνείας ὄνομ’ ἔσσεται οὕνεκά μ’ αἰνὸν
199 ἔσχεν ἄχος ἕνεκα βροτοῦ ἀνέρος ἔμπεσον εὐνῇ·
200 ἀγχίθεοι δὲ μάλιστα καταθνητῶν ἀνθρώπων
201 αἰεὶ ἀφ’ ὑμετέρης γενεῆς εἶδός τε φυήν τε.
202 ἦ τοι μὲν ξανθὸν Γανυμήδεα μητίετα Ζεὺς
203 ἥρπασεν ὃν διὰ κάλλος ἵν’ ἀθανάτοισι μετείη
204 καί τε Διὸς κατὰ δῶμα θεοῖς ἐπιοινοχοεύοι,
205 θαῦμα ἰδεῖν, πάντεσσι τετιμένος ἀθανάτοισι,
206 χρυσέου ἐκ κρητῆρος ἀφύσσων νέκταρ ἐρυθρόν.
207 Τρῶα δὲ πένθος ἄλαστον ἔχε φρένας, οὐδέ τι ᾔδει
208 ὅππῃ οἱ φίλον υἱὸν ἀνήρπασε θέσπις ἄελλα·
209 τὸν δὴ ἔπειτα γόασκε διαμπερὲς ἤματα πάντα.
210 καί μιν Ζεὺς ἐλέησε, δίδου δέ οἱ υἷος ἄποινα
211 ἵππους ἀρσίποδας, τοί τ’ ἀθανάτους φορέουσι.
212 τούς οἱ δῶρον ἔδωκεν ἔχειν· εἶπεν δὲ ἕκαστα
213 Ζηνὸς ἐφημοσύνῃσι διάκτορος Ἀργειφόντης,
214 ὡς ἔοι ἀθάνατος καὶ ἀγήρως ἶσα θεοῖσιν.
215 αὐτὰρ ἐπεὶ δὴ Ζηνὸς ὅ γ’ ἔκλυεν ἀγγελιάων
216 οὐκέτ’ ἔπειτα γόασκε, γεγήθει δὲ φρένας ἔνδον,
217 γηθόσυνος δ’ ἵπποισιν ἀελλοπόδεσσιν ὀχεῖτο.
218 ὣς δ’ αὖ Τιθωνὸν χρυσόθρονος ἥρπασεν Ἠὼς
219 ὑμετέρης γενεῆς ἐπιείκελον ἀθανάτοισι.
220 βῆ δ’ ἴμεν αἰτήσουσα κελαινεφέα Κρονίωνα
221 ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα·
222 τῇ δὲ Ζεὺς ἐπένευσε καὶ ἐκρήηνεν ἐέλδωρ.
223 νηπίη, οὐδ’ ἐνόησε μετὰ φρεσὶ πότνια Ἠὼς
224 ἥβην αἰτῆσαι, ξῦσαί τ’ ἄπο γῆρας ὀλοιόν.
225 τὸν δ’ ἦ τοι εἵως μὲν ἔχεν πολυήρατος ἥβη,
226 Ἠοῖ τερπόμενος χρυσοθρόνῳ ἠριγενείῃ
227 ναῖε παρ’ Ὠκεανοῖο ῥοῇς ἐπὶ πείρασι γαίης·
228 αὐτὰρ ἐπεὶ πρῶται πολιαὶ κατέχυντο ἔθειραι
229 καλῆς ἐκ κεφαλῆς εὐηγενέος τε γενείου,
230 τοῦ δ’ ἦ τοι εὐνῆς μὲν ἀπείχετο πότνια Ἠώς,
231 αὐτὸν δ’ αὖτ’ ἀτίταλλεν ἐνὶ μεγάροισιν ἔχουσα
232 σίτῳ τ’ ἀμβροσίῃ τε καὶ εἵματα καλὰ διδοῦσα.
233 ἀλλ’ ὅτε δὴ πάμπαν στυγερὸν κατὰ γῆρας ἔπειγεν
234 οὐδέ τι κινῆσαι μελέων δύνατ’ οὐδ’ ἀναεῖραι,
235 ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή·
236 ἐν θαλάμῳ κατέθηκε, θύρας δ’ ἐπέθηκε φαεινάς.
237 τοῦ δ’ ἦ τοι φωνὴ ῥεῖ ἄσπετος, οὐδέ τι κῖκυς
238 ἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
239 οὐκ ἂν ἐγώ γε σὲ τοῖον ἐν ἀθανάτοισιν ἑλοίμην
240 ἀθάνατόν τ’ εἶναι καὶ ζώειν ἤματα πάντα.
241 ἀλλ’ εἰ μὲν τοιοῦτος ἐὼν εἶδός τε δέμας τε
242 ζώοις, ἡμέτερός τε πόσις κεκλημένος εἴης,
243 οὐκ ἂν ἔπειτά μ’ ἄχος πυκινὰς φρένας ἀμφικαλύπτοι.
244 νῦν δέ σε μὲν τάχα γῆρας ὁμοίιον ἀμφικαλύψει
245 νηλειές, τό τ’ ἔπειτα παρίσταται ἀνθρώποισιν,
246 οὐλόμενον καματηρόν, ὅ τε στυγέουσι θεοί περ.
247 αὐτὰρ ἐμοὶ μέγ’ ὄνειδος ἐν ἀθανάτοισι θεοῖσιν
248 ἔσσεται ἤματα πάντα διαμπερὲς εἵνεκα σεῖο,
249 οἳ πρὶν ἐμοὺς ὀάρους καὶ μήτιας, αἷς ποτε πάντας
250 ἀθανάτους συνέμιξα καταθνητῇσι γυναιξί,
251 τάρβεσκον· πάντας γὰρ ἐμὸν δάμνασκε νόημα.
252 νῦν δὲ δὴ οὐκέτι μοι στόμα χείσεται ἐξονομῆναι
253 τοῦτο μετ’ ἀθανάτοισιν, ἐπεὶ μάλα πολλὸν ἀάσθην
254 σχέτλιον οὐκ ὀνοταστόν, ἀπεπλάγχθην δὲ νόοιο,
255 παῖδα δ’ ὑπὸ ζώνῃ ἐθέμην βροτῷ εὐνηθεῖσα.
256 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃ φάος ἠελίοιο,
257 νύμφαι μιν θρέψουσιν ὀρεσκῷοι βαθύκολποι,
258 αἳ τόδε ναιετάουσιν ὄρος μέγα τε ζάθεόν τε·
259 αἵ ῥ’ οὔτε θνητοῖς οὔτ’ ἀθανάτοισιν ἕπονται·
260 δηρὸν μὲν ζώουσι καὶ ἄμβροτον εἶδαρ ἔδουσι,
261 καί τε μετ’ ἀθανάτοισι καλὸν χορὸν ἐρρώσαντο.
262 τῇσι δὲ Σειληνοί τε καὶ εὔσκοπος Ἀργειφόντης
263 μίσγοντ’ ἐν φιλότητι μυχῷ σπείων ἐροέντων.
264 τῇσι δ’ ἅμ’ ἢ ἐλάται ἠὲ δρύες ὑψικάρηνοι
265 γεινομένῃσιν ἔφυσαν ἐπὶ χθονὶ βωτιανείρῃ
266 καλαὶ τηλεθάουσαι ἐν οὔρεσιν ὑψηλοῖσιν.
267 ἑστᾶς’ ἠλίβατοι, τεμένη δέ ἑ κικλήσκουσιν
268 ἀθανάτων· τὰς δ’ οὔ τι βροτοὶ κείρουσι σιδήρῳ.
269 ἀλλ’ ὅτε κεν δὴ μοῖρα παρεστήκῃ θανάτοιο
270 ἀζάνεται μὲν πρῶτον ἐπὶ χθονὶ δένδρεα καλά,
271 φλοιὸς δ’ ἀμφιπεριφθινύθει, πίπτουσι δ’ ἄπ’ ὄζοι,
272 τῶν δέ χ’ ὁμοῦ ψυχὴ λείποι φάος ἠελίοιο.
273 αἱ μὲν ἐμὸν θρέψουσι παρὰ σφίσιν υἱὸν ἔχουσαι.
274 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἕλῃ πολυήρατος ἥβη
275 ἄξουσίν σοι δεῦρο θεαί, δείξουσί τε παῖδα·
276 σοὶ δ’ ἐγώ, ὄφρα κε ταῦτα μετὰ φρεσὶ πάντα διέλθω,
277 ἐς πέμπτον ἔτος αὖτις ἐλεύσομαι υἱὸν ἄγουσα.
278 τὸν μὲν ἐπὴν δὴ πρῶτον ἴδῃς θάλος ὀφθαλμοῖσι,
279 γηθήσεις ὁρόων· μάλα γὰρ θεοείκελος ἔσται·
280 ἄξεις δ’ αὐτίκα νιν ποτὶ Ἴλιον ἠνεμόεσσαν.
281 ἢν δέ τις εἴρηταί σε καταθνητῶν ἀνθρώπων
282 ἥ τις σοὶ φίλον υἱὸν ὑπὸ ζώνῃ θέτο μήτηρ,
283 τῷ δὲ σὺ μυθεῖσθαι μεμνημένος ὥς σε κελεύω·
284 φασίν τοι νύμφης καλυκώπιδος ἔκγονον εἶναι
285 αἳ τόδε ναιετάουσιν ὄρος καταειμένον ὕλῃ.
286 εἰ δέ κεν ἐξείπῃς καὶ ἐπεύξεαι ἄφρονι θυμῷ
287 ἐν φιλότητι μιγῆναι ἐϋστεφάνῳ Κυθερείῃ,
288 Ζεύς σε χολωσάμενος βαλέει ψολόεντι κεραυνῷ.
289 εἴρηταί τοι πάντα· σὺ δὲ φρεσὶ σῇσι νοήσας
290 ἴσχεο μηδ’ ὀνόμαινε, θεῶν δ’ ἐποπίζεο μῆνιν.
291 Ὣς εἰποῦς’ ἤϊξε πρὸς οὐρανὸν ἠνεμόεντα.
292 Χαῖρε θεὰ Κύπροιο ἐϋκτιμένης μεδέουσα·
293 σεῦ δ’ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.