eul_wid: vta-aeb
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Iliad: Book II by Scholia on the Iliad and Odyssey

Trachis, the Titaresius flowing over the Peneus like oil, and Prothoos's Magnesians head these scholia on Book II, in a run of notes on the Catalogue of Ships. The portent at Aulis brings Chaeris's accent for the sparrow and Zenodotus's reading for the chicks' cry, and the Trojan Catalogue brings notes on the Carian who went to war in gold like a girl, on Sarpedon, and on the eddying Xanthus.

Part of Scholia on the Iliad

γένωνται: ἢ κοινῶς «γένηται».

ἐγγυαλίζει: … «ἐγγυαλίζει».

ἀγήραον: Ἀρίσταρχος «ἀγήρων».

ποτῶνται:........

ποτῶνται ει …

βῆ φεύγων: ἔν τισι «βῆ φεύγειν».

ἄγεν τρεῖς νῆας: Ἀρίσταρχος «ἄγε» διὰ τὸ ε …

συμφωνο …

Τρηχεῖνʼ ἐνέμοντο: Ἀρίσταρχος Ἰακῶς «Τρηχεῖνα νέμοντο».

ἀνστήσεσθαι: Ἀρίσταρχος «ἀνστής …

ὁ δʼ ἄρα πρότερος: Ἀρίσταρχος «ὁ δʼ ἅμα πρότερος».

ἔργʼ ἐνέμοντο: … «ἔργα νέμοντο».

φέρτερος ἦεν: ἔν τισι «φέρτερος ἦεν».

χωομένωι: Ἀρίσταρχος ὅτι τινὲς «χωόμενος» ὡς ἀπʼ ἄλλης

ἀρχῆς.

ἦ μὲν δή: Ἀρίσταρχος «ἦ δὴ μέν».

Γυγαίη τέκε: ἔν τισι «Γυραίη τέκε».

… οἵ τʼ ἀμφʼ ἱμερτὸν Τιταρήσιον

ἔργ … νέμοντο: ἱμερτόν

ἐπιθυμητόν. ὅς ῥʼ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ:

ὁ Τιταρήσιος ποταμὸς ἔχων τὴν πηγὴν ἀπὸ τοῦ Τιταρίου ὄρους ἐκ τοῦ Στυγὸς ὕδατος

ἐπιρρέων τῶι Πηνειῶι οὐ συμμισγ … ὥσπερ ἔλαιον ἐπιρρεῖ

τὸν Πηνειόν. λέγεται δὲ δι … ἢ διὰ τὸ τὸν Πηνειὸν

θολερὸν εἶναι, τοῖς δὲ Τιταρησίου … Τέμπη ἑκατέρωθεν — εἶναι — τοῦ Πηνειοῦ, ἅ ἐστι δενδρηισου … σκιάζει τὸν ποταμὸν

ὥστε τὸν ἀέρα μὴ ὁρᾶσθαι διὰ τὴν

σκιάν. Μαγνήτων δʼ ἦρχε Πρόθοος Τενδρηδόνος

υἱός: ἡ Μαγνησία χώρα ὠνόμασ-

ται … οἳ περὶ Πηνειὸν καὶ

Πήλιον εἰνοσίφυλλον: κινησίφυλλον· … ακολουθοῦντος βούλεται

τὸ σύνδενδρον δηλοῦν.

ἵπποι μὲν μέγʼ ἄρισται: τὸ σημεῖον ὅτι πρὸς τὸ δεύτερον

πρότερον ἀπήντησεν. τὴν δʼ ἀπολογίαν τοῦ ποιητοῦ ἐντεῦθεν ὁ Ἀρίσταρχος πεποίηται

πρὸς Πραξιφάνην· ἐκεῖνος γὰρ … παρηγορικῶς ὡμιληκότα τῆι μητρὶ κατὰ … περὶ Τηλεμάχου καὶ Πηνελόπης ἐρωτῆσαι, ἐπειδήπερ ὡς ἔνι μάλιστα … ἀπουσίαι. ἡ δέ, φησίν,

ἡ Ἀντίκλεια συνετωτάτη … γίνεται· διʼ ἣν αἰτίαν ὁ Ἀρίσταρχος δεικνὺς ὁ … ει ἡ Ἀντίκλεια. σημειοῦται δὲ ὅτι διὰ παντὸς … πρότερος ἀπήντα κατὰ

ἰδίαν συνήθειαν. τὰς Εὔμηλος ἔλαυνε ποδώκεας ὄρνιθας ὥς: ὄρνιθας ὥς,

ὡς ὄρνιθας, οὕτως ταχη-

… μενα. ὄτριχας

οἰέτεας σταφύληι ἐπὶ νῶτον ἐΐσας: ὄτριχας ὁμότριχας, οἰέτεας ἰσοετεῖς, σταφύληι ἐπὶ νῶτον ἐΐσας οὕτως ἴσας τοῖς νώτοις ὥστε σταφύληι ἀφισοῦσθαι. σταφύλη δέ ἐστιν ὁ λαοξοϊκὸς διαβήτης, ὃς ἔχει ἐπʼ αὐτοῦ σπάρτον καὶ ἐπʼ

ἄκρου τοῦ σπάρτου μολύβιον ἐξημμένον, ὧι μετροῦσι τὴν ἰσότητα. σταφύλην δὲ ὠνόμασεν,

ἐπεὶ τὸ

μολύβιόν — ἐστι — ἀσταφίδι ψυκτῆι ὅμοιον. τὰς ἐμ Πηρείηι

θρέψʼ ἀργυρότοξος Ἀπόλλων: … ἔνιοι δὲ ἀγνοοῦντες γράφουσιν «τὰς

ἐμ Πιερίηι» πλανώμενοι, ἐπεὶ ἡ μὲν Πιερία τῆς Μακεδονίας, ἡ δὲ Πήρεια τῆς

Θεσσαλίας. ἄμφω θηλείας φόβον Ἄρηος φορεούσας: τὸ σημεῖον πρὸς τὸν

φόβον ὅτι τὴν τοῦ Ἄρεως φυγὴν σημαίνει, τουτέστιν τὴν ἐκ τοῦ πολέμου φυγὴν

ὑπομενούσας … οι ἔλαβον ἐπικεχαράχθαι αὐταῖς πρόσωπον, ὅ — ἐστι — φόβου σημεῖον … καλων τὸ ἐμ παρατάξει ἵππους θηλείας

ἔχειν· οἱ γὰρ ἄρσενες … ουρίζονται, αἱ δὲ θήλειαι οὐδὲν

τούτων ποιοῦσιν. ἔτι δὲ … ἐν τῶι φυγεῖν χρησιμεύουσιν, ὅθεν καὶ

ἐπὶ τῶν τοῦ Αἰνεία φησίν· «οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο κραιπνὰ μάλʼ ἔνθα

καὶ ἔνθα διωκέμεν

ἠδὲ φέβεσθαι.» λωτὸν ἐρεπτόμενοι ἐλεόθρεπτόν τε σέλινον: λωτὸν ἐρεπτόμενοι οἷον λωτὸν ἀναρπάζοντες. λωτὸν δὲ ἤτοι

τὸν παρʼ ἡμῖν λεγόμενον μελίλωτον ἢ καὶ ἄλλο ὅμοιόν τι τούτωι ἔδεσμα. ἐλεόθρεπτον δὲ σέλινον τὸ

ἐξ ἕλους … ἕστασαν· ἅρματα δʼ αὖ

πεπυκασμένα κεῖτο ἀνάκτων … πεπυκασμένα. ἐκ δὲ τούτου τὰ

ἐπιμελείας κα-

θηκούσης … φοίτων ἔνθα καὶ ἔνθα

κατὰ στρατόν: φοιτᾶν — ἐστι — τὸ αἰεὶ

ἐπὶ τοῦ αὐτοῦ τόπου ἐνθουσιωδῶς ὁρμᾶν. οἱ δʼ ἄρʼ ἴσαν ὡς εἴ

τε πυρὶ χθὼν πᾶσα νέμοιτο: οὕτως δὲ ἐπορεύοντο ὥστε δόξαι ὅτι καθʼ ὅλην τὴν γῆν πῦρ κατανέμεται. τοῦτο δὲ δεῖ λαβεῖν πρὸς τὸ ἄνω τὸ «ἵπποι θʼ οἳ φορέεσκον ἀμύμονα», οἱ δʼ

ἄρʼ ἴσαν ὡς εἴ τε πυρὶ χθών. τὰ δὲ λοιπὰ πα-

ραναπεφώνηται. γαῖα δʼ ὑπεστενάχιζε Διῒ ὣς τερπικεραύνωι

χωομένωι, ὅτε τʼ ἀμφὶ Τυφωέϊ γαῖαν ἱμάσσηι: ἡ δὲ γῆ οὕτως ὑπέστενεν ὡς ὅτε περὶ τῶι

Τυφωέϊ χωόμενος ὁ Ζεὺς ἔπλησσεν αὐτήν· ἱμάσσαι γὰρ κυρίως — ἐστὶ — τὸ ἱμάντι πλῆξαι,

καταχρηστικῶς δὲ ὁπωσδήποτε. τὸ δὲ σημεῖον πρὸς τὸ χωομένωι ὅτι νῦν τὸ χολουμένωι δηλοῖ. ἐσχη-

μάτικε δὲ τα Τυφωέα ἀπὸ τῆς Τυφωεύς. εἰν Ἀρίμοις, ὅθι φασὶ

Τυφωέος ἔμμεναι εὐνάς: Ἄριμα τῆς Πισιδίας — ἐστίν —, ὑφʼ οἷς δοκεῖ ὁ Τυφὼς

— εἶναι — καθʼ Ὅμηρον. οἱ μέντοι γε νεώτεροι ὑπὸ τὴν Αἴτνην τὸ ἐν Σικελίαι ὄρος φασὶν αὐτὸν — εἶναι —, ὧν

Πίνδαρος· «κείνωι μὲν

Αἴτνα δεσμὸς ὑπερφίαλος ἀμφίκειται». ὣς ἄρα τῶν ὑπὸ ποσσὶ

μέγα στεναχίζετο γαῖα: ὣς ἄρα τῶν οὕτως τούτων. μέγα ἀντὶ τοῦ

μεγάλως. στεναχίζετο ἀντὶ τοῦ ἔστενεν, τῶι παθητικῶι ἀντὶ τοῦ ἐνεργητικοῦ. ὁ δὲ λόγος οὕτως,

τούτων ὑπὸ τοῖς

ποσσὶν μεγάλως ἔστενεν ἡ γῆ. ἐρχομένων. μάλα δʼ ὦκα διέπρησσον πεδίοιο: ἡ διπλῆ ὅτι ἐλλείπει ἡ διά πρόθεσις. ὦκα δὲ ἀντὶ τοῦ ὠκέως· ὠκέως

δὲ διέπρησ-

σον διὰ πεδίοιο. πὰρ Διὸς αἰγιόχοιο σὺν ἀγγελίηι ἀλεγεινῆι:

ἀλεγεινῆι τὴν ἄλγος ἐ-

πιφέρουσαν. οἱ δʼ ἀγορὰς ἀγόρευον ἐπὶ Πριάμοιο: οἷον

μύθους ἔλεγον, μύθους ἐμυθοῦντο. δεῖ δὲ νοεῖν ὅτι κατʼ αὐτὸν τὸν χρόνον τοῦ ὀνείρου ἔτι καὶ

αὕτη ἀπέσταλται. ὁ δὲ ποιητὴς διηγηματικὸς ὤν, οὐ δυνάμενος ἅπαντα εἰπεῖν, τὰ κατὰ τὸν

χρόνον πραχθέντα

παρὰ μέρος εἴρηκεν. ἀγχοῦ δʼ ἱσταμένη προσέφη πόδας ὠκέα

Ἶρις: ἱσταμένη ἀντὶ

τοῦ στᾶσα. … εἴσατο δὲ φθογγὴν ὑεῖ Πριάμοιο

Πολίτηι, —ὃς Τρώων σκοπὸς ἷζε ποδωκείηισι πεποιθώς, —τύμβωι ἐπʼ ἀκροτάτωι Αἰσυιήταο γέροντος· —τῶι σφιν ἐεισαμένη μετέφη πόδας ὠκέα Ἶρις: ἀθετεῖ τούτους Ἀρίσταρχος, ὅτι

πρῶτον μὲν οὐδέποτε ὑπὸ Διὸς πεμπομένη ἡ Ἶρις ὁμοιοῦταί τινι, ἀλλʼ αἰεὶ αὐτοπρόσωπος παραγίνεται. ἔτι δὲ καὶ ἡ ὑπόκρισις ἀπίθανος· εἰ γὰρ ἕνεκα τοῦ ψιλῶς

εἰπεῖν ὅτι ἔρχονται παρῆκται ἡ Ἶρις, τοῦτο καὶ ὁ Πολίτης ἠδύνατο ποιῆσαι· εἰ δὲ πρὸς τοῦτο, ἵνα οἱ

πρότερον μὴ τολμῶντες ἐξελθεῖν ἐξέλθωσιν, ἡ Ἶρις ἔστω λέγουσα ὡς καὶ παρὰ τοῦ Διὸς

ἀπεσταλμένη. ὅτι δὲ Ὅμηρος, ὅταν τινὰ εἰκάζηι τινί, καὶ τοὺς πρέποντας λόγους

περιτίθησιν, δῆλον. ἡ γοῦν ἀρχὴ οὐ Πολίτου — ἐστίν —, ἀλλʼ ὑπὲρ τὸν Πολίτην· φησὶ γάρ

«ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν». τοῦτο εἰ μὲν ἡ Ἶρις λέγουσα, πρεπόντως ἔχει, εἰ

δὲ ὁ υἱὸς πατρί, ἀπρεπῶς· ἔδει γὰρ λέγειν «ὦ πάτερ». καὶ τὸ «μῦθοι φίλοι ἄκριτοί εἰσιν», ὅ — ἐστιν — ἀχώριστοι· κρῖναι γὰρ τὸ χωρίσαι· καὶ τοῦτο οὐ Πολίτου πρὸς πατέρα·

ἀκουοντ … ς λέγειν ἔοικεν· ἀλλὰ μᾶλ-

λον τῆς Ἴριδος. ὥς τέ ποτʼ εἰρήνης· πόλεμος δʼ ἀλίαστος

ὄρωρεν: ἀλίαστος ἀνέκκλιτος, ἀναπότρεπτος, ὃν οὐ ῥάιδιόν — ἐστιν — ἐκκλῖναι· καὶ γὰρ

ἐν ἄλλοις «νόσφι λιασθείς», τοῦ-

το — ἔστι — χωρὶς ἐκκλίνων. ἦ μὲν δὴ μάλα πολλὰ μάχας εἰσήλυθον ἀνδρῶν: καὶ τοῦτο δὲ ἀπεοικὸς Πολίτηι λέγειν, τῆι δὲ Ἴριδι προσῆκον, ὅτι αἰεί

ποτέ — ἐστιν —

ἐμ πολέμοις, ἐκεῖνος δὲ οὔ. ἀλλʼ οὔ πω τοιόνδε τοσόνδε τε

λαὸν ὄπωπα: καὶ οὗτος δὲ τῆς αὐτῆς ἐννοίας ἔχεται ὥστε, εἰ μὲν ἡ Ἶρις ἡ λέγουσα αὐτοπρόσωπος, οἰκείως ἔχειν, εἰ δὲ Πολίτης, ἀπίθανον. πότε γὰρ

εἶδε λαόν, ὃς ἄξιός — ἐστι — θαυμασμοῦ; ἐπίστασθαι οὖν Ἴριδι οἰκεῖον, Πολίτηι δὲ οὐ

πρέπον λίην γὰρ φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν: …

… εἰ γὰρ ὑπὸ Ἴ-

ριδος λέγοιτο, ἔχοι ἂν πρεπόντως, εἰ δὲ Πολίτης λέγει, οὔ. ἔρχονται πεδίοιο μαχησόμενοι περὶ ἄστυ: τὸ σημεῖον ὅτι ἐλλείπει πάλιν ἡ διά

πρόθεσις. Ἕκτορ, σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι, ὧδε δὲ ῥέξαι: κ …

… πρεσβύτερον ὄντα ἀδελφὸν ἀπίθανον· ἔδει γὰρ εἰπεῖν …

… εἰ αὐτοπρόσωπος ἡ Ἶρις παραγίνεται. καὶ γὰρ λέγει . …

… τουτ … ῥέξαι πρᾶξαι. ἀπίθανον οὖν ἀδελφῶι πρεβυτέρωι

νεώτερον ἐπιτάσσειν. ἕνεκεν τούτων πάντων ἠθέτησεν ὁ Ἀρίσταρχος τοὺς

στίχους. ἄλλη δʼ ἄλλων γλῶσσα πολυσπερέων ἀνθρώπων: …

… τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω οἷσί περ ἄρχει: τούτοις δὲ ἕκαστος ἐπιτασσέτω, ὧν ἄρχει· … σημαίνειν τὸ ἐπιτάσσειν. φαίνεται δὲ πάλιν ἐπιτάσσειν ὁ Πολίτης …

… οἰ-

κεῖον ὑπὸ αὐτοῦ λέγεσθαι, ἀλλʼ ὑπὸ Ἴριδος. τῶν δʼ ἐξηγείσθω

κοσμησάμενος πολιήτας: τούτων δʼ ἡγείσθω διατάξας ἕκαστος τοὺς πο-

λίτας. ὣς ἔφαθʼ, Ἕκτωρ δʼ οὔ τι θεᾶς ἔπος ἠγνοίησεν: τοῦτο

ἀμφίβολον· ἕτερον μὲν γὰρ σημαίνει, οἷον ἔγνω ὅτι θεᾶς — ἐστιν — ἔπος, ἕτερον δὲ οὐκ ἠγνόησεν τὸ

τῆς θεᾶς ἔπος, οἷον οὐκ ἠφροντίστησεν· ὃ καὶ μᾶλλον· ὅτι μὲν γὰρ ἐξ …

… αὐτὴν ὁμοιοῦσθαι, αὐτόπτιν δὲ λέγειν, δῆλον ἐκ τῶν προειρημένων.

τῆς δὲ λεγούσης ὡς

γινωσκομένης ὅτι Ἶρίς — ἐστι —, πάλι μὴ ἀγνοεῖσθαι τὸ ἔπος. πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός: τὸ σημεῖον πρὸς τοῦτο ὅτι τὴν πύλην πληθυν-

τικῶς εἴρηκεν. ἔστι δέ τις προπάροιθε πόλιος αἰπεῖα κολώνη: τοῦτο ὁ ποιητὴς

… ἐκ δὲ τούτου τὸν αὐτόπτην ἐνδείκνυσι. κολώνη — ἐστὶ — πᾶν ἀνά-

στημα γῆς. ἐν πεδίωι ἀπάνευθε περίδρομος ἔνθα καὶ ἔνθα: ἀπάνευθε χωρὶς σημαίνει

ὡς «εἵως μέν ῥʼ ἀπάνευ-

θε θεοὶ θνητῶν ἔσαν ἀνδρῶν». τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δέ τε σῆμα πολυσκάρθμοιο Μυρίνης: ταύτην …

… γυναῖκα, οἱ δὲ οὔ, ἀλλὰ μίαν τῶν Ἀμαζονίδων …

… πολύσκαρθμον δὲ αὐτὴν εἴρηκεν τὴν πολυσκάριστον· σκαρθμὸς γὰρ ἡ τῶν

ποδῶν κίνησις. ἔνθα τότε Τρῶές τε διέκριθεν ἠδʼ ἐπίκουροι: ἔνθα ὅπου, …

… Τρωσὶ μὲν ἡγεμόνευε μέγας κορυθαίολος Ἕκτωρ: τὸ σημεῖον

πρὸς τὴν ἐναλλαγὴν τῆς πτώσεως, ὅτι εἴρηκεν Τρωσὶν ἀντὶ τοῦ Τρώων, ὁμοίως τῶι «Τρωσὶν

μὲν προμάχιζεν Ἀλέξανδρος θεοειδής». κορυθαίολος δέ — ἐστιν — ἤτοι ὁ ποικίλην …

… αἰόλον γὰρ τὸ ποικίλον· ἢ καὶ ὁ ἐν τῆι περικεφαλαίαι ὀξέως …

… εὐθετεῖ γὰρ καὶ ἐπὶ τοῦ ὀξέος καὶ εὐστραφοῦς τὸ αἰόλον, οἷον ὅταν

λέγηι· «ἔνθα ἴδον πλείσ- τους Φρύγας ἀνέρας αἰολοπώλους». ὅθεν Ἀλκαῖος ἀμφοτερ …

… λέγων οὕτως· «καὶ χρυσοπάσταν τὰν κυνίαν ἔχων ἔλαφρα π …

…

ζων. Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο: τὸ

σημεῖον ὅτι … τοὺς Τρῶας διέσταλκεν τῶν Δαρδάνων. τὸ δὲ ἑξῆς — ἐστι —

Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο «Αἰνείας», «οὐκ οἶος», τὰ δὲ λοιπὰ …

… τὴν

εὐγένειαν. οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης:

τὴν ὑπώρειαν, τὸν ἔσχα-

τον πόδα τῆς Ἴδης. ἀφνειοί, πίνοντες ὕδωρ μέλαν

Αἰσήποιο: …

ε … λ … «μέλαν Ἀνδείροιο». Πάνδαρος, ὧι καὶ τόξον

Ἀπόλλων αὐτὸς ἔδωκεν: … ν … νοητέον ἐκ του … τὴν τοξικὴν …

… σεν· αὐτὸς γὰρ ἑαυτῶι ἐποίησεν

ἄλλοι: ὅτι Ζηνόδοτος γράφει «ὦλλοι». ὁ δὲ ποιητὴς ἀσυνάρθρως ἐκφέρει.

Ζηνόδοτος «ὦλλοι» γράφει, κακῶς· ἐλλείπει γὰρ ὁ ποιητὴς τοῖς ἄρθροις ἀεί.

θεοί τε καὶ ἀνέρες: ὅτι μετὰ θεὸν ἄνθρωπος· καὶ ἀπὸ τοῦ ἀνδρὸς τὸ πᾶν γένος.

ἱπποκορυσταί: οὓς ἀγρυπνεῖν ἔδει διὰ τὴν τοῦ πολέμου πρόνοιαν. οἱ δὲ τοὺς βασιλεῖς ἤκουον.

θεοὶ—παννύχιοι: ἀπὸ κοινοῦ τὸ παννύχιοι.

παννύχιοι: πῶς ἐν τῇ Α εἰπὼν—τῆς νυκτός, ὡς οἱ ἄλλοι, μεριμνῶν.

Δία δʼ οὐκ ἔχε: καὶ πῶς φησιν «ἔνθα καθεῦδʼ ἀναβάς» λύοιτο δʼ ἂν κατὰ λέξιν· τὸ γὰρ εὕδειν, ἰαύειν, κοιμᾶσθαι καὶ ἐπὶ ψιλῆς ἀνακλίσεως λαμβάνει, οἷον «πολλὰς μὲν ἀΰπνους νύκτας ἴαυον» καὶ «Εὐρυνόμη δʼ ἄρʼ ἐπὶ χλαῖναν βάλε κοιμηθέντι. ἔνθʼ Ὀδυσεὺς μνηστῆρσι κακὰ φρονέων ἐνὶ θυμῷ κεῖτʼ ἐγρηγορόων». ἢ οἱ μὲν ἄλλοι παννύχιοι εὗδον, ὁ δὲ Ζεὺς οὐ παννύχιος.

νήδυμος: ὅτι τὸ νήδυμος μετὰ τοῦ ν, καὶ οὐχὶ «ἥδυμος» — ὡς ἔνιοι — παρὰ τὸ ἡδύς, ὡς δῆλον ἐκ τοῦ «νήδυμος ἀμφιχυθείς». οἱ δὲ μεθʼ Ὅμηρον καὶ χωρὶς τοῦ ν λέγουσι· καὶ Ἀντίμαχος· «ἐπεί ῥά οἱ ἥδυμος ἐλθών», καὶ Σιμωνίδης· «οὗτος δέ τοι ἥδυμον ὕπνον ἔχων». ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι παράγωγον τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν.

νήδυμος: Ἀρίσταρχός φησιν ἐκ τοῦ δύνω δύμος καὶ ἐν ἐπεκτάσει νήδυμος — ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός· οὐ γὰρ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθύς — παρὰ τὴν νηδύν — ἢ ἀνώδυνος. ὅτι δὲ μετὰ τοῦ ν φησὶ «νήδυμος ἀμφιχυθείς».

καὶ δῆλον ὅτι παρὰ τὸ δύω ἢ δύνω ἐξέπιπτε ῥηματικὸν τὸ δύμος, καὶ κατὰ στέρησιν τοῦ νη ὁ νήδυμος ἐγίνετο — ὅθεν καὶ οἱ δίδυμοι δύο ἐκ μιᾶς καταδύσεως τῆς γαστρός —, καὶ οὐ παρὰ τὸ ἡδύς· λέξει γὰρ δασυνομένῃ οὐ συντίθησι τὸ νη. οἱ δέ, ὃν οὐ δυνατὸν ἀποδύσασθαι, ἢ ὁ βαθύς — παρὰ τὴν νηδύν — ἢ ὁ ἀνώδυνος.

ἀλλʼ ὅ γε μερμήριζε: ἐμερίμνα. διδάσκει δὲ μηδὲν ἀπερισκέπτως ποιεῖν· ὅτε γὰρ ἀμελεῖ, ἁλίσκεται, ὡς ἐν τῇ Ξ ἀπατᾶται ὑπὸ Ἥρας, καὶ ἐπὶ Ὀδυσσέως «στάσκεν, ὑπαὶ δὲ ἴδεσκεν». καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδος, εἰ πρακτέον, νῦν δὲ τὸ πῶς πρακτέον.

διδάσκει μηδὲν ἀπερισκέπτως ποιεῖν, ὥσπερ αὐτὸς ὑπὸ Ἥρας ἐν τῷ Ξ ἁλίσκεται, καὶ τοὺς ἄλλους, εἰ μὴ προγνοῖεν, ταὐτὸν πάσχειν οἰόμενος. καὶ πρῶτον μὲν ἐδίσταζεν ἐπὶ Θέτιδι, εἰ πρακτέον, νῦν δὲ τὸ πῶς πρακτέον.

ἀλλʼ ὅ γε μερμήριζε: διδάσκει ὅτι καὶ θεοῖς πρὸς σκέψιν εὔθετον νύξ, τούς τε ἄρχοντας οὐ παννυχίζειν δεῖ, καὶ παντὶ τρόπῳ τὰς ὑποσχέσεις πληροῦν. διὰ τοῦτο οἱ μὲν τοῦ Διὸς δεηθέντες καθεύδοντες αὐτῷ πεποίηνται, ἀγρυπνῶν δὲ ὁ ὑπεσχημένος προτιμῆσαι Ἀχιλλέα.

μερμήριζε: εἰς μέρη ἐμερίζετο· καὶ διάνοια μὲν ἡ ἑδραία, μέριμνα δὲ ἡ μεριζομένη.

μερμήριζε κατὰ φρένα, ὡς Ἀχιλῆα τιμήσῃ: βραχὺ διασταλτέον μετὰ τὸ φρένα καὶ τιμήσῃ.

τιμήσειʼ: τοῦτο εὐκτικόν, τὸ δὲ ὀλέσῃ ὑποτακτικόν, ὡς τὸ «χόλον τελέσειʼ Ἀγαμέμνων». στικτέον δὲ ἐν τῷ νηυσί· μόνους γὰρ τούτους ἀνελεῖν ἤθελε· διό φησιν· «ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν», ὥστε διωχθῆναι μέχρι νηῶν.

πολέας: ὅτι Ζηνόδοτος γράφει «πολύς». μόνα δὲ τὰ εἰς υς μονογενῆ δύναται παρὰ τὴν ἔκτασιν ἢ συστολὴν ἑνικὰ καὶ πληθυντικὰ γίνεσθαι, οἷον βότρῠς καὶ βότρῡς.

πολέας: ὡς ταχέας.

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή: πολλὰ προσκεψάμενος ταύτην εὗρε χρειώδη βουλήν. ἔστιν οὖν ὡς τὸ «αἱ δεύτεραί πως φροντίδες σοφώτεραι» καὶ «ἕτερος δέ με θυμὸς ἔρυκεν».

ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή: βραχὺ διασταλτέον κατὰ τὸ τέλος· μέρος γὰρ κατὰ τὸ ἐπιφερόμενον τῆς περιόδου.

πέμψαι ἐπʼ Ἀτρείδῃ: οὐκ ἀναστρέφεται ἡ πρόθεσις· αἱ γὰρ συναλειφόμεναι οὐκ ἀναστρέφονται, εἰς μονοσυλλαβίαν περιϊστάμεναι.

οὖλον: ὅτι οὐ τὸν μαλακόν, ἀλλὰ τὸν ὀλέθριον· πέμπεται γὰρ ἐπʼ ἀπίστῳ καὶ κακῷ.

οὖλον: τοῦτο κατὰ συμπάθειαν, ὡς «οὐλομένην», καὶ ἵνα ποθοῖμεν μαθεῖν, τί εἴργασται ὁ οὖλος ὄνειρος. Ἕκτορι δὲ Ἶρις πέμπεται ἀλλʼ οὐχὶ νῦν, ὅπως μὴ πρὸ τοῦ Καταλόγου ἡ ναυμαχία γένηται. ἢ οὖλον τὸν ἀσαφῆ καὶ ὕπουλον — εἰ μὴ ἄρα τὸν μαλακὸν λέγει, ἐπεὶ καὶ πρὸς αὐτὸν διαλεγόμενος οὕτω φησίν· «οὖλε» Β· καὶ Τρῶας γὰρ ἀπώλεσε θαρρήσαντας ὑπομεῖναι τὸν Ἀχιλλέα, ποιητικὸν δὲ τὸ πλάσσειν ὀνείρους. ἢ τὸν ἐπʼ ὀλέθρῳ πεμπόμενον. ἢ τὸν ὁλόκληρον, ὡς τὸ … «οὖλέ τε καὶ μέγα χαῖρε».

οὖλον ὄνειρον: δηλοῖ ἡ λέξις καὶ τὸν προσηνῆ—ὄλβια δοῖεν.

καί μιν φωνήσας: τὸ μίν τριγενές· νῦν ἀρσενικόν, θηλυκῶς δὲ ὡς τὸ «καί μιν ἔτισʼ, ὡς οὔτις ἐπὶ χθονὶ τίεται ἄλλη», καὶ οὐδέτερον ὡς τὸ «νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃ φορέουσιν», τὸ σκῆπτρον.

βάσκʼ ἴθι: Τυραννίων ὑφʼ ἕν, ὡς ἄπιθι. παραιτητέον δέ· τὰ γὰρ εἰς μι λήγοντα μετὰ προθέσεως φιλεῖ συντίθεσθαι, μετʼ ἄλλων δὲ λέξεων οὐκέτι. καὶ πάλιν τὰ διὰ τοῦ θι παραχθέντα κατʼ ἀρχὴν οὐ θέλει συντίθεσθαι. καὶ ἄμεινον ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο», «ὣς ἔφατʼ ἔκ τʼ ὀνόμαζε». καὶ Ἡρωδιανὸς μέν φησι τὸ ἴθι ἐνεστῶτα νῦν, Ἐπαφρόδιτος δὲ ἀόριστον. δύναται δὲ καὶ ἴθι ἐπίρρημα παρακελεύσεως εἶναι ἀντὶ τοῦ ἄγε ὡς τὸ «ἴθʼ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν»

βάσκʼ ἴθι: Ἡρωδιανὸς μὲν τὸ ἴθι ἐνεστῶτός φησι νῦν, Ἐπαφρόδιτος δὲ ἀορίστου. Τυραννίων δὲ ὑφʼ ἕν, ὡς ἄπιθι. ἄμεινον δὲ ταὐτολογίαν εἶναι ἐμφαίνουσαν τὴν ἔπειξιν. καὶ ἀλλαχοῦ «ἔλθοι καὶ ἵκοιτο» καὶ «ὣς ἔφατʼ ἔκ τʼ ὀνόμαζε.» καὶ πάνυ σφόδρα φασὶν Ἀττικοί. δύναται δὲ τὸ ἴθι καὶ ἐπίρρημα παρακελεύσεως εἶναι ἀντὶ τοῦ ἄγε, ὡς τὸ «ἴθʼ ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.»

βάσκʼ ἴθι: ὅτι παραλλήλως βάσκε καὶ ἴθι· ἰσοδυναμοῦσι γὰρ αἱ λέξεις.

βάσκʼ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· περίοδον γὰρ αὐτοτελῆ ὁ στίχος ἔχει, καὶ τὸ πρέπον τῆς ἐγκελεύσεως διὰ τοῦ ἀσυνδέτου φαίνεται.

ἐλθὼν ἐς κλισίην: ἀσύνδετος καὶ ἀρχοντικὸς ὁ λόγος.

πάντα μάλʼ ἀτρεκέως: διδάσκει τοὺς ἀγγέλους μὴ περισσὸν τῶν ἀκουομένων περιεργάζεσθαι.

ἀγορευέμεν: ὅτι ἀπαρεμφάτῳ χρῆται ἀντὶ προστακτικοῦ, ἀγορευέμεν ἀντὶ τοῦ ἀγόρευε.

ἀγορευέμεν: Ἀττικῶς· «φάσκειν Μυκήνας» ἐπιτέλλω δὲ ἀντὶ τοῦ ἐπιστέλλω.

θωρῆξαί ἑ: ἐγκλιτέον τὴν ἕ. θωρήσσεσθαι καὶ κορύσσεσθαι ἀπὸ τῶν ἡγεμονικῶν, ὡς «ὄμματα καὶ κεφαλήν, Ἄρεϊ δὲ ζώνην» καὶ ὁπλίζεσθαι δέ πού φησιν ὁ ποιητής.

κάρη κομόωντας: κομῶσι γὰρ Λάκωνες, ἀφʼ ὧν τὸ πᾶν Ἑλληνικόν, ἢ διὰ τὸ πρὸς τοὺς πολεμίους βλοσυρόν, ἢ πρὸς τὸ μὴ ὁμοιοῦσθαι τοῖς βαναύσοις, ἢ διὰ τὸ μὴ θλίβεσθαι ταῖς κόρυσι· Τρῶες γὰρ τιάρας ἐφόρουν. Σκύθαι δὲ πρῶτοι ἐκείραντο· διὸ καὶ ἀπεσκυθισμένοι λέγονται. κάρη κομόωντες, ἕκαστος τὸ ἴδιον κάρη, ὡς «ἀπὸ βλεφάροιϊν ὀλώλει».

κομόωντας: διαίρεσις. κάρη κομόωντας: ἕκαστος τὸ ἴδιον. ὅτι οἱ Τρῶες τιάρας ἐφόρουν.

κάρη κομόωντας: τῶν Ἑλλήνων τὸ παλαιὸν— ἀναθεῖναι τῷ Ἀπόλλωνι.

πανσυδίῃ: οὕτως διὰ τοῦ ν τὸ πανσυδίῃ ὁ Ἀρίσταρχος, καὶ τὰ παραπλήσια τούτοις «ἄνστησον» καὶ «τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν». κἀν ταῖς πλείοσι δὲ καὶ χαριεστέραις τῶν ἐκδόσεων κἀν τῇ Καλλιστράτου οὕτως εἶχον.

νῦν: τὸ νῦν τοὺς τρεῖς δηλοῖ χρόνους· «νῦν γὰρ δὴ γένος ἐστί»· «νῦν ὤλετο πᾶσα κατʼ ἄκρης»· «νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει».

ἕλοις: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ς, «ἕλοι». ἀπέστροφε δὲ τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς τὸν Ἀγαμέμνονα.

ἀμφὶς … φράζονται: διχογνωμοῦσι περὶ— ὑπὲρ Ἑλλήνων.

ἀμφίς: χωρίς.

ἐπέγναψεν γὰρ ἅπαντας: δῆλον ἐξ ὧν φησι περὶ Ἄρεος· «ὃς πρώην μὲν ἐμοί», καὶ Ἀπόλλωνος· «αἰὲν ἄπιστε».

ἀμβρόσιος: ἥδιστος αὐτῷ ἐστιν ὁ ὕπνος διὰ τὴν κατάπαυσιν τοῦ λοιμοῦ, ἐπεὶ ἐν ταῖς χρείαις ἀεὶ διαγρυπνεῖ.

στῆ δʼ ἄρʼ ὑπὲρ κεφαλῆς: ὑπὲρ κεφαλῆς ἵσταται ὡς τῶν αἰσθήσεων φθεγγόμενος πλησίον. αἱ δὲ αἰσθήσεις ἀπὸ τῆς βάσεως τοῦ ἐγκεφάλου τὴν ἀρχὴν ἔχουσιν.

Νηληΐῳ υἷϊ: τῷ Νέστορι ὡμοίωται ὡς συμβούλῳ καὶ φιλεταίρῳ, ὡς Ναυσικάᾳ ἢ Πηνελόπῃ τὸ δὲ υἷϊ διχῶς.

Νέστορι: μετὰ τὸ Νέστορι βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν θετέον.

μάλιστα γερόντων: τῶν ἐννέα τιμίων, ἐν οἷς καὶ Διομήδης καὶ Αἴαντες.

δαΐφρονος: συνετοῦ, παρὰ τὸ δαῆναι, ὡς «δαΐφρονι Πηνελοπείῃ». ἐπὶ δὲ Τυδέως πολεμικοῦ. δυσωπεῖ δὲ τοῖς ἐγκωμίοις τοῦ πατρός. ἢ ὅτι ἡ πατρωνυμία τοὺς εὐγενεῖς ἥδει, ὡς τοὐναντίον «οὐ χρή». τῶν δὲ οἰκείων ἐστὶ τὸ ἐγκαλεῖν, ὡς καὶ ἀλλαχοῦ γνωμολογεῖ ὁ Νέστωρ· «τί πάννυχον ὕπνον ἀωτεῖς;»

εὕδεις, Ἀτρέος υἱὲ δαΐφρονος, ἱπποδάμοιο: τελεία στιγμὴ κατὰ τὸ τέλος, ἐπεὶ ἀσύνδετος ὁ λόγος. τέσσαρας δὲ αὕτη χρόνους σιωπῆς δύναται.

οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα, ᾧ λαοί τʼ ἐπιτετράφαται καὶ τόσσα μέμηλε: ταῦτα πρὸς τὸ πεῖσαι· «ἐσθλὸν» γὰρ «καὶ τὸ τέτυκται». ἀλλʼ οὐδὲ Νέστορι εἰκασθῆναι ἐκελεύσθη.

μέμηλε: διὰ φροντίδος ἐστίν.

ξύνες ὦκα· Διὸς δέ τοι ἄγγελός εἰμι: αὔξησιν ἔχει τὸ μὴ πολλὰ εἰπεῖν, ἀλλὰ δεῖξαι ὅτι προσοχὴν ἐργάζεται τὸ τοῦ προστάσσοντος ἀξίωμα.

ξύνες: ἀπὸ τοῦ ξυνίημι.

ἄγγελος: τὴν λος ὀξυτονητέον διὰ τὸ εἰμί.

ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει: ὅτι τοῦτο ὀρθῶς πρὸς Πρίαμον Ἶρις λέγει· ἐπεὶ καὶ τίνος χάριν ἐλεεῖν αὐτὸν μέλλει;

ὃς σεῦ: ὀρθοτονητέον τὴν σεῦ. ἀντιδιέσταλται γὰρ πρὸς τὸν Ἀχιλλέα. ἢ ὅτι πρόκειται τοῦ ῥήματος ἡ ἀντωνυμία.

μέγα κήδεται: δυσωπεῖ τοῦτον νυστάξαντα. ἠλέηται δὲ διὰ τὸν χρόνον τῆς ξενιτείας, διὰ τὸν λοιμόν, διὰ τὴν πρὸς Ἀχιλλέα στάσιν.

θωρῆξαί σε: τοῦ θωρῆξαι τὴν τελευταίαν ὀξυτονητέον· ἀπολελυμένη γάρ ἐστιν ἡ σέ.

πανσυδίῃ: ἐν δοτικῇ, διὰ τοῦ ν, ὡς «ἀνστήτην», κατὰ Ἀρίσταρχον.

νῦν γάρ κεν: ἐκείνη γὰρ ἡ ἡμέρα πεπόρθηκε τὴν πόλιν διὰ τὴν τῶν ὅρκων παράβασιν.

ἐπέγναψεν: ἐπέκαμψεν.

ἐφῆπται: ἐπήρτηται.

ἔχε: ἀντὶ τοῦ φύλασσε.

μηδέ σε λήθη αἱρείτω, εὖτʼ ἄν σε— ἀνήῃ: τὸ λήθη προστέθειται, ἵνα μὴ πάλιν τῷ ὕπνῳ μαλακισθεὶς ἐπιλάθηται. τῷ οὖν τέλει τοῦ ὁράματος καὶ ἡ ἔγερσις ἕπεται, καὶ διὰ τοῦτο παννυχίζειν αὐτὸν οὐκ εἴασεν.

διὰ τοῦτο γὰρ οὐκ ἐᾷ αὐτὸν παννυχίζειν· τῷ γὰρ τέλει τοῦ ὁράματος καὶ ἔγερσις ἕπεται.

ἀνήῃ: διαίρεσίς ἐστι τῆς τοῦ ῥήματος τοῦ ἕω κλίσεως, ὡς καὶ Πλάτων· «ἐπεὶ ἤδη με ἀνῆκεν ὁ ὕπνος».

ἀπεβήσετο: εἰ μὲν ἀντὶ τοῦ ἀπέβαινε παρατατικοῦ, διὰ τοῦ ε γραπτέον «ἀπεβήσετο», εἰ δὲ ἀντὶ τοῦ ἀπέβη ἀορίστου, διὰ τοῦ α γραπτέον. οὕτως Ἐπαφρόδιτος

δὲ λίπʼ: οὕτως Ἰωνικῶς τὸ λίπε.

ἅ ῥʼ: δασυντέον τὸ ἅ· ἄρθρον γάρ ἐστι. καὶ δύο μέρη λόγου· ἅ ῥα, ἃ δή.

ἅ ῥʼ οὐ τελέεσθαι: διδάσκει ὁ ποιητὴς μὴ ἐπαίρεσθαι ταῖς ὄψεσι τῶν ὀνείρων.

ἔμελλον: πρὸς τὸ σχῆμα, ὅτι ἔμελλον. ἡμεῖς δὲ ἐροῦμεν «ἔμελλεν» ἑνικῶς. καὶ ὅτι τὸ ἔμελλον ἀντὶ τοῦ ἐῴκεσαν.

ἔμελλεν: ἡ Ζηνοδότειος γραφὴ διὰ τοῦ ε. οἱ δὲ διὰ τοῦ ο.

ὁ μὲν Ζηνόδοτος διὰ τοῦ ε γράφει, ὃ καὶ ἄμεινον. οἱ δὲ ἄλλοι διὰ τοῦ ο.

νήπιος: νήπιος ὁ Ἀγαμέμνων, ὅτι τὸ «νῦν» ἐπὶ μιᾶς ἡμέρας ἐνόμισεν· οὐ γὰρ δὴ διὰ τὸ «πανσυδίῃ»· οὐδʼ εἰ γὰρ τὸ Θεσσαλικὸν ἐστράτευσεν, ἐπόρθει, «οὐδʼ ὑπʼ Ἀχιλῆος».

μήδετο: ἐβουλεύετο.

θήσειν γὰρ ἔτʼ ἔμελλεν ἐπʼ ἄλγεα: τὸ ἑξῆς ἐπιθήσειν ἄλγεα.

θήσειν γὰρ ἔτι: ἡ προαναφώνησις ἐγερτική. πείθεται δὲ ὀνείρῳ Ἀγαμέμνων σφαλλόμενος ὑπὸ Διός.

διὰ κρατερὰς ὑσμίνας: τὸ ὑσμίνας αἰτιατικὴ ἀντὶ γενικῆς ἀντὶ τοῦ διὰ ὑσμινῶν.

ἀμφέχυτʼ ὀμφή: ὅτι ὀμφή ἡ θεία κληδών, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος ὁ κληδόνιος. ὀμφὴ δὲ ἡ τὸ ὂν φαίνουσα. λέγει δὲ ὅτι ἔναυλον εἶχε τὴν τοῦ ὀνείρου φωνήν. ἐμφαντικὸν δὲ τὸ ἀμφέχυτο πρὸς τὸ μηδὲν αὐτῆς ἐπιλελῆσθαι.

ἕζετο: τὸ ἕζετο ἐκαθέσθη, καὶ δασύνεται.

ὀρθωθείς: ὀρθωθεὶς ἐκ τῆς ἀνακλίσεως, ὡς τὸ «ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος». καὶ τὸ ἐπὶ γόνατα δὲ ἐνεχθῆναι στῆναί φησιν

χιτῶνα: χιτὼν εἴρηται τὸ λεπτότερον ἱμάτιον παρὰ τὸ οἱονεὶ περιχεῖσθαι αὐτὸ τῷ σώματι. ἰστέον δὲ ὅτι ἐπὶ μὲν ἀνδρὸς χιτῶνα λέγει, ἐπὶ δὲ γυναικὸς πέπλον.

νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ νεήγατον νεωστὶ γεγονότα. δηλοῖ δὲ ὁ χιτὼν παρʼ αὐτῷ καὶ τὸν σιδηροῦν

νηγάτεον: ἢ ἀγέννητον, ἢ λεπτόν, ἢ τὸ νεωστὶ γεγονός, νεογάτεόν τι ὄν. ἢ ὥσπερ παρὰ τὸ τείνω τατός, οὕτως γείνομαι γατός, νεήγατος, ὑπέρθεσις τοῦ ε, νηγάτεος.

μέγα βάλλετο φᾶρος: τῷ μεγέθει τοῦ ἱματίου καὶ τὸ τοῦ φοροῦντος αὐτὸ συνεμφαίνει μέγεθος. πρεπώδης δὲ στολὴ τῷ ἐπὶ βουλὴν ἐξιόντι, ἐπὶ δὲ κατασκοπὴν λεοντῆ καὶ δόρυ ἀφαιρεῖται δὲ τὸν τῦφον, ἑαυτοῖς διακονεῖσθαι λέγων· καὶ τί θαυμάσεις Τηλέμαχον ὀρφανὸν ὄντα καὶ νησιώτην

φᾶρος: παρὰ τὸ φέρεσθαι, ἢ τῇ ὑφῇ ἀρηρέναι. καὶ ἐπὶ γυναικὸς δὲ τάσσεται αὐτό· «αὐτὴ δʼ ἀργύφεον φᾶρος». καὶ τὸ ἔσθος δὲ καὶ ἡ λώπη ἐν διαφόροις εἰσὶ γλώσσαις.

πέδιλα: παρὰ τὸ—περιτίθεσθαι. ἢ παρὰ τὴν ἕλην, τὰ τοὺς πόδας θερμαίνοντα.

ξίφος ἀργυρόηλον: ὅτι τὸ Ἀγαμέμνονος ξίφος νῦν μὲν ἀργυρόηλον, ἐν ἄλλοις δὲ χρυσόηλον. καὶ Εὐριπίδης «σφυρῶν σιδηρᾶ κέντρα» εἰπὼν ἐν ἄλλοις φησί· «χρυσοδέτοις περόναις». τὰ τοιαῦτα δὲ κυρίως οὐ λέγεται, ἀλλὰ κατʼ ἐπιφοράν ἐστι ποιητικῆς ἀρεσκείας. ὥσπερ δὲ τὰ περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα διαφορώτερον φράζει οὕτω καὶ τὸ ξίφος κοσμεῖ

ἀργυρόηλον: ἢ παρέλκει τὸ ἐπίθετον, ἢ μεμιγμένους ἔχον χρυσοῦς ἥλους.

ἄφθιτον αἰεί: τὸ μηδέπω φθαρέν· οὔπω γὰρ ἦν ὑπὸ τῶν Ἡρακλειδῶν ᾑρημένον. ἢ ὅτι Ἡφαιστότευκτον. οὐκ ἀκριβολογεῖται δὲ νῦν περὶ αὐτοῦ, ἀλλʼ ἑξῆς

κατὰ νῆας: ἀντὶ τοῦ ἐπὶ νῆας.

ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον:πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν, ὅτι τρίτη καὶ εἰκοστή· δέκα μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιοπίᾳ ὄντων. ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ καὶ μακρός.

ἠώς: νῦν τὸν ὄρθρον λέγει. σημαίνει δὲ καὶ τὴν θεάν, «ἥρπασεν Ἠώς», καὶ τὸ ἑωθινὸν κατάστημα, «ὄφρα μὲν ἠὼς ἦν», καὶ τὴν ἀνατολήν, «πρὸς ἠῶ τʼ ἠέλιόν τε», καὶ τὴν ἡμέραν, «ἠὼς εἶσι δυσώνυμος». τὸν ὄνειρον δὲ εὐθὺς διεδέξατο ἡ ἡμέρα. οἱ δὲ πρὸς ἕω ὄνειροι ἀληθεῖς πεπτομένων τῶν σιτίων.

προσεβήσατο μακρὸν Ὄλυμπον: αἱ γὰρ ἀκρώρειαι πρῶται φωτίζονται

φόως: φῶς. τὸν ἥλιον· τοῦτον γὰρ ἀγγέλλει, ὡς καὶ αὐτὴν ὁ ἑωσφόρος. κατʼ ἐξοχὴν δὲ ὁ ἥλιος φῶς λέγεται.

ἐρέουσα: ὅτι μεταφορικῶς τὸ ἐρέουσα ἀντὶ τοῦ σημανοῦσα.

λιγυφθόγγοισι: ὀξυφώνοις.

ἐκήρυσσον: ἐπὶ τὸ κήρυσσον ἄνω πρώτη στιγμή, ἥτις δύο δύναται χρόνους σιωπῆς.

ἠγείροντο μάλʼ ὦκα: πάνυ σπουδαίως διὰ τὸ εὐπειθές. ἢ πευσόμενοί τι περὶ Ἀχιλλέως.

βουλήν: αἱ πλείους καὶ χαριέσταται δίχα τοῦ ν, «βουλή», καὶ ἡ Ἀριστοφάνους. ἐν δὲ ταῖς κοιναῖς ἐγέγραπτο καὶ τῇ Ζηνοδοτείῳ βουλήν. ἀστειοτέρα δὲ ἡ χωρὶς τοῦ ν καὶ Ἀριστάρχειος.

βουλήν: αἱ πλείους καὶ χαριέστεραι δίχα τοῦ ν εἰσι καὶ ἡ Ἀριστάρχειος. ἡ δὲ σὺν τῷ ν Ζηνοδότειος.

βουλὴν δὲ πρῶτον: τὸ κενὸν τῆς συναγωγῆς τοῦ πλήθους ἀναπληροῖ. φθάνει δὲ τὴν Λακώνων πολιτείαν, βουλὴν γερόντων καὶ δύο βασιλεῖς λέγων. εἰσὶ δὲ Ἰδομενεὺς μὲν καὶ Αἴας Βοιωτοί, Φιλοκτήτης δὲ καὶ Πρωτεσίλαος Λοκροί, Ἐπειὸς δὲ Ἠλεῖος, Ἀθηναῖοι δὲ Μαχάων, Εὐρύπυλος, Μενέλαος, Ἀγαμέμνων, Νέστωρ, Ὀδυσσεύς, Διομήδης.

ἵζε: Ἀρίσταρχος τὸ ἷζε ἐκτείνει, ἡ δὲ κοινὴ συστέλλει.

ἵζε: συσταλτέον τοῦ ἵζε τὴν ἄρχουσαν.

ἵζε: ἡ κοινὴ τὸ ἵζε συστέλλει.

γερόντων: γέροντας συνεχῶς ὁ ποιητὴς τοὺς γερασμίους φησί, διδάσκων ὅτι δεῖ τοὺς ἡγεμόνας οὐ μόνον καθʼ ἡλικίαν, ἀλλὰ καὶ πρὸ ἡλικίας φαίνεσθαι γέροντας τοῖς ἤθεσιν. τὸν δὲ ἔντιμον ἑνικῶς οὐδέποτε ὠνόμασεν.

Νεστορέῃ παρὰ νηΐ: εἰκότως παρὰ τῇ νηῒ Νέστορος· τούτῳ γὰρ ὁ ὄνειρος εἴκασται. Πυλοιγενέος δὲ ὡς «ὁδοιπόρος» καὶ χοροιτύπος. σημαίνει δὲ τὸν ἐν Πύλῳ τὸ γένος ἔχοντα.

τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:ὅτι Ζηνόδοτος γράφει «αὐτὰρ ἐπεί ῥʼ ἤγερθεν ὁμηγερέες τʼ ἐγένοντο, τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων». ἀπίθανον δὲ ἐν ἑπτὰ ὀρθὸν δημηγορεῖν.

ἠρτύνετο: ἥρμοζε παρὰ τὸ ἄρω. ὡς ὀργιζόμενος δὲ οὐκ ἀναφέρει Κάλχαντι, ἢ ὡς αὐτοκρίτου ὄντος, ἢ ὅτι τῶν ὀνείρων τὰ χρηστὰ φίλοις λέγομεν. οὐκ ἄποθεν δὲ μαντικῆς ὁ Νέστωρ.

κλῦτε φίλοι: τελεία στιγμὴ ἐπὶ τὸ φίλοι· αὐτοτελὴς γὰρ ὁ λόγος.

θεῖός μοι ἐνύπνιον: ὅτι Ζηνόδοτος γράφει «θεῖόν μοι ἐνύπνιον». οὐ λέγει δὲ ὡς ἡμεῖς, ἀλλʼ ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους, ἐνυπνίως. ὁ δὲ ἀστερίσκος, ὅτι ἐν τῇ ξ τῆς Ὀδυσσείας κακῶς φέρεται.

θεῖός μοι ἐνύπνιον: ὀνοματικὸν ἐπίρρημα, ἀντὶ τοῦ ἐνυπνίως. ἔστι δὲ καὶ ὄνομα. Κρατῖνος θράττει μέν

διὰ νύκτα: ἀντὶ τοῦ διὰ τῆς νυκτός.

φυήν τʼ ἄγχιστα ἐῴκει: ἴσως τῷ ἐξειδέναι ψυχῆς φυὴν τοῦτό φησιν.

τὸ ἐκ σωματικοῦ καὶ ψυχικοῦ εἴδους σύγκραμα φυὴν ἴσως ὀνομάζει.

εὕδεις, Ἀτρέος υἱὲ—ᾤχετʼ ἀποπτάμενος: ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπών· «ἠνώγει σε πατὴρ ὑψίζυγος, αἰθέρι ναίων, Τρωσὶ μαχήσασθαι προτὶ Ἴλιον. ὣς ὁ μὲν εἰπών ᾤχετʼ ἀποπτάμενος». τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον· ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγήσασθαι.

ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδʼ ἐλεαίρει:ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον δεόντως λέγεται

σῇσιν ἔχε φρεσίν: ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλʼ οἷον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον.

ἀλλʼ ἄγετε: λείπει τὸ σκοπήσωμεν. οἶδε δὲ καὶ αὐτὸς τὸ δυσχερές.

ἀλλʼ ἄγετʼ αἴ κέν πως: δισταγμὸς ὁ τρόπος. οὐ περιμένει δὲ κρίσιν· οὐ γὰρ ἐπὶ τούτῳ συνῆξεν αὐτούς, ἀλλʼ ὅπως εὐέλπιδας ποιήσῃ.

ἀλλʼ ἄγετʼ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν:ἀπόπειραν τοῦ πλήθους λαμβάνει ὁ βασιλεὺς Ἀγαμέμνων κατά τι παλαιὸν ἔθος, βουλόμενος μαθεῖν, πότερον οἰκείᾳ πολεμοῦσι προθυμίᾳ ἢ ἀνάγκῃ· ὃ τὸ πλῆθος μὴ νενοηκὸς πρὸς φυγὴν ηὐτομόλησεν.

θωρήξομεν: ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρήξωμεν.

πρῶτα δʼ ἐγὼν ἔπεσιν πειρήσομαι: οἶδεν αὐτοὺς ἀποκαμόντας τῷ χρόνῳ καὶ τῷ λοιμῷ καὶ τῇ ἀποστάσει Ἀχιλλέως. παρακαλεῖν δʼ οὐκ ἐνῆν τὸν πρώην φοβερὸν καὶ λέγοντα «στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι», ἀλλʼ οὔτε ἐπιτάσσειν, μή πως ἀντιλεγόντων δευτέρα στάσις γένηται. — ἄλλως τε τῇ παραδόξῳ χαρᾷ καὶ λύπῃ τὴν ποίησιν ἐκτραγῳδεῖ —, φίλτρον τε πορίζεται ἑαυτῷ· μισεῖ γὰρ τοὺς ῥιψοκινδύνους στρατηγοὺς ὁ στρατός. καὶ εἰ μὲν κατεδέξαντο φυγεῖν, εἶργε διὰ τῶν βασιλέων, εἰ δὲ μή, ἐλάνθανε τὸ βούλευμα. ἄλλως δʼ ἀπέβη· βλάπτει γὰρ ὁ Ζεύς.

ἣ θέμις ἐστί: τὸ ἥ δασυντέον· οὐ γάρ ἐστι σύνδεσμος, ἀλλʼ ἰσοδυναμοῦν τῷ ὥς ἐπιρρήματι.

ἀντὶ τοῦ ὥς· διὸ δασύνεται.

πολυκλήϊσι: κληῒς παρὰ τὸ κλᾶσθαι ἐπʼ αὐτῆς καθεζομένους.

ἄλλοθεν: τὸ ἄλλοθεν προπαροξύνεται, ὅτι ἀόριστον τόπον σημαίνει· τὰ γὰρ εἰς θεν λήγοντα ἐπιρρήματα, ἔχοντα πρὸ τοῦ τέλους τὸ ο μόνον, μὴ ὄντος ἑτέρου συμφώνου, παρωξύνετο, Κυπρόθεν, «Ἀβυδόθεν». ταῦτα δὲ προπαρωξύνετο, λέγω δὲ τὸ ἄλλοθεν, «πάντοθεν», «οἴκοθεν», καθότι ἀόριστον καὶ κοινὴν τόπου σημασίαν ἀναδέχεται.

ἐρητύειν: οὐκ ἐκείνους φεύγοντας, ἀλλʼ ἐμὲ ταῦτα λέγοντα· οὐ γὰρ ᾤετο τοσοῦτον ταχέως ἀναπτερωθῆναι πρὸς φυγὴν αὐτούς.

ἤτοι ὅγʼ ὣς εἰπών: ἀπὸ τούτου ἕως τοῦ «ἀλλʼ ἄγετʼ αἴ κέν πως» ἀθετοῦνται στίχοι ὀκτώ, ὅτι οὐκ ὀρθοῦ εἰρηκότος τοῦ Ἀγαμέμνονος λέγει ἤτοι ὅγʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, ὅπερ ἀπίθανον, καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ. ἀλλὰ καὶ εὔηθες τὸ εἰπεῖν «εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε, ψεῦδός κεν φαῖμεν»· οὐ γὰρ κατὰ διαφορὰν οἱ δυνατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν. αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέμνονος ἐπενεχθήσεται «πείθοντο δὲ ποιμένι λαῶν»· μὴ παρόντος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν· ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους.

τοῖσι δʼ ἀνέστη: ἔθος γὰρ ὀρθοὺς λέγειν.

ἔθος γὰρ ἦν αὐτοῖς ἵστασθαι καὶ δημηγορεῖν.

Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος:μετὰ τὸ ὄνομα βραχὺ διασταλτέον, μετὰ δὲ τὸ τέλος τοῦ στίχου τελείαν στιγμὴν θετέον.

ἠμαθόεντος: παραθαλασσίας. ἢ Ἠμαθόης ποταμὸς Πύλου.

μέδοντες: πρόβουλοι παρὰ τὸ μήδεα. τὸ δὲ ῥῆμα καὶ ὡς περισπώμενον· «Ἴδηθεν μεδέων».

εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε:ὑποστιγμὴ ἐπὶ τὸ ἔνισπε διὰ τὸν εἴ σύνδεσμον.

ἔνισπε: ὡς ἤνιπτε.

νοσφιζοίμεθα: ἐχωριζόμεθα τῆς πίστεως. τὸ δὲ μᾶλλον ἢ Ἀττικῶς παρέλκει, ἢ ἐπεὶ φύσει ψευδεῖς οἱ ὄνειροι, ἐξαιρέτως ἂν ἐχωρίσθημεν.

νῦν δʼ ἴδεν, ὃς μέγʼ ἄριστος: οἷς οἰκεῖον τὸ μεριμνᾶν, τούτοις ἀληθεῖς αἱ ἐμφάσεις, καὶ ᾧ ἡ ἀποτυχία κίνδυνον φέρει, οὐκ ἂν ψεύσαιτο.

νῦν δʼ ἴδεν, ὃς μέγʼ ἄριστος: ἀληθῆ γὰρ δοκεῖ, ὅσα ἢ θεοὶ ἢ ἀξιόλογοι ἄνδρες δοκοῦσι λέγειν.

βουλῆς ἐξῆρχε νέεσθαι: ἐκ τοῦ βουλευτηρίου ὥστε νεῖσθαι. τοῦτο δὲ ἡ ἡλικία καὶ ἡ τιμὴ ἡ παρὰ Ἀγαμέμνονος δίδωσι τῷ Νέστορι.

οἱ δʼ ἐπανέστησαν, πείθοντό τε ποιμένι λαῶν, σκηπτοῦχοι βασιλῆες: διαστολὴ ἐπὶ τὸ ἀνέστησαν καὶ λαῶν. κοινὸν δὲ τὸ σκηπτοῦχοι βασιλῆες κατʼ ἀμφοτέρων.

οἱ δὲ πανέστησαν: ἀντὶ τοῦ πάντες ἀνέστησαν. τινὲς «δʼ ἐπανέστησαν».

ποιμένι λαῶν: δεῖ γὰρ τὸν ἄρχοντα τοσοῦτον εἶναι τῶν ἀρχομένων προνούστερον ὅσον ποιμένα προβάτων. λέγει δὲ τὸν Ἀγαμέμνονα.

σκηπτοῦχοι βασιλῆες: καὶ γέροντες γὰρ καὶ ἱερεῖς ἐσκηπτροφόρουν.

ἐπεσσεύοντο δὲ λαοί: ὁρῶντες ἤδη συνιόντας τοὺς ἐν τέλει καὶ αὐτοὶ ἠκολούθουν ἅμα.

ἐπεσσεύοντο δὲ λαοί· ἠΰτε—αἱ δέ τε ἔνθα: στικτέον κατὰ τὸ λαοί, ἵνα ἀπʼ ἄλλης ἀρχῆς ἡ παραβολὴ γενομένη ὑποστίζηται μέχρι τοῦ αἱ δέ τε ἔνθα· οὕτως γὰρ βέλτιον.

ἔθνεα: πρὸς τοὺς εἰκαζομένους Ἕλληνας, ἐπεὶ σμήνεα ἔδει. πρώτη δὲ αὕτη παραβολὴ τῷ ποιητῇ. συγγενὲς δὲ ποιητικῇ τὸ ζῷον διὰ τὸν μόχθον καὶ τὸ γλυκὺ καὶ τὴν σύνθεσιν τοῦ κηρίου. ἡ μὲν οὖν φαλαγγηδὸν γινομένη πρόοδος εὖ ἔχει· ὡπλισμέναι τε κέντροις εἰσίν, ὑπήκοοι τε καὶ αὐταί εἰσι καὶ ἐπʼ ἔργον ἐξίασιν, οὐχ ὡς αἱ γέρανοι φιλάλληλοί τέ εἰσι μεταβαίνουσαί τε πολλὰς ἀρχὰς πτήσεως ποιοῦνται.

ἔθνεα εἶσι: τὸ εἰσι καὶ ἑνικὸν δύναται εἶναι ὡς «δοῦρα σέσηπε», καὶ πληθυντικόν, ὡς «σπάρτα λέλυνται»

ἁδινάων: δασυντέον τὸ ἁδινάων· ἀπὸ γὰρ τοῦ ἅδην καὶ ἁδινός ἡ κίνησις.

ἁδινάων: παρὰ τὸ ἅδην· διὸ δασύνεται.

αἰεὶ νέον ἐρχομενάων: οἱ μὲν πρὸς τὸ πλῆθος τοῦτο εἰρῆσθαι θέλουσιν, ὅτι συνεχῶς οὕτω προΐασι πολλαὶ ὡς νεωστὶ δοκεῖν αὐτὰς ἄρχεσθαι τῆς ἐξόδου. οἱ δὲ νέον τὸ ἔαρ φασίν. ἄμεινον δὲ λέγειν ὅτι τοῖς μὲν ἄλλοις ζῴοις αἱ πτήσεις ἀποτεταμέναι γίνονται, αἱ δὲ μέλισσαι βραχεῖαν τὴν κίνησιν ποιησάμεναι ἐφίζουσι τοῖς ἄνθεσι καὶ ἐπαρθεῖσαι πέτονται πάλιν καὶ πάλιν ἐφίζουσι. κατʼ ὀλίγον οὖν ἡ πτῆσις αὐτῶν ὥσπερ ἄρτι ἀρχομένων γίνεται. συμβέβηκε δὲ καὶ ἄλλο ταῖς μελίσσαις, ὁμότονον ἀεὶ τὴν πτῆσιν ποιεῖσθαι ἀπʼ ἀρχῆς ἕως πέρατος, οὐκ ἀποληγούσαις κατʼ ὀλίγον ὥσπερ καὶ τὰ ἄλλα πτηνὰ καὶ χερσαῖα ζῷα. πάντα οὖν τὸν καιρὸν αὐτῶν τῆς πτήσεως ἐπισημαίνεται ὡς ἄρτι γινομένης.

βοτρυδόν: πυκναὶ καὶ ἐξηρτημέναι ἀλλήλων ὡς ῥᾶγες. οὕτω δὲ ἵπτανται σκιάζειν θέλουσαι ἀλλήλας, ὀχλούμεναι ὑπὸ τοῦ ἡλίου.

ἐπʼ ἄνθεσιν εἰαρινοῖσιν: ὅτι ἀντὶ τοῦ ἐπʼ ἄνθη εἰαρινά, ὡς ἐν τῇ Δ· «ἦλθε δʼ ἐπὶ Κρήτεσσιν» ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας.

εἰαρινοῖσιν: τότε γὰρ γλυκέα καὶ τῆς ἰκμάδος πλήρη τὰ ἄνθη διὰ τὸ εὔκρατον τοῦ ἀέρος.

ἠϊόνος προπάροιθε βαθείης: χρόνου καὶ τόπου. ἠϊὼν δέ, οὗ ἀκούεται τῶν κυμάτων ὁ κτύπος. βαθείης δὲ οἱ μὲν μακρᾶς, ἐπεὶ καὶ «φρείατα μακρὰ νάουσιν» ἀντὶ τοῦ βαθέα. ἢ τοῖς μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή· διό φησι «προκρόσσας». Ἀρίσταρχος.

προπάροιθε: καὶ ἐπὶ χρόνου· «οὔ τις ἀνὴρ προπάροιθεν».

οὐ λέγεται ὁ τῶν κυμάτων κτύπος, ἀλλʼ αὐτὸς ὁ αἰγιαλός. βαθείης δὲ οἱ μὲν μακρᾶς, ἐπεὶ καὶ «φρείατα μακρὰ νάουσιν» ἀντὶ τοῦ βαθέα· ἢ ὅτι τοῖς μὲν ἀπὸ γῆς δοκεῖ βαθεῖα, τοῖς δὲ ἀπὸ θαλάσσης ὑψηλή. τὸ δὲ προπάροιθεν καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου λαμβάνεται.

ἐστιχόωντο: στείχω στιχῶ, ὡς πείθω πιθῶ καὶ φείδω φιδῶ.

ἰλαδόν: ὁμοίως τῷ «βοτρυδόν», ᾧ καὶ ἀκολουθεῖ· σημαίνει δὲ τὸ μετὰ συστροφῆς καὶ εὐκινησίας.

ὄσσα: ὅτι ὄσσα ἡ θεία κληδών, οἱ δὲ νεώτεροι ψιλῶς ἐπὶ πάσης φωνῆς.

μετὰ δέ σφισιν ὄσσα δεδήει: ἐν αὐτοῖς δὲ θεία τις φήμη ἐξῆπτο καὶ διηγείρετο παρορμῶσα τὸν λαὸν ἐπὶ τὴν ἀγοράν.

δεδήει δὲ ἀντὶ τοῦ ἐξήπτετο παρὰ τὸ δαίω.

Διὸς ἄγγελος: πανομφαῖος γὰρ ὁ Ζεὺς λέγεται ὅτι τὰ αὐτομάτως γινόμενα εἰς αὐτὸν ἀναφέρεται. ἄγγελος δὲ ἡ θεία κληδών, ἣ περὶ ἀπόπλου λέγειν ἔμελλε.

τετρήχει: ἐκ τοῦ ταράσσω, οὗ ὁ παρακείμενος τετάραχα καὶ κατὰ συγκοπὴν καὶ αὔξησιν Ἰωνικὴν τοῦ α εἰς η τέτρηχα, ὁ ὑπερσυντέλικος ἐτετρήχειν. ἐτεθορύβητο οὖν καὶ ἀσύμφωνος ἦν.

ἐθορυβεῖτο καὶ ἀσύμφωνος ἦν. ἐκ τοῦ ταράσσω.

ἀγορή: τὸ πλῆθος.

τετρήχει δʼ ἀγορὴ ὑπὸ δὲ στεναχίζετο γαῖα λαῶν ἱζόντων: ἤτοι στικτέον ἐπὶ τὸ ἀγορή, ἢ διασταλτέον καὶ ἐπʼ αὐτὸ καὶ ἐπὶ τὸ γαῖα, ἵνʼ ᾖ κοινὸν τὸ λαῶν ἱζόντων.

ὅμαδος: ὁμόαυδός τις ὤν, ἡ ὁμοῦ αὐδή, ὡς ὀπαδὸς παρὰ τὴν ὄπα. πιθανῶς δὲ ἐν μὲν ταύτῃ τῇ ἐκκλησίᾳ κήρυκές εἰσιν οἱ τὴν βοὴν παύοντες, ἐν δὲ τοῖς ἑξῆς τὴν Ἀθηνᾶν τῷ Ὀδυσσεῖ παρέστησε· πλείων γὰρ ἦν ὁ θόρυβος.

ἐννέα: τὸ ἐννέα ψιλοῦται, ὅτι πᾶν φωνῆεν καταλῆγον ἢ εἰς ν ἢ εἰς γ, τῆς ἑξῆς συλλαβῆς ἀρχομένης ἀπὸ συμφώνου, ψιλοῦται, «ἀντίος», «ἔγχος», τοῦ ἁνδάνω ὑπεξαιρουμένου.

ἐννέα δὲ … κήρυκες: οἱ τῶν ἐννέα γερόντων, Ὁδίος Αἴαντος, οἱ περὶ Ταλθύβιον καὶ Εὐρυβάτην Ἀγαμέμνονος, Εὐρυβάτης Ὀδυσσέως, Ἀσφαλίων καὶ Ἐτεωνεὺς Μενελάου, Θοώτης, Στέντωρ Νέστορος, Μηριόνης Διομήδους.

σπουδῇ: ὅτι σπουδῇ λέγει οὐχ οἷον ἐν τάχει, ἀλλὰ μόγις καὶ δυσχερῶς, ὡς τὸ «ὣς ἄρʼ ἄτερ σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς».

σπουδῇ δʼ ἕζετο: μόγις. δηλοῖ δὲ ἡ λέξις καὶ τὸ ταχέως· «σπουδῇ νῦν ἀνάβαινε».

ἐρήτυθεν δὲ καθʼ ἕδρας: λαὸς ἐρήτυθεν.

σπουδῇ δʼ ἕζετο λαός, ἐρήτυθεν δὲ καθʼ ἕδρας παυσάμενοι κλαγγῆς: ἤτοι στικτέον ἐπὶ τὸ λαός καὶ τὰ ἑξῆς συναπτέον ἕως κλαγγῆς· ἢ ὡς διὰ μέσου κειμένου τοῦ ἐρήτυθεν δὲ καθʼ ἕδρας, ἀνυποκρίτως ὑποστικτέον ἐπὶ τὸ καθʼ ἕδρας, ὅτε ἐστὶ διαστολὴ ἐπὶ τὸ λαός, ἵνʼ ᾖ τὸ ἑξῆς· σπουδῇ δʼ ἕζετο λαὸς παυσάμενοι κλαγγῆς. καὶ τὸ σχῆμα Ὁμηρικόν, καὶ ἡ διὰ μέσου ἀναφώνησις ὁμοίως. ὁ δὲ νοῦς τοῦ ἡμιστιχίου οὗτος, ἐρήτυθεν δὲ κατὰ τὰς ἕδρας, οἷον ἠρέμησαν καθίσαντες.

ἀνὰ δὲ κρείων Ἀγαμέμνων ἔστη σκῆπτρον ἔχων: ἢ ἐπὶ βήματος ἀνέστη, ἢ ἀνέχων τὸ σκῆπτρον.

τὸ ἑξῆς ἀνέστη. ἅμα δὲ καὶ τὸ σκῆπτρον ἀνέτεινε κατʼ ἔθος.

τὸ μὲν Ἥφαιστος κάμε τεύχων. Ἥφαιστος μὲν δῶκε—Ἀγαμέμνονι λεῖπε φορῆναι: ὁ τρόπος κλῖμαξ· τὸ λῆγον γὰρ τῆς διανοίας ἀρχὴ γίνεται τῶν ἑξῆς. ἕκαστος δὲ στίχος τὸ γένος, τὸν δόντα, τὸν εἰληφότα φησί. μέγα δέ ἐστι καὶ θεῖον ὂν καὶ ὑπὸ θεῶν διακονούμενον.

Ἥφαιστος κάμε τεύχων. Ἥφαιστος μὲν δῶκε—λεῖπε φορῆναι: ὁ μὲν Ἥφαιστος κατεσκεύασε τῷ Διῒ ὡς χειρῶναξ κελευόμενος· ὁ δὲ Ἑρμῆς εἴληφε παρὰ Διὸς κομίσαι διακονίαν τινὰ Πέλοπι· Πέλοψ δὲ καταλείπει Ἀτρεῖ πρεσβυτάτῳ ὄντι τῶν υἱῶν· Ἀτρεὺς δὲ ἐπὶ μικροῖς τελευτῶν τοῖς παισὶ διαδόχῳ χρῆται τῷ ἀδελφῷ· ὁ δὲ οὐ τῷ ἑαυτοῦ παιδὶ Αἰγίσθῳ τὴν ἀρχὴν ἐνεχείρισεν, ἀλλʼ ὥσπερ ἀγαθὸς ἐπίτροπος διαφυλάξας ἀπέδωκεν Ἀγαμέμνονι. ἄχρι δὲ τοῦ αὐτὰρ ὁ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι καλεῖται κλῖμαξ. δίδωσι δὲ Ἥφαιστος τῷ μὲν Διῒ τὸ σκῆπτρον ὡς βασιλικόν, τῷ δὲ Ἑρμῇ πάλιν ὁ Ζεὺς ὡς κηρυκικόν.

κάμε τεύχων: καμὼν ἔτευξεν. ἀντιστροφὴ ὁ τρόπος.

αὐτὰρ ἄρα Ζεὺς— αὐτὰρ ὁ αὖτε Θυέστʼ Ἀγαμέμνονι λεῖπε φορῆναι: καλῶς ὁτὲ μὲν ἀπὸ τοῦ ὀνόματος, ὁτὲ δὲ ἀπὸ τοῦ συνδέσμου ἄρχεται, τὸ ὁμοειδὲς ἐκκλίνων.

ἀργεϊφόντῃ: ἀργῷ φόνου· «μηδέ τί τοι θάνατος» καταθύμιος ἔστω· «τοῖον γάρ τοι πομπὸν ὀπάσσομεν ἀργεϊφόντην»· καὶ «δώτορα ἑάων» αὐτόν φησι ἢ ἀεργοφόντης ἀργεοφόντης καὶ ἀργειφόντης, ὡς πλέον πλεῖν, Νεόλαος Νείλεως· τὸν γὰρ Ἰοῦς ἔρωτα οὐκ οἶδεν ὁ ποιητής, πέπλασται δὲ τοῖς νεωτέροις τὰ περὶ τὸν Ἄργον.

αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ: ἀργεϊφόντῃ ἀργῷ καὶ—παρὰ Ἀπολλοδώρῳ ἐν δευτέρῳ

Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ —ἔλιπεν πολύαρνι Θυέστῃ: ἐκ τοῦ Πέλοπι πληξίππῳ ὁ ἱππικὸς ἀγὼν Πέλοπος καὶ Οἰνομάου δηλοῦται. τὸ δὲ ἐπίθετον Θυέστου, ὅτι πολύαρνος ὢν ἐγέννησε τὸν μῦθον τὸν περὶ τῆς χρυσῆς ἀρνός.

Ἑρμείας δὲ ἄναξ: Ἑρμείας, «Αἰνείας», «Αὐγείας» διὰ τοῦ α παρὰ τῷ ποιητῇ. ἄναξ δὲ ὁ θεός.

Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ: Ἑρμοῦ γάρ φασιν αὐτὸν καὶ Καλύκης· ἢ διὰ τὸν κύνα. πέπλασται οὖν τοῖς νεωτέροις τὰ περὶ Οἰνόμαον καὶ τὴν χρυσῆν ἄρνα. πλήξιππον δέ φασιν εἰρῆσθαι τὸν Πέλοπα διὰ τὸ μετὰ θάνατον Μυρτίλου αὐτὸν ἡνιοχῆσαι τοὺς ἵππους ἀπὸ Εὐβοίας μέχρι Πελοποννήσου.

Ἑρμείας δὲ ἄναξ δῶκε: Ἱπποδάμεια ἡ Οἰνομάου— διὰ τὴν τῶν ἵππων αὐτουργίαν.

Πέλοψ δῶκʼ Ἀτρέϊ: φασὶν Ἀτρέα καὶ Θυέστην ἐπιβουλεύσαντας Χρυσίππῳ νόθῳ ἑαυτῶν ἀδελφῷ ἐκβεβλῆσθαι ὑπὸ τοῦ πατρός, μετὰ δὲ θάνατον Πέλοπος Ἀτρέα ἐπιστρατηγήσαντα εἰς Ἦλιν κρατῆσαι τῶν σκήπτρων τοῦ πατρός.

αὐτὰρ ὁ αὖτε Πέλοψ: Πέλοψ ἐκ προτέρας γυναικὸς— ἐκράτησε τῶν τόπων. ἱστορεῖ Ἑλλάνικος

Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ: ἡ διπλῆ, ὅτι οὐ γινώσκει τὴν ἔχθραν Ἀτρέως καὶ Θυέστου. αὐτῷ γοῦν παραδίδωσι τὸ σκῆπτρον, οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς.

ἔλιπεν πολύαρνι Θυέστῃ: ὅτι Ὅμηρος οἶδεν αὐτοὺς ἄχρι τέλους ἀδελφικὴν εὔνοιαν φυλάξαντας. εἰ δὲ ἦν αὐτοῖς ἔχθρα, οὔτʼ ἂν ὡς Αἴγισθον Ἀγαμέμνων κατήγετο, οὔτε οἱ θεοὶ ἐπέστελλον Αἰγίσθῳ μὴ ἀμύνασθαι Ἀγαμέμνονα· οὔτε τὸν Αἴγισθον Ὅμηρος πικρῶς οὕτως ἐλοιδόρει ἄναλκιν καὶ «δολόμητιν» καλῶν, εἰ μὴ τὰ τῆς συγγενείας πρῶτος ἐλυμήνατο. Λικύμνιος δὲ παραδηλοῦσθαί φησι τὴν ἔχθραν λεληθότως, ἵνα μὴ βλασφημήσῃ τὸ γένος· τὸ μὲν γὰρ «δῶκε» φιλίας τεκμήριόν φησι, τὸ δὲ καταλιπεῖν ἀνάγκης· διὸ ἐφʼ ὧν μὲν τῷ «δῶκεν» ἐχρήσατο, ἐφʼ ὧν δὲ τῷ ἔλιπεν. πολύαρνι δὲ ἐκ τοῦ ποληάρην.

Ἀτρεὺς ὁ Πέλοπος, βασιλεύων—καὶ Θυέστην ἐφυγάδευσεν.

αὐτὰρ ὁ αὖτε Θυέστʼ: ὅτι συμφωνοῦντας αὐτοὺς συνίστησι· καὶ γὰρ ὁ Θυέστης οὐ τῷ υἱῷ αὐτοῦ Αἰγίσθῳ καταλείπει τὸ σκῆπτρον, ἀλλʼ Ἀγαμέμνονι. καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς, Θυέστα ἀντὶ τοῦ Θυέστης.

λεῖπε φορῆναι: μέγα πρὸς ἀρχὴν παρασκευὴ πολυχρόνιος καὶ παλαιὸν τροφῆς ἀξίωμα. ἐξῆρεν οὖν τὸν φοροῦντα. φορῆναι δὲ ἐφόρη φορῆναι.

μεγάλη καὶ πολυχρόνιος πρὸς ἀρχὴν ἡ τοιαύτη κατασκευὴ καὶ τὸ παλαιὸν ἀξίωμα. ἐξαίρει δὲ τὸν φοροῦντα.

πολλῇσιν νήσοισι: τούτῳ τοῦτο συνέβη διὰ τὴν ἐπὶ Ἴλιον στρατείαν· Ῥόδιοι γὰρ καὶ Αἰγινῆται καὶ οἱ λοιποὶ λαοὶ Ἀτρείδεω Ἀγαμέμνονος λέγονται. τινὲς δὲ ἐννέα κώμας φασὶν ἐν Ἄργει, αἳ ὑπέκειντο αὐτῷ, ἃς καλοῦσι καὶ νήσους.

ἐρεισάμενος: ἐπερείσας ἑαυτόν.

ἀπερείδων ἑαυτὸν καὶ ἀναπαύων.

ἔπεʼ Ἀργείοισι μετʼ ηὔδα: ὅτι τὸ ἑξῆς ἐστι μετʼ Ἀργείοισιν ἔπεα ηὔδα.

ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος: ὅτι πρὸς πάντας ἀποτεινόμενος τὸν λόγον ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ πρὸς Ἴστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι. στικτέον δὲ κατὰ τὸ τέλος· προσαγορευτικὴ γὰρ ἡ περίοδος.

ἥρωες Δαναοί: προεπαίρει τοῖς ἐγκωμίοις, ὅπως αἰδοῖντο φεύγειν. οὐ λέγει δὲ αὐτοῖς τὸ ὄναρ, ὅπως μὴ δοκῇ σκευώρημα εἶναι, ἢ ἑτέρως ἀποβῇ καὶ θεομισὴς δόξῃ.

Ζεύς με μέγα Κρονίδης: ὅτι Ζηνόδοτος γράφει «Ζεύς με μέγας Κρονίδης». καὶ ὅτι ἀπὸ τούτου ἕως τοῦ «αἰσχρὸν γὰρ τόδε γʼ ἐστί» οὕτως συντέμνει «ὦ φίλοι ἥρωες Δαναοί, θεράποντες Ἄρηος· λώβη γὰρ τάδε γʼ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι μὰψ οὕτω».

μέγα: σχολικὸν ἀγνόημα τὸ δοκεῖν Ζηνοδότειον εἶναι τὴν μετὰ τοῦ ς γραφήν. καὶ δόξειεν ἂν ὑπὸ Διονυσίου τοῦ Θρᾳκὸς ταῦτα δεδόσθαι· ἐν γὰρ τῷ Περὶ ποσοτήτων καθάπτεται Ζηνοδότου ὡς ἠγνοηκότος ὅτι τῷ μέγα ἀντὶ τοῦ μεγάλως Ὅμηρος ἀποχρῆται· παρʼ ὃ δὴ καὶ κατά τινα τῶν ὑπομνημάτων μετειλῆφθαι τὸ μέγα ἀντὶ τοῦ μεγάλως. τὸ δὲ οὐκ ἔχει τἀκριβὲς οὕτως· εἰ γὰρ τὰ συγγράμματα τῶν ὑπομνημάτων προτάττοιμεν, ἕνεκα γοῦν τἀκριβοῦς γράφοιμεν κατὰ Ἀρίσταρχον «Ζεύς με μέγας». ἐν γοῦν τῷ Πρὸς Φιλήταν συγγράμματι τῇ γραφῇ κέχρηται, δύο λέγων τὸ μέγας σημαίνειν, τοτὲ μὲν τὸ καθʼ αὑτό, καθάπερ νῦν «Ζεύς με μέγας Κρονίδης» καὶ «κεῖτο μέγας μεγαλωστί, λελασμένος ἱπποσυνάων», τοτὲ δὲ αὖ τὸ πρὸς τὴν κατὰ τὸν Αἴαντα τὸν ἕτερον διάκρισιν «Αἴας δʼ ὁ μέγας». κἀν ταῖς Λιταῖς ἐξηγούμενος «αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας» ἔν τινι τῶν ἠκριβωμένων ὑπομνημάτων γράφει ταῦτα κατὰ λέξιν· «οὐ κατʼ ἐπίθετον λέγει μέγας, ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ ἑτέρου Αἴαντος. ὅταν δὲ λέγῃ “Ζεύς με μέγας Κρονίδης”, οὐκέτι ὅτι καὶ ἕτερος μικρός ἐστιν.» καὶ τοὺς ἀπʼ αὐτοῦ δὲ χρωμένους ἔστιν εὑρεῖν τῇ γραφῇ Διονυσόδωρον καὶ Ἀμμώνιον τὸν Ἀλεξανδρέα. ἐπιλέγουσι δὲ οὐδέν· διὸ καὶ τὰς μαρτυρίας αὐτῶν οὐκ ἐγράψαμεν. καὶ Καλλίστρατος δὲ ἐν τῷ Περὶ Ἰλιάδος οὕτως προφέρεται ὥστε ὅμοιον εἶναι τῷ «ἐπεὶ μέγας ὠδύσατο Ζεύς». οὐδὲ ὁ Ἐπιθέτης δὲ Πτολεμαῖος, τὰς Ζηνοδότου γραφὰς ἐκτιθέμενος, ταύτην ὡμολόγει Ζηνοδότου εἶναι. ταῦτα ὁ Δίδυμος

ἄτῃ: ἡ ἑκούσιος ἁμαρτία· καὶ ἀτηρός καὶ «ἶσα ἄτῃσιν». οἱ δὲ ζημία· τοῦτο δὲ ἀναπόδεικτόν ἐστιν.

σχέτλιος: τοῦτο καθʼ ἑαυτὸ προενεκτέον, ὡς ἐν τοῖς ἄνω τὸ «νήπιος». μᾶλλον γάρ, κομματικῶς λεγόμενον, ἐμφαίνει.

ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν: προτρεπτικὸν τοῦτο πρὸς τὸ μένειν τοὺς Ἀχαιούς· οὐ γὰρ ἀτελεύτητον «ὅ τί κεν κεφαλῇ κατανεύσει». ἀνάγει δὲ ἐπὶ τοὺς νεοσσοὺς καὶ τὰς διοσημίας

Ἴλιον: Ἴλιον μὲν λέγει Ὅμηρος, Ἰλιεῖς δὲ οὐκέτι φησί· καὶ «Εὔβοιαν», ἀλλʼ οὐκ Εὐβοεῖς.

ἐκπέρσαντʼ: τὸ ἐντελὲς ἐκπέρσαντι, ὡς «χρυσέῃ κερκίδʼ ὕφαινε» καὶ «Αἴανθʼ, ὃς βελέεσσι βιάζετο καὶ οὐ χάζετʼ ὄπισθεν»

κακὴν ἀπάτην: ἔστι γὰρ καὶ δικαία. Αἰσχύλος· «ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός». καὶ τίς πείθοιτο θεὸν ἐναντία ἑαυτῷ βουλεύσασθαι;

δυσκλέα Ἄργος: ὅτι κατὰ συστολὴν Ὅμηρος τὰ τοιαῦτα ἐκφέρει, δυσκλέα καὶ «ἀκλέα», Ἰωνικῶς. οἱ δὲ Ἀττικοὶ ἐκτείνουσιν.

δυσκλέα: συσταλτέον τὴν τελευταίαν τοῦ δυσκλέα ὡς «ἀμφηρεφέα», ὁμοίως τῷ «ἄρα κλέα ἀνδρῶν», «ἀκλέα ἐν μεγάρῳ».

δυσκλέα: ἐκ τοῦ δυσκλεεύς δυσκλεέα. ἔστι δὲ ἔλλειψις τοῦ ε, οὐ συναλιφή. οἱ δὲ νεώτεροι ἐκτείνουσι καὶ περισπῶσιν ὡς ἀπὸ τοῦ δυσκλεής. τοῦτο δὲ εἶπεν οἰόμενος ὡς οὐ πείσονται οἱ Ἕλληνες δυσκλεεῖς ὑποστρέψαι.

ἐπεὶ πολὺν ὤλεσα λαόν: ἀντὶ τοῦ ὅτε ἢ ἀφʼ οὗ. οἰκειοῦται δὲ τὴν ἀπώλειαν τοῦ στρατοῦ παραμυθίας ἕνεκεν.

οὕτω που Διῒ μέλλει—τοῦ γὰρ κράτος ἐστὶ μέγιστον: πρὸς τὸ μέλλει, ὅτι ἀντὶ τοῦ ἔοικεν. ὁ δὲ ἀστερίσκος, ὅτι εἰς τὰς Λιτὰς οὐκ ὀρθῶς μετάκεινται οἱ τρεῖς.

μέλλει: ἔοικε. διὰ τούτου δὲ διστάξιμον αὐτὸ ἐποίησεν.

ὑπερμενέϊ: συσταλτέον τὸ ι τοῦ ὑπερμενέϊ.

πολλάων: τὸ πολλάων ἐπέκτασις, καὶ ἴδιον Ἰώνων.

πολλάων πολίων: ἀδίκων, ὡς «ἔπαθον αἳ μεγάλα» ἄδηλον δὲ εἴτε καθολικῶς αὐτὸ λέγει εἴτε περὶ τῶν εἰκοσιτριῶν ὑπόνοιαν διδοὺς καὶ περὶ Ἰλίου· πιθανὸν γὰρ ἐκ τῶν ὑποκειμένων τὴν δύναμιν δεῖξαι τοῦ θεοῦ.

τοῦ γὰρ κράτος: Πυθαγόρας φησὶ τί ἐστι θεῖον ἐρωτηθεὶς τὸ πάντων ἔφη κρατοῦν, τῷ αἰτίῳ καὶ τοῖς ἄλλοις, ὥστε καὶ πολέμων ἔχειν ἐξουσίαν. τίς ἂν οὖν εἴην ἐγώ, φησὶν Ἀγαμέμνων, πρὸς τὸ κράτος ἐκείνου;

Πυθαγόρας ἐρωτηθείς, τί ἐστι θεός, τὸ πάντων κρατοῦν εἶπεν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει.

τοῦ γὰρ κράτος: Πυθαγόρας φησὶ τί ἐστι θεός· τὸ πάντων κρατοῦν, ὅς γε καὶ πολέμων ἐξουσίαν ἔχει. τίς οὖν ἂν εἴην ἐγώ;

πυθέσθαι: ὅτι τὸ πυθέσθαι ἀντὶ τοῦ ἀκοῦσαι τίθησιν.

τοσόνδε τε λαόν: διὰ τῶν ἐγκωμίων μείζων ἡ κατηγορία· καὶ ὅτι ἀΐδιος ἔσται αὐτοῖς ὕβρις τὸν πόλεμον ἀτελῆ καταλιποῦσιν.

ἀνδράσι παυροτέροισι: ὅτι ἥσσονες κατὰ τὸν ἀριθμὸν οἱ βάρβαροι.

παυροτέροισι: οἱ μὲν Τρῶες χωρὶς—ἄλλοι δὲ ιδʹ.

τέλος δʼ οὔ πώ τι: τὸ δέ ἀντὶ τοῦ γάρ· κρίσις γὰρ νίκης ἢ ἥττης οὐ πεφανέρωται. πῶς οὖν πρὸ τέλους ὑποχωρήσουσιν; ἐκδεκτέον οὖν τὸ τῆς μάχης πέρας.

εἴπερ γάρ κʼ ἐθέλοιμεν—ἑλοίμεθα οἰνοχοεύειν: ἕως τοῦ οἰνοχοεύειν ὑποστιγμαί εἰσιν ἐν ὑποκρίσει πᾶσαι, ἄμφω καὶ ἔασιν καὶ Ἀχαιοί καὶ οἰνοχοεύειν. τῆς δὲ ἀναρτήσεως ὁ εἴ σύνδεσμος αἴτιος.

εἴπερ γάρ κʼ ἐθέλοιμεν: ὅτι περισσὸς ὁ κέ σύνδεσμος.

εἴπερ γάρ κʼ ἐθέλοιμεν: ταχεῖα οὖν ἐλπὶς τῆς νίκης, εἴ γε καὶ πλείους καὶ ἰσχυρότεροι καὶ Δία ἔχοντες σύμμαχον, καὶ τῆς ἥττης πολλὴ ἡ αἰσχύνη.

ὅρκια πιστὰ ταμόντες: ἀθετεῖται· οὐ γὰρ ἐπʼ ἀληθείας λέγεται, ἀλλʼ ὑπερβολικῶς τὰ τῶν δεκάδων. πρὸς τί οὖν ὅρκια;

ὅρκια πιστά: πρὸς τὸ συνελθεῖν.

Τρῶας μὲν λέξασθαι ἐφέστιοι ὅσσοι ἔασιν: Ἀριστάρχου λέξεις ἐκ τῶν ὑπομνημάτων· «ἐὰν καὶ τὰ παιδία καὶ τοὺς πρεσβύτας ἀριθμήσωσιν, οὐ μὴ γένωνται ὅσοι ἡμεῖς. τοῦτο δέ ἐστι, κατοικίδιοι καὶ ἔναυλοι. καὶ ἐν Ὀδυσσείᾳ· “πᾶσιν γὰρ ἐπίστιόν ἐστιν ἑκάστῳ”, ὡσεὶ κατάλυμα παρὰ τῇ νηΐ.» ἡ διπλῆ δέ, ὅτι τὸ λέξασθαι νῦν οὔτε ἐπὶ τοῦ κοιμηθῆναι οὔτε ἐπὶ τοῦ καταριθμηθῆναι κεῖται, ἀλλʼ ἐπὶ τοῦ συλλεγῆναι καὶ ἁθροισθῆναι ἐν ταὐτῷ· καὶ ὅτι ἐφέστιοι, ὅσοι ἑστίας — τουτέστιν οἰκίας — αὐτόθι διαμένουσιν.

λέξασθαι: τὸ λέξασθαι δηλοῖ πέντε· τὸ λέγειν, ὡς τὸ «λέξασθαι δὲ περὶ τῶν οὐ δύναται», τὸ κοιμᾶσθαι, ὡς τὸ «λέξομαι εἰς εὐνήν», τὸ ἐκλέγεσθαι, ὡς τὸ «λέξασθαι κούρους», τὸ ἀριθμεῖν, ὡς τὸ «λέγε κήτεσσι», τὸ οἰκοδομεῖν, ὡς τὸ «αἱμασιὰς λέξονται».

Τρῶας μὲν λέξασθαι: ἀπὸ κοινοῦ τὸ θελήσουσιν. τὸ λέξασθαι δηλοῖ τὸ κοιμᾶσθαι, «λέξομαι εἰς εὐνήν»· τὸ ἐπιλέξασθαι, «λέξατο κούρους»· τὸ ἀριθμεῖν, «λέγε κήτεσι»· τὸ οἰκοδομεῖν, «αἱμασιὰς λέξοντες».

ἐφέστιοι: ἔνοικοι, συναριθμουμένων παιδίων καὶ γερόντων· οὗτοι γάρ εἰσιν οἱ προθύμως ὑπὲρ τῆς σφετέρας ἀμυνόμενοι.

ἔασιν: ἀντὶ τοῦ εἰσίν.

Τρῶας μὲν λέξασθαι, ἐφέστιοι ὅσσοι ἔασιν, ἡμεῖς δʼ ἐς δεκάδας διακοσμηθεῖμεν Ἀχαιοί: ἐσχημάτισεν οὐχ ὁμοίως τῷ Τρῶας τὸ ἡμεῖς ἐπαγαγών. ἀντίστροφον δὲ τοῦτο κατὰ τὰς πτώσεις τῷ «ἢ ἐθέλεις ὄφρʼ αὐτὸς μὲν ἔχειν γέρας, αὐτὰρ ἔμʼ αὔτως».

ἐς δεκάδας: ἔθος ἦν πλείονας τῶν δέκα μὴ συνεσθίειν, ὡς καὶ Ἀριστοτέλης ἐν Πολιτείαις φησίν

διακοσμηθήμενʼ: ἀντὶ τοῦ διακοσμηθῆναι, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ «ἐθελήσομεν». οἱ δὲ «διακοσμηθεῖμεν», ἵνʼ ᾖ διακοσμηθείημεν εὐκτικόν.

ἕκαστον: ὁ Ἰξίων διὰ τοῦ ν, ἕκαστον.

ἕκαστον ἑλοίμεθα: ὁ Ἰξίων διὰ τοῦ ι, τινὲς δὲ διὰ τοῦ ν, «ἕκαστοι ἑλοίμεθα», οἱ ἐν τῇ δεκάδι. οὕτως ἰξίων.

ἑλοίμεθα οἰνοχοεύειν: πιθανῶς κἀν τῷ ἀριθμεῖν τὰ ἔθνη αἰχμαλωσίαν οἰωνίζεται Τρωσίν, ἢ ὡς φιλοίνοις ἢ ὡς ἐν συμποσίοις ἀλαζονευομένοις. ἢ διαπαίζει τὸν Γανυμήδους μῦθον.

πολλαί κεν δεκάδες: ὑπερβολικῶς· Τρώων μὲν γὰρ ἦσαν μυριάδες πέντε, Ἑλλήνων δὲ δώδεκα.

πλέας: τὸ πλέας ἀπὸ τοῦ πλέονας συγκέκοπται.

Τρώων οἳ ναίουσι: ἕως τοῦ Ἰλίου ἐκπέρσαι ἀθετοῦνται στίχοι τέτταρες, ὅτι καθόλου πάντας τοὺς βαρβάρους σὺν τοῖς ἐπικούροις ἥσσονας τῶν Ἑλλήνων διὰ παντός φησιν εἶναι.

ἀλλʼ ἐπίκουροι πολλέων ἐκ πολίων: καὶ γάρ φησι· «κέκλυτε, μυρία φῦλα περικτιόνων ἐπικούρων». ἐπίκουροι δὲ οἱ ἐξ ἀλλοδαπῆς ἥκοντες πρὸς συμμαχίαν.

ἀλλʼ ἐπίκουροι —ἐγχέσπαλοι ἄνδρες: διὰ τούτου ὑποχωρεῖν κελεύει, καὶ ὀνειδίζει τῷ ἰδίῳ συμμαχικῷ. ἐπίκουροι μὲν οὖν λέγονται οἱ τοῖς πολεμουμένοις βοηθοῦντες, σύμμαχοι δὲ οἱ τοῖς πολεμοῦσιν.

ἔασιν: ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου εὕρομεν «ἔνεισιν». καὶ Καλλίστρατος οὕτως ἐν τῷ Περὶ Ἰλιάδος γράφει, καθάπερ καὶ τὸ «ἡμεῖς δὲ μαχόμεσθʼ, οἵπερ τʼ ἐπίκουροι ἔνειμεν». παρʼ ὃ καὶ διχῇ γράφομεν. ἐγχέσπαλοι δέ, ὅτι ἔσειον τὰ δόρατα πρὸ τῆς ἀφέσεως, μήποτε ἄρα εἶεν κλασθέντα.

τὸ δὲ ἔασι τινὲς «ἔνεισιν», ὡς τὸ «ἔνειμεν».

ἐγχέσπαλοι ἄνδρες ἔασιν οἵ με μέγα πλάζουσι: τὸ οἵ ἤτοι ἄρθρον ὑποτακτικόν ἐστιν, ἢ ἀντὶ τῆς οὗτοι ἀντωνυμίας. πάλιν οὖν ἤτοι τελείαν στιγμὴν ἢ διαστολὴν θήσομεν ἐπὶ τὸ ἄνδρες ἔασιν. ἐπὶ δὲ τὸ πλάζουσι θετέον τὴν ἄνω δευτέραν στιγμήν, ἥτις ἕνα χρόνον δύναται σιωπῆς.

οἵ με μέγα πλάζουσι: ἀποσφάλλουσι τῆς ὁρμῆς. εὖ δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ ἐλέγχειν τὸ κοινόν.

οἵ με μέγα πλάζουσι: πλανῶσι καὶ ἀπείργουσι τῆς πολλῆς προθυμίας. καλὸν δὲ τὸ οἰκειοῦσθαι τὴν ἧτταν καὶ μὴ ἐλέγχειν τὸ κοινόν.

καὶ οὐκ εἰῶσʼ ἐθέλοντα: ἀντὶ τοῦ δυνάμενον.

Ἰλίου: ἐν τοῖς κατʼ Ἀριστοφάνην ὑπομνήμασιν Ἀριστάρχου «Ἴλιον» ἐγέγραπτο, οὐκ Ἰλίου· καὶ μήποτε ἄμεινον ἔχει.

Ἰλίου: ἄμεινον τὸ «Ἴλιον» ἤπερ Ἰλίου. Ἰλίου πτολίεθρον ὡς «Ἀργοῦς σκάφος»

Ἰλίου δὲ πτολίεθρον ἄμεινον ἦν εἰπεῖν τὸ «Ἴλιον» ἤπερ Ἰλίου. ἀλλὰ συνωνυμικῶς εἶπεν ὡς «Ἀργοῦς νηὸς σκάφος».

ἐννέα δή: κοινὸν καὶ τοῦτο πρός τε τὸ ἀπιέναι, ὡς ἐγκαθημένων ἀπράκτων τοσοῦτον χρόνον, καὶ πρὸς τὸ μένειν, ὡς τοῦ τῆς ἁλώσεως χρόνου πληρωθέντος· τῷ γὰρ δεκάτῳ ἔτει ἁλώσεσθαι τὴν Ἴλιον ὁ Κάλχας ἔφη ἐλπίδα τοῦ τέλους ὑπογράφων αὐτοῖς οὐκ ἐνεστηκέναι τὸν ἔνατον ἐνιαυτὸν εἶπε· καίτοι τοῦτο ἦν τὸ ἀληθές, ὥσπερ καὶ Ὀδυσσεύς φησιν· «ἡμῖν δʼ εἴνατός ἐστι περιτροπέων ἐνιαυτός»· ἀλλὰ παρεληλύθασί φησιν ἐννέα ἐνιαυτοί.

βεβάασι: ἀντὶ τοῦ πεπόρευνται, ὡς τὸ «βῆ δʼ ἄρʼ ἐπʼ Ἀτρεΐδην» ἀντὶ τοῦ ἐπορεύθη.

Διὸς μεγάλου: τοῦ ἡλίου ἢ τοῦ διερχομένου χρόνου.

καὶ δὴ δοῦρα σέσηπε νεῶν καὶ σπάρτα λέλυνται:ὅτι κατὰ τὸν αὐτὸν στίχον καὶ ἑαυτῷ καὶ ἡμῖν συνήθως ἐξενήνοχε τὸ λέλυνται καὶ σέσηπε.

καὶ δὴ δοῦρα—λέλυνται: ἐν ἑνὶ στίχῳ ἔθηκε τὴν Ἀτθίδα καὶ κοινὴν χρῆσιν.

καὶ δὴ δοῦρα σέσηπε: καὶ τοῦτο ἀμφοτέροις συνᾴδει, τῷ μὲν ἀπιέναι πρὶν διαφθαρῆναι τέλεον τὰς νῆας, καὶ τῷ μένειν ὡς διὰ τὸ σεσηπέναι τὰς ναῦς τέως πλεῖν οὐ δυναμένων. καὶ Θεόπομπος δὲ ταύτην αἰτίαν αὐτοῖς τοῦ ναυαγίου φησίν, ὡς καὶ τοὺς περὶ Κάλχαντα καὶ Ἀμφίλοχον πεζοὺς ἀπαλλάττεσθαι.

αἱ δέ που ἡμέτεραί τʼ ἄλοχοι—ποτιδέγμεναι: συναπτέον ἕως τοῦ ποτιδέγμεναι· μία γὰρ ἡ περίοδος. εἰ δέ τις ἐπὶ τὸ ἄλοχοι διαστέλλοι, ἀπρεπῆ τὸν νοῦν τίθησι.

αἱ δέ που ἡμέτεραι—ἱκόμεσθα: ἀπαλλαττώμεθα οὖν ὡς ποθούμενοι, ἢ ὡς μηδὲν ἄξιον τῆς προσδοκίας εἰργασμένοι.

αὔτως: ἔτι, ἀκμήν. «λευκὸν ἔτʼ αὔτως».

ἀλλʼ ἄγεθʼ: ἄγετε ἐπίρρημα.

ἀλλʼ ἄγετʼ ὡς ἂν ἐγὼ εἴπω: ὑποστικτέον ἐν ὑποκρίσει μετὰ τὸ εἴπω διὰ τὸ ὡς μόριον· ᾧ λόγῳ καὶ τῶν παραβολῶν αἱ πλεῖσται ἀνήρτηνται μέχρι τῆς ἀνταποδόσεως.

φεύγωμεν σὺν νηυσί: ἠδύνατο μὲν εἰπεῖν στείχωμεν. ἀλλὰ τῷ αἰσχρῷ ὀνόματι ἀποτρέπει τοῦ ἀπόπλου.

φίλην ἐς πατρίδα γαῖαν: φίλην τὴν ἰδίαν· «φίλους λήθοντε τοκῆας». πατρίδα δέ, ἕκαστος τὴν ἰδίαν. ἔδει δὲ πατρίδα αἶαν.

οὐ γὰρ ἔτι Τροίην: οὗτος ὁ στίχος ἀναιρεῖ τὴν ἀμφιβολίαν· διὸ ἔν τισι οὐ φέρεται.

τοῖσι δὲ θυμὸν … ὄρινε: τὸ αἰφνίδιον τῆς τῶν ἀνθρώπων ὁρμῆς ἐσήμανε περὶ τῶν οἴκοι τερπνῶν ἀκουσάντων.

πᾶσι μετὰ πληθύν, ὅσοι οὐ βουλῆς ἐπάκουσαν:ἀθετεῖται, ὅτι κενῶς ἐπεξηγεῖται· τὸ γὰρ νοούμενον τὸ αὐτό.

μετὰ πληθύν: ἐν τῷ πλήθει ἢ κατὰ τὸ πλῆθος.

ὅσοι οὐ βουλῆς ἐπάκουσαν: ἀντὶ τοῦ ᾔσθοντο τῆς τοῦ Ἀγαμέμνονος γνώμης.

κινήθη δʼ ἀγορὴ ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο: ἐπὶ τὸ Ἰκαρίοιο στιγμή. βραχὺ δὲ διαστελοῦμεν ἐπὶ τὸ ἀγορή.

κινήθη: ὥρμησε.

ὡς κύματα: ὅτι Ζηνόδοτος γράφει «φὴ κύματα». οὐδέποτε δὲ Ὅμηρος τὸ φή ἀντὶ τοῦ ὥς τέταχεν.

ὡς κύματα μακρά: ὑψηλά, τὰ ἐκ βάθους κινούμενα· συνωθοῦνται γὰρ ἄλλα ἐπʼ ἄλλοις, ὡς ὅλης ἐκ βυθοῦ ταρασσομένης τῆς θαλάσσης.

κινήθη δʼ ἀγορὴ ὡς κύματα: διὰ τί προειπόντος τοῦ Ἀγαμέμνονος ἐν τοῖς προβεβουλευμένοις «ὑμεῖς δʼ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν», ὁρμησάντων τῶν Ἑλλήνων ἐπὶ τὰς ναῦς, οὔτε ἄλλος οὐδεὶς οὔτε Ὀδυσσεὺς τοῦτο ἐποίησε ταχέως, ἀλλʼ ὁ μὲν ἕστηκεν ἁπλῶς μόνον οὐχ ἁπτόμενος τῆς νηός οἱ δὲ ἐπὶ τῆς ἐκκλησίας μένουσι, καὶ παραγίνεται ἡ Ἀθηνᾶ ἀπὸ μηχανῆς ὥσπερ καθεύδοντα τὸν Ὀδυσσέα ἐγείρουσα; ἢ ὅτι οὐχ οἷόν τε ἦν ὁρμησάντων παραχρῆμα ἐπέχεσθαι αὐτούς, θορύβου κατέχοντος τοσούτου· θεατὰς γοῦν ἡμᾶς σχεδὸν ποιῶν τῆς τότε ἀταξίας αὐτῶν ἐπιτραγῳδεῖ ταῦτα τὰ ἔπη· κινήθη δʼ ἀγορὴ ὡς κύματα· διὸ ὁ Ὀδυσσεύς, μετὰ τὸν Νέστορα συνέσει προὔχων, ἵσταται μὴ καθέλκων τὴν ναῦν, διὰ τούτου ἐπιδεικνὺς ὃ ἐβούλετο καὶ τοὺς ἄλλους ποιεῖν. ἔστι δὲ Ὀδυσσεὺς ἱκανώτερος Νέστορος πάντα πρᾶξαι τὰ διὰ τοῦ σώματος, τῶν δὲ ἄλλων συνετώτερος· διὸ πρὸς τοῦτον ἐλήλυθεν ἡ Ἀθηνᾶ· οὐ γὰρ δίχα θεοῦ πιθανὸν τοσοῦτον καταστέλλεσθαι θόρυβον.

πόντου Ἰκαρίοιο: τοῦ Ἰκαρίου πελάγους, κεκλημένου —καὶ Καλλίμαχος ἐν Αἰτίοις

ὤρορʼ: ἀπὸ τοῦ ὄρωρε ὑπέρθεσις χρόνου.

ὤρορʼ ἐπαΐξας: ἀπὸ τοῦ ὄρωρεν Ἀττικοῦ ὑπέρθεσις ἐγένετο τοῦ χρόνου. ἐπαΐξας δὲ ἄνωθεν αἰγιδώδης πνεύσας.

ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον: πρὸς συμπλήρωσιν τῶν ἀσταχύων οἱ ζέφυροι πνέουσι. ληΐῳ δὲ τὴν ἠϊόνα παρεικάζει. ἠπειρωτικὴ δὲ ἡ παραβολή, ὅπερ ἄμεινον ἐνταῦθα· ἡ πρώτη μὲν γὰρ τὸν τάραχον, ἡ δὲ δευτέρα τὴν ὁμοθυμαδὸν ὁρμὴν παρίστησιν.

ὡς δʼ ὅτε κινήσῃ Ζέφυρος βαθὺ λήϊον: πρὸς συμπλήρωσιν τῶν σταχύων πνέουσι ζέφυροι. λήϊον δὲ ἀντὶ τοῦ γήϊον, ὡς μόγις μόλις. ἠπειρώταις ἡ παραβολή, ὅπερ ἄμεινον· ἡ πρώτη μὲν τὸν τάραχον, ἡ δὲ τὴν ὁμοθυμαδὸν ὁρμήν.

λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν: ὅτι χωρὶς προθέσεως εἴρηκεν ἀντὶ τοῦ ἐπικαταιγίζων· αἰγίδας γὰρ ἔλεγον, ἃς ἡμεῖς καταιγίδας. καὶ ὅτι πτῶσις ἤλλακται· ἀντὶ τοῦ ἐπιμύει δὲ τοὺς ἀστάχυας, οἷον ἐπικλίνει.

λάβρος ἐπαιγίζων, ἐπί τʼ ἠμύει ἀσταχύεσσιν: ὑποστιγμαὶ ἐν ὑποκρίσει ἐπὶ τὸ ἐπαιγίζων καὶ ἀσταχύεσσιν.

ἐπί τʼ ἠμύει: ἠμύει τὸ λήϊον τοῖς στάχυσιν, ὡς «ἔφριξεν δὲ μάχη ἐγχείῃσιν». ἢ οἱ στάχυες τῷ ἀνέμῳ ἠμύουσι.

πυκνοῖ τὸ λήϊον τοῖς στάχυσιν, ὡς «ἔφριξε δὲ μάχη ἐγχείῃσιν». οἱ δὲ στάχυες ὑπὸ τοῦ ἀνέμου συνειλούμενοι πυκνοῦσι τὸ λήϊον.

νῆας ἐπεσσεύοντο: οὕτως νῆας ἐπεσσεύοντο.

νῆας ἐπεσσεύοντο: οὐκ ἀναστρέφεται ἡ πρόθεσις, ὅτι συνήλειπται· διὸ καὶ ἐλέγομεν ἕνεκα ἑτέρου σημαινομένου τὸν Ἀρίσταρχον κατὰ ἀναστροφὴν ἀνεγνωκέναι τὸ «στεῦτο γὰρ Ἡφαίστοιο πάρʼ οἰσέμεναι»· οὐκ ἀναστρέφονται γάρ, εἰ μὴ ἐπὶ τέλους κέωνται ῥῆμα δηλοῦσαι.

οὐκ ἀναστρεπτέον· αἱ γὰρ συναλειφόμεναι οὐκ ἀναστρέφονται, εἰ μὴ ἐπὶ τέλους κεῖνται ῥῆμα δηλοῦσαι.

ποδῶν δʼ ὑπένερθε κονίη ἵστατʼ ἀειρομένη: ὑπὸ δὲ τῶν ποδῶν αὐτῶν νέρθεν ἀειρομένη ἡ κόνις ἀνίστατο.

ἅπτεσθαι—δῖαν: ἐπιλαμβάνεσθαι, ὡς τὸ «ἑανοῦ ἁπτομένη». τὸ δὲ δῖαν Δωρικῶς συνέστειλεν.

οὐρούς: ψιλοῦται· ἐν πλεονασμῷ γὰρ τοῦ υ ἐγένετο, ὡς καὶ ὅλος «οὖλος» ἀνεγνώσθη δὲ κατʼ ὀξεῖαν τάσιν· ὁ γὰρ Ἀρίσταρχος παρήγγελλεν. ἴσως δὲ σημειώδης ὁ τόνος· τὰ γὰρ εἰς ρος λήγοντα δισύλλαβα ἁπλᾶ, ἔχοντα τὴν ου δίφθογγον ἐβαρύνετο, «κοῦρος», «θοῦρος», «οὖρος»· καὶ γὰρ ταῦτα περισσὸν ἔχει τὸ υ. ἴσως οὖν εἰς ἀποφυγὴν τοῦ ἐπὶ τοῦ ἀνέμου· καὶ γὰρ καὶ ἐπʼ ἄλλων τὸ τοιοῦτο ποιεῖ ὁ ἀνήρ.

οὐρούς: ἐκ τοῦ ὀρούειν· διʼ αὐτῶν γὰρ αἱ νῆες ὀρούουσιν. τῷ δὲ χρόνῳ πολλή τις ὕλη περὶ αὐτοὺς ἦν, ἣν καὶ ὑφεῖλκον.

ἀϋτὴ δʼ οὐρανὸν ἷκεν: μεγαλοφυῶς ηὔξησε τὴν ταραχήν, ἣν κατελεπτολόγησεν Ἀριστοφάνης Ἀχαρνεῦσιν

ᾕρεον: δασυντέον τὸ ᾕρεον· ἀπὸ γὰρ τοῦ αἱρῶ περισπωμένου καὶ δασυνομένου γέγονεν.

ᾕρεον: παραλόγως δασύνεται τὸ αἱρῶ.

ἔνθα κεν Ἀργείοισιν ὑπέρμορα νόστος ἐτύχθη,εἰ μὴ Ἀθηναίην: ἀσύνδετος ὁ λόγος πρὸς τὰ ἐπάνω· διὸ προϋποστικτέον τελείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἐτύχθη διὰ τὸν εἴ σύνδεσμον, εἰ μὴ Ἀθηναίην

ὑπέρμορα: οὕτως ὑφʼ ἓν τὸ ὑπέρμορα· οὐ γὰρ — ὥς τινες — κατὰ διάστασιν. ἔστιν οὖν τι μόρος, ὃ συντεθὲν γίνεται ὑπέρμορος ὡς ὠκύμορος, οὗ οὐδέτερον τὸ ὑπέρμορον καὶ πληθυντικὸν τὸ ὑπέρμορα. ὡς οὖν τὸ καλά καὶ ὄνομα, ἀλλὰ καὶ ἐπίρρημα—«ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος» καὶ «πυκνὰ μάλα στενάχων»—, οὕτως καὶ ὑπέρμορα νόστος ἐτύχθη.

ὑπέρμορα: ὀνοματικὸν ἐπίρρημα.

νόστος: ἡ εἰς τὸν οἰκεῖον τόπον ὑποστροφή· «νόστου δεῖ μνῆσαι» καὶ «νοστήσαντα ἄνακτα».

εἰ μὴ Ἀθηναίην— εὗρεν ἔπειτʼ Ὀδυσῆα: ὅτι Ζηνόδοτος οὕτως ἐπισυντέτμηκεν· «εἰ μὴ Ἀθηναίη λαοσσόος ἦλθʼ ἀπʼ Ὀλύμπου. εὗρεν ἔπειτʼ Ὀδυσῆα», καθόλου τὸν τῆς Ἥρας λόγον περιγράψας Ὁμηρικῶς ἔχοντα· καὶ γὰρ καὶ τῆς ξιφουλκίας αὕτη ἀφίστησιν, ἡ δὲ Ἀθηνᾶ ὑπηρετεῖ κατὰ διαφορὰν τῆς ἀξίας τηρουμένης τῶν προσώπων.

εἰ μὴ Ἀθηναίην: εἰς τοσοῦτον προάγει τὰς περιπετείας ὡς δύνασθαι θεὸν μόνον αὐτὰς μεταθεῖναι. πρῶτος δὲ καὶ τοῖς τραγικοῖς μηχανὰς εἰσηγήσατο.

ὦ πόποι—Ἀργείην Ἑλένην: καὶ τῷ σχετλιασμῷ καλῶς κέχρηται, καὶ τὴν αἰσχύνην τῶν φίλων προβέβληται, καὶ τῶν πολεμίων τὴν χαρὰν ἐπάγει. συμφέρεσθαι δὲ ἀλλήλαις Ἥραν καὶ Ἀθηνᾶν λέγων δείκνυσιν ὅτι οὔτε μητρυιὰ πρόγονον μισεῖ οὔτε πρόγονοι μητρυιαῖς διαφέρονται νοῦν ἔχοντες.

αἰγιόχοιο: αἰγίς ἐστιν ὅπλον—καλεῖσθαι. ἱστορεῖ Εὐφορίων

νῶτα θαλάσσης: οὐδετέρως—οὐκ ἀρσενικῶς τὸν νῶτον.

κὰδ δέ κεν εὐχωλήν: ἀπὸ τούτου ἕως τοῦ «ἐν Τροίῃ ἀπόλοντο» ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι οἰκειότερον ἐν τῷ τῆς Ἀθηνᾶς λόγῳ ἑξῆς εἰσι τεταγμένοι νῦν δὲ κυκλικώτερον λέγονται.

Πριάμῳ καὶ Τρωσί: καλῶς οὐκ Ἀλεξάνδρῳ, ἀλλὰ Τρωσὶν εἶπε καὶ Πριάμῳ, τῆς Ἑλένης τὸ ἐγκώμιον αὔξων.

Ἀργείην Ἑλένην: ὅτι Ζηνόδοτος γράφει «Ἀργείην θʼ Ἑλένην» σὺν τῷ συνδέσμῳ ὥστε εἶναι χωρὶς καύχημα καὶ σὺν τούτῳ τὴν Ἑλένην. οὐ λέγει δὲ οὕτως, ἀλλʼ αὐτὴν τὴν Ἑλένην καύχημα.

Ἀργείην Ἑλένην: ἣν τὸ δίκαιον αὐτῶν οἶδεν.

Ἀργείην: ἡ Λακωνικὴ πέμπτον τῆς ὅλης Πελοποννήσου.

φίλης ἀπὸ πατρίδος αἴης: οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν, ὡς Τυραννίων καὶ Πτολεμαῖος· ὁπότε γὰρ γενικῇ συντάττεται ἡ ἀπό, … τηρεῖ τὸν τόνον· «καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο».

ἀλλʼ ἴθι νῦν: οὐκ ἄτοπον καὶ τοῖς ἐνδόξοις ἡ χρειώδης ὑπηρεσία.

κατὰ λαόν: οὕτω «κατὰ λαόν» συμφώνως εἶχον ἅπασαι.

σοῖς δʼ ἀγανοῖς: χωρὶς τοῦ δ εἶχον αἱ χαριέσταται, «σοῖς ἀγανοῖς»· καὶ ἡ Ἀριστοφάνους οὕτως εἶχεν. ἀγανοῖς δὲ ἄγαν προσηνέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸν θυμὸν ζέοντα. ἀθετεῖται δὲ καὶ ἀστερίσκος παράκειται, ὅτι καὶ οὗτος πρὸς Ἀθηνᾶς οἰκείως πρὸς Ὀδυσσέα λέγεται καὶ ψεῦδος περιέχει νῦν· οὐ γὰρ ἡ Ἀθηνᾶ παρίσταται ἑκάστῳ, ἀλλʼ ὁ Ὀδυσσεύς.

σοῖς δʼ ἀγανοῖς: προσηνέσι, πράοις, ὑπάγεσθαι δυναμένοις· οὕτω γὰρ ἔδει μαλάσσειν τὸ σφριγῶδες τοῦ θυμοῦ.

ἀγανοῖς: ψιλωτέον τὸ ἀγανός· τοιοῦτο γὰρ τὸ α πρὸ τοῦ γ.

τὸ δὲ α πρὸ τοῦ γ ψιλοῦται πλὴν τοῦ «ἁγνός»

ἀμφιελίσσας: ἀμφοτέρωθεν στρεφομένας καὶ ἐρεσσομένας.

Οὐλύμποιο: ὅτι ὄρος ὁ Ὄλυμπος.

ἀΐξασα: τελεία ἐπὶ τὸ ἀΐξασα· ἀσύνδετον γὰρ τὸ ἑξῆς πρὸς τὰ ἐπάνω.

εὗρεν ἔπειτʼ Ὀδυσῆα: ὃ κεκέλευσται ποιεῖν ἡ Ἀθηνᾶ, διʼ ἑνὸς ἀδρανοῦς ὑπηρέτου ποιεῖ, ὡς σοφὸς ἀρχιτέκτων· οὗτος γὰρ μετὰ τοῦ λόγου καὶ τὸ πρακτικὸν ἔχει, οὐχ ὡς Νέστωρ τὸ ἕν.

Διῒ μῆτιν ἀτάλαντον: εἰ μὴ δεξιὰ Ὅμηρος περὶ θεῶν ἐφρόνει, οὐκ ἂν τὸν Ὀδυσσέα Διῒ μῆτιν ἀτάλαντον ἔλεγε καὶ «θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα»· πῶς γὰρ οἱ θεοὶ ἄδικοι ἢ ἄφρονες, ὁπότε ὁ ἔπαινος τῶν ἀγαθῶν ἐπὶ τούτους ἀναφέρει τὴν εἰκόνα;

οὐδʼ ὅγε νηός: ὃ οἱ ἄλλοι βασιλεῖς μὴ ἐποίουν, οὐδὲ αὐτὸς ποιεῖ.

ὡς οὐδὲ οἱ ἄλλοι βασιλεῖς.

ἐϋσσέλμοιο: σέλματα αἱ σανίδες, σελμὶς τὸ σπάρτον.

ἐπεί μιν ἄχος: τὸ μίν ἀντὶ τοῦ αὐτοῦ. ἄχος δὲ ἡ ἄφωνος ἀνία, οἵαν ἔσχεν ἡ Νιόβη.

διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ:προσαγορευτικὴ ἡ περίοδος· διὸ τελείαν στικτέον.

διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ:τὸ σχῆμα ὁμοιόπτωτόν ἐστι καὶ κλητικὸν προσαγορεύεται. ἔστι δὲ Λαέρτου τοῦ Ἀρκεισίου τοῦ Κιλλέως τοῦ Κεφάλου τοῦ Ἑρμοῦ. ἐναρχόμενος δὲ τῶν πράξεων τοῦ ἀνδρὸς ὅσοις αὐτὸν κοσμεῖ ἐγκωμίοις.

πολυμήχανε: τινὲς ταὐτὸν τῷ πολύτροπέ φασιν.

φεύξεσθε: εὖ τὸ καὶ τὸν Ὀδυσσέα συμπεριλαβεῖν τῇ φυγῇ· παρώξυνε γὰρ αὐτὸν πρὸς τὸ τοὺς ἄλλους ἐπέχειν, ἐπαγαγοῦσα τῷ ἥρωϊ δειλίας ἔγκλημα.

πολυκλήϊσι: τινὲς προπερισπῶσιν, ὡς καὶ τὸ ἁπλοῦν «ἐπὶ κληῖσι κάθιζον»· ὡς γὰρ πλοκαμίς «ἐϋπλοκαμῖδες Ἀχαιαί», οὕτως καὶ κληΐς καὶ πολυκληΐς. οὐκ ἔχει δὲ οὕτως ἡ ἀνάγνωσις. ἔστιν οὖν λόγος ὑπὲρ τῆς βαρυνομένης λέξεως οὗτος· τὰ εἰς ις λήγοντα θηλυκὰ ὀξυνόμενα, εἰ μὲν ἐν τῇ συνθέσει φυλάσσοι μόνον τὸ θηλυκὸν γένος, καὶ τὸν αὐτὸν τόνον φυλάσσει, εἰ δὲ μεταληπτικὸν γίνοιτο καὶ ἀρσενικοῦ, μεθίσταται καὶ εἰς βαρεῖαν τάσιν ἀναγκαίως. τοῦ μὲν προτέρου, φυλάσσοντος τὸ αὐτὸ γένος καὶ τὸν αὐτὸν τόνον, περισκελίς, τοῦ δὲ δευτέρου, δύσελπις. ταύτῃ οὖν τὸ μὲν καταιγίς ὀξύνεται, τὸ δὲ μελάναιγις βαρύνεται. οὕτως οὖν καὶ τὸ «εὐκλήϊς» καὶ πολυκλήϊς βαρυνθήσεται· τίθεται γὰρ καὶ ἐπὶ ἀρσενικοῦ, ὡς καὶ ἐκ τοῦ ἐναντίου τὸ λεύκασπις· καὶ γὰρ ἐπὶ Ἀμαζόνος ταγείη ἄν. καὶ τὸ εὐκνήμις ἀμέλει ἐπὶ τῆς Ἀθηνᾶς τέτακται παρὰ Ῥιανῷ ἐν Θεσσαλικοῖς· «τοὶ δʼ ἤδη ἐπὶ νηὸν ἐϋκνήμιδος Ἰτώνης.»

πολυκλήϊσι: ταῖς πολλὰς τὰς τάξεις ἐχούσαις. τὰ τῷ η παραληγόμενα εἰς ιϛ μακροκατάληκτα ἐν τῇ συνθέσει ἀναδίδωσι τὸν τόνον, οἷον μελαμψήφις, μελαγκρήπις εὐκνήμις· οὕτω καὶ τὸ πολυκλήϊς.

πεσόντες: πεσόντες, οὐκ ἐμβάντες· ὅ ἐστι σύμβολον ἀτάκτου φυγῆς.

τὸ δὲ πεσόντες σύμβολόν ἐστιν ἀτάκτου φυγῆς· οὐ γὰρ δηλοῖ τὸ ἐμβάντες.

κὰδ δέ κεν εὐχωλὴν—φίλης ἀπὸ πατρίδος αἴης: ὅτι ἐνταῦθα τάξιν ἐπέχουσιν.

ἀλλʼ ἴθι νῦν: ἴσον ἐποίησε τῇ Ἀθηνᾷ τὸν Ὀδυσσέα, τοῦτο παραγαγὼν αὐτὸν ὑπʼ αὐτῆς κελευόμενον, ὅπερ ἐκείνη ὑπὸ τῆς Ἥρας ποιεῖν ἐπετέτακτο.

ἀλλʼ ἴθι νῦν μετὰ λαόν: ἐνταῦθα καὶ τὸν λόγον ὑποτέθεικεν Ἀρίσταρχος οὕτως ὥστε νοεῖσθαι· ἴθι κατὰ λαόν.

μηδʼ ἔτʼ ἐρώει: ὁρμᾶν ἔα, ἢ μὴ παύου.

σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον:ὅτι ἐνταῦθα οἰκείως τέτακται.

σοῖς δʼ ἀγανοῖς: καθὰ καὶ ἄνω χωρὶς τοῦ δέ συνδέσμου.

ὁ δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης: συνῆκε τὴν ὄπα φωνησάσης τῆς θεᾶς.

ὄπα φωνησάσης: φωνὴν εἰπούσης.

βῆ δὲ θέειν: ὥστε θέειν. ἀφείλετο τὴν ἀπόκρισιν ἡ ἔπειξις τοῦ καιροῦ. ἔστι δέ, ὥρμησεν ἐπὶ τὸ θέειν. ἢ Ἀττικῶς λείπει τὸ ὥστε. ἢ τὸ ἀπαρέμφατον ἀντὶ μετοχῆς.

ἀπὸ δὲ χλαῖναν βάλε: χλαῖνα ἡ τετράγωνος, χλαμύς ἡ εἰς ὀξὺ λήγουσα. ἀπέβαλε δὲ τὴν χλαῖναν ἢ διὰ τὸ εὐπερίσταλτον, ἢ διὰ τὸ ἐπιστρέφειν τῇ παραδόξῳ θέᾳ τοὺς πολλούς, ἢ ἵνα ταπεινὸς ὑπηρέτης δοκῇ εἶναι τῶν βασιλικῶν δογμάτων. οἱ δέ, ὅτι ἀπὸ τῆς σπουδῆς αὐτομάτως πέπτωκε. καὶ περὶ Ἀγαμέμνονος δὲ ἑτέρωθί φησι· «πορφύρεον μέγα φᾶρος ἔχων».

κῆρυξ Εὐρυβάτης: ὅτι καὶ ἕτερος Εὐρυβάτης ὁμώνυμος

κῆρυξ Εὐρυβάτης Ἰθακήσιος: ἕτερός ἐστιν οὗτος παρὰ τὸν Ἀγαμέμνονος, ὡς Πορφύριος· διὸ καὶ τὸ Ἰθακήσιος προσέθηκεν.

ὀπήδει: ἠκολούθει.

δέξατό οἱ σκῆπτρον: ὅτι ἀρχαϊκώτερον δέξατο αὐτῷ τὸ σκῆπτρον ἀντὶ τοῦ παρʼ αὐτοῦ.

δέξατό οἱ σκῆπτρον: τὸ σκῆπτρον δέχεται, ἵνα δόξῃ παρὰ τοῦ βασιλέως εἰληφέναι τὴν κατὰ τῶν ἀκοσμούντων ἐξουσίαν καὶ μὴ χολῷεν ἐπιτιμώμενοι. ἡ ἔπειξις δὲ τοῦ καιροῦ περιεῖλε τοὺς Ἀγαμέμνονος λόγους.

πατρώϊον ἄφθιτον: ποιητικῶς τοῦτο πέπλασται. τὸ δὲ ἀθάνατον ἐπὶ τῶν ἐμψύχων οἱ φιλόσοφοι τάσσουσι, τὸ δὲ ἄφθιτον ἐπὶ τῶν ἀψύχων.

Ὀδυσσεύς, φησί, παρὰ —κρατεῖν αὐτούς.

σὺν τῷ ἔβη κατὰ νῆας: ὅτι Ζηνόδοτος γράφει «σὺν τῷ βὰς κατὰ νῆας».

πρὸς τὴν τάξιν τῶν ἑξῆς τὸ ἀντίσιγμα.

κιχείη: τινὲς «κιχοίη».

τὸν δʼ: δύο μέρη λόγου εἰσίν. ὁ δὲ δέ ἀντὶ τοῦ δή.

τὸν δʼ: ὅτι οὐκ ἐγκλιτέον τὸν δέ σύνδεσμον, ὡς ἄν τις εἴποι ὑφʼ ἓν τόνδε· χρῆται γὰρ συνήθως αὐτῷ περισσῷ.

οὐκ ἐγκλιτέον δὲ αὐτόν· χρῆται γὰρ αὐτῷ συνήθως ὁ ποιητὴς περιττῷ.

ἐρητύσασκε: ἀντὶ τοῦ ἐρήτυεν.

δαιμόνιʼ: αὕτη ἡ λέξις—ὑπερέχοντα δὲ ἀνθρώπου.

οὔ σε ἔοικε: ἡ μὲν ἀκρίβεια ὀρθοτονεῖ, ἐγκλίνει δὲ ἡ συνήθεια.

κακὸν ὣς δειδίσσεσθαι: εὐλαβεῖσθαι. θωπεύων δὲ δυσωπεῖ.

κάθησο: κάθου Ἀττικῶς.

τοῦτο οἱ Ἀττικοὶ κάθου λέγουσιν.

καὶ ἄλλους ἵδρυε λαούς: αὐτὸς διὰ τῶν ἐπιφανῶν τὸ πᾶν ἱδρύει πλῆθος.

οὐ γάρ πω σάφα οἶσθʼ: τὸ ἀντίσιγμα, ὅτι ὑπὸ τοῦτον ἔδει τετάχθαι τοὺς ἑξῆς παρεστιγμένους τρεῖς στίχους· εἰσὶ γὰρ πρὸς βασιλεῖς ἁρμόζοντες, οὐ πρὸς δημότας· «οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί· οὐκ ἀγαθὸν πολυκοιρανίη» καὶ τὰ ἑξῆς.

οἷος νόος Ἀτρείδαο: «οἷος νόος Ἀτρείωνος» κἀν ταῖς διορθώσεσι καὶ ἐν τοῖς ὑπομνήμασιν οὕτως ἐγέγραπτο «Ἀτρείωνος». καὶ αἱ πλείους δὲ τῶν χαριεστάτων οὕτως εἶχον, καὶ ἡ Ἀριστοφάνειος. καὶ ὁ Σιδώνιος δὲ καὶ ὁ Ἰξίων οὕτως γράφουσιν.

οἷος νόος Ἀτρείδαο: αἱ χαριέστεραι «Ἀτρείωνος».

νῦν μὲν πειρᾶται: ἀπὸ τούτου ἕως τοῦ «τιμὴ δʼ ἐκ Διός ἐστιν» ἀθετοῦνται στίχοι πέντε, ὅτι ἀπεοικότες οἱ λόγοι καὶ οὐ προτρεπτικοὶ εἰς καταστολήν.

ἀπὸ τοῦ νῦν μέν ἕως τοῦ «τιμὴ δʼ ἐκ Διός ἐστι» τὸ νόημα εἴρηται. ἀθετοῦνται δὲ τὰ ἔπη ὡς εἰς καταστολὴν οὐ προτρεπτικά.

τάχα: διστακτικὸν τοῦτο.

ἐν βουλῇ δʼ οὐ πάντες: εἰς ὑπόνοιάν τε αὐτοὺς ἄγει καὶ οὐ δοκεῖ ἐκφαίνειν τὰ τοῦ βασιλέως ἀπόρρητα, ἀλλὰ συγκαλύπτει τὸν τοῦ λόγου νοῦν.

ἐν βουλῇ δʼ οὐ πάντες ἀκούσαμεν: μετρίως, ἵνα μὴ καταισχύνῃ τοὺς ἄλλους, εἶπε τὸ ἀκούσαμεν. τινὲς δὲ ἐν ἐρωτήσει· μὴ οὐκ ἠκούσαμεν πάντες οἱ βασιλεῖς, τί εἶπεν ἐν τῇ βουλῇ ὁ Ἀγαμέμνων;

μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν:καθʼ ἑαυτὸν ὁ στίχος λέγεται· βούλεται γὰρ λέγειν, εὐλαβοῦμαι μή τι χολωσάμενος ῥέξῃ κακόν.

μή τι: τὸ μή τι διστακτικόν.

μέγας: ἐπηρμένος καὶ φοβερός. καὶ «μεγαλήτορας» γοῦν αὐτούς φησιν.

διοτρεφέος βασιλῆος: ὅτι Ζηνόδοτος γράφει «διοτρεφέων βασιλήων». ἐπὶ δὲ τὸν Ἀγαμέμνονα ἀναφέρεται ὁ λόγος· διό φησι «φιλεῖ δέ ἑ μητίετα Ζεύς».

διοτρεφέος βασιλῆος: οὕτως ἑνικῶς αἱ Ἀριστάρχου. καὶ Πτολεμαῖος δὲ ὁ Ἐπιθέτης ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος Ἀριστάρχειον ὁμολογεῖ τὴν γραφήν. εἶχον δὲ καὶ αἱ χαριέσταται οὕτως ἄνευ τῆς Ζηνοδότου.

διοτρεφέος βασιλῆος: οὕτως αἱ πᾶσαι πλὴν τῆς Ζηνοδότου.

τιμὴ δʼ ἐκ Διός ἐστι: καλῶς καὶ ταῦτα, ἵνα δεδοικότες μὲν ὦσιν ὡς μεγαλόφρονα—τοῦτο γὰρ δηλοῖ «θυμὸς δὲ μέγας ἐστίν»—, σέβωσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα. καὶ θεῷ πειθαρχεῖ ὁ ὑποκείμενος βασιλεύς.

καλῶς δὲ ταῦτα προστέθειται, ἵνʼ ὦσι μὲν δεδοικότες ὡς μεγαλόφρονα, τιμῶσι δὲ ὡς θεοφιλῆ τὸν βασιλέα, ἐπειδὴ καὶ θεὸν τιμᾷ ὁ μετʼ αἰδοῦς πειθαρχῶν βασιλεῖ.

ὃν δʼ αὖ δή μου τʼ ἄνδρα ἴδοι βοόωντά τʼ ἐφεύροι:ἐπὶ τὸ ἐφεύροι ὑποστικτέον διὰ τὸ ὅν ἄρθρον ὑποτακτικόν.

βοόωντά τʼ ἐφεύροι: περὶ Ἀχιλλέως, αὐτὸν ἄρχειν θέλοντες. ἢ ἐπεί φησι· «τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν».

ἐπειδὴ περὶ Ἀχιλλέως ὀργισθέντες ἤθελον ἑαυτῶν ἄρχειν, οὗ χάριν καὶ βοὴν ἐκίνουν. ἢ ἐπεί φησι· «τοὶ δʼ ἀλλήλοισι κέλευον ἅπτεσθαι νηῶν».

τὸν σκήπτρῳ ἐλάσασκε: δόξειε καὶ τοῦτο εἶναι ἄλογον, ὅτι τῆς Ἀθηνᾶς εἰπούσης «σοῖς δʼ ἀγανοῖς ἐπέεσσιν ἐρήτυε φῶτα ἕκαστον» φαίνεται τύπτων τινάς, ὡς παρακούων τῆς θεοῦ, ὅπερ ἁρμόζον οὐδαμῶς ἐπὶ Ὀδυσσέως. ἐροῦμεν δὲ ὅτι ἡ μίμησις οὐκ ἄλογος· τὸ γὰρ ἐν τοσούτῳ θορύβῳ μηδὲν σφαλλόμενον τὸν Ὀδυσσέα ποιεῖν ἀμίμητον· πάντες γὰρ ἐν τοιούτοις καιροῖς ταραττόμεθα παρηχούμενοι ὡς πολλὰ ἐπιλανθάνεσθαι.

τὸν σκήπτρῳ ἐλάσασκεν: οἱ γὰρ θρασεῖς κολακευόμενοι ἐπαίρονται, εἴκουσι δὲ πληγαῖς μᾶλλον. πῶς οὖν «δημοχαριστής» κατὰ τοὺς τραγικοὺς ὁ Ὀδυσσεύς;

ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε: ἐν ἡσυχίᾳ κάθησο καὶ ἄκουε τῶν βασιλέων. τοῦτο δέ φησιν, ἵνα ἔκδηλος τοῖς πολλοῖς ἡ βουλὴ γένηται.

οἳ σέο: οὕτως ὀρθοτονητέον τὴν σέο· ἀντιδιασταλτικὴ γάρ ἐστιν.

οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδʼ Ἀχαιοί: τούτῳ καὶ τοῖς μετʼ αὐτὸν δύο ἡ στιγμὴ παράκειται.

οὐ μέν πως πάντες βασιλεύσομεν: οὐκ ἔσται δημοκρατία, φησίν. εἰ δὲ τοῖς μείζοσι ταῦτα ἔλεγεν, ἐξῆπτε τὴν στάσιν, σπουδαρχιδῶν ἀνδρῶν ἐν τοσούτῳ θορύβῳ καθαπτόμενος.

οὐκ ἀγαθὸν πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, ᾧ ἔδωκε Κρόνου παῖς ἀγκυλομήτεω: τελεία στιγμὴ ἐπὶ τὸ πολυκοιρανίη, ἐπὶ δὲ τὸ ἔστω διαστολὴ καὶ ὁμοίως ἐπὶ τὸ βασιλεύς. καὶ καθόλου τὰς ἐπαναλήψεις τῶν λέξεων οὕτως κατορθοῦμεν.

οὐκ ἀγαθὸν πολυκοιρανίη: ἀντὶ τοῦ οὐ συμφέρον. δογματίζει δὲ περὶ πολιτειῶν. κοίρανος: οὕτως ἡ Περσῶν ἀρχὴ—ἀφʼ οὗ φθορά.

ᾧ ἔδωκε Κρόνου παῖς: εἰ μὴ γὰρ ἦν, φησί, καλόν, οὐδʼ ἂν οἱ θεοὶ αὐτῷ ἐχρῶντο. δηλοῖ δὲ ὅτι μισητὸν αὐτοῖς τὸ περὶ βασιλείας φιλονεικεῖν καὶ διαφέρεσθαι, ἅμα δὲ καὶ σημαίνει, ὅτι τὸ βασιλεύειν οὐκ ἔστιν ἄλλο ἢ θεόσδοτον.

ᾧ ἔδωκε Κρόνου παῖς: εἰ μὴ γὰρ ἦν καλόν, οὐδὲ θεοὶ αὐτῷ ἐχρῶντο. ἅμα δὲ σημαίνει ὅτι θεόσδοτόν ἐστι τὸ τῆς βασιλείας γέρας.

εἷς βασιλεὺς ᾧ δῶκε: τὸ δῶκε Ἰακῶς. οὕτως Ἀρίσταρχος.

ἀγκυλομήτεω: ἀγκυλομήτης ὁ Κρόνος—ὥς φησι καὶ ἡ Δημώ

κοιρανέων δίεπε στρατόν: βασιλικὰ διαπρασσόμενος ἔργα διὰ τοῦ στρατοῦ ἐνήργει.

ἀντὶ τοῦ βασιλικὰ διαπρασσόμενος καὶ οἱονεὶ ὡς περὶ ἑαυτοῦ φροντίζων. δίεπε δὲ ἀντὶ τοῦ διὰ τοῦ στρατοῦ ἐνήργει.

δίἑπε: δασυντέον τὸ ἕπω· πρόδηλον γὰρ κἀκ τῆς συναλιφῆς· «ὣς ἔφεπε κλονέων».

οἱ δʼ ἀγορὴν δέ αὖτις ἐπεσσεύοντο— πόντος: συναπτέον ἕως τοῦ ἠχῇ, ἐφʼ ὃ διασταλτέον βραχύ· ἀντέστραπται γὰρ ἡ παραβολὴ καὶ ἡ ἀνταπόδοσις προτερεῖ. εἰ οὖν τεταγμένη ἦν ἡ παραβολὴ προτέρα καὶ ἡ ἀνταπόδοσις δευτέρα, πάντως ἂν πρὸ τῆς παραβολῆς ἐστίξαμεν τὸν τρόπον τοῦτον· ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης αἰγιαλῷ βρέμεται, οὕτως ἐκεῖνοι ἀγορὴν δὲ αὖτις ἐπεσσεύοντο. καὶ ἐγίνοντο αἱ συνήθεις ταῖς ἀνταποδοτικαῖς περιόδοις ὀρθαὶ ὑποστιγμαί. ἐπεὶ δὲ ἀντέστραπται καὶ ἡ ἀνταπόδοσις πρώτη ἐστίν, ἀδύνατον πρὸ τῆς παραβολῆς στίζειν.

κῦμα: τὸ ἠχῇ πρὸς τὴν κίνησιν, τὸν δὲ βρόμον πρὸς τὴν ἀντήχησιν.

τοῦτο μὲν πρὸς τὴν κίνησιν ἔλαβε τὸ εἰκόνισμα, πρὸς δὲ τὴν ἀπήχησιν τὸν βρόμον

βρέμεται, σμαραγεῖ: συμφυῶς τῷ ὑποκειμένῳ τετράχυνται τὸ ἔπος ταῖς ὀνοματοποιΐαις. καλῶς δὲ καὶ τὸ μεγάλῳ αἰγιαλῷ, ἐμφῆναι θέλων τὴν παράτασιν τῶν κυμάτων.

βρέμεται: ἠχεῖ, κτυπεῖ.

Θερσίτης δʼ ἔτι μοῦνος—ἔμμεναι: ἕως τοῦ ἔμμεναι στιγμὴ οὐδεμία ἐστίν, ἀλλὰ πᾶσαι διαστολαί, ἐκολῴα ᾔδη, μάψ, βασιλεῦσιν, ἐπὶ δὲ τὸ ἔμμεναι στιγμή. ὁ δὲ λόγος· Θερσίτης δʼ ἔτι μοῦνος ἐθορύβει, ὃς πολλά τε καὶ ἄτακτα λέγειν ἠπίστατο ὥστε μάτην καὶ οὐ πρὸς λόγον φιλονεικεῖν τοῖς βασιλεῦσιν, ἀλλʼ ὅ τι ἂν αὐτῷ ἔδοξε γέλωτος ἄξιον φανήσεσθαι τοῖς Ἕλλησι. τινὲς δὲ ὑποστίζουσιν εἰς τὸ εἴσαιτο καὶ ἀφʼ ἑτέρας γελοίϊον Ἀργείοισιν ἔμμεναι, τελεία, ἵνʼ ᾖ ὁ λόγος τοιοῦτος· πᾶν τὸ παραστὰν αὐτῷ, κἂν εἰ μετὰ σπουδῆς παρέστη, τοῦτο γελοῖον ἦν· τὸ γὰρ ἔμμεναι ἀντὶ τοῦ ἦν κεῖται. πιθανώτερον δὲ τὸ πρότερον τὸ καὶ ἐκ προνοίας αὐτὸν καὶ ἑκόντα ἁμαρτάνειν. οὕτως Νικάνωρ

Θερσίτης δʼ ἔτι: ὠνοματοποίησε τὸ ὄνομα παρὰ τὸ θέρσος Αἰολικόν.

Θερσίτης δὲ παρὰ τὸ θάρσος, Αἰολικῶς θέρσος· θάρσος γὰρ ἐκ θράσους εἶχεν ἀκόσμου.

Θερσίτης δʼ ἔτι μοῦνος: Οἰνεῖ ἀμελήσαντι— παρίστησιν. ἱστορεῖ Εὐφορίων. ἐζήτηται δὲ διὰ ποίαν αἰτίαν—ὑψώσεως χάριν.

σχόλιον. Οἰνεὺς καὶ Ἄγριος ἀδελφοί—Θερσίτου Δία.

Θερσίτης δʼ ἔτι: ἐπίτροπον τοῦ ποιητοῦ φασιν αὐτόν, σφετερισάμενον τὴν οὐσίαν, ὃν κακῶς λέγει. τῶν ἀκόσμων δὲ εἰδὼς τὴν ὀργὴν ἐπιπλήξεσιν ἢ γέλωτι παυομένην πρὸς μὲν τὸ ἐπιπλήσσειν Ὀδυσσέα, πρὸς δὲ τὸ γελᾶν Θερσίτην ἔλαβεν, ὡς καὶ ἐπὶ τῶν θεῶν ἐν τῇ Α τὴν Ἥραν καταστέλλει Ζεὺς μὲν ἀπειλῶν, Ἥφαιστος δὲ γελοῖος φανείς. καὶ νῦν οὖν τὸν Θερσίτην ὁ ποιητὴς παρέλαβε πρὸς τὸ διαλῦσαι τὸ στυγνὸν τῆς ἐκκλησίας καὶ ὑβρίσαι τὸν Ἀγαμέμνονα· δίκαιον γάρ· ἀλλʼ οὐ λυπεῖ ἀνάξιος ὤν. ἤδη δὲ οὐ Ξενοφάνει ἀλλʼ Ὁμήρῳ πρώτῳ σίλλοι πεποίηνται, ἐν οἷς αὐτόν τε τὸν Θερσίτην σιλλαίνει καὶ ὁ Θερσίτης τοὺς ἀρίστους. οὐκέτι δὲ μέμνηται αὐτοῦ, ἐπεὶ σεσωφρόνισται τοῦ λοιποῦ «νεικείειν βασιλῆας». Φερεκύδης δὲ καὶ τοῦτον ἕνα τῶν ἐπὶ τὸν Καλυδώνιον κάπρον στρατευσάντων φησίν ἐκκλίνοντα δὲ τὴν τοῦ συὸς μάχην ὑπὸ Μελεάγρου κατακρημνισθῆναι· διὸ καὶ λελωβῆσθαι τὸ σῶμα. Ἀγρίου δὲ καὶ Δίας τῆς Πορθάονος αὐτόν φασιν. εἰ δὲ συγγενὴς ἦν Διομήδους, οὐκ ἂν αὐτὸν ἔπληξεν Ὀδυσσεύς· τοὺς γὰρ ἰδιώτας μόνον ἔτυπτεν. εὖ δὲ καὶ οὐκ ἀπὸ πατρὸς αὐτὸν συνέστησεν, οὐδʼ ἀπὸ πατρίδος, ἀλλʼ ἀπὸ τοῦ τρόπου μόνου καὶ τῆς μορφῆς, ὧν χρεία τὰ νῦν.

μοῦνος: γινώσκειν χρὴ ὅτι αἱ τῶν διχρόνων ἐπενθέσεις τὰ μὲν ψιλούμενα οὐ μεταβάλλουσιν εἰς δασέα, τὰ δὲ δασυνόμενα ψιλοῦσιν.

ἀμετροεπής: «πάντων γὰρ κόρος ἐστίν», ὃν οὐκ ᾔδει οὗτος. οἱ δὲ μέτρον τὴν τάξιν. ἡμεῖς δὲ ἀπεραντολόγον τοῦτόν φαμεν. ἴσως δὲ στάσεως ῥυόμενοι τὴν πατρίδα ἤγαγον μετʼ αὐτῶν αὐτόν· ἦσαν γὰρ «καὶ ταμίαι παρὰ νηυσίν».

ἄκοσμά τε πολλά τε: τοῦτο ἄτοπον, κἂν ᾖ βραχύ.

ἐριζέμεναι βασιλεῦσιν: ἀπὸ κοινοῦ τὸ «ᾔδει»

ἀλλʼ ὅ τι οἱ: τὸ ὅ τι ἀναφορικόν ἐστιν.

εἴσαιτο: φανείη, δόξειεν.

ἀλλʼ ὅ τι οἱ εἴσαιτο: τὸ εὐκτικὸν ἀντὶ ὁριστικοῦ, ἀντὶ τοῦ ἐδόκει, ὡς τὸ «καί νύ κεν ἔνθʼ ἀπόλοιτο Ἄρης», «καί νύ κε δὴ τανύσειε βίῃ τὸ τέταρτον ἀνέλκων».

Ἀργείοισιν ἔμμεναι: ἀπὸ κοινοῦ τὸ ἐδόκει.

αἴσχιστος: τοῦτο καὶ ἐπὶ πιθήκου.

ὑπὸ Ἴλιον ἦλθεν: «πῶς ἦλθες ὑπὸ ζόφον;», ἀντὶ τοῦ ἐπί.

φολκός: ὅτι ἅπαξ εἴρηται. ἔστι δὲ φολκὸς ὁ τὰ φάη εἱλκυσμένος, ὅ ἐστιν ἐστραμμένος.

φολκὸς ἔην: ὡς ἀνδριαντοπλάστης ἀπὸ τοῦ καλλίστου ἄρχεται, ὡς «ὄμματα καὶ κεφαλήν», «κάρη κομόωντες», «ὄψιν τʼ ἀγαθὴν καὶ μῦθον». ἔστιν οὖν ἐφελκόμενος τὰ φάη· ὁ γὰρ τυφλὸς μᾶλλον ἐλεεῖται.

ἕτερον πόδα: οἰκείως ἐπὶ δύο, ἢ τὸν ἀριστερὸν ἢ τὸν δεξιόν. τοῦτο δὲ πρὸς τὸ γελωτοποιεῖν· ἧττον γὰρ ἐγελᾶτο, εἰ ἄμφω τὼ πόδε.

ἐπὶ στῆθος: ἵνʼ ὁρῷτο τὸ κυρτὸν ἔμπροσθεν.

συνοχωκότε: ἀπὸ τοῦ συνοχωκώς, ὅ ἐστι συμπεπτωκότες. καὶ «ξυνοχῇσιν ὁδοῦ» ταῖς ἀπὸ πλάτους εἰς στενὸν συμπτώσεσιν.

φοξὸς ἔην: φοξὰ κυρίως εἰσὶ τὰ πυρορραγῆ ὄστρακα, φλοξά τινα ὄντα.

φοξός: φοξὸς εἴρηται ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ἀπωξυμμένων, καθά φησι καὶ Σιμωνίδης. «αὕτη δέ» φησι «φοξίχειλος Ἀργείη κύλιξ». ἔνιοι δὲ κυρίως τὸν ἐπὶ τὰ φάη, τουτέστι τὰ ὄμματα, ἀπωξυμμένην ἔχοντα τὴν κεφαλήν. ἀμφοτέρων τὸ πρότερον.

ψεδνή: πιθανῶς, ὅπως μὴ λανθάνῃ τὸ φοξὸν τῇ κόμῃ καλυπτόμενον.

ἐπενήνοθεν: ἀπὸ τοῦ θέω· ὑπερβιβασμὸς ἔθω, ὡς ῥέων Ἀχέρων, ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα, ὅθεν καὶ ἔνωσις.

ἐπενήνοθε: ἀπὸ τοῦ ἔθω ἐνέθω, ἤνοθα καὶ ἐπενήνοθα. ὅθεν καὶ ἔνωσις. ἢ ἀπὸ τοῦ θέω ὑπερβιβασμὸς ἔθω, ὡς ῥέω ἔρω· ἐν συνθέσει ἐνέθω, ἤνοθα καὶ Ἀττικῶς ἐνήνοθα.

τὸ δὲ ἐπενήνοθεν ἀπὸ τοῦ θέω, ἐν ὑπερβιβασμῷ ἔθω, ἀναδιπλασιασμῷ ἐνέθω, ἤνοθα καὶ ἐνήνοθα.

λάχνη: πύκνωσις, παρὰ τὸ λα καὶ τὸν χνοῦν.

ἔχθιστος δʼ Ἀχιλῆϊ: ὅτι Ζηνόδοτος τοῦτον καὶ τοὺς μετʼ αὐτὸν τρεῖς ἠθέτηκεν. πρὸς ὑπόθεσιν δέ τινα λέγονται· ἐπίτηδες γὰρ τούτων τῶν ἀγαθῶν «λωβητῆρα ἐπεσβόλον» παραγείοχεν. ἰστέον δὲ ὅτι Ἀχιλλεὺς—αὐτοῦ ἐνεχθέντων χαμαί.

ἔχθιστος δʼ Ἀχιλῆϊ μάλιστʼ ἦν ἠδʼ Ὀδυσῆϊ:τοῦτο τὸ ἔπος δηλοῖ ὅτι ἐν τῷ πρώτῳ ζυγῷ τῶν ἀριστέων ἐτέτακτο Ὀδυσσεύς. ἄκρως δὲ ὑπογράφει τὸ μισοπόνηρον αὐτῶν, ὡς οὐκ ἠνείχοντο γελώντων πονηρῶν ἀνθρώπων· καὶ τὸ παροιμιῶδες δὲ συνᾴδει τούτοις· «συνετὸς συνετὸν φιλεῖ, ἄφρονα δὲ ἄφρων.» τοῖς οὖν καλλίστοις ἐναντίος ὁ αἴσχιστος.

τώ: κἀν ταῖς Ἀριστάρχου ἐκδόσεσι δυϊκῶς εἶχε τὸ τώ, κἄν τισι δὲ τῶν παλαιῶν ὑπομνημάτων οὕτως ἐφέρετο.

τότʼ αὖτʼ Ἀγαμέμνονι δίῳ ὀξέα κεκληγὼς λέγʼ ὀνείδεα: αἱ τῶν μεγάλων ἀτυχίαι ὑψοῦσι τοὺς ταπεινούς. αἴτιος δὲ ὁ τὸν ἀριστέα ὑβρίσας· διὸ οὐδὲ τολμᾷ σωφρονίσαι.

τῷ δʼ ἄρʼ Ἀχαιοί ἐκπάγλως κοτέοντο: ὑβριστικῶς. κοτέοντο δὲ ἡδόμενοι τῷ βασιλεῖ.

νεμέσσηθέν τʼ: ὁ τέ σύνδεσμος ἐγκλιτικὸς ὢν τὴν πρὸ ἑαυτοῦ συλλαβὴν ὀξύνει.

νείκεε μύθῳ: ἐξήγησις τοῦ «λέγʼ ὀνείδεα».

Ἀτρείδη, τέο δʼ αὖτʼ ἐπιμέμφεαι: τὸν ἀμετροεπῆ δείκνυσιν· ἃ γὰρ ἔδει ἐπὶ τῆς προτέρας ἐκκλησίας λέγεσθαι, ὅτε ἔλεγεν Ἀγαμέμνων «ἀγέραστος ἔω» καὶ «ἧσθαι δευόμενον», νῦν προβάλλεται, ἴσως τότε τῷ πρὸς Ἀχιλλέα φθόνῳ νικώμενος.

τέο δʼ αὖτε: οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ διὰ τοῦ η.

ἐπιμέμφεαι: παρονομασία.

ἐπιμέμφεαι: πρὸς τὸ «ὄφρα μὴ ἀγέραστος ἔω».

πλεῖαί τοι χαλκοῦ κλισίαι: τοιαῦτα μὲν ἦν καὶ τὰ παρὰ Ἀχιλλέως «ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον». τοῦτον δὲ τὸ ἄκαιρον μετὰ τῆς πηρώσεως εἰς καταφρόνησιν ἄγει. πολλαὶ δὲ γυναῖκες: ὅτι Ζηνόδοτος γράφει «πλεῖαι δὲ γυναικῶν» καὶ τοὺς ἑξῆς δύο ἠθέτηκεν, ἐν οἷς μάλιστα ὁ Θερσίτης γελοιοποιός.

εἰσὶν ἐνὶ κλισίῃς: ὅτι τοῦτον καὶ τὸν ἑξῆς Ζηνόδοτος ἠθέτηκεν. ἡ δὲ αἰτία προείρηται.

πρωτίστῳ: φωνὴ ὑπερθετική, ὡς ἐλευθεριώτατα μονώτατα.

εὖτʼ ἂν πτολίεθρον ἕλωμεν: ὁ δὲ Ἀχιλλεὺς «Τρώων ἐκπέρσωσι».

οὗτος μὲν οὖν ἕλωμέν φησιν, ὁ δὲ Ἀχιλλεὺς «Τρώων ἐκπέρσωσʼ»· οὗτος γὰρ καὶ ἑαυτῷ ἐπιγράφει τοὺς πολεμίους

ἢ ἔτι καὶ χρυσοῦ: οἶμαι τὸ ἔτι τὴν παράτασιν τῆς ἀπληστίας αὐτοῦ δηλοῦν.

ἢ ἔτι τοῦ χρυσοῦ ἐπιδεύεαι ὅν κέ τις οἴσει: πῶς μὴ προγνωσθέντος τοῦ χρυσοῦ τὸ ἄρθρον ἐπῆξε καὶ τῷ οἴσει μέλλοντι τὸν ἄν;

ὅν κέ τις οἴσει: ὅτι περισσὸς ὁ κέ.

ὅν κεν ἐγὼ δήσας—υἷας Ἀχαιῶν: ὅτι Ζηνόδοτος τοὺς τέσσαρας ἠθέτηκεν, ἐν οἷς πάλιν ἐστὶ τὰ γελοιότατα.

ὅν κεν ἐγὼ δήσας ἀγάγω ἢ ἄλλος Ἀχαιῶν: ἐνταῦθα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν. πάντως δὲ ἐπιθεὶς τῷ στήθει τὴν χεῖρά φησιν.

ἐνταῦθα καὶ τῶν ἄλλων προὔθηκεν ἑαυτόν, ὃ δὴ δείκνυσιν αὐτὸν καὶ γελοῖον παρὰ πᾶσιν ὑπὲρ πάντα.

ἠὲ γυναῖκα νέην: ἐλεεινὸς παρʼ αὐτοῦ καὶ ἐφύβριστος διὰ Χρυσηΐδα ὁ βασιλεὺς δείκνυται. τὸ δὲ «ἀγάγω» ἀπὸ κοινοῦ.

γυναῖκα ἀγάγω.

γυναῖκα: ἀντὶ τοῦ γυναικός.

οὐ μὲν ἔοικεν ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν: διὰ τὸν λοιμὸν καὶ τὴν ἀποστασίαν Ἀχιλλέως. τὸ δὲ ἀρχὸν ἐόντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι τὸ Ἀχαιῶν.

ἄρχοντα ὄντα τῶν Ἀχαιῶν· ἀπὸ κοινοῦ γάρ ἐστι. κακῶν δὲ διὰ τὸν λοιμὸν καὶ τὴν Ἀχιλλέως ἀπόστασιν διʼ αὐτόν.

ὦ πέπονες, κάκʼ ἐλέγχεʼ, Ἀχαιΐδες, οὐκέτʼ Ἀχαιοί: ἡ μὲν τελευταία τοῦ στίχου τελεία, αἱ δὲ μεταξὺ βραχεῖαι διαστολαί, πέπονες, ἐλέγχεα, Ἀχαιΐδες. ὁ πέπων καὶ ἡ πέπων κοινῶς καὶ τὰ πέπονα. παρὰ δὲ τὸ «ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις». γέλωτα δὲ κινεῖ κακὰ ἐλέγχεα ἀποκαλῶν τοὺς Ἀχαιοὺς ὁ ἐπονείδιστος καὶ σῶμα καὶ ψυχήν.

Ἀχαιΐδες: παρονομασία, οἵα «οὐ Φίλιππος, ἀλλὰ Φιλίππιον κεκράτηκεν δὶς Ἑλλάδος.»

οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα: σὺν τῷ στόλῳ. κακοήθως δὲ τοὺς Ἕλληνας ὑπέμνησε τοῦ νόστου, ἐφʼ ὅνπερ ὁρμήσαντες κατεσχέθησαν. καὶ διὰ τοῦ νεώμεθα τὸ «φεύγωμεν» ἰάσατο.

γέρα πεσσέμεν: κυβεύειν· ἢ κατέχειν, ὡς τὸ «χόλον θυμαλγέα πέσσων».

γέρα πεσσέμεν: τὰ γέρα, ὅ ἐστι—οὐ πέπτεται.

προσαμύνομεν: διὰ τὸ «οἵ με μέγα πλάζουσιν».

ἠὲ καὶ οὐκί: ὅτι τὴν ἀπόφασιν διὰ τοῦ κ, οὐ διὰ τοῦ χ.

ἕο: ὅτι Ζηνόδοτος γράφει «ἑοῦ». τοῦτο δὲ σύναρθρον καὶ οὐχ ἁρμόζον τῷ λόγῳ.

ἀλλὰ μάλʼ οὐκ Ἀχιλῆϊ χόλος: οὕτω τὴν ἐκ χολῆς γινομένην τοῦ θυμοῦ κίνησιν ὀνομάζει. τοῦτο δὲ πρὸς τὸ ἀτελὲς τῆς ξιφουλκίας ἔφησεν

ἀλλὰ μεθήμων: ἔκλυτος· ἔνθεν καὶ μέθη.

λωβήσαιο: πρὸς τὸ σχῆμα, ἀντὶ τοῦ ἐλωβήσω ἄν, ἔβλαψας ἢ λωβητὸς ἐγένου.

ὣς φάτο νεικείων Ἀγαμέμνονα … Θερσίτης: μεθʼ ὑποκρίσεως ἀντιπαρέθηκε πρὸς ἀγανάκτησιν τὰ ὀνόματα, ἐμφαίνων ὅτι τὸν ἄριστον ὁ αἴσχιστος ὠνείδιζεν. ἠθικὴ οὖν ἔσται ἡ ἀνάγνωσις.

ὣς φάτο νεικείων—Ὀδυσσεύς: ὡς καὶ μεταξὺ λέγοντι παρέστη Ὀδυσσεύς. ἀναφέρει δὲ ἐπὶ τὰ «ὃν δʼ αὖ δήμου ἄνδρα ἴδοι». οὐκοῦν οὐ τῶν βασιλέων Θερσίτης. βασιλικῶς δὲ ὑπερφρονεῖ τούτου Ἀγαμέμνων. καὶ τὸν Ἀλεξάνδρου φασὶ κύνα τὰ μὲν μικρὰ θηρία παρορᾶν, ἐπὶ δὲ σῦς ἢ λέοντας ὁρμᾶν.

ἠνίπαπε: ἐνίπτω, ἤνιπα καὶ ἠνίπαπεν ὡς ἠρύκακεν.

ἀκριτόμυθε: μετὰ εἰρωνείας, ὡς καὶ τὸ λιγύς. οἱ δὲ ἀκριτόμυθε ἀντὶ τοῦ ἀμετροεπές πρὸς κατάγνωσιν τῶν εἰρημένων.

μηδὲ ἔθελʼ: ὅτι ἔθελε κατὰ συναλιφήν.

μηδʼ ἔθελε: ἀεὶ ἐθέλω ἔφησεν ὁ ποιητής· καὶ ἀλλαχοῦ γὰρ «οὔτʼ ἔθελεν».

μηδʼ ἔθελʼ οἶος ἐριζέμεναι: καὶ τοῦτον ἐλέγχει καὶ τῶν λοιπῶν ἐνεχυράζει τὴν γνώμην. ὁμώνυμον δὲ ἔρις καὶ ὄνειδος

χερειότερον: ὡς μειζότερον καὶ βελτιώτερον.

ὅσσοι ἅμʼ Ἀτρείδῃς: οὗτοι ἦσαν κατὰ μὲν τὸ σύνηθες —αὐτοῦ παῖδες ἐκλήθησαν.

ἀνὰ στόμʼ ἔχων: ἀνὰ στόμα διὰ συνεχοῦς μνήμης· ἢ ἀντὶ σκήπτρου τὸ στόμα ἀνέχων.

ἀγορεύοις: ὀνομάζοις, μή τι καὶ ὑβρίζοις.

ἀγορεύοις δὲ ὀνομαστὶ περιφέροις ἢ ὑβρίζοις.

νόστον τε φυλάσσοις: τὴν πρὸς τὴν φυγὴν εὐκαιρίαν παρατηροῖς.

οὐδέ τί πω σάφα ἴδμεν: ἀπὸ τούτου ἕως τοῦ «ἥρωες Δαναοί» ἀθετοῦνται στίχοι πέντε, ὅτι πεζότεροι τῇ συνθέσει καὶ τὸ «ἧσαι» οὐ κυρίως ἔστι δέξασθαι· οὐ γὰρ κάθηται, οὐδʼ ὡς ὁ Διομήδης λέγει «τέττα, σιωπῇ ἧσο» ἀντὶ τοῦ ἡσύχαζε. διασταλτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου· τὸ γὰρ ἐπιφερόμενον τοιοῦτον, πότερον εὖ ἢ κακῶς· διὸ καὶ περισπᾶται.

οὐδέ τί πω σάφα ἴδμεν: ὡς περιττοὶ οἱ πέντε ἀθετοῦνται. ἔχουσι δέ τι καὶ ψευδές· τῶν γὰρ ἄλλων καθεσθέντων Θερσίτης μόνος ἀκοσμεῖ. ἐνταῦθα δὲ ὡς περὶ καθημένου λέγει. ἢ τὸ «ἧσαι» ἀντὶ τοῦ προεδρεύεις καὶ προηγῇ τῆς ὕβρεως.

οὐδέ τί πω σάφα ἴδμεν—Ἀχαιῶν: ἐντέχνως πάνυ ὡς πρὸς τὸν Θερσίτην λέγων πρὸς τοὺς Ἕλληνας ἀποτείνεται· μέσης γὰρ αὐτῷ δεῖ γνώμης στοχαζομένῳ τοῦ πλήθους. φησὶν οὖν ὡς οὐκ ἴσασιν, εἰ ἐπʼ ἀγαθῷ τὰ τῆς ἐπανόδου αὐτοῖς ἔσται.

τῷ νῦν Ἀτρείδῃ … ἧσαι ὀνειδίζων: ἀδήλου ὄντος τοῦ νόστου σὺ τὸν βασιλέα ἐπισκώπτεις, λέγων ὡς πολλὰ παρὰ τῶν Ἑλλήνων λαμβάνει.

ἧσαι ὀνειδίζων: προσεδρεύεις, ἀπὸ τῶν πολιορκούντων· «ἧμαι ἐνὶ Τροίῃ». ἢ ἀντὶ τοῦ τέρπῃ.

ὅτι οἱ: τὸ ὅτι οἱ ἐν μιᾷ ὀξείᾳ προενεκτέον· πᾶσα γὰρ δίβραχυς λέξις πρὸ ἐγκλιτικοῦ οὐκ ἐπιδέχεται ἐπάλληλον ὀξεῖαν, εἰ μὴ ἐπιφέροιτο ἀντωνυμία διὰ τοῦ σφ, σεσημειωμένου τοῦ «ἔνθʼ ἔσάν οἱ πέπλοι».

διδοῦσιν: οὕτως περισπωμένως τὸ διδοῦσιν· τὸ γὰρ ῥῆμα διδῶ.

εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι, ὥς νύ περ ὧδε: ὅτι περισσὸς ὁ κέ. καὶ ὅτι συνεκδοχῇ εἴ σε «ἀφραίνοντα κιχήσομαι ὕστερον αὖτις». ἐν δὲ τῇ κατὰ Φιλήμονα τὸν Κρητικὸν «κιχήσομαι ἐν Δαναοῖσι». δύναιτο δʼ ἂν τὸ ὥς νύ περ ὧδε ἀκούεσθαι ἁπλούστερον ἀντὶ τοῦ οὕτως, ὡσαύτως. ταῦτα ὁ Δίδυμος

εἴ κʼ ἔτι σʼ ἀφραίνοντα κιχήσομαι, ὥς νύ περ ὧδε: αἱ μὲν Ἀριστάρχου εἶχον «εἰ δέ τί σε». ἡ δὲ Σινωπικὴ εἶχε «κιχήσομαι ὡς τὸ πάρος περ», ἡ δὲ Μασσαλιωτικὴ «ὕστερον αὖτις», ἡ δὲ κατὰ Φιλήμονα «ἐν Δαναοῖσιν».

ὁ μὲν Ἀρίσταρχος «εἰ δέ τί σε», ὁ δὲ Ζηνόδοτος «εἴ κʼ ἔτι σε», ὃ προκριτέον. ἡ δὲ Σινωπικὴ εἶχε «κιχήσομαι ὡς τὸ πάρος περ», ἡ δὲ Μασσαλιωτικὴ «ὕστερον αὖτις», ἡ δὲ κατὰ Φιλήμονα «ἐν Δαναοῖσιν».

κιχήσομαι: Πτολεμαῖος «κιχείομαι» γράφει.

εἴ κʼ ἔτι—ὥς νύ περ ὧδε: κατὰ τὸ τέλος τοῦ στίχου ὑποστικτέον.

ἀφραίνοντα κιχήσομαι, ὥς νύ περ ὧδε: ὅτι ἀφρόνων ἐστὶ τὸ τὰ τοιαῦτα πράσσειν.

μηκέτʼ ἔπειτʼ Ὀδυσῆϊ κάρη: οἱ γὰρ πολέμιοι δειροτομοῦσιν, οὓς λήψονται, ὡς τὸ «ἵνʼ ἀπʼ ὤμοιϊν κεφαλὴν τάμοι» καὶ «σὺν σφῇσιν κεφαλῇσιν».

κάρη ὤμοισι: σὺν τῷ αὐχένι κάρη λέγεται.

μηδʼ ἔτι Τηλεμάχοιο πατὴρ κεκλημένος εἴην: οὐχ ἑαυτῷ νῦν ἀρᾶται, ἀλλὰ τῷ παιδί. καὶ ἔστιν ἡ μὲν πρώτη κατάρα κατὰ τοῦ Ὀδυσσέως, ἡ δὲ δευτέρα κατὰ τοῦ Τηλεμάχου· εἰ γὰρ ἀπόλοιτο ὁ παῖς, οὐκέτι πατήρ ἐστιν Ὀδυσσεύς. προοικονομεῖ δὲ τὰ περὶ τὴν Ὀδύσσειαν. ἡ διπλῆ δὲ ὅτι προδιασυνίστησιν τὰ κατὰ τὴν Ὀδύσσειαν μέλλοντα λόγου τυχεῖν πλείονος.

μηδʼ ἔτι Τηλεμάχοιο: ἅμα καὶ τοῖς Ἕλλησιν ἐντέχνως ἐμφαίνει ὅτι υἱὸν μονογενῆ ἔχων οὐ σπεύδει ἐπʼ αὐτόν. καὶ προσυνίστησι τὰ κατὰ τὴν Ὀδύσσειαν ὁ ποιητής.

λαβών: ἐκλαβών.

φίλα: ἴδια.

χλαῖνάν τʼ ἠδὲ χιτῶνα, τά τʼ αἰδῶ ἀμφικαλύπτει:διαστολαὶ χιτῶνα, ἀμφικαλύπτει.

αἰδῶ: Ἀρίσταρχος περισπωμένως ἀναγινώσκει, ὁμοίως καὶ τὸ «ἠῶ δῖαν ἔμιμνε». καὶ ἡμεῖς δὲ αὐτῷ συγκατατιθέμεθα. Διονύσιος δὲ ὁ Σιδώνιος ὀξύνει. Πάμφιλος δὲ πάσας τὰς τοιαύτας αἰτιατικὰς περισπᾷ, «Λητῶ γὰρ ἥλκησε» καὶ «Πυθῶ δʼ ἐρχομένην». ἐπεί, φησί, Λητόα ἐστὶ καὶ Πυθόα. Διονύσιος δὲ ὁ Θρᾷξ φησι κακῶς ἀνεγνωκέναι τὸν Ἀρίσταρχον κατὰ τὸν περισπώμενον τόνον τὸ μὲν αἰδῶ καὶ ἠῶ, τὰ δὲ ἄλλα κατʼ ὀξεῖαν τάσιν, Πυθώ, Λητώ· ἐχρῆν γάρ, φησίν, ὁμοίως ἀνεγνωκέναι. οὐκ εὖ δὲ μέμφεται τῷ Ἀριστάρχῳ, εἴ γε ἤδη διάφοροι αἱ εὐθεῖαι, ἠώς αἰδώς, Λητώ δὲ καὶ Πυθώ. ἔστιν οὖν λόγος ὑπὲρ τῆς Ἀρισταρχείου ἀναγνώσεως καὶ τῆς κατεγνωσμένης προσῳδίας οὗτος ὅτι ἐχρῆν μὲν τὸ Πυθώ περισπᾶσθαι, ἐπειδήπερ Πυθόα ἐστί, καὶ τοῦτο ἀπῄτει ἡ συναλιφή· ἀλλὰ πάλιν τὸ πτωτικὸν ω ἀπέστραπται τὸν περισπώμενον τόνον· κατὰ τοῦτο ὠξύνετο. ταύτῃ γοῦν καὶ τοῦ χρυσοῦς περισπωμένου τὸ δυϊκὸν ὀξυνοῦμεν. οὕτως ἀποδείκνυται ὅτι καὶ ἡ καλῷ δοτικὴ εἰς ι λήγει καὶ οὐκ εἰς ω. δεύτερος δὲ λόγος ἀληθής ἐστιν ὡς εὐθεῖα καὶ αἰτιατικὴ ὁμόφωνος οὖσα κατὰ φωνὴν ἐν τῷ αὐτῷ ἀριθμῷ πάντως καὶ τὸν αὐτὸν τόνον ἐπιφέρεται, οἱ ταχεῖς τοὺς ταχεῖς. εἰ δὲ ἡ εὐθεῖα ὀξύνεται, πάντως καὶ ἡ αἰτιατική. διὰ τοῦτο οὖν ἡ μὲν αἰδῶ αἰτιατικὴ καὶ ἠῶ, μὴ κρατούμεναι ὑπὸ τῆς συνεμπτώσεως κατὰ τὴν εὐθεῖαν, περισπῶνται, κατεχόμεναι τῷ λόγῳ τῆς συναλιφῆς, οὐχ ὑπὸ τοῦ πτωτικοῦ χαρακτῆρος. ἡ δὲ Λητώ καὶ Πυθώ, καθάπερ κατεχόμεναι ὑπὸ τῆς συνεμπτώσεως τῆς φωνῆς, κατέχονται καὶ τῷ τόνῳ.

αἰδῶ: ἢ τὴν τοῦ ὅλου σώματος ἢ τὴν τοῦ μορίου, ὅπερ καὶ ἄμεινον· «μέχρι παρʼ αἰδῶ», ἀντὶ τοῦ μορίου.

πεπληγώς: ὅτι ἀντὶ τοῦ πλήσσων τὸ παθητικὸν παρείληφεν.

πεπληγώς: τινὲς «πεπλήγων», ὡς τὸ «πέπληγον δὲ χορὸν ποσσίν». ἢ ὅτι τὸ πεπληγώς ἀντὶ τοῦ πλήσσων.

ὣς ἄρʼ ἔφη, σκήπτρῳ δὲ μετάφρενον ἠδὲ καὶ ὤμω πλῆξεν: πῶς ἠπείλησε μὲν περὶ τῶν ἔπειτα, νῦν δὲ τὴν ἀπειλὴν ἐκτελεῖ; ἀλλʼ οὐχ ἃ ἠπείλησεν ἐτέλεσεν, ἀλλὰ διὰ τῆς βραχείας πληγῆς πιστοῦται ὅτι μὴ σωφρονιζόμενος καὶ ταῖς μείζοσιν αἰκίσεται πληγαῖς. ἢ ἀπόπειρα ἦν διὰ τῆς ἀπειλῆς, ὅπως οἱ πολλοὶ ἕξουσι τυπτομένου, εἶτα βουλομένους ἰδὼν τοὺς Ἕλληνας οὐχ ὑπερέθετο τὴν κόλασιν, ἀλλὰ παίει τὸν κυρτόν, ἐκ τούτου γέλωτα κινῶν. ἢ νῦν μὲν ἐνδεδυμένον παίει, ὕστερον δὲ γυμνὸν πλήξειν ἀπειλεῖ. δικαίως δὲ τιμωρεῖται βραχείᾳ πληγῇ· κολάζεται γὰρ ὁ μὲν εὐφυὴς νουθεσίᾳ, ὁ δὲ ἄκοσμος ὕβρει, ὑγιὴς δὲ τὸ σῶμα βασάνοις καὶ χρημάτων εἰσφοραῖς, ὁ δὲ λελωβημένος, οἷος ὁ Θερσίτης, βραχείᾳ πληγῇ καὶ μεθʼ ὅρκων ἀπειλῇ.

ἰδνώθη: ἀνεκλάσθη, ὅπως πλεῖον προκύψῃ τὸ κυρτόν.

θαλερὸν δέ οἱ ἔκπεσε δάκρυ: θαλερὸν ἔνικμον, ἀπὸ τῶν φυτῶν. τινὲς δὲ γράφουσιν «ἔκφυγε δάκρυ» διὰ τὸ τάχος δηλοῦν τὴν λέξιν.

ἔκπεσε: οὕτως αἱ Ἀριστάρχου «ἔκφυγε». καὶ ἔστιν ἡ χρῆσις Ὁμηρικὴ τῆς λέξεως· παρίστησι γὰρ ἐνίοτε τάχος· «φύγεν ἡνία» καὶ «ἔκφυγε χειρός».

σμῶδιξ: τὸ ἐκ πληγῆς οἴδημα.

ἐξυπανέστη: ἐμφαντικῶς τὰς προθέσεις πυκνὰς παρέλαβεν ὡς ἐν τῷ «ὑπεξαναδύς», καὶ διὰ μὲν τῆς ὑπό τὴν κάτωθεν, διὰ δὲ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ δὲ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν. ἢ ὑποτρέχοντος τοῦ αἵματος ἔξω διῆρεν.

ἐξυπανέστη: ἀνέστη ὑπὸ τῆς πληγῆς τῆς χρυσῆς ῥάβδου. ἐμφατικῶς ὡς τὸ «ὑπεξαναδύς». διὰ τῆς ὑπό τὴν κατʼ ὀλίγον, διὰ τῆς ἔξ τὴν εἰς εὐθύ, διὰ τῆς ἀνά τὴν εἰς ὕψος σχέσιν.

ὁ δʼ ἄρʼ ἕζετο: δηλοῖ ὅτι νῦν καθέζεται. μάτην ἄρα ἔλεγε τὸ «ἧσαι ὀνειδίζων».

ἀχρεῖον: Διονύσιος καὶ Τυραννίων τὴν πρώτην ὀξύνουσιν, ὥσπερ καὶ παρὰ τοῖς Ἀττικοῖς, καὶ ἀναλόγως· παρὰ γὰρ τὸ χρεία τὸ κατὰ στέρησιν ἄχρειος, ὡς μοῦσα ἄμουσος. ἡ μέντοι παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἀφορμῆς ἐχομένη τῆς κατὰ τὴν συνεκδρομήν, προπεριεσπάσθη· τὰ γὰρ ἐν τῇ πρώτῃ συλλαβῇ ἔχοντα τὸ α μὴ καθαρὸν ἐπιφερομένων δύο συμφώνων μετὰ τῆς ει διφθόγγου, μὴ σημαίνοντα μέρος σωματικόν, προπερισπᾶται, ἀνδρεῖος, «Ἀργεῖος». οὕτως καὶ ἀχρεῖος.

ἀχρεῖον: παρὰ μὲν τῷ ποιητῇ προπερισπώμενον, παρὰ δὲ τοῖς Ἀττικοῖς προπαροξύτονον.

ἀχρεῖον: χρῶ ἐστι ῥῆμα δηλοῦν τὸ ἅπτομαι καὶ πλησιάζω, οὗ παράγωγον χραύω· «χραύσῃ μέν τʼ αὐλῆς ὑπεράλμενον». ἀφʼ οὗ ἔχραε τὸ βαρύνειν καὶ μετὰ τοῦ ἄλφα τοῦ στερητικοῦ ἀχρὴς καὶ ἀχρεῖον τὸ ἀσθενὲς καὶ βάρους μὴ μετέχον· «ἀλγήσας δʼ ἀχρεῖον ἰδών». ἐπὶ δὲ τῆς Πηνελόπης «ἀχρεῖον δὲ γέλασσεν», ἐπίπλαστον καὶ ὑποκεκριμένον μέχρι τοῦ τὰ χείλη μόνον διανοίγειν. τοῦ δὲ ἀχρής κτητικῷ τύπῳ ἀχρήϊον. οὕτως Φιλόξενος ἐν τῷ Περὶ μονοσυλλάβων ῥημάτων

ἀχρεῖον ἰδών: ὅτι Φιλίτας τὸ ἰδών περισπᾷ, οἷον τῶν ὀφθαλμῶν, ἰδεῶν. οὐδέποτε δὲ Ὅμηρος ἰδέας τοὺς ὀφθαλμοὺς εἶπεν. ἔστιν οὖν τὸ ἀχρεῖον ἰδών εὐτελῶς σχηματίσας.

ἀχρεῖον ἰδών: ὀργιζομένου καὶ μὴ δυναμένου ἀμύνασθαι τὸ βλέμμα διαγράφει. ἔστιν οὖν ἀκαίρως ὑποβλέψας, ὡς τὸ «ἀχρεῖον δʼ ἐγέλασσεν», ἢ τὸ πρόσωπον τοῖς δάκρυσιν ἀμορφώσας, «ὡς αἰσχρόν ἐστιν μὴ καλῶν ἀπʼ ὀμμάτων κλᾶον πρόσωπον καὶ δακρυρροοῦν ὁρᾶν» ἄκρως δὲ τὸ εὐτελὲς τῶν θρασυδείλων κωμῳδεῖ.

δάκρυ: δάκρυον, ἀποκοπῇ τοῦ ον.

οἱ δὲ καὶ ἀχνύμενοί περ: στικτέον μετὰ τὸ—ἐπὶ τῇ ὄψει τοῦ Θερσίτου. ἀχνύμενοι δὲ διὰ τὸν τῶν οἴκοι ἔρον. στασιάζον δὲ πλῆθος πληγαῖς ἢ γέλωτι παύεται, οἷς ἀμφοῖν ἐχρήσατο ὁ ποιητής.

ὧδε: κατὰ Ἀρίσταρχον οὐδέποτε τοπικῶς, ἀλλʼ ἀντὶ τοῦ οὕτως τάσσει· «ὧδε δέ τις εἴπεσκεν ἰδών». ἐπὶ δὲ τοῦ «Ἥφαιστε, πρόμολʼ ὧδε» οὕτως ἀκούει, πρόελθε οὕτως ὡς ἔχεις, ἐκ προχείρου.

ἰδών: βλέπων.

ἦ: τὸν ἦ περισπαστέον· παραλλήλως γὰρ κεῖται τῷ δή, βεβαιωτικὸς ὤν, ὁμοίως τῷ «ἦ δὴ λοίγια ἔργα».

ἦ δὴ μυρίʼ Ὀδυσσεύς: φιλαλήθεις οἱ Ἕλληνες, οἳ καὶ τυφθέντες ὑπὸ Ὀδυσσέως οὐκ ἀποκρύπτουσι τὸν ἔπαινον.

ἦ δὴ μυρίʼ Ὀδυσσεύς: πῶς προειπὼν αὐτοὺς γεγελακέναι σπουδαῖα καὶ οὐ γελοῖα παράγει λέγοντας; τάχα οὖν τοῖς ἐπὶ Θερσίτου παρῄρηται τὸ θρασὺ καὶ παρρησιαστικὸν αὐτῶν Ὀδυσσεύς. ἄλλως τε προοικονομεῖ τὴν εἰς ὅλην τὴν ποίησιν ἀμνηστίαν Θερσίτου διὰ τοῦ «οὔ θήν μιν πάλιν».

βουλάς τʼ ἐξάρχων: Ἴων· «βουλὴ μὲν ἄρχει, χεὶρ δʼ ἐπεργάζεται.»

κορύσσων: Αἰολικῶς, ἀπὸ τοῦ κορύπτω.

τὸ δὲ κορύσσων Αἰολικὸν ἀπὸ τοῦ κόρυς, ὃ δηλοῖ τὴν περικεφαλαίαν.

λωβητῆρα: τὸν ψεύστην ἢ τὸν λωβηθέντα.

ἐπεσβόλον ἔσχʼ ἀγοράων: ὡς συνεχῶς αὐτοῦ παρρησιαζομένου. ἐπεσβόλον δὲ ὡς ἐγχεσπάλον ἤτοι τὸν ἔπεσι βάλλοντα τοὺς πολλούς.

πάλιν αὖτις: ὅτι τὸ μὲν πάλιν εἰς τοὐπίσω, τὸ δὲ αὖτις χρονικόν, ἐξ ὑστέρου.

οὔ θήν μιν πάλιν: τοῦτο διὰ τὸ μὴ ἔτι μνησθῆναι αὐτοῦ ἐν τῇ ποιήσει. τὸ δὲ πάλιν εἰς τὸ ὀπίσω, τὸ δὲ αὖτις χρονικόν. σημειοῦνται δέ τινες καὶ τὸν πρὸ αὐτοῦ, «ὃς τὸν λωβητῆρα ἐπεσβόλον», ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων.

σημειοῦνται δέ τινες τὸ «λωβητῆρα» καὶ «ἐπεσβόλον» ὅτι ἕν ἐστιν ἐξ ἀμφοτέρων. τὸ μὲν οὖν πάλιν τὸ εἰς τοὐπίσω δηλοῖ, τὸ δὲ αὖτις χρονικόν ἐστιν.

ὣς φάσαν ἡ πληθύς· ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεύς: πρὸς τὸ σχῆμα, ὅτι πρὸς τὸ νοητὸν ἀπήντηκε· τῷ γὰρ ἔννοιαν ἔχοντι πλήθους ὀνόματι πληθυντικὸν ῥῆμα συνέζευξε τὸ φάσαν· ᾧ εἴη ἂν ὅμοιον «ἀγρόμενοι πᾶς δῆμος». καὶ πρὸς τὸ πτολίπορθον, ὅτι διὰ τῆς Ὀδυσσείας δέδεικται τὰ κατὰ τὸν δούρειον ἵππον

ἀνὰ δʼ ὁ πτολίπορθος: οὕτως Ἀρίσταρχος· τινὲς δὲ χωρὶς τοῦ ἄρθρου, κακῶς. προαναφωνεῖ τὴν πόρθησιν διʼ αὐτοῦ γενησομένην.

ὁ μὲν Ἀρίσταρχος μετὰ τοῦ ἄρθρου· τινὲς δὲ χωρίς, κακῶς.

οὕτως Ἀρίσταρχος, ἀνὰ δʼ ὁ πτολίπορθος· ἄλλοι δὲ διὰ τοῦ ε, οὐκ ὀρθῶς.

ἀνὰ δʼ ὁ πτολίπορθος: ἀνέστη δὲ ὁ τὰς πόλεις— Πριάμοιο ἄνακτος

ἀνὰ δʼ ὁ πτολίπορθος Ὀδυσσεύς ἔστη— βουλήν: πρὸς τὸ σχῆμα. ψῆφον λαβὼν παρὰ τοῦ πλήθους τολμᾷ παρελθεῖν. ἡ δὲ Ἀθηνᾶ πρὸς ἡσυχίαν καὶ πειθώ· πῶς γὰρ ἄλλως ἡσύχασαν, οὓς πρώην ἐννέα μόγις ἐπεῖχον κήρυκες; ἔθος δὲ ἦν τοῖς δημηγόροις παρίστασθαι κήρυκα, ὅπως σιωπήσωσι καὶ νοήσωσιν. διὰ τί δὲ ὁ Ὀδυσσεὺς πρὸ τοῦ Νέστορος πρεσβύτου ὄντος λέγει; ὅτι αὐτὸς συνήγαγε τὴν ἐκκλησίαν· καὶ θορύβου τοσούτου ὄντος ὡς καὶ τὴν Ἀθηνᾶν εἰδομένην κήρυκι σιωπᾶν λαὸν ἀνώγειν, ἔδει τὸν πρῶτον δημηγοροῦντα γεγωνότερον βοᾶν, ὡς ἅμα οἱ πρῶτοί τε καὶ ὕστατοι μῦθον ἀκούσειαν. ὁ μὲν οὖν Νέστωρ, ὡς γέρων, βοᾶν οὐκ ἠδύνατο, ὁ δὲ Ὀδυσσεὺς «ὄπα τε μεγάλην ἐκ στήθεος εἴη». διὰ τοῦτο ὁ μὲν ἔτι τεταραγμένων δημηγορεῖ, ὁ δὲ Νέστωρ ἤδη ἡσυχίαν ἀγόντων.

παρὰ δὲ γλαυκῶπις—ἀνώγει: ἐπεὶ ἔδει κήρυκα συμπαρεῖναι τῷ δημηγοροῦντι.

ὅ σφιν ἐῢ φρονέων ἀγορήσατο καὶ μετέειπεν: τρία ῥητορικῆς εἴδη· συμβουλευτικόν, ὅ ἐστιν ἐκ προτροπῆς καὶ ἀποτροπῆς, ὡς νῦν· δικανικὸν ἐκ κατηγορίας καὶ ἀπολογίας, ὡς «δύο δʼ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς»· πανηγυρικὸν ἐξ ἐγκωμίου καὶ ψόγου, ὡς «ὦ μάκαρ Ἀτρείδη», «οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων».

Ἀτρείδη, νῦν γάρ σε: ὅτι αὕτη ἡ γραφὴ ἡ διὰ τοῦ γάρ μετὰ τῆς προσηγορίας καὶ τὸν λόγον ἔχει. ἔθος δὲ αὐτῷ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, «ὢ πόποι, ἦ γὰρ ὀΐω ἐϋκνήμιδας Ἀχαιούς».

Ἀτρείδη, νῦν δή σε: ἀντὶ τοῦ γάρ. ἔθος δὲ τῷ ποιητῇ ἀπὸ τοῦ γάρ ἄρχεσθαι, ὡς τὸ «πολλοὶ γὰρ τεθνᾶσι» καὶ «νῦν γὰρ καὶ πόνος ἐστί».

Ἀτρείδη, νῦν δή σε—βροτοῖσιν: ἐντέχνως πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει.

ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν—μερόπεσσι βροτοῖσιν: τὸ μὲν ἐθέλουσιν ὡς ἐξ οὐδεμιᾶς αἰτίας τοῦτο προαιρούμενοι. διασύρει δὲ αὐτοὺς ὡς οὐ νοήσαντας τὴν ἀπόπειραν· εἰ γὰρ ἐπονείδιστος ἔσται φευγόντων αὐτῶν, πῶς ἂν αὐτοὺς προτρέποιτο φεύγειν; ηὔξηται δὲ καὶ τῷ πᾶσι βροτοῖσιν, ἀλλὰ μὴ Ἕλλησιν εἰπεῖν. ἐντέχνως δὲ πρὸς τὸν βασιλέα κατὰ τῶν Ἑλλήνων λέγει ὥσπερ συναχθόμενος αὐτῷ ὅτι καταλείπεται· πικρὸν γάρ ἐστι τὸ φάναι «ἐπονείδιστον, ὦ Ἀχαιοί, ποιήσετε τὸν βασιλέα». πικρὸν δὲ ἦν κἀκεῖνο πρὸς αὐτοὺς λέγειν «ὡς γὰρ νήπιοι παῖδες ἢ κόρη ἀποδύρεσθε» ἅμα δὲ καὶ ἐμφαίνει ὅτι κατέχει αὐτοὺς ἐκείνου θέλοντος.

ἐκτελέουσιν: πρὸς τὴν ἐναλλαγὴν τοῦ χρόνου, ὅτι ἀντὶ τοῦ ἐκτελέσουσιν.

οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν—ἱπποβότοιο: τοῦτο ἀνελεύθερον καὶ δουλοπρεπές. καλῶς δὲ ἀπὸ τῶν ὡμολογημένων ἤρξατο, ὃ μάλιστα δυσωπεῖ. οὐκ οἶδε δὲ τοὺς πρὸς τοὺς Τυνδαρίδας ὅρκους ὁ ποιητής· καὶ γοῦν Ἰδομενεύς φησιν· «ὡς τὸ πρῶτον ὑπέστην καὶ κατένευσα».

ἐνθάδʼ ἔτι στείχοντες: πορευθησόμενοι, ὡς «ὅν μοι δῶκε πατὴρ ἔτι δεῦρο κιούσῃ».

Ἴλιον ἐκπέρσαντι: πορθήσαντί σοι τὸ Ἴλιον συναπονέεσθαι.

ὥς τε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες —νέεσθαι: ἄμφω παρέτεινε, τὸ μὲν τῷ νεαροί, τὸ δὲ τῷ χῆραι· οἱ μὲν γὰρ εὐθὺς κόρον λαβόντες τῆς ἀγορᾶς ἵενται οἴκαδε, αἱ δὲ τὸν οἴκοι φυλάσσοντα μὴ κεκτημέναι. κωμῳδεῖ δὲ τὸ ἀσύνετον καὶ ἀγεννές, ὡς οὐ διὰ τὴν ὑπερτέλειαν τῶν πολεμίων, διὰ δὲ τὸ ἴδιον μαλακὸν αὐτῶν θελόντων τοῦτο ποιεῖν.

ἦ: ὁμοίως τὸν ἦ περισπαστέον.

πόνος ἐστίν: πρὸς τὸν πόνον, ὅτι ἀντὶ τοῦ ἔργον· οὐδέποτε γὰρ οὕτως εἶπε τὴν ἀλγηδόνα.

πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι: ἀναγκαίως ἐνδίδωσιν, ὅπως πικρὰ θεραπευθέντες μεγάλα χαρήσονται.

ἦ μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι: πολὺς μὲν οὖν ἐστιν ὁ πόνος ὥστε λοιπὸν ἀκηδιάσαντά τινα νεῖσθαι. ἀνίησι δὲ τὴν ἐπιτίμησιν τῇ συγγνώμῃ. δυνάμεως δὲ ῥητορικῆς, ἀπὸ τοῦ αὐτοῦ πράγματος πρὸς ἑκάτερον ἐξ ἐναντίου λαμβάνειν τὰς ἀφορμάς.

καὶ γάρ τις θʼ ἕνα μῆνα: ἀνίησι τὴν ἐπιτίμησιν τῆς φυγῆς τῇ συγγνώμῃ· πάντες γὰρ ἀγαπῶμεν τοὺς ὑπὲρ ὧν ἡμάρτομεν ἀπολογουμένους. δύναται δὲ καὶ ἀνάγκην μείζονα ἐπιτιθέναι τούτοις τοῦ μένειν, αὐτοῖς αἰσχρὸν δεικνὺς τὸ ἐπανελθεῖν ἀπράκτως καὶ ὀφθῆναι διὰ τοῦ τοσούτου χρόνου τοῖς οἰκείοις ἐπονειδίστως· διὸ ἐπάγει· «αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι».

ἀπὸ ἧς ἀλόχοιο: τινὲς ἀνέγνωσαν «ἄπο ἧς ἀλόχοιο» κατὰ ἀναστροφήν, ἵνα σημαίνηται τὸ ἄπωθεν. ἄμεινον δὲ πείθεσθαι τῇ κατηθισμένῃ ἀναγνώσει· συντέτακται γὰρ τῇ γενικῇ.

ἀπὸ ἧς ἀλόχοιο: τῇ γενικῇ δεῖ συντάττειν.

ἀπὸ ἧς ἀλόχοιο: τοῦτο καὶ τὴν Ὀδυσσέως καὶ Πηνελόπης προανακρούεται στοργήν· ἅμα δὲ ὅτι καὶ αὐτῷ τὸ γύναιον ὑπολέλειπται, οὐ μόνον δέ, ἀλλὰ καὶ νήπιος ἔτι παῖς τῇ ἡλικίᾳ. τότε δὲ πιθανοὶ οἱ λέγοντες, ὅταν τοῖς ἀκούουσιν ὁμοιοπαθεῖς καὶ αὐτοὶ τυγχάνωσιν.

καὶ γάρ τίς θʼ—ἀλόχοιο ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ: διασταλτέον· τὸ γὰρ ἑξῆς ἐστι, καὶ γάρ τις θʼ ἕνα μῆνα μένων σὺν νηῒ πολυζύγῳ ἀπὸ ἧς ἀλόχοιο ἀσχαλάᾳ. γελοίως δὲ οἱ πλεῖστοι ἐπὶ τὸ ἀσχαλάᾳ διϊστᾶσι.

ὅνπερ ἄελλαι—ἐνθάδε μιμνόντεσσι: τὸ δυσχερὲς τῆς ἀνακομιδῆς πρὸ ὀφθαλμῶν αὐτοῖς ἄγει, καὶ τὴν τοῦ ὡρισμένου χρόνου συμπλήρωσιν.

περιτροπέων ἐνιαυτός: τροπὰς λαμβάνων, τουτέστι συμπληρούμενος.

ἐνθάδε μιμνόντεσσι: ἀργοῦσιν, ἀπράκτοις καθημένοις, ἐπεὶ παρῆν αὐτῷ φάναι καὶ τὸ μαρναμένοισιν.

ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν. ἀλλὰ καὶ ἔμπης:ὅτι Ζηνόδοτος γράφει «ἀσχαλάαν μιμνόντεσσι», τὰ πληθυντικὰ δυϊκῶς ἐκφέρων. περιττεύει δὲ ὁ καί σύνδεσμος.

αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι:ἀνιαρὸν τὸ χωρίζεσθαι τῶν οἴκοι ἐπὶ πολὺ καὶ ἄπρακτον ὑποστρέψαι. τὸ δὲ κενεόν ἤτοι διὰ κενῆς πολεμήσαντα ἢ κενὸν λαφύρων. δέλεαρ δὲ τοῦ μένειν ὑποβάλλει αὐτοῖς λαφύρων ἐλπίδα.

δηρόν: ἐπὶ πολὺν χρόνον.

τλῆτε φίλοι: μαλάξας τὸ πλῆθος ἀποστρέφει τε πρὸς αὐτοὺς τὸν λόγον καὶ ἀντὶ Ἀχαιῶν φίλους καλεῖ.

ἐπὶ χρόνον: ὅτι Ζηνόδοτος γράφει «ἔτι χρόνον», ἀπιθάνως· ἔμφασις γὰρ γίνεται πολλοῦ χρόνου διὰ τοῦ ἔτι.

ἢ ἐτεὸν ... οὐκί: ὅτι διὰ τοῦ κ γραπτέον, οὐ διὰ τοῦ χ. καὶ τὸ ἢ ἐτεόν διὰ τοῦ η Ἀρίσταρχος.

ἤ: ἀντὶ τοῦ εἴ, ὡς τὸ «ἢ καὶ ἐμὸν δόρυ μαίνεται».

ἢ ἐτεὸν Κάλχας: δικαίως ἀπὸ τοῦ ἔναγχος εὐδοκιμήσαντος Κάλχαντος τὴν πίστιν λαμβάνει. ὅτι δὲ ἠγάπητο τῷ πλήθει, Ποσειδῶν καὶ Ἀθηνᾶ καθʼ ὁμοιότητα αὐτοῦ προτρέπονται τὸ πλῆθος στρατὸς δὲ ἐπὶ ξυροῦ τυγχάνων ψυχαγωγεῖται διοσημίαις, τὴν ἐλπίδα τῆς σωτηρίας ἔχων εἰς θεούς. ἄκρως δὲ κατηγορεῖ αὐτῶν, ὅτι τότε μὲν τὸ μῆκος ἀκούσαντες οὐκ ὤκνησαν στρατεύειν, νῦν δὲ πρὸς τὸ τέλος ἐκλέλυνται.

μάρτυροι: ὅτι Ζηνόδοτος γράφει «μάρτυρες». ὁ δʼ Ὅμηρος οὕτως ἐσχημάτικεν· «Ζεὺς δʼ ἄμμʼ ἐπιμάρτυρος ἔστω», οὗ τὸ πληθυντικὸν μάρτυροί ἐστε.

μάρτυροι, οὓς μὴ κῆρες ἔβαν: κῆρες ἐπὶ τοῦ λοιμοῦ. Ζηνόδοτος «μάρτυρες», Ὁμήρου σχηματίζοντος ἀπὸ τοῦ μάρτυρος. πιστὸς δὲ ὁ λόγος γίνεται, ὅταν τοὺς ἀκούοντας μάρτυρας ἔχῃ τῶν λεγομένων.

χθιζά τε: τὸν τοσοῦτον χρόνον χθιζά φησιν, ὅπως τὸν προσδοκώμενον ὡς μηδὲν ἡγήσωνται.

χθιζά τε καὶ πρωΐζʼ: κατεσμίκρυνε τὸν—Ἕλληνας.

ὅτʼ ἐς Αὐλίδα: Αὐλὶς οὕτως ἐκλήθη ἀπὸ τοῦ— στρατόν.

κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι: δεῖ οὖν ἀναπληρῶσαι τὸν σκοπόν.

ἡμεῖς δʼ ἀμφὶ περὶ κρήνην—σμερδαλέος: ἕως τοῦ ἀγλαὸν ὕδωρ ὑποστικτέον, καὶ τὸ ἔνθα … ἵνʼ ᾖ τοπικὸν διὰ τὴν πλατάνιστον, χρονικὸν διὰ τὸ «χθιζά τε καὶ πρωϊζά». ἐνδέχεται δὲ καὶ τεληέσσας ἑκατόμβας ὑποστίζειν, ἵνα συνάπτηται καλῇ ὑπὸ πλατανίστῳ ἕως τοῦ σμερδαλέος. δύναται δὲ καὶ τοῖς ἄνω συνάπτεσθαι τὸ «χθιζά τε καὶ πρωΐζʼ», ἵνα πάντα συνημμένα ᾖ ἐκ τοῦ «εὖ γὰρ δὴ τόδε ἴδμεν».

ἀμφὶ περὶ κρήνην: οὐ διὰ τὸ μέτρον αἱ δύο προθέσεις, ἀλλὰ τὴν περὶ τὸν αὐτὸν τόπον συναγωγὴν παντὸς τοῦ στρατοῦ ἐσήμανε. πιστοῦται δὲ τὸ τέρας, εἴ γε ἐπὶ τοσούτου πλήθους καὶ θυσιῶν ἔν τε ἱερῷ γέγονεν.

καλῇ ὑπὸ πλατανίστῳ: μόνον οὐχὶ χρώμασιν ἡμῖν τὸν λόγον ἐσήμανε. καὶ Πλάτων Φαίδρῳ πλάτανον καὶ τὸ παραρρέον ὕδωρ φησί· διυδατίζεσθαι γὰρ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν. οἶδε δὲ τὰς φύσεις ἁπάντων, καὶ «ὠλεσικάρπους» τὰς ἰτέας φησίν.

καλῇ ὑπὸ πλατανίστῳ: τῇ τάσει ἀναγνωστέον ὡς κυπαρίσσῳ. διυδατίζεσθαι δὲ θέλει ἡ πλάτανος, καὶ ἔστιν ἐπιτηδεία πρὸς γένεσιν στρουθῶν.

σῆμα: ὧδε ἡ στιγμή.

δράκων: τοῦτο τὸ ὄνομα—Διονυσίῳ ἐν τῷ εʹ τῶν Ἀπόρων

ἔνθʼ ἐφάνη μέγα σῆμα— λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς: ὁ δράκων Ἀθηνᾶς ἱερός, οἱ στρουθοὶ Ἀφροδίτης, χρόνον τε δηλοῦσιν, ἐπεὶ πτηνὸς ὁ χρόνος. ὁ δὲ λίθος, ἐπεὶ οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος. ἢ τὸ μὲν ἐφʼ ὕψους κεῖσθαι τὴν νεοσσιάν, τὴν ἠνεμόεσσαν Ἴλιον, οἱ δὲ ὑποπετάλιοι νεοσσοὶ τὸ ὀλιγοχρόνιον τῶν Τρώων· μαραινομένων γὰρ ὅσον οὐδέπω τῶν φύλλων ἀποπεσοῦνται. ἡ δὲ ἐνάτη μήτηρ τῆς ἐννεατηρίδος τὸν ἔσχατον ἀγῶνα ἐσήμανεν, ἡ δὲ διὰ τοῦ ὕδατος πορεία τοῦ δράκοντος τὴν διʼ ὕδατος ἄφιξιν τῶν Ἑλλήνων, τὸ δὲ περιλειφθῆναι τὴν νεοσσιὰν τὸ μὴ παντελῶς ἠφανίσθαι τὸν τόπον· οἰκεῖται γὰρ μέχρι τοῦ νῦν. ἡ δὲ ἀπολίθωσις ἢ τὸ δυσδιεξόδευτον τῶν νόστων ἢ ὅλου τοῦ ἀγῶνος παῦσιν — οὐ γὰρ ἠμύναντο ἔτι τοῦ λοιποῦ τοὺς Ἕλληνας οἱ Τρῶες — ἢ ὅτι εἰς λίθους περιστήσεται τοῦ πολέμου τὸ τέλος. ἔστι δὲ σημεῖον μὲν τὸ παρὰ τόπον γινόμενον ὡς μέλισσαι ἢ πτηνοὶ μύρμηκες ἐν οἴκῳ, τέρας δὲ τὸ παρὰ φύσιν. τοῦτο οὖν ἄμφω εἶχε, σημεῖον μὲν τὸ ἐπʼ ἄκρῳ τῷ φυτῷ εἶναι τὴν νεοσσιάν, τέρας δὲ τὸ ὀκτὼ τετοκέναι· ἑπτὰ γὰρ τίκτει, ὧν τὸ ἓν οὔριον ἐᾷ.

σμερδαλέος: καταπληκτικός, φοβερός.

αὐτὸς Ὀλύμπιος ἧκε φόως δέ: ἐπεὶ τὸ σημεῖον τὸ φανὲν δύναιτό τις ἀποφαίνειν καὶ ἄλλως γενόμενον — πολλὰ γὰρ τοιαῦτα συμβαίνει καὶ ἐν οἰκίαις γίνεσθαι —, ἐξαίρειν δὲ αὐτὸ πειρᾶται ὡς μέγα καὶ θεῖον καὶ δηλωτικὸν τῶν τοῦ πολέμου ἀγαθῶν.

φόως δέ: ἐς φανερόν.

βωμοῦ ὑπαΐξας: ἀφʼ ἑτέρας ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος· διὸ καὶ τελείαν στικτέον ἐπὶ τὸ «φόως δέ».

ὄρουσεν: ἀνώρμησεν.

στρουθοῖο: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις. Χαίριδι δὲ ἤρεσκε βαρύνειν, καὶ ἴσως ἐπεὶ τὰ εἰς θος λήγοντα δισσύλαβα μονογενῆ, φύσει μακρᾷ παραληγόμενα, ἐβαρύνετο, Ξοῦθος, «Ζῆθος» καὶ «μῦθος». ἔχει δὲ ἡ τετριμμένη ἀνάγνωσις ἀφορμὴν τὸ ἐγκεῖσθαι τὸ θέειν· ἐτυμολογοῦσι γὰρ τὸ ζῷον παρὰ τὸ μετὰ οἴστρου θέειν. τὰ δὲ παρὰ τοῦτο τὸ ῥῆμα ἑωρῶμεν ὀξυνόμενα, ὥσπερ τὸ ἀγαθός καὶ βοηθός.

ὑποπεπτηῶτες: δύναται καὶ ἀναστρέφεσθαι. πιθανώτερον δὲ συντάσσειν τῇ μετοχῇ τὴν πρόθεσιν διὰ τὴν ἔμφασιν.

ὑποπεπτηῶτες: ὑφʼ ἕν. τοῦτο δὲ διὰ τὴν ἀσθένειαν τῶν νεοσσῶν.

κατήσθιε: ἐπὶ δὲ λύκων «οἵ τʼ ἔλαφον κεραὸν μέγαν οὔρεσι δῃώσαντες», ἐπὶ δὲ λεόντων «ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον», ὥσπερ ἐπαναβαίνων ταῖς λέξεσιν.

τετριγῶτας: ὅτι Ζηνόδοτος γράφει «τιτίζοντας». εὐτελὴς δὲ ἡ λέξις· κατὰ φύσιν γὰρ φθεγγόμενοι οἱ νεοσσοὶ τιτίζουσιν, οἱ δὲ κατεσθιόμενοι τρίζουσιν.

ἐλελιξάμενος: ἐπιστραφείς. οὐδὲ τοῦτο δὲ ἄχρηστον πρὸς τὴν μαντείαν· οὐ γὰρ ἐκ τοῦ εὐθέος ἐκράτησαν αὐτοὺς καὶ εἷλον, ἀλλʼ ἀναχθέντες ἀπὸ τῆς Τρωάδος, εἶτα ὑποστρέψαντες.

πτερύγος: παροξυτόνως. καὶ ὁ μὲν κανὼν θέλει προπαροξυτόνως, ὡς δοίδυκος. ἀλλʼ ἐπειδὴ οὕτως δοκεῖ στίζειν τῷ Ἀριστάρχῳ, πειθόμεθα αὐτῷ ὡς πάνυ ἀρίστῳ γραμματικῷ.

ἀμφιαχυῖαν: μετοχή ἐστι· διὸ προπερισπαστέον. σημειωτέον δὲ τὸν ἐν ἀρχῇ χρόνον, ὅτι συνεστάλη τὸ α.

ἀμφιαχυῖαν: τελειοτέρᾳ φωνῇ ἐχρήσατο τοῦ «τετρηγότας».

ἀρίζηλον: ὅτι Ζηνόδοτος γράφει «ἀρίδηλον» καὶ τὸν ἐχόμενον προσέθηκεν … τὸ γὰρ «ἀρίδηλον» ἄγαν ἐμφανές, ὅπερ ἀπίθανον· ὃ γὰρ ἐὰν πλάσῃ, τοῦτο ἀναιρεῖ. λέγει μέντοι γε ὅτι ὁ φήνας αὐτὸν θεὸς καὶ ἄδηλον ἐποίησεν.

λᾶαν γάρ μιν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω:ἀθετεῖται· πιθανώτερον γὰρ αὐτὸν καθάπαξ πεποιηκέναι ἀφανῆ τὸν καὶ φήναντα θεόν.

ἀθετεῖται. προείρηται δὲ ἡ αἰτία.

θαυμάζομεν: ὅτι ἀντὶ τοῦ ἐξεπληττόμεθα, οὐχ ὡς ἐνίοτε τίθησιν ἀντὶ ψιλοῦ τοῦ θεάσασθαι.

ἡμεῖς δʼ ἑσταότες θαυμάζομεν: καὶ ἀπὸ τῆς τῶν ὁρώντων διαθέσεως κινεῖ τὴν ἔμφασιν.

τίπτʼ ἄνεῳ ἐγένεσθε: ἐπιτιμᾷ ὡς οὐ δεομένοις μαντείας. καλῶς δὲ οὐ περιέτεμε τὸν λόγον, ἀλλὰ τοῖς τοῦ μάντεως κέχρηται ῥήμασιν, ὅπως ψυχαγωγοῖντο δοκοῦντες αὐτοῦ ἀκούειν. τὸ δὲ ἄνεῳ ὧδε μὲν διὰ τοῦ ι, ἐπὶ δὲ τοῦ «ἡ δʼ ἄνεω δὴν ἧστο» χωρὶς τοῦ ι.

ἄνεῳ: κατὰ στέρησιν τῆς ἰωῆς, ὅ ἐστι φωνῆς. ὧδε δὲ μετὰ τοῦ ι, οἷον οἱ ἄνεῳ, ἐπὶ δὲ τοῦ «ἡ δʼ ἄνεω δὴν ἧστο» δίχα τοῦ ι.

ὅου κλέος οὔποτʼ ὀλεῖται: κλέος τοῦ πολέμου ἢ τοῦ σημείου. τοῦτο δὲ πρὸς τὸ πεῖσαι. τὸν δὲ λίθον οὐκ ἐξηγεῖται ἢ πρὸς τὸ μὴ λυπῆσαι, ἢ ὅτι τέρας ἐστί. προσέθηκε δὲ καὶ τὸ οὔποτʼ ὀλεῖται, ἵνα μὴ διὰ τὸ μῆκος ἀπογνῶσι πρὸς τὴν μάχην.

ὅου κλέος: τὰ ἄρθρα διαιροῦνται· αἱ γὰρ ἀντωνυμίαι πλεονάζουσι τῷ ε.

ὣς ἡμεῖς τοσαῦτʼ ἔτεα: τρεῖς εἰσι χρόνοι, διʼ ὧν ὁ πᾶς αἰὼν ἀριθμεῖται, ἡμέρα, μήν, ἐνιαυτός. καὶ ἡ μὲν ἡμέρα οὐρανοῦ ἐστιν ἀποκατάστασις, ὁ δὲ μὴν σελήνης, ὁ δὲ ἐνιαυτὸς ἡλίου. εἰ μὲν οὖν ἦσαν ἐν τῷ στελέχει, ἡμέρας εἶπεν, εἰ δὲ ἐν μέσῳ, μῆνας. ἐπεὶ δὲ πρὸς τῷ τέλει, ἐνιαυτούς.

αὖθι: ὅτι τὸν τοῦ Κάλχαντος λόγον μεταλαβὼν ἐποίησεν ἐπὶ τῆς Αὐλίδος, αὐτὸς ὢν ἐπὶ τῆς Τροίας· διὸ κέχρηται τῷ αὖθι τοπικῷ ἀντὶ τοῦ αὐτόθι, ὅπου νῦν ἐσμεν.

αὖθι: τὸ αὖθι ἐν Ἰλίῳ, οὐκ ἐν Αὐλίδι.

τῷ δεκάτῳ δὲ πόλιν: διὰ τί οὐχὶ ἐνάτῳ ἔφη ἐνιαυτῷ ἔσεσθαι τὴν πόρθησιν, καίτοι τῆς ἀκολουθίας τῶν σημείων τοῦτο ἐχούσης «ὀκτώ, ἀτὰρ μήτηρ ἐνάτη ἦν» ἢ ὅτι τῶν ἐννέα πληρωθέντων ἀνάγκη νοεῖν τὸν ἐπέκεινα δέκατον· ἢ καὶ τὸν δράκοντα αὐτὸν δεῖ συναριθμεῖν, ὅς ἐστι δέκατος, ὡς ὅλου τοῦ ἀγῶνος ἐν τούτῳ μέλλοντος παύεσθαι. ὁ λιθωθεὶς οὖν δράκων ἐσήμανεν ὅτι οὐκέτι κίνησιν ἔλαβεν ὁ πόλεμος.

τῷ δεκάτῳ: ἱσταμένου γὰρ τοῦ δεκάτου ἐπόρθησαν.

κεῖνός θʼ ὥς: ὀξυτονητέον τὴν νος διὰ τὸν τέ. οὕτως Ἀρίσταρχος. ὁ δὲ Ἡρωδιανὸς ὡς «τὼς δέ σʼ ἀπεχθήρω».

κεῖνός θʼ ὥς: οὕτως Ἡρωδιανὸς διὰ τοῦ θ. Ἀρίσταρχος διὰ τοῦ τ.

ὣς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται: πρὸς τὸ «χθιζά τε καὶ πρωϊζά» καὶ τὸ νῦν φησι, καὶ τὸ τελεῖται ἀντὶ τοῦ τελεσθήσεται, εἴπερ ὁ ὄνειρος εἶπε· «νῦν γάρ κεν ἕλοις πόλιν».

εἰς ὅ κεν: καλῶς ἐπὶ πέρατι τοῦ λόγου πιστοῦται τὸ λόγιον, οὐχ ὡς ἐν ἀρχῇ· «ἢ ἐτεὸν Κάλχας μαντεύεται».

ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον— μῦθον ἐπαινήσαντες: ἐπὶ τὸ ἴαχον διαστολή, καὶ ἐπὶ τὸ Ἀχαιῶν ὑποστιγμή· διὰ μέσου δὲ τὸ ἀμφὶ δὲ νῆες καὶ τὰ ἑξῆς ἕως τοῦ Ἀχαιῶν. καὶ τὸ ἑξῆς ἐστιν ἴαχον μῦθον ἐπαινήσαντες. ἐὰν δὲ στίζωμεν, γίνεται σολοικισμός, ἀϋσάντων ὑπʼ Ἀχαιῶν μῦθον ἐπαινήσαντες

ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον: «οἷόν γέ πού ʼστι γλῶσσα κἀνθρώπου λόγος» κατὰ Εὔπολιν· ὁ μὲν γὰρ λέγων «φεύγωμεν» ἀναπτεροῖ, ὁ δὲ «μίμνωμεν» πείθει. ἅμα δὲ καὶ τὸ παλίμβολον τῶν δήμων ἐσήμανεν.

μέγʼ ἴαχον: ἐπὶ μὲν τούτων ἴαχον, ἐπὶ δὲ Τρώων «κελάδησαν».

ἀμφὶ δὲ νῆες: ἀντὶ τοῦ πᾶσαι.

νῆες … κονάβησαν: ἴδιος ἦχος τῶν πεπληγότων ξύλων ὁ κόναβος.

τοῖσι δὲ καὶ μετέειπε—ἐπίσπῃ: δεινῶς ἅμα καὶ εὐπόρως τὴν αὐτὴν ῥητορείαν ἑτέραις λέξεσιν ἐκφράζει ὁ ποιητής. παρρησιαστικὸς δὲ διὰ τὸ γῆρας ὁ Νέστωρ.

Γερήνιος ἱππότα Νέστωρ: ἀντὶ τοῦ ἱππικός, νῦν δὲ —ὠνομάσθη. ἱστορεῖ Ἡσίοδος ἐν Καταλόγοις

ὦ πόποι: στικτέον ἐπὶ τὸ ὦ πόποι· κομματικὸν γάρ, καὶ μᾶλλον ἐμφαίνει καθʼ ἑαυτὸ λεγόμενον.

ἦ δὴ παισίν: παισίν, οὐ γυναιξίν· ἔστι γὰρ καὶ ταύταις φρόνησις.

καλῶς οὐκ εἶπε γυναιξίν, ἀλλὰ παισί· καὶ γὰρ ταύταις ἐστὶ φρόνησις.

ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε: τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι. ἢ μᾶλλον πρὸς Ὀδυσσέα ἀποτείνεται δημοχαριστικῶς παρελθόντα· ἐπιτρίψει γὰρ ταῦτα μᾶλλον εἰς ἀναρχίαν τὸ πλῆθος, πῇ μὲν «σέ» λέγων «ἐθέλουσιν Ἀχαιοὶ ἐλέγχιστον θέμεναι», πῇ δὲ τῷ «οὐ νεμεσίζομʼ Ἀχαιούς».

πῇ δὴ συνθεσίαι τε— αὔτως γὰρ ἐπέεσσʼ ἐριδαίνομεν: τινὲς ἐλεγκτικῶς ὅλα προφέρονται· ποῦ ἀπῆλθον αἱ συνθῆκαι καὶ τὰ ὅρκια σπονδαί τε καὶ δεξιαί; ἵνʼ ᾖ καὶ τὸ βήσεται ἀντὶ τοῦ ἔβησαν, καὶ τὸ γενοίατο ἀντὶ τοῦ ἐγένοντο, καὶ τὸ ἐριδαίνομεν ἀντὶ παρῳχημένου, ἵνʼ ᾖ μάτην ἐφιλονεικοῦμεν λόγοις μόνον ὑπισχνούμενοι, καὶ τὸ «ἀγοράασθε» ἀντὶ τοῦ ἠγοράασθε τότε ὅτε συνετίθεσθε Ἀγαμέμνονι.

πῇ δὴ συνθεσίαι τε: ἐν δισταγμῷ· ποῦ ἄρα τελευτήσει τὰ τῶν ὅρκων καὶ συνθηκῶν;

συνθεσίαι τε: οὕτως συνθεσίαι τε ὡς θυσίαι τε. ὅσοι δὲ προπαροξύνουσι, πταίουσι· τῆς γὰρ μεταγενεστέρας Ἀτθίδος ἡ τοιάδε ἀνάγνωσις.

βήσεται ἥμιν: ἀπολύτως ἀναγνωστέον τὸ ἥμιν.

πῆ δὴ συνθεσίαι τε: τῶν ἐκ τῆς Ἑλλάδος—τοὺς γενομένους ὄρθρους. ἡ ἱστορία παρὰ τῷ Στησιχόρῳ

ἐν πυρὶ δὴ βουλαί τε γενοίατο: οὐκέτι βουλῶν ὄνησις. ἀφανισθήσεται δὲ παντελῶς ἡ βουλή, εἰ λογομαχεῖν μόνον παρασκευάζουσιν, οὐδὲν ἀνίσχουσα τὸ ὠφελοῦν. οὐχ ὑποσχέσεις δὲ κατὰ τὸν Ὀδυσσέα ἀλλὰ γυμνότερον αὐτὰ τῶν πίστεων τὰ ὀνόματά φησιν· ὅσα γὰρ παρέδραμεν ἐκεῖνος, ἐπεξεργάζεται οὗτος, καὶ τοὐναντίον. δεινῶς δὲ ἐλέγχει ὡς ἐνεδρεύσαντας ὁσιώμασιν· οὐκ ἂν γὰρ ἐστράτευσε μὴ συνθεμένων αὐτῶν.

ἀνδρῶν: εὖ τὸ μὴ εἰπεῖν ὑμῶν, ἀλλὰ καθολικῶς ἀνδρῶν.

σπονδαί τʼ ἄκρητοι: ὅτι ὅταν λέγῃ ἐν ἄλλοις «κρητῆρι δὲ οἶνον μίσγον», οὐ σημαίνει τὸ ὕδατι κίρνασθαι, ἀλλʼ ὅτι τὸν τῶν Τρώων καὶ Ἀχαιῶν οἶνον ἔμισγον.

οὐδέ τι μῆχος εὑρέμεναι: καὶ Ὀδυσσεὺς «αἰσχρόν τοι δηρόν τε μένειν».

Ἀτρείδη, σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων: ἐναντίως τῷ Ὀδυσσεῖ ἀπὸ τοῦ πλήθους εἰς τὸν βασιλέα μετῆλθεν.

σὺ δʼ ἔθʼ ὡς πρὶν ἔχων ἀστεμφέα βουλήν: ἀντὶ τοῦ μηδὲν ἐνδιδούς, ὡς νῦν ἐνδέδωκας πρὸς φυγήν. ἀστεμφέα δὲ ἀντὶ τοῦ ἀμετακίνητον, βεβαίαν.

ἄρχευʼ Ἀργείοισιν: καταπλήττει διὰ τούτων τὸ πλῆθος.

τοῦσδε: ἕν ἐστι τὸ τοῦσδε· διὸ προπερισπαστέον.

τούσδε δʼ ἔα: ὑφʼ ἓν ἀναφορικῶς. τὰ δὲ τοιαῦτα ἀεὶ δεικτικά ἐστιν.

ἕνα: τῷ ἐλαχίστῳ ἀριθμῷ κἀκείνους εὐτελίζει καὶ τοὺς ἄλλους εὐέλπιδας ποιεῖ.

ἕνα καὶ δύο: εὐφυέστερον αἰνίττεται—καὶ ἕτερον τοιοῦτον.

τοί κεν Ἀχαιῶν: Ἀχαιῶν, οὐκ εἶπε σοῦ, ἀλλὰ κοινὴν αὐτῶν κατηγορίαν ποιεῖται, ἐφελκόμενος τὸ πλῆθος.

βουλεύωσʼ: ὅτι βουλεύωσιν αἱ Ἀριστάρχου.

ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν: ἐντελὴς δὲ πρᾶξις —πρὶν γνῶμεν τὴν Διὸς γνώμην. τὸ δὲ α πρὸ τοῦ ν ψιλοῦται, πλὴν τοῦ «ἁνδάνω».

ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν, πρὶν Ἄργος δʼ ἰέναι, πρὶν καὶ Διὸς αἰγιόχοιο γνώμεναι, εἴ τε— οὐκί: ἀμφίβολος ὁ λόγος ἢ διαστελλόντων ἡμῶν ἐπὶ τὸ αὐτῶν ἢ συναπτόντων μέχρι τοῦ ἰέναι· ἤτοι γὰρ ὃ λέγει τοῦτό ἐστιν, οὐδὲν ἐπινοήσουσιν ὥστε ὑποστρέψαι αὐτοὺς πρὶν τέλος ποιήσασθαι τοῦ πολέμου· ἢ τοῦτο, ἀνύσουσι δὲ οὐδὲν πρὶν ὑποστρέψαι τε ἡμᾶς καὶ πρὶν τέλος εὑρέσθαι τοῦ πολέμου, ἀντεστραμμένου τοῦ λόγου.

ἄνυσις δʼ οὐκ ἔσσεται αὐτῶν—καὶ οὐκί: οὐδὲν ἀνύσουσι πρὸς τὸν ἀπόπλουν, ἄχρις ὅτου πέρας λάβῃ ἡ τοῦ Διὸς ὑπόσχεσις. Ὀδυσσεὺς δὲ αὐτοῖς ἐπέτρεπε λέγων «τλῆτε φίλοι καὶ μείνατε».

εἴτε ψεῦδος ὑπόσχεσις: ἀντὶ τοῦ ψευδής.

εἴτε ψεῦδος ὑπόσχεσις: ταῦτα παρὰ τοῖς Στωϊκοῖς λεκτὰ καλοῦνται, τὰ πρὸς τὴν σημασίαν φερόμενα. ψεῦδος τὸ ἐπάγγελμα.

οὐκί: ὅτι διὰ τοῦ κ καὶ οὐ διὰ τοῦ χ.

φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα:οἰκείως ὁ μὲν Ὀδυσσεὺς δημοχαριστικῶς δημηγορῶν τοῦ Κάλχαντος προβάλλεται τὴν μαντείαν, ὃς ἦν τοῖς Ἀτρείδαις ἐχθρός, τῷ δὲ πλήθει γλυκύς· ὁ δὲ Νέστωρ τῷ βασιλεῖ χαριζόμενος τὰ τοῦ βασιλέως τῶν θεῶν προβάλλεται· διὸ ὁ μὲν παρὰ τῶν Ἑλλήνων, ὁ δὲ Νέστωρ παρὰ τοῦ βασιλέως ἐγκωμιάζεται, «ἦ μὰν αὖτʼ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν». ἐπὶ δὲ Ὀδυσσέως «ὣς ἔφατʼ, Ἀργεῖοι δὲ μέγʼ ἴαχον» καὶ τὰ ἑξῆς.

φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα ἤματι τῷ, ὅτε—φέροντες: διασταλτέον ἐπὶ τὸ Κρονίωνα· ἐπὶ δὲ τὸ φέροντες ὑποστιγμή.

φημὶ γὰρ οὖν—ἀστράπτων: τελειότερον ἀφεὶς τοὺς νεοσσοὺς ἐπὶ τὸν βασιλέα φέρεται τῶν θεῶν. τὸ δὲ ἑξῆς ὑπερμενέα Κρονίωνα ἀστράπτων, ἀντὶ τοῦ ἀστράπτοντα.

Τρώεσσι φόνον καὶ κῆρα φέροντες: καὶ Ὀδυσσεὺς ὁμοίως «ὅτʼ ἐς Αὐλίδα νῆες Ἀχαιῶν ἠγερέθοντο κακὰ Πριάμῳ καὶ Τρωσὶ φέρουσαι».

ἀστράπτων ἐπιδέξιʼ, ἐναίσιμα σήματα φαίνων: ὅτι ἀκαταλλήλως εἴρηται· ἔδει γὰρ ἀστράπτοντα καὶ φαίνοντα, ὡς καὶ Εὐριπίδης ἐν Παλαμήδει· «Λάϊε, πάλαι δή σʼ ἐξερωτῆσαι θέλων σχολή μʼ ἀπεῖργε.» βραχὺ δὲ διασταλτέον ἐν τῷ ἐπιδέξιʼ ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί.

ἀστράπτων ἐπιδέξιʼ: ὅτι ἀκαταλλήλως· ἔδει γὰρ «κατανεῦσαι» ἀστράπτοντα. διασταλτέον δὲ βραχὺ ἐπιδέξιʼ· ἀσύνδετος γὰρ ὁ λόγος, λείποντος τοῦ καί, ἀστράπτων καὶ φαίνων.

ἐπιδέξιʼ: ἐπὶ δεξιά, ὡς «ἐνδέξια πᾶσιν».

ἐναίσιμα: λείπει ὁ καί· καὶ ἐναίσιμα σήματα φαίνοντα.

τῶ μή τις πρὶν ἐπειγέσθω: προστακτικῶς· ὁ δὲ Ὀδυσσεὺς «ἀλλʼ ἄγε, μίμνετε πάντες».

ὁ δὲ Ὀδυσσεὺς ἐπιταγματικῶς «ἀλλʼ ἄγε, μίμνετε πάντες». οὗτος δὲ συμβουλευτικῶς.

πρίν τινά περ Τρώων: οὕτως Ἀρίσταρχος διὰ τοῦ ε καὶ τὰ ὑπομνήματα.

ἐν τοῖς Ἀριστάρχου ὑπομνήμασι «πρίν τινά περ», οὐ καλῶς.

πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι:μέγιστον εἰς κόλασιν ᾤοντο οἱ παλαιοὶ τὸ τὰς γυναῖκας ὑπὸ πολεμίους γενέσθαι.

πρίν τινα πὰρ Τρώων: φασί τινες ὡς αἰσχρὸν αὐτοὺς μένειν δελεαζομένους τῇ προσδοκίᾳ τῶν ἀφροδισίων ὑπὸ τοῦ πανσόφου Νέστορος. ῥητέον οὖν ὡς ἐξ ὧν ἐπλημμέλησαν Τρῶες, ἐκ τούτων αὐτοὺς δίκας αἰτεῖν πεπείραται. οἶδε δὲ τὸ πλῆθος Ἀφροδίτης ἡττημένον, καὶ ταῦτα ὅταν εὔλογος ἡ ἡδονή. ὁ δὲ Ὀδυσσεὺς οὐδέ φησι τοιοῦτον, ἀλλʼ ὁ τῶν ἀφροδισίων ἤδη παυσάμενος.

τίσασθαι δʼ Ἑλένης ὁρμήματά τε στοναχάς τε: πρὸς τοὺς Χωρίζοντας· ἔφασαν γὰρ τὸν μὲν τῆς Ἰλιάδος ποιητὴν δυσανασχετοῦσαν συνιστάνειν καὶ στένουσαν διὰ τὸ βίᾳ ἀπῆχθαι ὑπὸ τοῦ Ἀλεξάνδρου, τὸν δὲ τῆς Ὀδυσσείας ἑκοῦσαν, οὐ νοοῦντες ὅτι οὐκ ἔστιν ἐπʼ αὐτῆς ὁ λόγος, ἀλλʼ ἔξωθεν πρόθεσιν τὴν περί δεῖ λαβεῖν, ἵνʼ ᾖ περὶ Ἑλένης. καὶ ἔστιν ὁ λόγος, τιμωρίαν λαβεῖν ἀνθʼ ὧν ἐστενάξαμεν καὶ ἐμεριμνήσαμεν περὶ Ἑλένης· παραλειπτικὸς γὰρ προθέσεών ἐστιν ὁ ποιητής.

λείπει ἡ περί, ἵνʼ ᾖ τίσασθαι τὰ περὶ τῆς Ἑλένης ὁρμήματα καὶ τὰς στοναχάς.

Ἑλένης ὁρμήματα: μεριμνήματα, ὡς αὐτῆς ἀκουσίως παρὰ τοῖς πολεμίοις οὔσης, ἵνʼ ἀξιόχρεως ᾖ βοηθεῖσθαι.

ἐκπάγλως: ὑβριστικῶς.

ὄφρα πρόσθʼ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ:τοῦτο παρὰ ὑπόνοιαν ἐπήγαγεν. ἀρετῆς δὲ ῥήτορος τὰ μὲν χαρίζεσθαι, τὰ δὲ καταπλήσσειν ἀπειλῇ κολάσεων.

θάνατον καὶ πότμον: εὐθὺς πρὸ—τὴν εἱμαρμένην.

ἀλλὰ ἄναξ: φοβερώτερον καθιστὰς τοῖς ἁμαρτάνουσι τὸν Ἀγαμέμνονα ἄνακτα αὐτὸν καλεῖ, οὐκ Ἀτρείδην.

φοβερώτερον καθίσταται τοῦτο τοῖς ἁμαρτάνουσι τὸ τὸν Ἀγαμέμνονα ἄνακτα αὐτῶν καὶ οὐκ Ἀτρείδην καλεῖν.

ἀλλὰ ἄναξ, αὐτός τʼ εὖ: ἀποστρέφει τὸν λόγον— ἀποστροφή.

τὸ σχῆμα ἀποστροφή.

ἀλλὰ ἄναξ—τʼ ἄλλῳ: τοῖς βασιλεῦσι νόμον τίθησιν, εἰς δύο μερίζων αὐτῶν τὴν εὐβουλίαν, τήν τε ἰδίαν καὶ τὴν σὺν ἄλλοις γινομένην· ἄριστον γὰρ τὸ ἐπικρίνειν τὸ εὖ ἔχον· «οὗτος μὲν πανάριστος, ὃς αὐτῷ πάντα νοήσει»

οὔ τοι ἀπόβλητον: ἐξ ἀποφάσεως τὴν κατάφασιν δηλοῖ τῶν ἐπαίνων, φεύγων τὸ φορτικόν· διὸ οὐκ εἶπεν «ἐπαινέσεις τὴν βουλήν».

κρῖνʼ ἄνδρας κατὰ φῦλα: προοικονομεῖ ἑαυτῷ τὸν Κατάλογον, ὅπως τὰς φυλὰς διεξιὼν ἀναγκάζηται τὸν ἀριθμὸν τῶν νεῶν λέγειν. περὶ τάξεως δὲ εἰσηγεῖται ὡς ἀναμφιβόλως δόξαν αὐτοῖς μένειν· καὶ εἰς τοῦτο τρέπων λήθην ἐμποιεῖ τοῦ νόστου. τί δήποτε δὲ οὐκ ἐν ἀρχῇ τοῦ πολέμου τὸ στράτευμα διατάττει ὁ Νέστωρ; ῥητέον δὲ ὅτι ἔχοντες πρώην Ἀχιλλέα τούτων οὐκ ἐδέοντο ὡς οὐδὲ τοῦ πλήθους.

φῦλα: τὰς φυλὰς παρὰ Ἀττικοῖς.

φρήτρας: τὰς τριττῦς, ὅ ἐστι τρίτον φυλῆς.

ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ: τοῦτο ἐξηγήσατο ἐν τῷ «ἐν θυμῷ μεμαῶτες ἀλεξέμεν ἀλλήλοισιν»· τοῦτο δὲ ἵνα μὴ περιορῷεν τοὺς οἰκείους, καὶ εὐδοξεῖν σπουδάζοιεν γνωριζόμενοι. οὕτω δὲ τὸ βούλευμα χαρίεν τὸ περὶ τῆς διατάξεως ὥστε καὶ τὸν Δία εἰσηγήσασθαι αὐτὸ τοῖς βαρβάροις διὰ τῆς Ἴριδος

κατὰ σφέας: διακεκριμένοι. τοῦτο δὲ χαρίζεται Νέστορι τὸ γῆρας καὶ ἡ ἐμπειρία τῶν πολέμων.

γνώσεαι εἰ καὶ θεσπεσίῃ: λείπει βουλῇ, ὡς Πίνδαρος «τὸν δὲ ἄνδρα δαιμονίᾳ γεγάμεν» ἢ ἀπὸ κοινοῦ τὸ «κακότητι», θεσπεσίῃ κακότητι ἢ ἀνδρῶν κακότητι.

βουλῇ ἢ κακότητι.

ἦ: Πτολεμαῖος περισπᾷ τὸν η, διαπορητικὸν ἐκδεχόμενος. εἰσὶ δὲ οἳ ὀξύνουσιν, ὥσπερ καὶ οἱ περὶ τὸν Ἀλεξίωνα, ἐκδεχόμενοι παραδιαζευκτικὸν τὸν η.

ἢ ἀνδρῶν: Πτολεμαῖος περισπᾷ τὸν η, «ἦ ἀνδρῶν», ὡς διαπορητικὸν ἐκδεχόμενος. οἱ δὲ περὶ Ἀλεξίωνα ὀξύνουσιν ὡς διαζευκτικόν, ἵνʼ ᾖ ὁ ἤ ἀντὶ τοῦ ἀλλά.

καὶ ἀφραδίῃ πολέμοιο: ἐζήτηται διὰ τί—διάταξιν εἰσάγει.

ἦ μὰν αὖτʼ ἀγορῇ νικᾶς: ἐπιεικὴς ὁ βασιλεύς, ὃς οὐκ οἴεται δεῖν ἐν ἅπασι πάντων ὑπερέχειν. ἅμα δὲ καὶ πλέον Ὀδυσσέως αὐτὸν θαυμάζει, ὅτι ὁ μὲν εἰσηγήσατο ὡς μενετέον, ὁ δὲ Νέστωρ καὶ τί χρὴ πράττειν μένοντας.

ἦ μὰν αὖτʼ ἀγορῇ: τὸν μὲν τὸ πλῆθος, τὸν δὲ ὁ βασιλεὺς ἐπαινεῖ. ἰσοστάσιος οὖν ὁ ἔπαινος.

ἰσοστάσιος δὲ ὁ ἔπαινος, εἰ καὶ τὸν μὲν τὸ πλῆθος, τὸν δὲ αὐτὸς ἐπαινεῖ.

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον:πάτριοι τοῖς Ἀθηναίοις οἱ θεοί.

αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη: ἐντεῦθέν τινες —τὸν ὅρκον φασὶ τῶν Ἀθηναίων.

τοιοῦτοι δέκα μοι συμφράδμονες: εἰ πάντες φησὶ συμβουλεύσειαν τὰ αὐτὰ τῷ Νέστορι, οὐδὲν ἐκείνου διοίσουσιν· ἀπαρκεῖ οὖν τὸ χρηστὸν τῆς γνώμης ὁ Νέστωρ μόνος εἰσηγούμενος. ἀγνοοῦσι δὲ ὅτι οὐ τοὺς ἀλλήλων μηδὲ ἅμα διοίσοντας τοῖς λόγοις φησίν, ἀλλʼ οἷς ἡ αὐτὴ μέν ἐστιν ἕξις· «πολλῶν δʼ ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσει». τάχα δὲ ἐπὶ ταύτην τὴν εὐχὴν κατηνέχθη, ἵνα τῇ ὑπερβολῇ τῶν τοῦ Νέστορος ἐπαίνων προτρέψῃ τὸ στράτευμα πείθεσθαι ταῖς παραινέσεσιν αὐτοῦ.

τοιοῦτοι δέκα μοι: δῆλός ἐστιν ὁ ποιητὴς τῶν σωματικῶν τὰ ψυχικὰ προτιμῶν· ἐνθάδε μὲν γὰρ δέκα Νέστορες ἀπαρκέσωσιν αὐτῷ πρὸς τὴν ἅλωσιν τῆς Ἰλίου· τοὺς δὲ Αἴαντας ἐπὶ τὸν πόλεμον προτρέπων Ἀγαμέμνων φησί· «τοῖος πᾶσι θυμὸς ἐνὶ στήθεσσι γένοιτο». ἐντεῦθεν δὲ ὁ Εὐριπίδης λαβὼν λέγει· «σὺν ὄχλῳ δʼ ἓν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δʼ ἀμαθία πλεῖστον κακόν.»

τῶ: τὸ τῶ πολλὰ σημαίνει. ἐπὶ μὲν τοῦ τοιούτου περισπᾶται καὶ τὸ ι οὐκ ἔχει.

ἠμύσειε: ἀπὸ τῶν ὀφθαλμῶν, οἳ σὺν τῷ μύειν τοῦ φωτὸς στερίσκονται. ὅθεν «ἑτερόφθαλμον» ἔσεσθαι τὴν Ἑλλάδα ἔφασαν, καὶ «Σικελίας τʼ ἔσαν ὀφθαλμός»

ἁλοῦσά τε περθομένη τε: ἐζήτηται διὰ τί Ὀδυσσέως —βεβαιότερον γὰρ νίκης φῶς.

ἀλλά μοι αἰγίοχος: εὐεπίφοροι κατὰ θεῶν οἱ ἀτυχεῖς.

ὅς με μετʼ ἀπρήκτους ἔριδας: προμαλάσσει τὸ πλῆθος τὴν αἰτίαν θεῷ ἀνατιθεὶς καὶ θυμῷ, ὡς μήτις ἐθελοκακοίη αὐτῷ. συγγνώμονες δὲ πάντες τοῖς ὁμολογοῦσι τὰ πταίσματα.

μαχεσσάμεθʼ: διὰ τοῦ η αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ «μαχήσονται περὶ σεῖο».

μαχεσσάμεθʼ: οὕτως «μαχησόμεθ», ὡς «μαχήσονται περὶ σεῖο».

καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθʼ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν, ἐγὼ δʼ ἦρχον χαλεπαίνων: πόρρωθεν ἑαυτῷ τὰς πρὸς Ἀχιλλέα διαλλαγὰς μνηστεύεται, τοὺς ᾠκειωμένους ἐκείνῳ ὑπερχόμενος.

εἰ δέ ποτʼ ἔς γε μίαν βουλεύσομεν: καὶ πῶς οὐ παρακαλεῖ; αἰδεῖται γὰρ χωρὶς ἀνάγκης, καὶ πέποιθε τῷ ὀνείρατι.

οὐδʼ ἠβαιόν: οἱ μὲν τὸ πλῆρές φασι βαιόν, οἱ δὲ ἠβαιόν. ἔστι δὲ εἰπεῖν ὅτι παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ η ποιεῖ τὴν ἀρχὴν ἀεί, «ἐλθόντες δʼ ἠβαιόν», παρὰ μέντοι τοῖς νεωτέροις δισσὴ ἡ χρῆσις· «βαιὸν ὑπὲρ Ποταμοῖο», καὶ Καλλίμαχος δὲ· «ἠβαιὴν οὔτι κατὰ πρόφασιν».

οὐδʼ ἠβαιόν: ἀεὶ μὲν παρὰ τῷ ποιητῇ ἐν ἑνὶ μέρει λόγου. ἔνθεν καὶ Καλλίμαχος· «ἠβαιὴν οὔτι κατὰ πρόφασιν».

δεῖπνον: τὸ ἑωθινὸν ἄριστον, ὃ διʼ ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται. δόρπον δὲ τὸ ἑσπερινόν, δόροπόν τι ὄν, τὸ μετὰ τὴν παῦσιν τῶν δοράτων διδόμενον. τὸ δὲ δεῖπνον ἔσθʼ ὅτε πᾶσαν τροφήν. Αἰσχύλος δὲ κακῶς· «ἄριστα, δεῖπνα δόρπα θʼ αἱρεῖσθαι τρίτα». τρισὶ δὲ οὐδέποτε οὔτε μνηστῆρες οὔτε μὴν Κύκλωψ ἐχρῶντο τροφαῖς.

δεῖπνον: τρισὶ τροφαῖς ἐχρῶντο οἱ παλαιοί. καὶ τὴν μὲν πρώτην ἐκάλουν ἄριστον, ἣν ἐλάμβανον πρωΐας σχεδὸν ἔτι σκοτίας οὔσης· καὶ ὠνόμασται ἄριστον ἢ παρὰ τὸ λαμβάνειν αὐτὸ πρὶν εἰς ἀριστείαν προέρχεσθαι, ἢ ἀπὸ τοῦ προφέρεσθαι ταύτην πρώτην τροφήν, παρὰ τὸ ἄειρε, «μή μοι οἶνον ἄειρε». τὴν δὲ δευτέραν δεῖπνον, τὸ καθʼ ἡμᾶς ἄριστον· καὶ ἔστι κατὰ τὸ ἔτυμον δεῖπνον, μεθʼ ὃ δεῖ πονεῖν· λαβόντες γὰρ ταύτην τὴν τροφὴν πάλιν περὶ τὰ πολεμικὰ ἔργα ἐπόνουν. τὸ δὲ τρίτον δόρπον, τὸ καθʼ ἡμᾶς δεῖπνον· καὶ ἔστι κατὰ τὸ ἔτυμον ἰαύερπον, ὅταν εἰς τὸ ἰαύειν πορευώμεθα, ὅ ἐστι κοιμᾶσθαι, ἢ παρὰ τὸ παῦσιν ἔχειν τοῦ δόρατος.

ἵνα ξυνάγωμεν Ἄρηα: ἰδὼν ὁ Ἀγαμέμνων τοὺς Ἀχαιοὺς καὶ τὸν Ὀδυσσέα ἐπαινέσαντας καὶ τὴν Νέστορος ἐπιτίμησιν πρᾴως ἐνεγκόντας τρέπεται ἐπὶ τὸ προστάσσειν.

εὖ μέν τις δόρυ θηξάσθω, εὖ δʼ ἀσπίδα θέσθω:κινητικὰ τοῦ μέλλοντος ἔσεσθαι πολέμου ταῦτα, καὶ τὴν πολεμικὴν παρασκευὴν διδάσκοντα τὸν ἀκροατήν· οἶδε γὰρ καὶ ταῦτα αἴτια εἶναι τῆς ἥττης· «οὐδὲ διαπρὸ δυνήσατο», «τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος». δεῖ οὖν μὴ τὴν αἰτίαν ἐξ ἡμῶν εἶναι τοῦ κακοῦ.

εὖ μέν τις δόρυ—θέσθω: δύο συνέπλεξε σχήματα, ὁμοιοτέλευτον καὶ ἐπαναφοράν, ἐπανιὼν μὲν εἰς τὴν αὐτὴν λέξιν, καταλήγων δὲ εἰς τὸ ὁμοιοτελὲς τῶν ῥημάτων.

εὖ δʼ ἀσπίδα θέσθω: ὁ τρόπος ἐπαναφορικός, ὡς τὸ «εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν, εὖ δὲ Φιλοκτήτην», «κλαῖε μὲν Ἀργείη Ἑλένη, κλαῖε δὲ Τηλέμαχος».

θέσθω: ἀντὶ τοῦ περιθέσθω.

ἅρματος ἀμφὶς ἰδών: περιβλεψάμενος τὸ ἅρμα. τοῦτο δὲ καὶ ὁ Θουκυδίδης ἐν Πολιτείαις φησὶ τὸ ὅπλισμα.

ὥς κε πανημέριοι στυγερῷ κρινώμεθʼ Ἄρηϊ: ἀβέλτερος, φησίν, Ἀγαμέμνων μὴ συνορῶν ὅτι ἐν πολέμῳ οὐκ ἐπὶ τοῖς μαχομένοις κεῖται τὸ τοῦ πολέμου τέλος, ἀλλʼ ὡς ἂν τύχῃ. ἀγνοοῦσι δὲ ὅτι καλόν ἐστι δυσχερῆ ἐλπίζειν, ἵνα ὡς ἐπὶ πλείονι πόνῳ προθυμότερον παρασκευασθῶσιν· ἢ γὰρ ἀποβάντων ἧττον ἠχθέσθημεν ἢ μὴ τελεσθέντων ὑπεράγαν ἐχάρημεν. καὶ Ἀττικοὶ δὲ «ἥκειν ἔχοντας σιτίʼ ἡμερῶν τριῶν» βοῶσιν.

πανημέριοι: ὅτι προεληλυθυίας λέγει τῆς ἡμέρας ἤδη τὸ πανημέριοι ἐπὶ τοῦ ἀπολείποντος αὐτῆς μέρους, καὶ οὐ πάντως τὸ ἀπʼ ἀνατολῆς μέχρι δύσεως λέγει «πρόπαν ἦμαρ».

κρινώμεθʼ Ἄρηϊ: τούτῳ τῷ ὀνόματι τετραχῶς κέχρηται —ὀϊζυροῖσι βροτοῖσιν.

τελαμών: ὅτι ἐκ τελαμώνων ἀνῆπτον τὰς ἀσπίδας.

ἱδρώσει μέν τευ τελαμών: ὅτι οὔπω πόρπακες, ἀλλὰ τελαμῶνες ἦσαν. εἴρηται δὲ τελαμὼν παρὰ τὸ τέταμαι. ἱδρῶτα μὲν καὶ πόνον προβάλλεται, κίνδυνον δὲ οὐδαμοῦ. πρὸς ἕκαστον δὲ τῶν προτραπέντων αἰτίαν ἐπάγει. τὸ δὲ ἱδρώσει ὑγρανθήσεται ὑπὸ τοῦ ἱδρῶτος τοῦ πολεμοῦντος.

τελαμών: ὁ ἀναφορεὺς—τοῦ ξίφους.

ἀσπίδος ἀμφιβρότης: ὅτι περιφερεῖς καὶ ἀνδρομήκεις αἱ ἀσπίδες.

ἀμφιβρότης: ἐν τῇ συνθέσει προσλαμβάνει τὸ μ ὡς κεχρεωστημένον τὸ βροτός, ὡς τὸ ἄμβροτος καὶ τὰ ὅμοια. τοῦτο δὲ οὐχ οὕτως. ἴσως δὲ διὰ τὸ προεῖναι.

ὃν δέκʼ ἐγών—οἰωνούς: εὐτόνως κατέστρεψε τὸν λόγον· οὐ γὰρ τῆς πειθοῦς μόνης, ἀλλὰ καὶ ἀπειλῆς προσδεῖ τῷ πλήθει. πρῶτος δὲ τὸν κατὰ τῶν λειποτακτῶν συνεῖδε θάνατον· καὶ ὁ Ἕκτωρ «ἀλλὰ κύνες ἐρύουσιν». τοῦτο δέ, ὅπως τὸν εὐκλεᾶ ἀντὶ τοῦ δυσκλεοῦς καὶ τὸν ἄδηλον ἀντὶ τοῦ προδήλου θάνατον ἕλωνται.

οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν: ἐπαρκοῦν αὐτῷ οὐκ ἔσται πρὸς τὸ φυγεῖν.

ἐσσεῖται: προπερισπαστέον τὸ ἐσσεῖται· οὐ γὰρ προπαροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον· ἤδη γὰρ πολλὴ χρῆσις τῶν τοιούτων παρὰ Ἀττικοῖς.

ἐσσεῖται: τὸ δὲ ἐσσεῖται Ἀττικόν ἐστιν, ἔσσεται ἐσσεῖται ἔσται.

ἄρκιον ἐσσεῖται φυγέειν: ὁ λόγος, τῷ θέλοντι φυγεῖν —διασπασθῆναι.

ἀκτῇ ἐφʼ ὑψηλῇ—ἐλθών: ἐξηγεῖται αὐτὸ διὰ τοῦ «ἔνθα νότος μέγα κῦμα» ἄγων σκαιὸν χαλεπώτατον τὸ κῦμα τὸ μετεώρῳ ἐπιφερόμενον αἰγιαλῷ.

ἐξηγεῖται διὰ τούτου ὅτι ὁ νότος ὅπῃ πνεῖ, τὸ κῦμα μᾶλλον οἰδεῖ τῶν ἄλλων· καὶ ὅτι σκαιὸν ἐκεῖνο τὸ κῦμα καὶ χαλεπώτατον τῷ μετεώρῳ αἰγιαλῷ προσρησσόμενον.

σκοπέλῳ: ἀφʼ οὗ ἐστιν ἅλις σκοπεῖν.

γένωνται: ὅτι οὐ γραπτέον, ὥς τινες, «γένηται»· Ὁμηρικώτερον γὰρ οὕτως λέγειν, γένωνται τὰ κύματα, ὡς «σπάρτα λέλυνται».

γένωνται: οὕτως γένωνται αἱ Ἀριστάρχου. τούτῳ δὲ καὶ ὁ ἐκ τῶν ὑπομνημάτων λόγος ὑπόκειται ἔχων τῇδε· «ἐπὶ τῶν κυμάτων λέγει τὸ γένωνται. τῷ τοιούτῳ πλεονάκις κέχρηται, ὥστε καὶ ἐπὶ τῶν οὐδετέρων τὰ πληθυντικὰ παραλαμβάνει.» μεταποιοῦσι δέ τινες «γένηται», οὐκ ὀρθῶς. ταῦτα ὁ Δίδυμος

γένωνται: γένωνται οἱ ἄνεμοι. οἱ δὲ ἀήθεις μεταγράφουσι «γένηται».

ἀνστάντες: διὰ τοῦ ν· τὸ γὰρ πλῆρές ἐστιν ἀναστάντες.

ὀρέοντο: ὥρμων.

κάπνισσαν: πῦρ ἀνῆψαν.

ἄλλος δʼ ἄλλῳ ἔρεζε: δείκνυσιν ὡς πολύκλητοι ἦσαν· ἕκαστος γὰρ τοῖς πατρίοις θύει· τὸ γὰρ θεῖον φύσει μὲν ἕν, θέσει δὲ πολύ. Ἑλληνικὸν δὲ τὸ ἔχειν εἰς θεοὺς τὴν ἐλπίδα.

εὐχόμενος θάνατόν τε φυγεῖν: ἤρκει γὰρ αὐτοῖς μόνον τὸ ζῆν, τῷ δὲ βασιλεῖ τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται «καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν».

ἀλλʼ οἱ μὲν ηὔχοντο μόνον τὸ ζῆν — ἤρκει γὰρ αὐτοῖς —, ὁ δὲ βασιλεὺς τὸ εὐκλεῶς ζῆν· διὸ ἐκεῖνος πρεπόντως εὔχεται «καταπρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν.»

αὐτὰρ ὁ βοῦν: ἐπὶ μὲν τῶν ἄλλων τὴν θυσίαν ἐπὶ κεφαλαίου λέγων, πῶς καὶ τίνι ἔθυον οὐ λέγει· ἐπὶ δὲ τοῦ βασιλέως ἅπαντα ἀκριβῶς διέξεισι. καλῶς δὲ ὁ βασιλεὺς βασιλεῖ θύει, καὶ τῷ τελειοτάτῳ τῶν θεῶν τὸ μέγιστον τῶν ζῴων. πρόσθες δὲ ὅτι καὶ τὸν ὄνειρον αὐτὸς ἦν ὁ πέμψας.

πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι: οἰκεῖα ταῦτα τῷ τελείῳ Διΐ.

πενταέτηρον: τότε γὰρ ἀκμάζει.

κίκλησκεν δὲ γέροντας—Διῒ μῆτιν ἀτάλαντον: αἱ κατὰ τὰ τέλη τῶν τεσσάρων στίχων στιγμαὶ ἐν αἰτήματι· ὁ γὰρ λόγος συνάπτει καὶ τοὺς ἑξῆς ἕως τοῦ ἀτάλαντον· κοινὸν γὰρ αὐτοτελὲς ῥῆμα τὸ κίκλησκεν κατὰ πάντων, τὸ δὲ πρέπον διΐστησι.

κίκλησκεν δὲ γέροντας: κοινωνικὸν τὸ συνθύειν τοῖς ἀρίστοις καὶ βασιλεῖ ἁρμόδιον.

Νέστορα μὲν πρώτιστα—ὡς ἐπονεῖτο: ἄριστα τῇ τάξει ὁ πρεσβύτερος καὶ σύμβουλος πρῶτος καλεῖται· δεύτερος Ἰδομενεύς, καὶ οὗτος δὲ καθʼ ἡλικίαν καὶ ὅτι τῶν Ἀτρειδῶν γένους· τρίτος Αἴας, ὅτι ἄριστος ἦν τῶν Ἑλλήνων μετʼ Ἀχιλλέα, καὶ ὁ Λοκρὸς σὺν αὐτῷ, ὅτι «ἶσον θυμὸν ἔχοντες»· πέμπτος Διομήδης, τῷ Αἴαντι δευτερῶν κατʼ ἀλκήν· ἕκτος Ὀδυσσεύς, οὐχ ὡς τῶν προειρημένων ἥττων—πῶς γὰρ ὁ «βουλάς τʼ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων» —, ἀλλʼ ὡς μᾶλλον αὐτὸν φιλῶν παρεῖδεν ὁ Ἀγαμέμνων· τὸν γὰρ ἀδελφὸν οὐδὲ ἐκάλεσεν, ἀλλʼ αὐτόματος ἦλθεν· ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεόν, ὡς ἐπονεῖτο. ἅμα δὲ διδάσκει συμπεριφέρεσθαι ταῖς τῶν ἀδελφῶν ἀσχολίαις.

ἕκτον δʼ αὖτʼ Ὀδυσσῆα, Διῒ μῆτιν ἀτάλαντον:ἴσως ἔσχατον ἐᾷ τὸν Ὀδυσσέα, ὅπως ὑψώσῃ τοῖς ἐγκωμίοις. ἄμεινον δὲ λέγειν ὅτι τὰ δύο ἄκρα τοῖς σοφωτάτοις ἀπένειμε, Νέστορι καὶ Ὀδυσσεῖ.

αὐτόματος δέ οἱ ἦλθε: ἀπαλλάσσει τὸν ἀδελφὸν τῆς περὶ ἑαυτὸν σπουδῆς· ᾔδει γὰρ αὐτὸν ἠσχολημένον.

καὶ ἵνα μὴ δόξῃ ἐπιλελῆσθαι αὐτοῦ ὁ ἀδελφός, αὐτόματος ἔρχεται ἀπαλλάσσων αὐτὸν ὡς πονούμενον τοῦ ἐγκλήματος.

βοὴν ἀγαθός: τί δήποτε τοὺς ἀνδρείους βοὴν ἀγαθοὺς ἀποκαλεῖ, νῦν μὲν τὸν Μενέλαον, ἀλλαχοῦ δὲ τὸν Διομήδην, πῇ δὲ «βοὴν ἀγαθὸς βάλεν Αἴας» καὶ «Ἕκτορα δʼ ἐφράσσαντο βοὴν ἀγαθόν» καὶ ἑτέρους; ῥητέον δὲ ὅτι μήπω σάλπιγγος εὑρεθείσης βοῇ διῴκουν τὰς τῆς μάχης ἐπιθέσεις καὶ ἀνακλήσεις, ἄλλως τε καὶ σημεῖον τοῦ θαρσεῖν τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα βραχίστην ἀπεργάζεται τὴν φωνήν. διὰ τοῦτο βοῶντας παρεισάγει τοὺς ἥρωας· «σμερδαλέον δʼ ἐβόησεν», «ἤϋσεν δὲ διαπρύσιον».

βοὴν ἀγαθός: ἡ γὰρ δειλία—τὴν φωνήν.

ᾔδεε γὰρ … ἀδελφεὸν ὡς ἐπονεῖτο: ὅτι θυσίαν ἐπετέλει.

Ζεῦ κύδιστε μέγιστε: ὅτι ἔν τισι γέγραπται «Ζεῦ πάτερ, Ἴδηθεν μεδέων, κύδιστε μέγιστε». οὐχ ἁρμόζει δὲ τὸν ἐγχώριον Δία προσκαλεῖσθαι ἐπὶ τῆς πορθήσεως, ἀλλὰ βέλτιον κοινοτέραν.

Ζεῦ κύδιστε μέγιστε: κύδιστε ἐν δόξῃ προὔχων, μέγιστε δυνάμει προὔχων.

μὴ πρὶν ἐπʼ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν: ἀντὶ τοῦ δύναντος ἡλίου τὸ κνέφας ἐλθεῖν. λείπει δὲ τὸ δός. οἰκεία δὲ ἡ περίφρασις τοῖς ἐκτενῶς εὐχομένοις· ἐνδιατρίβομεν γὰρ ὡς οὐ διδάξοντες τἀληθῆ τὸ θεῖον.

πρίν με καταπρηνὲς βαλέειν: ἄπληστος ἡ ὄρεξις τοῦ πρὸ τῆς τῶν φίλων σωτηρίας τὴν καταστροφὴν εὐχομένου· διὸ ἀνανεύει ὁ Ζεύς.

κατὰ πρηνὲς βαλέειν: ἔμφασιν ἔχει ἡ ἀπὸ τῶν ἐμψύχων μεταφορά.

αἰθαλόεν: κατὰ πρόληψιν τὸ αἰθαλωθησόμενον, ἢ τὸ διαφανές. μικροῖς δὲ λόγοις μεγάλα αἰτεῖ· ἀντὶ γὰρ Ἰλίου οἰκίαν μίαν πρῆσαι. ὁ δὲ θυμὸς ἄκρως διὰ τῶν προσώπων παρίσταται Πριάμου καὶ Ἕκτορος

πρῆσαι: ἐν ταῖς πλείσταις διὰ τοῦ λ· καὶ αἱ Ἀριστάρχου. δύναιτο δʼ ἂν καὶ διὰ τοῦ πρῆσαι ταὐτὸν δηλοῦσθαι, ὡς ἐκεῖ «ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον».

Ἑκτόρεον δὲ χιτῶνα: προσυνίστησιν ἡμῖν καὶ νῦν τὸν Ἕκτορα.

χαλκῷ ῥωγαλέον: ὅτι οὕτως εἴρηκεν ἀντὶ τοῦ χαλκῷ ῥηγέντα, καὶ ἐκ παρεπομένου ἐν μέρει τὸ ἀνελεῖν.

χαλκῷ ῥωγαλέον: τῷ σιδήρῳ διακοφθησόμενον· ἢ παρὰ τὸ ῥήσσω, ἐξ οὗ καὶ τὸ κατερρωγότα ἱμάτια.

διερρωγότα, παρὰ τὸ ῥήσσω.

ὀδὰξ λαζοίατο: δάκω δάξω δάξ ὀδάξ. τοῦτο δὲ συμβαίνει τοῖς ὀδυνωμένοις.

οὐδʼ ἄρα πώ οἱ ἐπεκραίαινε: διὰ τοῦ πώ ἐλπίδα ὑπολείπει τῆς εὐχῆς. ἐπὶ δὲ Θεανοῦς «ἀνένευε δέ».

ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀλίαστον ὄφελλεν: τούτῳ καὶ λέξις ὑπόκειται διὰ τοῦ Β τῶν ὑπομνημάτων, καὶ ἔστιν ἐμφατικωτέρα. οὐ χεῖρον δʼ ἂν εἴη τὴν ἐκλογὴν ἐκθεῖναι· «ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά, πόνον δʼ ἀλίαστον ὄφελλεν, οἷον αἴσια ἐσήμαινεν ὥστε λέγειν τοὺς μάντεις ὅτι δέδεκται, τοιοῦτον μέντοι πόνον αὐτὸς ηὖξεν, ὃν οὐκ ἂν ἐκκλίνειεν· γελοῖον γὰρ ἂν ἦν, εἰ μὴ ἐποίει τοῦτο.»

ἀλλʼ ὅ γε δέκτο μὲν ἱρά: ὡς τῶν μάντεων λεγόντων ὡς δέδεκται τὴν θυσίαν. καὶ δώσει τὸ πέρας, οὐκ ἀκονιτὶ δέ.

πόνον δʼ ἀμέγαρτον: ἄφθονον, πολύν.

αὖ ἔρυσαν: ὅτι τὸ αὖ ἔρυσαν ἀντὶ τοῦ εἰς τοὐπίσω ἀνέκλασαν, ὃ ποιοῦσιν οἱ σφάζοντες.

ὠμοθέτησαν: πρὸς τὸ ὠμοθέτησαν ὅτι ἐστὶν ἀπὸ τῶν μελῶν τῶν ὠμῶν ἀπάρξασθαι καὶ εἰς τὸν ἐπίπλουν ἐνθέντας ἱερεῦσαι.

μῆρʼ ἐκάη: Πτολεμαῖος ἀπὸ τοῦ κ τὴν ἀρχὴν ποιεῖται, «μῆρε» παραλαμβάνων, εἶτα «κάη», ἵνα, φησίν, Ἰωνικώτερον γένηται. τοῦτο δὲ οὐ συνεκτικόν, ὥσπερ εἶπον ἐντελῶς, ὁπότε διέλαβον ἐπὶ τοῦ «ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα», εἴ γε ἤδη οἶδε καὶ τὰ μῆρα· «μῆρα δὲ κείαντες».

ἐπάσαντο: Ἀρίσταρχος Ἰακῶς «πάσαντο».

μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα: οὕτως αἱ Ἀριστάρχου. λέξεις ἐκ τοῦ Β τῆς Ἰλιάδος· «δηθά πολὺν χρόνον, αὖθι αὐτοῦ, λεγώμεθα συναθροιζώμεθα.» ὁ δὲ λόγος τοιοῦτος· μηκέτι νῦν ἐπὶ πολὺν χρόνον αὐτοῦ συνηθροισμένοι μένωμεν. Ζηνόδοτος δὲ ποιεῖ «μηκέτι νῦν ταῦτα λεγώμεθα». Καλλίστρατος δὲ ἐν τῷ πρώτῳ Περὶ Ἰλιάδος οὕτως προφέρεται «μηκέτι δὴ νῦν αὖθι λεγώμεθα»· καὶ ἔστιν εὐφραδὴς μᾶλλον, ἀλλʼ οὐκ Ἀριστάρχειος. ταῦτα ὁ Δίδυμος

μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα: αἱ μὲν Ἀριστάρχου μηκέτι νῦν δῆθʼ αὖθι λεγώμεθα, ἡ δὲ Ζηνοδότου «μηκέτι νῦν ταῦτα», τινὲς δὲ «δὴ αὖθι» χωρὶς τοῦ θ, Καλλίστρατος δὲ «μηκέτι δὴ νῦν αὖθι λεγώμεθα».

μηκέτι νῦν δήθʼ αὖθι λεγώμεθα: ὅτι Ζηνόδοτος γράφει « … ταῦτα λεγώμεθα.» ὁ δὲ Ὅμηρος εἴωθε λέγειν, ὅταν πολλὰ προειρημένα ᾖ, ὡς ἐπʼ Αἰνείου καὶ Ἀχιλλέως· «ἀλλʼ ἄγε μηκέτι ταῦτα λεγώμεθα».

λεγώμεθα: ἠθροισμένοι ὦμεν.

ἀντὶ τοῦ ἀναλεγώμεθα.

μηδʼ ἔτι δηρόν ἀμβαλλώμεθα ἔργον: στρατηγικὴ ἡ παραγγελία χρόνου μὴ φείδεσθαι· οὔτε γὰρ παρελθόντα ἀνακαλεῖσθαι οὔτε αἰτήσαντες λαβεῖν αὐτὸν δυνάμεθα. ἐρωτηθεὶς γοῦν Ἀλέξανδρος, πῶς τῆς Ἑλλάδος ἐκράτησε, «μηδὲν ἀναβαλλόμενος» εἶπεν.

ἐγγυαλίξει: διὰ τοῦ ζ τὸ «ἐγγυαλίζει» αἱ Ἀριστάρχειοι, καὶ Ἀπολλώνιος δὲ ὁ Ῥόδιος ὁμοίως προφέρεται, καὶ ἡ Ἀριστοφάνους.

ὃ δὴ θεὸς ἐγγυαλίξει: δώσει τὴν πόρθησιν, ἣν διὰ τοῦ ὀνείρου ἐπηγγείλατο. αἱ πᾶσαι δὲ διὰ τοῦ ζ εἶχον.

ἀλλʼ ἄγε κήρυκες μὲν—κατὰ νῆας: ἀδιάφορον εἴτε ἐπὶ τὸν μέν σύνδεσμον διαστέλλοιμεν, ἵνʼ ᾖ Ἀχαιῶν λαόν, εἴτε ἐπὶ τὸ χαλκοχιτώνων, ἵνʼ ᾖ κήρυκες Ἀχαιῶν

ἀγειρόντων: ἀντὶ τοῦ ἀγειρέτωσαν.

ἀθρόοι: δασύνειν δεῖ καὶ παροξύνειν τὸ ἁθρόοι ἐνθάδε.

ἡμεῖς δʼ ἀθρόοι ὧδε: θαυμαστῶς τὴν τάξιν τοῦ Ἀχιλλέως ἀποπληροῖ· τὴν γὰρ στρατηγίαν πρώτην εἶχεν.

ἐγείρομεν: ἀντὶ τοῦ ἐγείρωμεν.

τοὶ δʼ ἠγείροντο μάλʼ ὦκα: δύο αὐτοῖς τὰ μέγιστα μαρτυρεῖ, εὐταξίαν καὶ εὐψυχίαν.

κρίνοντες: φυλοκρινοῦντες.

θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη: λείπει τὸ ἦν αὐτοτελὲς ῥῆμα· διὸ καὶ στικτέον ἐπὶ τὸ κρίνοντες. εἰ δέ τις κοινὸν λαμβάνοι τὸ ἔθυνεν ἀπὸ τοῦ θῦνον, συναπτέον τοῖς ἐπάνω.

θῦνον κρίνοντες, μετὰ δὲ γλαυκῶπις Ἀθήνη: ἵνα μὴ ἀπιστοῖτο τὸ τάχος, τὴν θεὸν παρέλαβεν, καὶ ὡς ἄξια τῆς θεοῦ μελλόντων αὐτῶν κατορθοῦν.

ἐρίτιμον: μεγαλότιμον.

ἀγήραον ἀθανάτην τε: διὰ τοῦ ων «ἀγήρων» ἡ Ἀριστάρχου, καὶ ἔστι παραπλήσιον τὸ σχῆμα τῷ «ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε». οὕτως καὶ ἡ Ἀριστοφάνειος.

ἀγήραον: Ἀρίσταρχος «ἀγήρων» καὶ Ἀριστοτέλης, ὡς κἀκεῖ «ὑμεῖς δʼ ἐστὸν ἀγήρω τʼ ἀθανάτω τε». ἡ δὲ αἰγὶς ὅπλον Διός.

τῆς ἑκατὸν θύσανοι: ἀντὶ τοῦ πολλοί· ἢ τῷ ἀριθμῷ πίστιν πεπόρισται.

θύσανοι: οἱ κροσσοί. θύσανοι δὲ παρὰ τὸ αἰθύεσθαι.

ἠερέθονται: αἰωροῦνται. παράγωγον δέ ἐστι τοῦ ἀείρω, ὡς τοῦ ἀγείρω τὸ «ἠγερέθονται». Ζηνόδοτος δὲ γράφει παρατατικῶς «ἠερέθοντο», ὅπερ οὐχ ἁρμόζει ἐπὶ ἀθανάτων.

ἑκατόμβοιος: ἑκατὸν βοῶν—βασιλέως πρόσωπον.

παιφάσσουσα: πάντῃ τὰ φάη ἀΐσσουσα. φῶ τὸ φαίνω, ἀναδιπλασιασμὸς παφάσσω, πλεονασμὸς παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πταίνω παπταίνω, πάσω πάλη παιπάλη. καὶ ἐπὶ Τυδέως μὴ «ἐκπαιφάσσειν», φανεροῦν ἑαυτὸν, ἀλλʼ ἐν ἀγγέλου σχήματι μένειν.

ἀναδιπλασιασμός ἐστι φάσσω παιφάσσω, οἱονεὶ φανερῶ, ὡς πάσσω πάλη πασπάλη. παιφάσσειν δέ ἐστι τὸ φανεροῦν ἑαυτόν, ἀλλʼ ἐν ἀγγέλου σχήματι μένειν.

λαὸν Ἀχαιῶν: ἑκατέρῳ δύναται προσδίδοσθαι, καὶ λόγον ἔχει ἀμφότερα.

καρδίῃ ἄλληκτον: ἐπὶ τὸ καρδίῃ βραχὺ διασταλτέον. ἔχει δὲ λόγον καὶ ἐπὶ τὸ ἄλληκτον διαστέλλειν, ἵνʼ ᾖ «σθένος» ἄλληκτον.

καρδίῃ ἄληκτον: εἰς τὸ καρδίῃ στικτέον. τὸ δὲ ἄληκτον ἀντὶ τοῦ ἀλήκτως.

τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετʼ ἠὲ νέεσθαι—γαῖαν: ὅτι πρὸ τῆς Ἀγαμέμνονος ἀριστείας οὐκ ὀρθῶς φέρονται. διαστολὴ δὲ βραχεῖα ἐπὶ τὸ γένετʼ, ἐπεὶ μέρος ἐστὶ περιόδου …

τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων—γαῖαν: νῦν ἄμεινον κεῖνται ἤπερ ἐν τῇ Λ πρόσφατος γὰρ αὐτοῖς ἡ τοῦ νόστου μνήμη. καὶ ἡ αἰφνίδιος δὲ μεταβολὴ οὐκ ἄνευ θεῶν· πῶς γάρ;

ἠΰτε πῦρ ἀΐδηλον—αὐγή: νῦν μάλιστα ἡ δύναμις τοῦ ποιητοῦ, ὅτε καθʼ ἕκαστον πρᾶγμα διαφόρων εἰκόνων εὐπορεῖ. πρώτη δὲ εἰκὼν ἡ ἀπὸ τῆς τῶν ὅπλων λαμπηδόνος. μεγεθύνεται δὲ τῇ ἀσπέτῳ ὕλῃ καὶ τῷ ὄρει, ἔνθα καταιγίδες εἰσί, καὶ τῇ κορυφῇ· διὸ θαρρῶν ἐπάγει ἕκαθεν δέ τε φαίνεται αὐγή ἀΐδηλον δὲ παρὰ τὸ ἀϊδνόν.

ὣς τῶν ἐρχομένων: ὧδε στικτέον.

ἀπὸ χαλκοῦ θεσπεσίοιο —οὐρανὸν ἷκε· παμφανόωσα τοῦ χαλκοῦ ἡ αἴγλη εἰς οὐρανὸν παρεγίνετο.

διʼ αἰθέρος: ὅτι καθʼ Ὅμηρον πρῶτος ἀπὸ γῆς ἐστιν ὁ ἀήρ, εἶτα μετὰ τὰ νέφη αἰθήρ, ὃν καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ.

χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων: μουσικὰ καὶ ἥμερα καὶ συναγελαστικά. ὅθεν διδαχθεὶς Ἀριστοτέλης τὰ γαμψώνυχα οἰονόμα φησί, τὰ δὲ τὴν ἐπιδερμίδα ἔχοντα συναγελαστικά. οἰκείως οὖν ἐπʼ αὐτῶν καὶ «ἔθνεα» φησίν.

Ἀσίω ἐν λειμῶνι Καϋστρίου ἀμφὶ ῥέεθρα: οἱ μὲν τῷ ἄσιν ἔχοντι. ἀλλὰ πιστότερον αὐτῷ τὸ κύριον ὄνομα περιτιθέναι, ὡς τὸ ἀπὸ τοῦ Ἀσίου, ὃς ἦρξε Λυδίας. ἐν γενικῇ οὖν αὐτὸ ἐκληπτέον καὶ χωρὶς τοῦ ἰῶτα, ὡς τὸ «ἐϋμελίω Πριάμοιο», ὡς Ἡρωδιανὸς ἐν τῇ Καθολικῇ καὶ Πτολεμαῖος ἐν τῷ Περὶ συναλιφῆς. κατὰ δὲ τὰς προχοὰς πηλώδη τὸν τόπον ὁ Κάϋστρος ἀπεργάζεται. ὅπου δὲ ὕδωρ καὶ βοτάνη, ἀφθονία ὀρνίθων.

Ἀσίω ἐν λειμῶνι: Ἰωνικὴ γενικὴ παθοῦσα· τὸ γὰρ ὑγιές ἐστιν Ἀσίεω ὡς «Ἀτρείδεω»· διὸ χωρὶς τοῦ ι.

Ἀσίω: Ἄσιος υἱὸς Κότυος καὶ Μυιοῦς, Λυδῶν βασιλεύς, ὥς φησι Χριστόδωρος ἐν τοῖς Λυδιακοῖς· «Κότυς λευκώλενον ἄλλην ἤγετο κουριδίην ὁμοδέμνιον, οὔνομα Μυιοῦν· ἡ δʼ Ἄσιον τέκε κοῦρον».

Ἀσίω: ἀπὸ τοῦ Ἀσίου τοῦ Κότυος βασιλέως Λυδίας Κάϋστρος υἱὸς Πενθεσιλείας τῆς Ἀμαζόνος, ὃς ἐν Ἀσκάλωνι ἔγημεν τὴν Δερκετὼ καὶ ἐξ αὐτῆς ἔσχεν τὴν Σεμίραμιν. ἡ δὲ Δερκετὼ παρὰ Σύροις καλεῖται Ἀταργατῖς.

ἀγαλλόμενα: οὕτως χωρὶς τοῦ ι ἀγαλλόμενα Ἀρίσταρχος, ἵνʼ ᾖ τὰ ἔθνη ἀγαλλόμενα. ἔνιοι δὲ προστιθέασι τὸ ι, πρὸς τὸ «ὀρνίθων» ἀνάγοντες τὸ «ἀγαλλόμεναι»· καὶ λόγου τινὸς ἔχονται.

Ἀρίσταρχος ἀγαλλόμενα, ἵνʼ ᾖ πρὸς τὰ ἔθνη. ἀλλʼ οὐδὲ τὸ «ἀγαλλόμεναι» ἄχαρι.

Ἀρίσταρχος ἀγαλλόμενα, ἵνʼ ᾖ πρὸς τὰ ἔθνη. οὐδὲ ἡ ἄλλη δὲ γραφὴ ἄχαρις.

ἀγαλλόμεναι: πρὸς τὸ νοητὸν ὑπήντησε τὸ ὄρνιθες ὡς τὸ «ἐκίνηθεν δὲ φάλαγγες ἐλπόμενοι παρὰ ναῦφι»· «τῶν δʼ ὥς τʼ ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ» ἀγαλλόμεναι πτερύγεσσι.

κλαγγηδὸν προκαθιζόντων: ἄλλου πρὸ ἄλλου καθιπταμένου μετὰ βοῆς. ἢ πρὸ τοῦ καθίσαι βοώντων· κέκραγε γὰρ τὰ ὄρνεα ἐπὶ τὴν γῆν καταφερόμενα. καὶ ὧδε μὲν κατέμιξε τὰς γεράνους μουσικοῖς ὀρνέοις καὶ εἰς λειμῶνάς φησιν αὐτὰς ἐξιέναι, ἐπὶ δὲ Τρώων ἐπὶ φθορᾷ

κλαγγηδὸν προκαθιζόντων, σμαραγεῖ δέ τε λειμών:ὑποστιγμὴ ἐπὶ τὸ προκαθιζόντων διὰ τὸ «ὥς» μόριον, καὶ ἐπὶ τὸ λειμών· μακρὰ γὰρ ἡ περίοδος, πέντε ἔπη περιέχουσα. τὸ δὲ ἑξῆς· «ὀρνίθων πετεηνῶν ἔθνεα πολλὰ» κλαγγηδὸν προκαθιζόντων, «ἔνθα καὶ ἔνθα ποτῶνται ἀγαλλόμενα πτερύγεσσι», σμαραγεῖ δέ τε λειμών. τὰ δὲ ἄλλα διὰ μέσου τὸ δὲ σμαραγεῖ λάμπει· ὅθεν καὶ σμάραγδος ὁ λαμπρὸς λίθος.

προκαθιζόντων: τὰ συναγελαστικὰ—εἴωθε τὰ ὑστεροῦντα.

σμαραγεῖ δέ τε λειμών: τὸ τραχὺ τῆς ἀπὸ τοῦ σμαραγεῖ ὀνοματοποιΐας τὸ τοῦ λειμῶνος παρέτεινε μέγεθος. Ἀρίσταρχος οὕτως ἔφη· «“σμαραγεῖ δέ τε γαῖα” εἰς βραχεῖαν τελευτῶσα τὸν ἦχον ἐμείου.»

αὐτὰρ ὑπὸ χθών σμερδαλέον κονάβιζε ποδῶν: ἡ ὑπό πρὸς τὸ ποδῶν ἀποδοτέα. κονάβιζε δὲ ἀντὶ τοῦ ἤχει.

Σκαμανδρίῳ ἀνθεμόεντι: τὸ τῷ Σκαμάνδρῳ— καλεῖται δὲ οὗτος καὶ Ξάνθος.

Σκαμανδρίῳ ἀνθεμόεντι: τῷ πρώην ἄνθη ἔχοντι, ὡς «ἐϋμελίω Πριάμοιο», «ἥρως Αἰγύπτιος», «ἠϋκόμος Νιόβη». ἐπεὶ πῶς ἠχεῖ, ἢ πῶς ἀνθεῖ πατούμενα;

φύλλα: φύλλα πρὸς τὸ οἰκεῖον τῆς ἐσθῆτος.

ἠΰτε μυϊάων—Τρώεσσι: ἀπʼ ἄλλης ἀρχῆς τὴν παραβολὴν προοιστέον, ἵνα ὑποστίζωμεν ἐπὶ τὸ δεύει, τῆς ἀνταποδιδομένης τῷ ἠΰτε λέξεως ἀνακολούθως ἐχούσης, ὡς ἐν τῇ Θ· «ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα, τόσσα μεσηγὺ νεῶν».

ἠΰτε μυιάων: πρὸς τὸ ἐπιθυμητικὸν τοῦ αἵματος. ἐπάγει γοῦν «τόσσοι ἐπὶ Τρώεσσι κάρη κομόωντες Ἀχαιοί ἐν πεδίῳ ἵσταντο διαρραῖσαι μεμαῶτες».

ἁδινάων: ἁθρόως ἱπταμένων, ἢ τῶν λεπτῶν μυϊῶν.

αἵ τε κατὰ σταθμόν: τὴν ἔπαυλιν, καὶ «σταθμὸν ἔχουσα καὶ εἴριον» καὶ «σταθμοῖϊν ἑκάτερθε». τρία οὖν δηλοῖ ἡ λέξις. τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν ἐρίων αὔξονται αἱ μυῖαι.

σταθμόν νυνὶ τὴν ἔπαυλιν. τρία δὲ δηλοῖ ἡ λέξις, τὸν σταθμόν, τὴν τῆς θύρας παραστάδα καὶ τὸν ἀριθμὸν τοῦ μέτρου. τῷ δὲ δυσώδει καὶ τῷ θάλπει τῶν ἀερίων αὔξονται αἱ μυῖαι.

ἠλάσκουσιν: ἤτοι συνελαύνονται ἢ ἀποπλανῶνται. οὐ γὰρ διατέταται τῶν μυιῶν ἡ πτῆσις, ἀλλὰ περὶ τὸν αὐτὸν εἰλεῖται τόπον· ὡς πλανώμεναι οὖν εἰσιν.

ὥρῃ ἐν εἰαρινῇ: κατʼ ἐξοχὴν τῶν ἄλλων ὡρῶν.

αἰπόλια: αἰπόλιον αἰγῶν πλῆθος, ποίμνιον προβάτων, συβόσιον χοίρων, βουκόλιον βοῶν, ἱπποφόρβιον ἵππων.

τοὺς ὥς τʼ αἰπόλια: αἰπόλιον τὸ—τὸ τῶν ἵππων.

αἰπόλια πλατέα: διεσκεδασμέναι γὰρ νέμονται. ἐπὶ δὲ προβάτων «ἁδινά» φησιν καὶ «αἱ μέν τʼ ἀγχηστῖναι».

πλατέα: μεγάλα· ἢ ὅτι—αἱ αἶγες.

τοὺς δʼ ὥς τʼ αἰπόλια—μιγέωσιν: ὅταν αἰπόλια πολλὰ ἀλλήλοις ἀναμιχθῇ νεμόμενα, ἀπαλλαττόμενοι περὶ τὴν ἑσπέραν οἱ αἰπόλοι ἕκαστος ἐπιλαμβάνεται τράγου, ᾧ τὸ οἰκεῖον ἕπεται αἰπόλιον. εὐπειθὲς δὲ τὸ Ἑλληνικόν.

τούς: ἐπανείληφε τὸ ἄρθρον.

μετὰ δὲ κρείων Ἀγαμέμνων: ἀπὸ κοινοῦ τὸ διεκόσμει.

ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ—Ποσειδάωνι: γραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσι, τραγικοὶ δὲ τὸ σεμνότερον, κωμικοὶ δὲ τὸ ἔλασσον, ἅπερ ἅπαντα παρὰ τῷ ποιητῇ ἐστι, κωμῳδία μὲν ὡς ἐπὶ Θερσίτου, γραφικὴ δὲ ὡς ἐπὶ τοῦ «τῷ δʼ ἔχεν Αὐτομέδων, τάμνεν δʼ ἄρα δῖος Ἀχιλλεύς», ἐπὶ δὲ τοῦ Ἀγαμέμνονος νῦν καλλίων τῆς ἀληθινῆς καὶ μεγαλοπρεπεστέρα ἡ ὄψις ἀναπέπλασται.

ὄμματα καὶ κεφαλὴν—Ποσειδάωνι: ἱκανὸν μὲν ἑνὶ θεῷ εἰκάζειν αὐτόν. ὁ δὲ τρεῖς παρέλαβεν, ἑκάστου τὸ διαπρεπὲς ἐκλεξάμενος, τοῦ βασιλέως μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικόν, ἐννοσιγαίου δὲ τὸ ἰσχυρόν, τὸ δὲ κόσμιον τῆς παντευχίας ὅμοιον Ἄρει. οἱ δὲ τὸ ἀξιωματικόν, τὸ γεραρόν, τὸ πολεμικόν.

ἴκελος Διΐ: τὸ ὅμοιος καὶ—συντάσσεται.

ἠΰτε βοῦς ἀγέληφι: πῶς μετὰ θεοὺς βοῒ παρέβαλε τὸν Ἀγαμέμνονα; ἔνιοι μὲν οὖν φασιν τοῖς μὴ δυναμένοις τὴν θείαν νοῆσαι φύσιν ἀπὸ γνωρίμου ζῴου παρέλαβε τὴν εἰκόνα ὡς νοητῆς οὔσης τῆς προτέρας παραβολῆς καὶ ἐπὶ τὴν αἰσθητὴν καὶ ὁρατὴν ἐλθών. ἔστι δὲ εἰπεῖν ὅτι τὴν πορείαν αὐτοῦ ταύρῳ εἴκασε βαδίζοντι διʼ ἀγέλης, ὅπερ ἐστὶ ζῷον ἡγεμονικώτατον. τὴν αὐτὴν δὲ ταύτην εἰκόνα Ὀδυσσεῖ προσθεῖναι θέλων τὸ μὲν ὅμοιον ἐφύλαξε, τὸ δὲ μέγεθος ἐμείωσεν, ἀρνειῷ παρεικάσας αὐτόν ἐπειδὴ δὲ ἐν τῇ πρώτῃ μάχῃ οὐ πλεονεκτήσει Ἀγαμέμνων, κατὰ τὴν ἔξοδον αὐτὸν κοσμεῖ· οὐ γὰρ ἔδει εὐτυχεῖν, ἵνα δεηθῇ Ἀχιλλέως.

ἠΰτε βοῦς ἀγέληφι μέγʼ ἔξοχος ἔπλετο πάντων ταῦρος: πάντων, τῶν ἄλλων ταύρων· εἰ μὴ γὰρ ἐπαρθείη, οὐ γίνεται κήλων. ἐπεὶ δὲ τὸ βοῦς καὶ τὸ ἔξοχος κοινὰ τῷ γένει, προσῆψε τὸ ταῦρος

τοῖον ἄρʼ Ἀτρεΐδην θῆκε Ζεὺς ἤματι κείνῳ: ἐπεὶ ἄπιστα τὰ τῶν εἰκόνων ὧν προσήρτησεν Ἀγαμέμνονι, πρῶτον μὲν αὐτὰ τῇ θείᾳ δυνάμει πεπίστωται, ἔπειτα πρὸς μίαν ἡμέραν συμβῆναί φησιν.

ἔσπετε: ψιλωτέον· ἀπὸ γὰρ τοῦ ἔπω ἐστὶ τοῦ σημαίνοντος τὸ λέγω κατὰ πλεονασμὸν τοῦ ς. ὁ δὲ λόγος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες Δαναῶν· ἀρχοὺς γὰρ νηῶν ἐρέω, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδὲ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο. γράφεται δὲ καὶ «ἔνσπετε» ἀπὸ τοῦ ἐνίσπετε, ἐπεὶ καὶ «ἐνίσπες» φησίν.

τὸ ἔσπετε ἀπὸ τοῦ ἐνίσπετε κατὰ συγκοπήν. καὶ «ἔνισπε» φησὶν ἀλλαχοῦ. ἢ ἀπὸ τοῦ ἔπω τοῦ σημαίνοντος τὸ λέγω κατὰ πλεονασμὸν τοῦ ς. ψιλωτέον οὖν αὐτό. ὁ δὲ λόγος τοιοῦτος· ἔσπετε νῦν μοι, Μοῦσαι, οἵτινες ἡγεμόνες· ἀρχοὺς γάρ, φησί, νηῶν ἐρέω, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, οὐδʼ εἰ δεκαπλασίων ἐμαυτοῦ γένωμαι· ὑμῶν γάρ ἐστι τὸ ἔργον τοῦτο.

ζητοῦσί τινες, διὰ ποίαν αἰτίαν—τὸν λόγον ἀπερείδεται.

ἔσπετε νῦν μοι, Μοῦσαι, —ἡγεμόνες: τὸ ἑξῆς ἐστιν, ἔσπετε οἵ τινες, τὰ δὲ λοιπὰ διὰ μέσου· καὶ διασταλτέον μὲν ἐπὶ τὸ ἔχουσαι, ἀνυποκρίτως δὲ στίζεται ἐπὶ τὸ ἐστέ καὶ πάρεστέ τε καὶ πάντα καὶ ἀκούομεν καὶ ἴδμεν. δύναται δὲ καὶ στίζεσθαι κατὰ τὸ τέλος ὁ πρῶτος στίχος καὶ ὁ δεύτερος, ἵνα ἕκαστον ᾖ καθʼ ἑαυτὸ καὶ συνάπτηται οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες, περισσεύοντος τοῦ τί μορίου· πρότερον γὰρ ἐπεῖχέ τινα χώραν.

Ὀλύμπια δώματʼ ἔχουσαι: ὅτι Ζηνόδοτος γράφει «Ὀλυμπιάδες βαθύκολποι». οὐδέποτε δὲ τὰς Ἑλληνίδας γυναῖκας βαθυκόλπους εἴρηκεν, ὥστε οὐδὲ τὰς Μούσας.

ὑμεῖς γὰρ θεαί ἐστε—οὐδέ τι ἴδμεν: ὡς ἐπὶ ἐργώδη καὶ θαυμασίαν περιπέτειαν τὰς Μούσας παρακαλεῖ ὡς τὸν ἀκροατὴν διὰ τὸ μέγεθος ὄρεξιν ἔχειν καὶ συγγινώσκειν τοῖς ἐνδεέστερον λεγομένοις. εὐτελίζων δὲ τὴν ἰδίαν φύσιν τὴν ἀπὸ τῶν ἀκουόντων ἐπεσπάσατο εὔνοιαν.

ὑμεῖς γὰρ θεαί ἐστε—οὐδέ τι ἴδμεν: ὁ νοῦς· ὑμεῖς γὰρ θεαί ἐστε καὶ ἀεὶ ἐνυπάρχετε τοῖς ζῶσι καὶ ἐπίστασθε πάντα ἀκριβῆ. ἡμεῖς δὲ μόνα τὰ ἐν τῷ βίῳ εὐκλεῆ ἀκούομεν.

πάρεστε: ὅτι τινὲς γράφουσι «παρῆστε», οἷον κατʼ ἐκεῖνον τὸν χρόνον. βέλτιον δὲ καθολικῶς ἐπὶ πάντων.

οὐδέ τι ἴδμεν οἵτινες ἡγεμόνες—προπάσας: εἴ φησιν ἀγνοεῖν τοὺς ἡγεμόνας, πῶς ὑποκατιών φησιν ἀρχοὺς αὖ νηῶν ἐρέω στικτέον οὖν εἰς τὸ ἴδμεν καὶ τὸν λόγον οὕτως ἐκδεκτέον· δύο ὑποτίθεται, ὧν τὸ μὲν μηδὲ ὅλως δύνασθαι διὰ τὸ πλῆθος εἰπεῖν, τὸ δὲ δύνασθαι μέν, χρῄζειν δὲ τῆς τῶν Μουσῶν συμμαχίας. ἔστιν οὖν τὸ πᾶν· «ἔσπετε νῦν μοι, Μοῦσαι,» οἵτινες ἡγεμόνες. ἀρχοὺς αὖ νηῶν ἐρέω νῆάς τε προπάσας, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ αὐταὶ αἱ Μοῦσαι διʼ ἑαυτῶν εἴποιεν τὸ δὲ «ὑμεῖς γὰρ θεαί ἐστε» ἐμεσολάβησε τοῦ «ἔσπετε νῦν μοι, Μοῦσαι,» οἵτινες ἡγεμόνες, ὥσπερ αἰτίαν ἐπαγαγὼν τοῦ πρὸς τὰς Μούσας ἀπερεῖσαι τὸν λόγον.

πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι—θυγατέρες: ἤτοι ὅτι περισσὸς εἰ μυθήσομαι εἴρηκεν ἀντὶ τοῦ μυθησαίμην. πάλιν δὲ διὰ μέσου τὸ διστίχιον· τὸ γὰρ ἑξῆς, πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι, εἰ μὴ Ὀλυμπιάδες τὰ δὲ λοιπὰ διὰ μέσου, ὡς ἔθος. διὸ στίζομεν ἀνυποκρίτως ἐπὶ τὸ μοῦσαι. διασταλτέον δὲ καὶ θυγατέρες

πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι: καίτοι λέγει καὶ περὶ τοῦ πλήθους· διʼ ὧν γὰρ τὰς μὲν Φιλοκτήτου φησὶν ἐκ πεντήκοντα εἶναι ἐρετῶν, «ἑπτὰ νεῶν, ἐρέται δʼ ἐν ἑκάστῃ πεντήκοντα», τὰς δὲ τῶν Βοιωτῶν ἑκατὸν εἴκοσι δηλονότι ὡς ἐμφῆναι βουλόμενος τὸ πλῆθος, ὡς ὀφειλόντων ἡμῶν ἐξ ἀμφοῖν τούτοιν συντιθεμένων τὸ μέσον σκοπεῖν· ἔστι γὰρ τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαμβάνοντας κατὰ τὸν Θουκυδίδην τεκμαίρεσθαι, πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ. χρὴ οὖν νομίζειν ὅτι οὐ χαλεπὸν τὸ εἰπεῖν τὸν ἀριθμόν, ἀλλὰ τὸ περὶ ἑκάστου διελθεῖν οὕτως ἀκριβῶς ὡς περὶ τῶν ἡγεμόνων, τίς καὶ πόθεν καὶ τίνων πατέρων καὶ προγόνων, καὶ τὰς πράξεις καὶ τὰ πάθη, ἃ καὶ ὑπὲρ διήγησιν.

πληθὺν δʼ οὐκ ἂν ἐγὼ μυθήσομαι: ὑπισχνεῖται τοὺς ἡγεμόνας μὲν εἰπεῖν Μουσῶν συλλαμβανομένων, τὸ δὲ πλῆθος οὐδὲ τῆς παρʼ ἐκείνων βοηθείας τυχών. μήποτε οὖν τὸ «μνησαίατε» τοιαύτην χώραν ἔχῃ· αὐταὶ εἴποιεν καὶ διεξέλθοιεν.

οὐδʼ εἴ μοι δέκα μὲν γλῶσσαι—ἦτορ ἐνείη: ὅτι ἡ ἰδιότης τῆς ὑπερβολῆς Ὁμηρική. καὶ ἐν Ὀδυσσείᾳ «οὐδʼ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν». ἡ δὲ ἀναφορὰ πρὸς τοὺς περιγράφοντας τούτους τοὺς στίχους.

φωνὴ δʼ ἄρρηκτος: διὰ τοῦ εἰπεῖν φωνὴ δʼ ἄρρηκτος δηλοῖ ὅτι σῶμα ἡ φωνή.

προπάσας: ὅτι περισσὴ ἡ πρό πρόθεσις.

Βοιωτῶν μὲν—Ξάνθου ἄπο δινήεντος: θαυμάσιος ὁ ποιητὴς μηδʼ ὁτιοῦν παραλιμπάνων τῆς ὑποθέσεως, πάντα δʼ ἐξ ἀναστροφῆς κατὰ τὸν ἐπιβάλλοντα καιρὸν διηγούμενος, τὴν τῶν θεῶν ἔριν, τὴν τῆς Ἑλένης ἁρπαγήν, τὸν Ἀχιλλέως θάνατον· ἡ γὰρ κατὰ τάξιν διήγησις νεωτερικὸν καὶ συγγραφικὸν καὶ τῆς ποιητικῆς ἄπο σεμνότητος. εὔκαιρον τοίνυν ἐπιθεὶς Νέστορι ῥητορείαν τὸν Κατάλογον ἐμνηστεύσατο, ὅπως μὴ ἐν τῷ αὐτῷ λόγῳ λέγων τὰ πρακτικὰ καὶ γενεαλογικὰ τὴν ἀκοὴν ἐπιταράσσοι· τὸ γὰρ μὴ γνωρίζεσθαι τοὺς ἥρωας ζήτησιν ἐποίει. τρεῖς δέ φησιν ὁ Πλάτων λόγων ἰδέας, δραματικήν, ἔνθα ὁ ποιητὴς συνεχῶς εὐδοκιμεῖ τοῖς ἤθεσι τῶν ὑποκειμένων προσώπων, ἀμίμητον, ὡς τὴν Φωκυλίδου, μιμητικήν, ὡς τὴν Ἡσιόδου. ἐν τῇ οὖν ἀμιμήτῳ καὶ ψιλῇ τοῖς κεφαλαίοις ἀνάγκη τὸν ποιητὴν ἐπαγωνίζεσθαι, τοῖς σχήμασι καὶ ταῖς ἐναλλαγαῖς ἐπικαλλύνοντα τὴν φράσιν, ὅπερ ἐποίησε πρῶτα μὲν ἐν τοῖς τῶν πόλεων ἐπιθέτοις καὶ τούτοις ἠκριβωμένοις· οὐ γὰρ ἀνεξέλεγκτος ἦν περὶ χωρίων Ἑλληνικῶν διεξιών. καί ποτε μὲν τῷ ἔναιον, ἄλλοτε δὲ τῷ εἶχον, ποτὲ δὲ τῷ ἐνέμοντο χρῆται. καί ποτε μὲν τοὺς ἄρχοντας προλέγων ἐπιφέρει τὰς πόλεις, ποτὲ δὲ τοὐναντίον. καί ποτε μὲν διὰ τέλους ἐξαριθμεῖ τὰς πόλεις, ποτὲ δὲ κατʼ ἐπιτομήν. Νεῶν δὲ κατάλογος ἀντὶ τοῦ ἐξαρίθμησις, ὡς κατάλογος στρατιωτῶν. ἦρκται δὲ ἀπὸ Βοιωτῶν κατὰ μὲν Ἀρίσταρχον οὐκ ἔκ τινος παρατηρήσεως, κατὰ δὲ ἐνίους, ἐπεὶ μεσαιτάτῳ τῆς Ἑλλάδος ἡ Βοιωτία· ἔστι δʼ αὐτῆς ἐξ ἀνατολῶν μὲν Εὔριπος, ἐκ δυσμῶν δὲ Φωκίς, βορείων δὲ Λοκρίς, ἀπὸ δὲ μεσημβρίας Ἀττική. ἢ ὅτι μέγιστον εἶχε ναυτικὸν ὡς Φοινίκων ἄποικος. ἢ ὅτι ἐν Αὐλίδι συνήχθη τὸ ναυτικόν. ἢ ὅτι Ἕλλην ὁ Δευκαλίωνος ἐν Βοιωτίᾳ ᾤκησεν. οὕτω δὲ ἡδὺς καὶ μεγαλοπρεπὴς ὁ Κατάλογος, ὥστε καὶ πόλεις ἀμφισβητοῦσαι τοῖς Ὁμήρου ἔπεσι χρῶνται. Καλυδῶνα μὲν Αἰτωλοῖς ἐχαρίσατο ἀμφισβητοῦσι πρὸς Αἰολέας, μνησθεὶς αὐτῆς ἐν Αἰτωλῶν καταλόγῳ. Ἀβυδηνοὶ δὲ Σηστὸν παρὰ Ἀθηναίων ἐκομίσαντο διὰ τοῦτο τὸ ἔπος· καὶ Σηστὸν καὶ Ἄβυδον ἔχον καὶ δῖαν Ἀρίσβην. Μιλησίοις δὲ πρὸς Πριηνεῖς ὑπὲρ Μυκαλησσοῦ διαφερομένοις ἤρκεσε πρὸς νίκην τὰ ἔπη ταῦτα· οἳ Μίλητον ἔχον Φθειρῶν τʼ ὄρος ἀκριτόφυλλον Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα καὶ Σόλων τὴν Σαλαμῖνα Ἀθηναίοις ἀπένειμε διὰ τὸ Αἴας δʼ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, προσθεὶς τὸ στῆσε δʼ ἄγων ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες καίτοι Μεγαρέων ἀντεχομένων τῆς νήσου.

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον: ἄρξασθαι φασί τινες—τὴν αἰτίαν τῆς ἀρχῆς.

Βοιωτῶν μὲν Πηνέλεως καὶ Λήϊτος ἦρχον Ἀρκεσίλαός τε Προθοήνωρ τε Κλονίος τε: Ἄρνης τῆς Αἰόλου καὶ Ποσειδῶνος Βοιωτός — ἀφʼ οὗ ἡ Βοιωτία —, οὗ Ἐτεωνός, οὗ Ἀρηΐλυκος, Ἠλεκτρύων, Ἵππαλκμος, Ἀλεγήνωρ. Ἀρηϊλύκου Ἀρκεσίλαος καὶ Προθοήνωρ, Ἠλεκτρύονος Λήϊτος, Ἱππάλκμου Πηνέλεως, Ἀλεγήνορος Κλονίος. πάντες δʼ ἅμα ᾤκουν.

Βοιωτῶν μὲν Πηνέλεως—Κλονίος τε: ἰστέον ὅτι ἐτίθεσαν—κλόνος γὰρ ἡ μάχη.

Βοιωτῶν: ἡ Βοιωτία τὸ πρότερον— καὶ Ἀπολλόδωρος ἐν τῷ τρίτῳ

Κλονίος: παροξύνεται, ἐπεὶ τὰ εἰς ος λήγοντα, τῷ ι παραληγόμενα, τριβράχεα, ἐπὶ κυρίων παροξύνεται, «Σχεδίος», «Χρομίος», «Δολίος». ἀντιπίπτει τὸ «Ἅλιος» κατὰ τὴν παράδοσιν καὶ τὸ Ἄνιος καὶ Κρόνιος καὶ Ξένιος.

τὰ εἰς ος κύρια τριβράχεα, παραληγόμενα τῷ ι, παροξύνεται πλὴν τοῦ Ἄνιος, «Ἅλιος», Κρόνιος, Ξένιος.

οἵ θʼ Ὑρίην ἐνέμοντο: τινὲς οὐ παρέλαβον σύνδεσμον τὸν τέ, ἀλλʼ οὕτως «Θυρίαν» τὴν πόλιν, οὐκ εὖ δέ· ἀπὸ γὰρ Ὑριέως καὶ ἡ Ὑρία οὕτως ὀφείλει ἔχειν τὸν τοῦ υ φθόγγον. μαρτυρεῖ καὶ Ἡσίοδος λέγων· «ἢ δίη Ὑρίη Βοιωτίης τρέφε κούρην».

ἀπὸ Ὑριέως. οἱ δὲ «Θυρίην» γράφοντες ἁμαρτάνουσιν.

Αὐλίδα: ὡς ἀπὸ ὀξυτόνου εὐθείας ἡ ἀνάγνωσις, καὶ εἰ μέντοι παρὰ τῷ Εὐφορίωνι «Αὖλιν τεσφάγον» αἰτιατικὴ ἀπὸ εὐθείας βαρυνομένης γέγονεν· ἡ γὰρ εἰς ιν κατάληξις ἀπὸ βαρυτόνων ἐστίν, ἡ δὲ εἰς δα καὶ ἀπὸ βαρυτόνων καὶ ὀξυτόνων.

Αὐλίδα: παρὰ τὸ τοὺς Ἀχαιοὺς ἐκεῖ αὐλισθῆναι.

Σχοῖνόν τε Σκῶλόν τε πολύκνημόν τʼ Ἐτεωνόν:καθʼ ἕκαστον ὄνομα ἐκ φύσεως καὶ λόγου διαστολή ἐστι βραχυτάτη διὰ τὴν ἐπανάληψιν τῶν ὀνοματικῶν, ἣν ἐν τοῖς ἀντιγράφοις τιθέναι οὐκ ἐπείγει, κατὰ δὲ τὴν προφορὰν σώζειν.

Σχοῖνον: ἀπὸ Σχοινέως τοῦ πατρὸς Ἀταλάντης.

πολύκνημόν τʼ Ἐτεωνόν: ἀπὸ Ἐτεωνοῦ τοῦ ἀπογόνου μὲν Βοιωτοῦ, πατρὸς δὲ Ἐλεῶνος καὶ τῶν ἄλλων. ὀξυτόνως δὲ ὡς μελεδωνός. πολύκνημον δὲ ὀρεινήν, ἢ τὴν πολὺ κνημὸν ἔχουσαν ἤτοι ὀρίγανον.

Θέσπιαν: ἐκτετάσθαι φασὶ διὰ τὸ μέτρον· τὸ γὰρ τῆς ἱστορίας ἐν συστολῇ τέ ἐστι πληθυντικῶς τε λεγόμενον. ἴσως οὖν ὅλον ποιητικόν ἐστιν· σύνηθες γὰρ αὐτῷ πολλάκις τὰ πληθυντικῶς λεγόμενα καὶ ἑνικῶς προφέρεσθαι, «καὶ εὐρυάγυιαν Ἀθήνην», «πολυχρύσοιο Μυκήνης», καὶ ἐκ τοῦ ἐναντίου τὰ ἑνικὰ πληθυντικῶς· «ἐκ μὲν Κρητάων γένος εὔχομαι». ταῦτα ἐν τῇ Προσῳδίᾳ ὁ Ἡρωδιανός. ἐν μέντοι τῷ ιαʹ τῆς Καθολικῆς προσῳδίας ἐν τοῖς προπαροξυτόνοις καὶ ἔχουσι πρὸ τέλους τὴν ει δίφθογγον αὐτὸ καταριθμεῖ, καὶ τοῦτο αὐτὸ τὸ Ὁμηρικὸν παρατίθησι, καὶ ἀλλαχοῦ λέγει τὴν ει ἔχειν αὐτὸ φανερῶς, καὶ ἐπιφέρει ὅτι καὶ Θεσπιαί ὀξυτόνως λέγεται.

Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν: ἀπὸ Θεσπειοῦ τοῦ Κηφέως, ᾧ θυγατέρες ἦσαν πεντήκοντα. Μυκαλησσὸς δὲ παρὰ τὸ ἐκεῖσε τὰς Γοργόνας ἐλθούσας μυκήσασθαι. ἔστι δὲ καὶ ὄρος ἀντικρὺ Σάμου Μυκάλη

Γραῖαν: ἀπὸ Γραίας τῆς Μεδεῶνος θυγατρός, Λευκίππου δὲ γυναικός· Ταναγραῖοι γὰρ οὐκ ἐστράτευσαν, ὡς Εὐφορίων· «οἳ πλόον ἠρνήσαντο καὶ ὅρκους Αἰγιαλήων».

Ἅρμʼ: ὅτι ἐκεῖ κατεπάγη τὸ ἅρμα τοῦ Ἀδράστου, οἱ δὲ τὸ Ἀμφιαράου.

Ἐρυθράς: ὑπὸ τὸν Κιθαιρῶνα οὗτος ὁ τόπος. ἔστι δὲ ἀπὸ Ἐρυθρίου τοῦ νεωτέρου τῶν Ἀθαμαντιδῶν.

Ἐλεῶνʼ: ἀπὸ Ἐλεῶνος τοῦ Ἐτεωνοῦ.

Ὕλην: ὅτι νῦν μὲν ἐκτεταμένως Ὕλην εἴρηκεν, ἐν ἄλλοις δὲ συνεσταλμένως «Ὕλῃ ἔνι οἰκία ναίων». νῦν δὲ καλοῦνται Ὗλαι πληθυντικῶς.

ἠδʼ Ὕλην: ἐξέτεινε τὸ υ διὰ τὸ μέτρον· «Ὕλῃ ἔνι οἰκία ναίων». ἔστι δὲ καὶ Ὕλη ἑτέρα ἐν Λυδίᾳ· «Τμώλῳ ὕπο νιφόεντι, Ὕλης ἐν πίονι δήμῳ».

πολυτρήρωνά τε Θίσβην: ὅτι Ζηνόδοτος γράφει «πολυτρήρωνά τε Μέσσην». ἔστι δὲ ἡ Μέσση τῆς Λακωνικῆς, ἣν ἐν ἄλλοις Μεσσήνην καλεῖ.

Κορώνειαν ... Ἁλίαρτον: Κόρωνος καὶ Ἁλίαρτος Θερσάνδρου τοῦ Σισύφου παῖδες, ἀφʼ ὧν ὠνομάσθησαν αἱ πόλεις.

Πλάταιαν: ἀντὶ τοῦ Πλαταιάς, ἀπὸ Πλάτης τῆς Ὀγχήστου θυγατρός.

Γλισαντʼ: ἡ συνήθεια προπερισπᾷ τὸ ὄνομα, ἡ δὲ ἱστορία προπαροξύνει.

οἵ θʼ ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον: πολίχνιον ἀνώνυμον· οὐ γὰρ εὔλογον στρατεύειν Θηβαίους, νεωστὶ ὑπʼ Ἀργείων πορθηθέντας. ἢ ὅτι νεωστὶ ἦν οἰκισθεῖσα· διό φησιν ἐϋκτίμενον.

Ὀγχηστόν θʼ ἱερόν, Ποσιδήϊον ἀγλαὸν ἄλσος:οὗτος Βοιωτοῦ παῖς, ὃς ἐν τῷ τόπῳ πρῶτος Ποσειδῶνος ἱδρύσατο ἱερόν.

Ἄρνην ἔχον: ὅτι Ζηνόδοτος γράφει «Ἄσκρην ἔχον». οὐ δύναται δὲ πολυστάφυλος ἡ Ἄσκρη λέγεσθαι· ἀξιοπιστότερος γάρ ἐστιν Ἡσίοδος λέγων· «Ἄσκρη χεῖμα κακή, θέρει ἀργαλέη»· ὥστε οὐδὲ πολύκαρπος λέγοιτο ἄν.

Ἄρνην ἔχον: ἡ νῦν Χαιρώνεια. ἑτέρα δὲ ἡ Λεοντάρνη, ἡ ὑπὸ τὸν Ἑλικῶνα, ἀπὸ τοῦ αὐτόθι λέοντος.

Νῖσάν τε ζαθέην Ἀνθηδόνα τʼ: Νῖσα Βοιωτίας, οὐ Μεγαρίδος. ἔστι δὲ ἐν αὐτῇ Διονύσου ἐπιφανὲς ἱερόν. Ἀνθηδὼν δὲ παρὰ τὰ ἄνθη ἢ Ἄνθιον τὸν Ποσειδῶνος. ἔστι δὲ παρὰ τὸν Εὔριπον.

πεντήκοντα νέες: ἀπὸ Φοινίκων εἰσί· καὶ Τῖφυς γὰρ Βοιωτὸς ὑπῆρχεν.

Ὀρχομενὸν Μινύειον: ὅτι καὶ ἕτερος Ὀρχομενός ἐστιν Ἀρκαδικός. ἀλλʼ ὁ μὲν Βοιωτιακὸς Μινύειος καλεῖται, ὁ δὲ Ἀρκαδικὸς πολύμηλος καὶ τοῖς ἐπιθέτοις διαστέλλεται ἡ ὁμωνυμία.

Ὀρχομενὸν Μινύειον: ἀπὸ Μινυοῦ τοῦ Σισύφου τοῦ Αἰόλου· ὁ γὰρ Ἀρκαδίας Ὀρχομενὸς πολύμηλος

Ὀρχομενὸν Μινύειον: Ὄλμος Πορφυρίων Ἀθάμας οἱ Σισύφου παῖδες πρὸς τὸν Ἑλικῶνα πόλιν ᾤκησαν, ἣν ὠνόμασαν Ὄλμιον. Ὄλμου δὲ υἱὸς Μινυός, ὃς ἀφʼ ἑαυτοῦ Μινύας αὐτοὺς ἐκάλεσεν. τούτῳ παῖς ἦν Ὀρχομενός, ὃς τὴν πόλιν ἀφʼ ἑαυτοῦ ὠνόμασεν.

ὑπερώϊον εἲς ἀναβᾶσα: τὴν εἴς πρόθεσιν χωριστέον τοῦ ἀναβᾶσα· ἀναστροφὴ γάρ, εἰς ὑπερῷον ἀναβᾶσα. τὸ δὲ διάστημα οὐ πάνυ τι αἰσθητόν.

ὑπερώϊον εἰσαναβᾶσα: εἰς τὸ δίστεγον—αὐτὰς εἶναι.

τῶν δέ: κατὰ δοτικὴν «τοῖς δέ» αἱ Ἀριστάρχου. καὶ ἔστιν ὅμοιον τῷ «τοῖσι δʼ ἅμʼ ὀγδώκοντα». καὶ τὸ ἑνικὸν «τῷ δʼ ἅμα τεσσαράκοντα».

Φωκήων: τὰ τοιαῦτα διχῶς ἐν ταῖς Ἀριστάρχου εὑρίσκομεν, καὶ διὰ τοῦ ει «Φωκείων», καὶ διὰ τοῦ η Φωκήων. τοὺς δὲ Φωκεῖς—τῆς Ἀσωποῦ.

Φωκήων: Ὄρνυτος ὁ Σισύφου εἰς Ὑάμπολιν ἐλθὼν ἐπικουρῆσαι τοῖς αὐτόθι τοῖς Λοκροῖς πολεμοῦσι καὶ νικήσας, ἦρξε τῆς χώρας αὐτός· οὗ υἱὸς Φῶκος, ἀφʼ οὗ Φωκέας αὑτοὺς ὠνόμασαν, οὗ Ὀρνυτίων, οὗ Ναύβολος, οὗ Ἴφιτος, οὗ Σχεδίος. τὰ δὲ δυτικὰ τῆς Φωκίδος Ὀζόλαι καὶ Λοκροὶ οἰκοῦσιν.

Σχεδίος: ὅτι καὶ ἕτερος Σχεδίος ἐστὶ Φωκεύς, τῶν ἐπὶ μέρους ἡγεμών, καὶ ἀμφότεροι ὑφʼ Ἕκτορος ἀναιροῦνται «ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον, ἀρχὸν Φωκήων». ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ Πυλαιμένους.

Σχεδίος: δύο Σχεδίοι παρʼ Ὁμήρῳ, «Σχεδίον Περιμήδεος υἱόν» καὶ «Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν». καὶ δύο Εὐρυβάται κήρυκες, ὁ μὲν Ἀγαμέμνονος ὁ δὲ Ὀδυσσέως· πάλιν τε δύο Εὐρυμέδοντες, ὅ τε Ἀγαμέμνονος καὶ ὁ Νέστορος ἡνίοχος.

υἱέες Ἰφίτου: τὴν μέσην συλλαβὴν ἐκτείνομεν τοῦ Ἰφίτου διὰ τὸ μέτρον. ἐν ἑτέροις γοῦν φυλάσσομεν τὸν χρόνον· «Ἴφιτος Εὐρυτίδης».

οἳ Κυπάρισσον ἔχον: ὠνομάσθη Κυπάρισσος ἀπὸ— —φυομένων κυπαρίσσων. ὁμωνύμως δὲ τῷ δένδρῳ ἀνεγνώσθη.

Κυπάρισσον: Κυπάρισσος ἡ νῦν Ἀπολλωνιάς, ἀπὸ Κυπαρίσσου τοῦ υἱοῦ Μινυοῦ.

Πυθῶνά τε: καὶ αὕτη πόλις—περὶ ὧν ἐθέλουσιν.

καὶ Πανοπῆα: ὅτι Ζηνόδοτος γράφει «καὶ Πανοπτέων», ἄμετρον ποιῶν τὸν στίχον καὶ οὐ καθʼ Ὅμηρον σχηματίζων τὸ ὄνομα· ἔστι γὰρ Πανοπεύς ὡς Ἀχιλλεύς· «ὃς ἐν κλειτῷ Πανοπῆϊ».

Κρῖσα: πεδίον ἐν Λοκρίδι—Δηϊονέως. Δαυλὶς δὲ πόλις Φωκίδος—ἔλεγον οἱ ἀρχαῖοι.

Πανοπῆα: πόλις Φωκίδος, ῥηθεῖσα ἀπὸ Πανοπέως τοῦ Φωκοῦ.

Ἀνεμώρειαν: ἀνεμώδη καὶ δυσχείμερον, παρὰ τὸ καταιγίζεσθαι ἀπὸ τοῦ Κατοπτευτηρίου.

οἵ τʼ Ἀνεμώρειαν: αὕτη μεταξὺ κεῖται—αὐτὴν σφοδρῶς.

Ὑάμπολιν: οὕτως ἀνεγνώσθη ὡς φιλόπολις· ἓν γάρ ἐστιν. ἱστοροῦσι δὲ τοὺς ἐγχωρίους καὶ σὺν τῷ ς λέγειν Ὑσάμπολιν.

οἵ τʼ ἄρα πὰρ ποταμὸν Κηφισσόν: οὗτοι Ἐπικηφίσιοι —καλλίρροον ὕδωρ

Λίλαιαν: τόπος παρὰ τὸν Παρνασσόν, ἀπὸ Λιλαίας τῆς Κηφισσοῦ θυγατρός, οὗ μέμνηται καὶ Ἡσίοδος

πηγῇς ἔπι Κηφισοῖο: Πτολεμαῖος ἀναστρέφει καὶ Πάμφιλος, Ἀλεξίων συντάσσει τῇ γενικῇ τὴν πρόθεσιν καὶ οὐκ ἀναστρέφει. Ἀρίσταρχος δὲ τοῖς κυριωτέροις συνέτασσε τὰς προθέσεις.

πηγῇς ἔπι: ἐπὶ ταῖς ἀκροχθίοις βρύσεσιν, αἳ καλοῦνται ποτάμιοι. τοῦτο δὲ τὸ ὄνομα μέτρῳ οὐχ ὑπόκειται.

ἔμπλην: ἐμπελάδην. δηλοῖ δὲ καὶ τὸ χωρίς· «ἔμπλην αἰγιαλοῦ τε καὶ ἄστεος»

Λοκρῶν δʼ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας: ὅτι τινὲς τῶν νεωτέρων ἀνέγνωσαν χωρὶς τὸ ο, ὡς ἄρθρου ὄντος, εἶτα Ἰλῆος. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει τὸν Ὀϊλῆα. τὸ δὲ ἑξῆς ἐστι Λοκρῶν δὲ οἳ Κῦνον· τὰ δὲ λοιπὰ διὰ μέσου, ὧν ἡ διόρθωσις προείρηται

Λοκρῶν νῦν μέμνηται—τῆς Ἰταλίας παροικεῖν.

Ὀϊλῆος: ψιλωτέον· οὐ γάρ ἐστιν ἄρθρον. ὁ δὲ Ἡσίοδος διχῶς.

μείων, οὔτι τόσος γε ὅσος Τελαμώνιος Αἴας: ὅτι Ζηνόδοτος ἠθέτηκεν αὐτόν. ἀναγκαῖος δέ ἐστι· προδιασυνίστησι γὰρ ὅτι ἥττων ἐστὶ κατὰ τὸ μέγεθος τοῦ Τελαμωνίου. ἐκεῖνον μέντοι γε «μέγαν» λέγει.

ἀλλὰ πολὺ μείων—Ἀχαιούς: ἀθετοῦνται ἀμφότεροι, ὅτι προείρηκε «μείων, οὔτι τόσος γε», καὶ πρὸς οὐδὲν διλογεῖ ἀλλὰ πολὺ μείων. καὶ οὐδὲ πολὺ λείπεται τοῦ ἑτέρου. κακῶς δὲ καὶ τὸ λινοθώρηξ· οἱ γὰρ Ἕλληνες οὐκ ἐχρῶντο λινοῖς θώραξι· διὰ παντὸς γὰρ χαλκοχίτωνας αὐτοὺς λέγει. καὶ Ἕλληνας οὐδέποτε εἴρηκεν, ἀλλʼ Ἀργείους ἢ Δαναούς· καὶ οὐδὲ Ἑλλάδα τὴν οἰκουμένην ὑπὸ Ἑλλήνων, ἀλλὰ μίαν πόλιν Θεσσαλίας, ἧς τοὺς οἰκήτορας Ἕλληνας λέγει· «Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί».

Βῆσσαν: ὅτι Ζηνόδοτος γράφει «Βῆσαν» ἐν τῷ ἑνὶ ς, διὰ τὸ βήσσας λέγεσθαι τῶν ὀρῶν τοὺς καθύγρους τόπους. ἔστι μέντοι προσηγορικά, ἅ τινων κύρια γίνεται, οἷον κυπάρισσος καὶ πόλεως ὄνομα

Αὐγειάς: ὡς καλιάς· συνήθης γὰρ ἡ τοιαύτη ἀνάγνωσις τῷ ποιητῇ Ἰωνικωτέρα οὖσα.

ὡς «παρειάς»· ἡ γὰρ τοιαύτη ἀνάγνωσις Ἰωνικωτέρα οὖσα συνήθης Ὁμήρῳ ἐστίν.

ἱερῆς Εὐβοίης: Εὔβοια νῆσος παρακειμένη—ἀπὸ Εὐβοίας τῆς Ἀσωποῦ.

οἳ δʼ Εὔβοιαν ἔχον—ἀρχὸς Ἀβάντων: ἐπὶ μὲν τῶν ἄλλων «Βοιωτῶν μέν», «αὐτὰρ Φωκήων». ὧδε δέ, ἐπεὶ διαφόρως ὡς πρὸς τὴν πόλιν ὀνομάζονται, διαφορὰν αὐτοῖς προσῆψεν· ἢ τὸ ὁμοειδὲς ἐκκλίνων τῆς φράσεως. γίνεται δὲ ἀπὸ μὲν Ἐρεχθέως Κέκροψ, οὗ Μητίων, ἀφʼ οὗ οἱ Μητιονίδαι, οὗ Χάλκων, οὗ Ἄβας, ὃς Ἄβαντας αὐτοὺς ἐκάλεσεν, οὗ Χαλκώδων, οὗ Ἐλεφήνωρ.

Χαλκίδα: οὗτος ἀντικρύ ἐστιν Αὐλίδος παρὰ τὸν Εὔριπον ὁ τόπος.

Εἰρέτριαν: καὶ αὕτη πέραν τοῦ Εὐρίπου.

Ἱστίαιαν: αὕτη ἐστὶν ἡ νῦν Ὠρεὸς καλουμένη.

Κήρινθόν τʼ ἔφαλον: τούτου γὰρ τὰ θεμέλια ὑπὸ θαλάσσης ἁλμίζεται. ἔστι δὲ περὶ τὴν παρὰ τὸ Αἰγαῖον πλευράν.

Ἐλεφήνωρ— Χαλκωδοντιάδης: Χαλκώδοντος παῖς Ἐλεφήνωρ. εἰ δέ, ὡς προείρηται προληπτικῶς τὰ ὀνόματα ἐτίθουν οἱ παλαιοὶ τοῖς παισί, πεποίηται παρὰ τὸ ἐλεφαίρεσθαι αὐτὸν τοὺς πολεμίους βλάπτοντα.

τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντεςαἰχμηταί: βραχὺ διασταλτέον θοοί, κομόωντες, αἰχμηταί· μᾶλλον γὰρ ἐμφαίνει ἕκαστον συμβεβηκὸς ἰδίᾳ λεγόμενον.

ὄπιθεν κομόωντες: Ἀρχέμαχος ὁ Εὐβοεὺς φησὶ τοὺς Κουρῆτας ἐν Χαλκίδι οἰκῆσαι· συνεχῶς δὲ τοῖς ἀστυγείτοσι ἐπολέμουν. ἐπεὶ δὲ οἱ πολέμιοι τῆς κόμης ἁπτόμενοι κατέσπων αὐτούς, ὀπισθοκόμους γενέσθαι φησί, τὰ δὲ ἔμπροσθεν κείρεσθαι· διὸ καὶ Κουρῆτας ἀπὸ τῆς κουρᾶς κληθῆναί φησιν.

ὄπιθεν κομόωντες: τὰ ὀπίσω μέρη—τρίχας βαθείας ἔχειν.

αἰχμηταί: καὶ ὁ χρησμὸς περὶ αὐτῶν οὕτως· «ἄνδρες δουρίμαχοι ναίουσιν ὕδωρ καλῆς Ἀρεθούσης». ἦν δὲ παρʼ αὐτοῖς αἰσχρὸν τὸ τοξεύειν.

ὀρεκτῇσι μελίῃσι: τοῖς ἐκ χειρῶν—ἐκ χειρὸς πατάξαι.

οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον: Ἀθήνας νῦν κέκληκε—καταταγῆναι.

δῆμον Ἐρεχθῆος: Ἐρεχθέως τοῦ βασιλέως—ἱστορεῖ Καλλίμαχος

ὅν ποτʼ Ἀθήνη —ἐν πίονι νηῷ: ἐξαίρει τὴν χώραν τῇ γενέσει, τῇ ἀνατροφῇ, τῇ τῆς βασιλείας μεγαλειότητι.

ζείδωρος ἄρουρα: τοῦτο ὡς κύριον ἔλαβεν ἐπὶ τῆς Ἀττικῆς· ἐκεῖ γὰρ πρῶτον ἀνεδόθη καρπός· διὸ νῦν πρῶτον τῷ ἐπιθέτῳ ἐχρήσατο.

κυρίως ἐπὶ Ἀττικῆς τὸ ζείδωρος· δοκεῖ γὰρ ἐκεῖσε πρῶτον ἀναδοθῆναι καρπός· διὸ νῦν ὡς ἐπιθέτῳ ἐχρήσατο αὐτῷ.

ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται: ἡ θεὸς γὰρ ἔχρησε τοῦτον τιμᾶν. θήλεα δὲ τῇ Ἀθηνᾷ θύουσι· διὸ τὸ μίν οὐκ ἐπʼ αὐτῆς.

Πετεῶο: Πετεώ. πλεονασμὸς γάρ ἐστι τοῦ ο, ὡς Ἡρωδιανός

τῷ δʼ οὔ πώ τις ὁμοῖος: ὅτι Ζηνόδοτος ἀπὸ τούτου τρεῖς στίχους ἠθέτηκεν, μήποτε διότι διὰ τῶν ἐπὶ μέρους οὐδέποτε αὐτὸν διατάσσοντα συνέστησεν. πολλὰ μέντοι Ὅμηρος κεφαλαιωδῶς συνίστησιν, αὐτὰ τὰ ἔργα παραλιπών, ὡς τὴν Μαχάονος ἀριστείαν· «παῦσεν ἀριστεύοντα μάχας».

τῷ δʼ οὔ πώ τις ὁμοῖος: τοῦτο χαρίζεται αὐτῷ, ἐπεὶ μὴ εὐδοκιμήσει ἐν ταῖς μάχαις.

κοσμῆσαι: πρῶτος κόσμον πολέμου τὴν παράταξιν ὠνόμασεν.

ὁ γὰρ προγενέστερος ἦεν: καὶ οὗτος, φησίν, οὐκ ἐκ πείρας, ἀλλʼ ἐξ ἡλικίας.

δυοκαίδεκα: Πάμφιλος τρία ποιεῖ καὶ κατὰ παράθεσιν ἀναγινώσκει. ἀφορμὴν δὲ ἔχει ἡ κατὰ σύνθεσιν ἀνάγνωσις τὴν ποιητικὴν χρῆσιν, ἥτις τὰ κατὰ παράθεσιν πολλάκις ἑνοῖ, ὡς τὸ «πασιμέλουσα» καὶ τὰ τοιαῦτα.

τὸ δυοκαίδεκα ὑφʼ ἓν ἀναγνωστέον. καὶ ἔστι ποιητικὴ ἡ χρῆσις.

στῆσε δʼ ἄγων, ἵνʼ Ἀθηναίων ἵσταντο φάλαγγες:γράφει δὲ καὶ τὸν Σόλωνος λόγον, ὥς τινες, παραλόγως, τὸ ἵνʼ Ἀθηναίων ἵσταντο· ἐν γὰρ τῇ πρώτῃ οὐκ εἶχε ποιήσει τοῦτο, ἀλλʼ ἡ ἀκολουθία οὕτως, «οἳ δʼ Ἄργος τʼ εἶχον».

οἳ δʼ Ἄργος τʼ εἶχον: ἀπὸ Ἄργου τοῦ Διὸς καὶ Νιόβης τῆς Φορωνέως. διὰ δὲ τὸ πρῶτον ᾠκίσθαι πρότερον ἐτάχθη τῶν ὑπὸ Ἀγαμέμνονα. ἀφʼ οὗ καὶ πάντας Ἕλληνας Ἀργείους καλεῖ.

Τροιζῆνʼ: ἀπὸ Τροιζῆνος τοῦ Πέλοπος.

Ἠϊόνας: … λέγουσι δὲ τὴν Καλαυρίαν εἶναι.

οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε: Αἴγινα πλησίον Ἐπιδαύρου. ὁ δὲ Μάσης ἐπίνειον Ἀργείων. ἐκτέταται δὲ διὰ τὸ μέτρον.

Σθένελος: Προίτου Μεγαπένθης, οὗ Ἀναξαγόρας, οὗ Ἱππόνους, οὗ Καπανεύς, οὗ Σθένελος.

Εὐρύαλος: Βίαντος Περιάλκης, οὗ Ταλαός, οὗ Μηκιστεύς, οὗ Εὐρύαλος.

ἰσόθεος φώς: τὸ φώς ὀξυτονούμενον—Λυκάονος ἕνδεκα δίφροι.

Ταλαϊονίδαο: ἀπὸ τοῦ Ταλαΐων ἐστὶν ἡ κλίσις. ἢ κατὰ πλεονασμόν ἐστι τοῦ ονι.

ΣΥΜΠΑΝΤΩΝ δʼ ἡγεῖτο: ὡς ἄριστος. ἢ κατὰ τὸν τῶν Φαιάκων νόμον· «τρισκαιδέκατος δʼ ἐγὼ αὐτός».

οἳ δὲ Μυκήνας εἶχον: Μυκηνῶν ἦρχεν Εὐρυσθεύς. ἐπεὶ δὲ συμβαλὼν Ἀθηναίοις ἐτελεύτα, ἱστῶσιν Ἀτρέα αὐτόθι διάγοντα, ἅμα Θυέστῃ ἐπὶ τῷ φόνῳ Χρυσίππου φυγόντα.

ἀφνειόν τε Κόρινθον: ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην ἡ Κόρινθος. ἡ διπλῆ δέ, ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον· ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λόγον, Ἔφυραν λέγει· «ἔστι πόλις Ἐφύρη».

ἐμπόριον γὰρ ἦν τῆς Ἑλλάδος κατὰ Θουκυδίδην. ἡνίκα δὲ ἡρωϊκόν ἐστι τὸ λαλοῦν πρόσωπον, «Ἐφύρην» αὐτὴν καλεῖ.

Ἀραιθυρέην: ὅτι Ζηνόδοτος γράφει «Παραιθυρέην». οὐκ ἐπίσταται δὲ ταύτην τὴν πόλιν οὕτως ὀνομαζομένην.

Ἄδρηστος: ἐκπεσὼν γὰρ Ἄργους παρὰ Πολύβῳ τῷ μητροπάτορι ᾤκει, καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας ἄρχεσθαι.

Πελλήνην τʼ εἶχον: διαφέρει Πελλήνη Παλλήνης· Παλλήνη μὲν γὰρ πόλις Θρᾴκης. Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς. Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαΐας, ἥ ἐστι Πελοπόννησος.

Αἰγιαλόν τʼ ἀνὰ πάντα: οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία —μέχρι Ἤλιδος.

τῶν ἑκατὸν νηῶν ἦρχε: ὅτι τὸ τῶν οὐχ ὡς ἄρθρον παρείληπται, ἀλλʼ ἀντὶ ἀντωνυμίας τῆς τούτων, καὶ παραλέλειπται ἡ ἔκ πρόθεσις, ἵνʼ ᾖ ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν.

κυδιόων ὅτι πᾶσι—λαούς: ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν, ἐπεὶ διὰ τῶν ἑξῆς ἄριστος ὁ Αἴας λέγεται. ἐν διαφόροις δὲ πράγμασίν εἰσιν οὗτοι ἄριστοι, ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῇ κατὰ πόλεμον ἀρετῇ.

κυδιόων—λαούς: οὐ τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις, ἵνα καὶ τὸ οὕνεκʼ ἄριστος ἔην ἔχῃ αἰτίαν. διέπρεπε δὲ κάλλει καὶ μεγέθει. κυδιᾷ δὲ οὐκ ἐπὶ πλούτῳ, ἀλλʼ ἐπʼ ἀρετῇ.

πᾶσιν δέ: οὕτως ἡ ἑτέρα τῶν Ἀρισταρχείων, καὶ ἔστι χαριεστέρα· «ἐν δʼ αὐτὸς ἐδύσετο νώροπα χαλκόν κυδιόων· πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν, οὕνεκʼ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς»· ἡ γὰρ αἰτία τοῦ διαπρέπειν διὰ τοῦ ἑξῆς ἀποδίδοται, «οὕνεκʼ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς». ὁμοίως δὲ καὶ Ζηνόδοτος γράφει.

οἳ δʼ εἶχον κοίλην Λακεδαίμονα—βοὴν ἀγαθὸς Μενέλαος: Οἴβαλος ὁ Περιήρους ἦρχε Λακεδαιμονίων, οὗ Τυνδάρεως Ἰκάριος Ἀρήνη καὶ νόθος Ἱπποκόων, ὃς συμφρασάμενος Ἰκαρίῳ τὸν Τυνδάρεων ἀπελαύνει, καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας κατὰ χρησμὸν ἐξέρχεται. Λικυμνίου δὲ τοῦ υἱωνοῦ αὐτοῦ προελθόντος ἐπὶ θέαν Λακεδαίμονος, ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποκοωντίδαι θανάτου κυνὸς ἕνεκα. ἐφʼ οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν ἀρχὴν Τυνδάρεῳ δίδωσι καὶ τοῖς παισί, Κάστορι καὶ Πολυδεύκει. ὧν μὴ στρατευσάντων Μενέλαος ἄρχει. κοίλην δέ, ὅτι περιέχεται ὑπὸ Ταϋγέτου καὶ Παρθενίου.

κοίλην Λακεδαίμονα: τὴν ὑπὸ ὀρῶν—τὴν δὲ πόλιν Σπάρτην καλοῦσιν.

κητώεσσαν: μεγάλην, παρὰ τὸ κῆτος—ζῴων.

Μέσσην: ὅτι Μέσσην τὴν ἐπὶ τῆς Λακωνικῆς Μεσσήνην λέγει, συγκόψας τοὔνομα.

Μέσσην: τὴν Μεσσήνην λέγει· ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδεν, δῆλον ἐξ ὧν φησι «δῶρα τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε. τὼ δʼ ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιϊν».

οἵ τε Λάαν εἶχον ἠδʼ Οἴτυλον: ὁ ποιητὴς διεῖλεν· μονοσυλλάβως γὰρ λέγεται Λᾶς. Οἴτυλον δὲ ὡς δάκτυλον· ἄρχεται γὰρ τὸ ὄνομα ἀπὸ τῆς οι διφθόγγου. κακῶς δὲ Τυραννίων, οἰόμενος ἄρθρον εἶναι τὸ οι καὶ παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ ἁμαρτάνων καὶ παρὰ τὴν ἱστορίαν, εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης· «τοῦ δὲ γίνεται Ἀμφιάναξ, τοῦ δʼ Οἴτυλος, ἀφʼ οὗ ἡ πόλις ἡ ἐν Σπάρτῃ καλεῖται». τὸ δὲ κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳδίᾳ τῷ Ἡρωδιανῷ περὶ τῆς ἀναγνώσεως τῆς Τυραννίωνος.

προθυμίῃσι πεποιθώς: βασιλεὺς ὢν ἑαυτὸν αὐτὸς διατάττει. ἐξέτεινε δὲ τὴν μι διὰ τὸ μέτρον.

οἳ δὲ Πύλον τʼ ἐνέμοντο: ἐξ Αἰόλου Κρηθεύς, ὃς Ἰωλκὸν κατέσχε Πελασγοὺς ἐκβαλών. τούτου δὲ οἱ παῖδες Πελίας μὲν ἅμα Ἰάσονι Ἰωλκὸν ᾤκουν, Νηλεὺς δὲ Πύλον σὺν Ἀμυθάονι, Φέρης δὲ Φεράς. τρεῖς δὲ Πύλοι εἰσίν, Μεσσηνίας Τριφυλίας Ἀρκαδίας.

καὶ Θρύον: ὅτι Θρύον εἶπεν τὴν ἐν ἄλλοις Θρυόεσσαν· «ἔστι δέ τις Θρυόεσσα πόλις».

καὶ ἐΰκτιτον Αἰπύ: Ἀρίσταρχος ὡς «ὀξύ» συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος. Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν Ἐΰκτιτον κύριον ὄνομα παρέλαβεν, τὸ δὲ αἰπύ ἐπίθετον. ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον, τὸ δὲ Αἰπύ κύριον, ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν· «ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη», ὃ νῦν εἴρηκεν Αἰπύ, καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν. Πτολεμαῖος δὲ φησὶ μὲν κύριον εἶναι τὸ Αἰπύ, οὐ μὴν συγκατατίθεται τῷ τόνῳ, φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς, «Ἕλος», «Αἰγιαλός» χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἦν ἡ βαρεῖα· τὰ γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται, «πῶϋ», «μέθυ». ταῦτα ἐν τῇ Προσῳδίᾳ. καὶ ἐν τῇ Καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ ἐᾷ. ἐν μέντοι τῇ Ζ τῆς Ἰλιάδος διαλαμβάνων περὶ τοῦ ἰῷ, «οἱ μὲν πάντες ἰῷ κίον ἤματι», φανερῶς λέγει ὅτι Ἀρίσταρχος ὀξύνει τὸ Αἰπύ, καὶ ἐπείσθη αὐτῷ ἡ πλείων χρῆσις.

Αἶπυ: τοῦτο κύριόν ἐστι, περὶ ἧς φησι «πόλις αἰπεῖα κολώνη». Ἡρωδιανὸς δὲ ἀναλογωτέραν φησὶ τὴν βαρεῖαν εἶναι τάσιν. ἴσως δὲ ἀπὸ τοῦ Αἰπύτου. κατὰ ταύτην δὲ τὴν πόλιν ποσὶ περατός ἐστιν ὁ Ἀλφειός, κἂν σφόδρα ῥυῇ. βαρυτόνως λεκτέον τὸ Αἶπυ· ὄνομα γάρ ἐστι πόλεως. τὸ δὲ ὀξυτονούμενον ἐπίθετόν ἐστι καὶ σημαίνει τὸ ὑψηλόν.

Θάμυριν: Θρᾷξ ἐστι, Φιλάμμονος υἱός. ἑαυτῷ δὲ ὥρισε τῆς μὲν ἥττης τὴν πήρωσιν πρόστιμον, τῆς δὲ νίκης γάμον μιᾶς τῶν Μουσῶν. φασὶ δὲ αὐτὸν τῶν ὀφθαλμῶν τὸν μὲν γλαυκὸν ἔχειν, τὸν δὲ μέλανα. τότε δὲ τελείως τὸν ἕτερον ἀπώλεσεν.

ἀντόμεναι Θάμυριν: οὗτος παῖς ἦν—καὶ τοῦ νοῦ ἐστέρησαν.

Οἰχαλίηθεν ... Οἰχαλιῆος· στεῦτο γὰρ —κιθαριστύν: πιθανῶς τῷ ὁμοιοτρόπῳ ἐνδιατρίβει. διδάσκει οὖν μὴ ποιεῖσθαι πονηρὰς ὁμιλίας.

Οἰχαλίηθεν: ὅτι Θεσσαλίας ἡ Οἰχαλία καθʼ Ὅμηρον. οἱ δὲ νεώτεροι ἐπʼ Εὐβοίας πεποιήκασιν.

στεῦτο γὰρ εὐχόμενος νικησέμεν, εἴπερ ἂν αὐταί: ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, οὐκ ἐπὶ τῆς τῶν ποδῶν στάσεως, ὡς ἐν τοῖς κατὰ τὴν Νέκυιαν ἠθετημένοις «στεῦτο δὲ διψάων». καὶ ὅτι εἴπερ ἂν αὐταί ἀντὶ τοῦ εἰ καὶ αὐταί.

πηρὸν θέσαν: ὅτι πηρόν οὐ τυφλὸν ἀπεδέξαντο οἱ νεώτεροι, ἀλλὰ τῆς ᾠδῆς πηρόν· τί γὰρ ἦν αὐτῷ βλαβερὸν κιθαρῳδῷ ὄντι, εἰ τῶν ὀφθαλμῶν ἐστηρήθη; μᾶλλον γὰρ προσεκτικὸς ἂν ἐγένετο τῇ φωνασκίᾳ. τόν γε δή τοι Δημόδοκον ἡ Μοῦσα «ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δʼ ἰδίαν ἀοιδήν».

πηρόν: ὡς χρηστὸν κατʼ ὀξεῖαν τάσιν παρὰ τῷ ποιητῇ. παρὰ δὲ τοῖς Ἀττικοῖς πῆρον ὡς λῆρον. ὑγιεστέρα δὲ ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις, ἐπεὶ τὰ εἰς ος λήγοντα δισύλλαβα, εἰ ἔχοι τὴν πρώτην συλλαβὴν ἔχουσαν τὸ π καὶ τὸ η, ὀξύνονται, οἷον «πηός», πηλός. οὕτως καὶ πηρός.

πηρὸν θέσαν: ὁ μὲν ποιητὴς ὀξυτόνως. οἱ δὲ Ἀττικοὶ ὡς τὸ λῆρος. οὐδὲν δὲ ἄρα ἡ τέχνη δίχα συνέσεως πρὸς μόνον ἄγουσα ὄγκον.

ἀφέλοντο καὶ ἐκλέλαθον: ἐπὶ μὲν τοῦ φυσικοῦ ἀφέλοντο, ἐπὶ δὲ τοῦ διδακτοῦ ἐκλέλαθον· ὃ γὰρ ἔμαθέ τις, οὐκ ἀπόλλυσιν ἄλλως, ἀλλʼ ἐπιλήθεται.

οἳ δʼ ἔχον Ἀρκαδίην—Ἀγαπήνωρ: Ἀρκαδία ἀπὸ Ἀρκάδος τοῦ Διός, οὗ Ἀμφιδάμας, οὗ Λυκοῦργος, οὗ Ἀγκαῖος, οὗ Ἀγαπήνωρ. ὡς ἐπισήμων δὲ ὄντων, ἐκ τάφου καὶ ὄρους ἐσήμανε τὴν χώραν.

Κυλλήνης: Κυλλήνη ὄρος ὑφηλὸν—τὸν θεόν φασιν.

καὶ Ὀρχομενὸν πολύμηλον: πρὸς τὴν ὁμωνυμίαν τοῦ Ὀρχομενοῦ, ὅτι τῷ ἐπιθέτῳ διέσταλκεν.

Στύμφηλον: ὡς Εὔμηλον· ἴδιον γάρ.

αὐτὸς γάρ σφιν: ἀπὸ τούτου ἕως τοῦ «Ἀτρεΐδης, ἐπεὶ οὔ σφι» Ζηνόδοτος ἠθέτηκε τρεῖς στίχους. ἀναγκαῖοι δέ εἰσιν· παριστόρηται γὰρ διʼ αὐτῶν ὅτι παρέσχεν αὐτοῖς ναῦς ὁ Ἀγαμέμνων, «ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει».

αὐτὸς γάρ σφιν—μεμήλει: ἐπεὶ μεσογείους ὄντας εἰς Ἴλιον ἤγαγε, λύει τὸ ζήτημα, πόθεν εἶχον ναῦς.

οἳ δʼ ἄρα Βουπράσιον—ἐντὸς ἐέργει: Βουπράσιον πόλις, ἡ δὲ χώρα Ἦλις. ὁρίοις δὲ αὐτὴν περιγράφει, μὴ θέλων πάλιν τὰ κατὰ μέρος λεπτολογεῖν.

ὅσσον ἐφʼ Ὑρμίνη: ἐφʼ ὅσον ἥ τε Ὑρμίνη—οἱ Ἠλεῖοι ἐβασίλευον. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος σὺν τῷ ι γράφει. γίνεται δὲ ἀκατάλληλος ὁ λόγος.

δέκα δʼ ἀνδρὶ ἑκάστῳ: ἔδειξε τὴν διαίρεσιν τῆς ἀρχῆς, μὴ εἰπών, ὡς ἐπὶ τῶν ἄλλων, «τοῖς δʼ ἅμα τεσσαράκοντα»

Ἐπειοί: διῃρημένως πρὸς τὴν πόλιν ὀνομάζονται, ὡς οἱ Ἄβαντες

υἷες ὁ μὲν Κτεάτου, ὁ δʼ ἄρʼ Εὐρύτου, Ἀκτορίωνε: ὅτι παρὰ τὸ ἠθισμένον πρὸς τὸ πρότερον ἀπήντηκεν· ἔστι γὰρ ὁ προκατειρημένος «Ἀμφίμαχος» Κτεάτου υἱός, ὁ δὲ «Θάλπιος» Εὐρύτου. καὶ ὅτι οὕτως εἴρηκεν Ἀκτορίωνε, δέον Ἀκτοριώνων.

οἳ δʼ ἐκ Δουλιχίοιο Ἐχινάων θʼ ἱεράων: ὅτι οὐχ ὡς κεχωρισμένου Δουλιχίου τῶν Ἐχινάδων οὕτως εἴρηκεν, ἀλλʼ ἀντὶ τοῦ ἐκ Δουλιχίου καὶ τῶν ἄλλων Ἐχινάδων. καὶ ὅτι ἀπό του Ἐχίνου εἴρηκεν Ἐχινάων.

Δουλιχίοιο: μία τῶν Ἐχινάδων τὸ Δουλίχιον. ὅτι δὲ πλησίον Πελοποννήσου, δηλοῖ Τηλέμαχος πρὸς Νέστορα ἀπιών

αἳ ναίουσι: ὅτι Ζηνόδοτος γράφει «οἳ ναίουσι», ἐπὶ τῶν ἀνδρῶν. οὐ νοεῖ δὲ ὅτι ἀντὶ τοῦ ναίονται.

ἀντὶ τοῦ ναίονται, ὡς τὸ «νῆσοι πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσιν».

ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς: πρὸς τὴν ἀμφιβολίαν, πότερον ὁ Μέγης ἀπῴκησεν ἢ ὁ Φυλεύς, ὃ καὶ Ὁμηρικώτερον· Ὅμηρος γὰρ ἀεὶ πρὸς τὸ δεύτερον πρότερον ἀπαντᾷ.

ὅς ποτε Δουλίχιον δʼ ἀπενάσσατο πατρὶ χολωθείς: διδάσκει ὡς ἀνηκέστου διαφορᾶς τῶν οἰκείων κρείσσων ὁ χωρισμός.

Δουλίχιον νῆσος πρὸ τῆς Κεφαλληνίας. αἱ δὲ Ἐχινάδες —καλοῦνται Ἐπειοί.

πατρὶ χολωθείς: ὃς εἰς τὸ Δουλίχιον—ἡ ἱστορία καὶ παρὰ Καλλιμάχῳ

Κεφαλλῆνας: ἡ Κεφαλληνία παράκειται ταῖς Ἐχινάσι· Κέφαλος γὰρ ὁ Δηΐονος, φεύγων ἐκ Φωκίδος διὰ τὸν τῆς γυναικὸς ἀκούσιον φόνον ᾤκει ἐν Θήβαις. συστρατεύσας δὲ Ἀμφιτρύωνι καὶ ταύτην γέρας λαβὼν οὕτως ἀφʼ ἑαυτοῦ ὠνόμασεν. ἐκ τούτου Κιλλεύς, οὗ Ἀρκείσιος, οὗ Λαέρτης.

ἠδʼ οἳ Σάμον ἀμφενέμοντο: ὅτι Ζηνόδοτος γράφει «ἠδʼ οἳ Σάμην ἐνέμοντο», καὶ ἄμετρον ποιῶν καὶ ἀγνοῶν ὅτι κατὰ τὸ ἀρσενικὸν ἐνίοτε ἐκφέρεται τὰ εἰς η λήγοντα· «μεσσηγὺς Τενέδοιο Σάμοιό τε»· οὐ γὰρ εἶπε Σάμης τε. φρούριον δὲ τῆς Κεφαλληνίας μέχρι νῦν Σάμος, ὅπερ φασὶ Ῥωμαῖοι Κάστρον.

μιλτοπάρῃοι: ὅτι ἤδη ἡ ἐκ χρωμάτων μίξις τῇ ζωγραφικῇ ἐπιπολάσασα ἦν. αἱ δὲ νῆες Ὀδυσσέως ἐξηλλαγμέναι, ὅπως ὀλίγαι οὖσαι κἂν διὰ τῆς χρίσεως τὸ ἐπίσημον ἔχωσι, καὶ ὅτε δέοι πλεῖν, μὴ σκορπίζοιντο. ἀμέλει καὶ μέσας αὐτὰς πρὸς κόσμον τῶν ἄλλων ἔταξαν, καὶ τὴν ἀγορὴν ἐκεῖσε ἐποίησαν.

οὐ γὰρ ἔτʼ Οἰνῆος: ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν, ἴσως ὑποπτεύσας τὸν Μελέαγρον κεχωρίσθαι τῶν Οἰνέως παίδων. εἴρηται δὲ ἐξ ὀνόματος κατʼ ἐξοχήν, καθάπερ ἐπὶ τοῦ «Ζεὺς δʼ ἐπεὶ οὖν Τρῶάς τε καὶ Ἕκτορα»· καὶ γὰρ ὁ Ἕκτωρ Τρὼς ἦν.

οὐ γὰρ ἔτʼ Οἰνῆος—Μελέαγρος: ἄστατος ἡ τύχη, ὅταν μάλιστα διʼ ἀσέβειάν τινες πορθοῖντο. προαπώλοντο δὲ Μελεάγρου οὗτοι.

οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος:ἐὰν στίζωμεν ἐπὶ τὸ ἔην, ἔσται τὸ αὐτός ἐπὶ τοῦ Οἰνέως· ἐὰν δὲ βραχὺ διαστέλλωμεν, ὅλος ὁ στίχος ἐπὶ τοῦ Μελεάγρου, καὶ τὰ ἑξῆς, οὐδʼ ἄρʼ ἔτʼ αὐτὸς ἔην ξανθὸς Μελέαγρος, θάνε δέ.

θάνε δὲ ξανθὸς Μελέαγρος: διὰ τὸ προὔχειν αὐτὸν τῶν ἀδελφῶν καὶ ἰδίᾳ παρʼ αὐτοὺς ἔταξεν.

τῷ: ἐπὶ τοῦ Θόαντος ἵνʼ ᾖ τούτῳ.

Κρητῶν δʼ Ἰδομενεὺς—γλαφυραὶ νέες ἐστιχόωντο: ἀκολούθως ἐπὶ τὴν πρὸς ἀνατολὰς τοῦ Ἰσθμοῦ θάλασσαν μέτεισι καὶ τὰς νήσους αὐτῆς ὀνομάζει.

Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον:πᾶσαι ἐν τῇ ἀρχούσῃ τὸν τόνον ἔχουσι. «Λυκαστόν» δέ τινές φασιν, οὐκ ὀρθῶς.

Φαιστόν: ὡς «πιστόν», ὀξυτόνως· βαρυνόμενον γὰρ ἐπὶ τοῦ ἥρωος τίθεται, «Ἰδομενεὺς δʼ ἄρα Φαῖστον».

Ῥύτιον: προπαροξυτόνως ὡς στάδιον. οὐκ εὖ δὲ Τυραννίων παροξύνει αὐτὸ ὡς «πεδίον»· οὔτε γὰρ ὑποκοριστικὸν οὔτε εἰ ἦν ὑποκοριστικόν, παρωξύνετο καθότι τρίβραχυ. τοῦτο δὲ εἴπομεν καὶ ἐπὶ τοῦ «Θρόνιον».

ἄλλοι θʼ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο: πρὸς τοὺς Χωρίζοντας, ὅτι νῦν μὲν ἑκατόμπολιν τὴν Κρήτην, ἐν Ὀδυσσείᾳ δὲ ἐνενηκοντάπολιν. ἤτοι οὖν ἑκατόμπολιν ἀντὶ τοῦ πολύπολιν, ἢ ἐπὶ τὸν σύνεγγυς καὶ ἀπαρτίζοντα ἀριθμὸν κατενήνεκται νῦν, ἐν Ὀδυσσείᾳ δὲ τὸ ἀκριβὲς ἐξενήνοχεν, ὡς παρὰ Σοφοκλεῖ τινὲς δέ φασι πυλαιμένη τὸν Λακεδαιμόνιον δεκάπολιν κτίσαι.

ἀγερώχων: ἄγαν γέρας ἐχόντων, ἐντίμων.

τρίχα: τὸ τρίχα βαρύνεται, ὅτι τὰ εἰς ως λήγοντα ἐπιρρήματα, εἰ ἔχοι παρακείμενα εἰς α λήγοντα μὴ συνεμπίπτοντα ὀνόμασι, πάντως βαρυνόμενα ἔχει, οἷον σαφῶς «σάφα»· ὅθεν εἰ τριχῶς, τρίχα.

Ἡρακληείῃ: ὅτι Ζηνόδοτος γράφει «Ἡρακλεΐῃ», καὶ ἄμετρον ποιῶν καὶ οὐχ Ὁμηρικὸν τὸ σχῆμα· ἀπὸ γὰρ τοῦ Ἡρακλῆος Ἡρακληείῃ ἐκπίπτει.

τὴν ἄγετʼ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος: ὅτι ἡ Ἔφυρα αὕτη ἑτέρα ἐστὶ τῆς Κορίνθου, τῆς Θεσπρωτίας οὖσα· καὶ ὅτι σὺν τῷ ς Σελλήεντα τὸν ποταμὸν λέγει, ἀφʼ οὗ τὸ παροικοῦν ἔθνος Σελλοὺς καλεῖ οἱ δὲ νεώτεροι Ἑλλοὺς λέγουσι πλανηθέντες.

αὐτίκα πατρὸς ἑοῖο: ἱστόρηται ὅτι Τληπόλεμος— φυγὰς τῆς πατρίδος.

κατέκτα: Πτολεμαῖός φησιν ὁ Ἀσκαλωνίτης Ἀρίσταρχον ἀνεγνωκέναι ὁμοίως τῷ «ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ» κατὰ συστολήν. Τυραννίων δὲ κατʼ ἔκτασιν. οἶμαι δὲ ἀκόλουθον εἶναι ἐκείνῃ τῇ γραφῇ τῇ κομιζομένῃ ὑπʼ Ἀριστάρχου «ὣς ἔμεν ὅτε δῖον Ἐρευθαλίωνα κατέκταν». ἡ μέντοι κοινὴ ἀνάγνωσις ἡ κατὰ συστολὴν ἀφορμὴν ἔσχε τὴν τῆς ἀποκοπῆς, ὁμοίως τῷ «οὖτα κατὰ λαπάρην».

διὰ βραχέος τοῦ α· ἀποκοπὴ γάρ ἐστι τοῦ «ἔκτανεν».

βῆ φεύγων: τὸ μὲν Ὁμηρικὸν ἔθος «βῆ φεύγειν» προφέρεται. ἀλλʼ ὅ γε Ἀρίσταρχος οὐ μετέθηκεν, ἀλλʼ οὕτως γράφει βῆ φεύγων.

βῆ φεύγων: Ἑλληνικόν ἐστι τὸ μὴ φόνῳ φόνον λύειν, φυγαδεύειν δὲ τὸν ἅπαντα χρόνον· ὅθεν Σόλων ἔτη πέντε ὥρισεν.

γάρ οἱ: ὁ γάρ ὀξύνεται, ἵνα ἀντωνυμία γένηται ἐγκλιτικὴ δοτικῆς πτώσεως τὸ οἱ, καὶ μὴ ἄρθρον· καὶ γὰρ ἔθος μᾶλλον τῷ ποιητῇ παραλείπειν τὰ ἄρθρα.

τὸ οἱ ἀντωνυμία ἐστίν, οὐκ ἄρθρον· ἐλλειπτικὸς γάρ ἐστι τοῖς ἄρθροις ὁ ποιητής.

αὐτὰρ ὅ γʼ ἐς Ῥόδον: ὅτι Ζηνόδοτος γράφει «αἶψα δʼ ὅ γʼ ἐς Ῥόδον». οὐ δύναται δὲ ταχέως ἐληλυθέναι ἐπὶ τὴν Ῥόδον ὁ πρότερον μὲν ναῦς πεπηχώς, εἶτα ἀλώμενος καὶ οὐκ εὐθὺ πλοικῶς.

τριχθὰ δὲ ᾤκηθεν καταφυλαδὸν ἠδὲ φίληθεν: σεσημείωται πρὸς τὸν ἑξῆς ἀθετούμενον· οὐ γὰρ νοήσας τις ὅτι τὸ σημαινόμενον τοιοῦτόν ἐστι, καίπερ οὐκ ἐπὶ τῆς αὐτῆς οἰκοῦντες πόλεως, ἀλλὰ τριχῇ διασπαρέντες ἐφιλήθησαν ὑπὸ ἀλλήλων καὶ οὐ διήχθρευσαν, ἐζήτησεν ὑπὸ τίνος ἐφιλήθησαν. διὸ προσέθηκε τὸν «ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει».

ἠδὲ φίληθεν ἐκ Διός: τοῦτο πρὸς τὴν κοινὴν ὑπόνοιαν καὶ δόξαν· θεοφιλεῖς γὰρ οἱ πολλοὶ τοὺς πλουσίους οἴονται.

ἐκ Διός, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσει:ἀθετεῖται. ἡ δὲ αἰτία προείρηται

καί σφιν θεσπέσιον πλοῦτον κατέχευε Κρονίων: ὅτι Πίνδαρος κυρίως δέδεκται χρυσὸν ὗσαι τὸν Δία, Ὁμήρου μεταφορᾷ κεχρημένου διὰ τοῦ κατέχευε πρὸς ἔμφασιν τοῦ πλούτου.

Νιρεὺς αὖ Σύμηθεν: ἐνταῦθα τρὶς ὀνομάσας— εἵπετο λαός.

ἄγε τρεῖς νῆας: χωρὶς τοῦ ν τὸ ἄγε. καὶ ὅλως ἐφʼ ὧν τὰ ἐπιφερόμενα σύμφωνά ἐστι, τὸ ἐκ τῆς προτέρας λέξεως σύμφωνον περιαιρετέον.

ὅτε δύο σύμφωνα ἡ συλλαβὴ ἐπάγεται, περιγραπτέον αὐτῇ τῆς προτέρας τὸ σύμφωνον.

Χαρόποιο: ὡς Μενάνδροιο· καὶ γὰρ ἀπὸ γενικῆς εὐθεῖά ἐστι παρειλημμένη ὡς τὸ «υἱὸς Τροιζήνοιο». καὶ εἰς ἰδιότητα ὀφείλει ἡ βαρεῖα τάσις παραλαμβάνεσθαι.

Νιρεὺς ὃς κάλλιστος—εἵπετο λαός: τρισὶ στίχοις παράκεινται διπλαῖ περιεστιγμέναι, ὅτι ἐκ τῶν τριῶν τοὺς δύο ἠθέτηκε Ζηνόδοτος, τὸν δὲ μέσον οὐδὲ ἔγραφεν, τοῦ Ὁμήρου φιλοτιμουμένου ἐν πᾶσι τὸν Ἀχιλλέα προτεροῦντα στῆσαι.

Νιρεύς, ὃς κάλλιστος—μετʼ ἀμύμονα Πηλείωνα: οὐδὲ ἓν πρὸς δόξαν κάλλος ἀγεννές· Ἀχιλλεὺς δὲ ἀμφοτέροις κεκόσμηται. φιλέλλην δὲ ὢν πάντας ἀξιομνήστους ποιεῖ καὶ πάντας ἐπαινεῖ, ὅπως πιστεύοιτο, καὶ ἵνα τοὺς ἐν ἀνδρείᾳ καὶ σώματι καὶ κάλλει διαφέροντας εἰδῶμεν Ἕλληνας.

ἀλλʼ ἀλαπαδνὸς ἔην: ἀπήλλαξεν ἡμᾶς τῆς ζητήσεως τῆς πολυπράγμονος τοῦτο ἐπαγαγών.

Κράπαθον: ὡς λάπαθον, οὕτως Κράπαθον· καὶ γὰρ ὁ τοιοῦτος χαρακτὴρ ὀφείλει βαρύνεσθαι ἐπὶ θηλυκῶν, λέγω δὲ ὁ εἰς θος λήγων ὑπὲρ δύο συλλαβάς, τῷ α παραληγόμενος, ἄμαθος «ψάμαθος».

καὶ Κῶν Εὐρυπύλοιο πόλιν: ταύτην ἑλὼν Ἡρακλῆς μίγνυται Χαλκιόπῃ τῇ Εὐρυπύλου καὶ ποιεῖ Θεσσαλόν, οὗ μέμνηται οὗτος

Καλύδνας: ὡς καλύβας ἀναγνωστέον.

νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον: ὅτι Ζηνόδοτος μετέγραφεν οὕτως «οἳ δʼ Ἄργος τʼ εἶχον τὸ Πελασγικόν, οὖθαρ ἀρούρης», τοῦ Ὁμήρου φιλοτέχνως ὥσπερ προοιμιαζομένου διὰ τὸ μεταβαίνειν ἀπὸ τῶν νήσων καὶ τῆς Πελοποννήσου ἐπὶ τὰ κατὰ Θεσσαλίαν, οὐκ ὄντα συναφῆ τοῖς προειρημένοις.

νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον: ἐπιστρέφει ἠθικῶς τὸν Κατάλογον ἐπὶ Ἀχιλλέα, δευτέραν ἀρχὴν Καταλόγου ποιούμενος. ἔστι δὲ ἡ Θεσσαλία πεδίον μέγα καὶ κοῖλον, πάντοθεν ὄρεσι καλυπτόμενον. τούτου πρῶτος ἦρχε Θεσσαλός, ἀφʼ οὗ καὶ ὠνομάσθη· οὗ ἔκγονος Αἵμων, ἐξ οὗ καὶ Αἵμονες· οὗ Πελασγός, Φθῖος, Ἀχαιός. ἄρχει δὲ Πελασγὸς ταύτης τῆς χώρας· Ἄργος δὲ ἀπὸ Ἀργείας τῆς αὐτοῦ μητρός, μετὰ δὲ θάνατον αὐτοῦ οἱ ἀδελφοὶ ἄρξαντες Φθίαν καὶ Ἀχαΐαν ὠνόμασαν. ᾤκει δὲ αὐτόθι καὶ Δευκαλίων ὁ τούτων κατά τινας ἔκγονος· οὗ Ἕλλην, ὃς Ἕλληνας αὐτοὺς ὠνόμασεν.

νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον—Ἀχιλλεύς: μακρόθεν ὑπακούεται τὸ «ἔσπετε» ἢ τὸ «ἐρέω»· καὶ τὰ τοιαῦτα τοῖς αἰτήμασιν ὑποπίπτει. στικτέον δὲ ἐπὶ τὸ ἔναιον, ἵνʼ ᾖ τὸ ἐπιφερόμενον οἵ τʼ Ἄλον τε καὶ Ἀλόπην ἐνέμοντο· τὸ γὰρ οἵ κατʼ ἐπανάληψιν περισσεύει. δύναται δὲ καὶ ὑποστίζεσθαι ἕκαστος στίχος ἕως τοῦ Ἀχαιοί κατὰ τέλος. ἡ δὲ συνήθεια συνάπτουσα τὰ τοιαῦτα τοῖς ἐπάνω οὐ κατορθοῖ· οὐ γὰρ μόνοι τὸ Πελασγικὸν Ἄργος κατοικοῦσιν οἱ ὑπʼ Ἀχιλλεῖ τεταγμένοι. τὸ δὲ τούς ἀντωνυμία ἐστί· διὸ περισπαστέον τὸ νῦν καὶ τὸ αὖ.

Τρηχῖνʼ ἐνέμοντο: Ἰακῶς τὸ ἐνέμοντο Ἀρίσταρχος.

Ἑλλάδα: οἱ μὲν πόλιν μίαν, οἱ δὲ πᾶσαν Φθιῶτιν· ὃ καὶ βέλτιον.

Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες: ὅτι μόνους τοὺς ὑπʼ Ἀχιλλεῖ τεταγμένους Ἕλληνας καλεῖ.

ἦν ἀρχὸς Ἀχιλλεύς: τοῦ πρακτικοῦ μόνου καὶ πολιτικοῦ ἡγεῖται, τὸ δὲ λοιπὸν ἐᾷ.

ἀλλʼ οἵ γʼ οὐ πολέμοιο: ὅτι Ζηνόδοτος ἀθετεῖ ἀπὸ τούτου ἕως τοῦ «τῆς ὅ γε κεῖτʼ ἀχέων» στίχους ἐννέα. ἀναγκαῖοι δέ εἰσιν· διʼ αὐτῶν γὰρ δηλοῦται ὅτι ἐφʼ ἑαυτῶν ἔμενον οἱ Μυρμιδόνες.

κούρης χωόμενος: ὅτι ἐλλείπει ἡ περί πρόθεσις.

τὴν ἐκ Λυρνησσοῦ: ὅτι Ζηνόδοτος γράφει «τὴν ἐν Λυρνησσῷ». οὐκ ἔλαβε δὲ αὐτὴν ἐν Λυρνησσῷ, ἀλλὰ πρότερον κατάξας τῷ Ἀγαμέμνονι ἐξαίρετον ἔλαβεν αὐτὴν γέρας.

κὰδ δὲ Μύνητʼ ἔβαλεν: ἀπὸ μετοχῆς μετῆλθεν εἰς ῥῆμα. ἀεὶ δὲ πρὸς Ἀχιλλέα προσπαθῶς ἔχει.

ἀνστήσεσθαι ἔμελλεν: ὅτι Ζηνόδοτος γράφει «ἀνατάσασθαι ἔμελλεν», διὰ τοῦ καταπροηγουμένως λόγου αἰολίζοντος, ἀλλʼ οὐχὶ σπανίως διʼ εὐφωνίαν. οὐδʼ οἱ Αἰολεῖς δὲ οὕτως λέγουσιν.

τάχα δʼ ἀνστήσεσθαι ἔμελλεν: ψυχαγωγεῖ ταῖς ἐλπίσι τοὺς ἀκροατάς. σὺν τῷ ν δὲ ἡ γραφή.

Φυλάκην: βαρυτονητέον τὸ Φυλάκην πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου.

Φυλάκην: εἷς τῶν Αἰολιδῶν ὁ Δηΐων, οὗ Φύλακος, ἀφʼ οὗ ἡ Φυλάκη, οὗ … Ποίας καὶ Ἴφικλος, οὗ Πρωτεσίλαος.

Δήμητρος τέμενος: ὅτι οὐ τὸν «Πύρασον» λέγει Δήμητρος τέμενος, ἀλλὰ πόλις ἐστὶ Δημήτρειον καλουμένη.

Δήμητρος τέμενος: τοῦτο καὶ τῶν ἐπάνω καὶ τῶν ἑξῆς χωριστέον· ἡ Δημήτρειον γὰρ πόλις καθʼ ἑαυτήν ἐστιν. ἀσυνδέτως δὲ ἐξενήνεκται ὡς καὶ ἐπάνω «Ἑρμιόνην Ἄσην τε», «Τροιζῆνα Ἠϊόνας τε»· ἡ γὰρ Ἑρμιόνη καὶ ἡ Τροιζὴν ἀσύνδετα. οἱ δὲ πρὸς τὰ ἐπάνω συνάπτουσιν, ἵνʼ ὁ Πύρασος λέγηται Δήμητρος τέμενος διʼ εὐκαρπίαν, κακῶς.

ἀγχίαλόν τʼ Ἀντρῶνα: ὅτι Ζηνόδοτος γράφει «ἀγχιάλην τʼ Ἀντρῶνα». καὶ εἰ θηλυκῶς δὲ λέγεται ἡ Ἀντρών, κοινόν ἐστι τὸ ὄνομα, ὁ ἀγχίαλος καὶ ἡ ἀγχίαλος. διάφοροι δὲ καὶ ἄριστοι ὄνοι—παρῆλθεν τὸ Ἀντρώνιος ὄνος.

ἔχεν κάτα: εἰ συντάσσεται τῷ ἔχεν, δῆλον ὅτι καὶ ἀναστρέφεται. πρόδηλον δὲ ὅτι συντάσσεται, ἐν οἷς φησιν ἐν ἄλλοις «τοὺς δʼ ἤδη κάτεχεν φυσίζοος αἶα».

ἀναστρεπτέον τὴν κατά πρὸς τὸ εἶχεν.

καὶ δόμος ἡμιτελής, τὸν δʼ ἔκτανε Δάρδανος ἀνήρ: ἤτοι ἄτεκνος ἢ—ἀλλὰ πρότερον ἐστράτευσεν.

Δάρδανος ἀνήρ: οἱ μὲν τὸν Αἰνείαν—τῶν Δαρδανίων λέγειν.

ἀποθρῴσκοντα: ἀφορμῶντα διὰ τὸ πρόθυμον.

πόθεόν γε μέν: καίτοι ἔχοντες τὸν κοσμήσαντα. τῇ δὲ ἐπαναλήψει οἰκτρότερον τὸ πάθος ἐποίησεν.

ἄρα: οὕτως αἱ Ἀριστάρχου «ἅμα», οὐ διὰ τοῦ ρ ἄρα.

Μηθώνην: ἐξέτεινε τὴν ε εἰς η. Μεθῶναι δὲ τρεῖς, ἡ ἐν Μακεδονίᾳ, ἡ ὑπὸ Φιλοκτήτην καὶ ἡ περὶ Τροιζῆνα.

Ὀλιζῶνα: προπερισπωμένως ὡς «Μεδεῶνα». Νικίας δὲ οὐκ εὖ ὡς περίζωμα.

τῶν δὲ Φιλοκτήτης ἦρχεν τόξων ἐῢ εἰδώς: ὅτι Ζηνόδοτος γράφει «τῶν αὖ ἡγεμόνευε Φιλοκτήτης ἀγὸς ἀνδρῶν». ὁ δὲ ποιητὴς προδιασυνίστησιν ἐν τῷ Καταλόγῳ τὴν ἑκάστου ἀρετήν.

ἐν νήσῳ: περὶ Τένεδον ἢ περὶ Ἴμβρον δηχθεὶς ὑπὸ ἐχίδνης εἰς Λῆμνον ἐξετέθη.

ἄλγεα: καὶ ἐπὶ τῶν ψυχικῶν ὀδυνῶν ἔλαβεν.

Λήμνῳ ἐν ἠγαθέῃ: ὅτι ἐν Λήμνῳ ἔμενε καταλελειμμένος ὁ Φιλοκτήτης. οἱ δὲ νεώτεροι ἐν νησιδίῳ ἐρήμῳ.

ἱστόρηται ὅτι Φιλοκτήτης—θεραπεύειν τοὺς ὀφιοδήκτους.

ἕλκεϊ μοχθίζοντα κακῷ ὀλοόφρονος ὕδρου: πρόσκειται τὸ κακῷ, ἵνα τὸ τοῦ ἥρωος καρτερικὸν δηλωθῇ. ὕδρου δὲ τοῦ χερσύδρου· οὗτος γὰρ τῷ σώματι σηπεδόνας παρέχει. λέγουσι δὲ κατέχειν αὐτοῦ τὴν σῆψιν προσραινόμενον θαλάσσης ὕδωρ.

ἔνθʼ ὅ γε κεῖτʼ ἀχέων· τάχα δὲ μνήσεσθαι ἔμελλον:ὅτι Ζηνόδοτος τοῦτον καὶ τὸν ἑξῆς ἠθέτηκεν. ἀναγκαῖον δέ ἐστι γνῶναι ὅτι ὕστερον ἀνεκομίσθη ἐκ Λήμνου ὁ Φιλοκτήτης.

μνήσεσθαι: φροντίσαι καὶ μνείαν ποιήσασθαι. καλῶς δὲ προστέθειται· οὐδαμοῦ γὰρ ἔδειξε τῆς ποιήσεως, πότε αὐτὸν μετεπέμψαντο.

τάχα δὲ μνήσεσθαι ἔμελλον: ταχέως δὲ οἱ Ἕλληνες —ἐν τῇ τελευτῇ αὐτοῦ τοῦτο ἐποίησεν ὁ Φιλοκτήτης.

ἀλλὰ Μέδων κόσμησεν: ὅτι Ζηνόδοτος γράφει «τοὺς δὲ Μέδων κόσμησεν», ἵνα συνδήσῃ τὴν φράσιν, ἠθετηκὼς τοὺς προειρημένους στίχους

Οἰχαλίην: ὅτι οὐ τῆς Εὐβοίας ἡ Οἰχαλία καθʼ Ὅμηρον, ὡς παρὰ τοῖς νεωτέροις, ἀλλὰ τῆς Θεσσαλίας.

Ἀσκληπιοῦ: οὕτως ἐκτατέον διὰ τὸ μέτρον τὸ Ἀσκληπιοῦ.

ἰητῆρʼ ἀγαθώ: ἔθος ἦν τοῖς πάλαι βασιλεῦσι μανθάνειν τι τῶν χρησίμων· ὃ καὶ οὗτοι ποιοῦσι καλῶς, ἵνα καὶ τοῖς ἰδίοις καὶ τοῖς ἑτέρων νοσήμασι μάχοιντο.

τοῖς δέ: οὕτως κατὰ δοτικὴν πτῶσιν τοῖς δέ Ἀρίσταρχος, ὡς πρόκειται

Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα: Ἀστέριον, ὅτι ἐφʼ ὑψηλοῦ ἐστι τόπου· διὰ δὲ τὸ διαφανὲς οὕτως κέκληκε. Τιτάνοιο δὲ διὰ τὸ λευκόν· τίτανος γὰρ ἡ κονία καλεῖται, καὶ διὰ τὸ τιτάνῳ κεχρῖσθαι τὰς οἰκίας.

Ἀστέριον: διαφανὴς καὶ ἐφʼ ὕψους κειμένη πόλις.

Ὄρθην: ὡς «Σπάρτην». Ἠλώνην τε ὡς «κορώνην». ταύτην δὲ Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρου.

Ὄρθην: οὕτως ὡς «Σπάρτην», ἵνʼ ᾖ ἴδιον.

Ὀλοοσσόνα: οὕτως παροξυτόνως φησὶν ἐν τῇ Καθόλου

λευκήν: οὕτως ὀξυτόνως· ἐπιθετικῶς γὰρ τέτακται.

Ὄρθην Ἠλώνην τε πόλιν τʼ Ὀλοοσσόνα λευκήν:Ὄρθην ὡς ἅρπην, Ἠλώνην δὲ ὡς κορώνην. ταύτην Ἡρακλῆς κτίζει ἐπὶ τῷ θανάτῳ Κενταύρων. λευκήν δὲ ὀξυτόνως· τῆς γὰρ Ὀλοοσσόνος ἐστὶν ἐπίθετον.

μενεπτόλεμος Πολυποίτης: ὁ Πολυποίτης ἦν— ὑβρίσαι ἐπεχείρησαν.

τὸν ἀθάνατος τέκετο Ζεύς: ὅτι Ζηνόδοτος γράφει «τὸν ἀθάνατον τέκετο Ζεύς»· ὅπερ ψεῦδος.

κλυτὸς Ἱπποδάμεια: ὅτι ἀντὶ τοῦ κλυτή κλυτός εἶπεν.

Αἰθίκεσσι: Δημοκρίνης ἀγνοήσας «Αἰθιόπεσσιν» ἔγραφεν, κακῶς.

οὐκ οἶος, ἅμα τῷ γε: ὅτι διὰ μέσου τὰ περὶ τοὺς Κενταύρους παριστόρηται. τὸ δὲ ἑξῆς ἐστι τοῦ λόγου, «τῶν αὖθʼ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης» οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος.

τῷ δʼ Ἐνιῆνες ἕποντο—Περαιβοί: ἤδη εἰς βαρβάρους ἥκων ἐθνικῶς καὶ οὐκ ἀπὸ πόλεως αὐτοὺς ὀνομάζει.

οἳ περὶ Δωδώνην: χωρίον ἐν Ὑπερβορέοις—τοῦ Δωδωναίου Διός.

ἔργʼ ἐνέμοντο: Ἰακῶς τὸ «νέμοντο» Ἀρίσταρχος.

ὅρκου γὰρ—ἀπορρώξ: εἰς αὐτὸν γὰρ ὀμνύουσιν οἱ ἐπιχώριοι.

ἀπορρώξ: Ἀρίσταρχος ὀξυτόνως ὡς θυλακοτρώξ. καὶ ἡ σύνθεσις δὲ τοῦτο ἀπαιτεῖ, ὅ τι ἂν σημαίνῃ, εἴτε πάθος εἴτε ἐνέργειαν.

ὀξυτόνως ἀπορρώξ ἡ ἀπορροή, βαρυτόνως δὲ τὸ ἀπόρρυμα.

Μαγνήτων δʼ ἦρχε Πρόθοος, Τενθρηδόνος υἱός:Μάγνης εἷς τῶν Αἰολιδῶν ὑπὸ τὸ Πήλιον κτίσας πόλιν ἀπὸ τῆς γυναικὸς Μελίβοιαν ἐκάλεσεν, ὕστερον δὲ τὴν πᾶσαν χώραν Μαγνησίαν· οὗ Ἀλέκτωρ … οὗ Τενθρηδών, οὗ Πρόθοος.

ἦρχε: χωρὶς τοῦ ν τὸ ἦρχε διὰ τὸ ἐπιφέρεσθαι δύο σύμφωνα.

οὗτοι: διὰ τοῦ οὗτοι συνεκεφαλαιώσατο τὸν Κατάλογον, τῶν μὲν εἰρημένων μνήμην, τῶν δὲ ῥηθησομένων ἔφεσιν ἐργαζόμενος. ἀφορισμὸν δὲ τοῦτο καλοῦσιν οἱ ῥήτορες.

σύ μοι ἔννεπε, Μοῦσα, —ἐΐσας: ἐπὶ μὲν Τρώων οὐκ ἀξιοῖ Μοῦσαν καλεῖν· ἢ ὅτι οὗτοι μὲν ἐφάμιλλοι, Ἕκτωρ δὲ μόνος ἄριστος. παρὰ Μούσης δὲ τὴν ψῆφον ἐξάγει, ὅπως μὴ λυπεῖν ἢ χαρίζεσθαι δοκῇ. Εὐμήλου δὲ ἵππους προκρίνει ὡς Θεσσαλικάς. καὶ εἰ προὔχουσι δὲ αἱ Ἀχιλλέως ὡς ἐκ θεῶν, ἀλλʼ οὖν γε καὶ αὐταὶ Θεσσαλὸν ἡνίοχον ἔχουσιν. σπέρματα δὲ προκαταβάλλει τῇ ἱπποδρομίᾳ καὶ τῇ ἀριστείᾳ τούτων τῶν ἵππων.

ἵπποι μὲν μέγʼ ἄριστοι ἔσαν Φηρητιάδαο: ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

ποδώκεας: τινὲς ὡς εὐσεβέας· καὶ οὕτως αἱρεῖ ὁ λόγος, εἴ γε καὶ τὸ ποδώκης ὀφείλει ὀξύνεσθαι, καθὸ τὰ εἰς υς ὀξύτονα, φυλάσσοντα ἐν τῇ συνθέσει τὴν κατάληξιν, ἀναδίδωσι τὸν τόνον, δριμύς ἄδριμυς, οὐχ οὕτως δὲ ἔχοντα, ἀλλὰ τρέποντα τὸ τέλος ἵσταται ἐπὶ τῆς ὀξείας, ἡδύς ἀηδής, βαρύς ἀβαρής, ἠΰς ἐνηής. οὕτως οὖν ὤφειλε καὶ τὸ ποδώκης ὀξυτονεῖσθαι, γενόμενον ἀπὸ τοῦ ὠκύς. ἀλλά φασιν εἰς ἰδιότητα τοῦ Ἀχιλλέως βεβαρυτονῆσθαι τὸ ποδώκης· παρὰ γοῦν τῷ Ἡσιόδῳ ἀνεγνώκασι· «ποδωκὴς δῖʼ Ἀταλάντη» τί οὖν ἐπὶ τοῦ Δόλωνος; κατὰ βαρεῖαν τάσιν ἀνεγνώκασιν καὶ ἐπὶ τούτου· «ὃς δή τοι εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης».

ὄτριχας οἰέτεας, σταφύλῃ ἐπὶ νῶτον ἐΐσας: συντόμως πᾶσαν ἵππων ἀρετὴν καὶ ὁμοιότητα περιέλαβεν· διαφέρουσι γὰρ ἀλλήλων ἵπποι ἡλικίᾳ, χρόᾳ, μεγέθει, γένει, δυνάμει. τοῦτο δὲ ἔθος τῷ ποιητῇ πολλάκις ἐν μονοστίχῳ πᾶσαν ἀρετὴν ἐμφαίνειν, ὡς τὸ «καλή τε μεγάλη τε καὶ ἀγλαὰ ἔργʼ εἰδυῖα» καὶ τὸ «οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἄρʼ φρένας οὔτε τι ἔργα».

οἰέτεας: ὡς Διομήδεας. ἔστι δὲ καὶ ἐπὶ τούτου τοῦ σχηματισμοῦ παράλογος ὁ τόνος· τὰ γὰρ παρὰ τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, συντιθέμενα, εἰς ης λήγοντα ἐπιθετικά, μὴ ἔχοντα τὸ η πρὸ τέλους, πάντα ὀξύνεται, εὐγενής ἀκλεής εὐειδής· οὕτως δὲ καὶ εὐτειχής. ἐχρῆν μὲν οὖν καὶ τὰ παρὰ τὸ ἔτος τὸ αὐτὸ ἀναδέχεσθαι· νυνὶ δὲ κατὰ βαρεῖαν τάσιν ἀναγινώσκουσιν, ἀλλʼ οὐδὲ τοῦτο πάλιν καθολικῶς σώζοντες· «ἑξετέα» γὰρ «ἀδμήτην» ἀναγινώσκουσιν ὡς εὐσεβέα.

οἰέτεας: οἰέτης ὡς εὐνέτης γαμέτης· συνεξηκολούθησε γὰρ αὐτοῖς καὶ τοῦτο. τὸ δὲ εὑρετής μόνον σεσημείωται.

σταφύλῃ: οὕτως σταφύλῃ ὡς κοτύλῃ. ἔστι δέ, ἄμφω ἴσας τὸν νῶτον ὡς σταφύλῃ μετρεῖσθαι, ὅ ἐστι λαοξικῷ διαβήτῃ, ὃς ἅμα πλάτος καὶ ὕψος μετρεῖ, ὁ δὲ διαβήτης μόνον πλάτος.

σταφύλῃ: διαβήτῃ.

φόβον Ἄρηος φορεούσας: ὅτι τὴν ἐν πολέμῳ φυγὴν φόβον Ἄρεως εἴρηκεν· ἀρετὴ γὰρ ἵππων οὐ μόνον διώκειν, ἀλλὰ καὶ ὅτε δέοι ἀταράχως φεύγειν, «διωκέμεν ἠδὲ φέβεσθαι».

φόβον Ἄρηος φορεούσας: τὸ δόρυ, ἢ τὸν ἐκ σιδήρου καυτῆρα. οἱ δὲ μὴ φοβουμένας, ὡς λύπην φέρειν τὸ μὴ λυπεῖσθαι. οἱ δὲ ἀπτοήτως φευγούσας. ἄμεινον δὲ ὡς τὸ «ἐπιστάμενοι πεδίοιο». ἐπειδὴ δὲ ἱκανὸν πρὸς νίκην τὸ ἱππικόν, καὶ θηλείας ἤγαγον, τοῦτο μὲν ἀφθονίας τοῦ γένους χάριν, ὅπως τε οἱ ἄρσενες ῥυθμίζοιντο μὴ ἐξοιστροῦσθαι — ἔστι γὰρ μάλιστα αἰσθόμενον ἵππος —, διά τε τὸ μὴ χρεμετίζειν ἐν τοῖς λόχοις.

φέρτατος: οὕτως φέρτατος, οὐ «φέρτερος» αἱ Ἀριστάρχου.

δίσκοισιν τέρποντο: διδάσκει τοὺς εἰωθότας κινεῖσθαι μὴ ἀγυμναστεῖν. Λυκοῦργός τε γυμνοπαιδίας ὥρισεν, ὅπως μέμνοιντο καὶ παρὰ καιρὸν τῶν πόνων.

ἐλεόθρεπτόν τε σέλινον: ἄλλο τοῦτο τὸ ἕλειον σέλινον παρὰ τὸ πετροσέλινον, στραγγουριῶσι δὲ συμβάλλεται· στραγγουρία γὰρ ἀεὶ πολεμεῖ τοὺς ἀργοῦντας τῶν ἵππων. ἠτυμολόγηκεν δὲ διὰ τοῦ ἐλεόθρεπτον τὸ σέλινον, τὸ ἐξ ἕλους σευόμενον· ἐν τοῖς ἕλεσι γὰρ τοῦτο ὡς ἐπὶ τὸ πλεῖστον.

ἕστασαν: δασυντέον τὸ ἕστασαν· ὑπερσυντέλικος γάρ ἐστι συγκεκομμένος, ὁ δὲ παρακείμενος δασὺ ἔχει τὸ ε καὶ ὁ ὑπερσυντέλικος· οἱ δὲ ἀόριστοι ψιλόν, ἐπεὶ καὶ κατὰ ἀποβολὴν τοῦ ε λέγονται· «στὰν δὲ μεταστοιχεί», καὶ ὁ πρότερος «στῆσαν ἀείραντες». οὐκέτι δὲ ὁ ἕστασαν στάσαν.

φοίτων ἔνθα καὶ ἔνθα κατὰ στρατόν: τῇ γὰρ ἐπιθυμίᾳ τοῦ πολεμεῖν περιῄεσαν τὴν παράταξιν θεώμενοι.

ὡσεί τε πυρὶ χθὼν πᾶσα νέμοιτο: θείᾳ δυνάμει τὴν ἰσχὺν τῆς πορείας αὐτῶν παρέβαλε, καὶ διὰ μὲν τοῦ πυρὸς τὴν ἔκλαμψιν, διὰ δὲ τοῦ πᾶσα τὸ ταχὺ τῆς ἐπιδρομῆς ἐδήλωσεν.

γαῖα δʼ ὑπεστενάχιζε—ὣς ἄρα τῶν ὑπὸ ποσσὶ μέγα στεναχίζετο γαῖα: ἐνταῦθα ἡ ἀνταπόδοσις καὶ προλέγεται καὶ ἐπιλέγεται.

εἰν Ἀρίμοις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς:φασὶ τὴν Γῆν ἀγανακτοῦσαν ἐπὶ τῷ φόνῳ τῶν Γιγάντων διαβαλεῖν Δία τῇ Ἥρᾳ. τὴν δὲ πρὸς Κρόνον ἀπελθοῦσαν ἐξειπεῖν. τὸν δὲ δοῦναι αὐτῇ δύο ᾠά, τῷ ἰδίῳ χρίσαντα θορῷ καὶ κελεύσαντα κατὰ γῆς ἀποθέσθαι, ἀφʼ ὧν ἀναδοθήσεται δαίμων ὁ ἀποστήσων Δία τῆς ἀρχῆς. ἡ δέ, ὡς εἶχεν ὀργῆς, ἔθετο αὐτὰ ὑπὸ τὸ Ἄριμον τῆς Κιλικίας. ἀναδοθέντος δὲ τοῦ Τυφῶνος Ἥρα διαλλαγεῖσα Διῒ τὸ πᾶν ἐκφαίνει. ὁ δὲ κεραυνώσας Αἴτνην τὸ ὄρος ὠνόμασεν. καλῶς δὲ καὶ τὸ φασίν, ἵνα μὴ προσκρούοιμεν ὡς Ὁμηρικῷ ὄντι τῷ στίχῳ. εὐφήμως δὲ τὸν τάφον εὐνὰς ἐκάλεσεν.

Τυφωέος: οὕτως Τυφωέος ὡς Ἀχιλλέως· καὶ γὰρ «Τυφωέϊ γαῖαν ἱμάσσῃ», ἀπʼ εὐθείας τῆς Τυφωεύς. συνήθης δὲ αὐτῷ ὁ τοιοῦτος τύπος παρώνυμος.

ἀλεγεινῇ: φροντίδος ἀξίᾳ. ἤδη δὲ τὸ δειλὸν τῶν Τρώων προανακρούεται ὁ ποιητής.

ἐπὶ Πριάμοιο θύρῃσιν: πρὸ γὰρ τῶν βασιλείων ἦν τὸ ἐκκλησιαστήριον. ἡ δὲ βουλὴ ἴσως περὶ πολέμου, ἀκούσασι τὴν μῆνιν Ἀχιλλέως. Πρίαμος μὲν οὖν διὰ γῆρας ἔσω διῴκει τὰ τοῦ πολέμου, ὁ δὲ Ἕκτωρ διὰ θράσος ἔξω αὐτὰ ἔπραττεν.

πάντες ὁμηγερέες: παρὰ δὲ τοῖς Ἕλλησιν οἱ δυνατοὶ καὶ ἄριστοι. ἔστι δὲ ἀπὸ τοῦ ὁμηγερεῖς.

εἴσατο δὲ φθογγήν: ἀπὸ τούτου ἕως τοῦ «τῷ μιν ἐεισαμένη» ἀθετοῦνται στίχοι πέντε· εἰ γὰρ ἕνεκα τοῦ προαπαγγεῖλαι ὅτι παραγίνονται οἱ Ἕλληνες, ἤρκει ὁ Πολίτης, εἴπερ ὅλως ἐπετήρει. εἰ δὲ ἕνεκα τοῦ προτρέψασθαι μὴ τολμῶντας προελθεῖν, ἔδει αὐτοπρόσωπον παρεῖναι. ἔθος τέ ἐστι τοῖς μεταμορφουμένοις θεοῖς κατὰ τὴν ἄφοδον ἀπολιπεῖν τεκμήριον εἰς ἐπίγνωσιν. οἵ τε λόγοι οὐχ οὕτως εἰσὶν ἐσχηματισμένοι τοῦ Πολίτου ὡς πρὸς πατέρα, ἀλλʼ εἰσὶν ἐπιτεταμένοι καὶ ἐπιπληκτικοί. καὶ τὸ «Ἕκτορ, σοὶ δὲ μάλιστʼ ἐπιτέλλομαι» Πολίτῃ ἀνοίκειον. μᾶλλον δὲ Ἴριδι ἁρμόζει ἐπιτάσσειν.

ποδωκείῃσι πεποιθώς: κωμῳδῶν τοῦτό φησιν, ἢ πρὸς τὸ προλαμβάνειν τὴν ἔφοδον τῶν πολεμίων.

προσέφη: γράφεται «μετέφη».

ὦ γέρον, αἰεί τοι μῦθοι φίλοι ἄκριτοί εἰσιν:διὰ ταύτης τῆς ἐπιπλήξεως ἐμφαίνει ὅτι οὐ Πολίτης ἐστίν. ἄκριτοι δὲ οἱ ἀναρίθμητοι.

ἦ μὲν δή: οὕτως αἱ Ἀριστάρχου «ἤδη μέν». καὶ ἐν τοῖς Πρὸς Κομανὸν ὁμοίως προφέρεται. καὶ μήποτε παραπλήσιόν ἐστι τῷ «ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν».

ἦ: τὸν ἦ περισπαστέον· ἔστι γὰρ βεβαιωτικός.

προτὶ ἄστυ: οὕτως προτὶ ἄστυ, οὐ «περὶ ἄστυ», ἵνα ὦσιν ἐρχόμενοι πρὸς τὴν πόλιν. ὁμοίως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης γράφουσιν.

μαχησόμενοι περὶ ἄστυ: τοῦτο ἀράσσουσα αὐτούς φησιν, ὅπως ὡς περὶ πόλεως ἀμύνοιντο.

ὧδε δὲ ῥέξαι: ὅτι περισσεύει ὁ δέ σύνδεσμος.

τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω: ἀπʼ ἄλλης ἀρχῆς· ἀσύνδετος γὰρ ὁ λόγος. τὸ δὲ ἑξῆς τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω· «πολλοὶ γὰρ κατὰ ἄστυ μέγα», τὴν αἰτίαν προλαβόντος τοῦ ποιητοῦ.

τοῖσιν ἕκαστος ἀνὴρ σημαινέτω, οἷσί περ ἄρχει: τοῦτο πρῶτον, εἶτα «πολλοὶ γὰρ» Β, τὴν αἰτίαν προθέντος τοῦ ποιητοῦ, ὡς τὸ «ἔνδον γάρ τις ἐποιχομένη». ἀρχαϊκὸν δὲ τὸ κατὰ δοτικῆς τίθεσθαι τὸ ἄρχει. ἔδειξεν οὖν ὅτι θεοῦ κοινὸν καὶ ἀνθρώπου ἀρετή, καὶ μᾶλλον τοῦτο ἐν πολέμῳ ἀδιάφορον.

ἠγνοίησεν: ὅτι τοῦτό ἐστι τὸ πλανῆσαν τὸν τὰ ἐπάνω διασκευάσαντα. οὐ κεῖται δὲ συνήθως ἡμῖν τὸ ἠγνοίησεν, ἀλλʼ ἀντὶ τοῦ οὐκ ἀπίθησεν.

δʼ ἔλυσʼ: τινὲς ἀπὸ τοῦ λ τὴν ἀρχὴν ποιοῦνται καὶ προπερισπῶσιν, ἵνα ποιητικώτερον γένηται. ἔφαμεν δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητῇ ἀδιαφόρως ὁρᾶσθαι· «ἂν δʼ ἄρʼ ἔβη Πρίαμος», «αὐτὰρ ὁ βῆ ῥʼ ἰέναι»· «οὐδʼ ἔλαθʼ Ἀτρέος υἱόν», «ἐμὲ δʼ οὐ λάθεν».

πᾶσαι δʼ ὠΐγνυντο πύλαι: ὅτι ἔμφασιν ἔχει πολλῶν πυλῶν, μία δέ ἐστι, καὶ ἔστι τὸ πᾶσαι ἀντὶ τοῦ ὅλαι.

αἰπεῖα: οὕτως αἰπεῖα ὡς «ὀξεῖα».

τὴν ἤτοι ἄνδρες Βατίειαν κικλήσκουσιν, ἀθάνατοι δὲ—Μυρίνης: τὴν μὲν δημωδεστέραν ἀνθρώποις, τὴν δὲ ἀληθῆ θεοῖς προσάπτει. ἢ ὡς μουσοτραφὴς οἶδε τὴν τῶν θεῶν διάλεκτον. Βατίεια δὲ παρὰ τὸ βαίνεσθαι ἐν τοῖς πολέμοις.

Βατίειαν: οὕτως προπαροξυτόνως Βατίειαν ὡς Ἀλεξάνδρειαν.

πολυσκάρθμοιο: πολυκινήτου—Μυρίνα δὲ Ἀμαζόνος ὄνομα.

κορυθαίολος: ποικίλος καὶ παρηλλαγμένος περὶ τὸν ὁπλισμόν, ἢ τὴν κόρυν κινῶν. διʼ ἐθνῶν δέ, οὐ πόλεων ὀνομάζει τοὺς βαρβάρους.

κορυθαίολος: ὁ αἰόλλων τὴν—ἐν τοῖς πολέμοις.

Δαρδανίων αὖτʼ ἦρχεν ἐῢς πάϊς Ἀγχίσαο: ὅτι τῶν Δαρδάνων ἦρχεν Αἰνείας καὶ αὐτὸς ὢν Δάρδανος. πρὸς τὸ «τὸν δʼ ἔκτανε Δάρδανος ἀνήρ».

ὑπʼ Ἀγχίσῃ: ὅτι περιττεύει ἡ ὑπό.

δύω Ἀντήνορος υἷε: ἴσως ὑποπτεύων Αἰνείαν ὁ βασιλεὺς τούτους αὐτῷ φύλακας ἔταξεν.

ὑπαὶ πόδα: οὕτως ὑπαί ὡς καταί καὶ παραί· αἱ γὰρ προθέσεις ἐπαυξανόμεναι διὰ τοῦ ι φυλάσσουσι τὸν αὐτὸν τόνον.

ὑπαὶ πόδα: ἔμπροσθεν τοῦ ποδός, ἣν ἡμεῖς ὑπώρειαν καλοῦμεν.

μέλαν: τοῦτο κοινὸν ὑδάτων ἐπίθετον, ὡς «κυανώπιδος Ἀμφιτρίτης». καὶ Καλλίμαχος· «Αἴσηπον ἔχεις, ἑλικώτατον ὕδωρ».

Τρῶες, τῶν αὖτʼ ἦρχε Λυκάονος ἀγλαὸς υἱόςΠάνδαρος: Πάνδαρος οὗτος ὁ Λυκάονος ἡγεῖτο τῶν ἐκ Ζελείας, ὧν τὴν μὲν χώραν καλεῖ Λυκίαν τοὺς δὲ οἰκήτορας Τρῶας.

Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν: ὅτι οὐ τὸ τόξον λέγει, ἀλλὰ τὴν τοξικὴν ἐμπειρίαν· τὸ γοῦν τόξον αὐτῷ ὁ κεραοξόος κατασκευάζει

Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν: τὴν τοξείαν μετωνυμικῶς. προσυνίστησι δὲ αὐτὸν κατὰ Μενελάου τὰς δὲ εἰς ἄκρον εὐεξίας θεοῖς ἀνατίθησιν ὁ ποιητής.

Ἀπαισοῦ: οὕτως Ἀπαισοῦ ὡς ἀγανοῦ. καὶ ἴσως ἀκολούθως τῷ «ὅς ῥʼ ἐνὶ Παισῷ».

Πιτύειαν: διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ πιτύων.

Ἄμφιος λινοθώρηξ: ὅτι καὶ ἕτερος Ἄμφιος Περκώσιος, Ἐλάτου υἱός

λινοθώρηξ: σφενδονήτης ἢ τοξότης.

Περκωσίου, ὃς περὶ πάντων: ἐν Περκώτῃ τραφέντος. τὸ δὲ περὶ πάντων οὐ δεῖ ἀναστρέφειν.

ὃς περὶ πάντων: οὕτως φυλακτέον τὸν τόνον τῆς προθέσεως· εἴτε γὰρ πρόθεσίς ἐστιν ἀντὶ προθέσεως παρειλημμένη, ἀντὶ τοῦ ὑπὲρ πάντων, φυλάσσεται ὁ τόνος, καθότι πᾶσα πρόθεσις ἀντὶ ἑτέρας προθέσεως λαμβανομένη φυλάσσει τὸν αὐτὸν τόνον· εἴτε ἀντὶ τοῦ περισσός, φυλάσσει τὸν τόνον, ὡς τὸ «ὃς περὶ μὲν νόον ἐστὶ βροτῶν, περὶ δʼ ἱρὰ θεοῖσιν»· «οὗ περὶ μὲν πρόφρων κραδίη». καὶ τὸ αἴτιον ἐν ἑτέροις εἴπομεν, ὡς ὅτι πρὸς αὐτοὺς τοὺς τόνους τῶν ἐπιρρημάτων καὶ αὐταὶ ὀρθοτονοῦνται.

ἔασκε: οὕτως τὸ α τοῦ ἔασκε κατὰ συστολήν. οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκ παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν· «ὧδε δέ τις εἴπεσκε», «τὴν αὐτὸς φορέεσκε».

διὰ βραχέος α· τὰ γὰρ διὰ τοῦ ς καὶ κ παράγωγα Ἰακὰ βραχείᾳ παραλήγεται.

πόλεμον φθισήνορα: «Ἄρης γὰρ οὐδένα τῶν κακῶν ληΐζεται»

κῆρες γὰρ ἄγον: οὐδὲν ἄρα μαντικὴ μοίρας ἀντιτασσομένης.

Πράκτιον: ὅτι ἔνιοι ποταμὸν λέγουσι τὸν Πράκτιον.

Πράκτιον: τινὲς ἐκτείνουσι τὴν πρώτην τοῦ Πράκτιον.

καὶ Σηστόν: Σηστὸς ἐναντίον Ἀβύδου ἐν τῇ Θρακῴῳ Χερσονήσῳ.

καὶ Σηστὸν καὶ Ἄβυδον: πόλεις περὶ—Τρῳάδα πορθμός. εἴρηται δὲ Ἑλλήσποντος ἀπὸ τοῦ ἐκεῖσε ποντισθῆναι Ἕλλην τὴν Φρίξου μὲν ἀδελφὴν Ἀθάμαντος δὲ θυγατέρα.

τῶν αὖθʼ Ὑρτακίδης ἦρχʼ Ἄσιος, ὄρχαμος ἀνδρῶν, Ἄσιος Ὑρτακίδης: ὅτι ὁ Ἄσιος οὗτος ὁμώνυμός ἐστι τῷ Ἑκάβης ἀδελφῷ ἐσημειοῦτο δὲ ὁ Ἀρίσταρχος τὰς ὁμωνυμίας πρὸς τὰ περὶ Πυλαιμένους. καὶ πρὸς τὴν ἐπανάληψιν, ὅτι πλεονάζει ἐν Ἰλιάδι.

Ἄσιος Ὑρτακίδης: τῇ ἐπαναλήψει ἐσημειώσατο τὸν ἥρωα ὡς λέξων περὶ αὐτοῦ. καὶ ὅτι διὰ τοὺς ἵππους ὀλεῖται

ποταμοῦ ἀπὸ Σελλήεντος: ὅτι Σελλήεις ποταμός ἐστιν Ἀσίας, ὁμώνυμος τῷ Θεσπρωτίας.

ποταμοῦ ἀπὸ Σελλήεντος: Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ἀναστρέφει, πρὸς τὰ προσηγορικώτερα ποιούμενος τὰς συντάξεις· ὁμοίως καὶ Νικίας. οὐκέτι μέντοι ἐπὶ τοῦ «Ξάνθῳ ἐπὶ δινήεντι», «μάχῃ ἐνὶ κυδιανείρῃ»· ἐπεφέρετο γὰρ τὰ προσηγορικώτερα. ὁ μέντοι Ἀρίσταρχος τοῖς κυριωτέροις συνέταττε τὰς προθέσεις· διὸ ἀναστρέφων ἀνεγίνωσκε «Ξάνθου ἄπο δινήεντος», φυλάσσων δὲ τὸν τόνον ἐπὶ τοῦ ποταμοῦ ἀπὸ Σελλήεντος. εἶτα πολλὰ εἰπὼν ὁ Ἡρωδιανός φησιν ὅτι «ἐμοὶ μέντοι δοκεῖ τὸ τοιοῦτον ὅλον εἶδος ἀναγινώσκειν κατὰ ἀναστροφήν· εἰ γὰρ δύο ὀνόματά ἐστι καθʼ ἑνὸς ὑποκειμένου λαμβανόμενα καὶ σχεδὸν ἕν ἐστι τὸ ὅλον καὶ θέλει ἡ πρόθεσις προηγεῖσθαι, μέση δὲ παρείληπται καθʼ ὑποταγήν, ὡς ὑποτεταγμένη ἀναστραφήσεται.»

ἀναστρεπτέον τὴν πρόθεσιν.

τῶν οἳ Λάρισαν: ταύτην οἱ ἀπὸ τῶν Αἰολίδων μεταναστάντες ἔκτισαν· διὸ καὶ «δίους» τοὺς Πελασγούς φησιν ὡς ἄνωθεν Ἕλληνας ὄντας. καὶ μετὰ τὸν κατακλυσμὸν σῶσαι τὰ στοιχεῖα μόνους Ἑλλήνων φασίν.

Πύλαιος: τοῦ Πύλαιος τὴν πρώτην ὀξυτονητέον πρὸς ἀντιδιαστολὴν τοῦ τοπικοῦ· καὶ τὸν Ἑρμῆν τὸν Πυλαῖον.

αὐτὰρ Θρήϊκας ἦγʼ Ἀκάμας καὶ Πείροος ἥρως:καὶ πῶς Ἰφιδάμαντα καὶ Ῥῆσόν φησιν ἄρχειν τῶν Θρᾳκῶν; ἀλλὰ προστέθεικεν «ὅσσους Ἑλλήσποντος»· τῶν γὰρ Ἑλλησποντίων ἤτοι τῶν περὶ Μαρώνειαν ἦρχεν Ἀκάμας, ἑτέρων δὲ Ἰφιδάμας, ὃς ἦλθε «σὺν δυοκαίδεκα νηυσίν», ἄλλων δὲ Ῥῆσος, ἤτοι τῶν περὶ Λυδίαν.

Τροιζήνοιο: οὕτως Τροιζήνοιο ὡς «Εὐμήλοιο»· ἀπὸ γὰρ γενικῆς τῆς Τροιζῆνος ἐγένετο εὐθεῖα ἔθει ποιητικῷ.

Παίονας ἀγκυλοτόξους: οὗτοι τοξόται, οἱ δὲ ὑπὸ Ἀστεροπαῖον δολιχέγχεες εἰκὸς δὲ τὸν Ἀστεροπαῖον χρονίζοντος τοῦ πολέμου ὕστερον ἐλθεῖν, ὡς καὶ Ἰφιδάμαντα καὶ Ῥῆσον

Παφλαγόνων: ἀπὸ τῶν Εὐρωπαίων ἐπὶ τοὺς Ἀσιανοὺς ἔρχεται.

Πυλαιμένεος: ὅτι οὗτός ἐστι Πυλαιμένης, περὶ οὗ πολλοὶ τῶν ἀρχαίων ἐζητήκασιν.

λάσιον κῆρ: μεταληπτικῶς τὸ συνετόν.

ἐξ Ἐνετῶν: ὅτι Ζηνόδοτος γράφει «ἐξ Ἐνετῆς».

ἐξ Ἐνετῶν ὅθεν ἡμιόνων γένος ἀγροτεράων:παρὰ Ἐνετοῖς πρῶτον ἡ ὄνων καὶ ἵππων μίξις. ἀγροτεράων δὲ τῶν μάλιστα ἐν ἀγροῖς ἐπιτηδείων. τὸ δὲ Ἐνετῶν ὡς Θεσσαλῶν.

ἀμφί τε Παρθένιον ποταμόν: ὅτι ἡ παρθένος Ἄρτεμις ἀπολούεται ἐν αὐτῷ.

ἀμφί τε Παρθένιον ποταμόν: τοῦτον ἔνιοι—ἐν αὐτῷ ἐλούσατο.

Ἐρυθίνους: ὡς Ἀκραγαντίνους. παραδηλοῖ δὲ τὴν ἣν ἔχουσι τόπου θέσιν.

Ἁλιζώνων: οὗτοι γὰρ οἰκοῦσι γῆν ὑπὸ θαλάσσης ἐζωσμένην.

Ὀδίος καὶ Ἐπίστροφος: ὅτι καὶ ἕτερός ἐστιν Ὀδίος ὁμώνυμος, καὶ παρὰ τοῖς Ἕλλησιν Ἐπίστροφος. Ἀλίζωνες δὲ ἔθνος—οἱ δὲ ἔθνος Αἰακῶν.

Χρόμις: ὅτι νῦν μὲν Χρόμιν, ἐν ἄλλοις δὲ λέγει Χρομίον τὸν αὐτόν.

ἀλλʼ ἐδάμη ὑπὸ χερσὶ—καὶ ἄλλους: ἀθετοῦνται ἀμφότεροι, ὅτι κατὰ τὴν παραποταμίαν μάχην οὐχ εὑρίσκεται ἐπʼ ὀνόματι πίπτων. εἴωθεν δὲ ὁ ποιητὴς τοὺς τῶν ἡγεμόνων θανάτους διαδήλως λέγειν. ἐὰν δὲ μὴ ὁρισθῇ ὁ τόπος καὶ ὁ καιρός, δύναται ὁ ἕτερος μένειν.

Φρύγας: ὅτι οἱ νεώτεροι τὴν Τροίαν καὶ τὴν Φρυγίαν τὴν αὐτὴν λέγουσιν, ὁ δὲ Ὅμηρος οὐχ οὕτως. Αἰσχύλος δὲ συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται, ὅθεν καὶ Ἄσιος, «ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο».

τοὺς Φρύγας ὁ ποιητὴς διαστέλλει, ὁ δὲ Αἰσχύλος συνέχεεν. οὗτοι δὲ τῆς μικρᾶς εἰσι Φρυγίας. ἡ δὲ μεγάλη παρὰ τῷ Σαγγαρίῳ κεῖται.

Μέσθλης: μέδω Μέστρης Μέσθλης ὡς φύτρη φύτλη.

Γυγαίη τέκε λίμνη: ἄνευ τοῦ ι, Γυγαίη τέκε λίμνη, ἡ κατὰ Ἀρίσταρχον εἶχε διόρθωσις. οἱ δὲ περὶ Χαῖριν καὶ Διόδωρον καί τινες τῶν καθʼ ἡμᾶς προστιθέασι τὸ ι, ἵνʼ ᾖ λίμνῃ ἔπι Γυγαίη τέκε, κακῶς· μηδέποτε γὰρ Ὅμηρον λιμνῶν τέκνα ἱστορεῖν. βίαιοι δέ εἰσιν.

βαρβαροφώνων: ὅτι Θουκυδίδης λέγει τὴν ὀνομασίαν τῶν βαρβάρων νεωτερικὴν εἶναι. ἐλέγχεται δὲ ἐντεῦθεν.

βαρβαροφώνων: ὅτι Κρητῶν ἄποικοι ὄντες ἠχρήστωσαν τὴν Ἑλληνίδα φωνήν. ἢ βαρβαροφωνεῖν ἐστι τὸ τοὺς ἐπιμιγνυμένους Ἕλλησι βαρβάρους ἑλληνίζειν μὲν διδάσκεσθαι, τῇ φωνῇ δὲ μὴ καθαρεύειν. ἢ ὅτι μεγαλόφωνοι ὑπῆρχον.

Φθειρῶν τʼ ὄρος: Φθειρῶν ὄρος τὸ πιτυῶδές φησιν· φθεὶρ γὰρ ὁ τῆς πίτυος καρπός.

Φθειρῶν ὄρος τῆς Καρίας—ἢ ἀπὸ Φθιρὸς τοῦ Ἐνδυμίωνος.

Μαιάνδρου τε ῥοὰς Μυκάλης τʼ αἰπεινὰ κάρηνα:ὁ γὰρ Μαίανδρος σκολιός ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος. Μυκάλη δὲ ὄρος ἀντικρὺ Σάμου. ἔστι δὲ καὶ ἐν μυχοῖς Καρίας ἕτερον.

Μαιάνδρου τε ῥοάς: Μαίανδρος ποταμὸς— Μιλήτου. σκολιὸς δέ ἐστι καὶ πολλὰς ἐκροὰς ποιούμενος.

ὃς καὶ χρυσὸν ἔχων—ἠΰτε κούρη: ὅτι ἐπὶ τοῦ Ἀμφιμάχου ἐστὶ τὸ ὃς καὶ χρυσὸν ἔχων, ὁ δὲ Σιμωνίδης ἐπὶ τοῦ Νάστου λέγει. καὶ ὅτι οὐ λέγει ὅπλα αὐτὸν ἔχειν χρυσᾶ, ὡς καὶ πάλιν ὁ Σιμωνίδης ἐξέλαβεν, ἀλλὰ κόσμον χρυσοῦν· λέγει γὰρ ἠΰτε κούρη· ἐνεπλέκοντο γὰρ χρυσὸν οἱ βάρβαροι· «πλοχμοί θʼ, οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο».

ὃς καὶ χρυσὸν ἔχων—ἠΰτε κούρη: προανεφώνησεν, ἵνα μὴ ἔτι αὐτοῦ μνησθῇ. Εὔφορβος μέντοι καὶ Γλαῦκος χρυσᾶ ὅπλα ἔχουσιν, ἀλλʼ οὐ κωμῳδοῦνται, ἐπεὶ μὴ γυναικεῖα τὰ αὐτῶν ὡς τὰ τούτου.

Σαρπηδών: εἴασε νῦν τὸ γένος αὐτοῦ, ἵνʼ ἐν ἄλλῳ τόπῳ μνείαν τούτου ποιούμενος πρὸς πλείονα αὐτὸ ποικιλίαν ἔχῃ.

Ξάνθου ἄπο δινήεντος: πᾶσα πρόθεσις μεταξὺ κυρίου καὶ ἐπιθετικοῦ τῷ κυρίῳ ἕπεται κατὰ Ἀρίσταρχον, κατὰ δὲ Πτολεμαῖον τῷ προσηγορικῷ. κατὰ δὲ Ἀπολλώνιον πάντως ἀναστρέφεται. τὸ δὲ Ξάνθου πρὸς τοὺς Ζελείτας Λυκίους

Ξάνθου ἄπο δινήεντος: στικτέον ἐπὶ τὸ δινήεντος, ἐπειδὴ εἱρμός ἐστι τῶν ἑξῆς. ἐπὶ μέντοι τοῦ τέλους τῶν ἄλλων ποιημάτων οὐκέτι· σιωπὴ γὰρ ἐκδέχεται.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τοῦ Νικάνορος Περὶ στιγμῆς.