eul_wid: sru-ab

Ἐπιγράμματα
Epigrams

Heliodorus of Emesa Epigrams PDF

book 485.1.1 Τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν,
book 485.1.2 Νηρέος ἀθανάταν εἰναλίοιο κόραν,
book 485.1.3 τὰν Διὸς ἐννεσίῃ Πηλέι γημαμέναν,
book 485.1.4 τὰν ἁλὸς ἀγλαΐαν, ἁμετέραν Παφίην·
book 485.5.1 ἃ τὸν δουριμανῆ, τὸν δ’ Ἄρεα πτολέμων,
book 485.5.2 Ἑλλάδος ἀστεροπάν, ἐξέτεκεν λαγόνων,
book 485.5.3 δῖον Ἀχιλλῆα, τοῦ κλέος οὐράνιον·
book 485.5.4 τῷ ὕπο Πύρρα τέκεν παῖδα Νεοπτόλεμον,
book 485.5.5 περσέπολιν Τρώων, ῥυσίπολιν Δαναῶν.
book 485.10.1 ἱλήκοις ἥρως ἄμμι, Νεοπτόλεμε,
book 485.10.2 ὄλβιε, Πυθιάδι νῦν χθονὶ κευθόμενε·
book 485.10.3 δέχνυσο δ’ εὐμενέων τάνδε θυηπολίην,
book 485.10.4 πᾶν δ’ ἀπέρυκε δέος ἁμετέρας πόλιος.
book 485.10.5 τὰν Θέτιν ἀείδω, χρυσοέθειρα Θέτιν.
book 490.1 Παντάρβην φορέουσα πυρὸς μὴ τάρβει ἐρωήν·
book 490 ῥηιδίως Μοίραις καί τ’ ἀδόκητα πέλει.