ἀμφὶ σέ, Πηλέως υἱέ: ὅτι τῆς ὑπαίθρου στρατιᾶς ἡγεμὼν ἦν. ὀρθοτονητέον δὲ τὴν ἀντωνυμίαν διὰ τὴν πρόθεσιν. προσφωνεῖ δὲ ὁ ποιητὴς ἡρωϊκοῖς μὲν προσώποις πέντε, Ἀχιλλεῖ, Μενελάῳ Μελανίππῳ Πατρόκλῳ Εὐμαίῳ θεῶν δὲ Ἀπόλλωνι· «ἀμφὶ σέ, ἤϊε Φοῖβε».
μάχης ἀκόρητον: ἐὰν πληθυντικῶς γράφηται «ἀκόρητοι», συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης. ἐὰν δὲ ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται.
ἐὰν πληθυντικῶς γράφωμεν, ἐπὶ τέλους ἡ στιγμὴ τίθεται. ἐὰν δὲ ἑνικῶς ἀκόρητον, ἐπὶ Ἀχιλλέως κειμένου τοῦ ὀνόματος, ἐπὶ τὸ ἀκόρητον ἐπὶ ἀχιλλέως κειμένων.
εἰ μὲν πληθυντικῶς εἴπωμεν, ἡ στιγμὴ εἰς τὸ υἱέ. εἰ δὲ ἑνικῶς ἐπὶ Ἀχιλλέως, διαστολὴ εἰς τὸ ἀκόρητον.
θρωσμῷ: ὑψηλῷ τόπῳ, ὅθεν—ἐπισημότατός ἐστιν. ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ
Ζεὺς δὲ Θέμιστι κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι: μεγαλοφυὴς ἡ Ἀχιλλέως ἔξοδος, ὅπου γε ἐκκλησία θεῶν διʼ αὐτὸν γίνεται καὶ θεομαχία.
Ζεὺς δὲ Θέμιστα κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι: ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι, ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτειν.
καὶ ὅτι ἀντὶ τοῦ Θέμιστι.
τὸ δὲ Θέμιστα Ἀττικῶς ἀντὶ τοῦ Θέμιστι.
Ζεὺς δὲ Θέμιστι κέλευσε θεοὺς ἀγορὴν δὲ καλέσσαι: πρὸς μὲν τὰς ψιλὰς ἀγγελίας Ἴριδι χρῆται, ὅταν δὲ μεῖζόν τι δέῃ διοικῆσαι, τὸν Ἑρμῆν ἀποστέλλει. νῦν δέ, ὡς νομιμωτάτης ἐσομένης τῆς ἀγορᾶς καὶ τέλος ἐπιθεῖναι μελλούσης τοῖς πράγμασι, πρὸς τὴν σύγκλητον τῇ Θέμιδι χρῆται, οὐχ ὡς κήρυκι, ἀλλʼ ὅτι καὶ τὰς τῶν «ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει» διὰ τὸ κατὰ νόμους ἐγχειρεῖν τοῖς πρακτέοις ἢ μή. καὶ Ὧραι δὲ αὐτῆς παῖδες, ἐπεὶ τῇ δικαιοπραγίᾳ τὰ φυόμενα σῴζεται.
κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου: τοῦτο βέλτιον τοῖς ἄνω προσνέμειν, ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν. τὸ δὲ ἑξῆς ἐστι «κέλευσε» κρατὸς ἀπʼ Οὐλύμποιο «καλέσσαι». ἡ διπλῆ δέ, ὅτι Ὄλυμπος ὄρος· διὸ πολύπτυχος.
ἄλλως· κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου: ἐκεῖσε γὰρ ὁ οἶκος τοῦ Διός. πολυπτύχου δὲ πολλὰς ἀνακλίσεις ἔχοντος· ἢ ἰσχυροῦ, ἀπὸ τῶν πολυπτύχων ἀσπίδων. ἢ ὅτι ὀκτὼ σφαίρας ἔχει ὁ οὐρανός, μίαν τῶν ἀπλανῶν, ἑπτὰ τῶν πλανήτων.
οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο: ὅτι ποταμόν, οὐ θάλασσαν τὸν Ὠκεανὸν παραδίδωσι. τὸν δὲ Ὠκεανὸν—πρεσβύτατος ὑπάρχων.
οὔτε τις οὖν ποταμῶν ἀπέην νόσφʼ Ὠκεανοῖο: πρόγονος γὰρ θεῶν· ἵνα μὴ τοῖς ἀπογόνοις ἑαυτοῦ παρῇ πολεμοῦσιν.
ἄλλως· οὔτε τις οὖν ποταμῶν: προοικονομεῖ Ἀχιλλεῖ ἀντίπαλον προαγαγεῖν Σκάμανδρον τὸν ποταμόν
νόσφʼ Ὠκεανοῖο: τὴν Γῆν παρῆκε, οὐ διορισάμενος, εἴτε παραγέγονεν εἴτε οὔ. ἀλλὰ καὶ βέλτιον περὶ αὐτῆς ὑπονοεῖν ὡς ἀπολειπομένης τοῦ συλλόγου. ἢ τάχα ὡς ὡμολογημένον αὐτὸ παρῆκεν ὁ ποιητής· ἀνάγκη γὰρ μένοντος τοῦ Ὠκεανοῦ καὶ τὴν Γῆν μένειν· περὶ γὰρ ταύτην τὸ ὕδωρ. οὐκ ἔδει δὲ τῶν ἐξ αὐτῶν κινουμένων καὶ ταῦτα κινεῖσθαι· ὡς γὰρ πρόγονοι πάντων ἀκίνητοι μένουσιν.
οὔτʼ ἄρα νυμφάων: τὴν γὰρ Λητὼ μίαν τῶν νυμφῶν οἴεται· ὅθεν καὶ παίζουσι μετὰ τῆς Ἀρτέμιδος αἱ νύμφαι· «γέγηθε δέ τε φρένα Λητώ».
αἵ τʼ ἄλσεα καλὰ νέμονται: αἱ τὰ ἄλση κατοικοῦσαι —ἐπὶ τῶν ἑλῶν ἑλειονόμοι.
πίσεα: πίω πίσω πῖσος, ὡς μύω μύσω μύσος· τοῖς γὰρ μιαιφόνοις οὐκ ἐξῆν προσφωνεῖν τινα.
ξεστῇς αἰθούσῃσιν ἐνίζανον: ὅτι Ζηνόδοτος γράφει «ἐφίζανον». αἱ δὲ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἵνα λέγῃ ἐφίζανον, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι ἢ τόποι ὑφʼ ἡλίου καταλαμπόμενοι. τινὲς δὲ γράφουσιν «ἐνίδρανον», καθέδρας οἰηθέντες εἶναι τὰς αἰθούσας.
ἔνιοι «ἐφίζανον».
αἰθούσῃσιν: αἱ αἴθουσαι ἐξέδραι στυλωταί εἰσιν ἢ τόποι ὑφʼ ἡλίου καταλαμπόμενοι.
αἴθουσαί εἰσι τόποι πρόστωοι, ὑφʼ ἡλίου καταλαμπόμενοι.
Ἥφαιστος—πραπίδεσσιν: παντοδαπὸς τεχνίτης.
ποίησεν ἰδυίῃσι: οὕτως διὰ τοῦ ι τὸ ἰδυίῃσι καὶ τέλειον τὸ ποίησε.
ὣς οἱ μὲν Διὸς ἔνδον ἀγηγέρατο: ὅτι ἔνδον εἴρηκε τοπικὸν ἐπίρρημα ἀντὶ τῆς ἔν προθέσεως· θέλει γὰρ εἰπεῖν ἐν Διός, ὡς «εἴσω ἁλὸς εὐρέα κόλπον» ἀντὶ τοῦ εἰς ἁλὸς κόλπον.
οὐδʼ ἐνοσίχθων νηκούστησε θεᾶς: ἐπεὶ πρότερον ἐξελασθῆναί φησιν αὐτὸν τῆς μάχης ὑπὸ τοῦ Διός, ὥσπερ τι παράδοξον εἰσάγει ὅτι οὐκ ἐμνησικάκησε τῆς ὕβρεως, ἀλλὰ πειθαρχῶν φαίνεται, καὶ οὐ μόνον συνῆλθεν, ἀλλὰ καὶ τοῦ λόγου κατάρχει
οὐδʼ ἐνοσίχθων νηκούστησε θεᾶς: ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε—φιλονεικίαν.
τίπτʼ αὖτʼ, ἀργικέραυνε: ἀξίωμα ἐμφαίνει αὐτοῦ ὡς προλαμβάνοντος τοὺς λόγους τοῦ Διός. τὸ δὲ αὖτε παραπληροῖ, ἢ σημαίνει τὸ πάλιν, ἵνα φαίνηται ἀπομνημονεύων ἠθικῶς τῶν πρόσθεν, ὅτε αὐτοῖς ἀπηγόρευε μάχεσθαι
ἦ: ἐρωτηματικὸς ὁ σύνδεσμος καὶ ἅπαξ εἰλημμένος κατὰ μίαν διάνοιαν· διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς τὰ τοιαῦτα «ἢ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα», «ἠὲ νέον μεθέπεις ἦ καὶ πατρώϊός ἐσσι»· ἐν γὰρ ταῖς τοιαύταις συντάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται.
ὧν ἕνεκα ξυνάγειρα: καὶ τοῦτο ἑκατέρωσε δύναται προσδίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, στίζομεν ἐπὶ τὸ ξυνάγειρα, εἰ δὲ τοῖς ἑξῆς, ὑποστίζομεν ἐπʼ αὐτό.
ὧν: λείπει ἀνδρῶν.
μέλουσί μοι ὀλλύμενοί περ: «πατήρ» γὰρ «ἀνδρῶν τε θεῶν τε». παρέλκει δὲ ὁ πέρ.
μέλλουσι δὲ αὐτῷ ὡς πατρὶ θεῶν καὶ ἀνδρῶν. ὁ δὲ πέρ περιττεύει.
ἥμενος ἔνθʼ ὁρόων φρένα τέρψομαι: τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἐπὶ τὸ αὐτὸ ἀσυνδέτως κέωνται.
τέρψομαι: διὰ τὸ σῴζεσθαι τὸ μοιρίδιον ἢ ἁλισκομένης τῆς Ἰλίου· ἐπάγει γοῦν τὴν αἰτίαν· «εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι».
ἀμφοτέροισι δʼ ἀρήγετε: τοῖς μὲν Ἀχαιοῖς, μὴ ὑπὸ τοῦ Ἀπόλλωνος νῦν Ἀχιλλεὺς τοξευθῇ, τοῖς δὲ Τρωσί, μὴ ὑπὸ Ἀχιλλέως πάντες ἀπόλωνται. ἐκτραγῳδῶν δὲ τὰς ποιήσεις θεῶν παρατάξεις συμμίσγει αὐταῖς.
εἰ γὰρ Ἀχιλλεὺς οἶος—Πηλεΐωνα: δόξειεν ἂν τοὐναντίον ἢ ὁ Ζεὺς βούλεται γίνεσθαι, τῶν θεῶν ἐκπεμπομένων ἐπὶ τὴν μάχην· ὁ μὲν γάρ φησιν, εἰ μὴ παραγένοιντο, οὐδὲ πρὸς ὀλίγον ἀνθέξουσιν οἱ Τρῶες μαχόμενοι τῷ Ἀχιλλεῖ· ἐκ δὲ τοῦ ἀφικνεῖσθαι αὐτοὺς μᾶλλον ἰσχυρότερος γίνεται τῷ εἶναι τοὺς Ἑλληνικοὺς θεοὺς ἰσχυροτέρους τῶν Τρωϊκῶν. εἰ δὲ καὶ ἴσοι ἦσαν, περιττὴ ἦν ἡ ἐπικουρία τῶν θεῶν· ἐὰν γὰρ δύο ἀνίσοις ἴσα προστεθῇ, τὰ ὅλα ἐστὶν ἄνισα· ἡ γὰρ αὐτὴ ὑπεροχὴ τῶν ἐξ ἀρχῆς ὑπερεχόντων μένει. — ἐροῦμεν δὲ ὡς οὐ διὰ τὴν μάχην τῶν θεῶν ἡ κάθοδος γέγονεν, ἀλλʼ ἵνα πρόφασις ἀπάτης Ἀχιλλεῖ γένηται Ἀπόλλωνος δυνηθῇ δὲ καὶ Σκάμανδρος παρεμποδίσαι Ἀχιλλεῖ
ἕξουσι: ἀντὶ τοῦ ἀνθέξουσιν.
καὶ δέ τέ μιν καὶ πρόσθεν ὑποτρομέεσκον ὁρῶντες: ἔτι καὶ πρόσθεν αὐτὸν ὁρῶντες ἔτρεμον.
καὶ δέ τέ μιν: Ἀρίσταρχος «καὶ δέ τί μιν», διὰ τοῦ ι.
νῦν δʼ, ὅτε δὴ καὶ θυμὸν ἑταίρου χώεται αἰνῶς:ὅτι κατὰ θυμὸν περὶ ἑταίρου χολοῦται. τὸ δὲ αἰνῶς ἑκατέροις δύναται προσδίδοσθαι.
λείπει ἡ περί. τὸ δὲ αἰνῶς δύναται ἑκατέροις συντάσσεσθαι.
δείδω, μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ:τινὲς γράφουσιν ἀντὶ τοῦ δείδω, μὴ καὶ τεῖχος «οὐ μέντοι μοῖρʼ ἐστὶν ἔτι ζῳοῦ Ἀχιλῆος Ἰλίου ἐκπέρσαι εὖ ναιόμενον πτολίεθρον. πέρσει δουράτεός θʼ ἵππος καὶ μῆτις Ἐπειοῦ.» πῶς γὰρ ὁ εἰδὼς «μοῖράν τʼ ἀμμορίην τε» νῦν διστάζει;
ὑπὲρ μόρον: Ἀριστοφάνης ὡς «ὑπέρβιον», ἓν μέρος λόγου ποιῶν· καὶ ὁ Ἀσκαλωνίτης, ἐπεὶ ἀντὶ ἐπιρρήματος τοῦ ὑπερμόρως παρείληπται, ὁμοίως πληθυντικῷ τῷ «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος». καὶ ὃν τρόπον «οὐ μὲν καλὸν ἀτέμβειν» ἀντὶ τοῦ καλῶς ἐστὶ καὶ τὸ πληθυντικὸν «οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο», οὕτως καὶ τὸ προκείμενον ἑνικῶς καὶ πληθυντικῶς εἰς σύνταξιν παρελεύσεται ἐπιρρήματος· «δείδω μὴ καὶ τεῖχος ὑπέρμορον ἐξαλαπάξῃ» καὶ «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος». ἐντελῶς δὲ ἐν τῇ Β περὶ τῆς προσῳδίας διελάβομεν· διὸ νῦν παρίημι. ἐκεῖνο μέντοι ὑπομνήσω ὡς ὅτι δύναται καὶ τοῦτο καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ λέγω δὲ τὸ «ὡς καὶ νῦν Αἴγισθος ὑπέρμορον», κατὰ διάλυσιν ἀναγινώσκεσθαι, ὁμοίως τῷ «μὴ καὶ ὑπὲρ μοῖραν δόμον Ἄϊδος», ὥσπερ ἤδη ἀπεφηνάμην
Ἀριστοφάνης καὶ οἱ πλείους ὑφʼ ἓν προηνέγκαντο τὸ «ὑπέρμορον», ὡς «ὑπέρβιον». ἀντὶ ἐπιρρήματος δὲ τοῦ ὑπερμόρως κεῖται, ὡς καὶ τὸ πληθυντικόν, «ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα». δύναται μέντοι καὶ ἐνθάδε καὶ ἐν τῇ Ὀδυσσείᾳ «ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον» κατὰ διάλυσιν ἀναγινώσκεσθαι.
Ἥρη μὲν μετʼ ἀγῶνα νεῶν καὶ Παλλὰς Ἀθήνη: Ἥρα εἰς νόμιμον γάμον ἀδικηθέντι Μενελάῳ βοηθεῖ, Ἀθηνᾶ δὲ τοῖς δικαίως καὶ φρονίμως μαχομένοις.
ἠδὲ Ποσειδάων: νησιῶται γὰρ οἱ πλείους Ἑλλήνων καὶ «εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσιν». ἢ διὰ Λαομέδοντα.
ἠδὲ Ποσειδάων: Ποσειδῶν δέ, ὅτι ἀπὸ θαλάσσης πρὸς τοὺς ἐν τῇ ξηρᾷ πολεμοῦσιν.
ἐριούνης: ὁ ἐρευνητικός· λόγος γάρ ἐστιν. ἢ ὁ μέγιστα ὠφελῶν, πλεονάζοντος τοῦ υ. οἱ δὲ τραγικοὶ τὸν καταχθόνιον. ἐπεὶ οὖν μετὰ λόγου ποιοῦνται τὴν μάχην οἱ Ἕλληνες, βοηθεῖ αὐτοῖς, ἅμα δὲ καὶ διὰ Κυλλήνην.
κέκαστο: Ἀρίσταρχος «κέκασται», οὐ διὰ τοῦ ο κέκαστο.
Ἥφαιστος δʼ ἅμα τοῖσι κίε: πολέμιος Ἄρει, φίλος Ἀθηνᾷ. «Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη» καὶ «μητρὶ φίλῃ ἐπίηρα φέρων». καὶ ὅτι τεχνικὸν τὸ Ἑλληνικόν.
Ἥφαιστος δὲ διὰ τὸ φρόνιμος καὶ μηχανικὸς καὶ τεχνίτης εἶναι, οἷοι καὶ Ἕλληνες.
βλεμεαίνων: οἷον βλεεμένων ὡς ὑδρηλός. ἢ διὰ τὸ πῦρ. ἢ ἐπεὶ τὰ ἄνω δεινός ἐστι καὶ «πέλωρ αἴητον».
ῥώοντο ἀραιαί: ἐρρώνυντο αἱ ἀσθενεῖς.
ῥώοντο: ἐρρωμένως ἐπειρῶντο βαδίζειν.
ἐς δὲ Τρῶας Ἄρης: ἁρπαγῆς καὶ βίας ὁ Ἄρης δεσπόζει. φησὶ δὲ «ἐπιδήμιοι ἁρπακτῆρες».
Φοῖβος ἀκερσεκόμης ἠδʼ Ἄρτεμις ἰοχέαιρα: χορῶν γὰρ δεσπόζει σὺν Ἀρτέμιδι, οἱ δὲ Τρῶες «χοροιτυπίῃσιν ἄριστοι». τοξόται τέ εἰσιν οὗτοι οἱ θεοί, τοξόται δὲ καὶ οἱ Τρῶες.
ὁ δὲ Φοῖβος καὶ Ἄρτεμις χορῶν δεσπόζουσι καὶ παιγνίων· καὶ οἱ Τρῶες δὲ «χοροτυπίῃσιν ἄριστοι». ἅμα δὲ ὅτι καὶ τοξόται εἰσὶ τοῖς Τρωσὶν ὁμοίως.
ἀκερσεκόμης: ἐπεὶ κουροτρόφος. ἐπὶ δὲ τοῖς πένθεσιν ἐκείροντο. οὖν εὐχόμεθα ἀπενθεῖς ἡμᾶς διατηρεῖν.
Λητώ τε Ξάνθος τε φιλομειδής τʼ Ἀφροδίτη: Λητώ, ὅτι ἐπιλήσμονες ἐξ ἀφροσύνης ἦσαν. ὁ δὲ Ξάνθος, ὅτι δίκην ὕδατος πρὸς τὰς αἰσχρότητας ἐφέροντο. ὅτι δὲ πορνικοὶ καὶ θηλυδρίαι, καὶ ἡ Ἀφροδίτη συνέπεται. ὁ μέντοι Ἅιδης οὐ βοηθεῖ — ἀπωλείαις γὰρ ἥδεται — οὔτε Ἥλιος· ἦ γὰρ ἂν πάντας ὁμοίως ἔβλαψε σκοτοποιῶν. Δημήτηρ δὲ καὶ Διόνυσος καρποφόροι ὄντες ἄχθονται τῷ πολέμῳ δῃοῦντι τοὺς καρπούς.
Ξάνθος: ὅτι οὐ προδιασυστήσας τὸν αὐτὸν ποταμὸν Ξάνθον καὶ Σκάμανδρον ὄντα προκατακέχρηται τῇ τοῦ Ξάνθου ὀνομασίᾳ, ὡς παραδεδομένοις δηλονότι χρώμενος καὶ οὐκ αὐτὸς πλάσσων τὰ ὀνόματα.
ὅτι οὐ προσυστήσας τὴν διωνυμίαν τοῦ Ξάνθου κατεχρήσατο.
φιλομειδής: γράφεται «Διὸς θυγάτηρ»· ἄτοπον γὰρ τὸ φιλομειδής ἐπὶ τῆς πολεμούσης.
τεῖος Ἀχαιοί: ἐν ἄλλῳ «τόφρα δʼ Ἀχαιοί».
Τρῶας δὲ τρόμος αἰνὸς ὑπήλυθε γυῖα ἕκαστον: ὅτι ἀντὶ τοῦ Τρώων ἕκαστον, ὡς «Τρῶας δὲ στίχας οὖλος Ἄρης ὤτρυνε».
ὦρτο δʼ ἜΡΙΣ … λαοσσόος: πῶς λαοσσόον τὴν Ἔριν προσηγόρευσεν; οὐ γὰρ σῴζουσα βλέπεται, ἀλλὰ φθείρουσα μᾶλλον τὰ πλήθη. ῥητέον δὲ ὅτι ἔριν οὔ φησιν αὐτὴν τὴν θεόν — οὐ γὰρ προεῖπεν αὐτὴν ἐν τῷ λόγῳ —, ἀλλὰ τὴν τῶν θεῶν Τρωϊκῶν τε καὶ Ἑλληνικῶν φιλονεικίαν· ἡ γὰρ τούτων πρὸς ἀλλήλους ἔρις σωστικὴ ἐγίνετο τῶν ἀνδρῶν. ἔστιν οὖν ὅμοιον τῷ «ὦρσε δὲ τοὺς μὲν Ἄρης».
Ἔρις κρατερὴ λαοσσόος: ἡ τοὺς λαοὺς σεύουσα καὶ παρορμῶσα. δύναται δὲ καὶ εἰς τὸ κρατερή στιγμὴ γενέσθαι, τὸ δὲ λαοσσόος τοῖς ἑξῆς συνάπτεσθαι.
ἄλλως· αὖε δʼ Ἀθήνη: πανταχόθεν τὴν ἐνέργειαν κινεῖ· καὶ οἶδε μὲν σάλπιγγας ὁ ποιητής, τοὺς δὲ ἥρωας οὐ ποιεῖ χρωμένους, τεραστιωτέρας οἰόμενος τὰς τῶν ἀνδρῶν καὶ θεῶν μεγαλοφωνίας.
αὖε δʼ Ἀθήνη: ὅτι ὁ δέ σύνδεσμος περισσός ἐστιν ἐν τῷ αὖε δʼ Ἀθήνη.
αὖε δʼ Ἄρης ... ὀξὺ κατʼ ἀκροτάτης πόλιος: ἐξ ὕψους βοᾷ, πάντα τόπον πληρῶν τῆς βοῆς.
ἀκροτάτης πόλιος: ἰδίως διαλύσας τὴν λέξιν ὑπερτέθεικε τὸ ἄκρον αὐτῆς, ἀντὶ τοῦ ἄκρης ἀκροτάτης εἰπών.
θεῶν ἐπὶ Καλλικολώνῃ: ὅτι τόπος οὕτως καλεῖται ἐπὶ τῆς Ἴδης, Θεῶν καλλικολώνη. οὐ δεόντως οὖν τινες ἀνέγνωσαν «θέων» ἀντὶ τοῦ τρέχων.
θεῶν ἐπὶ Καλλικολώνῃ: Ἡρόδικος βαρέως ἀνεγίνωσκεν ὡς τρέχων, μετοχὴν ποιῶν. ὁ μέντοι Ἀρίσταρχος περιέσπα, λέγων οὕτως καλεῖσθαι τὸν τόπον, Θεῶν καλλικολώνη, ὥσπερ καὶ Ἀχαιῶν λιμήν. οὕτως δὲ ἐχούσης τῆς ἱστορίας περισσὴ ἡ τοῦ Ἡροδίκου ἀνάγνωσις. ἡ μέντοι ἐπί πρόθεσις κατὰ ταύτην τὴν ἔννοιαν ὤφειλε προηγεῖσθαι τοῦ λόγου ὥστε εἶναι ἐπὶ Θεῶν καλλικολώνῃ· διὸ ἐτόλμησάν τινες ἀναστρέψαι. οἱ μέντοι περὶ τὸν Ἀσκαλωνίτην οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ ἑξῆς λέξει. καὶ οὕτως ἐπείσθη ἡ παράδοσις, λέγω δὲ τῇ συντάξει τῆς δοτικῆς· καὶ γὰρ διὰ τῶν ἑξῆς «Καλλικολώνης» φησίν, οὐ προσνείμας τὸ θεῶν· «οἱ δʼ ἑτέρωσε κάθιζον ἐπʼ ὀφρύσι Καλλικολώνης».
οὕτως Ἀρίσταρχος ὡς Ἀχαιῶν λιμένα. τὴν δὲ πρόθεσιν ἡ συνήθεια οὐκ ἀναστρέφει, καίτοι δυναμένην ἀναστρέφεσθαι.
τὸ δὲ θεῶν καὶ «θέων» δύναται γράφεσθαι, ἵνα δηλοῖ τὸ ἐπειγόμενον.
θεῶν ἐπὶ Καλλικολώνῃ: Δημήτριος ὁ Σκήψιος Καλλικόλωνον καλεῖσθαί φησι λόφον σταδίων πέντε τὴν περίμετρον, κεῖσθαι δὲ μεταξὺ Ἰλιέων κώμης καὶ Σιμοῦντος. ἀπέχει δὲ κατὰ διάμετρον Σιμοῦντος μὲν στάδια πέντε, Ἰλιέων δὲ κώμης δέκα. θεοῖς δὲ ἀνατίθησιν αὐτὴν ὡς πληθύουσαν λιβάσι καὶ λειμῶσιν.
δεινὸν δʼ ἐβρόντησε πατὴρ ἀνδρῶν τε θεῶν τε ὑψόθεν: φαντασίαν ποιεῖ ὡς περὶ τῶν ὅλων κίνδυνον εἶναι δοκεῖν.
αὐτὰρ ἔνερθε: Ἀρίσταρχος Ἰακῶς «αὐτὰρ νέρθε».
ἔνερθε Ποσειδάων ἐτίναξε: κάτωθεν· ἐνοσίχθων γάρ ἐστιν.
γαῖαν ἀπειρεσίην ὀρέων τʼ αἰπεινὰ κάρηνα: ὅτι διέστειλε τῆς γῆς τὰ ὄρη, ὡς ἐκεῖ «γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος».
πολυπίδακος: οὕτως Ἀρίσταρχος πολυπίδακος, ἄλλοι δὲ «πολυπιδάκου».
πολυπίδακος: πῖδαξ παρὰ τὸ ἰδῶ τὸ ἱδρῶ· ἱδρῶτα γὰρ γῆς τὰς πηγὰς οἱ φυσικοὶ λέγουσιν. ἢ ἐκ τοῦ πίνω πῖναξ πῖδαξ.
ἔδδεισεν δʼ ὑπένερθεν ἄναξ ἐνέρων Ἀϊδωνεύς: εἰ ὁ τοῦ θανάτου δεσπότης δέδιε, τίνα χρὴ νομίζειν περὶ τοὺς ἀνθρώπους συμβῆναι διάθεσιν; οὐ παρατάσσει δὲ Ἅιδην· ἀπωλείαις γὰρ ἥδεται. ἢ καὶ σεμνότερον αὐτὸν νομίσας· Δία γοῦν καταχθόνιον αὐτὸν καλεῖ
ἐκ θρόνου ὦρτο: ἐκπληκτικὸν τοῦτο, μὴ μόνον δεῖσαι, ἀλλὰ καὶ ἀναθορεῖν ἐκ τοῦ θρόνου. εἶτα καὶ τὸ ἴαχε κινητικὸν τῆς διανοίας τοῦ δείσαντος.
ἆλτο: ἐν ἄλλῳ «ὦρτο». οὕτως καὶ ἡ Μασσαλιωτική.
εὐρώεντα: ὅτι πάντα χωρεῖ.
ἤτοι μὲν γὰρ ἔναντα Ποσειδάωνος καὶ τὰ ἑξῆς: ἡ τῶν θεῶν μάχη περιέχει—πάρεστι βοηθὸς τοῖς Τρωσίν.
ἵστατʼ Ἀπόλλων Φοῖβος: ὅτι πυκνῶς κατὰ τὸν τόπον πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ἀρξάμενος γὰρ ἀπʼ Ἀχαιϊκοῦ θεοῦ καὶ ἀντιτάξας τούτῳ Τρωϊκὸν θεὸν πάλιν ἀπὸ Τρωϊκοῦ ἦρκται κατὰ τὸ δεύτερον ζυγόν
ἵστατʼ Ἀπόλλων Φοῖβος: λοιμῶν αἴτιος ὁ Ἀπόλλων, τοῦ περιγείου μέρους σὺν Ἀρτέμιδι δεσπότης ὤν, ὑγιείας δὲ Ποσειδῶν διὰ τῶν πνοῶν, εἴγε φησὶν «Ὠκεανὸς ἀνίησιν» «ἴκμενόν» τε «οὖρον» καὶ ἀποκαθαίροντα, εἰσὶν ἀλλήλοις ἀντιπαθεῖς φύσει. χολᾷ δὲ Ἀπόλλωνι ὡς ἐπικουροῦντι παρὰ τὸ δέον τοῖς Τρωσί. σέβε δὲ θεούς, εἰδὼς ὅτι εἰς τὸ κεχαρισμένον τῶν φίλων καὶ ἀλλήλοις μάχονται. ὅσον δὲ κακὸν ἡ στάσις, ὅτι καὶ πρεσβυτέροις νέους ἀντιτάσσει.
ἄντα δʼ Ἐνυαλίοιο: ἐξ ἐναντίας—δαίμονος.
Ἐνυαλίοιο: Ἐνυάλιος ὁ Ἄρης ἐπιθετικῶς, καὶ οὐχ ἕτερος θεός.
Ἐνυαλίοιο: Ἐνυάλιος παρὰ τὸ αὔειν, ὅ ἐστι βοᾶν· φησὶ γοῦν «ὅσσον τʼ ἐννεάχιλοι». ἢ παρὰ τὸ ἔνω, ὅθεν καὶ αὐτοέντης.
Ἀθήνη: ἡ φρόνησις· διὸ καὶ φυλάττει τὰς ἀκροπόλεις. ὁ δὲ Ἄρης ταραχώδης καὶ ἀλλοπρόσαλλος. παρθένος ἡ Ἀθηνᾶ, ὁ δὲ Ἄρης μοιχός· καὶ ὁ Τρωϊκὸς δὲ πόλεμος ἐκ μοιχείας τὴν ἀρχὴν εἴληφεν.
Ἥρῃ δʼ ἀντέστη— Ἄρτεμις ἰοχέαιρα: ὁ μὲν συνάπτων τῷ αἰθέρι ὑγρὸς ἀὴρ σωτήριός ἐστι· διὸ καὶ τελεία καὶ Εἰλειθυιῶν μήτηρ ἡ Ἥρα· ὁ δὲ περίγειος ἀὴρ ὑπὸ Ἀρτέμιδι· ὅθεν φησὶν· «ἐπεί σε λέοντα γυναιξί Ζεὺς θῆκεν». οἱ δὲ ὅτι ἡ μὲν Ἄρτεμις σελήνη, ἡ δὲ Ἥρα ἀήρ, διʼ ἣν ἔκλειψις γίνεται.
Ἥρῃ δʼ ἀντέστη· ὑφʼ ἓν τὸ ἀντέστη προενεκτέον· δοτικῇ γὰρ συντάσσεται, ὡς «Λητοῖ δʼ ἀντέστη», τὸ δὲ ἄντα, ὅπερ ἐστὶν ἐξ ἐναντίας, γενικῇ· «ἄντα δʼ Ἐνυαλίοιο», «ἄντα δʼ ἄρʼ Ἡφαίστοιο».
ἀντέστη: τινὲς «ἄντα ἔστη». οὐδέποτε δὲ τὸ ἄντα ἄλλῃ συντάσσεται πτώσει ἢ γενικῇ, «ἄντα δʼ Ἐνυαλίοιο».
χρυσηλάκατος: ἐργατική. νῦν δὲ—οἱ κυνηγοί.
Λητοῖ: Λητὼ ἡ λήθη, ὅτι λήθην ἁμαρτημάτων διʼ αὐτῆς αἰτοῦνται λαβεῖν παρὰ τῶν παίδων.
σῶκος: ὡς παρὰ τὸ θάσσω θᾶκος, σάω σάκος, οὕτω σῴζω σῶκος.
παρὰ τὸ σώζω σῶκος, ὁ σωστικώτατος. ἀνθίσταται δέ, ὡς ἔθος, τῷ λόγῳ καὶ τῇ φρονήσει ἀφροσύνη καὶ λήθη καὶ ἀλογία.
σῶκος: Τυραννίων ἀξιοῖ ὀξύνειν, ἵνα ἀποφύγῃ τὸ κύριον βαρυνόμενον, «ὦ Σῶχʼ, Ἱππάσου υἱέ», ὥσπερ ἐπὶ τοῦ «Λεῦκος» «Γλαῦκος». οὐκ ἔστι δὲ ὅμοιον τοῖς προκειμένοις κοινοῖς ἐπίθετον, ἀλλὰ ἴδιον τοῦ Ἑρμοῦ ὥσπερ καὶ τοῦ Ἀπόλλωνος βαρυνόμενον τὸ «Φοῖβος»· διὸ βαρυτονητέον ὁμοίως καὶ αὐτῷ τῷ κυρίῳ. εἰσὶ δέ, οἳ ἀξιοῦσι καὶ καθότι σύνθετόν ἐστι βαρύνεσθαι αὐτό· ἐκ γὰρ τοῦ σάοικος γεγενῆσθαι τὴν κρᾶσιν. οὕτω δὲ δώσουσι καὶ προσκείμενον τῷ ω τὸ ι, τῆς παραδόσεως οὐχ οὕτως ἐχούσης. τὰ μέντοι εἰς κος λήγοντα δισύλλαβα, οὐ παρεσχηματισμένα εἰς γένος θηλυκόν, φύσει μακρᾷ παραληγόμενα, βαρύνεσθαι θέλει, «οἶκος», φῶκος, «θῶκος» οὕτως σῶκος. σεσημείωται τὸ «σηκός»
σῶκος: ἤτοι ὁ ἰσχυρὸς—ἄγγελος γὰρ ὁ θεός.
ἄντα δʼ ἄρʼ Ἡφαίστοιο μέγας ποταμὸς— Σκάμανδρον: τὸ ὕδωρ ἀνθίσταται τῷ πυρί. Ξάνθος δὲ καλεῖται, ἐπεὶ τὰ σώματα τῶν λουομένων ἢ τοὺς καρποὺς ξανθίζει. οἱ δέ, ὅτι πρὸ τῆς κρίσεως Ἀφροδίτη λουσαμένη αὐτοῦ ξανθὴ γέγονεν. ἐνταῦθα δὲ μόνον τὴν διωνυμίαν ἐπεσημήνατο.
ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον: ὅτι τὸ διφορούμενον τῆς ὀνομασίας νῦν διέστησεν.
ὃν Ξάνθον καλέουσι θεοί: παρὰ Μουσῶν τοῦτο οἶδεν. τινὲς δὲ τὰ εὐφραδέστερά φασιν αὐτὸν περιτιθέναι τοῖς θεοῖς.
ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον: τῶν διωνύμων τὸ μὲν—εἰς ἀνθρώπους. διὰ τί δὲ κατὰ τὸν πόλεμον οὗτοι οἱ θεοὶ—τὸ πῦρ τοῦ ὑγροῦ.
Ἀχιλλεύς Ἕκτορος ἄντα: ἐφαμίλλους θεοῖς δείκνυσι τοὺς ἥρωας, παράλληλον θεὶς τὴν μνήμην αὐτῶν.
Ἕκτορος ἄντα: εἰς τὴν Ἕκτορος ἐναντίαν μάχην.
μάλιστά γε: Ἀρίσταρχος «μάλιστά ἑ», μάλιστα αὐτόν, οὕτως.
ταλαύρινον: ἐν τῷ πολεμεῖν ὑπομονητικόν.
Αἰνείαν δʼ ἰθὺς— ἀντία Πηλείωνος: ἀμβλύνων αὐτοῦ τὴν καθʼ Ἕκτορος ὁρμήν. παράδοξον δὲ τὸ μονομάχιον καὶ τοὺς ἐκ δύο θεαινῶν πολεμεῖν ἐναγώνιον.
ἰθύς: ὅτι ἀντὶ τοῦ ἐπʼ εὐθείας καὶ κατʼ ἐναντίον.
ποῦ τοι ἀπειλαί, ἃς—ἐναντίβιον πολεμίζειν: παιδευτικὰ καὶ ταῦτα, τῆς παρὰ τοῖς συμποσίοις προπετείας ἀπαλλάσσοντα, διʼ ὧν φησι τὸν Αἰνείαν διὰ τὰς παρʼ οἴνῳ ὑποσχέσεις ὀλίγου δεῖν κινδυνεῦσαι. τοιαῦτα δὲ καὶ τὰ παρʼ Ἕλλησιν ἔστιν ἀκοῦσαι· «πῆ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι, ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε, πίνον-τες κρητῆρας ἐπιστεφέας οἴνοιο, Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος στήσεσθʼ ἐν πολέμῳ». οἱ δὲ παρὰ τοῖς βαρβάροις ὡς παράδοξον ὂν τὸ Ἀχιλλεῖ συστῆναι.
ἃς Τρώων βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων: ὅτι περὶ τὸν οἶνον αἱ καυχήσεις γίνονται· πρὸς τὴν ἀθέτησιν τοῦ «ἔσθοντες κρέα πολλά». βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας λέγει· «δώδεκα γὰρ βασιλῆες ἀριπρεπέες κατὰ δῆμον».
βασιλεῦσιν ὑπίσχεο οἰνοποτάζων: πίνων, ἔφη, οὐχὶ ἐσθίων. κἀκεῖ ἄρα δεόντως ἀθετεῖται οὗτος ὁ στίχος «ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων». βασιλεῖς δὲ καὶ τοὺς κατὰ μέρος ἄρχοντας ἔλεγον· «δώδεκα γὰρ κατὰ δῆμον ἀριπρεπέες βασιλῆες».
ὑπίσχεο: οὕτως διὰ τοῦ ι ὑπίσχεο.
οὐ μὲν γὰρ νῦν πρῶτα—Πήδασον: διόλου παρατηρητέον ὅτι κατὰ μέρος τὰ ἔργα τοῦ Ἀχιλλέως δεόντως δεδήλωκε· «δώδεκα δὴ σὺν νηυσὶ πόλεις πεζὸς δʼ ἕνδεκά φημι». νῦν δὲ καὶ ἀξιοπιστότερον τὸ παρὰ τοῦ πολεμίου ἐγκώμιον.
δουρὶ φόβησεν: φιλαλήθης ὃς τὴν ἧτταν οὐκ ἀποκρύπτει.
φιλαλήθης δὲ ὢν οὐκ ἀποκρύπτει τὴν ἧτταν.
Ἀχιλλῆος καὶ Ἀθήνης, ἥ οἱ πρόσθεν ἰοῦσα τίθει φάος: εὐπρεπῶς ἀπεκάλυψε τὴν ἧτταν, φάμενος Ἀθηνᾶν αὐτῷ συλλαμβάνεσθαι.
φάος: σωτηρίαν, ὡς «φόως δʼ ἑτάροισιν ἔθηκεν», «ἤν πού τι φόως Δαναοῖσι γένωμαι».
Λέλεγας: τοὺς ἐν Ἑλλησπόντῳ ἀπὸ τῆς Θεσσαλίας πρώτους κατοικοῦντας.
αἰεὶ γὰρ πάρα εἷς γε θεῶν: εὐπρεπῶς καὶ τοῦτο, ἵνα διὰ τὴν τῶν θεῶν βοήθειαν καὶ μὴ διὰ τὴν ἰδίαν δειλίαν ὀκνεῖν δοκῇ.
ἰθύς: ἐν ἄλλῳ «ἰθύ», χωρὶς τοῦ ς.
διελθεῖν: γράφεται «διελθέμεν».
εἰ δὲ θεός περ ἶσον τείνειεν πολέμου τέλος: ἐξ ἴσου ὑπὸ θεῶν βοηθουμένων ἡμῶν.
τείνειε: τροπικῶς τῷ ῥήματι ἀπὸ τῶν ζυγῶν κέχρηται.
καὶ σὺ θεοῖς αἰειγενέτῃσιν εὔχεο: ἀναιρεῖ τὴν πρόφασιν, εἰς εὐχὰς θεῶν ἀναπέμπων τὸν Αἰνείαν.
καὶ δὲ σέ: ὁ Ἀσκαλωνίτης ὠρθοτόνησε τὴν ἀντωνυμίαν, τὸν δέ σύνδεσμον ἀντὶ τοῦ γάρ παραλαμβάνων. καὶ οὕτως ἔχει τὰ τῆς ἀναγνώσεως καὶ τῆς διανοίας.
ὀρθοτονητέον τὴν ἀντωνυμίαν καὶ τὸν δέ ἀντὶ τοῦ γάρ ἀκουστέον.
ἡ μὲν γὰρ Διός ἐσθʼ, ἡ δʼ ἐξ ἁλίοιο γέροντος: σεσημείωται πρὸς τοὺς ἑξῆς αἰρομένους ἄκαιρον γενεαλογίαν ἔχοντας. καὶ ὅτι ἐκ Διὸς ἡ Ἀφροδίτη καθʼ Ὅμηρον.
μηδέ σε πάμπαν λευγαλέοις ἐπέεσσιν ἀποτρεπέτω καὶ ἀρειῇ: ἀναγκαῖον καὶ τοῦτο· καταπλήξει γὰρ αὐτὸν ὁ Ἀχιλλεύς, ὅπερ ἔδει προλαβεῖν τὸν θεόν, πρὸ τῆς συμβολῆς.
λευγαλέοις: ὅτι λευγαλέοις οὐ διύγροις, ὡς οἱ νεώτεροι, ἀλλʼ ὀλεθρίοις, παρὰ τὸν λοιγόν.
λευγαλέοις: εὐτελέσι καὶ ἀχρείοις. πρὸς τοὺς ἐκδεχομένους τὸν «λευγαλέον θάνατον» ἀντὶ τοῦ δίυγρον.
λευγαλέοις δὲ εὐτελέσι καὶ ἀχρείοις πρὸς τοὺς ἐκδεχομένους. λευγαλέος δὲ θάνατος ὁ ὀλέθριος.
οὐλαμόν: τὸ πύκνωμα, ἀπὸ τῆς οὐλότητος· ἢ τὴν εἴλησιν.
ἡ δʼ ἄμυδις καλέσασα θεοὺς μετὰ μῦθον ἔειπε: ὅτι Ζηνόδοτος γράφει «θεοὺς ῥεῖα ζώοντας», ἐξ οὗ φανερός ἐστι κατὰ τὸ περισπώμενον ἀνεγνωκὼς «ἦ δʼ ἄμυδις», ἵνʼ ᾖ ἔφη, ὡς ἐκεῖ «ἦ καὶ κυανέῃσιν». ἠγνόηκε δὲ ὅτι ἐπί τισι προειρημένοις τίθεται παρʼ Ὁμήρῳ τὸ ἦ, οὐκ ἐν ἀρχῇ λόγου.
ἡ δʼ ἄμυδις καλέσασα θεοὺς μετὰ μῦθον ἔειπε: Ἀρίσταρχος τὸ η ἄρθρον ἐκδέχεται. Ζηνόδοτος δὲ περιέσπασε καὶ ἐψίλωσεν, ῥῆμα ἐκδεξάμενος, ὁμοίως τῷ «ἦ καὶ κυανέῃσιν», καὶ τὸ ὅλον μεταποιεῖ· «ἦ δʼ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντας», ἠγνόησε δὲ ὡς ὁ ποιητὴς οὐ χρῆται τῷ ἦ ῥήματι ἐν ἀρχῇ λόγου, ἀλλὰ τοῖς ῥηθεῖσιν ἐπιλέγει. καὶ τούτῳ γε παρʼ αὐτῷ διαφέρει τοῦ ἔφη, ὅτι τὸ μὲν καὶ προτάττεται καὶ ὑποτάττεται … Ἀρίσταρχος δὲ «ἡ δʼ ἄμυδις στήσασα», καὶ αἱ πλεῖσται.
Ἀρίσταρχος ἄρθρον ἐκδέχεται τὸ η ὑποτακτικόν, τὸν δὲ δή παραπληρωματικὸν σύνδεσμον, ἵνʼ ᾖ «οὐδʼ ἔλαθε λευκώλενον Ἥρην» ἣ δʼ ἄμυδις καλέσασα θεούς. Ζηνόδοτος δὲ περισπᾷ τὸν η καὶ ψιλοῖ, ῥῆμα ἐκδεχόμενος, ὡς τὸ «ἦ καὶ κυανέῃσι». καὶ ὅλον τὸν στίχον μεταποιεῖ· «ἦ δʼ ἄμυδις καλέσασα θεοὺς ῥεῖα ζώοντας», ἔφη δὲ εἰς ἓν συναγαγοῦσα τοὺς θεούς. οὐ χρῆται δὲ Ὅμηρος τῷ ἦ ῥήματι ἐν ἀρχῇ, ἀλλʼ εἰρημένοις αὐτὸ ἐπάγει, τὸ δὲ ἔφη καὶ λεχθησομένοις προτίθησιν, ὡς ἐν τῷ «τὸν δὲ βαρὺ στενάχων προσέφη», καὶ εἰρημένοις ἐπάγει, «ὣς ἄρʼ ἔφη καὶ ἀναΐξας».
Ἀρίσταρχος «ἄμυδις στήσασα».
Ζηνόδοτος οὕτως, Ἀρίσταρχος «στήσασα».
ἄμυδις: ψιλοῦται καίτοι παρὰ τὸ ἅμα παρηγμένον· καὶ τάχα ἁμάδις αὐτὸ ἔδει εἶναι ὡς «χαμάδις», τροπῆς δὲ ἅπαξ γενομένης Αἰολικῆς τοῦ α εἰς υ ἐψιλώθη Αἰολικῶς καὶ τὸ πνεῦμα. προπαροξύνεται δὲ ὁμοίως τῷ «ἄλλυδις». καὶ ἔστι δύο ταῦτα προπαροξυνόμενα τῶν εἰς δις ἐπιρρημάτων τῷ υ παραληγόμενα. ὅτι δὲ ψιλοῦται, δηλοῖ καὶ ἡ συναλιφή· «οἵ τʼ ἄμυδις κονίης μεγάλην ἱστᾶσιν ὀμίχλην».
τὸ δὲ ἄμυδις ψιλωτέον καίτοι παρὰ τὸ ἅμα γενόμενον, ἐπεὶ Αἰολικὸν χαρακτῆρα ἀνεδέξατο.
Ποσειδάων καὶ Ἀθήνη: διʼ ὑπεροχὴν τούτους προσεφώνησεν.
πάντες δʼ Οὐλύμποιο ἕως τοῦ γεινομένῳ ἐπένησε ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι τοὐναντίον ὁ Ζεὺς λέγει, «εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι», καὶ σῴζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δὲ Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι, ὅπως μὴ πάθῃ τι ὑπὸ τῶν Τρώων ὁ Ἀχιλλεύς.
πάντες δʼ Οὐλύμποιο—ἐπένησε λίνῳ, ὅτε μιν τέκε μήτηρ: ἠθέτηνται στίχοι τέσσαρες ὡς ἐναντιούμενοι τοῖς ὑπὸ Διὸς εἰρημένοις, «δείδω, μὴ καὶ τεῖχος ὑπὲρ μόρον ἐξαλαπάξῃ». ἢ αὔξει τὴν πρὸς ἐκεῖνον φιλοστοργίαν τῷ δεδοικέναι.
αἶσα: τὸν τοῦ παντὸς λόγον Ζῆνα καλεῖ, ἐπεὶ τοῦ ζῆν αἴτιος, Δία δέ, ἐπεὶ διὰ τοῦτον τὰ πάντα, αἶσαν δὲ παρὰ τὸ δαίω τὸ μερίζω, καὶ μοῖραν καὶ εἱμαρμένην παρὰ τὸ μείρω· πεπρωμένην, ὅτι πάντας εἰς πέρας ἄγει· Λάχεσιν δὲ παρὰ τὸ ἕκαστον λαγχάνειν, «ἥ περ λάχε γεινόμενόν περ»· πρόνοιαν δέ, διʼ ὧν «εὐρύοπα» καλεῖ αὐτόν. τῆς δὲ ἀνάγκης ἀπαραβάτου αἰτίας οὔσης φησὶν «ἀναγκαίη γὰρ ἐπείγει»· τύχην γὰρ οὐκ οἶδεν, ἀλλὰ τὸ ἀπʼ αὐτῆς· «οὕνεκα μοι τύχε πολλά».
μὴ χαλέπαινε παρὲκ νόον: παρὰ τὸν καθήκοντα νοῦν. πρεσβυτικῶς δὲ πάνυ οὐ βούλεται μάχης ἄρχειν ὡς συνετός.
ἔριδι ξυνελάσσαι: λείπει τὸ μάχεσθαι, ἵνʼ ᾖ ὡς τὸ «τίς τάρ σφωε θεῶν ἔριδι ξυνέηκε».
ἡμέας τοὺς ἄλλους: λείπει ἡ πρός.
ἐκ πάτου: πόρρω, ἔξω.
εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων:ὅτι Ζηνόδοτος γράφει «εἰ δέ κʼ Ἄρης ἄρχῃσι». ὁ δὲ Ὅμηρος τὸ κατʼ ἀμφοτέρων τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθέ ποτε, τὸ ἕτερον προτάξας ὄνομα, μεταξὺ τάσσειν· «ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρος» καὶ «ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κώκυτός τε». καὶ τούτῳ πεπλεόνακεν Ἀλκμάν· διὸ καὶ Ἀλκμανικὸν καλεῖται, οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο.
εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων:τὸ σχῆμα Ἀλκμανικὸν καλεῖται· κατακορέστερον γὰρ αὐτῷ χρῆται ὁ Ἀλκμάν. ἔστι δὲ προεπίζευξις, ὅμοιον τῷ «ἧ μὲν δὴ θάρσος μοι Ἄρης τʼ ἔδοσαν καὶ Ἀθήνη».
εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων:Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· γράφεσθαι δέ φησι καὶ διὰ τοῦ η «ἄρχῃσι».
εἰ δέ κʼ Ἄρης ἄρχωσι μάχης ἢ Φοῖβος Ἀπόλλων:οὕτως Ἀρίσταρχος. καὶ ὁ ἤ ἀντὶ τοῦ καί. γράφεται «εἰ δέ κεν ὣς ἄρχωσιν Ἄρης καὶ Φοῖβος Ἀπόλλων».
εἰ δέ κʼ Ἄρης—δαμέντας: ἔμφασιν δὲ ἔχει τὸ ὀκνεῖν μὲν ἄρχεσθαι, θαρρεῖν δὲ ὡς καὶ προλαβόντες ἡττηθήσονται.
παρʼ αὐτόφι: παρʼ αὐτοῖς, οὐ παρʼ αὐτά· προεῖπε γὰρ αὐτίκα
ἀνάγκῃ ἶφι: γράφεται «ἀναγκαίηφι».
τεῖχος ἐς ἀμφίχυτον Ἡρακλῆος θείοιο: εὐκαίρως Τρωϊκὴν ἱστορίαν παρέλαβε Τληπόλεμος, αἴρων τὴν ἀρετὴν τοῦ πατρός ἀμφίχυτον δὲ τὸ περικεχωσμένον— φησὶ γὰρ «χεύαντες δὲ τὸ σῆμα πάλιν κίον»—, ὅτι οὐκ ἐκ λίθων, ἀλλʼ ἐξ ἀναχώματος ἦν, ὑπὲρ τοῦ ῥᾳδίως ἀνατρέχειν τὸν Ἡρακλέα ἐπʼ αὐτό, τὴν τοῦ κήτους ὑποφεύγοντα ἔφοδον
ὑψηλόν: τὸ ὑψηλόν ἑκατέροις δύναται προσδίδοσθαι, ἵνʼ ᾖ τὸ ἑξῆς «τεῖχος» ὑψηλὸν ἢ ὑψηλὸν «ποίεον».
Τρῶες καὶ Παλλὰς Ἀθήνη: Ποσειδῶν καὶ Ἀπόλλων —τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.
ὄφρα τὸ κῆτος ὑπεκπροφυγὼν ἀλέαιτο: ὅτι οὕτως εἴρηκε σὺν τῷ ἄρθρῳ τὸ κῆτος, ὡς παραδεδομένης τῆς ἱστορίας τῆς περὶ τοῦ κήτους.
ὡς διαδεδομένης τῆς ἱστορίας τῷ ἄρθρῳ κέχρηται.
τὸ κῆτος: οὔτε ποῖον κῆτος οὔτε τίνος ἕνεκα, ὡς διαβεβοημένης τῆς ἱστορίας.
καὶ θεοὶ ἄλλοι: οὐ πάντες, ἀλλʼ οἱ Ἑλληνικοί· καραδοκοῦσι γὰρ τὴν ἐκείνων καταρχήν.
ἀμφὶ σέ: ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ «ἀμφὶ σέ, Πηλέος υἱέ».
ήϊε: παρὰ τὸ ἱέναι τὰ βέλη, καὶ δασύνεται· οἱ δὲ παρὰ τὴν ἴασιν, καὶ ψιλοῦται.
δυσηλεγέος: κακοκοιμήτου· οὐκ ἔστι γὰρ αὐτὸν κοιμηθῆναι δίχα πολλῶν θανάτων· ἢ κακὰς φροντίδας ἔχοντος, εἰ δὲ θεοὶ ὀκνοῦσι πολεμεῖν πολλῷ μᾶλλον ἡμεῖς.
ὤκνεον: κατʼ ἔνια διὰ τοῦ ο, «ὄκνεον».
κέλευε: βοηθεῖν, οἷς βούλονται.
ἐλάμπετο: Ἀρίσταρχος Ἰακῶς «λάμπετο».
ἀνδρῶν ἠδʼ ἵππων: καὶ τοῦτο τάχα ἄν τις τοῖς ἑξῆς συνάπτοι. τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει.
κάρκαιρε δὲ γαῖα: τινὲς εἰς τὸ γαῖα διαστέλλουσιν.
ἄλλως· κάρκαιρε: ἐκραδαίνετο, ἐσείετο, ἐψόφει.
πρῶτος: ἔδει εἰπεῖν πρότερος.
νευστάζων κόρυθι: ἐζωγράφησεν ἅπαντα.
βριαρῇ: καταπληκτικῇ, ὡς «βριθὺ μέγα στιβαρόν»· οὐ γὰρ ἐγκώμιον δόρατος τὸ βαρύ.
λέων ὥς: λέοντι εἴκασται οὗτος, οὐ πεινάοντι ἢ τὸ πῖαρ ἑλεῖν θέλοντι ἢ σκυμναγωγοῦντι ἢ σταθμοὺς πορθοῦντι ἀλλὰ ὅλην χώραν λυμαινομένῳ, ἣν γεωργεῖν μὴ δυνάμενοι συνίασι κατʼ αὐτοῦ. ὁ δὲ πρῶτα μὲν φλαυρίζει, ὡς ὅτε θελήσειε κρατεῖν αὐτῶν δυνάμενος· ἐπὰν δὲ βληθῇ, ἐρεθίζεται καὶ συστρέφει ἑαυτόν, ἑτοιμαζόμενος πρὸς τὸ πηδῆσαι
ἀγρόμενοι πᾶς δῆμος: πρὸς τὸ σχῆμα, ὅτι δῆμος ἀγρόμενοι, ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει.
πρῶτον μὲν ἀτίζων: καὶ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων ἱστορεῖ ὅτι οὐδέποτε δεδοικὸς τὸ ζῷον οὐδὲ ὑποπτεύει ἔφοδον. ἢν δὲ ὑπὸ περιστάσεως ἀναγκασθῇ φυγεῖν, ὑπὸ σκέλος χωρεῖ.
ἀτίζων: ἀτιμάζων, καταφρονῶν.
δουρὶ βάλῃ: καὶ μὴ τετρωμένον τρωθέντι λέοντι εἰκάζει· τότε γὰρ ἰσχυρότερος ἑαυτοῦ γίνεται. ἢ ὅτι, ὅσον τὸ καθʼ ἑαυτόν, ἔτρωσεν αὐτὸν ἀκοντίσας ὁ Αἰνείας· τότε γοῦν ὡς τρωθεὶς ὥρμησεν· τὰ γὰρ πρῶτα καὶ ἀπέτρεπεν αὐτόν καθʼ Ἕκτορος ὡρμημένος.
ἐάλη: συνεστράφη πρὸς τὸ πηδῆσαι.
ἐν δέ τέ οἱ κραδίῃ στένει ἄλκιμον ἦτορ: εἰ μέν ἐστιν εὐθείας τὸ «κραδίη», τοιοῦτόν ἐστιν «στένει ἡ καρδία, ἥτις ἐστὶν ἦτορ», εἰ δὲ δοτικῆς, ἀγγεῖον τῆς ψυχῆς ὑπονοητέον τὴν καρδίαν. τὸ δὲ πρότερον Ὁμηρικώτερον· φησὶ γὰρ «τέτλαθι, κραδίη» ἀντὶ τοῦ ψυχή, καὶ ἐπάγει «καθαπτόμενος φίλον ἦτορ». θερμὸς δὲ φύσει ὢν ἐπὶ πλέον θερμαίνεται· διὸ στένει.
οὐρῇ—μαστίεται: ἔχει γὰρ ὑπʼ αὐτῇ κέντρον μέλαν ὡς κεράτιον, διʼ οὗ ἑαυτὸν μαστίζει.
ἀμφοτέρωθεν: γράφεται «ἀμφοτέρωσε» ἔν τισιν, οὐ φαύλως.
ἑέ: ἡ ἕ τοῦ τρίτου προσώπου ἀντωνυμία ἐπλεόνασε κατʼ ἀρχήν, ὥσπερ ἐπὶ τοῦ «ἑόν», «ἑοῦ», «ἑῷ». ἅμα δὲ τῷ πλεονασμῷ μετέβη καὶ τὸ πνεῦμα.
πλεονασμῷ τοῦ κατʼ ἀρχὴν ε ὥσπερ καὶ ἐπὶ τοῦ «οὗ», «ἑοῦ», οἵ, «ἑοί». ἅμα δὲ τῷ πλεονασμῷ ἀνέδραμε τὸ πνεῦμα ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πλαγίων.
ἑὲ ... αὐτόν: ἀντὶ τοῦ ἑαυτόν.
γλαυκιόων: ἔμπυρον ὁρῶν, παρὰ τὸ γλαύσω, ἀφʼ οὗ καὶ γλαύξ, ὃ μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων οὐ τίκτει τυφλὰ διὰ τὸ πολὺ πυρῶδες, ὃ περὶ τοὺς ὀφθαλμοὺς ἔχει, ὃ τμητικὸν ὂν διαιρεῖ τὴν θέαν· διὸ καὶ ἐν ταῖς σκοτομήναις τῶν νυκτῶν ὁρᾷ.
ἐλπόμενον Τρώεσσιν—ἔολπα τὸ ῥέξειν: ἀθετοῦνται στίχοι ἑπτά, ὅτι εὐτελεῖς εἰσι τῇ κατασκευῇ καὶ τοῖς νοήμασι, καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Ἀχιλλέως προσώπῳ.
ἐλπόμενον—ῥέξειν: ἀθετοῦνται στίχοι ἑπτὰ ὡς καὶ τὴν διάνοιαν ἀπρεπεῖς καὶ τὴν σύνθεσιν εὐτελεῖς· πῶς γὰρ ὁ τοσοῦτον σπεύδων κατὰ τῶν ἐχθρῶν ἤμβλυται τοσοῦτον; ἢ τάχα ἔντεχνοι οἱ λόγοι· μέγιστον γὰρ εἰς κατάπληξιν τῶν ὁμοφύλων φεύγων ὁ πρῶτος ὀφθείς, καὶ στρατηγικὸν τὸ ἀκινδύνως φοβεῖν τοὺς πολεμίους. καὶ καθʼ Ἕκτορος ἔχει τὴν πᾶσαν ὁρμήν· φησὶ γὰρ «Ἕκτορος ἄντα μάλιστα»· εἰκότως οὖν πρῶτα μὲν ὁρμῇ λέοντος αὐτὸν ἐκδειματοῖ, ὡς δὲ μένει, λόγοις, σπεύδων ἐπὶ Ἕκτορα. ἄλλως· καὶ κερτομεῖ τὸν Αἰνείαν ὡς ἐνεδρεύοντα τῇ Πριάμου ἀρχῇ.
ἐλπόμενον Τρώεσσιν ἀνάξειν: ἐντέχνως τὸ κατόρθωμα ἄξιον βασιλείας ἀποφαίνει.
τιμῆς τῆς Πριάμου: λείπει τὸ ἀντί. ἢ ἐν Τρωσὶν ἀνάξειν τῆς τιμῆς Πριάμου.
ἀεσίφρων: κοῦφος καὶ ἀσύνετος τὴν φρένα.
ἐσθλόν: γράφεται «καλόν».
ἢ οὐ μέμνῃ—καὶ θεοὶ ἄλλοι: ἔθος ἀρχαῖον τὸ ἐξονειδίζειν δειλίαν καὶ ἀχαριστίαν· καὶ ἀλλαχοῦ· «ὅτε δεῦρο πατὴρ τεὸς ἵκετο φεύγων». καὶ τὸ μὲν ἀμεταστρεπτὶ φεύγειν ὀνειδισμός ἐστιν ἐσχάτης δειλίας, αὐτὸς δέ φησιν ἑλεῖν καὶ τὴν ὑποδεξαμένην αὐτὸν πόλιν
βοῶν ἄπο: ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ τὸ ἑξῆς ἀπὸ βοῶν. ἔνιοι δὲ συντάσσουσι τὴν ἀπό τῷ «σεῦα». ἐν τῇ Χίᾳ δὲ «βοῶν ἔπι».
βοῶν ἄπο: ἡ Ῥιανοῦ καὶ Ἀριστοφάνους «βοῶν ἔπι», οὐκ ἀχαρίτως.
Ἀριστοφάνης δὲ γράφει «βοῶν ἔπι».
ληϊάδας: αἰχμαλώτους.
ἀτὰρ σὲ Ζεὺς ἐρρύσατο: ἁρπάσασθαι αὐτόν φησι τὸν θεόν, ἐπειδὴ ἐν λυρνησῷ οὐκ ἔτυχεν ὤν, ὅτε ἐπόρθει αὐτὴν ὁ Ἀχιλλεύς.
ἀναλαβέσθαι αὐτόν φησι τὸν θεὸν καὶ ἀλλαχοῦ διασῶσαι, ἐπεὶ μὴ εὑρέθη ἐν Λυρνησσῷ.
ἀλλʼ οὐ νῦν σʼ ἐρύεσθαι ἕως τοῦ πρίν τι κακὸν παθέειν ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐπὶ τῆς Μενελάου πρὸς Εὔφορβον συστάσεως ὀρθῶς λέγονται· σκοπὸς γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸν νεκρὸν καὶ τὰ ὅπλα. νῦν δὲ παντελῶς ἐκλελυμένος τις ὁ Ἀχιλλεὺς φαίνεται, τῷ πρώτῳ συστάντι τοιαῦτα λέγων.
μετηνέχθησαν ἀπὸ τῆς Εὐφόρβου πρὸς Μενέλαον συστάσεως.
ΣΕΡΎΕΣΘΑΙ: οὕτως Ἀρίσταρχος «ἐρύεσθαι» χωρὶς τοῦ σέ.
ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα—παθέειν: ὁρῶν αὐτοῦ τὴν προθυμίαν σημειοῦται τὸν ἐσόμενον αὐτῷ ὄλεθρον.
μὴ δή μʼ ἐπέεσσι—ἐγχείῃσιν: ἀποσιωπᾷ τὰ περὶ τῆς ἥττης· ἀπρεπὲς γὰρ τὸ συνομολογεῖν πρὸς τὸν πολέμιον. ἐν δὲ τῷ πρὸς τὸν Ἀπόλλωνα λόγῳ εὐπρεπέστερον αὐτὰ συνωμολόγησεν
κερτομίας: τοὺς σαρκασμούς, οὓς εἶπεν ὡς περὶ τῆς ἀρχῆς αὐτοῦ μαχομένου πιθανῶς δὲ τοῖς λόγοις Ἀπόλλωνος καταχρῆται, ὑπομιμνῄσκων αὐτὸν ὅτι ἀμείνονος γενέσεως τυγχάνει
αἴσυλα: τὰς παρὰ τὸ καθῆκον λεγομένας ἀπειλάς.
πρόκλυτα: προκλυόμενα καὶ προηκουσμένα.
προηκουσμένα καὶ προεγνωσμένα.
ὄψει δʼ οὔτʼ ἄρ πω ἕως τοῦ εὔχομαι ἐκγεγάμεν: ἀθετοῦνται στίχοι πέντε, ὅτι οὐκ ἀναγκαῖα τὰ διʼ αὐτῶν λεγόμενα, κατὰ τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων.
ἀθετοῦνται στίχοι πέντε, ἀκαίρως περὶ τοῦ γένους παλιλλογούμενοι.
ἕτεροί γε φίλον παῖδα κλαύσονται: διὰ τὸ κατὰ δύο εἶναι τοὺς γονέας ἑκατέρου. δῆλον δὲ διὰ τούτου ὅτι ἔτι ζῇ Ἀγχίσης.
σήμερον: ἑκατέροις δύναται προσδίδοσθαι τὸ σήμερον, πρὸς διάφορον στιγμήν.
καὶ τὸ σήμερον ὁμοίως τοῖς προκειμένοις.
εἰ δʼ ἐθέλεις καὶ ταῦτα δαήμεναι: ἔοικε λέγειν ὡς τὸ κατὰ μητέρα μὲν γένος τοιοῦτον· εἰ δὲ καὶ τὸ κατὰ πατέρα θέλεις, πολλοῖς ὂν γνώριμον, ἄκουε.
ἄλλως· καὶ ταῦτα: παρῆκται ἡ ὁμιλία κατὰ ποιητικὴν αἵρεσιν πρὸς ὠφέλειαν τῶν ἀκροατῶν, ἵνα τὴν Τρωϊκὴν γενεαλογίαν μάθωμεν. ἢ ὅτι τοῖς πολεμίοις ἐξεταζόμενα γένη λαμπρότητα φέρει μεγίστην· τοὺς γὰρ εὐγενεῖς καὶ εὐψύχους νομίζουσιν. ἀεὶ δὲ σπεύδει ὁ ποιητὴς παραπλέκειν τὰ ἀρχαῖα γένη, ὥσπερ ἐν τῇ Γλαύκου καὶ Διομήδους συστάσει ὅλον τὸ Αἰόλου γένος εἶπεν ἀλλὰ καὶ τὸ τῶν Μελαμποδιδῶν ἐπὶ τοῦ Θεοκλυμένου καὶ ἐν τῇ Νεκυίᾳ μυρία ὅσα, καίπερ οὐχ ὑποσχόμενος γενεαλογίας γράφειν.
δαήμεναι: ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ δάηθι.
Δάρδανον αὖ πρῶτον—Ἕκτορα δῖον: οὐ ψιλοῖς ὀνόμασι ποιεῖται τὸν κατάλογον, προστίθησι δέ τι δόξης χάριν.
Δάρδανον αὖ πρῶτον— κτίσσε δὲ Δαρδανίην: Δάρδανος υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος καὶ Διός. οὗτος ᾤκει ἐν Σαμοθρᾴκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος ἀσκὸν κατασκευάσας καὶ ὑποδὺς εἰς αὐτὸν ἐφέρετο τοῖς ὕδασι. προσοκείλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν.
κτίσσε δὲ Δαρδανίην ἐν τῇ Ἴδῃ. ἑτέρα δὲ τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι συγχέουσιν. οὔ πω ... ἐν πεδίῳ πεπόλιστο· διὰ γὰρ τὰς νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ᾤκουν· ὅθεν καὶ πόλεις τὰς ἀκροπόλεις καλοῦσιν.
κτίσσε δὲ Δαρδανίην, ἐπεὶ οὔ πω Ἴλιος ἱρή: ὅτι θηλυκῶς τὴν Ἴλιον. καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία.
τέκεθʼ υἱόν: ἐκ Βατείας τῆς Τεύκρου, ὡς Ἑλλάνικος
ἵπποι … βουκολέοντο: κατὰ μετάθεσιν ὁ λόγος, καὶ Εὐριπίδης «ἱπποβουκόλοι».
ἕλος κάτα βουκολέοντο: ἥδονται τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων αἱ ἵπποι, καὶ ἔστι φιλόλουτρον τὸ ζῷον· διὸ καὶ τοῦ ποταμίου ἵππου ἡ φύσις οὕτω συνήχθη.
φιλόλουτρον γάρ ἐστι τὸ ζῶον, ἥδεται δὲ τοῖς ἕλεσι καὶ τοῖς θολεροῖς τῶν ὑδάτων.
ἕλος κάτα: τὸ ἑξῆς ἐστι καθʼ ἕλος· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν.
ἀναστρεπτέον δὲ τὴν κατά· ἔστι γὰρ «κατὰ ἕλος».
τάων καὶ Βορέης ἠράσσατο βοσκομενάων: ἄδηλον, μὴ τῶν πώλων ἠράσθη. φησὶ δὲ Ἀριστοτέλης ὁρμητικωτάτην εἶναι τὴν ἵππον πρὸς συνδυασμὸν καὶ ἐξανεμουμένην πρὸς ἄρκτον ἢ πρὸς νότον τίκτειν.
τάων καὶ Βορέης ἠράσσατο: ὅτι ἐλλείπει τὸ τινῶν, τούτων τινῶν· οὐ γὰρ πασῶν ἠράσθη.
ἄλλως: τάων καὶ Βορέης ἠράσσατο: λείπει τὸ τινῶν, τούτων τινῶν· οὐ γὰρ πασῶν ἠράσθη.
τούτων· λείπει δὲ τῶν τινῶν. τούτων τινῶν καὶ Βορέης ἠράσατο· οὐ γὰρ πασῶν.
ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτῃ: ὅτι καταχρηστικῶς· ἵππος γὰρ οὐ παρακοιμᾶται, ἀλλʼ ἐπιβαίνει. τινὲς δὲ γράφουσιν «ἵππῳ δʼ εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ».
ἵππῳ δʼ εἰσάμενος παρελέξατο κυανοχαίτης: καταχρηστικῶς ἀντὶ τοῦ ἐπεβήσατο. ἢ πρὸς τὴν φύσιν τοῦ θεοῦ ὑπήντησεν.
ἄλλως· παρελέξατο κυανοχαίτης: γράφεται «ἐμίγη φιλότητι καὶ εὐνῇ».
ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέον: ὑπερβολικῶς εἶπεν. ἔστι δὲ ἀνθέρικος, ὥς τινες, ὁ τοῦ ἀσφοδέλου καυλός. οἱ δὲ τοὺς ἀθέρας τοῦ σίτου φασίν, ὡς καὶ Ἡσίοδος ἐκλαβὼν ἐπὶ Ἰφίκλου φησίν· «ὅς ῥʼ ἐπὶ πυραμίνους ἀθέρας φοίτασκε πόδεσσιν». καὶ ἔστι παρὰ τὸ ἀθέρικος πλεονασμῷ τοῦ ν· διὸ καὶ «ἐπὶ ζείδωρον ἄρουραν» φησίν· σῖτα γὰρ φέρει ἡ ζείδωρος, οὐκ ἀσφοδέλους.
ἄκρον ἐπʼ ἀνθερίκων: νῦν τῶν ἐν τοῖς στάχυσι— φυτὸν λαχανῶδες.
ἀλλʼ ὅτε δή: Ἀρίσταρχος «ἀλλʼ ὅτε δέ», ἄλλοι δὲ ἀλλʼ ὅτε δή διὰ τοῦ η.
αἱ Ἀριστάρχου «ἀλλʼ ὅτε δέ», αἱ κοιναὶ ἀλλʼ ὅτε δή.
Ἀρίσταρχος ἄλλοτε, ὁ δὲ ἡρωδιανὸς ἀλλʼ ὅτε.
ῥηγμῖνος: τῆς ἐπιφανείας· «ἡμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν».
ἁλὸς πολιοῖο: σημειοῦνταί τινες, ὅτι ἁλὸς πολιοῖο ἔφη.
Τρωὸς δʼ αὖ τρεῖς παῖδες: Τρωὸς καὶ Καλλιρρόης τῆς Σκαμάνδρου, ὡς Ἑλλάνικος
ὃς δὴ κάλλιστος γένετο: ὅτι, ὡς ἂν ἁρμόζῃ πρὸς τὸ ἐγκώμιον, τίθησι τὸ κάλλιστος· καὶ γὰρ ἄλλους καλλίστους λέγει. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.
ὃς δὴ κάλλιστος: ἔσχατον αὐτὸν ὀνομάσας πάλιν ἀνέλαβεν, ἐπείπερ αὐτῷ γένος οὐχ ὑπελείπετο.
τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν: ἡ διπλῆ, ὅτι ἐναντιοῦται τοῖς νεωτέροις· οὐ γὰρ διʼ ἔρωτα τὸν Γανυμήδην ὑπὸ Διὸς ἀνηρπάσθαι, ἀλλʼ ὑπὸ τῶν θεῶν, ἵνα οἰνοχοῇ τῷ Διῒ διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός.
τὸν καὶ ἀνηρείψαντο: κατʼ ἔνια «τὸν μὲν ἀνηρείψαντο».
τὸν καὶ ἀνηρείψαντο: Ἀρίσταρχος μὲν ἓν ποιεῖ τὸ ἀνηρείψαντο, τουτέστι τὸ ἀνήρπασαν. εἰσὶ μέντοι, οἱ τὸν ἄν σύνδεσμον παρέλαβον, ὧν ἐστι καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοιοῦτόν τι ἐκδεχόμενος· «ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διῒ χάριν τοῦ κάλλους, εἰ ἔζη». τοῦτο δέ φησιν, ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διῒ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται καὶ ὁ Ἥφαιστος πρὸς δὲ ταῦτα ὑγιῶς ἀπεφήναντό τινες καὶ ὁ Ἀσκαλωνίτης ὡς ὅτι ὁ ποιητὴς τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς, εἰ ἦν ὁ ἄν σύνδεσμος, ἐχρῆν τινα αἰτίαν ἐπενεχθῆναι, ὥσπερ ἐπὶ τοῦ «οὐδʼ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοί, εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο, παῦσεν ἀριστεύοντα μάχης». πῶς δὲ ἐν ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδους ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει «τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεύς δῶχʼ υἷος ποινὴν Γανυμήδεος» ἀλλά, φησίν, οὐ διακονεῖται. εὐλόγως· πρῶτον μέν, ὅτι τὰ πάντα συμπόσια δύο ἐστίν, ἓν μὲν ἐν τῇ Α, ἐν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενος ἕνεκα γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς προσθεῖναι τὸ κυριώτατον, φημὶ δὲ τὸ τῆς συντάξεως· ὁ γὰρ καί σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν· ὁ μὲν γὰρ τίθησι, μᾶλλον δὲ συμπλέκει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ τὰ παρῳχημένα.
ὑφʼ ἓν τὸ ἀνηρείψαντο. τινὲς δὲ τὸν ἄν σύνδεσμον ἀνεδέξαντο, ἵνʼ ᾖ ὁ λόγος οὕτω· «τοῦτον δὲ ὅσον ἕνεκα τοῦ κάλλους καὶ ἀνηρείψαντο ἂν οἱ θεοί», δηλονότι εἰ μὴ ἐτεθνήκει· καὶ γὰρ οὐδέποτε, φασί, παρὰ τῷ ποιητῇ εἰσάγεται οἰνοχοεύων ὁ Γανυμήδης. ἀλλὰ πρὸς τοῦτο λεκτέον πρῶτον μὲν ὡς οὐδέποτε χωρὶς τοῦ αν ὁ ποιητὴς λέγει τὸ ἠρείψαντο· ἔπειτα ἐν ἑτέροις λέγει «δῶχʼ υἷος ποινὴν Γανυμήδεος». τὸ δὲ πάντων μεῖζον· ὁ καί συμπλεκτικὸς ἐπιζητεῖ πράγματα, ἃ συμπλέκει, ὁ δὲ ἄν ἀναιρετικός ἐστι τῶν προϋπαρχόντων· πῶς οὖν δύναται συνταχθῆναι ὁ ἄν τῷ καί; εἰ δέ φασιν ὡς οὐ φαίνεται διακονούμενος τοῖς θεοῖς, ἴστωσαν ὅτι δύο συμπόσια παρεισάγονται τῶν θεῶν τῷ ποιητῇ καὶ ἐν μὲν τῷ πρώτῳ γέλωτος ἕνεκεν Ἥφαιστος οἰνοχοεῖ, ἐν δὲ τῷ ἑτέρῳ Ἥβη· παρεῖναι γὰρ αὐτὸν οὐχ εἰκὸς εἰς καταστροφὴν Ἰλίου βουλευομένοις θεοῖς.
ἀνηρείψαντο θεοί: Μνασέας μέν φησιν ὑπὸ Ταντάλου ἡρπάσθαι καὶ ἐν κυνηγεσίῳ πεσόντα ταφῆναι ἐν τῷ Μυσίῳ Ὀλύμπῳ κατὰ τὸ ἱερὸν τοῦ Ὀλυμπίου Διός, Δωσιάδας δὲ ἡρπάσθαι ὑπὸ Μίνω· καὶ ὁ λιμήν, ὅθεν ἡρπάσθη, Ἁρπαγίας καλεῖται· οἱ δὲ Μίνωος ἀξιοῦντος μιγῆναι κατακρημνίσαι ἑαυτόν, τὸν δὲ θάψαι καὶ πλάσασθαι τῷ πατρὶ ὡς θύελλα καὶ νέφος ἥρπασεν αὐτὸν εἰς οὐρανόν· οἱ δὲ μετὰ κυνηγεσίαν ἀφυπνώσαντα διασπαραχθῆναι ὑπὸ θηρῶν, οἱ δὲ κεραυνωθῆναι. ἤρξατο δὲ ἀπὸ Λακώνων παιδεραστεία τῶν γυμνασίας ἐπινοησάντων· τῇ γὰρ εὐεξίᾳ τῶν σωμάτων ἐκινήθησαν κατʼ ἀλλήλων. ῥητῶς δέ φησιν ὅτι οὐ Ζεὺς ἥρπασεν, ἀλλʼ οἱ θεοὶ καὶ ἵνα οἰνοχοῇ· ἔθος γὰρ ἦν, ὡς καὶ Σαπφώ φησι, νέους εὐγενεῖς εὐπρεπεῖς οἰνοχοεῖν· «κοῦροι μὲν κρητῆρας», «ᾠνοχόει δʼ υἱὸς Μενελάου». ἴσως οὖν νέου ἀποθανόντος αὐτοῦ ἐπλάσαντο. καὶ ὁ ποιητὴς δὲ τὸ ἀλαζονικὸν τῶν βαρβάρων εἰδὼς οὐκ ἀφʼ ἑαυτοῦ τὸν μῦθον εἶπεν, ἀλλʼ Ἥβην φησὶν οἰνοχοεῖν
ἀνηρείψαντο: ἀπὸ τῆς ἔρας ἀνεβάστασαν.
κάλλεος εἵνεκα οἷο, ἵνʼ ἀθανάτοισι μετείη: ὁ ἀστερίσκος, ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ ἐν τῇ Ὀδυσσείᾳ ἐπὶ τοῦ Κλείτου οὐ δεόντως.
κάλλεος εἵνεκα οἷο: καὶ τοῦτο ὁμοίως· ἢ γὰρ «ἀνηρείψαντο» κάλλεος εἵνεκα οἷο, ἢ ἵνʼ ἀθανάτοισι μετείη κάλλεος εἵνεκα οἷο.
Ἶλος δʼ αὖ τέκεθʼ υἱὸν ἀμύμονα Λαομέδοντα:ἐξ Εὐρυδίκης τῆς Ἀδράστου.
Λαομέδων ... τέκετο: ἐκ Στρυμοῦς τῆς Σκαμάνδρου.
ὁ δʼ ἄρʼ Ἀγχίσην τέκε παῖδα: ἐξ Ἐρυθείας τῆς Ἴλου.
Πρίαμος δʼ ἔτεχʼ Ἕκτορα δῖον: ἀπὸ τοῦ ἀρίστου τῶν Πριαμιδῶν ἠρκέσθη τὸ σύμπαν δηλῶσαι γένος.
Ζεὺς δʼ ἀρετὴν ἄνδρεσσιν ὀφέλλει τε μινύθει τε, ὅππως κεν ἐθέλῃσιν: ἀρετὴν τὴν ἀνδρίαν· τοῦτο δὲ διὰ τὸν ὀνειδισμὸν τῆς φυγῆς, ὡς καὶ Ἕκτωρ «ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ». ἢ τὴν βασιλικὴν δόξαν· φησὶν οὖν ὅτι νῦν μὲν οὗτοι ἔχουσιν, ἴσως δὲ καὶ ἡμεῖς σχήσομεν.
ὁ γάρ κʼ ὄχʼ ἄριστος ἁπάντων: ἐν ἄλλῳ «ὁ γὰρ κάρτιστος ἁπάντων».
ἔστι γὰρ ἀμφοτέροισιν ὀνείδεα μυθήσασθαι—κελεύει: τεχνικῶς οὐκ ἀπολογεῖται μὲν περὶ τῆς φυγῆς, διασύρει δὲ τὸ ὀνειδίζειν.
νηῦς ἑκατόζυγος: ἤδη οὖν καὶ ἐπὶ τῶν Τρωϊκῶν τηλικαῦται νῆες. ἢ τὴν πολύκωπόν φησιν.
στρεπτὴ δὲ γλῶσσʼ ἐστὶ βροτῶν: ταχεῖα ἡ ἀντιστροφή.
στρεπτή: πολύστροφος, εὐμετάθετος.
ἔνι: ἔνεισιν.
πολὺς νομός: ὥστε πολλὰ νεμηθῆναι καὶ ἐπιδραμεῖν, καὶ ψέξαι καὶ ἐπαινέσαι· πρῶτος γὰρ τῶν Ἀκαδημαϊκῶν οἶδε τὸν εἰς ἑκάτερα λόγον.
ἄλλως· πολὺς νομός: τινὲς «νόμος». κάλλιον δὲ ὀξύνειν, πανταχόθεν τοῦ λόγου ἰόντος καὶ νεμομένου.
ὥστε πολλὰ εἰπεῖν, καὶ ἐπαινέσαι καὶ ψέξαι, καὶ εἰς ἑκάτερα τὸν λόγον ἀγαγεῖν. ὀξύνεται δὲ τὸ νομός, οἷον πανταχοῦ τοῦ λόγου ἰόντος καὶ νεμομένου.
νομός: ὀξυτόνως, ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθείᾳ ἡ νέμησις· τοῦτο γὰρ ἐμφάσεως μείζονός ἐστι σημαντικόν.
ὁπποῖόν κʼ εἴπῃσθα ἔπος, τοῖόν κʼ ἐπακούσαις:καθολικὸς ὁ λόγος, ἀμοιβὴν δεικνὺς φαύλων τε καὶ χρηστῶν λόγων· ὃν Ἡσίοδος ἐμέρισεν, «εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις».
ἀλλὰ τίη ἕως τοῦ πόλλʼ ἐτεά τε καὶ οὐκί ἀθετοῦνται στίχοι πέντε ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου τοῦ «ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα». τοῦτο δὲ παραγράφοντός ἐστι τὸν λόγον. πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει ἀλλὰ τίη ἔριδας καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων· καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι ὡς παρʼ Αἰγυπτίοις. περὶ δὲ τοῦ η τοῦ ὑποτασσομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ τούτων ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περισπᾶται.
ὁ η τῷ μὲν τί ὑποτασσόμενος ὀξύνεται, τῷ δʼ ἐπεί περισπᾶται.
καὶ νείκεα: ἐν ἄλλῳ «καὶ ὀνείδεα».
ὥς τε γυναῖκας: φησὶ γὰρ ἀριστοφάνης· «γυνὴ ἀνδρὸς ἐπιφθονώτερον, μεμψιμοιρότερον, φιλολοίδορον, φιλοπληκτικώτερον, μᾶλλον ἀρίδακρυ.»
αἵ τε χολωσάμεναι ἔριδος πέρι: περὶ ἔριδος εἰς χόλον ἀχθεῖσαι. τοῦτο ἐπὶ βαρβάρων γυναικῶν.
πολλά τʼ ἐόντα καὶ οὐκί: οὕτως Ἀρίσταρχος πολλά τʼ ἐόντα καὶ οὐκί, τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή. τὰ δὲ φαυλότερα τῶν ἀντιγράφων «ἐτεά» ἔχει, τουτέστιν ἀληθῆ.
πολλά τʼ ἐόντα καὶ οὐκί οὕτως αἱ Ἀριστάρχου, ἀντὶ τοῦ τά τε τῆς ἀληθείας ὄντα καὶ οὔ. τὰ δὲ εἰκαιότερα τῶν ἀντιγράφων «πόλλʼ ἐτεά τε καὶ οὐκί».
πολλά τε ὄντα καὶ οὐκ ὄντα. πολλὰ τῆς ἀληθείας ἐχόμενα καὶ πολλὰ ψευδῆ.
οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «πολλά τʼ ἐόντα, τὰ δʼ οὐκί».
μεταστρέψεις: γράφεται «ἀποστρέψεις».
ἦ ῥα καὶ ἐν δινῷ σάκει ἤλασεν: οὕτως ἡ Ἀριστάρχου· διαιρετέον τὸ «σάκεϊ», καὶ Ἰακῶς τὸ «ἔλασε». καὶ τὸ δινῷ δὲ ἔξω τοῦ ε, ἀπὸ τοῦ δινεῖσθαι· «δινωτὴν φορέεσκε».
τῷ δινωτῷ· «δινωτὴν φορέεσκε, δύω κανόνεσσʼ ἀραρυῖαν». καὶ ἔστι τὸ μὲν δινῷ διὰ τοῦ ι, τὸ δὲ «σάκεϊ» κατὰ διαίρεσιν τρισυλλάβως, τὸ δὲ «ἔλασε» διὰ τοῦ ε.
μύκε: ὅτι ἀντὶ τοῦ ἤχησε καὶ οὐ διεκόπη.
ἀπὸ ἕο ... ἔσχετο: ἔξω ἀνέτεινεν ἑαυτοῦ.
ἀπὸ ἕο: ὅτι Ζηνόδοτος γράφει «ἀπὸ οὗ».
ῥεῖα: Ἀρίσταρχος ἔξω τοῦ ι, «ῥέα».
ῥηΐδια: δυνατά· «ἔνθʼ οὔ κεν ῥέα ἵππος». εἰσὶ δὲ τρωτὰ τὰ Ἡφαιστότευκτα, ὡς δῆλον ἐξ ὧν Ἕκτωρ φέρων τὰ Ἀχιλλέως ὑπὸ Ἰδομενέως βάλλεται, «ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ», καὶ αὐτὸς ὑπὸ Ἀστεροπαίου, «οὐδὲ διαπρό» δυνήσατο· Ἄρης δὲ τιτρώσκεται «νείατον ἐς κενεῶνα», καὶ Ἀρηΐθοος, «τά οἱ πόρε χάλκεος Ἄρης», καὶ Διομήδης καὶ νῦν δύο γε πτύχες φησὶν οὖν ὅτι πρῶτα μέν, οὐ ῥηΐδια δέ. ἡ δὲ κνημὶς ὡς περιφερὴς καὶ εὐόλισθος οὐ βέβληται.
ῥηΐδια τὰ δυνατά. λέγει δὲ ὅτι τρωτὰ μέν, οὐ ῥηΐδια δὲ εἰς τὸ δαμασθῆναι. ἢ τάχα τὸ Ἀχιλλέως πρόσωπον ὑπεξαίρων οὕτως ἀποσεμνύνει τὰ ὅπλα· ὁ γὰρ Ἄρης Ἡφαιστότευκτα φορῶν νείατον ἐς κενεῶνα τιτρώσκεται.
δῶρα: ἔν τισιν «ἔργα».
ἀνδράσι γε θνητοῖσι δαμήμεναι οὐδʼ ὑποείκειν: πρὸς τὴν ἑξῆς ἀθέτησιν ἄτρωτα γὰρ καὶ ἄθλαστα τὰ Ἡφαιστότευκτα.
δαμήμεναι οὐδʼ ὑποείκειν: οὐχ ὅσον τρωθῆναι, ἀλλʼ οὐδʼ ἐνδοῦναι.
οὐδὲ τότʼ Αἰνείαο— ῥῆξε σάκος: οὐκ ἀρκεῖ τὸ «ἄτρωτα ἦν» ἀλλʼ «οὐδʼ Αἰνείας ἔτρωσεν αὐτά» φησίν.
ἀλλὰ δύω μὲν ἔλασσε—μείλινον ἔγχος: ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος τῶν βουλομένων πρόβλημα ποιεῖν. μάχεται δὲ σαφῶς τοῖς γνησίοις· ἄτρωτα γὰρ τὰ Ἡφαιστότευκτα συνίσταται. ἵνα δὲ μὴ δοκῇ λύσεως ἠπορηκέναι καὶ διὰ τοῦτο ἠθετηκέναι, φησὶν ὅτι τῆς χρυσῆς πτυχῆς πρώτης κατὰ τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος ὁρμῆς ἐγκοπὴν εἰληφέναι, διακεκόφθαι μέντοι τὸ σάκος ἕως τῆς τρίτης πτυχῆς, ὃν τρόπον ἐπὶ τῆς μίτρας Μενελάου λέγει· «ἥ οἱ πλεῖστον ἔρυτο, διὰ πρὸ δὲ εἴσατο καὶ τῆς».
ἀλλὰ δύω μὲν ἔλασσε—ἔγχος: οὗτοι καὶ προηθετοῦντο παρʼ ἐνίοις τῶν σοφιστῶν, ἐν ἐνίοις δὲ οὐδὲ ἐφέροντο.
ἀτρώτων ὑπαρχόντων—οὐ τρῶσις.
ἔλασσε διὰ πτύχας: ἔπληξε· «πολέες γὰρ ἐπʼ αὐτῷ χαλκὸν ἔλασσαν». οἱ δὲ τὸ ἔλασσε συνέκρουσεν, ὡς μὴ τὰς πτύχας πάσας δυνηθέντος συγκροῦσαι τοῦ πολεμίου.
ἐπεὶ πέντε πτύχας ἤλασε κυλλοποδίων: φησὶν ὁ Αὐτόχθων πρώτην εἶναι τὴν χρυσῆν ὡς τιμίαν, δευτέραν δὲ τὴν χαλκῆν ὡς ἰσχυράν, μέσας τὰς δύο κασσιτερίνας συνάπτειν δυναμένας τὰς πτύχας, καὶ πάλιν τὴν χαλκῆν.
τὰς δύο χαλκείας—μείλινον ἔγχος: μέσην νομιστέον τὴν χρυσῆν· ἁπαλώτερος γὰρ ὢν ὁ χρυσὸς ἐκλελυμένον τὸ δόρυ μετὰ τὴν τῶν χαλκῶν βίαν εὐχερῶς ὑποδέξεται· ὅτι γὰρ οὐκ ἦν ἐν τῇ ἐπιφανείᾳ τῆς ἀσπίδος ὁ χρυσός, δηλοῖ διʼ ὧν φησι τεχνώμενον Ἥφαιστον τὴν ἀσπίδα τὸ μὲν τορεύειν ἐκ χαλκοῦ, τὸ δὲ ἐκ κασσιτέρου, μηδέποτε δὲ ἐκ χαλκοῦ, χαλκοῦ ἐδάφους ὑπόντος. τινὲς δέ φασι πρώτην εἶναι τὴν χαλκῆν, δευτέραν δὲ τὴν κασσιτερίνην, τρίτην τὴν χρυσῆν, τετάρτην κασσιτερίνην, πέμπτην χαλκῆν.
τὴν δὲ μίαν χρυσῆν· τῇ ῥʼ ἔσχετο μείλινον ἔγχος:ὅτι μὲν ἐν τῇ ἐπιφανείᾳ ἡ χρυσῆ, δῆλον ἐξ ὧν φησι «χρυσείη περ ἐοῦσα»· καὶ οὐκ ἂν τὴν καλλιστεύουσαν ἀπέκρυψεν. τὸ δὲ ἔσχετο τῆς ὁρμῆς ἐπαύσατο, οὐχ ὅτι οὐκ ἔτρωσεν, ἀλλʼ ὅτι τὸ πλατὺ τῆς ἐπιδορατίδος οὐ διῆλθεν, ἀλλʼ ἐνεσχέθη κατὰ τὸ μέρος τοῦτο ἐν τῷ χρυσέῳ· τοῦ γὰρ δόρατος ἡ μὲν ἀκμὴ τιτρώσκει, τὸ δὲ πλάτος τέμνει. τὴν μὲν οὖν ἐκ τῆς ἀκμῆς νύξιν ἐδέξατο ὁ χρυσὸς καὶ διὰ τοῦτο καὶ ὁ ὑποκείμενος χαλκός, τὴν δὲ ἐκ τοῦ πλάτους τομὴν οὐκέτι παρεδέξατο ὁ χρυσός· οὐκοῦν ἡ πρὸς τὸ πλάτος τοῦ σιδήρου ἀντίβασις τῆς χρυσῆς ἐπέσχε τὴν διʼ ὅλου διακοπὴν τῆς ἀσπίδος.
δεύτερος αὖτʼ Ἀχιλεὺς—ἐΐσην: ὅτι Ζηνόδοτος μετεποίησεν οὕτως· «δεύτερος αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα ἀσπίδα νύξʼ εὔχαλκον ἀμύμονος Αἰνείαο». οὐκ ἐκ χειρὸς δὲ ἐπέτυχεν ὁ Ἀχιλλεύς, ὅπερ διὰ τοῦ νύξε σημαίνεται, ἀλλὰ βέβληκε τὸ δόρυ· διὸ καὶ ἑξῆς «βέλος» αὐτὸ εἴρηκε.
Ζηνόδοτος «δεύτερον αὖτʼ Ἀχιλεὺς μελίην ἰθυπτίωνα ἀσπίδα νύξʼ εὔχαλκον ἀμύμονος Αἰνείαο» ὥστε ἐκ χειρὸς τετρῶσθαι, ἀλλὰ μὴ βεβλῆσθαι.
ἄντυγʼ ὑπὸ πρώτην, ᾗ λεπτότατος θέε χαλκός:πρώτην τὴν ἄκραν, ὡς τὸ «ἐν πρώτῳ ῥυμῷ». πρὸς τὸ εὐκατάκλειστον δὲ λεπτύνεται ὁ χαλκός.
ἡ δὲ διὰ πρό —ἔστη ἱεμένη: κατὰ τὸ ἄνω μέρος τῆς ἀσπίδος διόλου διαπεράσαν τὸ δόρυ ὀπίσω ἐπάγη τοῦ Αἰνείου.
λάκε: διεκόπη, ὡς καὶ ἐν τοῖς ἱματίοις λακίδες λέγονται αἱ διακοπαί.
ἐάλη: συνειλήθη.
ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ: ὅτι σαφῶς συνίστησιν ὅτι βέβληται.
διὰ δʼ ἀμφοτέρους ἕλε κύκλους: τὸν βύρσινον καὶ τὸν χαλκοῦν.
ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος: ὅτι βέβληκε τὸ δόρυ ὁ Ἀχιλλεύς, οὐ νένυχεν ἐκ χειρός, ὥσπερ Ζηνόδοτος πεποίηκεν· τὸ γὰρ ἄγχι παγῆναι οὐκ ἄλλως ἐστὶν ἢ ἐκ προέσεως.
ἐπόρουσεν: καὶ τοῦτο σημεῖόν ἐστι τοῦ ἠκοντικέναι τὸ δόρυ.
ἔνθα κεν Αἰνείας μὲν—ἐνοσίχθων: πάντα ἤρτηται ἕως τοῦ εἰ μὴ ἄρʼ ὀξὺ νόησε. διορθωτέον οὖν αὐτὰ ὡς ἐν τῇ Β «εἰ μὴ ἐγώ σε λαβών» καὶ τὰ ἑξῆς.
τό: ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἦσαν.
τὸν δέ κε Πηλεΐδης σχεδὸν ἄορι θυμὸν ἀπηύρα: πρὸς τὸ σχῆμα· «τὸν δὲ τὴν ψυχὴν ἀφείλετο».
καὶ σχῆμα «τὸν δὲ τὴν ψυχὴν ἀφείλετο».
σχεδόν: ἀντὶ τοῦ ἐγγύς, καὶ οὐχ ὡς ἡμεῖς.
Ποσειδάων: πῶς ἡ Ἀφροδίτη τὸν υἱὸν οὐ σῴζει; δέδιεν Ἀθηνᾶν.
πῶς δὲ ἡ Ἀφροδίτη οὐ βοηθεῖ τῷ υἱῷ; ὅτι δέδιε τὴν Παλλάδα.
αὐτίκα δʼ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν:ἅμα τῷ διανοήματι δεῖ νοῆσαι καὶ τὸν λόγον τῶν θεῶν, εἴ γε καὶ τὸ ἔργον αὐτῶν τοιοῦτόν ἐστιν· «ὡς δʼ ὅταν ἀΐξῃ νόος ἀνέρος» καὶ «τρὶς μὲν ὀρέξατʼ ἰών» εἰ γὰρ τοσαῦτα λέγων ἐνεβράδυνεν, ἀνῃρέθη ἂν Αἰνείας.
ἦ μοι ἄχος … Αἰνείαο: ὅτι λείπει ἡ περί, περὶ Αἰνείου.
μάψ, ἕνεκʼ ἀλλοτρίων ἀχέων: ὅτι Αἰνείας οὐ συνεπεγράφη τῷ τῶν Πριαμιδῶν πολέμῳ· διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτόν, οὐχ ὡς ἔνιοί φασιν, ὅτι ἐπετίθετο τῇ βασιλείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μάψ πρὸς τὸ σαφέστερον.
δῶρα θεοῖσι δίδωσι: ὅτι οὕτως εἶπε θεοῖσι καὶ οὐχ ἡμῖν, ὡς οὐκ ὢν καὶ αὐτὸς θεός. καὶ ἐν Ὀδυσσείᾳ «περὶ δʼ ἱρὰ θεοῖσι».
καὶ ἐν Ὀδυσσείᾳ «ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν ἀθανάτοισι ἔδωκε». καὶ οὐδὲ ἐκεῖσε εἶπεν ἡμῖν.
Δαρδάνου: προϊστόρησεν ἤδη τίς ὁ Δάρδανος, ἵνα μὴ νῦν ζητῶμεν.
ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων: διὰ τὴν παράβασιν τῶν ὅρκων μισητὸν ὁ Ζεὺς ἡγήσατο τὸ τοῦ Πριάμου γένος.
ἤχθηρε: παρὰ Ἀριστοφάνει «ἤχθαιρε».
νῦν δὲ δὴ Αἰνείαο βίη—γένωνται: οἱ μὲν διὰ Ῥωμαίους φασίν, ἅπερ εἰδέναι τὸν ποιητὴν ἐκ τῶν Σιβύλλης χρησμῶν, οἱ δέ, ὅτι Αἰολεῖς ἐξέβαλον τοὺς ἀπογόνους Αἰνείου. πταίουσι δέ, ὅσοι φασὶ τοῦτο εἰδυῖαν Ἀφροδίτην μηχανήσασθαι τὸν Τρωϊκὸν πόλεμον.
τὸ νῦν τὸ μέλλον δηλοῖ. οἱ δὲ Αἰνείου ἀπόγονοι καὶ Ῥώμην κτίζουσιν· οὐ γὰρ οἱ τῶν παίδων παῖδες μόνης ἄρχουσι τῆς Ἰλίου. οἱ δέ φασιν, οὐδὲ τὸ Ἴλιον Αἰνείας ἔκτισεν, ἀλλὰ τὸ βίη ἀντὶ τοῦ γενεά λαμβάνουσιν.
νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει: σημειοῦνταί τινες πρὸς τὴν ἱστορίαν, καὶ ἐπεὶ μεταγράφουσί τινες «Αἰνείω γενεὴ πάντεσσιν ἀνάξει», ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥωμαίων ἀρχήν. Ἀφροδίτη χρησμοῦ—τὴν Ἑλένην. ἡ ἱστορία παρὰ Ἀκουσιλάῳ
ἄλλως· Αἰνείαο βίη: τινὲς «Αἰνείω γενεή».
γένωνται: αἱ διὰ τῶν πόλεων «λίπωνται» εἶχον ἀντὶ τοῦ γένωνται.
Αἰνείαν ἤ κέν μιν ἐρύσσεαι ἦ κεν ἐάσεις: ὅτι περισσὸς ὁ κέν, καὶ ἔστι τὸ ἑξῆς «ἢ ἐρύσεις ἢ αὐτὸν ἐάσεις». ἡ δὲ ἀναφορὰ πρὸς τὰς τοιαύτας ἀναγνώσεις ὅτι «πρῶτον, ἔπειτα δέ κʼ αὐτὸς ὀνήσεαι», «μάλιστα δέ κʼ αὐτὸς ἀνέγνω».
δὶς περισσεύει ὁ κέν
πολεῖς ὠμόσσαμεν ὅρκους: καὶ γάρ φησιν· «ἴστω νῦν τόδε γαῖα καὶ οὐρανός καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος».
Πηλείδῃ Ἀχιλῆϊ—ἔθηκεν: ἀθετοῦνται στίχοι τρεῖς, ὅτι οὐκ ἐνέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως, ἀλλὰ «διὰ πρό Πηλιὰς ἤϊξεν μελίη» καὶ «ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ». πῶς οὖν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε τὸ δόρυ;
Πηλείδῃ Ἀχιλῆϊ—ἔθηκεν: ἀθετοῦσί τινες τοὺς στίχους ὡς ἐναντίους τοῖς προκειμένοις· οὐ γάρ ἐστιν ἐν τῇ ἀσπίδι τὸ δόρυ· φησὶ γὰρ «ἡ δὲ διὰ πρό Πηλιὰς ἤϊξε μελίη» καὶ «ἐγχείη δʼ ἄρʼ ὑπὲρ νώτου ἐνὶ γαίῃ ἔστη». ἔοικε δὲ τοιοῦτόν τι σχῆμα περὶ τὴν πληγὴν γεγενῆσθαι· κατὰ μὲν γὰρ τὴν αἰχμὴν ἐμπεπήγει τῇ γῇ, κατὰ δὲ τὸν στύρακα τῇ ἀσπίδι· ὅθεν τῆς ἀσπίδος προσερειδομένης τῷ σώματι τὸ ξίφος ἐπισπάσασθαι μὴ δυνάμενος ὥρμησεν ἐπὶ τὸν λίθον.
Αἰνείαν δʼ ἔσσευεν—θωρήσσοντο: πολλή τις ἔμφασις Ποσειδῶνος τὸν ἥρωα τοσοῦτον διάστημα μετεωρίσαντος.
θεοῦ ἈΠΟ χειρὸς ὀρούσας: δύναται ἡ ἀπό καὶ ἀναστρέφεσθαι, ἵνʼ ᾖ ἀπὸ θεοῦ, καὶ φυλάσσειν τὸν τόνον, ἵνʼ ᾖ ἀπορούσας· ὅπερ καὶ βέλτιον.
ἄμεινον μὴ ἀναστρέφειν τὴν ἀπό, ἵνʼ ᾖ ἀπορούσας.
Καύκωνες: περὶ Παφλαγονίαν φασὶν οἰκεῖν τοὺς Καύκωνας. καὶ πῶς οὐ συγκατέλεξεν αὐτοὺς ἐν τῷ Καταλόγῳ; ἢ οὖν ἐπήλυδές εἰσιν, ἢ ἐν τοῖς Λέλεξι περιέχονται. τινὲς δὲ καὶ φέρουσι τὸ «Καύκωνας δʼ αὖτʼ ἦγε Πολυκλέος υἱὸς Ἄμειβος, οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματα ναῖον». Καύκωνες: οἱ μὲν Τρωϊκὸν ἔθνος—Καρίας.
καί μιν φωνήσας: παρὰ Ζηνοδότῳ «καί μιν νεικείων», παρὰ Ῥιανῷ «τὸν καὶ νεικείων».
ἀτέοντα: οὕτως ἐν ἁπάσαις.
ἀτέοντα: ἀφροντιστοῦντα. Καλλίμαχος· «Μουσέων κενὸς ἀνὴρ ἀτέει».
ἄλλως· ἀτέοντα: ἀφροντιστοῦντα, «ὁ δὲ πρῶτον μὲν ἀτίζων». ἢ φρενοβλαβοῦντα.
φρενοβλαβοῦντα ἢ ἀφροντιστοῦντα, «ὁ δὲ πρῶτον μὲν ἀτίζων ἔρχεται». καὶ Καλλίμαχος «μουσῶν δὲ κενὸς ἀνὴρ ἀτέει.»
ἄλλως· ἀτέοντα: ὡς νοέοντα· ἔστι γὰρ τῆς πρώτης συζυγίας τῶν περισπωμένων.
ἀντία Πηλεΐωνος ὑπερθύμοιο μάχεσθαι: ἐν ἄλλῳ «ἀντίʼ Ἀχιλλῆος πολεμίζειν ἠδὲ μάχεσθαι».
ὃς σεῦ ἅμα κρείσσων: ὀρθοτονητέον τὴν ἀντωνυμίαν, ὡς ἐκεῖ «ὃς σεῦ ἄνευθεν ἐών»· ἔστι γὰρ καὶ ἀντιδιασταλτική.
ὀρθοτονητέον διὰ τὴν ἀντιδιαστολήν, ὡς ἐν τῷ «ὃς σεῦ ἄνευθεν ἐών».
φίλτερος ἀθανάτοισιν: πολλάκις γὰρ καὶ τοῦ ἰσχυροῦ περιγίνεται ὁ θεοφιλής.
ἀλλʼ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ: οὐ μόνον διασῴζει, ἀλλὰ καὶ εἰς τὸ μέλλον ὑποθήκας τῆς σωτηρίας δίδωσιν.
συμβλήσεαι ἀπροοράτως συμβάλῃς. πρὸς κατάπληξιν δὲ καὶ τὸ ὑπὲρ μοῖραν τέθειται. φησὶ γὰρ «μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν».
μέγα: ἀντὶ τοῦ ἀθρόως.
ἐφέηκα: ὅτι βέβληκε τὸ δόρυ ἐπὶ τὸν Αἰνείαν καὶ οὐκ ἐκ χειρὸς ἔτρωσεν, ὡς Ζηνόδοτος γράφει λέγει γοῦν ῥητῶς ἐφέηκα.
οὐκ εἶπεν «ἔνυξα» ἢ «οὔτασα». μάχεται οὖν ἡ Ζηνοδότειος γραφή.
δέ μοι: ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν, τουτέστιν ἐγκλιτικήν.
ΤΟΣΣΟΥΣΔΕ: ὁ Ἀσκαλωνίτης προπερισπᾷ, ἐπεί, φησί, κατὰ δεῖξιν λέγεται καὶ τὸ «τοσσῆσδʼ ὑσμίνης». Ἀρίσταρχος μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο τοῦ δέ, καὶ ἐπείσθη ταύτῃ τῇ ἀναγνώσει ἡ παράδοσις. οὐκ ἀδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου.
οἱ περὶ Ἀρίσταρχον ἐν παρολκῇ λαμβάνουσι τὸν δέ. οὕτω καὶ ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης περισπᾷ τὸ «τοσσοῦς».
ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερές: πρὸς τὸ σημαινόμενον ὅτι διʼ ὅλης τῆς τάξεως πορεύσομαι διανταίαν ἀπʼ ἀρχῆς ἕως πέρατος.
στιχὸς εἶμι διαμπερές: ἕως τοῦ πέρατος τῆς φάλαγγος.
λέγει δὲ ὅτι πορεύσομαι ἕως τοῦ διόλου ἤτοι τοῦ πέρατος τῆς φάλαγγος.
στιχός: ὡς τριχός, ἀπʼ εὐθείας τῆς στίξ· καὶ γὰρ «στίχες» λέγει καὶ «στίχας». τὸ δὲ εἶμι προπερισπαστέον· σημαίνει γὰρ τὸ πορεύσομαι.
καί κεν ἐγὼν ἐπέεσσι— ἔγχεϊ δʼ ἀργαλέον: εἰς τὰ ἔργα κελεύει ἀφορᾶν, οὐκ εἰς τὰς ἐπαγγελίας. τάχα δὲ διδάσκει μὴ μέγα κατὰ τῶν ἀπόντων φρονεῖν.
κολούει: ἀτελὲς ποιεῖ, ὡς τὸ «ἐνικλᾶν, ὅττι νοήσω».
ἀτελὲς ποιεῖ, ὡς τὸ «πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ».
τῷ δʼ ἐγώ: ἐν ἄλλῳ «τοῦ δʼ ἐγώ».
εἰ πυρὶ χεῖρας ἔοικε, μένος δʼ αἴθωνι σιδήρῳ: ἀγκύλον τὸ διανόημα καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον καὶ διὰ τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως, πυρὸς μὲν ὀξύτητα, σιδήρου δὲ καρτερίαν παραλαβόν.
εἰ πυρὶ χεῖρας ἔοικε: πρὸς τὴν ἐπανάληψιν, ὅτι ἐν Ἰλιάδι συνεχῶς ἐν δὲ Ὀδυσσείᾳ ἅπαξ
ἔγχεʼ ἄειραν: γράφεται «ἔσταν Ἀχαιῶν».
Ἕκτορα εἶπε: ὅτι ἐλλείπει ἡ πρός πρόθεσις, πρὸς Ἕκτορα. καίτοι παρῆν εἰπεῖν «Ἕκτορι εἶπεν», ἀλλὰ συνήθως παρέλιπε τὴν πρόθεσιν· «καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον».
μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε: μὴ προμάχει, ἀλλὰ σὺν τοῖς ἄλλοις αὐτὸν δέχου.
ἄλλως· μηκέτι πάμπαν—προμάχιζε: ταμιεύεται ὁ ποιητὴς τὸ πρόσωπον Ἕκτορος εἰς τὰ τελευταῖα.
μή πώς σʼ ἠὲ βάλῃ ἠὲ σχεδὸν ἄορι τύψῃ: ὅτι διέσταλκε τὸ βαλεῖν καὶ τὸ τύψαι, διδασκαλικῶς προσθεὶς σχεδόν, οἷον σχέδην ἐκ τοῦ σύνεγγυς.
σχεδόν: ἀντὶ τοῦ σχέδην. ἀντέθηκε δὲ αὐτῷ τὸ βάλῃ.
ἐσθλὸν Ὀτρυντείδην—ἐν πίονι δήμῳ: ἔθος μὲν αὐτῷ ποικίλλειν ἐν ταῖς ἐπιδιηγήσεσι τὸν λόγον, νυνὶ δὲ καιριώτατα χρῆται τῷ τοιούτῳ εἴδει· μετὰ γὰρ τοσαύτας μάχας καὶ ἀναιρέσεις ἔδει καλλωπίσμασι χρήσασθαι ἔξωθεν διὰ τὸ προσκορές, ἅμα δὲ καὶ περὶ τοῦ συστῆσαι τὸν πρῶτον ὑπʼ Ἀχιλλέως ἀνῃρημένον ὅτι οὐκ ἦν τῶν τυχόντων.
ὃν νύμφη τέκε: ἔν τισι τῶν φαύλων ἀντιγράφων «τὸν νύμφη τέκε» διὰ τοῦ τ.
Ὕδης: οὕτως Ὕδης διὰ τοῦ δ, τῆς Λυδιάς. Ὕλη δὲ τῆς Βοιωτίας.
Ὕδη διὰ τοῦ δ ἡ τῆς Λυδίας πόλις. Ὕλη δὲ τῆς Βοιωτίας διὰ τοῦ λ. «Ὕλῃ ἔνι οἰκία ναίων».
διὰ τοῦ δ τὸ Ὕδης· ἔστι γὰρ πόλις Λυδίας. γράφεται δὲ καὶ διὰ τοῦ λ, ὡς τὸ «Ὕλῃ ἔνι οἰκία ναίων». ἔστι δὲ πόλις τῆς Βοιωτίας.
ἰθὺς μεμαῶτα: σημειοῦνταί τινες ὅτι εἰς εὐθὺ ὁρμῶντα.
πᾶσα: ὅτι πᾶσα ἀντὶ τοῦ ὅλη. «πάντα νέκυν καταείνυον».
δούπησεν: ὅτι ἐκ τοῦ παρακολουθοῦντος, ἀντὶ τοῦ ἀπέθανεν.
κεῖσαι, Ὀτρυντείδη: ὅτι ὁ Ἀχιλλεὺς γινώσκων αὐτὸν ἐξ ὀνόματος καλεῖ.
ἐνθάδε: ἕν ἐστι τὸ ἐνθάδε, ὡς καὶ ὁ Ἀσκαλωνίτης· ἔστι γὰρ δεικτικὸν τῆς ἐν τόπῳ σχέσεως, ὥσπερ καὶ τὸ «ἐνθάδε κʼ αὖθι μένων», ὥστε πρὸ τῆς δε συλλαβῆς ἡ ὀξεῖα.
δεικτικῶς, ὡς «ἐνθάδε καθημένων».
δεικτικόν ἐστι τὸ ἐνθάδε, καὶ πρὸ μιᾶς ἔχει τὸν τόνον.
γενεὴ δέ τοί ἐστʼ ἐπὶ λίμνῃ—δινήεντι: σημειωτέον ὡς διὰ ἀκριβείας ἴσασιν ἀλλήλους, ὡς καὶ Δόλωνα οἱ περὶ Διομήδην
λίμνῃ Γυγαίῃ: οὕτως ἐν Λυδίᾳ—καλουμένου.
Γυγαίῃ: ὄνομα τῆς λίμνης.
ὅθι τοι τέμενος πατρώϊόν ἐστιν: κώμη ἐστὶ Λυδίας Ἅλαδα, ἔνθα φησὶν Ἡρόδοτος βωμὸν Ἰφιτίωνος καὶ ἄγαλμα λίθινον κολοσσικὸν ἠκρωτηριασμένον, ἀρχαίῳ τύπῳ εἰργασμένον. καὶ τοὺς περὶ τὴν λίμνην καλάμους συνδονεῖσθαι ἐν εὐδίαις, ὥς φησιν ὅθι τοι τέμενος πατρώϊόν ἐστιν.
Ὕλλῳ ἐπʼ ἰχθυόεντι: Ὕλλος νῦν Φρύγιος καλεῖται. ἐκβάλλει δὲ μεταξὺ Θυατείρων καὶ Σάρδεων.
ἄλλως· Ὕλλῳ ἐπʼ ἰχθυόεντι καὶ Ἕρμῳ δινήεντι: τὸ σχῆμα ὁμοιόπτωτον. ἐν βραχεῖ δὲ τό τε πλῆθος ἔδειξε τῶν ἰχθύων τοῦ Ὕλλου τοῦ τε Ἕρμου τὸ ταχὺ τῶν ῥευμάτων· καὶ γὰρ δύσπλωτός ἐστιν.
Ὕλλῳ ... καὶ Ἕρμῳ: ποταμοὶ Λυδίας.
ἐπισσώτροις δατέοντο: ἐναργῶς ἔδειξεν αἰκισμὸν σώματος ὑπὸ τῶν παραθεόντων τροχῶν διαιρουμένου.
Δημολέοντα—ῥῆξʼ ὀστέον: ἐν ὀλίγοις ὅλα δεδήλωκε, τὸ ὄνομα, τὸν τρόπον, τὸν πατέρα, τὸν τόπον, ἐφʼ ὃν ἡ πληγή, ὅτι ἐπὶ τὴν κεφαλὴν καὶ ὅτι διὰ τῆς κυνῆς, καὶ κατὰ ποῖον μέρος τῆς κεφαλῆς, καὶ μέχρι ποῦ διῆλθεν, ὅτι ῥῆξʼ ὀστέον
Δημολέοντα: οὕτως Ἀρίσταρχος. τινὲς δὲ «Δηϊλέοντα».
Ἀρίσταρχος «Δηϊλέοντα».
ἐσθλὸν ἀλεξητῆρα μάχης: ἐκ τῶν τριῶν λέξεων ἓν σημαίνει, ἐν πολέμῳ ἀγαθόν. θετέον οὖν ἐπʼ αὐτὰς τὴν συναφήν, σύνδυο τῆς τε πρώτης καὶ δεύτερας καὶ τρίτης λέξεως. δύναται δὲ καὶ τὸ ἐσθλόν καθʼ ἑαυτὸ εἶναι.
ἓν ἐκ τῶν τριῶν λέξεων σημαίνεται, ἐν πολέμῳ ἀγαθόν. δυνατὸν δὲ καὶ ἐν τῷ ἐσθλόν στίζειν.
ἀγαθὸν ἐν τῇ μάχῃ βοηθόν. δύναται δὲ καὶ εἰς τὸ ἐσθλόν ἡ στιγμὴ τίθεσθαι καὶ γράφεσθαι μάχης.
κατὰ κρόταφον: καὶ ἡ περὶ τὰς πληγὰς ποικιλία θαυμασία· ἄμφω γὰρ κατὰ τῆς κεφαλῆς τέτρωνται. ἀλλʼ ὁ μὲν πρόσω ἱέμενος κατὰ μέσην τὴν κεφαλὴν πλήσσεται ὁ δὲ ἤδη παρατρέχων, ὡς ἔοικε, καὶ εἰς φυγὴν ὁρμώμενος διὰ τοῦ κροτάφου. ὁ δὲ τρίτος κατὰ τὸ μετάφρενον ἀπεστραμμένος τιτρώσκεται
καθʼ ἵππων ἀΐξαντα: καταβάντα τῶν ἵππων.
ἀΐξαντα: γράφεται «ἀΐσσοντα».
ἄϊσθε: ἀπέπνεεν.
ἤρυγεν: πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγεν
πρὸς τὴν ἐπανάληψιν τοῦ ἤρυγε τὸ σημεῖον.
Ἑλικώνιον ἀμφὶ ἄνακτα: Νηλεύς, φασίν, ἐν Μιλήτῳ ἱερὸν Ποσειδῶνος Ἑλικωνίου ἱδρύσατο κατὰ μίμησιν τοῦ ἐν Ἑλίκῃ τῆς Ἀχαίας. σύνηθες δὲ τοῖς αὐτόσε καθʼ ἕκαστον ἔτος ἐγκυκλεῖν τὰς θυσίας τῷ θεῷ, σημεῖα λαμβάνουσιν ἀπὸ τῆς τῶν ταύρων ἐρυγῆς· βοώντων γὰρ τῶν ταύρων δοκοῦσιν εὐμενῆ τε εἶναι τὸν θεὸν καὶ τὴν θυσίαν ἀσπάζεσθαι.
Ἑλικώνιον ἀμφὶ ἄνακτα: τὸν Ποσειδῶνα, ἤτοι ὅτι καὶ ἐν Ἑλικῶνι—νομίζοντες. ἡ ἱστορία παρὰ Κλειτοφῶντι
Ἑλικώνιον: οἱ Αἰολεῖς παρὰ τὰς γενικὰς τῶν πρωτοτύπων ποιοῦσι κτητικοὺς τύπους, ἑτέρων ἑτερώνιος, ἄλλων ἀλλώνιος, ἑτοιμώνιος, ἀνεμώνιος ὁ διὰ τὴν εὐφωνίαν ἀνεμώλιος, Ἑλικῶν Ἑλικώνιος· φησὶν οὖν τὸν ἐν Ἑλίκῃ τῆς Ἀχαίας τιμώμενον. τὰ δὲ διὰ τοῦ ιος, εἰ μὲν τὸ πρωτότυπον εἰς ος ἔχει, διὰ τοῦ ησιος, Ἰθακήσιος ἀπὸ τοῦ Ἴθακος, Ὀχήσιος, βροτήσιος, ἐτήσιος, μεθοδήσιος. εἰ δὲ τρέποιτο τὸ η τοῦ πρωτοτύπου εἰς α παρὰ Δωριεῦσι, διὰ τοῦ α, Πρυμνάσιον, Κορυφάσιον. οὕτως ἔχει καὶ τὸ κοράσιον, ὃ μᾶλλόν ἐστι Μακεδονικόν.
ὣς ἄρα τόν γʼ ἐρυγόντα λίπʼ ὀστέα θυμὸς ἀγήνωρ:εἰκότως ἀνερυγγάνων τὸ αἷμα καὶ ὀξέως ἀποθνῄσκει· τὴν γὰρ τραχεῖαν ἀρτηρίαν διεκόπη καὶ τὸν στόμαχον διῄρηται, ὅ ἐστι τὸν οἰσοφάγον, καὶ μέχρι τοῦ θύμου φθάνει τὸ δόρυ. θύμος δέ ἐστιν ἄδην μεταξὺ τῶν κλειδῶν κείμενος πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τοῦ ὀστοῦ τὴν τραχεῖαν ἀρτηρίαν.
ἐρυγόντα: ὡς «φαγόντα» ἔστι γὰρ δευτέρου ἀορίστου, καὶ ὡς ἔφυγε φυγόντα, οὕτως ἤρυγεν ἐρυγόντα.
παροξυτονητέον τὴν μετοχήν· δεύτερος γάρ ἐστιν ἀόριστος, ὡς ἐδήλωσε τὸ «ἤρυγεν ἑλκόμενος».
πόδεσσι δὲ πάντας ἐνίκα· τοὺς νόθους· ὁ γὰρ Πολίτης «σκοπὸς ἷζε ποδωκείῃσι πεποιθώς». ἐπινοεῖ δὲ ἑκάστῳ τὸ πρὸς διήγησιν ἡδύ.
ποδῶν ἀρετὴν ἀναφαίνων: τὸ πλεονέκτημά φησιν ἀνέπεισεν αὐτὸν ἀντιστῆναι Ἀχιλλεῖ ἐλπίσαντα ταχέως ἀναφεύξεσθαι.
νῶτα παραΐσσοντος: παρακλίνοντος τὰ νῶτα.
παραΐσσοντος: οὕτω κατὰ γενικὴν παραΐσσοντος.
ὅθι ζωστῆρος ὀχῆες —αἰχμή: ἢ διʼ ὅλου κρίκοις συνέχεσθαι τὸν ζωστῆρα πρὸς τὸν θώρακα νοητέον· ἢ καθʼ ὑπερβατὸν ἐκδεκτέον ἀντικρὺ δὲ διέσχε παρʼ ὀμφαλόν, ὅθι ζωστῆρος ὀχῆες χρύσειοι σύνεχον
χρύσειοι σύνεχον καὶ διπλόος ἤντετο θώρηξ: ὅτι κατὰ τὴν τοῦ ζώματος ἐπιβολὴν πρὸς τὸν στατὸν θώρακα διπλοῦς ἦν ὁ θώραξ.
καὶ διπλόος ἤντετο θώρηξ: ὅτι διπλοῖ οἱ θώρακες κατὰ τὸν τῆς ζώσεως τόπον.
προτὶ οἷ δʼ ἔλαβʼ ἔντερα χερσὶ λιασθείς: προσέλαβεν ἑαυτοῦ τὰ ἔντερα ἀποκυλισθείς.
πρὸς ἑαυτὸν ἀποκλιθεὶς ἔλαβε τὰ ἔντερα.
προτὶ οἷ δʼ ἔλαβε: περισπαστέον τὴν οἷ: ἔστι γὰρ πρὸς ἑαυτόν.
ἀλλʼ ἀντίος ἦλθʼ Ἀχιλῆϊ: ὁ γὰρ ἔλεος ἀμελεῖν αὐτὸν τῆς ψυχῆς τε καὶ τῆς ἐντολῆς Ἀπόλλωνος ποιεῖ.
ἀνέπαλτο: ἐδήλωσε τὸν ὑπὸ τῆς ἡδονῆς ἑαυτοῦ μείζω γενόμενον.
ἀνέπαλτο: ἀνεπήδησεν, ἀνήλατο. πῶς δέ, φησί, τὸν Αἰνείαν—διʼ ἔχθρας ὄντας.
ἐσεμάσσατο θυμόν: ἥψατο τῆς ψυχῆς, ἢ ἐκηλίδωσεν.
οὐδʼ ἄρʼ ἔτι δήν: Ἀρίσταρχος «οὐδʼ ἂν ἔτι δήν», διὰ τοῦ ἄν.
ἀνὰ πτολέμοιο γεφύρας: ἐν τοῖς μεταξὺ τῶν στάσεων διαστήμασιν.
ἆσσον ἴθʼ, ὥς κεν θᾶσσον ὀλέθρου πείραθʼ ἵκηαι:σύντομος ὁ λόγος τοῦ πρὸς τιμωρίαν σπεύδοντος. καίτοι πρὸς Αἰνείαν πλείους ἀποτέταται λόγους.
σὺ μὲν ἐσθλός, ἐγὼ δὲ σέθεν πολὺ χείρων: εἰρωνεία· προείρηται «τὸν δʼ οὐ ταρβήσας»,
κατʼ εἰρωνείαν τὸ ἐσθλός· προεῖπε γὰρ τὸ «οὐ ταρβήσας».
θεῶν ἐν γούνασι κεῖται: ἱκεσίαις, λιταῖς. ἢ κόλποις. ἢ δυνάμει.
χειρότερος: χέρειος χερειότερος, συγκοπὴ καὶ πλεονασμὸς χειρότερος.
καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: πάροιθεν, ὅτε τὸν Πάτροκλον ἀνῄρηκεν
καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν: συναφὴ ἐπὶ τὰς τελευταίας δύο λέξεις· ἓν γὰρ ἐξ ἀμφοτέρων δηλοῦται, τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν μέρος.
συναπτέον τὸ ὀξὺ πάροιθεν· δηλοῖ γὰρ τὸ ὠξυμμένον κατὰ τὸ ἔμπροσθεν.
πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε: ἐπὶ τὸ πνοιῇ βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.
ἄλλως· πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε: καταγέλαστα ταῦτα, ὥς φησιν Ἡρακλέων
ἦκα μάλα ψύξασα: τῇ κινήσει τῆς χειρὸς ἠρέμα ἐξανεμίσασα, «ψύχεος ἱμείρων κατελέξατο».
ψύξασα: ὅτι ψύξασα, φυσήσασα τῷ ἑαυτῆς πνεύματι ἀπέστρεψε τὸ δόρυ
ἄλλως· ψύξασα: πνεύσασα, φυσήσασα.
τὸν δʼ ἐξήρπαξεν Ἀπόλλων: πιθανῶς ἀναρτᾷ τὴν ἐπιθυμίαν τῶν ἀκροατῶν, εἰς τέλος τῶν ποιήσεων ἑαυτῷ ταμιευόμενος τὴν σφαγὴν Ἕκτορος. πρὸς δὲ τὸ ἄπιστον βοηθείᾳ χρῆται, ὥσπερ ἀπολογούμενος διὰ τοῦ «ῥεῖα μάλʼ ὥς τε θεός, ἐκάλυψε δʼ ἄρʼ ἠέρι πολλῇ».
ᾧ μέλλεις εὔχεσθαι, ἰὼν ἐς δοῦπον ἀκόντων: ὅτι ἀντὶ τοῦ ᾧ ἔοικας εὔχεσθαι παραγινόμενος εἰς πόλεμον.
ἦ θήν σʼ ἐξανύω γε—ἐπιτάρροθός ἐστι: καὶ τῆς νῦν ἀποτυχίας εἰς θεοὺς ἀνήγαγε τὴν αἰτίαν καὶ τῆς αὖθις ἐπιτυχίας.
ἦ θήν σʼ ἐξανύω γε: περισπαστέον τὸν ἦ· ἔστι γὰρ βεβαιωτικός, ἴσος τῷ δή. τὸ δὲ ἀνύω βαρυτόνως ἀναγνωστέον· ἔστι γὰρ ἐνεστὼς ἀντὶ μέλλοντος.
ἐξανύω: βαρυντέον τὸ ἀνύω· ἐνεστὼς γάρ ἐστιν ἀντὶ μέλλοντος, ὡς τὸ ἐρύω.
νῦν δʼ ἄλλους Τρώων ἐπιείσομαι, ὅν κε κιχείω: πρὸς τὸ σχῆμα, ὅτι ἰδίως πληθυντικῷ ἑνικὸν ἐπήνεγκεν, ὅν κε κιχείω.
νῦν δʼ ἄλλους Τρώων ἐπιείσομαι: ὡς πρόσθεν ἀποτυχὼν τοῦ Αἰνείου εἰς τὸ πλῆθος τρέπεται οὕτω καὶ νῦν.
νῦν δʼ ἄλλους Τρώων: γράφεται «νῦν αὖ τοὺς ἄλλους».
ἐπιείσομαι: ἐπιπορεύσομαι.
ὁ δὲ τὸν μὲν ἔασεν: ἐπιτρέχει τὸν τῶν βαρβάρων θάνατον, ἐπὶ τῇ εὐχερείᾳ καὶ ὀξύτητι τοῦ Ἀχιλλέως ταχύνας τὸν λόγον.
ἠρύκακε: κατέσχε τοῦ φυγεῖν.
Λαόγονον καὶ Δάρδανον: παρέλιπε τούτων τὰς πληγὰς, ὅπως μὴ προσκορεῖς ὑπάρχοιεν.
παρέλιπε δὲ αὐτῶν τὰς πληγάς, ἵνα μὴ πρὸς κόρον ὁ λόγος ᾖ.
ἄμφω ἐφορμηθεὶς ἐξ ἵππων ὦσε χαμᾶζε: βραχὺ διασταλτέον ἐπὶ τὸ ἐφορμηθείς.
τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας: ὅτι πάλιν ἀντιδιέστειλεν.
τὸν δὲ σχεδὸν ... τύψας: σχέδην παίσας, ἀντέθηκε δὲ τὸ βαλών.
τὸν μὲν δουρὶ βαλών, τὸν δὲ σχεδὸν ἄορι τύψας: εἰκότως τὸν πρῶτον διὰ βολῆς ἀναιρεῖ, πλησίον δὲ γενόμενος τὸν ἕτερον τῷ ξίφει ἀναιρεῖ.
Τρῶα δʼ Ἀλαστορίδην—ὁ δὲ φασγάνῳ οὖτα καθʼ ἧπαρ: ἤτοι κομματικῶς εἶπεν, ὡς ἔθος πολλάκις τοῖς ποιηταῖς. ἢ τὸ ἑξῆς ἐστι Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ οὖτα καθʼ ἧπαρ. ταῦτα δὲ ἐν παρεκβάσει εἰπὼν ἐπαναλαμβάνει διὰ τοῦ ὁ δὲ φασγάνῳ, ὡς εἴωθεν. οὕτω δὲ ἔσται τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν ἄνωθεν τὸ ἔτυψε ἀπὸ τοῦ «τὸν δὲ σχεδὸν ἄορι τύψας».
Τρῶα δʼ Ἀλαστορίδην—καθʼ ἧπαρ: παραλλάσσων τὸ ὁμοειδὲς ἐποίησέ τινα ἱκετεύοντα. τὸ ἑξῆς, Τρῶα δʼ Ἀλαστορίδην φασγάνῳ οὖτα καθʼ ἧπαρ καὶ τὰ λοιπὰ διὰ μέσου. ἢ κοινὸν τὸ ἔτυψεν ἐκδεκτέον ἀπὸ τοῦ «σχεδὸν ἄορι τύψας».
ΕΙΠΩΣ εὑ πεφίδοιτο: ἡ εὗ ἀντωνυμία ἐν τῇ συντάξει ἐνέκλινε τὸν τόνον· ἔστι γὰρ ἀπόλυτος. οὐχ ὃν τρόπον δʼ οἴεται ὁ Ἀσκαλωνίτης τὸ πῶς πάντως ὀξυτονηθήσεται, ἐπεὶ ἤδη ἐμελέτησε καὶ ἄλλων ἐγκλιτικῶν ἐπιφερομένων τὸ πῶ καὶ τὸ πῶς τοῦτο μὴ πάσχειν· «οὔπως ἐστʼ, Ἀγέλαε διοτρεφές»· «μήπως με προϊδών»· «μήπω μʼ ἐς θρόνον ἵζε, διοτρεφές»· «οὔπω μίν φασιν φαγέμεν». οὕτως οὖν καὶ τὸ εἴπως εὑ πεφίδοιτο οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατὰ ταύτην τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο ἐγκλίνοντα δεῖν τῷ τόνῳ καὶ δασύνοντα λέγειν τὴν τρίτην συλλαβήν· σημαίνει γὰρ «εἴ πως αὐτοῦ». διὸ καὶ ἡ διπλῆ.
ἡ μὲν εὗ ἐγκλίνεται, τὸ δὲ πῶς οὐ πάντως ὀξυνθήσεται. καὶ ἐμελέτησε πολλάκις ἐγκλιτικῶν ἐπιφερομένων μὴ ὀξύνεσθαι, «οὔπως ἔστʼ, Ἀγέλαε», «μήπως με προϊδών», «οὔπω μίν φασιν φαγέμεν». οὕτως οὖν καὶ τὸ εἴπως εὑ οὐκ ἀναγκαστικὴν ἕξει τὴν ἐπὶ τοῦ πως ὀξεῖαν. ὁ μέντοι Ἀρίσταρχος γενόμενος κατʼ αὐτὴν τὴν προσῳδίαν τοῦτο μόνον ἀπεφήνατο· ἐγκλίνειν δεῖ τῷ τόνῳ καὶ δασύνειν τὴν τρίτην συλλαβήν· δηλοῖ γὰρ «εἴ πως αὐτοῦ».
δασυντέον τὸ εὗ· ἔστι γὰρ ἀντὶ τοῦ αὐτοῦ.
οὐ γάρ τι γλυκύθυμος—ἐμμεμαώς: ὅτι οὐκ ἀνειμένος τῷ θυμῷ καὶ ἠπιόφρων, ἀλλʼ ἐκ τοῦ ἐναντίου σκληρὸς καὶ χαλεπός.
οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων: ὁ μὲν γὰρ ὡς ἀκμάζοντος τοῦ πένθους περίλυπός ἐστιν· ὅτε μὲν γὰρ θάπτομεν τοὺς φίλους, τότε μάλιστα στερίσκεσθαι αὐτῶν ἐλπίζοντες αὔξομεν τὴν ὀδύνην. ὁ δὲ ποιητὴς οὐκ ἐπαινῶν τὸ θυμικὸν «οὐκ ἀγανόφρονα» αὐτὸν καλεῖ, ὡς τὸ «ἀεικέα μήδετο ἔργα».
οὐ γάρ τι: γράφεται «οὐ γάρ τις» καὶ «οὐ γὰρ ἔτι».
γλυκύθυμος: γλυκὺ τὸ ἀνειμένον· «σπεῦδε, μὴ γλυκὺς γένῃ»
ἐκ δέ οἱ ἧπαρ ὄλισθεν, ἀτὰρ μέλαν αἷμα κατʼ αὐτοῦ: ὀλισθηρὰ γὰρ ἡ φύσις τοῦ ἥπατος. αἱμορραγία δὲ πολλὴ γέγονε δύο μεγίστων ἀγγείων διῃρημένων τοῦ ἥπατος, τῆς κοιλίας, ἣ κατὰ τὰ κυρτὰ ἔγκειται, τῆς τε πύλης, ἥτις ἐστὶ κατὰ τὰ σκαιά.
κόλπον ἐνέπλησεν: «ἐνέπρησεν» Φιλόξενος καὶ Ἀρίσταρχος. περὶ δὲ τῆς γραφῆς Ἀρίσταρχος ἐν ὑπομνήματί φησιν οὕτως· «τὸ αἷμα ἀπὸ τοῦ ἥπατος ἐκρούνιζε χύδην καὶ τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν.»
Ἀρίσταρχος «ἐνέπρησεν».
τὸ αἷμα κατὰ τοῦ ἥπατος ἐκκρουνίζον τὸν τοῦ χιτῶνος κόλπον ἐνεφύσησεν, διὰ οὖν τοῦ ρ τὸ «ἐνέπρησε» γραπτέον.
δουρὶ κατʼ οὖς: ὅρα, ὅσαι πληγαὶ κατὰ τῆς κεφαλῆς ἠνέχθησαν· ἡ μὲν «μέσσην κὰκ κεφαλήν», ἡ δὲ «κατὰ κρόταφον». οὗτος δὲ διὰ τοῦ ὠτός.
ἄλλως· δουρί: σπεύδων οὐκ εἶπεν οὐδὲ ὅπως τὸ ξίφος ἀπέθετο.
παρʼ οὖς: γράφεται καὶ «κατʼ οὖς».
πᾶν δʼ ὑπεθερμάνθη ξίφος αἵματι: δαιμονίως τὸ βάθος τῆς πληγῆς διὰ τῆς λέξεως παρέδειξεν.
τένοντες: ὅτι πάντα τὰ τεταμένα νεῦρα τένοντας Ὅμηρος λέγει.
τένοντες: τένοντες τὰ συντείνοντα τὰς συναφὰς τῶν νεύρων.
τένοντες: τένοντές εἰσιν αἱ ἀπονευρώσεις τῶν μυῶν, διʼ ὧν γίνονται ἐκτάσεις καὶ κάμψεις.
πρόσθʼ ὁρόων: Ζηνόδοτος χωρὶς τοῦ θ «πρόσʼ ὁρόων».
σφονδυλίων: τινὲς εὐθεῖαν λαμβάνουσι τὸ σφονδυλίων, ἵνʼ ᾖ ὁ σφονδυλίων μυελός.
Πείρεω υἱόν: ὅτι Ζηνόδοτος γράφει «Πειρέως υἱόν», ἄμετρον ποιῶν τὸν στίχον καὶ παράλογον· ἔστι γὰρ Πείρως τὸ ὄνομα νῦν δὲ ἐσχημάτικεν ἀπὸ τοῦ Πείρεως, ὡς Μενέλεω. ἄδηλον δέ, εἰ τοῦ Θρᾳκῶν ἡγουμένου ἢ ἑτέρου τινὸς ὁμωνύμου.
Πείρεω υἱόν: ὡς Μενέλεω· ἡ γὰρ εὐθεῖά ἐστι Πείρεως, ὅπερ ἐν ἄλλοις «Πείροος» λέγεται καὶ «Πείρως». ὁ δὲ Ζηνόδοτος «Πειρέως» γράφει ἀπὸ τῆς Πειρεὺς εὐθείας.
Πείρεω: οὕτως Πείρεω, ὡς ἀπὸ εὐθείας τῆς Πείρεως.
Ῥίγμον: ὡς «ὅρμον» εἰς ἰδιότητα· τὰ γὰρ εἰς γμος λήγοντα πάντα ὠξύνετο, ἀγμός ψυγμός, λυγμός. δοκεῖ δὲ τὸ «ὄγμος» ἀντικεῖσθαι.
Ῥίγμον: ἀπὸ τοῦ ῥηγμός Αἰολικῶς αὐτόν φασιν εἰρῆσθαι Ῥίγμον· καὶ γὰρ τὸν ῥηγνύμενόν φασιν. ἔνιοι δὲ «Ῥίγμονα» λέγουσιν εἶναι τὸ τέλειον.
ἄλλως· Ῥίγμονα: τινὲς ἀπʼ εὐθείας τῆς Ῥίγμων.
τὸν βάλε μέσσον ἄκοντι: ἄκοντι καταχρηστικῶς τῇ μελίᾳ, εἰ μὴ καὶ ἄλλο ἔτυχεν ἔχων δόρυ.
ἐν πνεύμονι: ἐν ἄλλῳ «ἐν νηδύϊ».
ὡς δʼ ἀναμαιμάει—εἰλυφάζει: οὗτός ἐστι, περὶ οὗ φησιν «εἰ πυρὶ χεῖρας ἔοικε». πολλάκις δὲ χρησάμενος τῇ ἀπὸ τοῦ πυρὸς παραβολῇ ἐμψύχῳ νῦν τῇ ὀνοματοποιΐᾳ χρῆται, μαιμᾶν λέγων τὸ πῦρ ὡς πᾶσαν ἐπειγόμενον τὴν ὕλην ἀναλῶσαι. πάντα δὲ πᾶσι παραβέβληται· ἥ τε γὰρ προθυμία τοῦ Ἀχιλλέως ὁμοία τῇ τοῦ πυρὸς ὁρμῇ καὶ τὸ πλῆθος τῶν ἀναιρουμένων ὅμοιον τῷ τῆς ὕλης βάθει, καὶ τὸ εὐμεταχείριστον τῶν Τρώων τῷ τῆς ὕλης καταξήρῳ ἀπείκασται. ἔν τε τῷ εἰλυφάζει τὴν ἐπὶ πλεῖον εἴλησιν τοῦ πυρὸς ἔδειξεν.
ἀναμαιμάει: μετʼ ἐνθουσιασμοῦ ἀναβάλλει τὴν κίνησιν.
ἀζαλέοιο: ξηρὰν ἔχοντος ὕλην.
ῥέε δʼ αἵματι γαῖα: ἡ γῆ ὑπὸ τοῦ αἵματος ἐρρεῖτο.
ὡς δʼ ὅτε τις ζεύξῃ—ἐριμύκων: ὅλον ὅλῳ παραβέβληται.
ἐϋκτιμένῃ· γράφεται «ἐϋτροχάλῳ».
βοῶν ὑπὸ πόσσʼ ἐριμύκων: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· ἔχει γὰρ σύνταξιν πρὸς τὴν ἐπιφερομένην δοτικὴν τὴν ποσσίν, ὁμοίως τῷ «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος ὤρνυτʼ ἀέλλης».
οὐκ ἀναστρεπτέον τὴν ὑπό· ἔστι γὰρ ὑπὸ ποσσίν ὡς κἀκεῖ «ὣς ἄρα τῶν ὑπὸ ποσσὶ κονίσαλος».
κῦδος: κῦδος ἤτοι τὸ ἐκ τῆς ἀναιρέσεως Ἕκτορος ἢ καὶ τὸ ἐκ τοῦ συνειλῆσαι τοὺς πολεμίους εἰς τὸ ἄστυ.
λύθρῳ: λύθρος ὁ ἐκ πολεμικῆς—αἷμα.
Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.