The alchemical poem "Heliodorus to Theodosius the Great," attributed to Heliodorus the Alchemist and Poet, is preserved within the corpus of Greek alchemical literature. Its sixteen verses exemplify a common late antique format for conveying complex material processes in a memorable poetic form. While ostensibly addressed to Emperor Theodosius I, this dedication is a conventional literary device to enhance the text's authority, suggesting a composition or redaction date in the late fourth century or later within the eastern Roman Empire. The work discusses practical alchemical procedures framed in allegorical language, including the preparation and use of reactive agents like "divine water," processes for the manipulation and transmutation of metals, and the relationship between divine art, nature, and human technical skill. The text survives intact primarily in the 11th-century Codex Marcianus graecus 299, a fundamental manuscript for the Greek alchemical corpus, and its transmission is linked to other pseudepigraphical works attributed to figures like Hermes and Cleopatra. As part of the later Greek alchemical tradition, which synthesized craft knowledge with philosophical concepts, the poem contributed to the stream of knowledge that passed into Arabic and later Latin alchemy. It remains a key example of late antique Greco-Egyptian technical and esoteric writing.

1 Σκῆπτρα γέης μέδοντες οἱ πᾶν ἐμφανὲς
2 μυστιπόλοι ἕποντες ἄκρῳ δακτύλῳ
3 καὶ πανσόφων ἐπῶν τε τὴν γεῦσιν πᾶσαν
4 ποθοῦντες ἅψασθαι μὲν ὡς μυούμενοι
5 ἐγκυκλίου παιδείας ἐννοίας σοφὰς
6 αἰνιγμάτων τε καὶ προοιμίων λόγων
7 μαθεῖν σκοπὸν θέλοντες καὶ ἄκρως ἰδεῖν
8 σοφιστικῶν τε κεκαλυμμένων φράσιν
9 καὶ γνῶσιν ὧν ἔφησαν οἷα δὴ ἐπῶν,
10 πάσης τιμῆς κρίνουσιν ἀξίους πέλειν
11 τοὺς ἐμπόνως φήσαντας αὐτῶν τοὺς πόνους
12 καὶ δωρεῶν πλείστων τε πάντιμον χάριν
13 νέμουσι καὶ τιμῶσιν εὐκλεῶς πάλιν
14 μάλιστα τοὺς ἄγοντας αὐτοῖς γνησίως
15 ἐννοίας οἷον πρακτικῆς σοφιστικῆς
16 ἐννοίας ἀρχαίων τε ῥητόρων σοφῶν
17 ἠσκημένων μύησιν εἰς γνῶσιν πᾶσαν.
18 ἐπεί συ, θεόστεπτε καὶ σῶφρον μέδων,
19 ποθήσας ὥσπερ γνῶσιν εἰδέναι, πᾶσαν
20 ἐπιστήμην καὶ πρᾶξιν ἔμπειρον δέχου
21 ἔντεχνον ὡς ἔχουσαν εἰσαγωγικὴν
22 τέλειαν ἐκμάθησιν εἰς δόξαν κλέους,
23 γυμναστικῆς παιδείας ἔνθεον τέλος
24 φέρουσαν ἄρρητόν τε κέρδος καὶ κράτος
25 εἰς ὠφέλειαν καὶ λύπης ἀπαλλαγὴν
26 τὸν πλοῦτον ἀξίοις τε πέμπουσαν βροτοῖς,
27 πενίας ἄχθος ἐκδιώκουσαν, βίον
28 εὐκλείας ἐμπιπλῶσαν ἀλήκτου, φρένας
29 τέρπουσαν, ἡδύνουσαν εὔνους τῶν φίλων
30 ἐχθρῶν δὲ τ’ εἰσάγουσαν ἐκ λύπης φθόνου
31 ἄπαυστον ἄλγος καρδίαις ἕως τέλους.
32 Σὺ οὖν ἄναξ, πανέμφρον εὐσεβέστατε
33 ἄγαλμα παιδείας τε θειοείκελον,
34 πρόσαξον εἰς καθέδραν οἰκειούμενος
35 παιδευτὰς ἔμφρονάς τε καὶ ἄνδρας σοφοὺς
36 μύησιν ὡς ἔχοντας ὧν ζητεῖς ἐπῶν.
37 κλῖνον τὸ οὖς σου θᾶττον ἀκροώμενος
38 ὁμιλίας τε ὥσπερ ἐξηγήσεως,
39 τούτων τὰς εὐελπείας ἀσμένως δέχου.
40 ἄκουε, ὧν λέγουσι μὲν προσρήσεων,
41 αἰνίγμασι πρόσεχε καὶ τοῖς ῥήμασιν.
42 οὗτοι γὰρ ὄλβον προσφέρουσί σου βίῳ
43 κοσμοῦντες εὐπραγείᾳ τῆς βιώσεως,
44 κράτος σὸν εὐφραίνοντες εὑρήσει λόγων
45 μύσται σοφισταὶ ὄντες ὡς ἐχέφρονες,
46 μηδὲν φθονοῦντες τοῖς θέλουσι μανθάνειν
47 ἐγκειμένην μύησιν αὐτῶν ἐν λόγοις,
48 ἀλλ’ ἀφθόνως ἁπλοῦντες ἀξίοις ἔπος
49 κεκρυμμένης ἐννοίας, ὥστε πλουτέειν
50 καὶ ποιέειν ἄριστον ἐκ πόνων λόγον
51 καρποὺς θεῷ ἱλασμὸν εἰς ὀφλημάτων.
52 Πρόσελθε γοῦν, σοφιστά, τοῖς ἐμοῖς λόγοις,
53 τοῖς ἐμπόνως ῥηθεῖσιν ἐκ πλείστων πόνων,
54 καὶ νουνεχῶς ἄκουε ῥημάτων πλοκὰς
55 καὶ συνθέσεις ἐννοίας ὡς μυσταρχικῶς
56 ἐχούσας εὔληπτον 〈τὴν〉 ἀρρήτων λόγων
57 ἔκφανσιν εὔγνωστόν τε τοῖς φιλεμπόνως
58 ζητοῦσι καὶ πονοῦσι νυκτὸς ἡμέρας
59 μυσταρχικῆς τέχνης τε θείας ἱερᾶς
60 τεχνουργίας τὴν πεῖραν ἐκ θείας ῥοπῆς
61 ἄριστον ἐκπληροῦσαν ἀρχὴν καὶ τέλος.
62 οὕτως πρόσεστί μοι γὰρ ἄρξασθαι λέγειν
63 ἀρχὴν λόγου. πάρειμι δ’ ὁ σκοπῶν ἔπος
64 τεύξεται τὴν σύνταξιν ἐξ εἴδους ἑνὸς
65 φέροντος εἰς δήλωσιν ὡς οὐκ ἄλλοθεν,
66 ἀλλ’ ἐκ μιᾶς 〈γε〉 φύτλης τὸ κοσμούμενον
67 τῆς ἐκθεούσης ἐκ θαλάσσης εἰς θέαν
68 βασταζομένης ὥσπερ ἀτμὸς εἰς νέφος,
69 ὑγροῦ τε θερμοῦ [τῇ] ἑνώσει καὶ συμπλοκῇ,
70 ἑνουμένων ἀμφοῖν μὲν εἰς μίαν κρᾶσιν,
71 ταύτης φυλαττούσης δὲ τῶν ἄμφω γένος.
72 τοῦ ἄρρενος πρὸς θῆλυ καὶ τερπομένων
73 ζεύξει τελούντων εἶδος ἀλλοῖον θέας,
74 γαλακτίτου πυρροῦ τε γεννᾶται γόνος.
75 συλλαμβάνουσα μὲν βρέφος συνουσίας
76 ἐξ ἄρρενος θήλεια τίκτουσα κλέους
77 τέρας βροτοῖσι, πλῆρες ὄλβου καὶ κράτους.
78 ἄγει ξένον πάμπλουτον ἠγαπημένον,
79 ποθούμενον φιλητὸν ὡς ζητούμενον
80 καὶ μηδ’ ὅλως τῇ πείρᾳ τοῖς ἀναξίοις
81 ἔκφαινον αὐτοῦ [τὴν] ὄψιν, ἀλλ’ οὕτως μένει
82 κρυπτὸν πρόσωπον γαστρὸς ἐντὸς μητέρος.
83 τῇ λευκότητι τῆς δὲ φαιδρᾶς οὐσίης
84 θησαυρὸς ὡς ποικιλτὸς ἐκφεύγει χεροῖν
85 ἁφήν, ὁρᾶν δὲ κάλλος οὐδεὶς ἰσχύει
86 ἐν κοιλίῃ τῆς μητρὸς, ἀλλ’ αὐτὸς βοᾷ·
87 Πάρειμι τοῖς ζητοῦσιν ἐν μέσῳ πέλων,
88 ὁρῶντες ἀγνοοῦσιν, ὅνπερ τοῖς κόποις
89 ζητοῦσι καὶ μοχθοῦσιν ὡς πλανώμενοι
90 ἐκεῖσε, ὧδε ἀσχολοῦνται εἰς κενόν.
91 ἐγὼ δὲ ὡς ὑπουργὸς ἠτιμωμένος
92 δοῦλός τε πάντων οὐδαμοῦ ἀφίσταμαι.
93 κτηνῶν γάρ εἰμι δοῦλος, εὑρήσεις δέ με,
94 ὅπου δ’ ἂν οἰκήσωσιν ἄνθρωποι ὅλως,
95 μὴ οὖν πορευθεὶς μακρὰν ἐκτέμνων ὁδόν.
96 οὐ γὰρ πέλω εἰς πόντον, εἰ ἐκεῖσε μὲν
97 ἐκ τῆς θαλάσσης εἰς νέφος εὑρίσκομαι.
98 βαίνω γὰρ ὥσπερ ἀτμὸς ἐκ πόντου μέσου
99 νέφη ἔχων χιτῶνα καὶ καλύπτομαι
100 σκότει ὁμίχλης καὶ μέλανσίς με σκέπει.
101 ἀνέρχομαι δὲ καπνὸς ὡς λεπτὸς πάνυ,
102 ἀὴρ ἔχει με κρύπτων ἐν αὑτῷ ὅλον.
103 εὑρίσκομαι δ’ ἔκλαμπρος, ἔκστιλβος λίαν,
104 πλύσει ὅτ’ [ἂν] ἐκπλυνεῖς με 〈καὶ〉 θείῳ πυρὶ
105 ἕψων παροπτῶν καὶ ὕδωρ τὸ πόντιον
106 μέτρῳ χέων μου εἰς πρόσωπον αὖ πάλιν,
107 διχῶς μερίζομαι γὰρ εἰς τρεῖς γίνομαι
108 κάτω ἄνω τε πατρὶ καὶ τῇ τεξάσῃ.
109 αὕτη με λευκὴ γεννᾷ τῶν σπλάγχνων μέσον,
110 πατὴρ δ’ ὁ φύσας πύρρος ἐξελεύσεται
111 θνήσκων βίου· ἐγὼ γὰρ αὐτὸν ὡς φονεὺς
112 κτείνω ἐῶν ἔξοικον ὀρφανὸν πάλιν
113 ὕλης, ἐν ᾗ ὑπῆρχεν, ἴχνος μὴ φέρειν.
114 λαβὼν δ’ ἀπ’ αὐτοῦ σθένος εὑρεθήσομαι
115 κρεῖττον ἔχων τὴν σφῶν τε μορφὴν εἰκόνος
116 ξανθὸν φέρων τὸ εἶδος, ἀλλὰ πρὸς βραχὺ
117 ὀφθήσομαι μέλας δὲ ποικιλόχρωμος
118 βρύων χρυσόσπερμόν τε καὶ χρυσόζωμον,
119 ὃ καὶ χρύσανθον εἶδος [ἐκ] μετάλλου χρυσῆς
120 ποικιλόμορφον ὠχρὸν ἀργυρόχρυσον
121 χρυσάργυρον ξανθόχρουν αὖθις πόρφυρον.
122 ὡς κιτρινοπράσιόν τε πυρ[ρ]οφεγγίτης
123 χρυσοῦ κόραλλός εἰμι ταύτας ἐκφέρων
124 τὰς χροιὰς ἄνθη πάντα καὶ χλοηφορῶ.
125 ὅταν δὲ ἴδῃς ταύτας εἰς τὸ ἐμφανὲς
126 μορφῆς ἐμῆς τὰς χροιὰς ἐκμορφουμένας,
127 πρόσελθε γεννηθέντι παιδίῳ νέῳ
128 ἐμοὶ μελάνσει ὄντι ὡς κεκρυμμένῳ
129 σκότει ἀφαύστῳ οἷα καὶ τῇ ἀχλύϊ,
130 ἀλλ’ ἔνδον ἐκστίλβοντι καὶ κεκασμένῳ.
131 γάλακτι ἐκθήλαζε μασθῶν μητρῴων
132 θηλῆς ἀμέλγων γάλακτος πότιζέ με,
133 θρέψον με μικρὰ μικρά· νήπιος πέλω,
134 ἕως ἂν ἔλθῃ ἰσχὺς ἐκτρέφουσά με,
135 ἄγουσα εἰς ἀνδρεῖον εὖ ῥυθμὸν μελῶν,
136 εἰς σχῆμα δ’ αὖ τέλειον εὔμορφον πάνυ.
137 ἐγὼ γὰρ ἁδρυνθεὶς μὲν λεπτυνθήσομαι,
138 τραφεὶς λίαν ξιφικῶς ἀκμάσω νέος
139 τῇ ποιότητι τεσσάρων τῶν στοχείων
140 καὶ ἐν νέφει ὡς λεπτὸς ἀτμὸς ἵζομαι.
141 ἀὴρ γὰρ εἰς κόλπους με θάλπων βαστάσει,
142 ἔνδον δέ μου ἔχων πῦρ ὑψωθήσομαι,
143 ἀρθεὶς ἕως εἰς ὕψος ὄμβρος ἔσομαι,
144 οἵη τε γέα ξηρὰ θεῖόν μου νᾶμα
145 φύτλης ἐμῆς γεννηθέν, ὥσθ’ ὑπερφυῶς
146 τῶν στοιχείων τὴν ποιὰν εὐκρατῶς ἔχειν
147 κατακλύσαι ἀρδείᾳ γῆν, ἐκβλαστάνειν
148 χλοηφόρους παντοίας ἀνθῶν ἰδέας.
149 πυκνούμενος γὰρ ἀτμὸς ἐκ γῆς εἰς νέφος
150 ἐξ ὑγρᾶς οὐσίας τε θᾶττον γίνεται
151 ὕδωρ βρέχον τὴν γαῖαν, [ἐκ] βλαστάνει γένη
152 τῶν ἀνθέων παντοῖα καὶ καρποφορεῖ.
153 οὕτως γὰρ ἡ τῆς ξηρᾶς ἐκλυθήσεται
154 φύσις πρὸς ὑγρὰν ἐκρέουσα καὶ νᾶμα
155 ὑπερφυῶς εἰς θεῖον ἐκτραπήσεται
156 καὶ τὴν μέλανσιν λευκότητα ποιέει.
157 αὕτη γὰρ ἡ λεύκωσίς ἐστι δευτέρα,
158 ἥνπερ ποθοῦσι τῶν σοφῶν ἀνδρῶν γόνος
159 ἰδεῖν, ὅταν μέλανσις ἐκ γαίας τραφῇ
160 τῆς ὥσπερ οὔσης νεκρᾶς ἐξ ὕλης πάχους
161 εἰς φαιδρὸν ὄμμα λευκότητος ὡς χιὼν
162 τὸ θεῖον ἐκβλύζουσα νέκταρ ἐκ μέσου
163 τῆς γαίας ὡς φέρουσα τὸ ζητούμενον
164 ἀφροσελήνης ξανθὸν ἐντὸς γαστέρος.
165 τὸ κάλλος ἐξαστράπτον αὐγὰς ἐκφέρει,
166 λευκὴν μὲν ὄψιν δεικνὺς ἔκστιλβον πάνυ
167 χρυσάνθιον κόραλλον ἀλλ’ ἀσώματον
168 εὐειδὲς εὐέκλαμπρον ἀστραπήχροον
169 ζώνας χρυσιζούσας τε καὶ χλοηφόρους,
170 πέμπον σέλας καὶ λάμψιν αὖθις ἡλίου
171 λεύκωσιν ὡς κάλυμμα ἔξωθεν φέρον,
172 ἔνδον δὲ τοῖς βλέπουσιν ὥσπερ πυρφόρος
173 λαμπτὴρ φλογηφόρος τε φεγγίτης μέγας
174 τὰς τῶν λίθων ποικίλας ἐκπέμπων χροὰς,
175 ὡς ἄμπελον χλωρὸν μὲν εἶδος τῶν φύλλων
176 ὡραῖον εὐειδὲς μὲν ἄνθος βλαστάνων,
177 ἐκ τεττάρων κλάδων δὲ συνηνωμένων
178 ὁμοῦ μίαν πρὸς ῥίζαν εὔκαρπον φέρειν
179 πέπειρον ἀρδευθέντα βότρυν ὡς μέλι
180 τὴν ποιότητα γεύσεως κεκτημένον
181 λευκὸν πάνυ πρόσχημα καὶ μορφὴν ἔχει.
182 οὗτος δὲ λευκὸς βότρυς εὐθαλὴς πέλων
183 λειούμενος ταῖς χερσὶν οἶνον βλυστάνει
184 πυρρὸν μὲν ὥσπερ αἷμα, γεύσει εὔκρατον,
185 εὔοσμον, ἐξ οὗ βάπτεται ἡ πορφύρα
186 τῇ κογχύλῃ μιχθεῖσα πόντου ἐκ μέσου,
187 ἐρυθρά. ὥσπερ ἀτμὸς εἰς νέφος θέ[σ]ει,
188 ἀνέρχεται γὰρ ἐκ θαλάσσης ἐκφᾶναι
189 νυμφοστολούσης παρθένου φαιδρὸν γάλα
190 βρέφους νέου τεχθέντος εἰς διατροφήν.
191 ἁδρυνθὲν ἔσται γὰρ τεκούσῃ 〈σύ〉ζυγος,
192 ζευχθεὶς δὲ ταύτῃ αὖθις ὡς νικηφόρος
193 ὀφθήσεται τὸ θῆλυ ἐκκαλούμενος
194 πρὸς συμπλοκῆς ἕνωσιν εἰς συνουσίαν.
195 ταύτης ἑνωθείσης δὲ φαιδρῶς ἄρρενι
196 πρὸς δευτέραν πλοκήν τε καὶ μῖξιν πάλιν
197 ἔσται ὅλως ἔκστιλβος, ἀχλὺν τοῦ σκότους,
198 ὕλην γεώδη ἐκβάλλουσα εἰς τέλος
199 καὶ μίγνυται εἰς ζεῦξιν, οὐκ ἀφίσταται
200 τῇ δευτέρᾳ πλοκῇ τε θᾶττον ἐκτελεῖ
201 πρώτης κλειδὸς πλήρωσιν ὡς καὶ τὸ στέφος
202 λευκώσεως πληροῦσα ἔργον δευτέρας
203 χρῄζουσα μηδὲν εἰς τελείωσιν πάλιν
204 τὸ σῶμα λευκαίνειν πᾶν, οἷον καὶ θέλει,
205 τῶν τεσσάρων βάπτουσα σωμάτων φύσιν,
206 λευκὴν φέρουσα καὶ διώκουσα σκότος
207 τὸ ἐμφωλεῦον ὡς κάλυμμα ἀχλύος
208 ἔκστιλβον ἔκλαμπρόν τε δείκνυσι, πλέον
209 φωτὸς σελήνης ταῦτα λευκαίνει ὅλα
210 νικῶντα λευκότητι λεύκωσιν πᾶσαν.
211 ἑξῆς τε δευτέρα κλεὶς ἄρχεται πάλιν
212 ξανθώσεως λεύκωσιν εἰς ξανθὸν φέρειν
213 ξανθόν τε δεικνύουσα τῆς μορφῆς ὅλον.
214 ἐργάζεται γὰρ αὖθις ὥσπερ καὶ πάλαι.
215 οὕτως γὰρ ἡ ξάνθωσις εἰς πέρας φέρει
216 ἄριστον ἐκπλήρωμα κεκοσμημένον
217 πληρουμένων τῶν βαθμῶν εἱρμὸν καὶ τέλος.
218 ὥσπερ γὰρ ἡ λεύκωσις οὕτως γίνεται
219 ξανθώσεως τὸ ἔργον ἐκπληρούμενον,
220 εἰς κέρδος ὄλβιόν τε τὸν κόπον φέρει
221 καὶ χαρμονὴν πάμπλουτον, ἐξάγει κόπους,
222 πάροιθεν οὓς ἔσπειρας, ὥστε πλουσίως
223 τῶν δραγμάτων πλέον μὲν ἐκφέρειν φόρους
224 καὶ δεικνύει τὸν μισθὸν εὐφραδέστατον
225 εἰς ἐκβολὴν πενίας αὖθις εὕρεσιν
226 πλούτου τε καὶ ὄνησιν ἔνθεον βίῳ.
227 οὕτω γὰρ εὐπραγοῦντες ὀφθῶμεν σοφοὶ
228 χρῄζοντες ὧδε μηδὲν ἔκ τινος βροτοῦ,
229 μὴ ἀσχολούμενοι δὲ πάμπαν ἐν βίῳ,
230 ἀλλ’ ἢ θεῷ λατρείας αἶνον προσφέρειν,
231 στέργειν ποθεῖν τε τρυφὴν ἡτοιμασμένην
232 ἄπονον χαρὰν καὶ δόξαν, ἔνθεον χάριν,
233 πτωχοῖς νέμειν δέοντα καὶ πάντας θέλειν
234 σώζειν τε καὶ λύτρωσιν ἐξ ὀργῆς νέμειν
235 καὶ χεῖρα συμπαθείας ἐκιείνειν πᾶσιν
236 καὶ εὐπραγεῖν καὶ μηδὲν ἔκφαυλον λέγειν
237 ἢ τεκταίνεσθαι σκάνδαλόν τι εἰς πέλας,
238 ἀλλ’ εὐφρονεῖν εἰς πάντας εὐπροσηγόρους
239 εἶναι θέλοντας, κλῆρον ὄλβιον μέγαν
240 ζωῆς ἔχειν μιμητὰς ἔργοις ἐνθέοις
241 τοῦ δεσπότου Χριστοῖο θείῳ ἐν λόγῳ
242 πράξει τε φωσφοροῦντας εἶναι ὡς σέλας,
243 μηδὲν λέγειν εἰς πρᾶξιν, ἀλλ’ ἐπιφρονεῖν,
244 πένητας εὐποιΐᾳ συμπαθεῖν, ὅπως
245 τὸν πλοῦτον ἐκκενοῦντες εἰς αὐτοὺς ῥᾷον
246 εὕρωμεν ἔργων μισθὸν ἡτοιμασμένον
247 ἐντεῦθεν ἐκδημοῦντες ὡς ἄνδρες σοφοί.
248 οὗτος γάρ ἐστιν εὐσεβείας ἔνθεος
249 ἀγὼν πόθος τε θερμὸς εἰς θεότροπον
250 ζῆλον τελούμενος ἀνδρείᾳ 〈τῶν〉 φρενῶν
251 καὶ σώματος κάθαρσις ὥσπερ καὶ ψυχῆς.
252 οὕτως γὰρ εὐπραγοῦντες ἀξιόκλεοι
253 ἐσόμεθα πρὸς Χριστὸν ὡς καὶ τῷ στέφει
254 στεφηφοροῦντες αὖθις ἐσθλῶν πράξεων
255 σκηπτουχίας τῶν κλήρων ἀξιούμεθα
256 ἐκλάμψεως εἰς δόξαν αἴγλης καὶ φάους
257 τιμῆς σέβας εὔκλειαν εὐσεβεστάτοις
258 ἄναξι πιστοῖς προσφέροντες ἐντίμως
259 τοῖς τὸ κράτος καὶ σκῆπτρα γῆς πιστουμένοις,
260 ὡς χριστολάτραις οὖσι δόξης ἐμπλέοις,
261 ὑμνοῦντες εὐλογοῦντες αἰνοῦντες θεὸν
262 ὑπέρθεον, τὸν φωτὸς ὄντα αἴτιον,
263 ζωῆς χορηγὸν καὶ θέλοντα τοὺς βροτοὺς
264 λύτρωσιν εὑρεῖν ὥσπερ ἀμπλακημάτων,
265 οὕτως τυχεῖν μέλλουσαν εὔκλειαν πάλιν,
266 καὶ προσφέρειν λατρείαν αὐτῷ τῷ μόνῳ
267 θεῷ λόγῳ σὺν πατρὶ θείῳ πνεύματι
268 εἰς κυκλικοὺς αἰῶνας αἰώνων ἀμήν.
269 στίχοι σξηʹ.