αὕτη ἡ ῥαψῳδία ἐπιγράφεται «νυκτεγερσία», διὰ τὸ ἐπαναστάντας τοὺς πρώτους τῶν Ἑλλήνων κατασκόπους πέμψαι γνώμῃ Νέστορος Διομήδη καὶ Ὀδυσσέα.
φασὶ τὴν ῥαψῳδίαν ὑφʼ Ὁμήρου ἰδίᾳ τετάχθαι καὶ μὴ εἶναι μέρος τῆς Ἰλιάδος, ὑπὸ δὲ Πεισιστράτου τετάχθαι εἰς τὴν ποίησιν.
ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι: εἰκότως· ἀμφότερα γὰρ ὕπνου ἀγωγά, καὶ ὁ ἐκ τῆς μάχης κάματος καὶ ἡ ἐπὶ τῇ ἥττῃ δυσθυμία. παρὰ νηυσί δὲ λέγει, ἐπεὶ οἱ φύλακες ἐκτὸς τῶν νεῶν ἦσαν, οἷς τὸ ἐγρηγορέναι ἀναγκαῖον. οὔτε δὲ οἱ ἀριστεῖς διʼ ὅλης τῆς νυκτὸς ἐκάθευδον, ἀλλʼ Ὅμηρος τὸ παννύχιοι καὶ «πανημέριοι» εἴωθε τιθέναι καὶ ἐπὶ τῶν κατὰ μέρος· «παννυχίη γάρ μοι Πατροκλῆος δειλοῖο ψυχὴ ἐφεστήκει»· «παννύχιοι μὲν ἔπειτα καρηκομόωντες Ἀχαιοί»· «οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο».
ἄλλοι μέν: παραιτητέον τοὺς γράφοντας, ὧν ἐστι καὶ Ζηνόδοτος, «ὦλλοι μέν», ἢ καὶ τοὺς ὁπωσοῦν βουλομένους δασύνειν· ἔστι γὰρ ὁ ποιητὴς παραλειπτικὸς τῶν ἄρθρων.
ἄλλοι μὲν παρὰ νηυσίν: οἱ γὰρ φύλακες ἔξω νεῶν ἦσαν.
εὗδον παννύχιοι: ὡς καὶ «πανημέριοι», καὶ «παννυχίη γάρ μοι Πατροκλῆος».
μαλακῷ: τῷ πάντας μαλάσσοντι, ὅθεν καὶ «πανδαμάτωρ» καλεῖται.
ἀλλʼ οὐκ Ἀτρείδην— ὕπνος ἔχε: ἀγρυπνεῖ ὁ στρατηγός, πρῶτα μὲν ὅτι τοὺς πρώην πολιορκουμένους πολιορκοῦντας ὁρᾷ, καὶ ὅτι ἡ εἰς Ἀχιλλέα ἐλπὶς ἐξεκέκοπτο, ἧς μάλιστα τὴν αἰτίαν εἶχεν. ἀκήκοε δὲ καὶ τοῦ ὀνείρου λέγοντος· «οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα»· τὰ μὲν γὰρ ἄλλα τῆς τύχης, τοῦ δὲ ἀμελεῖν ἡ αἰτία ἀπαραίτητος τοῖς στρατηγοῖς. πολλῶν δὲ κατὰ τὴν ποίησιν διηνυσμένων μετὰ μάχας ἱππικὰς καὶ πεζάς, θεῶν τρώσεις, μονομαχίας, δημηγορίας, ἐκκλησίας ἀνδρῶν τε καὶ θεῶν, πρεσβείας, καὶ μέχρι τῆς Ἴδης καταγαγὼν τὸν Δία, καὶ ἀστραπαῖς καὶ κεραυνοῖς ποιήσας λειπόμενον τὸ Ἑλληνικόν, ἐπʼ ἄλλο εἶδος τρέπεται ὁ ποιητής, διὰ δόλου καὶ νυκτὸς ἀναπληρῶν τὴν μεθʼ ἡμέραν ἀτυχίαν τῶν Ἑλλήνων.
πολλὰ φρεσὶν ὁρμαίνοντα: τὸ πολυμερὲς καὶ ἀπέραντον τῆς φροντίδος ἄκρως ὑπέγραψεν.
ὡς δʼ ὅταν ἀστράπτῃ: ὅτι παραβάλλει τὸν στεναγμόν· ὡς δʼ ὅταν—, οὕτως καὶ ἡ τοῦ Ἀγαμέμνονος ψυχὴ ἐστέναζεν. καθʼ ἕκαστα δὲ οὐκ ἐπεξείργασται, διότι οὐκ ἔστι πρὸς ἅπαντα ἡ εἰκών.
ὡς δʼ ὅταν ἀστράπτῃ πόσις Ἥρης ἠϋκόμοιο: πρὸς τὸ διαπύρως καὶ ὀξέως καὶ μετὰ σκέμματος γίνεσθαι τοὺς στεναγμούς. μεγαλοπρεπῶς δὲ τὸν τῆς Ἑλλάδος στρατηγὸν εἴκασε τῷ μεγίστῳ τῶν θεῶν. ἐπὶ δὲ Ὀδυσσέως πτωχοῦ σχῆμα περικειμένου ταπεινὴν ἔθηκε τὴν εἰκόνα· «ὡς δʼ ὅτε γαστέρʼ ἀνήρ».
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζανἢ νιφετόν, ὅτε πέρ τε χιὼν ἐπάλυνεν ἀρούρας: τὸ ἀθέσφατον τῷ χάλαζαν συναπτέον. εἰς τρία δὲ διῄρηκεν, εἰς ὄμβρον, εἰς χάλαζαν καὶ νιφετόν· ὄμβρος ὑετός, χάλαζα τὸ παχὺ ὕδωρ, νιφετὸς τὸ λεπτομερές· διὸ ἐπάγει ἐπάλυνεν ἐπέπασσε· πασπάλη γὰρ ἡ γῦρις.
τεύχων ἢ πολὺν ὄμβρον ἀθέσφατον ἠὲ χάλαζαν:τῷ πολύν ἐπήνεγκεν τὸ ἀθέσφατον—ἀναγινώσκουσιν, ἵνʼ ᾖ πολλὴν χάλαζαν. βέλτιον δὲ τὸ ἀθέσφατον … καὶ μὴ δύο καθʼ ἑνὸς κεῖσθαι ἐπίθετα.
βέλτιον τὸ ἀθέσφατον τοῖς ἑξῆς συνάπτειν ἐπὶ τῆς χαλάζης.
νιφετόν: ὅτι οἱ ὑγιῶς χρώμενοι νείφειν μὲν λέγουσι τὸ χιονίζειν, «ὄμβρον» δὲ τὸν ὑετόν, «χάλαζαν» δὲ τὸ ἐν ὑετῷ πεπηγὸς ὕδωρ· διὸ νῦν διαστέλλει ἕκαστον.
ἐπάλυνεν: ἐπέπασε.
ἐπάλυνεν: ἐλεύκανεν, ὡς—τοῦ ἀλεύρου.
πτολέμοιο μέγα στόμα πευκεδανοῖο: στόμα· φθαρτικὸν γὰρ τῶν διʼ αὐτοῦ φερομένων σιτίων· καὶ τοῦ πολέμου τὸ στόμα φθαρτικὸν τῶν σωμάτων. πικρὸς δὲ ὁ πόλεμος — ὅπερ δηλοῖ τὸ πευκεδανοῖο — διὰ τοὺς ἀναιρουμένους.
πτολέμοιο μέγα στόμα: ἤτοι μεταφορικῶς—δαπανητικός.
νειόθεν ἐκ κραδίης: ἐκ τῶν ἐσωτάτω λογισμῶν· ἔνδον γὰρ ἐν τοῖς ἐπιλογισμοῖς τὰ δεινὰ ὁρῶν καθʼ ἑαυτὸν στένει. ἐντεῦθεν κινηθεὶς Φιλότιμος ἐν καρδίᾳ τὸ ἡγεμονικὸν ἔθετο· ὅθεν γὰρ τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι τὰς ἀρχὰς ἔχει, δῆλον ὅτι ὁ νοῦς ἐκεῖθεν ἤρτηται.
τρομέοντο: ὅτι Ζηνόδοτος γράφει «φοβέοντο». τὸν δὲ φόβον εἴωθε λέγειν Ὅμηρος τὴν μετὰ φυγῆς δειλίασιν. ἐλέγχεται δὲ ὁ Ζηνόδοτος ἁμαρτάνων ἐκ τοῦ «ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος».
Ζηνόδοτος «φοβέοντο», κακῶς· φησὶ γοῦν «ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος».
ὅτʼ ἐς πεδίον τὸ Τρωϊκὸν ἀθρήσειεν: ἢ ὅτι ἐφʼ ὕψους ἡ βασιλικὴ σκηνή, ἢ ὅτι οἱ Τρῶες «ἐπὶ θρωσμῷ πεδίοιο». ἔνιοι δὲ τὸ ἀθρήσειεν ἐπὶ τοῦ νοῦ ἀκούουσιν· ἀλλὰ προσέθηκεν ἂν τὸ φρεσίν, ὡς ἐκεῖ «ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω» καὶ «ὀσσόμενος πατέρʼ ἐσθλὸν ἐνὶ φρεσίν».
θαύμαζεν πυρὰ πολλά: πῶς, φησίν, Ἀγαμέμνων— ἵνʼ εὐχερῶς θεωρεῖν δύναται πάντα.
Ἰλιόθι πρό: κατὰ παρολκὴν ἡ παραγωγή· δηλοῖ γὰρ τὸ Ἰλίου, ὡς τὸ «οὐρανόθι πρό» καὶ «ἐγγύθεν ἦλθε».
αὐλῶν συρίγγων τʼ ἐνοπήν: ὅτι ἐνθάδε καὶ ἐπὶ τῆς
Ὁπλοποιΐας τῶν αὐλῶν μέμνηται· «αὐλοὶ φόρμιγγές τε βόων». δεῖ δὲ καὶ τὸ ἀκούων προσυπακούειν ἔξωθεν. βραχὺ δὲ διασταλτέον μετὰ τὸ αὐλῶν καὶ ἐνοπήν. ἐσημειώσατο δὲ—τὰ ὄργανα ταῦτα.
αὐλῶν συρίγγων τʼ ἐνοπήν: τινὲς «αὐλῶν συρίγγων», ἵνʼ ᾖ εἶδος αὐλοῦ ἡ σῦριγξ. ἀλλὰ καὶ ἐν τῇ Ὁπλοποιΐᾳ φησίν· «αὐλοὶ σύριγγές τε». οὐχ Ἑλληνικὸν δὲ οἱ αὐλοί· οὔτε γὰρ Φαίακες οὔτε μνηστῆρες οὔτε εἰς τοὺς γάμους Ἑρμιόνης οὔτε Πηνελόπης ἐχρῶντο τούτοις. τὴν βαρβάρων δὲ ἄγνοιαν κωμῳδεῖ ἐν τοιούτῳ καιρῷ μουσικευομένων ἐπὶ τοσούτων πτωμάτων καὶ μὴ μᾶλλον τῷ κοιμᾶσθαι ποριζομένων ἰσχὺν εἰς τὴν αὔριον.
αὐτὰρ ὅτʼ ἐς νῆάς τε ἴδοι—κῆρ: πανταχόθεν τὸ ἐναντίον ὁρῶν ἐδυσφόρει· εἰ δὲ καὶ ἀνδραποδώδη ποιεῖ, τὸν σκότον ἔχει προκάλυμμα. οὐκ ἐπεξῆλθε δέ, ὅσα περὶ τοὺς Ἕλληνας ἦν δεδοικώς, ἀλλʼ ἠρκέσθη τῇ τῶν εὐημερούντων διαθέσει ἐμφῆναι τὴν τῶν δυστυχούντων κατάστασιν· ἀεὶ γὰρ φιλέλλην ὁ ποιητής.
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή:τὸ προνοητικὸν αὐτοῦ καὶ ἐν ταῖς συμφοραῖς δηλοῦται μὴ ἀποφάσκοντος τοῖς δεινοῖς.
Νέστορʼ ἐπὶ πρῶτον: Πάμφιλος τὴν ἐπί ἀναστρέφει. πιθανώτερον δέ ἐστι τὸ ἀκόλουθον φυλάττοντας ἀναγινώσκειν ἐπὶ πρῶτον Νέστορα. οὕτως ὁ Ἀσκαλωνίτης
Νέστορʼ ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν:ὅτι καὶ ἐν τοῖς δεινοῖς δεῖ καταφεύγειν εἰς σοφίαν. αὐτουργεῖ δὲ δυσωπῶν αὐτόν, ὅπως τοῦ βασιλέως καὶ τοῦ γέροντος διαφοιτώντων ὑπακούσωσιν οἱ λοιποί. β πρὸ ὀλίγου δὲ χωρισθεὶς ὡς ἂν εἰς ἰατροῦ νοσῶν θέλει φοιτᾶν πάλιν, ὥς που καὶ Εὐφορίων φησίν· «πολλάκι οἱ κλισίῃσι Πυληγενέεσσί τε νηυσίν ἐννύχιοι πίλναντο, νόσων ἅπερ ἰητῆρος.»
εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτήναιτο: εἰσὶν οἳ ἀνέγνωσαν καθʼ ἓν μέρος λόγου ὡς εὔμητιν, κακῶς· δύο γάρ ἐστι μέρη λόγου, σὺν καὶ μῆτιν. τὸ δὲ ἑξῆς ἐστι συντεκτήναιτο μῆτιν.
τὸ ἑξῆς ἐστιν σὺν αὐτῷ τεκτήναιτο μῆτιν.
ἥτις ἀλεξίκακος: ὑψοῖ τὰ τῆς βουλῆς λίαν.
δαφοινόν: λίαν φονευτικόν. τινὲς δὲ πυρρόν.
δαφοινὸν ... δέρμα λέοντος: φοβερόν, καταπληκτικόν. ἢ τὸ ἐκ δαφοινοῦ καὶ καταπληκτικοῦ λέοντος.
ἑέσσατο δέρμα λέοντος: ὅτι ἐπὶ τῷ χιτῶνι λεοντῆν τέθεικεν ἀντὶ τῆς ἀσπίδος· διὸ καὶ ἑξῆς λέγει· «τὸν δʼ εὗρʼ ἀμφʼ ὤμοισι τιθήμενον ἔντεα καλά». ἔντεα δὲ ἀπὸ τοῦ ἐντὸς ἔχειν τὸν ἄνδρα. καὶ ὅτι οὐ καθοπλίζονται νύκτωρ, ἀλλʼ ἕνεκα φυλακῆς, ὁ μὲν παρδαλῆν ἐνδύεται, οἱ δὲ λεοντῆν.
ἑέσσατο δέρμα λέοντος: τινὲς ἐκ τούτου χειμέριόν φασι τὸν καιρόν· πρὸς σκέπην γὰρ ὄμβρων εἶναι τὴν λεοντῆν. Μενέλαον δὲ ὡς ἥττω παρδαλῆν ἐνδύει Δόλωνα δὲ ὡς δειλὸν καὶ ἐπὶ λαθρίδιον πρᾶξιν ὁρμῶντα λυκέαν
ὣς δʼ αὔτως Μενέλαον ἔχε τρόμος: κατὰ τὸν αὐτὸν καιρὸν τῷ Ἀγαμέμνονι. ἀλλʼ ὁ ποιητὴς τῷ βασιλικωτέρῳ προσώπῳ ἀπένειμε τὴν προτέραν τάξιν τοῦ λόγου, ὥστε καὶ τῶν ἀριστέων, οὓς μὲν διήγειρεν ὁ Ἀγαμέμνων, ἀκριβῶς διεξέρχεται, τοὺς δὲ ὑπὸ τοῦ Μενελάου ἐπὶ κεφαλαίου λέγει. ἡ δὲ διπλῆ, ὅτι ἀνταποδοτικόν ἐστι τοῦ ἄνω γράφειν «τρομέοντο δέ οἱ». ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον.
αὐτῷ: Τυραννίων τὴν αὐτῷ ἀντωνυμίαν καθʼ ἓν ἐλάμβανεν ὡς ἐν τῇ συνηθείᾳ. ὁ δὲ Ἀσκαλωνίτης τὸν «αὖ» σύνδεσμον παρελάμβανε καὶ τὸ «τῷ» ἰσοδυναμοῦν τῷ τούτῳ, ὁμοίως τῷ «τοῦδʼ αὖ τοῦ λυκάβαντος». ἴση δέ μοι δοκεῖ ἡ ἀνάγνωσις εἶναι. ἐπὶ μέντοι τοῦ «τοῦδʼ αὖ τοῦ λυκάβαντος» κατεπεῖγόν ἐστιν «αὖ», εἶτα «τοῦ» ἀναγνῶναι· κωλύεται γὰρ ἐνθάδε ἐμπαραληφθῆναι ὑπὸ τοῦ σημαινομένου τὸ αὐτοῦ.
πάθοιεν: ἐν ἄλλῳ «πάθωσιν».
πουλὺν ἐφʼ ὑγρήν ἤλυθον: ἤλυθον, ὧδε ἡ στιγμή.
πουλὺν ἐφʼ ὑγρήν: ἡ διπλῆ πρὸς τὸ σχῆμα, ὅτι ἀρσενικῶς, πουλὺν ὑγρήν.
παρδαλέῃ: τὸ μὲν ζῷον πόρδαλις, ἡ δὲ δορὰ παρδαλῆ διὰ τοῦ α γράφεται.
πόρδαλις τὸ ζῷον, πορδαλῆ ἡ δορά.
στεφάνην: ὅτι στεφάνη εἶδος περικεφαλαίας.
στεφάνην: στεφάνη εἶδος περικεφαλαίας πρόβλημα ἐχούσης.
βῆ δʼ ἴμεν ἀνστήσων ὃν ἀδελφεόν: δῆλον ὡς προεταράχθη Μενέλαος, ὁ δὲ ποιητὴς καταπλῆξαι ἠθέλησε διὰ τοῦ βασιλικωτέρου προσώπου.
ἀνστήσων: οὕτως Ἀρίσταρχος διὰ τοῦ ν ἀνστήσων.
ὃς μέγα πάντων Ἀργείων ἤνασσε, θεὸς δʼ ὣς τίετο δήμῳ: διὰ τάχους ἐνέφηνε τὸ ἀξίωμα, καὶ τοῖς ἀρχομένοις ὅπως πρὸς τοὺς ἄρχοντας διακεῖσθαι δέον, καὶ τοῖς ἄρχουσιν ὁποίους ὀφείλουσι παρέχειν ἑαυτούς, ἵνα ὡς θεοὶ τιμῶνται.
ἔντεα: ὅτι ἔντεα εἴρηκεν, ἣν προσυνέστακε λεοντῆν
νηῒ παρὰ πρύμνῃ: ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ παρὰ νηὸς πρύμνῃ.
ἀντὶ τοῦ νηός.
τῷ δʼ ἀσπάσιος γένετʼ ἐλθών: εἰ γὰρ ἄλλων ἐδεῖτο, πόσῳ μᾶλλον ἀδελφοῦ.
τὸν πρότερος προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·τίφθʼ οὕτως, ἠθεῖε, κορύσσεαι: ὡς κατεπτηχότος τοῦ βασιλέως. ἢ ὅτι ἐνδιδυσκόμενον αὐτὸν εὗρεν· ὅθεν καὶ ἐξ αὐτοῦ ἄρχεται.
ἠθεῖε: ὅτι τὸ ἠθεῖε προσφώνησίς ἐστι σεπτικὴ νεωτέρου πρὸς πρεσβύτερον λεγομένη.
ὀτρύνεις: ὅτι ἀντὶ τοῦ ὀτρύνων. διῃρημένως αἱ Ἀριστάρχου τὸ ὀτρύνεις.
ὀτρύνεις: αἱ Ἀριστάρχου «ὀτρυνέεις» διῃρημένως.
διῃρημένως Ἀρίσταρχος «ὀτρυνέεις».
Τρώεσσιν ἐπίσκοπον: προὔλαβε τὴν Νέστορος γνώμην τὴν περὶ τοῦ δεῖν κατασκόπους πέμπειν τοῦ καιροῦ αὐτῷ τὴν ἐπίνοιαν τοῦ ἔργου ὑποβάλλοντος. καὶ τὸν ἀδελφὸν ὁπλιζόμενον ὁρῶν ὡς καὶ αὐτὸν τοῦτο βουλευόμενόν φησιν.
ἐπίσκοπον: Ἀρίσταρχος ὡς κατάσκοπον. Νικίας δὲ ἀναστρέφει τὴν ἐπί, ἵνʼ ᾖ ἐπὶ Τρώεσσιν. εἰσὶ δὲ οἳ ἀνεγνώκασιν «ἐπισκοπόν» ὡς «ἀγακλυτόν», ἵνα παρέλκῃ ἡ ἐπί. ἄμεινον δὲ τῷ Ἀριστάρχῳ συγκατατίθεσθαι· καὶ γὰρ ἤδη ἡ συνήθεια ἐπίσταται τὴν τοιαύτην σύνθεσιν. χρὴ δὲ νοεῖν ὅτι πολλὴ ἡ χρῆσις τοῦ ὀνόματος παρὰ τῷ ποιητῇ ἐν ἁπλότητι καὶ ἐν συνθέσει· «δμωάων σκοπός ἐσσι», «καὶ ἐπίσκοπος ᾖσιν ἑταίρων».
ἀλλὰ μάλʼ αἰνῶς δείδω—τόδε ἔργον: ὡς ἤδη δεδογμένης τῆς βουλῆς ἐπιλογισμὸν εἰσάγει. κίνησις δὲ τοῦ ἀκροατοῦ· μόνον γὰρ οὐχὶ ἐπιμαρτύρεται ὡς δυσχερὲς ἐπεισόδιον εἰσάξων τῇ ποιήσει.
ἀμβροσίην: θείαν, ἐν ᾗ βροτοὶ οὐ περίασιν. διὰ τοῦτο ἡ νὺξ ἀμβρότη.
ἔσται: ὁ Ἰξίων «ἐστί» γράφει.
Δημήτριος ὁ Ἰξίων γράφει «ἐστίν» ἐν ἄλλῳ θρασυκάρδιος.
χρεὼ βουλῆς … κερδαλέης: ἐπωφελοῦς. δεῖ, φησί, τὰ ἀπὸ τῆς τύχης προσγινόμενα ταῖς βουλαῖς ἀντισηκοῦν.
ἐπωφελοῦς. συνετῆς—ὅ ἐστι τὴν ἀλώπεκα. ἔστι δὲ πανουργότατον τὸ ζῷον. δεῖ, φησί, τὰ ἀπὸ τῆς τύχης λειπόμενα ταῖς βουλαῖς ἀντισηκοῦν.
χρεὼ βουλῆς: σεμνὸν τὸ τοῦ βασιλέως εἰς ἐπίσκεψιν πλείονα φερομένου. ἅμα δὲ καὶ ὁ ποιητὴς ἀναρτᾷ τὸν ἀκροατήν.
χρεὼ βουλῆς ἐμὲ καὶ σέ: ἡ χρεία, φησί, τῆς βουλῆς αὐτῆς τῆς λαθραίως γινομένης διʼ ἐμὲ καὶ σὲ γέγονεν, ἐπεὶ καὶ τὸν στρατὸν ἡμεῖς ἀνηγάγομεν ἐνταῦθα.
χρεὼ βουλῆς ἐμὲ καὶ σέ: τὸ χρεώ οἱ μὲν ἀντὶ τοῦ χρεία λέγουσιν, οἱ δὲ ἀντὶ τοῦ δεῖ, οἷον δεῖ ἐμὲ καὶ σὲ βουλῆς, ἤτοι περὶ βουλῆς διανοεῖσθαι ἀρίστης.
ἀντὶ τοῦ δεῖ.
χρεὼ βουλῆς: χρεία συμβουλῆς τινὸς ἐμοὶ—ἀντὶ τοῦ ἐμῆς καὶ σῆς.
κερδαλέης ἥ τίς κεν ἐρύσσεται ἠδὲ σαώσει: ὅτι περισσὸς ὁ κέν σύνδεσμος, ἢ ῥῆμα ἐνήλλακται ἀντὶ τοῦ ἥτις ἂν ἐρύσσαιτο. καὶ πρὸς τὸ «ἐνθάδε Σίσυφος ἔσκεν ὁ κέρδιστος».
ἐπεὶ Διὸς ἐτράπετο φρήν: ὅτι φανερῶς ὁ Ζεὺς ἐβοήθει τοῖς Ἕλλησι πρὶν ἱκετευθῆναι ὑπὸ τῆς Θέτιδος. καὶ ὅτι τὸ ἡμιστίχιον ὁ Ζηνόδοτος μετήνεγκεν ἐπὶ τὸν Ἕκτορος λόγον κατὰ τὴν κόλον μάχην
Ἑκτορέοις ἄρα μᾶλλον—ἱεροῖσιν: θεοσεβὴς ὑπόνοια μὴ διʼ Ἀχιλλέα, διὰ δὲ θυσίας λέγειν τὸν Δία βοηθεῖν.
ἐπὶ φρένα θῆχʼ ἱεροῖσιν: ἔν τισι τῶν ὑπομνημάτων «ἐπὶ φρένας εἶχʼ ἱεροῖσιν».
οὐ γάρ πω ἰδόμην … ἄνδρʼ ἕνα τοσσάδε μέρμερʼ—μητίσασθαι: ηὔξησε τὰ ἔργα τοῦ Ἕκτορος, ἀνυπέρβλητα φήσας αὐτὰ εἶναι καὶ ὄψει καὶ ἀκοῇ.
μέρμερʼ ἐπʼ ἤματι: μερίμνης καὶ φροντίδος ἄξια. καταστρέφει δὲ εἰς τὸ κακά. τὸ δὲ ἐπʼ ἤματι Ἀρίσταρχος διὰ τοῦ ν, «ἐν ἤματι», ὁμοίως τῷ «μηνὶ δʼ ἐν οὔλῳ».
Ἀρίσταρχος «ἐν ἤματι».
οὔτε θεᾶς υἱός: ἁπλοϊκῶς δεῖ λαμβάνειν· οὐ γὰρ πρὸς Ἀχιλλέα ἡ σύγκρισις.
οὔτε θεᾶς υἱὸς φίλος οὔτε θεοῖο: λείπει ὑπάρχων.
λείπει τὸ ὤν.
ἔργα δʼ ἔρεξʼ—μήσατʼ Ἀχαιούς: ἀθετοῦνται στίχοι δύο, ὅτι παλιλλογεῖ ταῦτα—διʼ ἄλλων γὰρ προείρηται· «ὅσσʼ Ἕκτωρ ἔρεξε Διῒ φίλος υἷας Ἀχαιῶν»—, καὶ ὅτι ἐπὶ ταὐτὸν φέρει δηθά καὶ δολιχόν. καὶ Ἀριστοφάνης προηθέτει.
ἀθετεῖ ὁ Ἀριστοφάνης.
δολιχόν: ἐπὶ καιροῦ.
ἀλλʼ ἴθι νῦν, Αἴαντα—εἴ κʼ ἐθέλῃσιν: πρεπόντως τὴν τάξιν ἐμέρισεν ἀμφοτέροις· καὶ ὁ μὲν νεώτερος καὶ ἥττων τὸ ἀξίωμα ἐπὶ τοὺς πόρρω σκηνοῦντας ἀπέρχεται, ὁ δὲ πρεσβύτερος καὶ βασιλικώτερος ἐπὶ τὸν συνετώτατον Νέστορα καὶ σὺν ἐκείνῳ τοὺς ἄλλους ἐγείρει. πρεπόντως δὲ ἐπὶ μὲν τῶν νεωτέρων καὶ ἧττον ἐνδόξων τὸ κάλεσον προστακτικῶς εἶπε, περὶ δὲ τοῦ Νέστορος παραπεφυλαγμένως φησὶν αἴ κʼ ἐθέλῃσιν ἀντὶ τοῦ «ἐὰν αὐτῷ δόξῃ χρήσιμον εἶναι», ἐπὶ τῇ ἐκείνου γνώμῃ τὴν πᾶσαν κρίσιν τιθέμενος.
Αἴαντα: ὁ μὲν Δίδυμος τὴν Ἀριστάρχειον γραφὴν λέγει «Αἴαντε» δυϊκῶς, ὁ δὲ Τήλεφος λέγει κακῶς εἰρηκέναι τὸν Δίδυμον· οὐ γὰρ ἐπʼ ἀμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται.
Ἀρίσταρχος δυϊκῶς «Αἴαντε».
ἀλλʼ ἴθι νῦν Αἴαντα καὶ Ἰδομενῆα κάλεσσον: ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περὶ τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο· ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ἰδομενεὺς νενεωλκηκέναι.
ἐπὶ νῆας: Ἀρίσταρχος «παρὰ νῆας».
αἴ κε πίθηται: γράφεται «αἴ κʼ ἐθέλῃσι».
φυλάκων: ὡς σκυλάκων· ἐπὶ γὰρ τῶν ἀνδρῶν τέτακται, οὐκ ἐπὶ τῶν τόπων.
ἱερὸν τέλος: ὅτι οἱ Γλωσσογράφοι ἱερὸν τέλος τὸ
μέγα τάγμα. σημαίνει δὲ πλείονα ἡ λέξις, ποτὲ μὲν—δαπάνημα, ὡς Εὐριπίδης ἐν Πολυείδῳ «μάτην γὰρ οἴκῳ σὸν τόδʼ ἐκβαίη τέλος», καὶ Δημοσθένης ἐν τοῖς Φιλιππικοῖς· «Χερρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει». ποτὲ δὲ τὴν ἑορτήν, ὡς Εὐριπίδης ἐν Μηδείᾳ· «σεμνὴν ἑορτὴν καὶ τέλος προσάψομεν». ἱερὸν τέλος ὡς «ἱερὸν ἰχθύν» τὸν μέγαν. ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θεῖον τάγμα, «ἱερὸν» δὲ «ἰχθὺν» τὸν ἄνετον καὶ ἱερὸν βοῦν ἀπὸ τοῦ ἵεσθαι.
ἱερὸν τέλος: ὅτι τοῖς καθεύδουσιν ἄδειαν παρέχουσιν, ὅ ἐστι θεοῦ ἴδιον.
κείνου γάρ κε μάλιστα πιθοίατο: διὰ δύο, ὅτι τε τὸν υἱὸν παρέσχεν αὐτῶν ἄρχειν, καὶ αὐτὸς δυσωπεῖ παρὼν καὶ ἐπιτελλόμενος. παιδευτικῶς δὲ ὁ βασιλεὺς ἑτέρῳ παραχωρεῖ τὰ τῆς πειθοῦς.
καὶ Ἰδομενῆος ὀπάων: ἵνα καὶ αὐτὸς παρὼν αἰδέσιμος γένηται τοῖς φύλαξιν.
πῶς γάρ μοι μύθῳ—κελεύεις: στικτέον κατὰ τὸ τέλος τοῦ στίχου καὶ ἀφʼ ἑτέρας ἀρχῆς πευστικῶς τὰ ἑξῆς προενεκτέον.
πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι: πιθανῶς· ὁ μὲν γὰρ ἐκπεπληγὼς οὐ προνοεῖ τὸ πᾶν τῆς ἐπιταγῆς, ὁ δὲ ὡς προπαρεσκευασμένος ἐρωτᾷ τὸ πῶς. ἢ διὰ τὸ ποικίλον ἐξ ἀμφοῖν συνίσταται.
αὖθι μένω μετὰ τοῖσι: αὖθι ἐν τοῖς φύλαξιν· ὅθεν καὶ Ἀγαμέμνων ἑξῆς πρὸς τὸν Νέστορά φησι· «κείνους δὲ κιχησόμεθα πρὸ πυλάων ἐν φυλάκεσσιν».
ἠὲ θέω μετὰ σʼ αὖτις: πρὸς τὸ πρόθυμον τοῦ βασιλέως. καὶ ἔστιν ἐμπαθὲς δύο βασιλεῖς οὕτως αὐτουργεῖν.
αὖθι μένειν, μή πως ἀβροτάξομεν ἀλλήλοιϊν: ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ, μένειν ἀντὶ τοῦ μένε. τὸ δὲ ἀβροτάξομεν ψιλωτέον ὁμοίως τῷ «ἤμβροτες»· τινὲς γοῦν κυρίως ἡγοῦνται τὸ βροτοῦ μὴ ἐπιτυχεῖν, ἀλλὰ ἁμαρτῆσαι, ὥστε καὶ στέρησιν ἐγκεῖσθαι.
μή πως ἀβροτάξομεν … πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι: δῆλός ἐστιν ἐκ τούτων ἔμπειρος ὢν τεκτονικῆς· εἰς γὰρ πολλὰς ὁδοὺς τέτμηται τὸ ναύσταθμον, ἵνα ταχέως ἀπὸ τῶν σκηνῶν ἀπαντῶσι πρὸς τὰς βοηθείας.
φθέγγεο: τεχνικῶς, ἵνα ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος ὤν, μὴ καὶ ὑπονοήσωσιν ἔφοδον εἶναι πολεμίων. καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησι· «φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο».
ἐγρήγορθαι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντες. οὐκ ἐχρῆν δέ· εἴτε γὰρ συγκοπή ἐστι τοῦ ἐγρηγορέναι … ὀφείλει παροξύνεσθαι, καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμφατα, ἔχοντα πρὸ τοῦ θ ἀμετάβολον, παροξύνεται, κεκάρθαι τετίλθαι ἐσπάρθαι. μίαν μέντοι ἀφορμὴν ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι τὸ τὰ εἰς θαι λήγοντα, τῇ ορ συλλαβῇ παραληγόμενα, μὴ παρʼ ἄλλῃ τινὶ διαλέκτῳ ὁρᾶσθαι ἢ τῇ Αἰολίδι, τέτορθαι μέμορθαι ἔφθορθαι· ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο, καὶ ὁ τόνος ὁμοίως τοῖς προκειμένοις.
ἐγρήγορθαι ἄνωχθι: πρὸς τὸ διαμένειν τὴν φυλακήν. ἐπεὶ δὲ τὸ ἄνωχθι ἀνοίκειον τῷ καιρῷ, πρόσκειται τὸ «πάντας κυδαίνων».
ἄνωχθι: ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ μᾶλλον ἤπερ παρακειμένου. ἀναλογώτερον δὲ παρὰ Καλλιμάχῳ· «ἄνωγε δὲ πορθμέα νεκρῶν». καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ χ ἐν τῷ ἄνωχθι διὰ τὸ θ. ὁ μὲν οὖν Ἀπολλώνιος εἰς ε βούλεται εἶναι τὰ τοῦ παρακειμένου προστακτικὰ καὶ ἱκανῶς τῷ λόγῳ συνηγορεῖ. ὁ δὲ Ἡρωδιανὸς εἰς θι τοὐναντίον· μηδὲ γὰρ εἶναι τὴν εἰς ε κατάληξιν.
πατρόθεν ἐκ γενεῆς: δυσωπεῖ γὰρ ὑπόμνησις προγονικῆς ἀρετῆς καὶ πατέρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εἶναι μιμητὴν ἐκείνων, ἀλλὰ καθαιρετικὸν τῆς περὶ αὐτὸν εὐγενείας.
πατρόθεν ἐκ γενεῆς: ὡς ὅταν λέγῃ «διογενὲς Λαερτιάδη», τὸν πατέρα δηλοῖ, τὸ δὲ «διογενές» τὸν ἀρχηγὸν τοῦ γένους.
πατρόθεν ἐκ γενεῆς: ὅτι ἀρχαϊκὴ ἡ συνήθεια, ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν, εἰδέναι δεῖ ὅτι οὐκ ἐπιθέτου ἔχει χώραν.
πάντας κυδαίνων: ἀνακτώμενος καὶ προτρεπόμενος τῇ ἰδίᾳ ἐνεργείᾳ.
Ζεὺς ἐπὶ γεινομένοισιν ἵει κακότητα βαρεῖαν: παθητικὰ ταῦτα δύο ἀδελφοὺς τοιαῦτα περὶ τῆς ἰδίας ψυχῆς καὶ γονῆς ὑπονοεῖν.
εὖ ἐπιτείλας: ἐπεσημήνατο τοὺς λόγους ὡς καὶ καλῶς εἰρημένους καὶ παραγγελθέντας στρατηγικῶς.
εὐνῇ ἔνι μαλακῇ: οὐδὲ ταῦτα ἐᾷ, ἀλλὰ τὸ πρέπον αὐτοῖς σῴζει· μαλακὴ γὰρ στρωμνή ἐστι τῷ γέροντι, ὡς καὶ τῷ Φοίνικι «κώεά τε ῥῆγός τε», τῷ δὲ Διομήδει νεωτέρῳ ὄντι «ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοός»· τὸν δὲ Ὀδυσσέα κατέκλινεν Εὔμαιος ὑποβαλὼν «ῥῶπας» καὶ «δέρμα ἰονθάδος ἀγρίου αἰγός» καὶ τῷ Διῒ Γῆ «νεοθηλέα ποίην» ἀναδίδωσι «λωτόν τʼ ἐρσήεντα ἠδὲ κρόκον ἠδʼ ὑάκινθον».
ἔντεα: ὅτι ἔντεα οὐ πάντα τὰ ὅπλα, ἀλλὰ κυρίως μὲν ἀσπὶς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατʼ ἐπικράτειαν.
ἔντεα: παρὰ τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα.
πὰρ δὲ ζωστὴρ κεῖτο παναίολος: ὅτι δοκοῦσί τινες ταὐτὸν εἶναι ζῶμα καὶ ζωστῆρα. οὐκ ἔστι δέ, ἀλλὰ ζῶμα καλεῖ τὸ συναπτόμενον τῇ μίτρᾳ ὑπὸ τὸν στατὸν θώρακα. τὸ δὲ ἔξωθεν συνδέον πάντα ζωστῆρα. καὶ ὅτι τὸ παναίολον ἐπὶ τῶν λαμπόντων.
ζωστὴρ κεῖτο: ζωστὴρ ζώσματος διαφέρει· ζῶσμα γὰρ τὸ προσραπτόμενον κατὰ τὰ πέρατα τοῦ θώρακος.
ᾧ ῥʼ ὁ γεραιός ζώννυθʼ, ὅτʼ ἐς πόλεμον: τὸν παρʼ ἡλικίαν ἀνδριζόμενον δηλοῖ.
λαὸν ἄγων: μεῖζον τὸ ἐγκώμιον τοῦ Νέστορος γένοιτο, εἰ λαόν τις ἀκούοι τὸν σύμπαντα, μὴ τὸν τῶν Πυλίων μόνον.
ἐπεὶ οὐ μὲν ἐπέτρεπε γήραϊ λυγρῷ: ἀναιρεῖ τὰς προφάσεις τῶν ἀργεῖν ἐθελόντων, δεικνὺς ὡς καὶ τοῖς φυσικοῖς ἐλαττώμασιν οἶδεν ἀντιτάττεσθαι προθυμία.
οὐ μὲν ἐπέτραπε γήραϊ: οὐκ ἐνεδίδου διὰ τὸ γῆρας.
τὸ δὲ ἐπέτρεπεν ἀντὶ τοῦ οὐκ ἐδίδου ἑαυτὸν τῷ γήρᾳ οὐδὲ ὑπετάττετο αὐτῷ.
ἐπέτραπεν: Ἀρίσταρχος «ἐπέτρεπε».
ἐπέτρεπε διὰ τοῦ ε.
ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας:βραχὺ διασταλτέον ἐπὶ τὸ ἀγκῶνος. τηρητέον δὲ τοῦτο ὅτι ὀρθωθῆναι καὶ στῆναι οὐ πάντως ἐπὶ τῶν ποδῶν τάττει, πρὸς ἐκεῖνα «ἕζετο δʼ ὀρθωθείς» καὶ «ἑζόμενος δʼ ἐπὶ γοῦνα».
ὀρθωθεὶς δʼ ἄρʼ ἐπʼ ἀγκῶνος κεφαλὴν ἐπαείρας:εἰς τὸ ἀγκῶνος ἡ διαστολή· πρὸς τὸ «ἕζετο δʼ ὀρθωθείς». λείπει δὲ ὁ καί, ἵνʼ ᾖ «καὶ κεφαλὴν ἐπαείρας».
τίς δʼ οὗτος κατὰ νῆας: τετάρακται μέν· σκόπει δὲ τὴν προσοχήν, ἣν διὰ τοῦ γέροντος ἐνδείκνυται· ὃς οὐδὲ φθεγγομένου ᾔσθετο τοῦ Ἀγαμέμνονος καὶ προὔλαβε τὸν λόγον διὰ τῆς ἐρωτήσεως. καλῶς δὲ νυκτὸς οὔσης καὶ ὡς γέρων ἀγνοεῖ.
ὅτε θʼ εὕδουσιν βροτοὶ ἄλλοι: ἄλλοι· οὐ γὰρ οἱ γέροντες. οὗτοι δὲ καὶ διὰ τὸν καιρὸν καὶ τὴν φρόνησιν ἀγρυπνοῦσιν.
ἔθος δὲ τοῖς γέρουσιν ἀϋπνεῖν καὶ μηδὲν φροντίζουσιν. οὗτος δὲ καὶ διὰ τὸν καιρὸν τοῦτο ποιεῖ.
ἠέ τινʼ οὐρήων διζήμενος ἤ τινʼ ἑταίρων: ἀθετεῖται, ὅτι οὐρήων βούλεται λέγειν τῶν φυλάκων, καὶ οὐκ ἐκράτησε τοῦ σχήματος· οὖρον γὰρ λέγει ὡς κοῦρον τὸν φύλακα, οὐρέα δὲ τὸν ἡμίονον. καὶ ὅτι ἄκαιρος ἡ ἐρώτησις.
ἠέ τινʼ οὐρήων διζήμενος: ὥσπερ τὸ ἀνδροφονῆα, πομπῆα «ἡνιοχῆα», οὕτως οὐρῆα· οὖρος οὐρεὺς ὡς πομπὸς πομπεύς.
φθέγγεο, μηδʼ ἀκέων ἐπʼ ἔμʼ ἔρχεο· τίπτε δέ σε χρεώ: ταρασσόμενός φησιν· «εἰπέ, διʼ ἣν αἰτίαν πρός με ἦλθες». ἅμα δὲ καὶ διὰ τῆς φωνῆς θέλει μαθεῖν, μὴ ἐχθρὸς εἴη — οὔπω γὰρ εἶχον συνθήματα· ἢ ἴσως ὑπονοεῖ, μὴ Θρασυμήδης ἐστὶ τὴν τάξιν ἐκλελοιπὼς τῶν φυλάκων.
ταρασσόμενός φησιν· «εἰπέ, διʼ ἣν αἰτίαν πρὸς ἐμὲ ἦλθες»· ἐκπλήττεται γὰρ ὑπονοῶν τὴν τῶν πολεμίων ἔφοδον.
ὦ Νέστορ Νηληϊάδη: ὃ προσέταξε τῷ Μενελάῳ, τοῦτο πράσσει, «πατρόθεν ἐκ γενεῆς» αὐτὸν καλῶν.
γνώσεαι Ἀτρείδην—διαμπερές: ἅμα τῇ ἀνακλήσει τοῦ ὀνόματος καὶ τῇ παραθέσει τῶν συμφορῶν τὸ πάθος ἐκίνησεν.
ἅμα τῇ ἐκφωνήσει τοῦ ὀνόματος τὸ πάθος ἤρξατο κινεῖν, τὰς συμφορὰς παρατιθείς.
Ζεὺς ἐνέηκε πόνοισι διαμπερές: ὃν ὁ Ζεὺς τῇ κακοπαθείᾳ ἐνέβαλε μέχρι τέλους.
ἐν στήθεσσι: τὸ ζωτικὸν περικάρδιόν φησιν.
πλάζομαι ὧδε: ὧδε μόνος, ὡς ὁρᾷς, περιέρχομαι. ἀσύνδετος δὲ ὢν ὁ λόγος τὸ κομματικὸν τοῦ πάθους ἔχει.
πλάζομαι: οὐδὲν ἑστηκὼς—πράγμασι.
ἀλλὰ μέλει πόλεμος καὶ κήδεʼ Ἀχαιῶν: ὥστε καὶ ἔπαινος τοῦ φόβου ἡ τῶν κοινῶν πρόνοια, καὶ ἵνα σύμψηφον ἔχῃ τὸν Νέστορα.
Δαναῶν πέρι δείδια: πιθανώτερόν πώς ἐστιν ἀναστρέφειν· δύναται δὲ καὶ τὸ ἕτερον.
ἀλαλύκτημαι: παρὰ τὸ ἀλάλημαι ἡ λέξις. τῷ δὲ πλεονασμῷ τῶν στοιχείων ἐπιτετάρακται.
κραδίη δέ μοι ἔξω στηθέων ἐκθρῴσκει: φαντασία τις προσπίπτει τῆς ἐκπηδῆσαι βιαζομένης καρδίας.
στηθέων ἐκθρῴσκει: Νικίας κατʼ ἰδίαν τὴν πρόθεσιν ποιεῖ, ἵνα τὸ ἑξῆς γένηται ἐκ στηθέων θρῴσκει. ἄμεινον δὲ ἓν ποιεῖν, ἐκθρῴσκει ὡς ἐκτρέχει.
τρομέει δʼ ὑπὸ φαίδιμα: κακῶς Νικίας ἀναστρέφει· μεταξὺ γὰρ πέπτωκεν ὁ δέ.
ἐπεὶ οὐδὲ σέ γʼ ὕπνος ἱκάνει: ἵνα μὴ δόξῃ ἐμποδίζειν πρὸς τὸν ὕπνον τῷ γέροντι.
ἐς τοὺς φύλακας καταβείομεν: ὅτι ἐφʼ ὕψους αἱ νῆες, καὶ ἀλλαχοῦ «κατάγειν κοίλας ἐπὶ νῆας».
ἐς τοὺς φύλακας καταβείομεν: προπαρασκευάσαι γὰρ αὐτοὺς θέλει, μή πως ἔλθωσιν οἱ πολέμιοι διὰ νυκτός.
καταβείομεν: θαρραλεωτέρους τοὺς σκοποὺς ποιήσοντες.
μή τοι μὲν καμάτῳ ἀδηκότες ἠδὲ καὶ ὕπνῳ:προαπολογεῖται ὡς διὰ τὸν Θρασυμήδην, εἰ καὶ ἀνθρώπινόν τι πάθοι. ἐκεῖνοι δὲ κρείσσονες ὁρῶνται τῶν παθῶν. τὸ δὲ ἀδηκότες ἀηδισθέντες, καὶ «δείπνου ἀδήσειεν». ὕπνῳ τῇ ἀγρυπνίᾳ· «ὕπνῳ καὶ καμάτῳ ἀρημένος».
ἀηδισθέντες. ὕπνῳ δὲ τῇ ἀγρυπνίᾳ λέγει· «ὕπνῳ καὶ καμάτῳ ἀρημένος».
ἀδηκότες ἠδὲ καὶ ὕπνῳ: ὅτι Ζηνόδοτος μὴ νοήσας τὸ σημαινόμενον γράφει «ἀδηκότες ἡδέϊ ὕπνῳ κοιμήσωνται». ἔτι δὲ καὶ νῦν λέγομεν ὕπνου μεστὸν οὐ τὸν ἐξυπνωκότα, ἀλλὰ τὸν πολὺ τὸ ὑπνωτικὸν ἐν αὑτῷ ἔχοντα.
δυσμενέες—οὐδέ τι ἴδμεν: περισσὸν τὸ τί. ἐνήλλαξε δὲ τὴν φράσιν· ἔδει γὰρ «μὴ ἐκεῖνοι μὲν ἀμελήσωσιν, ἐπέλθωσι δὲ οἱ πολέμιοι».
μή πως καὶ διὰ νύκτα μενοινήσωσι μάχεσθαι:ἀπολογεῖται ὡς δεόντως εἰπών.
οὐδέ τι ἴδμεν μή πως καὶ διὰ νύκτα: τοῦτο πρὸς καιρὸν εἴρηκεν—νυκτὸς πολεμεῖν.
Ἀτρείδη κύδιστε: κύδιστον γὰρ πάντων βασιλεύς. ἐκ προοιμίων δὲ ἀνακτᾶται τὸ καταπλῆξαν τοῦ βασιλέως.
οὔ θην Ἕκτορι πάντα νοήματα μητίετα Ζεύς ἐκτελέει: αἱ γὰρ ἄκραι τῶν εὐτυχιῶν μεταβολὰς ποιοῦσιν. πιθανῶς δὲ νῦν μὲν παραθαρσύνει τὸν Ἀγαμέμνονα· ὁρᾷ γὰρ αὐτὸν ὑπὸ τῆς συμφορᾶς τεταπεινωμένον· ἐν δὲ τοῖς ἑξῆς τὸν Διομήδην φοβεῖ εὑρὼν βαθέως καθεύδοντα. καί φησιν «οὐκ ἀΐεις ὡς Τρῶες ἐπὶ θρωσμῷ πεδίοιο εἵαται;»· δεῖ γάρ, ὡς ἔοικε, τοὺς μὲν πεφοβημένους θαρσύνειν, τοὺς δὲ θαρροῦντας φοβεῖν, ὅπως μήτε τῷ δέει τις ἐκπλήττοιτο μήτε τῷ θάρσει ἀπαρασκεύαστος γίνοιτο.
οὔ θην Ἕκτορι—ὅσα πού νυν ἐέλπεται: οἶδε γὰρ ὡς διʼ αὐτόν. ὑποκορίζων δὲ Ἕκτορι φησίν, ἅμα δὲ ὅτι οὐ μέμφεται τὴν πρώτην βουλὴν οὐδὲ πρὸς τὴν ἀπόβασιν ἐξεταστέον τὰς βουλάς.
ὅσα πού νυν ἐέλδεται: τὸ νῦν ἐνθάδε συσταλτέον διὰ τὸ μέτρον, ὥσπερ καὶ ἐπὶ τοῦ «δεῦρό νυν, ἢ τρίποδος».
σοὶ δὲ μάλʼ ἕψομʼ ἐγώ: μάλα, ἵνα μὴ δοκῇ διʼ ἀνάγκην ἕπεσθαι αὐτῷ.
ποτὶ δʼ αὖ καὶ ἐγείρομεν ἄλλους: καλῶς οὐχ ὁ Ἀγαμέμνων καθʼ ἑαυτὸν ἐγείρει τοὺς ἀριστέας, ἔχων τῆς Ἀχιλλέως ὀργῆς τὴν αἰτίαν.
δουρὶ κλυτόν: τὸ κλυτός, εἰ πτωτικὸν κατάρχοι, ἐν συνθέσει βαρύτονόν ἐστι, τοξόκλυτος, «ὀνομάκλυτος», εἰ δὲ ἄπτωτον, φυλάσσει τὸν αὐτὸν τόνον, «περικλυτός», «ἀγακλυτός»· διὸ σημειωτέον τὸ «ναυσικλυτός» ὀξυνόμενον· ὅτι γὰρ σύνθετόν ἐστι, δῆλον ἐκ τοῦ μένειν τὸ α τῆς ναυσί δοτικῆς· κατʼ ἰδίαν γὰρ παρὰ τῷ ποιητῇ ἢ διὰ τοῦ η λέγεται ἢ διὰ τοῦ ε, ἐν δὲ συνθέσει διὰ τοῦ α, «Ναυσικάα», «Ναυσίθοος». τὸ μὲν οὖν δουρὶ κλυτός ἐν παραθέσει ἐστίν.
ἠδʼ Αἴαντα ταχὺν καὶ Φυλέος ἄλκιμον υἱόν: ὅτι πλησίον τοῦ Λοκροῦ Αἴαντος ὁ Μέγης ἐνενεωλκήκει· καὶ διέσταλκε δὲ προσθεὶς ταχύν. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τοῦ ναυστάθμου.
Φυλέος ἄλκιμον υἱόν: τὸν Μέγητα.
ἀλλʼ εἴ τις ... καλέσειεν: τὸ ε περιττόν.
εἴ: ἀντὶ τοῦ εἴθε.
ἀντίθεόν τʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα: πρὸς τὰ περὶ τοῦ ναυστάθμου, ὅτι πλησίον ὁ Ἰδομενεὺς Αἴαντος τοῦ Τελαμωνίου ἐνενεωλκήκει.
τῶν γὰρ νῆες ἔασιν ἑκαστάτω: διὰ σχήματος ἐδηλώθη, διὰ τί Μενέλαος ἐκεῖ ἀπέσταλται, ὥστε οὐκ ἀργὸν τὸ «ῥίμφα θέων».
ἑκαστάτω: πορρωτάτω.
ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαοννεικέσω: χάριεν τὸ τῆς ὑποθέσεως· εὑρίσκεται γὰρ προαναβλέψας ἤδη, περὶ αὐτὸν μέμφεται.
χάριεν τὸ τῆς ὑποθέσεως· ὅπερ γὰρ εὑρίσκεται ἤδη πεποιηκὼς Μενέλαος, περὶ αὐτὸ μέμφεται.
νεικέσω … ὡς εὕδει … νῦν ὄφελεν … πονέεσθαι: ἀποδέχεται οὖν τὸν Ἀγαμέμνονα συνεργοῦντα τῷ καιρῷ.
εἴ πέρ μοι: οὕτως αἱ Ἀριστάρχου. τινὲς δὲ «εἰ καί μοι».
νεμεσήσεαι: γράφεται «νεμεσήσεται».
ὡς εὕδει· σοὶ δʼ οἴῳ ἐπέτρεψεν πονέεσθαι: ὅτι τὸ πονέεσθαι ἐπὶ τοῦ ἐνεργεῖν. καθʼ ἑαυτὸ δὲ ἀναγνωστέον τὸ ὡς εὕδει ἐν θαυμασμῷ ἢ τοῖς ἄνω συναπτέον «νεικέσω» ὡς εὕδει.
νῦν ὄφελεν κατὰ πάντας ἀριστῆας— ἀνεκτός: πρεπόντως τὸν πόλεμον ἀποσιωπᾷ, ὁ μέντοι Μενέλαος τοῦτο ἐνθυμεῖται· «τοὶ δὴ ἕθεν εἵνεκα».
πονέεσθαι: διὰ τὴν αὐτὴν αἰτίαν.
χρειὼ γὰρ ἱκάνεται οὐκέτʼ ἀνεκτός: ὅτι ἀνεκτὸς ἡ χρεία, οὐκ ἀνεκτή.
ἄλλοτε μέν σε καὶ αἰτιάασθαι ἄνωγα: οὐχ ὡς συκοφαντοῦντι τῷ Νέστορι μέμφεται οὐδὲ καθάπαξ ὑπεραπολογεῖται τοῦ ἀδελφοῦ, ἀλλʼ ὁμολογῶν αὐτὸν ἐνίοτε ἀμελεῖν. δεξιῶς οὖν τὸν λόγον ἐκέρασεν.
καὶ αἰτιάασθαι ἄνωγα: ὅτι περισσὸς ὁ καί.
οὔτʼ ὄκνῳ εἴκων οὔτʼ ἀφραδίῃσι νόοιο: φιλαδέλφως ἀπολογεῖται. δύο δέ ἐστι, διʼ ὧν γίνεται ἡ ῥᾳθυμία, ἀμέλεια καὶ ἄνοια. καὶ ἐν Ὀδυσσείᾳ· «νήπιος ἠὲ χαλίφρων ἦε ἑκὼν μεθίει;». ὥστε τὸ δοκοῦν ἁμάρτημα εἰς ἐγκώμιον τῆς πειθαρχίας περιΐσταται.
ἀλλʼ ἐμέ τʼ εἰσορόων καὶ ἐμὴν ποτιδέγμενος ὁρμήν:ἀλλʼ εἰς ἐμὲ ἀποβλέπων. οὔτε τὸν Νέστορα συκοφάντην ἐποίησεν οὔτε τὸν Μενέλαον ἀργόν. ἅμα δὲ καὶ τὸν φιλάδελφον ἐμφανίζει· ὅτι ἐγὼ ὑπὲρ αὐτοῦ πάντα ποιῶ κἀκεῖνος ἐκδέχεταί μου τὴν ὁρμήν, οἷον εἶναι δεῖ νεώτερον ἀδελφὸν πρὸς πρεσβύτερον.
μάλʼ ἐπέγρετο: ὁ Ἰξίων «μέγʼ ἐπέγρετο». καὶ μήποτε ἡ Ἀριστάρχειος οὕτως εἶχεν.
ἐν ἄλλῳ «μέγʼ ἐπέγρετο».
καί μοι ἐπέστη: ταχέως ἐδήλωσεν ὡς πολλῷ προὔλαβεν αὐτὸν ἀναστάς.
ἐπέστη ταχέως. ἐδήλωσε δὲ ὡς πολλῷ προὔλαβεν αὐτὸν ἐκεῖνος ἀναστάς.
ἵνα γάρ σφιν: ὅτι Ζηνόδοτος γράφει «ἵνα γάρ μιν». ἔστι δὲ ἑνικὸν τὸ μίν, βούλεται δὲ ὁ ποιητὴς διὰ τοῦ σφίν «αὐτοῖς» σημῆναι· διὸ καὶ ἑξῆς ἐπιφέρει· «κείνους δὲ κιχησόμεθα».
ἠγερέεσθαι: διὰ τοῦ θ αἱ Ἀριστάρχου «ἠγερέθεσθαι».
διὰ τοῦ ε τὸ ἠγερέεσθαι.
οὔ τίς οἱ: ἔξω τοῦ τ, οὔ τίς οἱ.
οὔτις σοὶ νεμεσήσεται—καὶ ἀνώγῃ: οὐδεὶς τῶν κελευομένων ἀντερεῖ, ὅταν αὐτουργοῦντα τὸν βασιλέα ὁρᾷ· «ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα».
ἐποτρύνῃ καὶ ἀνώγῃ: χωρὶς τοῦ ς, ἐποτρύνῃ καὶ ἀνώγῃ.
οὕτως χωρὶς τοῦ ς.
διπλῆν ἐκταδίην: οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ γῆρας καὶ τὴν νύκτα.
οὔλη: ὡς «κούρη»· οὕτως γὰρ καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο «οὔλων τε ταπήτων». καὶ μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν συνήθειαν, εἴ γε ὀξυτονοῦσι τὸ ὄνομα λέγοντες οὐλὸς ἄνθρωπος καὶ οὐλὴ κόμη. οὐ δέον δέ· τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, βαρύνεται, πόλος στόλος κοῖλος δοῦλος. οὕτως καὶ οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ μοχλός. τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστιν.
βῆ δʼ ἰέναι— πρῶτον ἔπειτʼ Ὀδυσῆα — ἐξ ὕπνου ἀνέγειρε: γελοίως τινὲς στίζουσι μετὰ τὸ πρῶτον. συναπτέον οὖν αὐτὸ τοῖς ἑπομένοις· ἔστι γὰρ τὸ ἑξῆς, ἔπειτα Ὀδυσσέα πρῶτον ἐξ ὕπνου ἀνήγειρεν· ἔστι γάρ τι καὶ ἐν τοῖς μετὰ ταῦτα πρῶτον.
πρῶτον ἔπειτα—ἀνέγειρε: οὐ δεῖ διαστέλλειν μετὰ τὸ πρῶτον. πρὸς τὸν ὅμοιον δὲ ἄπεισι πρῶτον.
ἐξ ὕπνου ἀνέγειρε Γερήνιος: οὐδὲν ἔτι ποιεῖ Ἀγαμέμνων, ἀλλʼ ἕπεται αὐτῷ, τοῦτο δηλοῦντος τοῦ ποιητοῦ ὡς ἐν ταῖς χρείαις ὁ λόγου δυνατὸς ὀφείλει πάντα πράσσειν, οὐχ ὁ βασιλεύς. καὶ Ὀδυσσεὺς «κοιρανέων ἐπεπωλεῖτο».
τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή, ἐκ δʼ ἦλθε κλισίης: δυσωπεῖται γὰρ Νέστορος καλοῦντος. οὐ δειλὸς δέ, ὅτι ἐντὸς τῆς σκηνῆς καθεύδει· οὐ γὰρ πρὸς ἀσφάλειαν αἱ σκηναί, ἀλλὰ πρὸς σκέπην αὐτοῖς πεποίηνται. ὁ γοῦν Ἀγαμέμνων εἰς τὴν σκηνὴν εἰσέρχεται Νέστορος οὐδὲν ἐχυρὸν ἔχουσαν πρὸς ἔφοδον πολεμίων.
ἐκ δʼ ἦλθε κλισίης: σημειοῦνταί τινες, ὅτι ἔνδον καθεύδει Ὀδυσσεύς, ἀλλʼ οὐχ ὁ Διομήδης· «ἐκτὸς ἀπὸ κλισίης».
κλισίης: κλισία ἡ σκηνή, ἔνθα ἀνέκλινον τὰ ἅρματα καὶ αὐτοὶ ἐκοιμῶντο κείμενοι.
τίφθʼ οὕτω κατὰ νῆας ἀνὰ στρατὸν οἶοι ἀλᾶσθε—τόσον ἵκει: προφέρεσθε· ταῦτα δὲ ἀνατεταμένῃ τῇ φωνῇ καὶ ὡς σχετλιάζων, ὅτι θορυβοῦσι τοὺς στρατιώτας μόνοι οἱ βασιλεῖς νυκτὸς περιϊόντες. δέδιεν οὖν, μή τι νεώτερόν ἐστιν ἐν τῷ στρατῷ. μαρτυρεῖ δὲ τούτοις Νέστωρ ἐπιλέγων «διογενὲς Λαερτιάδη, μὴ νεμέσα».
ἐπὶ νῆας: γράφεται «κατὰ νῆας».
ἀμβροσίην: γράφεται καὶ «ὀρφναίην».
νύκτα διʼ ἀμβροσίην; ὅ τι δὴ χρειὼ τόσον ἵκει: ὥσπερ ἐν ἀρχῇ «τίφθʼ οὕτως … », οὕτως καὶ νῦν ἀντὶ τοῦ τί δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ «ὁπποίης δʼ ἐπὶ νηός» ἀντὶ τοῦ ποίας. στικτέον δὲ ἐπὶ τὸ ἀμβροσίην.
ὅ τι δὴ χρειώ: ἀντὶ τοῦ τί δή, ὡς «ὁπποίης δʼ ἐπὶ νηός».
μὴ νεμέσα: παραιτεῖται τὴν μέμψιν, οὐ νεώτερόν τι σημαίνων, ἀλλὰ διὰ τὰ ἐνεστῶτα· ὃ συνεὶς Ὀδυσσεὺς ἕπεται μηδʼ ὁτιοῦν ἀντιλέγων.
ἀλλʼ ἕπευ, ὄφρα: Ἀρίσταρχος χωρὶς τοῦ υ, «ἀλλʼ ἕπεʼ ὄφρα».
ἄνευ τοῦ υ «ἕπεο».
βουλὰς βουλεύειν, ἢ φευγέμεν ἠὲ μάχεσθαι:οὐ καθʼ ἓν διασταλτέον, βουλεύειν, φευγέμεν, μάχεσθαι, ἀλλὰ συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν· ὃν ἐοικός ἐστι βουλεύεσθαι περὶ τοῦ ἢ μάχεσθαι ἢ φεύγειν.
ὅλον συναπτέον.
ποικίλον ἀμφʼ ὤμοισι σάκος θέτο: δειλός, φασίν, οὗτος ἀσπίδα καὶ δόρυ ἀναλαμβάνων. ἴσως δὲ σιωπωμένῃ τῇ ἀποκρίσει χρῆται πρὸς τὸν Νέστορα εἰπόντα βουλεύσεσθαι, πότερον φευκτέα ἢ μενετέα, ἐμφαίνων διὰ τῆς ἀσπίδος ὅτι μενετέα· δόρυ μὲν γὰρ φέρουσι καὶ μὴ μαχόμενοι, ἀσπὶς δὲ μενόντων ἐστὶ καὶ μαχομένων. ὅτι δὲ ἐχρῶντο καὶ τῷδε τῷ τρόπῳ τῆς ἀποκρίσεως, διʼ ὑποδείγματος παραστήσω· ἐστασίαζόν ποτε Ἐφέσιοι περὶ χρημάτων· παρελθὼν δὲ εἰς τὴν ἐκκλησίαν Ἡράκλειτος ἐπιπάσας κύλικι ἄλφιτα ἐξέπιε τὸν κυκεῶ, ἐμφαίνων ὅτι δεῖ ζηλοῦν αὐτάρκειαν.
τὸν δʼ ἐκίχανον ἐκτὸς ἀπὸ κλισίης: στρατιωτικὸν τὸ αἰθριοκοιτεῖν. δείκνυσι δὲ ὡς οὐ λόγῳ μόνον ἐστὶ θρασύς.
σὺν τεύχεσιν, ἀμφὶ δʼ ἑταῖροι: οὐχ ὡπλισμένος — δειλῶν γάρ —, ἀλλʼ οἷον πλησίον ἔχων τὰ τεύχη. καλῶς δὲ οἱ ἑταῖροι τὴν μεθʼ ἡμέραν τάξιν φυλάττουσι τεταγμένοι περὶ τὸν βασιλέα.
ἀμφὶ δʼ ἑταῖροι εὗδον, ὑπὸ κρασὶν δʼ ἔχον ἀσπίδας: διὰ τὴν μεθʼ ἡμέραν ταλαιπωρίαν κοιμῶνται· στρατιωτικὸν γὰρ τοῖς αὐτοῖς ὅπλοις χρῆσθαι καὶ πρὸς πόνους καὶ πρὸς ἀνάπαυλαν.
ἔγχεα δέ σφιν ὄρθʼ ἐπὶ σαυρωτῆρος ἐλήλατο: τρόπον τινὰ περιχαρακοῦντα τὸν ἡγεμόνα. φοβερὸν δὲ τὸ σχῆμα καὶ κοιμωμένων, ἴσως ἐμφαίνοντος τοῦ ποιητοῦ καὶ διὰ τούτου τὸ ἀνδρεῖον Διομήδους καὶ ἕτοιμον εἰς μάχην· διὸ καὶ τὰ ἐναντία ἑξῆς φησι περὶ Θρᾳκῶν ὡς ψέγων «ἔντεα δέ σφι καλὰ παρʼ αὐτοῖσιν χθονὶ κέκλιτο εὖ κατὰ κόσμον».
σαυρωτῆρος: ἐν τῇ Ἀριστοφάνους «σαυρωτῆρας» πληθυντικῶς. σαυρωτὴρ δέ ἐστι τὸ ἀπολῆγον μέρος τοῦ δόρατος, ὅπερ ἀντίκειται τῇ αἰχμῇ, ὃν καὶ οὐρίαχον καλοῦσιν.
σαυρωτῆρος: σαυρωτὴρ ἡ δορατοδόκη καλεῖται· παρὰ δέ τισιν ὁ καυλὸς τοῦ δόρατος.
τῆλε δὲ χαλκός λάμφʼ ὥς τε στεροπή: γραφικῶς τῷ σκιάζοντι τῆς νυκτὸς ἀντιπεριέστησε τὴν ἐκ τῶν αἰχμῶν ἀναλάμπουσαν αὐγήν, καὶ ταύτην τῆλε
ἀγραύλοιο: τοῦ ἐπʼ ἀγρῷ αὐλιζομένου.
ὑπὸ κράτεσφι τάπης τετάνυστο: ἀναγκαῖον σκληρᾶς οὔσης τῆς στρωμνῆς τὸ προσκεφάλαιον εἶναι ἁπαλόν, ἵνα μικρὸν ἀναπαύοιτο. οὐ μόνον δὲ καθʼ ἡλικίαν, ἀλλὰ καὶ κατὰ τὸ ἀξίωμα ἑκάστῳ τι ἀπονέμει. τάπης γοῦν τῷ βασιλεῖ ὑπόκειται, οὐχ ὡς τοῖς στρατιώταις ἀσπίς.
λὰξ ποδὶ κινήσας, ὄτρυνέ τε νείκεσέ τʼ ἄντην:ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν μετάκειται ἐπὶ τοῦ Πεισιστράτου ἐπὶ κλινιδίου καθεύδοντος παρὰ Μενελάῳ. πρὸς τί οὖν ποδί, ἀλλʼ οὐχὶ τῇ χειρί; νῦν μὲν γὰρ εἰκότως ἐπὶ τῆς γῆς κοιμώμενον οὕτως ἐγείρει.
λὰξ ποδὶ κινήσας: εἰκὸς αὐτὸν διὰ τοὺς μεθʼ ἡμέραν κόπους οὐκ αἰσθάνεσθαι. καλῶς δέ, ὅτι οὐ μονοειδῶς ἅπαντες διυπνίζονται. δυσωπητικὸν δὲ τὸ ὑπὸ τοῦ γέροντος ἀνίστασθαι· διὸ καὶ λὰξ αὐτὸν ἀνίστησιν, ὀνειδίζων τὴν ἀπρονοησίαν.
λὰξ ποδὶ κινήσας: διὰ τοῦ κινήσας ἰάσατο τὸ λάξ. λάξ· τῷ ὑποκάτω τῶν δακτύλων μέρει.
ὄρσεο: διχῶς ὁ Ἀρίσταρχος, «ἔγρεο» καὶ ὄρσεο.
ἔγρεο: γράφεται καὶ «ὄρσεο». διχῶς αἱ Ἀριστάρχου.
ἀωτεῖς: κοιμᾶσαι, ἀπὸ τοῦ «ἀέσαι».
ἀπανθίζει, παρὰ τὸ ἄωτον, ὅ ἐστιν ἄνθος, ἢ κοιμᾷ, παρὰ τὸ «ἀέσαι» τὸ κοιμᾶσθαι.
οὐκ ἀΐεις ὡς Τρῶες—ἐρύκει: Ἀγαμέμνονα μὲν καταπληχθέντα παραμυθεῖται, Διομήδεα δὲ ἀμελοῦντα ἀναπτεροῖ, καὶ ἄμφω βελτίους ποιεῖ. τὸ δὲ ἀΐεις ἀντὶ τοῦ ἀκούεις, πρὸς πλείονα ἐπίτασιν ὡς πλησιασάντων αὐτῶν.
ἐπὶ θρωσμῷ πεδίοιο: οἱ μὲν τῷ ἀντικρύ, οἱ δὲ τῷ ὑψηλῷ, οἱ δὲ τῷ πλατεῖ. ἐπὶ θρωσμῷ πεδίοιο: τόπος ἐστὶν—ἔξω τάσσοιντο.
ὀλίγος δʼ ἔτι χῶρος ἐρύκει: διὰ τοῦ ε «ὀλίγος δέ τε» αἱ Ἀριστάρχειοι. γράφεται δὲ καὶ «ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει».
Ἀρίσταρχος «ὀλίγος δέ τε». γράφεται δὲ καὶ «ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει».
ὀλίγος δέ τε χῶρος ἐρύκει: οὕτω διὰ τοῦ «τέ» γραπτέον. καὶ «ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει».
σχέτλιός ἐσσι γεραιέ: συναπτέον ἕως τοῦ γεραιέ.
σχέτλιός ἐσσι, γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις: ὅτι σεπτικῶς τὸ σχέτλιος καὶ οὐ μεμπτικῶς, εἰς ἑαυτὸν ἀγνώμων. καὶ ὅτι πόνον τὴν ἐργασίαν.
σχέτλιός ἐσσι, γεραιέ· σὺ μὲν πόνου οὔ ποτε λήγεις: ἡδὺ ἐπίπληξις φιλοπονίας καὶ ἀρετῆς. σχέτλιος ὁ ἄξια ἀγανακτήσεως πράσσων. εἰώθαμεν δὲ ἀμελείας κρινόμενοι φιλοπονωτέρους τοῦ δέοντος ἀποφάσκειν τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω.
ἀμήχανος: ὅτι τὸ ἀμήχανος δύο σημαίνει, ἓν μὲν ἀνίκητος, ἓν δὲ ἀντὶ τοῦ πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν· ὅπερ καὶ νῦν σημαίνει, ἵνα τῶν πόνων ἀποστῇ. ἢ κακοπίαστος καὶ πρὸς πάντα ἕτοιμος.
ἀμήχανος: ἀνίκητος, πρὸς ὃν οὐδὲ τὸ γῆρας μηχανήσασθαί τι δύναται.
τὸν δʼ αὖτε προσέειπε: ἐν ἄλλῳ «τὸν δʼ ἠμείβετʼ ἔπειτα».
ναὶ δὴ ταῦτά γε … κατὰ μοῖραν ἔειπες: ὁ γέρων ἐπαινεθεὶς ἰᾶται τὸ «τί πάννυχον ὕπνον ἀωτεῖς;». φρονίμως δὲ οὐ συνεχώρησε τούτῳ ὅτι φιλοπονώτερός ἐστι τῶν ἄλλων — φορτικὸν γὰρ ἦν —, ἀλλὰ τὸν καιρὸν ἐπικίνδυνον εἶναι καὶ τῆς παρὰ δύναμιν φιλοπονίας δεόμενον
φίλος: Ἀριστοφάνης «τέκος».
εἰσιν μέν μοι παῖδες: ὅτι εἰς τὰς κοινὰς ὑπηρεσίας πρώτους καταλέγει τοὺς ἑαυτοῦ παῖδας.
ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: ἀντὶ τοῦ τὰ πράγματα —ὀξύτητος κινδύνων, μεταφορικῶς. συσταλτέον δὲ διὰ τὸ μέτρον τὴν ξυ συλλαβήν.
τὴν πρώτην δὲ τοῦ ξυροῦ συσταλτέον διὰ τὸ μέτρον.
ἐπὶ ξυροῦ ἵσταται ἀκμῆς: καὶ διὰ τὸ ὀξὺ καὶ διὰ τὸ λεπτὸν ἐπικίνδυνον τοῦτο.
ἢ μάλα λυγρὸς ὄλεθρος … ἠὲ βιῶναι: ἄμφω τοὺς συνδέσμους ἐγκλιτέον· διαζευκτικοὶ γάρ εἰσιν. οὐκ εἶπε δὲ κρατῆσαι ἢ κρατηθῆναι, ἀλλʼ ἢ κακῶς ἀπολέσθαι ἢ ζῆσαι.
Αἴαντα ταχὺν καὶ Φυλέος υἱόν: ὅτι διαστέλλει τῷ ἐπιθέτῳ τὸν Λοκρὸν τοῦ Τελαμωνίου, καὶ πρὸς Ζηνόδοτον γράφοντα ἐκεῖ «Φυλείδην τε Μέγην τε», τὸν Φυλείδην οἰόμενον ὄνομα κύριον.
Φυλέος υἱόν: Μέγητα. καὶ ἀλλαχοῦ· «Φυλείδην τε Μέγητα». καὶ πῶς ἀριστεὺς ὑπάρχων οὐκ ἀνίσταται κατὰ Ἕκτορος ἢ ὅτι μείζων ἑαυτοῦ γέγονε, τὴν Ἐπειῶν προσλαβὼν ἀρχὴν μετὰ Διώρην
ἄνστησον: οὕτως διὰ τοῦ ν ἄνστησον αἱ Ἀριστάρχου.
τὸ δὲ ἄνστησον διὰ τοῦ ν.
ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις:διὰ μέσου τὸ σὺ γάρ ἐσσι νεώτερος.
ἄνστησον· σὺ γάρ ἐσσι νεώτερος· εἴ μʼ ἐλεαίρεις:τὸ ἑξῆς ἄνστησον, εἴ μʼ ἐλεαίρεις. οὐκ ἐπιτακτικῶς δέ φησιν, ἀλλʼ εἰ ταῖς ἀληθείαις ἐλεεῖς με, διὰ τὸ «σὺ μὲν πόνου οὔποτε λήγεις». τὸ δὲ σὺ γάρ ἐσσι νεώτερος πεφυλαγμένως προσέταξε πρὸς τὸ λῆμμα εἰπόντος «οὔ νυ καὶ ἄλλοι ἔασι νεώτεροι υἷες Ἀχαιῶν;», ὡς, εἰ μὴ παρῆν, διʼ ἑαυτοῦ ἂν ὁ γέρων ἐκάλεσεν.
βῆ δʼ ἰέναι, τοὺς δʼ ἔνθεν ἀναστήσας ἄγεν ἥρως:ταχέως καὶ μεγαλείως· τί γὰρ ἔδει διατρίβειν περὶ πρᾶξιν οὐδὲν ἠθικὸν οὐδὲ ἀξιόπιστον ἔχουσαν;
ἐν ἀγρομένοισι ἔμιχθεν: ἐν ἄλλῳ «ἐν ἀγρομένοισι γένοντο».
ἀλλʼ ἐγρηγορτὶ … εἵατο: καλῶς οὔτε κατακλίνονται, ἵνα μὴ κατενεχθῶσιν εἰς ὕπνον, οὔτε ἑστήκασιν, ἵνα μὴ προκάμωσι τῆς χρείας.
καθέζονται μέν, ἵνα μὴ ἡ ἀνάκλισις ὕπνον ἐμποιήσῃ, οὐχ ἑστᾶσι δέ, ἵνα μὴ πρὸ τῆς χρείας κάμωσιν.
ἐγρηγορτὶ σὺν τεύχεσιν: οἰκεῖον φύλαξι τὸ μὴ κοιμᾶσθαι μηδὲ πρὸς βραχὺ ἀποθέσθαι τὴν ἀσπίδα.
ὡς δὲ κύνες περὶ μῆλα—ὕπνος ὄλωλεν: θείως τὴν τῶν φυλάκων ἀγρυπνίαν τῇ τῶν κυνῶν παρέβαλε, καὶ ταῦτα ποιμενικῶν· ὀξυήκοοι γὰρ καὶ ἄγρυπνοι, ἔπειτα καὶ λέοντος προσδοκῶντες ἔφοδον.
δυσωρήσονται: ὤρα ἡ φυλακή.
ἀπό τέ σφισιν ὕπνος ὄλωλεν: τοῖς κυσίν· θορύβου γὰρ ἐμπεσόντος, κἂν οἱ ἄνδρες ἀφυπνώσωσιν, οὐκέτι κοιμῶνται οἱ κύνες· διὸ ὑπερβολικῶς εἶπε τὸ ὄλωλεν, ὡς μηδὲ ὕστερον, εἰ βουληθεῖεν, ὑπνωσόντων αὐτῶν.
νήδυμος: ὅτι σαφῶς τὸ νήδυμος σὺν τῷ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων οὖν οὕτως γράφεται.
φυλασσομένοισι: ὅτι ἀντὶ τοῦ φυλάσσουσι, παθητικὸν ἀντὶ ἐνεργητικοῦ.
νύκτα φυλασσομένοισι κακήν: κοινῶς, ὡς ἂν εἴποις «κακὴν νύκτα διήγαγον». καὶ ἔστι παθητικὸν ὑπὸ τοῦ ποιητοῦ προσκείμενον. ἅμα δὲ ἐξηγεῖται τὸ «δυσωρήσονται»· δηλοῖ γὰρ τὴν δυσχερῆ παραφυλακήν.
πεδίον δὲ γὰρ αἰεί τετράφατο: διὰ τοῦ αἰεί δηλοῖ τοὺς μηδʼ ὅλως ἀφυπνώσαντας, ἀντιστήσαντας τῷ ὕπνῳ τὸν φόβον.
τετράφαθʼ, ὁππότʼ ἐπὶ Τρώων ἀΐοιεν ἰόντων: ὅτι οὐ λέγει «ὁππότε ἀκούοιεν τῶν Τρώων ἐπιόντων, τότε πρὸς τὸ πεδίον τετραμμένοι ἦσαν» — οὐδὲ γὰρ ἐπεληλύθεισαν —, ἀλλὰ «φοβούμενοι, μὴ ἐπελεύσονται οἱ Τρῶες, τετραμμένοι ἦσαν πρὸς τὸ πεδίον».
ἐπὶ Τρώων ἀΐοιεν ἰόντων: ἐπιόντων ἀΐοιεν.
τοὺς δʼ ὁ γέρων γήθησεν ἰδὼν θάρσυνέ τε μύθῳ:τὸ πᾶν γὰρ αὐτῷ ἐπιτρέπει ὁ Ἀγαμέμνων.
οὕτω νῦν, φίλα τέκνα, φυλάσσετε: τεχνικῶς διὰ τοῦ παραγγεῖλαι αὐτοῖς ὁμοίως φυλάττειν ἐπῄνεσέ τε ἅμα καὶ προσέταξεν ἀνεπιφθόνως. εὖ δὲ καὶ τὸ φίλα τέκνα· τῷ γὰρ συγγενικῷ ὀνόματι τὴν ἀπὸ τοῦ ὕπνου νενίκηκεν ἡδονήν. τοῦ δὲ παιδὸς οὐδʼ ὅλως ἐμνημόνευσεν.
μὴ χάρμα γενώμεθα δυσμενέεσσιν: τὸ μάλιστα λυποῦν παρέλαβε, χαρὰν πολεμίων. ὡς ἐν ὑποθήκῃ δὲ λέγων ἐν αὐτοῖς εἶναι τὴν πᾶσαν τῶν Ἑλλήνων σωτηρίαν φησίν.
τάφροιο διέσσυτο: ὑπὲρ γεροντικὴν προθυμίαν καὶ πρῶτος πρόεισι, δυσωπῶν αὐτούς. διὰ τί δὲ μὴ μᾶλλον ἔσω τοῦ τείχους ἀσφαλέστερον βουλεύονται; ἀλλʼ ἐν τῷ στρατεύματι νυκτὸς συνιόντες θόρυβον ἂν ἐκίνησαν, καὶ ταῦτα προτεταλαιπωρημένων ἤδη τῶν Ἑλλήνων. ἄλλως τε ἄτοπον ἦν εἰς κατασκοπὴν ὀτρύνοντας μὴ τολμᾶν προϊέναι τῶν πυλῶν. ἔτι δὲ καὶ πρὸς παραμυθίαν τῶν μελλόντων ἐκπέμπεσθαι πρὸς τὸ μὴ δοκεῖν πολὺ προκόπτειν τῆς φάλαγγος. ἦσαν δὲ ἤδη τὰ τῶν φυλάκων κατακαυθέντα πυρά· διὸ ἔλαθον.
τάφροιο διέσσυτο: διέβη διὰ τῆς τάφρου, ἵνα μὴ θόρυβος ἐν τῷ στρατοπέδῳ γίνηται, τὴν μὲν σύνοδον ὁρώντων, τὴν δὲ αἰτίαν ἀγνοούντων. ἢ ἵνα μὴ γνῶσιν ὅτι κατάσκοποι πέμπονται. ἢ εἰς εὐθυμίαν τῶν κατασκόπων, ἵνα ἀφοβώτερον τυγχάνωσιν ἐγγὺς ὄντων.
ὅσοι κεκλήατο βουλήν: ὅτι ἐλλείπει ἡ εἴς, ἵνʼ ᾖ εἰς βουλήν.
τοῖς δʼ ἅμα Μηριόνης καὶ Νέστορος ἀγλαὸς υἱός ἤϊσαν: διὰ τὸν Ἰδομενέα καὶ Νέστορα. ἅμα δέ, ἵνα οἱ κατάσκοποι ὁπλισθῶσιν
αὐτοὶ γὰρ κάλεον συμμητιάασθαι: πιθανῶς, τοὺς φύλακας εὑρόντες ἐγρηγορότας, ἐπῄνεσαν μὲν αὐτοὺς τοῖς λόγοις, ἐτίμησαν δὲ τοῖς ἔργοις, ἐπὶ συμβουλίαν τοὺς ἡγεμόνας αὐτῶν παραλαβόντες.
ὀρυκτήν: τὴν εὖ ὀρυχθεῖσαν, ὅ ἐστι βαθεῖαν. ἢ ἀντιδιαστέλλει πρὸς τοὺς ἐξ ὄμβρων γινομένους ῥωχμούς.
ἐν καθαρῷ, ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις.
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:τὸ ἑξῆς ἐν καθαρῷ νεκύων, ὅθι διεφαίνετο χῶρος.
ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: διεφαίνετο ὡς ἐν σκότῳ οὐ καθαρῶς ἐφαίνετο. ἐκίνησε δὲ ἡμῶν τὴν διάνοιαν τῷ ἐναργεῖ, τὸ μὲν περὶ τὴν τάφρον ἅπαν χωρίον φήσας πλῆρες εἶναι κειμένων νεκρῶν, ὀλίγον δὲ τὸν καθαρὸν τόπον.
ὅθι δὴ νεκύων διεφαίνετο χῶρος: ἄτοπον, φασί, μηδὲ τοὺς πρὸς τῇ τάφρῳ ἀνελέσθαι νεκρούς. ἀλλʼ οὐκ ἂν ἐπέγνωσαν νυκτὸς τοὺς ἑαυτῶν. ἢ διὰ τὴν φαντασίαν.
πίφαυσκον: ἐνεφάνιζον, ἔλεγον. φῶ φαύω καὶ πιφαύω, πιφαύσκω.
τοῖσι δὲ μύθων ἦρχε: ἐν ἄλλῳ «τοῖσι δὲ καὶ μετέειπε».
ὦ φίλοι, οὐκ ἂν δή τις—πάντας ἐπʼ ἀνθρώπους: ἤτοι διασταλτέον ἐπὶ τὸ ἐλθεῖν, ἵνα στίζωμεν ἐπὶ τὸ Ἀχαιούς καὶ ἀπʼ ἄλλης ἀρχῆς εὐκτικῶς ᾖ λεγόμενα τὰ ἑξῆς ταῦτά τε πάντα πύθοιτο. ἢ στικτέον ἐπὶ τὸ ἐλθεῖν καὶ ἀπὸ ἄλλης ἀρχῆς εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα, ἵνʼ ὑποστίζωμεν ἐπὶ τὸ ἐσχατόωντα καὶ σφίσιν καὶ Ἀχαιούς καὶ πύθοιτο καὶ ἀσκηθής, τοῦ λόγου τοιούτου γινομένου· εἴ τινα τῶν πολεμίων ἀνέλοι καὶ γνοίη, τί βουλεύονται οἱ Τρῶες, καὶ ταῦτα πυθόμενος ὑποστρέψειε, μεγάλην ἂν ἔχοι δόξαν.
ὑποστίζων εἰς τὸ ἐλθεῖν τελειώσεις εἰς τὸ Ἀχαιούς· καὶ τελειῶν εἰς τὸ ἐλθεῖν ἀποδώσεις εἰς τὸ ἀνθρώπους
ὦ φίλοι, οὐκ ἂν δή τις ἀνὴρ— ἐλθεῖν: ἐξ αὐτοῦ τοῦ πράγματος ἄρχεται· οὐκ ἔδει γὰρ προοιμίων, ἀλλʼ ὀξυλαβείας τῷ καιρῷ. ὑποθετικῶς δὲ ἄρχεται, οὐ προστακτικῶς. εὖ δὲ καὶ τὸ μὴ ἕνα ἐκλέξασθαι· ἐλύπησε γὰρ αὐτὸν ὡς καταφρονῶν τῆς αὐτοῦ σωτηρίας καὶ τοὺς λοιποὺς ᾔσχυνε. φιλοτιμίαν οὖν τοῖς ἀρίστοις εἰς ἀλλήλους ἐμβαλὼν τοὺς ἀτόλμους οὐκ ἤλεγξεν, ἀλλʼ ἡσυχίαν αὐτοῖς ἀνεπίφθονον δέδωκεν. εὖ δὲ καὶ τὸ αὐθαίρετον· πεπίθοιτο γὰρ οὐκ ἐμοί, ἀλλʼ ἑῷ αὐτοῦ θυμῷ καὶ τολμήεντι, ὅ ἐστι περιεκτικὸν τῆς προκειμένης πράξεως.
ἑῷ αὐτοῦ: ὅτι κατὰ τὸ πλῆρες τὰ τοιαῦτα ἐκφέρει ἑῷ αὐτοῦ καὶ «ἀλλʼ ἐμὸν αὐτοῦ χρεῖος» καὶ τὰ τοιαῦτα· καὶ ἐπὶ τῶν πληθυντικῶν «αὐτῶν γὰρ σφετέρῃσι»· τὸ γὰρ αὐτοῦ καὶ αὐτῶν κοινόν ἐστιν ἐπίταγμα τῶν τριῶν προσώπων.
ἕλοι ἐσχατόωντα: ζωγρήσοι πρὸς τὸ πυθέσθαι τὰ παρὰ τῶν πολεμίων. διὰ δὲ τοῦ ἐσχατόωντα τὸ ἀκίνδυνον ὑπέφηνε τῆς πράξεως, καὶ ἀντιπαρέβαλε τὸ «μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη».
ἤ τινά που καὶ φῆμιν ἐνὶ Τρώεσσι πύθοιτο: εἰώθασιν οἱ πολεμούμενοι—τὴν Δεκέλειαν.
ἅσσα τε μητιόωσι—Ἀχαιούς: ὅτι κακῶς ἐν τοῖς μετὰ ταῦτα κεῖνται, ὅτε τὸν Δόλωνα συλλαμβάνουσιν οἱ περὶ Διομήδη. τὴν δὲ σφίσι νῦν ὀρθοτονητέον, καὶ διὰ τὴν σύνταξιν καὶ διὰ τὴν μετάληψιν· εἰς γὰρ σύνθετον.
ἂψ ἀναχωρήσουσιν: διὰ τὸ ὑπονοεῖν Ἀχιλλέα.
ταῦτά τε πάντα: ἐπανάληψις.
ἂψ εἰς ἡμέας ἔλθοι: διοριζόμενος θαρσαλεώτερον αὐτὸν ποιεῖ.
ταῦτά κε πάντα πύθοιτο, καὶ ἂψ εἰς ἡμέας ἔλθοι ἀσκηθής· μέγα κέν οἱ ὑπουράνιον κλέος εἴη: πανταχόθεν προτρέπεται, τῷ εὐχερεῖ, τῷ ἀκινδύνῳ, τῷ εὐκλεεῖ.
πάντας ἐπʼ ἀνθρώπους: ἀντὶ τοῦ εἰσέπειτα.
ὅσσοι γὰρ νήεσσιν ἐπικρατέουσιν— ὑπόρρηνον: μέγας οὖν ἔσται, ἀριστεῖα παρὰ τῶν ἰδίων λαμβάνων. καὶ τὸ δῶρον ἐκ μεγίστης προφάσεως διδόμενον, καὶ εἰ μηδέν ἐστιν, ὅμως μέγα. ἔσται δὲ αὐτῷ, φησίν, ἀγέλη μελαινῶν οἰῶν ὅπερ ἐστὶ σπάνιόν τε καὶ σύμβολον τῆς ἐν νυκτὶ πράξεως. διὰ δὲ τῆς ἐπιγονῆς ἀείμνηστον ποιεῖ τὸ κλέος τῆς πράξεως.
μέλαιναν: ὅτι νυκτερινὴ ἡ πρᾶξις ἦν.
θῆλυν ὑπόρρηνον: ὅτι ἡ μὲν ἐπαγγελία τοῦ δώρου ῥητή, τὸ δὲ ἀποτέλεσμα ὑποσεσιώπηται. δεῖ δὲ ἡμᾶς συνεκδέξασθαι.
ὑπόρρηνον: ἔγκυον, οἱ δὲ θηλάζουσαν. ὑπόρρηνον δὲ γράφει διὰ τοῦ ἑτέρου ρ.
διὰ τί μέλανα καὶ ὑπόρρηνα ἐπαγγέλλεται τὰ πρόβατα; καὶ ῥητέον ὅτι—ποιήσωνται.
αἰεὶ δʼ ἐν δαίτῃσι καὶ εἰλαπίνῃσι παρέσται: ὡς τὸ «ἕδρῃ τε κρέασίν τε». ἐκ τούτου δὲ δῆλον ὡς οὐ πάντες ἀεὶ ἐκαλοῦντο. ἢ τὸ ἀεί τὸ αὐτόματον τῆς ἑστιάσεως δηλοῖ, ὡς τὸ «αὐτόματος δέ οἱ ἦλθε».
εἰλαπίνῃσιν: ἑορταῖς—ταράσσεσθαι.
οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ: Ἑλληνικὸν τὸ μὴ προπετῶς ὑποδέχεσθαι τοὺς κινδύνους.
ἴδιον γὰρ τῶν Ἑλλήνων τὸ προσκέπτεσθαι.
ἔμʼ ὀτρύνει κραδίη: ἐμέ, πρὸς τὸ «πεπίθοιθʼ ἑῷ αὐτοῦ». ἔπρεπε δὲ τὸν μένειν συμβουλεύοντα καὶ τοὺς κινδύνους ὑποδύεσθαι.
καὶ θυμὸς ἀγήνωρ: παρέλκει τὸ ἐπίθετον, καὶ ἔστιν Ὁμηρικόν, ὡς τὸ «Ἀνδρομάχη λευκώλενος».
ἐγγὺς ἐόντα: οὐκ εἰκῇ τὸ ἐγγὺς ἐόντα, ἀλλʼ ὅτι μέγαν κίνδυνον ἀναδέχεται. τοῦτο δὲ οὐχ οὕτως ἐξαίρων ἑαυτόν φησιν, ἀλλʼ ὡς καὶ ἑτέρου συνεργοῦ δεόμενος.
ἀλλʼ εἴ τίς μοι ἀνὴρ ἅμʼ ἕποιτο καὶ ἄλλος, μᾶλλον θαλπωρή: ἤτοι στικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ὁ λόγος εὐκτικὸς «ἀλλʼ εἴθε» ἢ παρακελευστικός, ὡς προείρηται· ἢ ὑποστικτέον ἐπὶ τὸ ἄλλος, ἵνʼ ᾖ ἀνταπόδοσις τὰ ἐπιφερόμενα μᾶλλον θαλπωρή
εἰ: τινὲς ἀντὶ τοῦ εἴθε.
μᾶλλον θαλπωρὴ καὶ θαρσαλεώτερον ἔσται:ἤτοι στικτέον ἢ συναπτέον τοῖς ἑξῆς.
μᾶλλον θαλπωρὴ—ἔσται: ἐπιτήδειος ὁ τρόπος πρὸς τὸ κοινωνοὺς ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ οὐ ποιεῖ Δόλων· διὸ καὶ ἀποτυγχάνει.
ἐπιτήδειόν ἐστι πανταχοῦ τὸ κοινωνὸν ἐν τοῖς δεινοῖς αἱρεῖσθαι, ὅπερ μὴ ποιήσας Δόλων ἀποτυγχάνει.
σύν τε δύʼ ἐρχομένω—μῆτις: μάλα καλῶς ἡμᾶς ἐδίδαξε κοινωνεῖν ἀλλήλοις ἐν ταῖς βουλαῖς· ὁ μὲν γὰρ εἷς τάχα μὲν οὐδὲ νοήσει ῥᾳδίως, εἰ δὲ καὶ τοῦτο, ἀλλʼ ἀνόητα. οἱ δὲ δύο στερροποιοῦσιν ἀλλήλους τῇ κοινωνίᾳ.
σύν τε δύʼ ἐρχομένω καί τε πρὸ ὁ τοῦ ἐνόησεν: πρὸς τὸ σχῆμα, ὅτι ὅμοιόν ἐστι ἐκείνῳ «ἄμφω δʼ ἑζομένω»· συνερχόμενοι δύο ἀντὶ τοῦ συνερχομένων. ἔνιοι δὲ μὴ νοήσαντες τὸ ν προστιθέασι, κακῶς.
ὡς τὸ «ἄμφω δʼ ἑζομένω, γεραρώτερος ἦεν Ὀδυσσεύς».
ἄλλως· ἀντὶ τοῦ δυεῖν συνερχομένων ὁ ἕτερος πρὸ θατέρου πολλάκις ἐλογίσατο. ἢ ὑπὲρ τοῦ ἑτέρου, ὡς «πρό τε παίδων καὶ πρὸ γυναικῶν».
μοῦνος δʼ εἴ πέρ τε: οὕτως Ἀρίσταρχος μοῦνος δʼ εἴ πέρ τε, καὶ οἱ ἀπὸ τῆς σχολῆς. καὶ ὅτι περισσὸς ὁ τέ.
εἴ πέρ τε νοήσῃ: οὕτω καὶ οἱ ἀπὸ τῆς σχολῆς.
βράσσων: ὅτι οἱ Γλωσσογράφοι βράσσων ἀντὶ τοῦ ἐλάσσων ἀπὸ τοῦ βραχύς· ἀλλʼ οὐδαμοῦ κέχρηται τούτῳ Ὅμηρος. ἀποδοτέον οὖν βρασσόμενος, ταρασσόμενος διὰ τὸ δέος, οὐχ ἑστηκὼς διὰ τὴν ἀγωνίαν. ἅπαξ δὲ ἐνταῦθα κέχρηται τῇ λέξει.
οἱ δʼ ἔθελον Διομήδει πολλοὶ ἕπεσθαι: προτρέπει ἐπὶ τὰ καλὰ τῶν ἔργων δεικνὺς ὅτι πᾶς ἀνὴρ ἀγαθὸς πρὸς ὁντιναοῦν κίνδυνον ἐλθεῖν θέλων πολλοὺς ἕξει τοὺς συγκινδυνεύοντας.
ἠθελέτην Αἴαντε δύω—ἤθελε: παλαιᾶς ἑρμηνείας ἰδέα καὶ μᾶλλον ἔμφασιν ἔχουσα τῷ ἐπιμένειν τῷ ἤθελε καὶ μὴ μεταλλάξαι εἰς τὸ ἐβούλετο ἢ ἄλλο τι.
ὁ τλήμων: ὅτι τλήμονα οἱ νεώτεροι τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος τὸν τλητικόν, τὸν ὑπομενητικόν.
ὁ τλήμων Ὀδυσσεύς: ὁ τλήμων πρὸς τὴν ἑτέραν ποίησιν, ἵνα εὐφυὴς ἐν ἅπασι γένοιτο.
αἰεὶ γάρ οἱ ἐνὶ φρεσὶ θυμὸς ἐτόλμα: τολμητὴς ἦν οὐ μόνον ἐν τῷ παρόντι.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων—βασιλεύτερός ἐστιν: πάντα Νέστωρ διῴκηκε καταπληχθέντος τοῦ βασιλέως. ἄτοπον δὲ ἦν τὸ ἄφωνον αὐτὸν μεῖναι. νῦν οὖν τῷ θάρσει τῶν ἀριστέων ὥσπερ ἀνασφήλας φησὶ περὶ τοῦ ἀδελφοῦ· ἄτοπον γὰρ ἦν Νέστορα καὶ τοῦτο εἰπεῖν καταβάλλοντα τὸν Μενέλαον.
ἐμῷ κεχαρισμένε θυμῷ: ἤδη χάριν αὐτῷ τῆς προθυμίας ὁμολογεῖ.
ἕταρον: συνεργόν.
φαινομένων τὸν ἄριστον: καλῶς παραιτεῖται Μενέλαον· οὐ γὰρ ἄριστος οὗτος.
φαινομένων τὸν ἄριστον: τεχνικῶς ἔχει ὁ λόγος· ὁρῶν γὰρ τοὺς ἀνθρώπους πολλάκις καὶ παρὰ γνώμην τοὺς ἐν ἀξιώμασιν ὄντας προτιμῶντας, ἰδίᾳ μὲν ὤκνησεν περὶ τοῦ ἀδελφοῦ ποιήσασθαι τὸν λόγον, μὴ τοῦ κινδύνου αὐτὸν ὑπεκκλέπτειν δοκῇ, κοινῇ δὲ ὑπὲρ ἁπάντων λέγει τὸν ἄριστον αἱρεῖσθαι.
σὺ δὲ χείρονʼ ὀπάσσεαι αἰδοῖ εἴκων: διδάσκει ὅτι πολλάκις αἰδὼς ἐκκρούει τοῦ συμφέροντος.
εἰς γενεὴν ὁρόων, μηδʼ εἰ βασιλεύτερός ἐστιν: τοὺς πρὸς τὰ ἔργα ἡμῖν χρησίμους ἐσομένους ἀξιοῖ Ὅμηρος σκοπεῖν, οὐ τοὺς εὐγενεῖς ἢ πλουσίους, ὥσπερ καὶ ἰατροὺς οὐ τοὺς πλουσίους παραλαμβάνομεν ἐν ταῖς νόσοις, ἀλλὰ τοὺς ἰάσασθαι δυναμένους.
ὣς ἔφατʼ, ἔδδεισεν δὲ περὶ ξανθῷ Μενελάῳ: ἀθετεῖται, ὅτι περισσὸς ὁ στίχος καὶ παρέλκων, καὶ μὴ ἐπιλεγόμενος ἀπαρτίζει τὴν διάνοιαν. ἡ δὲ διπλῆ, ὅτι ἔξωθεν ἐκ τοῦ ἰδίου προσώπου ἀναφωνεῖ, ὡς καὶ τὸ «νήπιος, οὐδʼ ἄρʼ ἔμελλε κακὰς ὑπὸ κῆρας ἀλύξας». οὐδὲ ἐν τῇ Ζηνοδότου ἦν.
εἰ μὲν δὴ ἕταρόν γε: ὅτι ἕταρον νῦν οὐ φίλον, ἀλλὰ συνεργὸν λέγει. ἡ δὲ ἀναφορὰ πρὸς τὸ «ἑταρίσσαιτο» ἀντὶ τοῦ συνεργὸν λάβοι.
κελεύετέ μʼ αὐτόν: Ἀλεξίων τὸ ε τῇ ἀντωνυμίᾳ δίδωσιν, οὐ τῷ ῥήματι τελικόν, καὶ δοκεῖ ὀρθοτονεῖν, ὡς εἰ καὶ συνθέτως ἐλέγετο ἐμαυτόν. καὶ τοῦτό γε ἐχρῆν εἶναι· ἀεὶ γὰρ αἱ τοῦ πρώτου προσώπου ἀντωνυμίαι προτασσόμεναι τῆς αὐτός ὀρθοτονοῦνται. ὁ μέντοι Ἀσκαλωνίτης καὶ Ἀρίσταρχος ἐγκλιτικῶς ἀνεγνώκασιν ἐπὶ τὴν τε συλλαβὴν ποιοῦντες τὴν ὀξεῖαν, ἵνα μὴ ὡς ἀκατάλληλον φανῇ τὸ «ἐμαυτὸν ἑλέσθαι».
Ἀρίσταρχος τὴν μέ ἐγκλιτικῶς προφέρεται.
πῶς ἂν ἔπειτʼ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην: τῇ ἀνδρίᾳ ἑαυτοῦ θαρρῶν σύμβουλον αἱρεῖται· διὸ παρίησιν Αἴαντα.
οὗ πέρι μὲν πρόφρων κραδίη: ἀληθὴς ὁ ἐν τοῖς κινδύνοις ἔπαινος, παρωσάμενος πᾶσαν αἰδῶ. ἅμα δὲ καὶ τοῖς ἄλλοις ἀπολογεῖται, οὐ διʼ ἀνδρίαν φήσας αὐτὸν δέχεσθαι, ἀλλὰ διὰ φρόνησιν. ᾧ ἕκαστος κατὰ σοφίαν εἴκειν ἠξίου.
φιλεῖ δέ ἑ Παλλὰς Ἀθήνη: ὡς ὑπὸ τῆς θεοῦ τιμώμενος οἶδε καὶ τοὺς ἄλλους τοὺς ὑπʼ αὐτῆς τιμωμένους.
ἑσπομένοιο: δύναται καὶ «σπομένοιο», ὥς φησιν ὁ Ἀσκαλωνίτης· καὶ ὅμοιόν ἐστι τοῦ «ὁ δὲ σπόμενος περὶ δουρί». εἰ δὲ Ἀρίσταρχος δασύνει τὸ «εἰ δὲ σοί, ὦ μέγʼ ἀναιδές, ἅμʼ ἑσπόμεθʼ», ἀνάγκη πᾶσα κατʼ αὐτὸν δασύνειν καὶ τὴν μετοχὴν καὶ ἀπὸ τοῦ ε ἄρχεσθαι.
δασύνεται· Ἀρίσταρχος γὰρ δασύνει καὶ τὸ «ἀλλὰ σοί, μὲν μέγʼ ἀναιδές, ἅμʼ ἑσπόμεθα».
καὶ ἐκ πυρὸς αἰθομένοιο ἄμφω νοστήσαιμεν: πρὸς τὸ φιλάλληλον οὐκ εἶπε «νοστήσαιμι», καὶ ὑποφαίνει ὡς, εἰ ἄλλον εἵλετο, αἴτιος ἂν ἀμφοτέροις θανάτου καθειστήκει. καὶ εὖ ἔοικεν ἔχειν τὸ «θείοιο»· μόνους γὰρ θεοὺς οὐκ ἀναλίσκει τὸ πῦρ.
περίοιδε: οἱ μὲν ὡς σύνοιδε ἀνέγνωσαν, ἓν ποιοῦντες καὶ τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν· οἱ δὲ κατὰ παράθεσιν, ἵνα γένηται περισσῶς οἶδε. δύναται δὲ καὶ ἐν τῇ συνθέσει τὸ αὐτὸ νοεῖσθαι, ὡς καὶ Ἀρίσταρχος βούλεται.
ἐπεὶ περίοιδε νοῆσαι: τινὲς κατὰ παράθεσιν τὸ περίοιδε. φασὶ δὲ ἐκ τούτων πεποιῆσθαι τὴν Ὀδύσσειαν. ὅτι κρείττων ἀνδρίας ἐν κινδύνοις ἡ φρόνησις.
μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει: ἐντεῦθεν Χίλων τὸ «μηδὲν ἄγαν» φησίν. ἀριστέως δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ ἀναδέχεσθαι δὲ αὐτήν. τινὲς δὲ τὸν λόγον ἀνατείνουσιν εἰς τὸ «πῇ φεύγεις;»· οὐκ ἂν δὲ ἐκείνου τοῦ καιροῦ ἐμνήσθη ἐπὶ Νέστορα, ὅσον τὸ καθʼ αὑτὸν προδοῦναι αὐτόν.
ἐντεῦθεν τὸ «μηδὲν ἄγαν» δηλοῦται. ἀριστέως δὲ τὸ θέλειν μὲν εὐφημίαν, οὐκ ἀνέχεσθαι δὲ αὐτῆς.
μήτʼ ἄρ με μάλʼ αἴνεε μήτε τι νείκει: δῆλός ἐστιν ὁ ποιητὴς—τῆς ἐπανόδου τύχῃ.
εἰδόσι γάρ τοι ταῦτα … ἀγορεύεις: περισσὸς ὁ μεταξὺ τῶν φίλων ἔπαινος. πρὸς δὲ τοὺς ἀγνοοῦντας «εἴμʼ Ὀδυσεὺς Λαερτιάδης».
ἄστρα δὲ δὴ προβέβηκε, παρῴχηκεν δὲ πλέων νύξ: διὰ τὸ πολυθρύλλητον ζήτημα καὶ τὰς γεγονυίας ἀποδόσεις. γράφεται καὶ οὕτως «ἄστρα δὲ δὴ προβέβηκε, παροίχωκεν δὲ πλέων νύξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται»· τριφύλακος γὰρ ἦν καθʼ Ὅμηρον ἡ νύξ. καὶ ἐν ἄλλοις· «ἔσσεται ἢ ἠὼς ἢ δείλη ἢ μέσον ἦμαρ». οὕτως καὶ Δωρόθεος ἐν τριακοστῷ πρώτῳ τῆς Ἀττικῆς λέξεως ἀξιοῖ γράφειν, τὴν μὲν πρώτην διὰ τῆς οι διφθόγγου, τὴν δὲ δευτέραν διὰ τοῦ ω, «παροίχωκεν», ἀποτεινόμενος πολλὰ πρὸς Ἀριστόνικον καὶ Τρύφωνα ἄλλως γράφοντας, ἐπιδείξας τὸ οἴχωκεν Ἰακόν. οὕτως δὲ καὶ Ἀπολλώνιος ὁ τεχνικὸς οἶδε τὴν γραφήν.
ἄστρα δὲ δὴ προβέβηκε: ἄτοπον πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. κατεπείγων οὖν φησιν.
ἄστρα δὲ δὴ προβέβηκε: ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει. δεόντως οὖν αὐτὸν εἵλετο.
ἤδη πρὸ τῆς ἐξόδου περὶ τοῦ καιροῦ συμβουλεύει, κατεπείγων αὐτόν· ἄτοπον γὰρ πρὸς ἠῶ κατασκόπους πέμπεσθαι. δεόντως οὖν αὐτὸν εἵλετο.
ἄστρα: ἄστρον ἐστὶν ἀστέρων συμφόρημα, ὡς Ὠρίων, Ὀφιοῦχος· ἀστὴρ δέ, ὡς ὅταν λέγωμεν Ἀφροδίτης ἀστὴρ ἢ Διός.
παρῴχηκεν: Ἀρίσταρχος «παρῴχωκεν».
οὕτω διὰ τοῦ ω κατὰ τροπὴν τοῦ η εἰς ω.
παρῴχηκεν δὲ πλέω νύξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται: παρῆλθον τῆς νυκτὸς αἱ δύο πλήρεις μοῖραι, ὡς τὸ «μέλαινά τʼ ἄστρων ἐκλέλοιπεν εὐφρόνη», ἵνʼ ᾖ τὸ πλέω ἀντὶ τοῦ πλήρης· ὅθεν καὶ τὸ «Πληϊάδας τʼ ἐσορῶντι» φησὶ περὶ τοῦ Ὀδυσσέως. προοικονομεῖ οὖν, φασί, τὴν Ὀδύσσειαν. οἱ δέ, τὸ πλέον τῶν δύο μοιρῶν αὑτῆς παρῆλθεν ἡ νύξ, δύο δὲ μοῖραι ὀκτὼ ὧραι. τούτων τὸ πλέον, ὅ ἐστιν ἑπτά, παρῆλθεν, ἐσμὲν δὲ ἐν ὀγδόῃ ὥρᾳ, λείπονται δὲ τέσσαρες. δύναται δὲ καὶ οὕτως εἶναι· πολλάκις γὰρ τῇ τριακοστῇ τοῦ μηνὸς τὸ δειλινὸν λέγομεν τὴν τριακοστὴν μόνην ὑπολείπεσθαι τῷ μηνί. καὶ ἀλλαχοῦ· «οἱ δὲ πανημέριοι μολπῇ θεόν», τὸ λεῖπον τῆς ἡμέρας.
πλέω νύξ τῶν δύο μοιράων: τὴν πλείονα μοῖραν τῶν δύο μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ ἡ τρίτη τελεία.
τὸ δὲ ὅλον οὕτως· παρῆλθεν ἡ πλείων ἤδη μοῖρα τῶν δύο τῆς νυκτὸς μοιρῶν, ἵνα λείπηται μέρος τι τῶν δύο καὶ τρίτη τελεία.
τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται:ἀθετεῖται, ὅτι αὔταρκες τὸ κεφαλαιωδῶς εἰπεῖν «ἄστρα δὲ δὴ προβέβηκε»· τὸ γὰρ τοῦ καιροῦ τοῦτο ἀπαιτεῖ, τὸ δὲ προσδιασαφεῖν κατὰ τὸ ἀκριβὲς τὸ παρεληλυθὸς καὶ τὸ περιλειπόμενον ὥσπερ ἀστρονόμου τινός. οὐχ Ὁμηρικὸν δὲ καὶ τὸ τῶν δύο· οἱ «δύο» μὲν γὰρ λέγει καὶ τοὺς «δύο», τῶν δύο δὲ ἢ τοῖς δύο οὐκ ἔστιν εὑρεῖν παρʼ Ὁμήρῳ. Ζηνόδοτος οὐδὲ ἔγραφεν, Ἀριστοφάνης ἠθέτει.
Ἀριστοφάνης ἀθετεῖ.
Τυδείδῃ μὲν δῶκε … Θρασυμήδης: ἵνα μὴ ἀπιόντες πάλιν εἰς τὰς σκηνὰς χρονοτριβοῖεν. φησὶ δὲ «ἐκ δὲ φυλακτῆρες σὺν τεύχεσιν». Θρασυμήδης δὲ ὁπλίζει αὐτὸν ὡς νεωστὶ Νέστορα σώσαντα
φάσγανον ἄμφηκες· τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο·καὶ σάκος: τὸ ἑξῆς φάσγανον ἄμφηκες καὶ σάκος, τὰ δὲ ἄλλα διὰ μέσου.
τὸ δʼ ἑὸν παρὰ νηῒ λέλειπτο: τοῦτο διὰ μέσου. ὁ δὲ δέ ἀντὶ τοῦ γάρ.
καὶ σάκος: εἰς προβολὴν τοῦ τόξου Ὀδυσσέως.
ταυρείην ἄφαλόν τε καὶ ἄλοφον: ἡ διπλῆ, ὅτι «κυνέην» μὲν καταχρηστικῶς τὴν ἐκ ταυρείου δέρματος, ἄφαλον δὲ καὶ ἄλοφον κατʼ ἐπιτήδευσιν, ἵνα λανθάνῃ· φάλοι γὰρ τὰ ἐπὶ τῶν περικεφαλαιῶν λαμπρὰ ἀσπιδίσκια, λόφοι δὲ αἱ τριχώσεις.
ἄφαλον: ὁ φάλος ὀμφαλός ἐστι μικρὸς ἀσπίδι μικρᾷ παραπλήσιος. κεῖται δὲ κατὰ τὸ μέτωπον ὑπερέχων τῶν ὀφρύων, ἀποσκιάζων τὴν αὐγὴν τοῦ ἡλίου, οἷαι τῶν Κορυβάντων εἰσὶν αἱ κόρυθες καὶ τῶν Παλλαδίων. ὅτι δὲ κατὰ τὸ μέτωπόν ἐστιν ὁ φάλος, δῆλον ἐκ τούτων «τόν ῥʼ ἔβαλε πρῶτος κόρυθος φάλον, ἐν δὲ μετώπῳ πῆξε» κἀκ τούτων «ψαῦον δʼ ἱππόκομοι κόρυθες λαμπροῖσι φάλοισι νευόντων· ὡς πυκνοὶ ἐφέστασαν».
ἄλοφον: πρὸς τὸ λανθάνειν. ἄφαλον δὲ ἀναγκαίως· ἐκ γὰρ τῶν φάλων εἰώθασιν ἐκδεῖσθαι οἱ λόφοι.
ἦν δὲ ἄφαλος, καὶ ἄλοφος διὰ τὸ λανθάνειν.
ἄλλοφον: Ἀρίσταρχος «ἄλοφον».
καταῖτυξ: εἶδος—κοίλην εἶναι. ἡ καταῖτυξ προπερισπᾶται. πάντα τὰ εἰς υξ συστέλλει τὸ υ, τὰ μέντοι διὰ τοῦ κ κλινόμενα ἐνίοτε ἐκτείνει τὸ υ· τὸ γὰρ «κήρυκι Ἠπυτίδῃ» συνέσταλται διὰ τὸ μέτρον.
καταῖτυξ: παρὰ τὸ κάτω τετύχθαι· λόφον γὰρ οὐκ ἔχει.
ῥύεται δὲ κάρη: δείκνυσιν ὅτι πρὸς μόνην σκέπην πεποίηται, οὐ πρὸς κόσμον. φάλος δέ ἐστι μικρὸς ὀμφαλός, οὗ δεῖται ὁ λόφος.
Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιόν: ὡς Κρὴς ἔχει τόξον. ὅπως βάλλοι λανθάνων τοὺς ἐν φωτί. καὶ προοικονομεῖ καιρίως τὴν μνηστηροκτονίαν.
ῥινοῦ ποιητήν· πολέσιν δʼ ἔντοσθεν ἱμᾶσιν —ἔνθα καὶ ἔνθα: ὥστε τῇ ἐμπλοκῇ τῶν ἱμάντων δυσδιάλυτον μεῖναι τὸ κράνος, τὴν δὲ ἔξωθεν ἐπιφάνειαν σκέπεσθαι κατὰ τῶν ὀδόντων πυκνῶς ἐρεισθέντων.
ῥινοῦ ποιητήν: πρὸς τὸ λαθεῖν τὴν περικεφαλαίαν.
ὀδόντες ἀργιόδοντος ὑὸς θαμέες ἔχον ἔνθα καὶ ἔνθα: πρὸς τὸ ἀποκρούεσθαι τὰ βαλλόμενα μεμηχάνηνται οἱ ὀδόντες.
μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει: ὅτι τὸ κοινὸν καὶ συμβεβηκὸς ταῖς περικεφαλαίαις εἰπόντος τοῦ ποιητοῦ, ζωγράφοι καὶ πλάσται πιλίον ἐπέθεσαν τῷ Ὀδυσσεῖ.
πῖλος ἀρήρει: Ἀπολλόδωρος ὁ σκιογράφος ἐντεῦθεν πρῶτος ἔγραψεν πῖλον Ὀδυσσεῖ. ἀλλʼ οὐκ ἦν αὐτοῦ ἡ περικεφαλαία, κοινόν τε πάσῃ τὸ ἔχειν.
μέσσῃ δʼ ἐνὶ πῖλος ἀρήρει: καὶ τοῦτο ὁμοίως τῷ προκειμένῳ ἀναγνωστέον.
τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος— ἐξέλετʼ Αὐτόλυκος: Αὐτόλυκος Ἑρμοῦ καὶ Στίλβης τῆς Ἑωσφόρου δῶρον παρὰ τοῦ πατρὸς ἔλαβε τοῦτο ὥστε κλέπτειν καὶ τῶν κλεπτομένων ἀμείβειν τὴν ἰδέαν. καί ποτε κλέψαντος αὐτοῦ Σισύφου βόας παρῆν ὁ Σίσυφος ἐπιγνοὺς τὰς ἰδίας· ὡς δὲ ἠρνεῖτο, Σίσυφος στρέψας τὰς ὁπλὰς τῶν βοῶν ἔδειξε τὸ ὄνομα αὐτοῦ ἐγκεκολαμμένον. ὁ δὲ φωραθεὶς ἐπὶ ξενίαν αὐτὸν προετρέπετο· ὅθεν μεθυσθεὶς βιάζεται Ἀντίκλειαν καὶ ποιεῖ Ὀδυσσέα.
Αὐτόλυκος: ὁ Ἑρμοῦ υἱός, κλεπτίστατος ἀνθρώπων.
τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος Ἀμύντορος Ὀρμενίδαο: προειπὼν ἐν Θεσσαλίᾳ κατοικεῖν τὸν Ἀμύντορα, διʼ ὧν φησι Φοῖνιξ «φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος», ἐνθάδε πῶς ἐν Ἐλεῶνι τῆς Βοιωτίας αὐτόν φησιν οἰκεῖν; ἡ δὲ λύσις ῥᾳδία· ἦν μὲν γὰρ ὁμωνυμία τῷ Φοίνικος πατρί. Φερεκύδης δὲ Βοιωτὸν τὸν Ἀμύντορά φησιν· καὶ γὰρ ὁ ποιητὴς οὐκ ἀπὸ τῆς Ἑλλάδος φησὶ φεύγειν τὸν Φοίνικα. δύναται δὲ καὶ ἐν Ἑλλάδι οὕτω τις προσαγορεύεσθαι τόπος Ἐλεών.
Ἐλεῶνος: εἰσὶν οἳ ψιλοῦσιν. ὁ δὲ Ἀσκαλωνίτης φησὶ δασύνεσθαι. ἔστι δέ τινα, ἃ ἱστορίᾳ τοπικῇ κατέχεται. οὕτως οὖν καὶ ἐπὶ τούτου· ἱστοροῦσι γὰρ οὕτως δασέως τὴν πόλιν λέγεσθαι. πῶς οὖν ἐν τῷ Καταλόγῳ ψιλῶς ἀνέγνωμεν «οἵ τʼ Ἐλεῶνʼ εἶχον» φασὶ γὰρ κἀνταῦθα τὴν Βοιωτιακὴν εἶναι πόλιν.
Ἀμύντορος Ὀρμενίδαο: ὅτι ὁμώνυμος οὗτος τῷ τοῦ Φοίνικος πατρὶ Βοιωτός.
τήν ῥά ποτʼ ἐξ Ἐλεῶνος—Σκάνδειαν δʼ ἄρα δῶκε: ἐν Ἐλεῶνι τὴν κλοπήν φησιν, ἐν δὲ Σκανδείᾳ τὴν διανομήν.
τὴν μὲν κλοπὴν ἐν Ἐλεῶνί φησι γενέσθαι τῆς Ἀμύντορος καταίτυγος — Ἐλεὼν δὲ πόλις τῆς Βοιωτίας —, τὴν δὲ διανομὴν ἐν Σκανδείᾳ πόλει Κυθήρων.
Σκάνδειαν δʼ ἄρα δῶκε Κυθηρίῳ Ἀμφιδάμαντι: ὅτι οὕτως εἶπεν ἀντὶ τοῦ εἰς Σκάνδειαν ἀπέστειλεν, ὡς «πεύθετο γὰρ Κύπρον δέ» ἀντὶ τοῦ εἰς Κύπρον ἠκούετο διὰ τὸ διαγγέλλεσθαι ἐκ τόπου εἰς τόπον. Σκάνδεια δὲ πολισμάτιον Κυθήρων. ἀγνοήσαντες δέ τινες τὸ ὄνομα ἐνόμισαν εἶδος περικεφαλαίας τὴν σκάνδειαν ὡς στεφάνην. Κύθηρα δὲ νῆσος τῆς Λακωνικῆς, ἐν ᾗ λαμπρῶς τιμᾶται Ἀφροδίτη· διὸ καὶ «Κυθέρεια» ἐπιθετικῶς ἡ θεός.
Σκάνδειαν δʼ ἄρα: κατὰ παράλειψίν ἐστι τῆς εἴς προθέσεως, ἵνʼ ᾖ εἰς Σκάνδειαν. εἰς δὲ τὸ ἄρα διαστολὴ μικρά. τὸ δὲ ἑξῆς ἀκόλουθον.
Σκάνδειαν: πόλις τῶν Κυθήρων. λείπει δὲ ἡ εἴς, ἀντὶ τοῦ εἰς τὴν Σκάνδειαν.
φορῆναι: ἐκ τοῦ φόρημι φορέναι, ἔκτασις φορῆναι, ὡς καὶ τὸ εἶναι.
δὴ τότʼ Ὀδυσσῆος πύκασεν κάρη: ἡδεῖα ἡ περιπέτεια, τὸ διὰ τοσούτων ἐλθοῦσαν τὴν κυνῆν πάλιν σκεπάσαι Ὀδυσσέα τὸν ἐξ Αὐτολύκου.
ὅπλοισιν ἔνι δεινοῖσιν: ἴσως διὰ τὴν κατάπληξιν τῆς προσδοκωμένης διʼ αὐτῶν λαθραίας πράξεως τὴν δεινότητα τοῖς ὅπλοις προσῆψεν.
λιπέτην δὲ κατʼ αὐτόθι πάντας ἀρίστους: μένοντας καὶ καραδοκοῦντας τὴν ἀπόβασιν.
κατʼ αὐτόθι: φασὶ παρέλκειν τὴν κατά· διὸ φυλάσσειν τὸν αὐτὸν τόνον. κἂν μὴ παρέλκῃ δέ, συντάσσηται δὲ τῷ λιπέτην, οὐ δύναται ἀναστρέφεσθαι κατὰ δύο τρόπους, καὶ ἐπεὶ συνήλειπται καὶ ἐπεὶ μεταξὺ πέπτωκεν ὁ δέ σύνδεσμος.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιὸν ἐγγὺς ὁδοῖο Παλλὰς Ἀθηναίη: ἀγαθὸν λίαν τὸ σημεῖον τοῖς ἐνεδρεύουσιν, ὥς φησιν Ἕρμων. ἐδήλου δὲ ὅτι οὐχ ὁραθήσονται μέν, ἔκπυστα δὲ καὶ ἄκρυπτα δράσουσι τοὺς πολεμίους. ἐρωδιὸν δὲ ἔπεμψεν ἡ Ἀθηνᾶ, ἐπεὶ ἑλώδης ὁ τόπος παρὰ τῷ Σκαμάνδρῳ, ὑδατῶδες δὲ τὸ ὄρνεον — ἐδήλου οὖν τὴν ἐπὶ τὰς ναῦς ὑποστροφήν — καὶ νυκτὸς ἀγρεύει καὶ ἁρπακτικόν ἐστιν. ἀντὶ δὲ τοῦ Παλλάς «πέλλον» γράφειν φησὶ δεῖν ὁ Ζώπυρος· τρία γὰρ γένη ἐρωδιῶν· πέλλος, ὅς ἐστιν ἅρπαξ· πύγαργος, ὃς αἱμορραγεῖ διὰ τῶν ὀφθαλμῶν ἐν ταῖς συνουσίαις· ὁ δὲ ἀφροδίσιος, ὃς ἁρμόζει ἐν ταῖς συνουσίαις.
τοῖσι δὲ δεξιὸν ἧκεν ἐρωδιόν: εἰκότως ἡ Ἀθηνᾶ ἐπιπέμπει αὐτοῖς ἐρωδιόν· τοῖς γὰρ ἐπὶ λαθραίους πράξεις ἀπιοῦσιν αἴσιος. ἄλλως τε ὅτι καὶ διʼ ἑλώδους ἐβάδιζον τόπου· ἕλειον δὲ καὶ τὸ ζῷον. διὰ τί δὲ οὐκ εἶπε μᾶλλον τὴν γλαῦκα—θηρευτικὸν τὸ ζῷον. ἱστορεῖ περὶ αὐτοῦ Ἀριστοτέλης ἐν τῷ Περὶ ζῴων
ἐγγὺς ὁδοῖο: παρὰ τὴν ἔξοδον. προχαρίζεται δὲ τῷ ἀκροατῇ, προαναφωνῶν αὐτῶν τὴν κατόρθωσιν.
ἐγγὺς τῆς ἐξόδου, πρὸ τοῦ πόρρω αὐτοὺς ἀποβῆναι.
τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσιν: ὅτι καὶ αὐτοὶ ὑπὸ πολεμίων ἔμελλον οὐχ ὁραθέντες τὰ βουλεύματα αὐτῶν παρὰ Δόλωνος ἀκούειν. ἄλλως τε ὅτι οὐκ αἴσιος ὁ ἐρωδιὸς ὁ ὁρώμενος ὑπὸ τῶν εἰς ἐνέδραν ἀπιόντων.
τοὶ δʼ οὐκ ἴδον ὀφθαλμοῖσιν: ἐδήλου ὡς οὐκ ὀφθήσονται μὲν αὐτοῖς, εἴσονται δὲ τὰ τῶν πολεμίων διὰ τῆς φωνῆς τῆς Δόλωνος.
νύκτα διʼ ὀρφναίην: οἰκονομικῶς· ἀσέληνος γάρ ἐστιν ἡ νύξ. ἀμέλει Νέστωρ οὐχ ὁρᾷ
χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς: ὅτι ἐπὶ τῷ ὄρνιθι. καὶ ἐν Ὀδυσσείᾳ «καί τέ σφιν ἰαίνομαι εἰσορόωσα», ἐπʼ αὐτοῖς.
χαῖρε δὲ τῷ ὄρνιθʼ Ὀδυσεύς: ὡς ἐμφρονέστερος.
ὄρνιθʼ: ἐκ πλήρους ὄρνιθι δοτική, ὡς «θῖνʼ ἐφʼ ἁλὸς πολιῆς».
ἠρᾶτο δʼ Ἀθήνῃ: οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα πρὸ τῶν ἔργων ἐπικαλοῦνται, ὁ δὲ βάρβαρος Δόλων οὐκ ἔτι εὔχεται.
καλῶς οἱ μὲν Ἕλληνες θεὸν ἡγεμόνα ἐπικαλοῦνται καὶ ἀκούονται, ὁ δὲ βάρβαρος Δόλων μὴ εὐχόμενος ἀποτυγχάνει.
ἥ τέ μοι αἰεί ἐν πάντεσσι πόνοισι παρίστασαι: πραγματικῶς· προθυμοτέρως γὰρ καὶ θεοὶ καὶ ἄνθρωποι εὐεργετοῦσι τοὺς ὑπὲρ ὧν εὖ πεπόνθασι χάριν ὁμολογοῦντας.
κινύμενος: ὑπερβολικῶς, οἷον κἂν ἐπὶ σμικρὰν πρᾶξιν ὁρμῶν.
δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι: ὅτι τὸ πάλιν ἀντὶ τοῦ εἰς τοὐπίσω, καὶ ὅτι Ἰακὸν τὸ συστέλλειν, εὐκλεῖας καὶ «δυσκλέα»· οἱ δὲ Ἀττικοὶ ἐκτείνουσι τὰ τοιαῦτα.
εὐκλεῖας: προπερισπαστέον· ἐκ γὰρ τοῦ εὐκλέας ἐγένετο κατʼ ἐπένθεσιν τοῦ ι· λέγει γὰρ «δὸς ἡμᾶς εὐκλεεῖς καὶ ἐνδόξους». οἱ δὲ ἐκτείνοντες ἄνευ λόγου ἐκτείνουσιν.
ἀπὸ τοῦ εὐκλέας γέγονε· διὸ προπερισπαστέον.
μέγα ἔργον: Ἀρίσταρχος τὸ φονεῦσαι τὸν Ἕκτορα.
ὅ κε Τρώεσσι μελήσει: ὅτι ὁ κέ σύνδεσμος περιττός.
ἐς Θήβας, ὅτε τε πρὸ Ἀχαιῶν ἄγγελος ᾔει: τὸ ἐς Θήβας δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι. ἡ διπλῆ δέ, ὅτι ἡ πρό ἀντὶ τῆς ὑπέρ.
ἐς Θήβας: πρὸς ἄμφω δύναται συντάττεσθαι.
δύναται μὲν καὶ εἰς τὸ «Τυδέϊ δίῳ» ἡ στιγμὴ τάττεσθαι, δύναται δὲ καὶ εἰς τὸ Θήβας· τὸ γὰρ ἐς Θήβας ἄμφω συντάσσειν ἀκώλυτόν ἐστιν.
μειλίχιον μῦθον: καλῶς μειλίχιον τὸν περὶ διαλλαγῶν ἔφη.
καλῶς μειλίχιον ἔφη λόγον τὸν διαλλαγὰς εὐαγγελιζόμενον.
αὐτὰρ ὁ μειλίχιον μῦθον: ὁ δὲ Τυδεὺς—καὶ εἰρήνης.
πρόφρασα: ἐνόμισάν τινες εἶναι θηλυκὸν τὸ πρόφρασσα, οὐκ ἔστι δὲ ἀληθές· Φιλόξενος γὰρ ἐν τῷ Περὶ μονοσυλλάβων φησὶν ὅτι ἔστιν ἰδιότυπος ῥηματικὸς χαρακτήρ· καὶ ὡς παρὰ τὸ βήσω βῆσα καὶ βῆσσα, ἄξω ἄξα καὶ ἅμαξα, πείσω πεῖσα—«τῷ δʼ ἄρʼ ἔτʼ ἐν πείσῃ κραδίη μένε τετληυῖα» οὕτω καὶ ἀπὸ τοῦ φρῶ φρήσω φρῆσα καὶ κατὰ τροπὴν φράσα καὶ πρόφρασα καὶ πρόφρασσα. ἔστι δὲ τὸ φρῶ, ὥς φησιν, ἀπὸ τοῦ προΐω, πρῶ κατὰ συγκοπὴν καὶ τροπῇ τοῦ π εἰς φ φρῶ. ἔστιν οὖν τὸ πρόφρασσα παρὰ τὸ προϊέναι καὶ προθυμεῖσθαι. μέμνηται Ὠρίων τούτων ἐν τῷ Περὶ ἐτυμολογιῶν
ὣς νῦν μοι ἐθέλουσα παρίστασο καί με φύλασσε:καλῶς ὡς συνετώτερος Ὀδυσσεὺς ἐκοινοποίησε τὴν εὐχὴν «δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλεῖας ἀφικέσθαι», ὁ δὲ «σπεῖό μοι».
ὅρα, πῶς ὁ συνετώτερος Ὀδυσσεὺς τὴν εὐχὴν ἐκοινοποιήσατο, οὗτος δὲ ἰδίᾳ καὶ ἄλλως.
παρίστασο καί με φύλασσε: οὕτω χωρὶς τοῦ ς «παρίσταο» αἱ Ἀριστάρχου. Ζηνόδοτος «παρίσταο καὶ πόρε κῦδος». χωρὶς δὲ τοῦ ς καὶ αὐτός. οὕτως δὲ καὶ αἱ πλείους εἶχον.
οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρίστασο.
ὁ δὲ Ζηνόδοτος «παρίσταο» γράφει ἄνευ τοῦ ς.
ῥέξω βοῦν: ἐπεὶ εἰς αὐτὸν ὁ κίνδυνος πλέον ὁρᾷ, καὶ θυσίαν ὑπισχνεῖται.
ἦνιν: Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἀνέγνω ἦνιν ὡς «μῆνιν»· καὶ τοῦτο ὀφείλει εἶναι τὸ ἀνάλογον. Τυραννίων δὲ ὀξύνει τὴν πρώτην· καὶ δῆλον ὅτι δώσει καὶ τὴν ἐπὶ τέλους ἐκτείνεσθαι· ὀξεῖα γὰρ μετὰ μακρᾶς, βραχείας ἐπιφερομένης, οὐ πίπτει κατὰ τὸ κοινὸν ἔθος, ὑπεσταλμένων τῶν σεσημειωμένων, λέγω δὲ τοῦ «εἴθε», «αἴθε», ναίχι, περὶ ὧν καὶ λόγον δεδώκαμεν τάχα οὖν καὶ τὸ ηνιν ἐκτείνει ὁ Τυραννίων διὰ τὸ μέτρον, οὐχὶ διὰ τὸ πληθυντικόν, «ἤνις ἠκέστας»· καὶ γὰρ πόλῑς λέγουσι καὶ πόλῐν καὶ μάντῑς καὶ μάντῐν.
τὸ δὲ ἦνιν Πτολεμαῖος περισπᾷ, Τυραννίων παροξύνει.
τῶν δʼ ἔκλυε: παραμυθητικὸν τοῦτο.
ὥς τε λέοντε … ἂμ φόνον—μέλαν αἷμα: ἐλεεινὸν ἐποίησε τοῖς ὀνόμασι τὸ νοούμενον.
ἂμ φόνον, ἂν νέκυας, διά τʼ ἔντεα καὶ μέλαν αἷμα: τῶν ἐπαινουμένων Ξενοφῶντός ἐστι ταῦτα· «ἐπεὶ δʼ ἔληξεν ἡ μάχη, παρῆν ἡδὺ θεάσασθαι, ἔνθα συνέπεσον ἀλλήλοις, τὴν μὲν γῆν αἵματι πεφυραμένην, νεκροὺς δὲ κειμένους, ἀσπίδας δὲ πεπρισμένας, δόρατα παρατεθραυσμένα, ἐγχειρίδια γυμνὰ κολεῶν, τὰ μὲν χαμαί, τὰ δʼ ἐν σώμασιν ἐμπεπηγότα.» ταῦτα δὲ Ὅμηρος ἑνὶ στίχῳ συλλαβὼν ἀπήγγειλε.
διά τʼ ἔντεα καὶ μέλαν αἷμα: ὅτι ἐντεῦθεν τὸ ἡμιστίχιον μετενήνεκται εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα περὶ τῶν μονομαχούντων «ψαύσῃ δʼ ἐνδίνων διά τʼ ἔντεα καὶ μέλαν αἷμα»· καὶ ὅτι πτῶσις ἐνήλλακται διʼ ἐντέων καὶ μέλανος αἵματος. καὶ πρὸς Ἴστρον, ὅτι οὐ γέγονε νεκρῶν ἀναίρεσις, εἰ μὴ ἅπαξ.
οὐδὲ μὲν οὐδὲ Τρῶας ἀγήνορας εἴασεν Ἕκτωρ: ἡ διπλῆ, ὅτι οὐχ ὡς ἡ τῶν ἐπῶν ἔχει τάξις, οὕτω καὶ τὰ πράγματα· οὐ γὰρ προεληλυθότων ἤδη τῶν περὶ Ὀδυσσέα καλεῖ τοὺς προβούλους ὁ Ἕκτωρ, ἀλλὰ καθʼ ὃν καιρὸν καὶ ὁ Ἀγαμέμνων· οὕτω γὰρ καὶ ἑαυτοῖς συμπεσοῦνται οἱ ἀπεσταλμένοι· διὸ καὶ ἀντιδιασταλτικῶς λέγει «οὐδὲ μὴν οὐδὲ ὁ Ἕκτωρ εἴασε τοὺς Τρῶας εὕδειν»
οὐδὲ μὲν οὐδὲ Τρῶας: ὑπὸ τὸν αὐτὸν χρόνον ἀμφότεροι τοὺς κατασκόπους πέμπουσιν· συντυγχάνουσι γὰρ ἀλλήλοις ἰόντες. ἀλλʼ ὁ ποιητὴς ἐτίμησε τὸ Ἑλληνικὸν τῇ προτέρᾳ τάξει τοῦ λόγου. ἔστι δὲ οἰκονομικὸν τὸ περὶ Δόλωνος καὶ πίστιν ποιοῦν τοῖς νυκτερινοῖς τῶν Ἑλλήνων κατορθώμασιν.
ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους: ὁ μὲν Ἕκτωρ θορυβώδης καὶ ἀλαζὼν ὢν ἀνοήτως πάντας συγκαλεῖ τοὺς ἀρίστους, ἔνθα δέος καὶ ἐκπεσεῖν τι τῶν ἀπορρήτων, οἱ δὲ βραχεῖς.
ἀλλʼ ἄμυδις κικλήσκετο: βασιλικῶς. Ἀγαμέμνων δὲ διʼ ἑαυτοῦ.
τίς κέν μοι τόδε ἔργον—ἔκ τε πυθέσθαι: ὁ μὲν Ἕκτωρ μετὰ προστάξεως τὸν ὑπακουσόμενον τῇ χρείᾳ καλεῖ, ὁ δὲ Νέστωρ ὑποτίθεται καὶ οἱ μὲν ἃ ἔχουσιν ἐπαγγέλλονται, ὁ δὲ ἃ οὐκ ἔχει· καὶ οἱ μὲν δῶρον ὁ δὲ ἀτίμως μισθόν καὶ πρῶτον ἔταξε τὸν μισθόν· διὸ δελεάζεται ὁ υἱὸς τοῦ πολυχρύσου
ἐριαύχενας: μεγαλοτραχήλους—ἵππους, οὓς ἀδύνατον ἦν λαβεῖν.
οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν: οὕτως Ἀρίσταρχος «οἵ κεν ἄριστοι ἔωσι»· ὁ δὲ Ζηνόδοτος «αὐτούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα». Ἀριστοφάνης «καλούς, οἳ φορέουσιν»
ἐν ἄλλῳ «οἵ κεν ἄριστοι ἔωσι».
οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν: αἱ Ἀριστάρχου «ἄριστοι ἔωσι»· Ζηνόδοτος δὲ «αὐτούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα» οἱ μὲν Ἕλληνες ἃ ἔχουσι διδόασιν, οἶν ὕπαρνον ὁ δὲ Ἕκτωρ οὓς οὐκ ἔχει ἵππους. Ἀριστοφάνης γράφει «καλούς, οἳ φορέουσιν ἀμύμονα Πηλείωνα».
οἵ κεν ἀριστεύωσι θοῇς ἐπὶ νηυσὶν Ἀχαιῶν: ὡς τῶν Ἑλλήνων αὖθις ἡττηθησομένων.
οἷ τʼ αὐτῷ: ὀρθοτονεῖται καὶ περισπᾶται καὶ εἰς σύνθετον μεταλαμβάνεται.
ἔκ τε πυθέσθαι —καμάτῳ ἀδηκότες αἰνῷ: ὁ μὲν Νέστωρ τὴν πρᾶξιν ἐξεφαύλισεν, ἐπὶ φήμης ἀκοὴν πέμπων τὸν κατάσκοπον ἢ ἐπὶ σύλληψιν μονωθέντος τινὸς πολεμίου ὁ δὲ Ἕκτωρ ἐπὶ τὴν γνῶσιν τῶν ὅλων.
ἔκ τε πυθέσθαι —καμάτῳ ἀδηκότες αἰνῷ: τὰ ἀκριβῆ περὶ πάντων ἀκοῦσαι. ὁ δὲ Νέστωρ «εἴ τινά που δηΐων ἕλοι ἐσχατόωντα» ὡς ἐκ παραδόξου.
ἦν δέ τις ἐν Τρώεσσι—κασιγνήτῃσι: ταχέως ἅπαντα ἐδήλωσε, τὸ ἔθνος, τὸ ὄνομα αὐτοῦ τε καὶ τοῦ πατρός, τὴν τέχνην, τὴν τύχην, ὅτι πλούσιος, τὴν μορφὴν τοῦ Δόλωνος, τὴν ὠκύτητα.
ἦν δέ τις ἐν Τρώεσσι Δόλων: διὰ τί κήρυκος πλουσίου—φυγεῖν τοὺς διώκοντας.
ἦν δέ τις: διηγήσεως ἐδέησε πρὸς τὸ σημᾶναι τὸ ἄδηλον τοῦ ἀνδρός. ὅμως τοιοῦτος ὢν τῶν Ἀχιλλέως ἵππων ἐρᾷ καὶ μετʼ ὀλίγον προδότης γίνεται.
κήρυκος θείοιο: ἵνʼ ὡς οἰκεῖον ἑαυτῷ τοὖργον ἕληται καὶ ὀφθεὶς εὐπορῇ προφάσεως διὰ τὴν ἄδειαν, ἣν ἔχουσιν οἱ κήρυκες· ἅμα δέ, ὅτι καὶ ἀγνῶτες πολέμων οἱ κήρυκες, ἵνα καὶ ἄπρακτος ᾖ. τὸ δὲ θείοιο, ὅτι ἀνόμοιος τῷ πατρί.
πολύχρυσος: καὶ ὅμως ἠράσθη κέρδους. ἢ διʼ ἀλαζονείαν ἕτερόν τι παρὰ χρυσόν· τὸ γὰρ πλουτεῖν καὶ ἱπποτροφίας ἐμποιεῖ πόθον. ἵνα καὶ ὡς ἐν πλούτῳ τεθραμμένος ἄνανδρος ᾖ, καὶ ἵνα εὔελπις ᾖ ὡς, εἰ ληφθείη, διὰ τούτων λυτρωθήσεται.
διὰ τὸ πλουτεῖν γὰρ καὶ ἱπποτροφίας ἐπεθύμει.
πολύχρυσος: εἰκότως, λαβὼν πέντε θυγατέρων ἕδνα.
εἶδος μὲν ἔην κακός: ἵνα ὡς ἄσημος λάθῃ. οὗτος δὲ ἤθελεν ἀντὶ Ἀχιλλέως ὀχεῖσθαι τοῖς ἵπποις.
μοῦνος ἔην: ἄρσην δηλονότι.
αὐτὰρ ὁ μοῦνος ἔην μετὰ πέντε κασιγνήτῃσιν:ὅτι Ζηνόδοτος γράφει «κασιγνήτοισι». παραιρεῖται δὲ τὸ πιθανὸν τοῦ ποιητοῦ· οὐ γὰρ μετὰ ἀρσένων αὐτὸν τεθραμμένον παρίστησιν, οἷς ἐξισούμενος ἂν εἰς ἀνδρείαν ἐτράπη. τό τε παρακείμενον μάχεται· πῶς γὰρ ἔτι μόνος ἦν, εἰ πέντε ἦσαν;
μετὰ πέντε κασιγνήτῃσιν: ὡς γυναικοτραφὴς δειλὸς ἦν καὶ ῥιψοκίνδυνος.
ὅς ῥα τότε Τρωσίν τε καὶ Ἕκτορι μῦθον ἔειπεν:δοκεῖ διαγανακτεῖν ὁ ποιητής, οἷος ὢν οἵοις ἐπιχειρεῖ.
ἔμʼ ὀτρύνει κραδίη: ὁ μὲν Διομήδης προσλαβέσθαι συνεργὸν ἔσπευσε καὶ τὸ ἐπικίνδυνον τοῦ πράγματος καὶ τὸ νεμεσητὸν ὑφορώμενος, ὁ δὲ ἀνοήτως μόνος ὁρμᾷ.
τὸ σκῆπτρον: ἀντὶ τοῦ τοῦτο τὸ σκῆπτρον. ἐφόρει δὲ Ἕκτωρ, ἐπεὶ ἐδημηγόρει.
ἀνάσχεο: οὕτως ἀνάσχεο διὰ τοῦ ο αἱ Ἀριστάρχου.
καί μοι ὄμοσσον: εἰς τὸ ἄπιστον δηλοῖ τῶν βαρβάρων ὅτι τὰς πίστεις ὅρκοις, οὐ τρόποις ἀγαθοῖς βεβαιοῦσιν. ὁ δὲ Διομήδης οὐδὲ μέμνηται τῆς δόσεως
τοὺς ἵππους: ὅτι τὸ τούς οὐκ ἔστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ τούτους παρείληπται ἐν τάξει ἀντωνυμίας.
οἳ φορέουσιν ἀμύμονα Πηλείωνα: ὁ μὲν Ἕκτωρ τοὺς ἀρίστους ἵππους δώσειν ὑπέσχετο, οὗτος δὲ τοὺς Ἀχιλλέως αἰτεῖ, εἰδὼς τούτους ἀρίστους. ἀμφοτέρων δὲ τὴν ἀτοπίαν καὶ ἄνοιαν ἐδήλωσεν. φίλιππον δὲ χαρακτηρίζει τὸν Δόλωνα, νῦν μὲν τῶν Ἀχιλλέως ἵππων ἐρῶντα, ἐν δὲ τοῖς ἑξῆς ἐπαινοῦντα τοὺς Ῥήσου περιττῶς.
ἀμύμονα: γράφεται καὶ «ποδώκεα» καὶ ἀμύμονα.
σοὶ δʼ ἐγὼ οὐχ ἅλιος σκοπὸς ἔσσομαι: αἰτεῖ μὲν ἀδύνατα καὶ περὶ αὐτῶν ἀναγκάζει ὀμνύναι, ὑπισχνεῖται δὲ πάντα, περὶ ὧν οὐδὲν εἶπε Διομήδης
οὐδʼ ἀπὸ δόξης: οὐκ ἄπωθεν τῆς οἰήσεως ἧς ἔχεις περὶ ἐμοῦ. ἢ οὐχὶ αὐτὸς ἐξ ὑπολήψεως ἀπαγγελῶ, ἀλλὰ μετὰ ἀκριβείας μαθὼν ἕκαστον· ἐπιφέρει γοῦν «τόφρα γὰρ ἐς στρατὸν εἶμι».
ἤτοι οὐδʼ ὡς δοκεῖν μόνον, ἀλλʼ ἀληθῶς. ἢ οὐδὲ παρὰ τὴν δόξαν, ἣν περὶ ἐμοῦ ἔχεις.
τόφρα γὰρ ἐς στρατὸν εἶμι διαμπερές, ὄφρʼ ἂν ἵκωμαι νῆʼ Ἀγαμεμνονέην: ἐκπεπτωκὼς τῇ ἐπιθυμίᾳ τῶν ἵππων πάντα διορίζεται ὡς ἐπικηρυκείαν ποιήσων, οὐ τὸν μέγιστον κίνδυνον.
νῆʼ Ἀγαμεμνονέην: ἐκεῖ γὰρ αὐτοὺς καὶ Ἰδαῖος εὑρὼν ἀπήγγειλεν ἢ ὅτι Πρίαμος παρʼ ἑαυτῷ ποιεῖ τὰς συνόδους λαθεῖν δὲ οἴεται φύλακας, οὓς οὐδʼ ἐν ῥᾳστώνῃ ὄντας ἔλαθε Πρίαμος, εἰ μὴ Ἑρμῆν ἔσχεν
μέλλουσιν: ὅτι ἀντὶ τοῦ ἐοίκασι. καὶ οὕτως ἀεὶ κέχρηται τῇ λέξει.
καί οἱ ὄμοσσεν: μωρότερος τοῦ αἰτοῦντος ὁ ἐπαγγελλόμενος καὶ ὁ ὀμνὺς ὡς ἤδη τὰ λάφυρα διαιρῶν.
ἴστω: ἐπιστάσθω, γινωσκέτω, μαρτυρείτω· ἴστωρ γὰρ ὁ μάρτυς· «ἴστορα δʼ Ἀτρείδην Ἀγαμέμνονα».
μὴ μὲν τοῖς ἵπποισιν: ἀντὶ τοῦ «οὐ μέν»· «μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων».
τοῖς ἵπποισιν: ὅτι καὶ νῦν τοῖς ἀντὶ τοῦ τούτοις τοῖς ἵπποις, ὥστε ἔξωθεν προσλαμβάνειν δέον τὸ τοῖς ἄρθρον.
καί ῥʼ ἐπίορκον ἐπώμοσε: ὡς ἐν τῇ συνηθείᾳ, οὕτως καὶ ἐνθάδε τὸ ἐπίορκον. οὕτως καὶ διὰ τοῦ ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχου. τοῦτο δὲ ἔξωθεν ἐπιπεφώνηται «ὅρκον ἐπίορκον ὤμοσεν», οὐχ οἷον ἑκουσίως, ἀλλὰ διὰ τὸ μὴ ἀποτελεσθῆναι τοῦτο, ὅπερ ὤμοσεν.
καί ῥʼ ἐπίορκον ἀπώμοσε: προσαγώγιμος ἡ τῶν ἀναφωνήσεων τέρψις τῷ ἀκροατῇ. ἡδίστη δέ ἐστιν καὶ κερτομική· ὁ μὲν γὰρ οὐδὲ πόρρω τὴν Ἀγαμέμνονος εἶδε σκηνήν, ὁ δὲ ὑπὸ τῶν ἵππων πεφόνευται.
τὸν δʼ ὀρόθυνεν: φαίνεται γὰρ ἀναπτερούμενος τῇ ἐπιθυμίᾳ τῶν ἵππων.
ἐβάλλετο καμπύλα τόξα: ἄφρων, ὃς μὴ καιόντων πῦρ πολεμίων τόξα ἔχει.
πολιοῖο: λευκοῦ, ὡς ἄφρων· κατάφωρος γὰρ διʼ αὐτοῦ ἐγένετο. ὁ δὲ Ἀριστοφάνης πολιοῖο τεφρώδους· φησὶ γὰρ μὴ εἶναι λευκὸν λύκον. ἔστι δὲ μᾶλλον λευκανθίζοντος.
πολιοῖο λύκοιο: λευκοῦ λύκου, διὰ τὴν τῆς χρόας ἰδιότητα. καὶ γὰρ Πελίαν—κατηλέησε, Νηλέα.
κρατὶ δʼ ἐπὶ κτιδέην: ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατί, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχήν, ἐπεὶ ἐν ἑτέροις φησὶ «τοῦ δʼ ἀπὸ μὲν κτιδέην».
κρατὶ δʼ ἐπὶ κτιδέην: ὅτι νῦν μὲν ἀμφίβολον, πότερον κτιδέην ἢ συναλιφὴν ἐκδεκτέον, «ἰκτιδέην». διὰ μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει, «τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην».
κρατὶ δʼ ἐπὶ κτιδέην: οὐ δύναται εἶναι «ἰκτιδέην» τὸ τέλειον· αὐτὸς γάρ φησι «τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην». Ἀριστοτέλης δέ φησιν· «ἴκτις ζῷον ὅμοιον κυνιδίῳ Μελιταίῳ, ὀρνιθοφάγον, τοῖς σμήνεσιν ἐπηρεάζον. τὸ δὲ αἰδοῖον ὀστοῦν καὶ ἰᾶσθαι στραγγουριῶνας». ἴσως οὖν παρʼ Ὁμήρῳ κατʼ ἀφαίρεσίν ἐστι τοῦ ι.
ἰκτίς ἐστι κατʼ Ἀριστοτέλην ζῶον ὀρνιθοφάγον, ὅμοιον μικρῷ κυνιδίῳ, οὗ τὸ δέρμα φορεῖ. τάχα οὖν ὁ ποιητὴς κατὰ ἀφαίρεσιν αὐτὸ ἐποίησε τοῦ πρώτου ι.
κρατὶ δʼ ἐπὶ κτιδέην: ἀπὸ τοῦ κ ἡ ἀρχή, ἐπεὶ— οὔτε συστέλλεσθαι· ἀρκεῖ γὰρ τὸ τις.
κτιδέη ἡ ἐξ—τὴν ἀγρίαν γαλῆν εἶπον.
ἕλε δʼ ὀξὺν ἄκοντα: ὡς Ἀλέξανδρος
βῆ δʼ ἰέναι: οὐκ εὔξατο, ὡς ὁ Διομήδης· διὸ καὶ ἀποτυγχάνει.
ἐπὶ νῆας: γράφεται «ποτὶ νῆας».
ἀλλʼ ὅτε δή ῥʼ ἵππων τε καὶ ἀνδρῶν κάλλιφʼ ὅμιλον: ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ ἐν Ὀδυσσείᾳ δὲ τὸ ἄθροισμα.
τὸν δὲ φράσατο προσιόντα διογενὴς Ὀδυσεύς: ὡς προνοητικός, μὴ καὶ παρὰ τῶν πολεμίων εἴη τις δόλος. ὁ δὲ ὡς καταφρονῶν τῶν κινδύνων καὶ μέγα τι θέλων διαπράξασθαι τοὺς πολεμίους οὐ προνοεῖ. καὶ ὁ Νέστωρ «πρῶτος κτύπον ἄϊε».
οὗτός τοι: Ἀρίσταρχος «οὗτός τις». ὡμολόγουν καὶ αἱ πλείους.
«οὗτός τις», οὕτω διὰ τοῦ «τις»· τινὲς δὲ διὰ τοῦ τοι.
ἀπὸ στρατοῦ ἔρχεται ἀνήρ: πῶς τὸν ἐρωδιὸν οὐκ ἰδόντες «νύκτα διʼ ὀρφναίην» νῦν ὁρῶσι τὸν Δόλωνα; ἴσως οὖν ἀνέσχεν ἡ σελήνη.
πῶς δὲ τὸν ἐρωδιὸν μὴ ὁρῶντες αὐτὸν ὁρῶσιν; ἴσως ὅτι πρὸς ὄρθρον ἡ σελήνη ἀνέσχεν.
ἢ νήεσσιν ἐπίσκοπος: ἐκ τῆς ἰδίας προσβολῆς τεκμαίρεται περὶ τῶν πολεμίων. περισσὴ δὲ ἡ «ἐπί»· φησὶ γὰρ «ὅθι σκοπὸν Ἕκτορος».
ἤ τινα συλήσων νεκύων: ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ οὐκέτι, λεγόμενος πρὸς Δόλωνα.
ἤ τινα συλήσων: οὐ γὰρ οὕτω ῥᾳδίως εἰς κατασκοπὴν ἀφικέσθαι αὐτὸν οἴεται.
οὐ γὰρ οὕτω ῥᾴδιον οἴεται τὸ μόνον εἰς κατασκοπὴν ἀφικέσθαι.
κατατεθνειώτων: Ἀρίσταρχος «κατατεθνηώτων».
παρεξελθεῖν: οὐκ ἴσασι γὰρ ὅτι ὠκύς ἐστιν.
ἐῶσι δὲ παρελθεῖν μὴ εἰδότες τὴν ὠκύτητα αὐτοῦ.
εἰ δʼ ἄμμε παραφθαίησι πόδεσσιν, αἰεὶ —προτιειλεῖν: εἰ δὲ πλαγίαν ὡς ἐπὶ τὴν πόλιν ποιεῖται τὴν ὁδόν, ἀπόστρεφε πάλιν αὐτὸν ἐπὶ τὰς ναῦς.
παραφθαίῃσι: οὕτως σχεδὸν αἱ πᾶσαι.
ποτὶ νῆας: Ἀρίσταρχος «ἐπὶ νῆας».
«ἐπὶ νῆας», οὐ ποτὶ νῆας.
προτιειλεῖν: ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται.
ἔγχει ἐπαΐσσων: ἵνα τὴν ἄφεσιν δεδιὼς ἐπὶ τὰς νῆας τράποιτο.
ὣς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ ἐν νεκύεσσι:οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδέν, εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνήσαντε· σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου «τοίω γάρ τοι νῶϊ θεῶν ἐπιταρρόθω εἰμέν Ζηνὸς ἐπαινήσαντος», ἐπιφέρει «τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετʼ ἀθανάτους ἀπεβήτην». ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο· «ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης. ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην»
οὕτως αἱ Ἀριστάρχου συλληπτικῶς, ὡς καὶ ἐκεῖ «ὣς ἄρα φωνήσαντε μετʼ ἀθανάτους ἀπεβήτην». Ἀριστοφάνης δὲ γράφει· «ὣς ἔφαθʼ· οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης. ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι».
ὣς ἄρα φωνήσαντε: ὅτι τοῦ Ὀδυσσέως εἰπόντος μόνου εἶπεν συλληπτικῶς ὣς ἄρα φωνήσαντε.
ὣς ἄρα φωνήσαντε: διασταλτέον ἐπὶ τὸ φωνήσαντε.
ἐν νεκύεσσι κλινθήτην: τραγικῶς, ἵνα καὶ αὐτοὶ δόξωσιν εἶναι νεκροί. προῳκονόμηται οὖν τῷ μὴ ἀναιρεθῆναι τοὺς νεκρούς
παρέδραμεν ἀφραδίῃσιν: παρέδραμεν σύμφωνον τῷ «βῆ ῥʼ ἀνʼ ὁδὸν μεμαώς». ἐπὶ δὲ τῶν Ἑλλήνων «βάν ῥʼ ἴμεν» ἠρέμα γὰρ δεῖ χωρεῖν τοὺς κατασκόπους, τὴν ὄψιν περιάγοντας πρὸς ἐπίγνωσιν ἀκριβῆ.
ἀφραδίῃσιν: οὐ θεασάμενος αὐτούς, ὁμοίως τῷ «τὸν δʼ ἐφράσατο προσιόντα διογενὴς Ὀδυσεύς».
παρέδραμε, φησίν, ἀσυνέτως, οὐ θεασάμενος αὐτούς.
ἀφραδίῃσι: ἀθεωρησίᾳ· παρῆκται γὰρ ἀπὸ διανοίας εἰς αἴσθησιν, ὁμοίως τῷ «τὸν δʼ ἐφράσατο προσιόντα».
ἀλλʼ ὅτε δή ῥʼ ἀπέην, ὅσσον τʼ—τὼ μὲν ἐπεδραμέτην: Ἀρίσταρχος οὕτως ἐξηγήσατο· ὅσον, φησίν, ὑφʼ ἓν καὶ ὁμοῦ ὑπό τινος ἀφεθέντος καὶ ἀπολυθέντος ζεύγους ἡμιόνων καὶ ζεύγους ἄλλου βοῶν φθάσωσι καὶ προλάβωσι τὰς βοῦς αἱ ἡμίονοι — ταχύτεραι γάρ εἰσι τῶν βοῶν —, τοσοῦτον, φησίν, ἐάσαντες διάστημα παρελθεῖν τὸν Δόλωνα μεταστραφέντες ἐδίωξαν.
ὅσσον τʼ ἐπὶ οὖρα: οὐδὲ ἐνθάδε ἀναστρεπτέον· μεταξὺ γὰρ πάλιν σύνδεσμος, ἐφʼ ὅσον ὅρια.
πέλονται: πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλεται. ὁμοίως τῷ «οὐδʼ εὐήρεʼ ἐρετμά, τά τε πτερὰ νηυσὶ πέλονται».
ὅσσον τʼ ἐπὶ οὖρα πέλονται ἡμιόνων: ὅσον ἀροτριῶσα ἡμίονος ὑπὸ μίαν ὁρμὴν ὑπογράφειν δύναται, ὅ ἐστι πλέθρον.
ὅσσον τʼ ἐπὶ οὖρα πέλονται ἡμιόνων: ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει.
αἱ γάρ τε βοῶν προφερέστεραί εἰσιν ἑλκέμεναι νειοῖο—ἄροτρον: ἐν γὰρ τῇ πρώτῃ αὔλακι σχολαιοτέρων προσδεῖ ζῴων πρὸς τὸ βαθυτέραν γενέσθαι τὴν ἐντομήν, ἐν δὲ τῇ νειῷ ὀξυτέρων· προεσχημάτισται γὰρ τῷ ἔαρι.
νειοῖο: ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο.
νειοῖο: νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ.
πηκτὸν ἄροτρον: τὸ τὸν γύην—καὶ πηκτόν.
τὼ μὲν ἐπιδραμέτην: ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν, ὅτε οὐ γινώσκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διώκεσθαι.
ἐπιδραμέτην: Ἀρίσταρχος «ἐπεδραμέτην».
ἐπεδραμέτην: καὶ τοῦτο πρὸς τὸ συλληφθῆναι.
ἔλπετο γὰρ κατὰ θυμὸν—ὀτρύναντος: στικτέον μετὰ τὸ ἐκ Τρώων· ἔστι γὰρ ὁ λόγος· ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀποστρέψαντας γὰρ εἰς τοὐπίσω καλέσαντας.
ἔλπετο γὰρ κατὰ θυμὸν ἀποστρέψοντας ἑταίρους:οἱ μὲν καὶ προορῶσιν, ὁ δὲ οὐδὲ ὑπονοεῖ πολεμίους ἐπερχομένους.
ἐκ Τρώων ἰέναι πάλιν Ἕκτορος ὀτρύναντος: ὅτι τὸ πάλιν συναπτέον τῷ «ἀποστρέψοντας», ἵνα ᾖ εἰς τοὐπίσω ἀποστρέψοντας.
ἰέναι, πάλιν Ἕκτορος ὀτρύναντος: ὀτρύναντος ἰέναι, ἀπὸ κοινοῦ.
δουρηνεκές: φησὶ γοῦν ἑξῆς «δεξιτερὸν δʼ ὑπὲρ ὦμον ἐϋξόου δουρὸς ἀκωκή ἐν γαίῃ ἐπάγη».
δηΐους: διώξοντας δηλονότι.
λαιψηρὰ δὲ γούνατʼ ἐνώμα: ἄκρως ἐχαρακτήρισε θρασύδειλον· ἐνθυμηθῶμεν γὰρ ὅτι οὗτός ἐστιν ὁ ἐπαγγειλάμενος μέχρι τούτου πορεύεσθαι, ὄφρʼ ἂν ἵκηται «νῆʼ Ἀγαμεμνονέην».
φευγέμεναι· τοὶ δʼ αἶψα διώκειν ὁρμήθησαν:ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολεμίους ὄντας.
τοὶ δʼ αἶψα: γράφεται καὶ «τοὶ δʼ ὦκα».
ὡρμήθησαν: τὸ ὡρμήθησαν Ἰακῶς.
ὡς δʼ ὅτε καρχαρόδοντε δύω κύνε: νῦν μὲν κυσὶν αὐτοὺς εἰκάζει διὰ τὸ ἀγρευτικόν, πρώην δὲ λέουσι διὰ τὸ εὐσταθές.
καρχαρόδοντε: ἐπικαμπεῖς—τὸ τραχύ. ἤγουν οἱ κύνες τοῦ Ἅιδου.
ἢ κεμάδʼ ἠὲ λαγωόν: ὅτι δειλὸς καὶ Δόλων.
ἐπείγετον: ὅτι τῷ ἐπείγετον ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον· ἐπιφέρει γὰρ «προθέῃσι». γίνεται οὖν κατάλληλον οὕτως «ὡς δʼ ὅταν ἐπείγωσιν, ὁ δὲ προθέῃσι μεμαώς».
ἐμμενὲς αἰεί: ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀρετή· ταῦτα γὰρ τὰ ζῷα φύσει μέν ἐστι ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθένειαν. οἱ δὲ κύνες τὸ ἐναντίον.
χῶρον ἀνʼ ὑλήενθʼ, ὁ δέ τε προθέῃσι μεμηκώς:ὁ τέ σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου.
μεμηκώς: τὸν καταληφθησόμενον δηλοῖ· περικατάληπτοι γὰρ γινόμενοι βοῶσιν οἱ λαγῴ.
λαοῦ ἀποτμήξαντε: ὡς τὸ «εἰδότε θήρης»· οὐδὲ γὰρ ἐκεῖνοι κατʼ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρά, ηὐτρεπισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων.
διώκετον: ὅτι τὸ διώκετον σημαίνει διώκουσιν ἢ διώκετε, οὐ τὸ ἐδιωκέτην, ὡς Ἐρατοσθένης. ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ ἐδίωκον, ὃν τρόπον «αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι» ἀντὶ τοῦ ἠλέτρευον.
λαοῦ ἀποτμήξαντε διώκετον: τοῦ Τρωϊκοῦ λαοῦ —ἐδίωκον. τρία δὲ ῥήματά ἐστι—καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ λαφύσσετε.
ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε μιγήσεσθαι φυλάκεσσι … τότε δὴ μένος ἔμβαλʼ Ἀθήνη Τυδείδῃ: μαθόντες γὰρ οἱ Ἕλληνες τὸν σκοπὸν τῶν Τρώων οὐκ ἂν ἔτι ἔπεμψαν κατασκόπους.
ἀλλʼ ὅτε δὴ τάχʼ ἔμελλε· ἄκρως αὔξει τὰς ἀγωνίας· τί γὰρ ἦν ὑποστρέφειν αὐτοὺς εἰς τὸν ναύσταθμον ἀπράκτους;
φθαίη ἐπευξάμενος: καυχήσεται προλαβών.
ὁ δὲ δεύτερος ἔλθοι: ἡττηθείη. ἀπὸ τῶν δρομέων ἡ μεταφορά.
δουρὶ δʼ ἐπαΐσσων: ὑπόνοιαν διδοὺς ὅτι βαλῇ αὐτόν. Ὀδυσσεὺς δὲ οὐ τοξεύει· ἢ γὰρ ἂν ἐφόνευσεν, ἢ προπεπηγὸς οὐκ ἂν εἶδε τὸ βέλος ὁ Δόλων διὰ τὴν βραχύτητα.
δουρὶ δʼ ἐπαΐσσων—αἰπὺν ὄλεθρον: ἐνεργείας μεστὸς ὁ ἐπικραδαίνων τὸ δόρυ καὶ βοῶν ὡς ἀφήσων ἐπʼ αὐτόν, εἰ μὴ στῇ.
ἠέ σε δουρὶ κιχήσομαι: οἷον εἰ μὴ τοῖς ποσὶ δύναμαι. καὶ πῶς ἅμα τῇ ἀπειλῇ ἀφίησιν ἢ ὅτι ὀξυλαβείας ἔδει, καὶ οὐκ ἐπίστευεν ὡς ἀπειλῇ μόνῃ πεισθήσεται, καὶ ὑπόνοιαν αὐτῷ δίδωσιν ὡς οὐ θέλων αὐτὸν ἀνελεῖν, ἵνα ὑπήκοον ἔχῃ πρὸς τὴν ἀνάκρισιν.
ἦ ῥα καὶ ἔγχος ἀφῆκεν, ἑκὼν δʼ ἡμάρτανε φωτός: ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον οὕτως «καὶ βάλεν οὐδʼ ἀφάμαρτεν, ἑκὼν δʼ ἡμάρτανε φωτός». καὶ λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· «καὶ βάλεν, οὐδʼ ἀφάμαρτεν ἄν, ἑκὼν δʼ ἡμάρτανεν». ἀγνοοῦσι μέντοι ὅτι Ὅμηρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν.
ἑκὼν δʼ ἡμάρτανε φωτός: ζῶντος γὰρ θέλει κρατῆσαι πρὸς τὸ χρήσιμον τῆς ἀνακρίσεως.
δεξιτερὸν δʼ ὑπὲρ ὦμον— ἐν γαίῃ ἐπάγη: ἔξεστιν εἰπεῖν ὅτι καὶ τὰ βέλη ὡς ἔμψυχα τῷ ποιητῇ συναγωνίζεται.
ἐΰξου: Πτολεμαῖος περισπᾷ, λέγων ἐκ τοῦ ἐϋξόου συνηλεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται ἐΰξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐΰξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ ἐΰξου ὡς εὔνου.
βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίνετʼ ὀδόντων: ἄκρως ἐδήλωσε πάθος δυσερμήνευτον, τοῖς δειλοῖς παρακολουθοῦν, τὸν θρασύδειλον Δόλωνα ὑπογράφων καὶ τοῖς ἐσχάτοις ὀνόμασιν ἐξευτελίζων τὸν πρώην ἐπαγγελλόμενον «τόφρα γὰρ ἐς στρατὸν εἶμι». τὸ δὲ βαμβαίνειν δηλοῖ τὸν ἱκεσίας καὶ λόγου ἀποροῦντα.
βαμβαίνων: ὅτι ὀνοματικὸς ὁ ποιητής.
βαμβαίνων: τρέμων καὶ μετὰ σφαλμοῦ τὴν πορείαν ποιούμενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος. οἱ δὲ ἐσχημάτισαν ἀπὸ τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς ὀδόντας. ἢ ἀσαφῆ φωνὴν προϊέμενος ἀπὸ τοῦ φόβου, βαμβαλύζων, ὅπερ ἡμεῖς φαμεν· ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται τὸ βαίνειν.
βαμβαίνων· ἄραβος δὲ διὰ στόμα γίνετʼ ὀδόντων· χλωρὸς ὑπαὶ δείους: τὸ ἑξῆς βαμβαίνων χλωρὸς ὑπαὶ δείους. τὰ δὲ λοιπὰ διὰ μέσου.
τὼ δʼ ἀσθμαίνοντε κιχήτην: ἔστιν ἰδεῖν μετέωρον τὸ πνεῦμα τῶν καταδιωξάντων.
ζωγρεῖτʼ, αὐτὰρ ἐγὼν ἐμὲ λύσομαι: βαρβαρικὸν τὸ εὐθὺς περὶ αὑτοῦ διαλέγεσθαι. ἵνα δὲ ἅμα ὡς ἀγεννοῦς αὐτοῦ καταφρονήσαντες μὴ παραυτὰ φονεύσωσιν αὐτόν, ἀλλὰ μάθωσιν.
ἐγὼν ἐμὲ λύσομαι: ὅτι παρὰ τὸ σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν.
χαλκός τε χρυσός τε πολύκμητός τε σίδηρος:τούτοις πιστεύων ἐξῆλθεν εἰς κατασκοπήν. δυσκατεργαστότερος δέ ἐστιν ὁ σίδηρος ὡς πρὸς τὸν χαλκόν.
ἀπερείσιʼ ἄποινα: οὐ προσέθηκεν ἀριθμόν, ἐμφαίνων ὡς, ὅσα θέλουσι, λήψονται.
πεπύθοιτο: ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάττει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο ἀντὶ τοῦ πύθοιτο.
προσέφη πολύμητις Ὀδυσσεύς: ἑκατέρῳ προσώπῳ τὴν πρέπουσαν ἐμέρισε πρᾶξιν· ὅπου μὲν γὰρ ἀκοντίσαι καὶ κατασχεῖν τὸν πολέμιον χρεία, ἐκεῖ Διομήδης ἐνεργεῖ, ὅπου δὲ λόγον δοῦναι καὶ λαβεῖν καὶ ἀπατῆσαι τὸν πολέμιον, Ὀδυσσεύς.
προσέφη πολύμητις Ὀδυσσεύς: καὶ τὸ πᾶν γὰρ ἐμπιστευθεὶς ὁ Διομήδης ἐκχωρεῖ τῷ ἱκανωτέρῳ εἰπεῖν.
θάρσει, μηδέ τί τοι θάνατος καταθύμιος ἔστω: ἐμφρόνως, ἵνα δελεασθεὶς ἐλπίδι σωτηρίας δηλώσῃ τὰ παρὰ τοῖς βαρβάροις καὶ τὴν οἰκείαν τῆς κοινῆς ἀλλάξηται σωτηρίας.
καταθύμιος: ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς ἡμεῖς.
ποτὶ νῆας: γράφεται «ἐπὶ νῆας».
ἤ τινα συλήσων νεκύων κατατεθνηώτων: ὅτι ἐκ τῶν ἐπάνω ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πορίζων. ἠθέτει καὶ Ἀριστοφάνης.
ἤ τινα συλήσων: ἐπίτηδες ἐνδόσιμον αὐτῷ ψευσμάτων δίδωσιν, ὅπως τοὺς λόγους αὐτοῦ δοκιμάσῃ· τί γὰρ παρέτρεχε τοὺς νεκρούς, εἴπερ σκυλεῦσαι ἦλθεν; ἵνα, εἰ ἄσμενος τὴν πρόφασιν λαβὼν ψεύδοιτο, καὶ περὶ τῶν λοιπῶν ἀπιστοῖτο.
κατατεθνηώτων: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «κατατεθνειώτων».
διὰ τοῦ η «τεθνηώτων».
ἤ σʼ Ἕκτωρ προέηκε: πρὸς τὸ μαθεῖν, εἰ ἐγρηγόρει ὁ Ἕκτωρ.
ἤ σʼ αὐτὸν θυμὸς ἀνῆκεν: αἱ συνεχεῖς πεύσεις οὐκ ἐῶσιν εἰς ψεῦδος τραπῆναι.
ὑπὸ δʼ ἔτρεμε γυῖα: κατάσκοπος γὰρ ἐφωράθη, καὶ εἰ μὴ ἀληθεύει, ἐλπίδα οὐχ ὁρῶν.
πολλῇσίν μʼ ἄτῃσι παρὲκ νόον ἤγαγεν Ἕκτωρ:ἄτας ἔφη τὰς ἐπὶ κακῷ ὑποσχέσεις. ὡς ἀναγκασθεὶς δὲ καὶ δελεασθεὶς καὶ τὴν φρενοβλάβειαν ἑαυτοῦ ὑποτίθεται, ἔλεον θηρώμενος.
ἤγαγεν Ἕκτωρ: Ἀριστοφάνης «ἤπαφεν Ἕκτωρ»
ὅς μοι Πηλείωνος … ἵππους δωσέμεναι κατένευσε: ἐντέχνως, ὅτι «ὑπέσχετο» μόνον ἔφη, οὐχ ὅτι καὶ ἡττήθη, τὴν ἑαυτοῦ ἄνοιαν εἰς ἐκεῖνον μετάγων.
ἠνώγει δέ με: ἵνα δοκῇ ἄρχοντι πείθεσθαι καὶ ὡς ἀναγκασθέντι συγγνῶσιν.
θοὴν διὰ νύκτα: θοήν, ἐπεὶ μετὰ δύσιν ἡλίου τάχιστα σκότος γίνεται· ἢ ἐπεὶ διὰ τὸν ὕπνον ἥττονα αὐτὴν ἡγούμεθα· ἢ τὴν θετικήν — ἀποτίθησι γὰρ ἡμᾶς εἰς ἀνάπαυλαν· ἢ ὅτι ὀξεῖα καὶ κωνοειδής ἐστι διὰ τὴν σκιὰν τῆς γῆς. θοὸν δὲ τὸ ὀξύ. δείκνυται δὲ διὰ τούτου ὅτι ὁ ἥλιος τῆς γῆς μείζων ἐστίν· οὐ δύναται γὰρ ἡ σκιὰ κωνοειδὴς εἶναι, μὴ τοῦ περιφωτίζοντος μείζονος ὄντος.
θοὴν διὰ νύκτα: ταχεῖαν λέγει τὴν νύκτα διὰ τὸ ὑφʼ ἕνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις «δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί».
ἀνδρῶν δυσμενέων: ὑπομιμνῄσκει τῆς ἔχθρας αὐτοὺς καθʼ Ἕκτορος, ἀναζωπυρῶν τὸν θυμὸν αὐτῶν.
ἢ ἤδη χείρεσσιν—ἀδηκότες αἰνῷ: καὶ γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς τρεῖς στίχους, εἴ τι χρὴ πιστεύειν Ἀμμωνίῳ τῷ διαδεξαμένῳ τὴν σχολήν, ἐν τῷ Περὶ τοῦ μὴ γεγονέναι πλείονας ἐκδόσεις τῆς Ἀρισταρχείου διορθώσεως τοῦτο φάσκοντι. καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο. ἐν δὲ ταῖς Ἀριστάρχου ἐγέγραπτο «εἰ ἤδη». ταῦτα ὁ Δίδυμος περὶ τῶν στίχων τούτων.
ἦ ἤδη χείρεσσιν—ἀδηκότες αἰνῷ: ὅτι οὕτως γραπτέον, βουλεύουσι καὶ ἐθέλουσι· τὸ γὰρ σφίσιν ἐν τῷ περί τινών ἐστι λόγῳ ἀντὶ τοῦ αὐτοῖς, ᾧ ἀκόλουθα δεῖ εἶναι τὰ ῥήματα. ταῦτα ὁ Ἀριστόνικος περὶ τῆς γραφῆς ταύτης φησί, διπλῆν προσβάλλων τῷ στίχῳ. ἐν μέντοι τῇ τετραλογίᾳ Νεμεσίωνος οὕτως εὗρον περὶ τῶν στίχων τούτων· «τῶν παρακειμένων ὀβελῶν οὐκ ἔστιν αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώνιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησι τὸν Ἀρίσταρχον παρασημειώσασθαι αὐτούς, εἶτα δὲ καὶ τελέως ἐξελεῖν, τάχα διὰ τὸ ἐπὶ δευτέρου προσώπου τὸ σφίσι τετάχθαι, καὶ ἄνωθεν μετενηνέχθαι.»
φύξιν βουλεύοιτε μετὰ σφίσιν οὐδʼ ἐθέλοιτε: ἐν ἄλλῳ «φύξιν βουλεύουσι μετὰ σφίσιν οὐδʼ ἐθέλουσι».
ἦ ῥά νύ τοι μεγάλων δώρων ἐπεμαίετο θυμός:δεόντως τὸν ἐλπίσαντα, οὐ τὸν ὑποσχόμενον αἰτιᾶται.
δεόντως τὴν τοῦ ἐλπίσαντος, οὐ τοῦ ὑποσχομένου τοσοῦτον αἰτιᾶται ἄνοιαν.
ἄλλῳ γε: ἔδει εἰπεῖν «ἄλλοις».
ποῦ … λίπες Ἕκτορα: καλῶς τοῦτο πυνθάνεται, ἵνα ἐγρηγορότος μὲν καὶ διέποντος τὰς φυλακὰς ἀπόσχοιντο, εἰ δὲ καθεύδοι, ἐπιχειρήσειαν καὶ αὐτὸν ἀνελεῖν.
ποῦ δέ οἱ ἔντεα κεῖται ἀρήϊα, ποῦ δέ οἱ ἵπποι:οὐκ ἔστι κοινὸν ἐπὶ τῶν ἵππων τὸ κεῖται· δεῖ γὰρ προσυπακουστέον τὸ «ἑστᾶσιν».
δεῖ τὸ «ἑστᾶσι» τῷ ἵπποι προσυπακούειν· οὐ γὰρ κοινὸν τὸ κεῖται.
ποῦ δέ οἱ ἔντεα κεῖται: εἰκὸς γὰρ ὡς βασιλέα σκηνοποιεῖσθαι στρατηγικώτερον. ἵνα οὖν κἂν ἀφέλωνται τὰ ὅπλα αὐτοῦ περιϊόντες τὰς φυλακάς.
πῶς δαί: ὅτι σύνδεσμος ὁ δαί καὶ οὐκ ἄρθρον.
πευστικὸς σύνδεσμός ἐστιν, οὐκ ἄρθρον.
πῶς δαί: ἡ μὲν σύνταξις ἐπιζητεῖ «πῶς δʼ αἱ», τὸ αἵ ἄρθρον. ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ ποιητοῦ, ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα· οὕτως γὰρ αὐτῷ ἔθος· «ποῦ δαὶ νηῦς ἕστηκε;», «τίς δαὶ ὅμιλος;».
ἅσσα τε μητιόωσιν: ἀπὸ τούτου ἕως τοῦ «ἂψ ἀναχωρήσουσιν» ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι ἐκ τῶν τοῦ Νέστορος λόγων μετενηνεγμένοι εἰσὶν οὐ δεόντως· γελοῖος γὰρ ἔσται ὁ Ὀδυσσεύς, ἤδη τῆς ὥρας προκεκοφυίας ἐρωτῶν, εἰ μένουσιν ἢ ἀπέρχονται ἐπὶ τὴν πόλιν. καὶ ὡς ἂν τούτων μὴ εἰρημένων ὁ Δόλων πρὸς μὲν τὰ ἄλλα ἀποκρίνεται, πρὸς δὲ ταῦτα οὔ.
ἄσσα: ψιλωτέον ἐνθάδε· ἰσοδυναμεῖ γὰρ τῷ τίνα.
τὸ δὲ «ἅσσα» ἐνθάδε ψιλωτέον· ἰσοδυναμεῖ γὰρ τῷ τίνα.
ἄσσα τε μητιόωσι … ἢ μεμάασιν — ἦε πόλιν δέ ἂψ ἀναχωρήσουσιν: ἐνεργὸν καὶ ζωτικὸν τὸ τοῦ λόγου τάχος· μεμίμηται γὰρ τοὺς ἐν ἀγωνίῳ σπουδῇ κατεχομένους καὶ ἐν ὀλίγῳ πολλὰ μαθεῖν σπουδάζοντας.
τοὶ γὰρ ἐγώ τοι ταῦτα: «καὶ ταῦτα». ὡς τὰ πρώην ἠκριβωκώς, οὕτω καὶ ταῦτα.
καταλέξω: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «ἀγορεύσω».
Ἕκτωρ μὲν μετὰ τοῖσιν— βουλὰς βουλεύει: φυλάσσει μὲν αὐτὸν Ἀχιλλεῖ, ἀπίθανον δὲ ἀδεῶς αὐτὸν κοιμᾶσθαι.
παρὰ σήματι Ἴλου: στρατηγικῶς τὸν τόπον τοῦτον ἐπελέξατο μέσον ὄντα τοῦ πεδίου, ἵνα μὴ οἱ Ἕλληνες ἀποπλεῖν βουλόμενοι λάθοιεν αὐτὸν μήτε τὴν πόλιν «λόχος εἰσέλθῃσι λαῶν ἀπεόντων»· φησὶ γοῦν «οἱ δὲ παρʼ Ἴλου σῆμα μέσσον κὰπ πεδίον».
παρὰ σήματι Ἴλου: Ἶλος Τρωὸς παῖς, ἀφʼ οὗ ἡ πόλις Ἴλιος ἐκλήθη. παρὰ σήματι δὲ παρὰ τῷ τάφῳ· ἦν γὰρ «μέσσον κὰπ πεδίον». ἀπέχει δὲ τῆς πόλεως καὶ τῶν νεῶν τὸ ἴσον.
φυλακὰς δʼ, ἃς εἴρεαι: περὶ δὲ τῶν φυλακῶν, ὧν ἐρωτᾷς.
οὔ τις κεκριμένη ῥύεται στρατὸν οὐδὲ φυλάσσει:ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως, ἵνα παραυτὰ προθύμως φυλάξαντες εὐθὺς ῥᾳθυμήσωσιν ἢ διαμείναντες καρτερικῶς ἕωθεν ἀσθενήσωσιν.
ἀστρατήγητον τὸ πᾶσιν ἐπιτρέψαι τὴν φυλακὴν ἑκουσίως, καὶ πολλῆς τῆς ἀλαζονείας· καταφρονεῖ γὰρ Ἑλλήνων.
ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι: ὅ ἐστιν «ὅσαι Τρώων εἰσὶν ἑστίαι καὶ οἰκίαι», οἱονεὶ ὅσοι εἰσὶν ἰθαγενεῖς Τρῶες, οὗτοι φυλάσσουσιν· ἐκ γὰρ τῆς ἑστίας τὸν πολίτην δηλοῖ. ἀνέστιος δὲ ὁ ἄπολις καὶ ἄοικος. οὕτω Πορφύριος
ἐσχάραι: πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ—καὶ τὴν κυρίως λεγομένην.
οἷσιν ἀνάγκη: τοῦτο διὰ μέσου· ὧν ἐστι γνήσιος ὁ κίνδυνος.
φυλασσέμεναί τε κέλονται ἀλλήλοις: τὰς γυναῖκας καὶ τέκνα.
κέλονται ἀλλήλοις: εὖ τὸ μὴ μόνον ἰδίᾳ ἕκαστον ἀγρυπνεῖν, ἀλλὰ καὶ ἀλλήλοις παρακελεύεσθαι, ἵνα ὁ τῷ ὕπνῳ νικώμενος ὑπὸ τοῦ πλησίον ἐγείρηται.
κέλονται ἀλλήλοις: δῆλον ὡς ἐξ ἐπιταγῆς. ἐντεῦθεν οἱ νομοθέται γυναικονόμον ὁρίζουσιν αἱρεῖσθαι τὸν γεγαμηκότα, οὐ τὸν ἄγαμον, καὶ παιδονόμον οὐκ ἄπαιδα, ἵνα ἐκ τῶν οἴκοι τὴν συμπάθειαν ἔχοντες πολλὴν ποιῶνται τὴν ἐπιμέλειαν.
ἀτὰρ αὖτε πολύκλητοι ἐπίκουροι—οὐδὲ γυναῖκες: εἰς τὸ ἀσυμπαθὲς τῶν βαρβάρων. εὐλόγως δὲ ἀποκρίνεται· ἠρωτήθη γάρ· «πῶς δʼ αἱ τῶν ἄλλων Τρώων φυλακαί τε καὶ εὐναί», οὐ μόνον περὶ τῶν φυλασσόντων.
πῶς γὰρ νῦν—δαείω: οὐ στικτέον ἐπὶ τὸ νῦν, ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτημένον τῶν ἑξῆς, ἀλλὰ βραχὺ διασταλτέον· κοινὸν γὰρ τὸ εὕδουσʼ, τὸ δὲ ἑξῆς· «πῶς γὰρ νῦν εὕδουσι, Τρώεσσι μεμιγμένοι ἢ ἀπάνευθε;»
πῶς γὰρ νῦν— εὕδουσʼ ἦ ἀπάνευθε: τὸ ἑξῆς «πῶς γὰρ νῦν εὕδουσι;» μήποτε διὰ τοῦτο δυσάλωτοι εἶεν φυλασσόμενοι ὑπὸ τῶν Τρώων.
πῶς γὰρ νῦν—ἀπάνευθε: ἕως τοῦ νῦν ἀναπαύσαντας δεῖ τὴν ἀνάγνωσιν τὰ λοιπὰ ἀπὸ ἄλλης ἀρχῆς κατʼ ἐρώτησιν προφέρειν.
εὕδουσʼ ἦ ἀπάνευθε: τὸ εὕδουσʼ ἐν διαστολῇ καὶ ὑποστιγμῇ, ἵνα ἐρωτηματικὸν γένηται. καὶ αὐτὸν δὲ τὸν η περισπαστέον· διαπορητικὸς γάρ.
ἦ: περισπαστέον τὸν η· διαπορητικὸς γάρ ἐστιν.
καὶ ταῦτα: οὕτω καὶ ταῦτα.
μάλʼ ἀτρεκέως ἀγορεύσω: καὶ πλείονα ὧν ἠρωτήθη λέγει ὡς σύμβουλος γενόμενος ὑπὲρ ὀλέθρου τῶν συμμάχων. τοῦτο δὲ δειλίας καὶ χαυνότητος σύμβολον.
πρὸς μὲν ἁλὸς Κᾶρες: πρὸς σύγκρισιν τῆς «Θύμβρης». θαλασσοκράτορας δέ φασι πρώην Κᾶρας εἶναι προσυπακουστέον δὲ τὸ μέρος, οἷον «πρὸς μὲν τὸ μέρος τῆς θαλάσσης».
καὶ Παίονες ἀγκυλότοξοι: καὶ πῶς φησιν· «ὃς Παίονας ἱπποκορυστάς ἤγαγεν» εἰ μὴ ἄρα περιδέξιοι ἦσαν ὡς Τεῦκρος· Δίδυμος οὖν τοὺς τόξῳ καὶ ἀγκύλῃ χρωμένους ἀγκυλοτόξους εἴρηκεν.
Παίονες: ἔθνος Θρᾳκῶν. τινὲς δὲ—Μακεδόνας.
καὶ Λέλεγες καὶ Καύκωνες: ὅτι ὡς ὕστερον ἐληλυθότων τούτων μνημονεύει, ὡς καὶ τῶν περὶ τὸν Ῥῆσον· οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ Καταλόγου μνήμην πεποίηται.
καὶ Λέλεγες καὶ Καύκωνες: ὡς ἐπήλυδες οὐ κατελέχθησαν ἐν τῷ Καταλόγῳ· οὐδὲ γὰρ «Ὀθρυονεύς», «Ἰφιδάμας», Φαῖστος Λέλεγες δέ εἰσιν οἱ Πήδασον τὴν ὑπὸ Ἴδῃ οἰκοῦντες· «πέρσε δὲ Λυρνησσὸν καὶ Πήδασον», εἶτα «Λέλεγας καὶ Τρῶας ἐναίρειν». οἱ περίλοιποι οὖν ὑπὸ Πρίαμον ἦσαν διὰ τὴν πρὸς Ἄλτην συγγένειαν, «ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει».
Λέλεγες: ἔθνος—Καρίας οἰκοῦντας.
Καύκωνες: τῆς Παφλαγονίας μοῖρα, τῶν ἐν Πελοποννήσῳ Καυκώνων ἄποικοι.
Καύκωνες: ἔθνος—τοὺς λεγομένους Καυνίους.
Πελασγοί: οἱ τὸ παράλιον μέρος—Τράλλεις.
πρὸς Θύμβρης: ἡ Θύμβρα πεδίον ἐστὶ τῆς Τρῳάδος. ὅμοιον δέ ἐστι τῷ «πρὸς μὲν ἁλός».
πρὸς Θύμβρης: πρὸς τὸ Θυμβραῖον—ἐπιφανές.
Μυσοί τʼ ἀγέρωχοι: ὅτι οὐ μόνον ἐπὶ «Ῥοδίων» χρῆται τῷ ἀγέρωχοι, ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχήν, τουτέστι τὴν τροφήν, ἀλλʼ ἐπὶ Μυσῶν καὶ «Τρώων», οἷον γεραόχων, σεμνῶν καὶ ἐντίμων.
καὶ Φρύγες ἱππόδαμοι καὶ Μῄονες ἱπποκορυσταί:ὅτι ἑτέρους τῶν Τρώων οἶδεν τοὺς Φρύγας· καὶ ὅτι Ὅμηρος οὐκ οἶδεν καλουμένους Λυδούς, ἀλλὰ Μῄονας. πρὸς τὰ περὶ ἡλικίας Ἡσιόδου
καὶ Φρύγες: δῆλον ὡς ἐπίκουροι Τρωσὶν οἱ Φρύγες. οἱ δὲ νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας.
οἱ μὲν νεώτεροι συγχέουσι Φρύγας καὶ Τρῶας. φαίνεται δὲ ὁ ποιητὴς ἐπικούρους Τρώων αὐτοὺς καλῶν.
ἱππόδαμοι: Ἀρίσταρχος «ἱππόμαχοι».
ἡ δὲ γραφὴ «ἱππόμαχοι», οὐχ ἱππόδαμοι.
καὶ Μῄονες ἱπποκορυσταί: ἤδη καθʼ Ὅμηρον ἐπρώτευε τὸ Λύδιον ἱππικόν.
εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον,Θρήϊκες—νεήλυδες: οἱ μὲν περὶ τὸν Ὀδυσσέα οὐ τρανότερον ἐξέφηναν τὴν βούλησιν, ὁ δὲ συμβάλλεται αὐτῶν τῇ σκέψει καὶ μιᾶς ψυχῆς ἀτυχίᾳ προδίδωσιν ὅλον τὸ συμμαχικόν. οἱ δὲ καὶ ἐπαινοῦσιν αὐτὸν ὡς ἀποτρεψάμενον αὐτοὺς Ἕκτορος διὰ τοῦ ἐπαίνου τῶν Θρᾳκῶν.
οἵδʼ ἀπάνευθε: τῇ χειρὶ δείκνυσι, καθʼ ὃν τόπον ἐστρατοπεδεύκασιν. ἀπάνευθε δὲ πρὸς τὸ μὴ μεμῖχθαι τοῖς ἄλλοις.
νεήλυδες: πρὸς τὴν ἀπειρίαν τῶν τόπων καὶ τὴν πάρεσιν τὴν ἀπὸ τοῦ καμάτου.
νεήλυδες: νεωστὶ ἐληλυθότες· ἤλυσιν γὰρ τὴν ἔλευσιν λέγουσιν.
ἔσχατοι ἄλλων: τοῖς δὲ ἀπὸ τῶν νεῶν πρῶτοι.
ἔσχατοι δὲ Τρώων, ἀπὸ δὲ νεῶν πρῶτοι.
ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος Στρυμόνος τοῦ ποταμοῦ τῆς Θρᾴκης υἱὸς καὶ Εὐτέρπης Μούσης. ἱστορεῖ δὲ Πίνδαρος ὅτι καὶ μίαν ἡμέραν πολεμήσας πρὸς Ἕλληνας μέγιστα αὐτοῖς ἐνεδείξατο κακά, κατὰ δὲ πρόνοιαν Ἥρας καὶ Ἀθηνᾶς ἀναστάντες οἱ περὶ Διομήδεα ἀναιροῦσιν αὐτόν.
ἐν δέ σφιν Ῥῆσος: Ῥῆσος γένει—εἰς τὸ παντελές.
ὅσοι ἐκ Μουσῶν τίκτονται· Ὀρφεὺς—Τριπτόλεμος.
τοῦ δὴ καλλίστους ἵππους: ὡς φίλιππος — κινδυνεύει γοῦν διʼ ἵππους — ἢ ὡς μέγιστα χαριζόμενος ἀντὶ τῆς ἰδίας ψυχῆς· φησὶ γοῦν· «ἀλλʼ ἐμὲ μὲν … δήσαντες». τοσοῦτον δὲ ἀπέσχε τοῦ λαβεῖν ἵππους, ὅτι καὶ τῶν ἐν τῷ στρατοπέδῳ καλλίστων ἵππων προδότης γίνεται.
λευκότεροι χιόνος, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι: δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. ἐπαινετέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν «λευκοτέρους χιόνος», καὶ τοῦ μέτρου ἐπιδεχομένου, θαυμαστικῶς κατʼ ἰδίαν ἀνεφώνησε τὸν ἔπαινον. καὶ λείπει τὸ εἰσίν. οἱ δὲ πτώσεως μετάθεσιν τὸ τοιοῦτον ὠνόμασαν. πῶς δὲ ἐδόκει εἰδέναι ὅτι ταχεῖς εἰσιν, εἴ γε νεήλυδες ἦσαν; ἢ ὡς ἀκούσας, ἢ ἀποσεμνύνων ὡς καὶ σωθησομένων αὐτῶν διὰ τῶν ἵππων μετὰ τὴν τῶν Θρᾳκῶν ἐπανάστασιν.
λευκότεροι—ὁμοῖοι: λευκότεροι χιόνος εἶπεν, ἵνα φανῶσι νυκτός, θείειν δʼ ἀνέμοισιν ὁμοῖοι, ἵνα φθάσωσιν ἐπʼ αὐτῶν διασωθῆναι. ἰστέον δὲ ὅτι ἐμείωσε— ταχυτέρους.
ἵνα ὁρῶνται νυκτὸς οὔσης.
λευκότεροι—ὁμοῖοι: χωριστέον τοῦ ἐπάνω στίχου, ἵνα μὴ σόλοικον γένηται. καὶ ἄλλως καθʼ ἑαυτὸ λεγόμενον πλείονα ἔμφασιν παρίστησιν. λείπει δὲ τὸ εἰσί ῥῆμα, λευκότεροί εἰσιν.
χρυσῷ—χρύσεια: τὸ σμικροπρεπὲς τοῦ ἀνδρὸς ἄκρως κωμῳδεῖ καὶ τὸ ἐπτοημένον περὶ χρυσόν.
τεύχεα: ὅπλα. εἰρῆσθαι δὲ αὐτὰ Ἴστρος φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοϊκῷ κατεσκευάσθαι πρῶτον ὑπὸ Κυκλώπων.
ἀλλʼ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον: πέπεισται ὅτι μέγιστα αὐτοῖς ἐχαρίσατο, καὶ ἐπὶ μαρτυρίαν πιστὴν κατέρχεται. εἰ δὲ μὴ τοῦτο προσέθηκεν, εὐήθεις ἂν ἦσαν οἱ περὶ Διομήδην πιστεύσαντες αὐτῷ καὶ εἰς τοὺς Τρῶας παρελθόντες· δῆλον γὰρ ὡς οὐκ ἠπάτα, φυλάττεσθαι παρὰ τοῖς πολεμίοις μέλλων.
ἢ ἐμὲ δήσαντες λίπετʼ αὐτόθι νηλέϊ δεσμῷ:δέον τούτοις τοῖς ἀγενέσι λόγοις ἀντιπαρατεθῆναι τὸ «τόφρα γὰρ ἐς στρατὸν εἶμι».
νηλέϊ δεσμῷ: ὡς ἠλπικὼς ὅτι δεθήσεται καὶ τὸν δεσμὸν ὀλοφύρεται καί φησιν ὡς ἀμήχανον ἐκφυγεῖν ἐμοί.
ἦ ῥα κατʼ αἶσαν ἔειπον: οὕτως Ἀρίσταρχος «ἠὲ κατʼ αἶσαν ἔειπον», ἔξω τοῦ ῥά, καὶ ἔστιν ὅμοιον τῷ «ἠὲ μετὰ Τρώεσσιν».
«ἠὲ κατʼ αἶσαν», οὕτω δεῖ γράφειν χωρὶς τοῦ ῥά.
ἦε καὶ οὐκί: πρὸς τὸ οὐκί, ὅτι ὑγιῶς διὰ τοῦ ψιλοῦ ἀντιστοίχου.
τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης: Ἑλληνικῶς ὁ κοινωνήσας αὐτῷ φιλανθρώποις λόγοις οὐ φονεύει.
Δόλων: ὅτι ζητεῖται, πῶς τὸ ὄνομα ἔγνω· διό τινες ἀνέγνωσαν «δολῶν» ὡς νοῶν. ἑξῆς μέντοι γε πάλιν λέγει «οὓς νῶϊ πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν». εἰκὸς δέ τινων γινώσκεσθαι ὀνόματα ὡς ἂν δεκαετοῦς γεγονότος χρόνου, καὶ μάλιστα τοῦ Δόλωνος· ἦν γὰρ κήρυκος υἱὸς «πολύχρυσος πολύχαλκος».
Δόλων: καὶ πῶς ᾔδεισαν αὐτοῦ τὸ ὄνομα; ἢ εἰκὸς ὡς κήρυκος υἱὸν πολλάκις συμπαρεῖναι τῷ πατρί. ὅτι δὲ ἐπιφανής, δῆλον ἐκ τοῦ «ἀλλʼ ἄμυδις κικλήσκετο πάντας ἀρίστους». ἢ ἠρώτησαν κρατήσαντες.
εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν— πολεμίξων: ἐπεὶ οὐχ Ἑλληνικὸν τὸν ἱκέτην ἀναιρεῖν, προφάσεις ἀναγκαίας περιέθηκεν. ἅμα δὲ καὶ ἄτοπον ἦν πάλιν ὑποστρέφειν εἰς τὰς ναῦς ἄγοντας Δόλωνα, ἢ δεῖν ἐν μέσῃ τῇ ὁδῷ, μὴ καί τινες διὰ λάφυρα ἐλθόντες μάθωσιν τὸ πᾶν παρʼ αὐτοῦ. ἅμα δὲ καὶ ὡς προδότην ἀναιρεῖ· ὑπὸ γὰρ ἐκείνων μεμίσηται πρῶτον, οἷς τοὺς οἰκείους παρέδωκεν.
ἀπολύσομεν ἠὲ μεθῶμεν: πληθυντικῶς, ἵνʼ ἐνεχυριάσῃ καὶ τὴν Ὀδυσσέως γνώμην.
ἀπολύσομεν ἠὲ μεθῶμεν: ἀπολύσομεν διὰ λύτρων, μεθῶμεν δίχα λύτρων.
εἶσθα: οὕτως ἐγένετο τὸ εἶσθα· εἶμι, τὸ δεύτερον «εἶς», εἶτα εἶσθα.
ὀλέσσῃς: Ἀρίσταρχος «ὀλέσσαις».
ἔμελλε γενείου … ἁψάμενος λίσσεσθαι, ὁ δʼ αὐχένα μέσσον ἔλασσε: ἀνόητος ὁ μετὰ τοιαύτην ἀπόκρισιν λιπαρεῖν μέλλων. τάχιστα δὲ αὐτὸν ὁ ποιητὴς ἀναιρεῖ, ἵνα μὴ φθάσῃ γονυπετῶν.
φθεγγομένου δʼ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη: ἅμα τῷ ἄρξασθαι φωνὴν ἀφεῖναι πρὶν σαφηνισθῆναι τὸ λεγόμενον· καὶ ἀνῆλθε μὲν τὸ πνεῦμα μέχρι τοῦ στόματος καὶ τὸν τόπον ὅλον πληρῶσαν ἐξεχύθη τῇ τμήσει τῆς κεφαλῆς, ὡς, εἰ καὶ σωλῆνά τινες μεστὸν ὕδατος διατέμοιεν, ἡ μὲν τῆς ἐπεισροῆς φορὰ εἴργεται, τὸ δὲ ἤδη διελθὸν ἐκχεῖται.
τοῦ δʼ ἀπὸ μὲν κτιδέην ... ἕλοντο: ὅτι κτιδέην λέγει ῥητῶς, χωρὶς τοῦ ι.
καὶ τάδʼ Ἀθηναίῃ ληΐτιδι—ἀνέσχεθε: διδάσκει τῶν κατορθουμένων αἰτίους θεοὺς οἴεσθαι. καὶ τὸ ἐπίθετον δὲ οἰκεῖον τῷ καιρῷ, ἐκ τῆς πράξεως εἰλημμένον· καὶ «ἀγελείη» γάρ. οἰκείως δὲ φονεύει ὁ Διομήδης, ἀνατίθησι δὲ ὁ Ὀδυσσεύς.
ληΐτιδι: λαφυραγωγῷ, πολεμικῇ. ἢ τῇ παραιτίᾳ γιγνομένῃ τοῦ λείαν λαβεῖν.
ὑψόσʼ ἀνέσχεθε χερσί: πανταχόθεν ἐκίνησε τὴν ἐνάργειαν, ἐκ τοῦ ἱκετεύειν μέλλοντος, ἐκ τῶν διακοπτομένων ἀθρόως τενόντων, ἐκ τῆς φθεγγομένης κεφαλῆς μετὰ τὸ πεσεῖν, ἐκ τοῦ σκυλεύοντος τὰ ὅπλα καὶ ὑψόσʼ ἀνέχοντος.
ἀνέσχεθε: γράφεται «ἀνέσχετο».
καὶ εὐχόμενος ἔπος ηὔδα: ὅτι συνήθως ἡμῖν νῦν κέχρηται τῷ εὐχόμενος.
ἐπιβωσόμεθα: Ἀρίσταρχος «ἐπιδωσόμεθα» ἵνʼ ᾖ δώροις τιμήσομεν.
ἐπιδωσόμεθα: γράφεται καὶ «ἐπιβωσόμεθα».
ἐπιδωσόμεθα: ἐπιδόσεων καὶ δώρων ἀξιώσομεν. προτρεπτικὸν δὲ τοῦτο εἰς συμμαχίαν.
ἐπὶ Θρῃκῶν ἀνδρῶν ἵππους: τοῖς τοῦ Δόλωνος πεισθέντες λόγοις ἤδη περὶ τῶν ἵππων τοῦ Ῥήσου δέονται τῆς θεοῦ. ἢ μᾶλλον ἵππους οὐ τοὺς Ῥήσου, ἀλλὰ τὸ ἱππικόν.
ἵππους τε καὶ εὐνάς: ἐν ἄλλῳ «ἄγυρίν τε καὶ εὐνάς».
ὑψόσε: διήλλαττον αἱ Ἀριστάρχου, ὑψόσε καὶ «ὑψοῦ».
μυρίκην· δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε: σὺν τῷ ν μυρίκην. δέελον δὲ τὸ εὔδηλον, ἀπὸ τοῦ δήεις, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν.
δέελον: ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. καὶ ψιλοῦται τὸ δεύτερον ε. ἡ διπλῆ δέ, ὅτι ὃ ἡμεῖς λέγομεν δῆλον, αὐτὸς εἶπε διελὼν δέελον.
δέελον: ψιλωτέον τὸ δεύτερον ε τοῦ δέελον. Ἀρίσταρχος δέ φησιν αὐτὸ παρὰ τὸ δήεις.
δέελον δʼ ἐπὶ σῆμά τʼ ἔθηκε: πάντα τὰ προνοητικὰ περίκειται τῷ Ὀδυσσεῖ.
συμμάρψας δόνακας: τροπαίου σχῆμα μιμεῖται.
τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν αἷμα: ὅτι τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν, τοπικῶς. καὶ ὅτι ἐρριμμένοι εἰσὶν οἱ νεκροί. καὶ ὅτι ἀντὶ τοῦ διʼ ἐντέων καὶ αἵματος.
τὼ δὲ βάτην προτέρω διά τʼ ἔντεα καὶ μέλαν
αἷμα: ἐπὶ τόπου τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν. τὸ δὲ καὶ μέλαν αἷμα τινὲς γράφουσι «καὶ Παλλὰς Ἀθήνη».
αἶψα: διὰ τὸ ἐπεῖγον τοῦ καιροῦ.
ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος: ὅτι τέλος καὶ νῦν τὸ τάγμα.
ἐπὶ Θρῃκῶν ἀνδρῶν τέλος: ἔνθα συνετέλουν.
ὅ ἐστι τάγμα.
οἱ δʼ εὗδον καμάτῳ ἀδηκότες: ἐκ τούτων ἡ προδοσία Δόλωνος καὶ τὸ πιστὸν τῆς ἀναιρέσεως αὐτῶν φανεῖται.
ἀδηκότες: ἀηδισθέντες. καὶ «δείπνῳ ἀδήσειεν».
τριστοιχεί: ἵνα ὦσι τρία τάγματα πρὸ Ῥήσου, ἀφʼ ὧν ἑκάστου τέσσαρας ἄνδρας ἀναιροῦντες τρισκαιδέκατον Ῥῆσον.
τριστοιχεί· παρὰ δέ σφιν ἑκάστῳ δίζυγες ἵπποι: εἰκότως οὖν εἶχε τὸ «ἵππους τε καὶ εὐνάς».
δίζυγες ἵπποι: ὅτι συνωρίσιν ἐχρῶντο· διὸ δίζυγες.
ἐξ ἐπιδιφριάδος πυμάτης ἱμᾶσι δέδεντο: ψιλωτέον τὸ ἔξ· τὸ γὰρ ἑξῆς ἐστιν ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι.
ψιλωτέον δὲ τὸ ἔξ· οὐ γάρ ἐστιν ἀριθμός, ἀλλὰ πρόθεσις.
ἐπιδιφριάδος: τῆς κατὰ κόσμον ἄκρας ἄντυγος, ἢ τοῦ ἐν τάξει ἐξωτάτου ξύλου, ἐφʼ οὗ πρῶτοι ἀναβαίνουσιν οἱ μέλλοντες μάχεσθαι.
ἐξ ἐπιδιφριάδος— τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδών: ἐπιδιφριὰς μέρος τοῦ δίφρου, καθʼ ὃ ἐπιβαίνειν εἰώθασιν· οἱ δὲ τῆς ἄντυγος. πιθανῶς δὲ προετοιμάζει αὐτοὺς ὁ ποιητὴς τῇ ἀπελάσει. τὰ γνωστικὰ αὐτῷ περίκειται. ἔγνω δὲ Ὀδυσσεὺς ἢ ἀπὸ τοῦ μέσον εἶναι ἢ τῶν ἵππων ὅπερ ἐδήλωσε διὰ τοῦ «οὓς νῶϊν πίφαυσκε».
ἐπιδιφριὰς μέρος τοῦ δίφρου. καθʼ ὃ ἐπιβαίνειν εἰώθασιν. ἔγνωσαν δὲ ἢ ἀπὸ τοῦ τὸν Ῥῆσον μέσον εἶναι ἰδίᾳ ἢ ἀπὸ τῆς τῶν ἵππων θέας.
τὸν δʼ Ὀδυσεὺς προπάροιθεν ἰδών: ἡ διπλῆ, ὅτι καὶ ἐν Ἰλιάδι νῦν τὸ προπάροιθεν ἐπὶ χρόνου τέταχεν, πρόσθεν ἢ ἰδεῖν τὸν Διομήδη, οὐχ ὡς οἱ Χωρίζοντες ἐν Ὀδυσσείᾳ μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς.
τὸν δʼ Ὀδυσεὺς προπάροιθεν: χρονικῶς ἀντὶ τοῦ πρῶτος, καὶ τοπικῶς· «ἠϊόνος προπάροιθε».
χρόνου καὶ τόπου.
οὗτός τοι: οὕτως οὗτός τοι· ἄνω δὲ «οὗτός τις».
οὕς: οὕτω πληθυντικῶς οὕς ἐπὶ τῶν ἵππων.
Δόλων: ὅτι ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ ἐνταῦθα.
πρόφερε κρατερὸν μένος· πρόφερε οὐκ εἰς τὸ φονεύειν, ἀλλʼ εἰς τὸ δρᾶν τὰ χρειώδη.
ἑστάμεναι μέλεον σὺν τεύχεσιν: ὅτι οἱ νεώτεροι μέλεον τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος ἀντὶ τοῦ ματαίως.
σὺν τεύχεσιν: σὺν τεύχεσιν δηλοῖ ὡς μᾶλλον ἐπιτηδειότερος ὢν εἰς τὸ φονεύειν τούτου λαβέσθαι ὀφείλει. εἶτα σοφῶς τὴν αἵρεσιν τῷ Διομήδει δίδωσιν.
τῷ δʼ ἔμπνευσε μένος: εἰκότως τὸ μὲν εὐχερέστερον τῷ πρακτικῷ, τὸ δὲ δυσχερέστερον τῷ βουλευτικῷ δίδωσιν.
τῷ δʼ ἔμπνευσε: πιθανῶς, ἵνα πιστὸν εἴη τοσούτους ὑφʼ ἑνὸς ἀναιρεθῆναι.
κτεῖνε δʼ ἐπιστροφάδην: ἐπιστρέφων τὴν ὄψιν τοῦ λαθεῖν. ἢ «τῇ καὶ τῇ», ὡς ἐπὶ Ἀχιλλέως ὃ καὶ ἄμεινον.
τῶν δὲ στόνος ὄρνυτʼ ἀεικής ἄορι θεινομένων: ὡς ἐν ὕπνῳ ἀναιρουμένων ἠρεμαία τις στοναχὴ ἐγίνετο.
στόνος δὲ οἷον ὡς ἐν ὕπνῳ ἀναιρουμένων.
ὡς δὲ λέων μήλοισιν ἀσημάντοισιν ἐπελθών: οἰκεία ἐπʼ ἀμφοῖν τοῖν προσώποιν ἡ παραβολή· καὶ γὰρ οὗτοι τῆς ἐκ τοῦ βασιλέως φυλακῆς κοιμωμένου ἐστέρηντο.
μήλοισιν: ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ ὄϊς· «μῆλʼ, ὄϊές τε καὶ αἶγες».
αἴγεσιν ἢ ὀΐεσσιν: ὅτι ἐπεξηγεῖται, τίνα τὰ μῆλα.
ὄφρα δυώδεκʼ ἔπεφνεν: ὅτι χωρὶς τοῦ Ῥήσου δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ, ἀλλʼ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τινες.
ὄφρα δυώδεκʼ ἔπεφνεν: δῆλον ὡς ἀνὰ τέσσαρας, ἵνα ἱκανὸς εἴη ὁ τόπος πρὸς τὴν ἀπελασίαν τῶν ἵππων.
ἀτὰρ πολύμητις Ὀδυσσεύς ὅντινα Τυδείδης ἄορι πλήξειε παραστάς, τὸν δʼ Ὀδυσεὺς μετόπισθε: δὶς τὸ τοῦ Ὀδυσσέως παρέλαβεν ὄνομα σχῆμα κινῶν, δυναμένης τῆς ἀπαγγελίας καὶ ἅπαξ ἔχειν τὸ ὄνομα.
πλήξειε: οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ «πλήξασκε».
τὸν δʼ Ὀδυσεύς: ὅτι ἰδίως προειπὼν «ἀτὰρ πολύμητις Ὀδυσσεύς» ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, τὸν δʼ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός.
τὸν δʼ Ὀδυσεὺς μετόπισθε λαβὼν ποδὸς ἐξερύσασκεν: εἰς τὸ προγνωστικὸν Ὀδυσσέως. καὶ ἐπʼ ἄλλων φησὶ «στείβοντες νέκυάς τε», ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πολέμου πειραθέντων «ἀήθεσσον γὰρ ἔτι» νεκρῶν.
τὸ προγνωστικὸν καὶ φρόνιμον Ὀδυσσέως ἐνδείκνυται· ἐπὶ μὲν γὰρ ἄλλων ἵππων φησὶ «στείβοντες νέκυάς τε», ἐπὶ δὲ τῶν νεηλύδων καὶ μήπω πειραθέντων πολέμου μεταφέρει τοὺς νεκρούς.
ἀήθεσσον γὰρ ἔτʼ αὐτῶν: πόθεν οἶδεν ὅτι ἀήθεις εἰσὶ νεκρῶν; ὅτι ἀκήκοε Δόλωνος λέγοντος «Θρήϊκες οἵδʼ ἀπάνευθε νεήλυδες».
τὸν τρισκαιδέκατον μελιηδέα θυμὸν ἀπηύρα: ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπαριθμεῖ τὸν Ῥῆσον, πρὸς τὸ «τρεισκαιδέκατον σκοπόν». καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε, τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο, ἀντὶ τοῦ τρεισκαιδέκατον.
κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη τὴν νύκτʼ, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθήνης: τὸ βαθὺ γὰρ τοῦ ὕπνου διʼ αὐτῆς ἐγένετο. συνέλαβε δὲ καὶ τὸ φίλοινον Θρᾳκῶν πρὸς τὸ μὴ αἰσθέσθαι.
κακὸν γὰρ ὄναρ κεφαλῆφιν ἐπέστη: τοῦτο ἐπὶ τῶν ἀπὸ τοῦ ἔθους συμβαινόντων· ὅταν γάρ τις νυκτὸς κακῷ τῳ περιπέσῃ φαμὲν «κακὸν ὄνειρον εἶδεν ὁ δεῖνα».
κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης.
τὴν νύκτʼ, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθήνης:ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης, καὶ τὸ διὰ μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν.
τὴν νύκτʼ, Οἰνείδαο πάϊς, διὰ μῆτιν Ἀθήνης:οὔτε ἐν τῇ Ζηνοδότου οὔτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο.
σὺν δʼ ἤειρεν ἱμᾶσι καὶ ἐξήλαυνεν ὁμίλου: ἡ διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι. καὶ μιμεῖται τὸ γινόμενον ἐν ταῖς ταραχαῖς.
σὺν δʼ ἤειρεν ἱμᾶσι: ὡς μὴ κατʼ ἰδίαν τῶν ἵππων εἰθισμένων ἡνιοχεῖσθαι· φησὶ γοῦν «ἵππων ἐπεβήσετο» καὶ «ἔρυξε Διῒ φίλος ὠκέας ἵππους».
σὺν δʼ ἤειρεν ἱμᾶσι: συνέζευξεν δὲ αὐτοὺς τοῖς ἱμᾶσι, τουτέστι συνημμένους καὶ οὐ καθʼ ἕνα ἐξέφερε. καὶ ἔστι νησιώτης μέν, τῇ πείρᾳ δὲ οὐ δευτερεύει τινός.
τόξῳ ἐπιπλήσσων: ἡ γὰρ νευρὰ τῷ τῆς μάστιγος ψόφῳ ὁμοίαν τὴν φαντασίαν δίδωσιν.
ἐπεὶ οὐ μάστιγα φαεινήν —νοήσατο χερσὶν ἑλέσθαι: πιθανῶς καὶ ἀνθρωπίνως, ἵνα τοῖς λοιποῖς πιστεύσωμεν· οὐ γὰρ ἄτοπον ἐν τοιαύτῃ ταραχῇ παρεῖσθαί τι, καὶ τοῦτο οὐ τῶν ἀναγκαίων. ἀλλὰ καὶ ἀντʼ αὐτοῦ μεμηχάνηται Ὀδυσσεύς. καὶ ἡ τάξις· οὐ γὰρ εἰπὼν «ἐπελάθετο» ἐπήγαγε τὸ «τόξῳ», ἀλλὰ τοὐναντίον. τούτῳ ὅμοιόν ἐστι καὶ τὸ ἐπὶ Σαρπηδόνος «βάρυνε δέ μιν δόρυ μακρόν ἑλκόμενον· τὸ μὲν οὔτις ἐπεφράσατο».
ῥοίζησεν: ἄναρθρον καὶ βαρβαρικὴν φωνὴν μιμούμενος ὑπὲρ τοῦ μηδένα τῶν πολεμίων, εἰ τύχοι τις ἐγρηγορῶν, αἰσθέσθαι· οὐ γὰρ παρεῖναι αὐτῷ ἐδύνατο, ἐλάσας πόρρω τοὺς ἵππους.
ῥοίζησεν: ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέγομεν. καὶ ἀλλαχοῦ δέ φησιν· «πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα».
ὅ τι κύντατον ἔρδοι: φιλότιμος γὰρ ὢν καὶ νέος δυσαπαλλάκτως ἔχει τοῦ εὑρήματος.
ἢ ὅ γε δίφρον ἑλὼν … ἢ ἐκφέροι ὑψόσʼ … ἦ ἔτι τῶν πλεόνων: διαπορητικὸς ὁ ὕστερος· διὸ περισπαστέος. τὸν δὲ πρῶτον καὶ δεύτερον ἐγκλιτέον.
περισπαστέον τὸν ἦ διαπορητικὸς γάρ ἐστιν.
ἢ ὅ γε δίφρον ἑλὼν— ῥυμοῦ ἐξερύοι, ἢ ἐκφέροι ὑψόσʼ ἀείρας, ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν: δύο εἰσὶ βουλαί, ἢ εἰς Θρᾷκας τραπῆναι ἢ τὸν δίφρον ἀφελέσθαι. τὸ δὲ περὶ τοῦ δίφρου εἰς δύο διῄρηται, ἢ ἑλκύσαι αὐτὸν ἢ βαστάσαι. ἀλλʼ οὐδὲν τούτων, ἐναντίον τοῦ σωθῆναι αὐτόν, ἀκίνδυνον.
ῥυμοῦ ἐξερύοι—ἀείρας: ὅτι πρὸς ἓν ληπτέον μέρος τὸ λεγόμενον ἐκ τοῦ «ἢ ὅγε δίφρον ἑλὼν … » ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας· ἔστιν γὰρ «ἢ τὸν δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι ἢ μετέωρον ἄρας ἐξενέγκοι,» ὥστε τὸ περὶ τοῦ δίφρου ἓν μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέσταλκεν «ἦ ἔτι τῶν πλεόνων Θρῃκῶν».
ὑψόσε: διχῶς, «ὑψοῦ» καὶ ὑψόσε.
νόστου δὴ μνῆσαι: ὅτι δεῖ μάλιστα ἐν ταῖς εὐτυχίαις τὸ μέλλον σκοπεῖν καὶ μὴ ἀπλήστως χρῆσθαι ταῖς εὐτυχίαις. ὅτι δὲ τοῦτον εἶχεν Ὀδυσσεὺς τὸν νοῦν, δῆλον διὰ τοῦ «ῥοίζησεν δʼ ἄρα πιφαύσκων Διομήδεϊ». καὶ τὸ «ἐγγύθεν ἱσταμένη» πρόκειται, ὅπου Ὀδυσσεὺς στῆναι οὐκ ἐδύνατο, ἐλάσας πόρρω τοὺς ἵππους.
νῆας ἔπι γλαφυράς: τὸ ἡμιστίχιον δύναται καὶ τοῖς ἡγουμένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χωριζόμενον ἀπὸ τῶν ἑτέρων, οἷς μὴ προσδίδοται.
πεφοβημένος: εἰς φυγὴν τραπείς, διωκόμενος, τουτέστι μετὰ φυγῆς παραγεγενημένος.
μὴ καὶ πεφοβημένος ἔλθῃς· —θεὸς ἄλλος: οὐ μόνον διὰ τοῦ πεφοβημένος, ἀλλὰ καὶ διὰ τοῦ θεός ἐκδειματοῖ. διὰ δὲ τοῦ ἄλλος ἐσήμανεν ὅτι καὶ αὐτὴ θεός ἐστιν. ἤδη δὲ καὶ παροιμιῶδες γέγονε «μή τις καὶ Τρῶας ἐγείρῃ»
ἵππων ἐπεβήσετο: κέλησι μὲν οὐδʼ ἐν τοῖς ἀγῶσιν εἰσάγει χρωμένους, νῦν δὲ διὰ τὴν χρείαν.
ἐπεβήσετο: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «ἐπεβήσατο».
διὰ τοῦ ε δὲ ἐπεβήσετο.
οὐδʼ ἀλαοσκοπιὴν—ἕπουσαν: συναπτέον τὸ διστίχιον μέχρι τοῦ ἕπουσαν
τινὲς εἰς τὸ Ἀπόλλων στίζουσιν.
οὐδʼ ἀλαοσκοπιήν: ὅτι Ζηνόδοτος γράφει «ἀλαὸν σκοπιήν». παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιάς, ἀλλὰ τοὐναντίον δεδορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκεν σκοπιὴν τοὺς ὀφθαλμούς.
οὐδʼ ἀλαοσκοπιήν: πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα — ἀποκεκήρυκτο γὰρ ὑπὸ τοῦ Διὸς τοῖς θεοῖς, ἑκατέρῳ στρατεύματι βοηθεῖν —, ἀλλʼ «ὡς εἶδεν ἐλθοῦσαν πρὸς Διομήδην τὴν Ἀθηνᾶν, καὶ αὐτὸς ἦλθεν». τοσοῦτον δὲ αὐτὸν ἡ Ἀθηνᾶ προὔλαβεν, ὅσον ἔφθη τῷ Διομήδει τὴν ἀναχώρησιν παραινέσαι. Ἀπόλλων δὲ κατελθὼν οὐδὲν ἔπραξεν, ἀλλʼ ἕτερον ἐγείρει. βραδέως δὲ ἐνεργεῖ Ἀπόλλων δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ εἰωθυῖα «ἐνικλᾶν» τῷ Διΐ, «ὅ τι νοήσῃ», καὶ πρότερον παρὰ πρόσταγμα τούτου κατελθοῦσα εἰς τὴν μάχην, καὶ νῦν τῷ Διομήδει παρίσταται.
πῶς οὐκ ἀλαός ἐστι τοσούτων πεφονευμένων; οὐ λέγει ὅτι ἐφύλασσε τὰ πρασσόμενα — ἀποκεκήρυκτο γὰρ ὑπὸ Διὸς μηδένα μηδενὶ στρατεύματι βοηθεῖν —, ἀλλʼ ὡς εἶδεν ἐλθοῦσαν Ἀθηνᾶν πρὸς Διομήδην, καὶ αὐτὸς ἦλθε. βραδέως δὲ ἐνεργεῖ δεδιὼς Δία, ἡ δὲ Ἀθηνᾶ ταχέως· εἴωθε γὰρ παραβαίνειν τὰς ἐντολὰς Διός.
Ῥήσου ἀνεψιόν: οἰκτρὸν τὸ τὸν ἴδιον ἀνεψιὸν ἐπισκέψασθαι τὸ δεινόν. οὐ μὴν θρήνους περιτίθησι καίτοι εὐπορῶν, ἀλλʼ ἑτέρῳ μέρει τῆς ποιήσεως τηρεῖ τοὺς θρήνους ἐπὶ Ἕκτορι τεθνηῶτι· νῦν γὰρ οὐκ ἔστιν αὐτῷ περὶ τούτων.
ὡς ἴδε χῶρον ἐρῆμον— ἄνδρας τʼ ἀσπαίροντας— ᾤμωξέν τʼ ἄρʼ ἔπειτα—ἑταῖρον: ὅτι Ζηνόδοτος τὸ ἐναλλὰξ τῶι τόπωι τούτωι τίθησιν· «ὁ δʼ ἐξ ὕπνου ἀνορούσας» ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, ὡς ἴδε χῶρον ἐρῆμον ἄνδρας τʼ ἀσπαίροντας. πρῶτα δὲ ἰδόντα ἔδει κλαίειν.
ᾤμωξέν τʼ ἄρʼ ἔπειτα φίλον τʼ ὀνόμηνεν ἑταῖρον:ἐμφατικῶς οὐ μόνον ᾤμωξεν, ἀλλὰ καὶ φίλον καὶ ἑταῖρον ὠνόμασεν.
ὀνόμηνεν: ἀνεκαλέσατο· τοῦτο γὰρ συμβαίνει τοῖς ἐκπληττομένοις.
Τρώων δὲ κλαγγή— θυνόντων ἄμυδις: ἄκρως τοὺς ἐπτοημένους παρέστησε διὰ τῆς βοῆς καὶ τοῦ θορύβου καὶ τῆς ἐπὶ τὸ αὐτὸ συνδρομῆς.
θηεῦντο δὲ μέρμερα ἔργα: τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν δεδραμένων, ὡς καὶ τὸ κάλλος τῶν οἴκων Καλυψοῦς διὰ τῆς Ἑρμοῦ ἐδήλωσε θέας
τὸ θαῦμα τῶν θεωμένων τὸ δεινὸν ὑποφαίνει τῶν δραθέντων· ἀγνοοῦντες γάρ, ὅθεν ἡ ἐρημία, ἐθαύμαζον.
ὅσσʼ ἄνδρες ῥέξαντες: πολλὴν ἔμφασιν ἔχει τὸ ἄνδρες.
σκοπόν: κατάσκοπον. πῶς δέ, φησί, δεκατέσσαρας φονεύσαντες τρισκαιδέκατον λέγει Δόλωνα; ῥητέον—καὶ Ἕκτορα.
ἔνθʼ Ὀδυσεὺς μὲν ἔρυξε … ὠκέας ἵππους: πάλιν εἰς τὸ προγνωστικὸν Ὀδυσσέως· ἔδει γὰρ ἐνεχθῆναι τὰ λάφυρα εἰς τὸν ναύσταθμον. ἐπεὶ δὲ ὁ καιρὸς οὐκ ἐᾷ χρονίζειν, τάχιστα αὐτὰ παρατρέχει.
Τυδείδης δὲ χαμᾶζε θορών: ἐπὶ τὸ θορών διασταλτέον. σαφέστερον γάρ.
ἔναρα: ὅτι περιεκτικῶς καὶ τὰ τόξα καὶ τὸ δόρυ ἔναρα εἴρηκε σὺν τοῖς ἄλλοις. κυρίως δὲ ἔναρα λέγεται, οἷς ἐνάρηρε τὰ σώματα καὶ ἐνήρμοσται, θώραξ καὶ κυνέα.
Ὀδυσῆϊ τίθει: ἐν ἄλλῳ «Ὀδυσῆϊ δίδου».
μάστιξεν δʼ ἵππους: ἐν ἄλλῳ «μάστιξεν δʼ Ὀδυσεύς».
Νέστωρ δὲ πρῶτος κτύπον ἄϊε: εἰκότως· τῶν φρονιμωτέρων γὰρ αἱ αἰσθήσεις ὀξύτεραι. ἢ καὶ ὅτι τῶν ἄλλων μᾶλλον προσεῖχεν αὐτὸς ὡς ἂν τῆς ἐκπομπῆς τῶν κατασκόπων φερόμενος τὴν αἰτίαν· ὅθεν ἐπιφέρει «ἀλλʼ αἰνῶς δείδοικα»· καὶ Πρίαμος γὰρ πρῶτος ἀπὸ τοῦ τείχους ὁρᾷ τὸν Ἀχιλλέα ἔοικεν οὖν παρακαλεῖν ὁ ποιητὴς μὴ πάντη καταφρονεῖν γήρως, ὅπου σύνεσις πλείονα δωρεῖται.
Νέστωρ δὲ πρῶτος: πρῶτος ὁ Νέστωρ κτύπον ἄϊε, ὅτι αὐτὸς γνώμην δοὺς—καὶ τὴν ψυχὴν ἔχων συναποδημοῦσαν.
Ψεύσομαι ἢ ἔτυμον ἐρέω: ἐν ἀμφιβόλῳ αὐτὸ ἐᾷ, ἵνα ἐπιτυχὼν μὲν δοξασθῇ, ἀποτυχὼν δὲ μὴ ἐλεγχθῇ. παρὰ δὲ τῷ Ζηνοδότῳ οὐκ ἦν ὁ στίχος.
κέλεται δέ με θυμός: τὸ εἰπεῖν τὴν ἄφιξιν Ὀδυσσέως καὶ Διομήδους.
αἲ γὰρ δὴ Ὀδυσεύς τε—ἵππους: διʼ εὐχῆς ἐσήμανε τὴν ἰδίαν ὑπόνοιαν. τὸ δὲ ἄφαρ ἀπιστοῦντός ἐστιν, εἰ ἐν τοιούτῳ καιρῷ τοιαῦτα πεπράχασιν.
ἄφαρ: ἀντὶ τοῦ ἐσπευσμένως, ὅθεν καὶ «ἀφάρτερος»
ἀλλʼ αἰνῶς δείδοικα—ὀρυμαγδοῦ: ἀνθρωπίνως οὐκ ὤκνησε καὶ τῶν ἀπευκτῶν τι λαβεῖν. μεγαλοφυῶς δὲ προαναιρῶν τὴν αἰσχύνην φησὶν ὑπὸ Τρώων ὀρυμαγδοῦ.
κατὰ φρένα: Ἀρίσταρχος «μετὰ φρεσί».
μετὰ φρεσί: γράφεται καὶ «κατὰ φρένα».
Ἀργείων οἱ ἄριστοι: Ἀρίσταρχος «Ἀργείων ὤριστοι», καὶ ἄνευ τοῦ ι.
«ὤριστοι», οὕτως ἡ γραφή.
δεξιῇ ἠσπάζοντο: καὶ Νέστωρ δηλονότι· ἄτοπον γὰρ τὸ μὴ ποιεῖν τὸ πάντων.
εἴπʼ ἄγε μʼ, ὦ πολύαινʼ Ὀδυσεῦ: Διομήδην ἐάσας τὸν προηγουμένως ἀποσταλέντα παρὰ Ὀδυσσέως πυνθάνεται ὡς συνετωτέρου.
ὅππως τούσδʼ ἵππους λάβετον· καταδύντες ὅμιλον Τρώων; χαριέντως διαστέλλουσι βραχὺ ἐπὶ τὸ λάβετον, ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται· καταδύντες ὅμιλον Τρώων. οὕτως καὶ Τήλεφος ἐν τῷ ὀγδόῳ τοῦ Γραμματικοῦ ἀξιοῖ· «εἰ γὰρ μὴ οὕτως», φησίν, «ἀναγνῶμεν, ἐπιταραχθήσεται ἡ διάνοια».
βραχὺ διασταλτέον μετὰ τὸ λάβετον, ἵνα τὸ ἑξῆς πευστικῶς λέγηται.
λάβετον: ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει «λαβέτην». ἔστι δὲ τοῦτο τρίτου προσώπου, ἀντὶ τοῦ ἔλαβον. λέγει δὲ νῦν πρὸς αὐτούς.
λάβετον καταδύντες: τινὲς στίζουσιν εἰς τὸ λάβετον. τινὲς «καταδύντε» δυϊκῶς.
ἦ τίς σφωε πόρεν: οὕτως σφωέ διὰ τοῦ ε καὶ πόρεν Ἰακῶς. οὕτως καὶ Ἀρίσταρχος καὶ Ἡρωδιανός
ἦ τίς σφωε πόρεν: τὸ ῥῆμα ἀπὸ τοῦ π ἄρχεται, καὶ ἡ σφωέ τρίτου προσώπου ἐγκλιτική ἐστι, σημαίνουσα τὸ αὐτούς· «τίς τάρ σφωε θεῶν», «ἀλλά σφωε δόλος καὶ δεσμός»· ὥστε οὐκ οἶδεν ὁ ποιητὴς οὐδὲ μονοσύλλαβον τὴν σφώ, εἰ μή ποτε ὀρθοτονεῖται καὶ δευτέρου προσώπου ἐστὶ καὶ σημαίνει τὸ ὑμεῖς ἢ ὑμᾶς· «σφὼ δὲ μάλʼ ἠθέλετον»· ἔνθεν οὖν οἱ ἀκριβέστερον αὐτὰ παραφυλάξαντες ἔκθλιψιν δεδώκασι τοῦ ε ἐν τῷ «εἰ μή σφωʼ Αἴαντε διέκριναν», ἵνα τὸ διηνεκὲς φυλαχθῇ. ἡ διπλῆ δέ, ὅτι Ζηνόδοτος γράφει «σφωϊ». τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ὑμεῖς ἢ ὑμᾶς, ὧν οὐδέτερον ἁρμόζει, τὸ δὲ σφωέ· ἔστι γὰρ αὐτοὺς τοὺς δύο.
ἐγκλιτέον τὴν σφωέ τρίτου προσώπου οὖσαν. οὕτως Ἀρίσταρχος. Ζηνόδοτος δὲ σφωϊ.
ἤ τίς σφωε πόρεν θεὸς ἀντιβολήσας; εὐφραντικὰ τοῦ ἀκροατοῦ. ἢ διὰ τὸ κάλλος, ἢ διὰ τὸ ἀμήχανον εἶναι δύο εἰς κατασκοπὴν ἀπελθόντας καὶ λάφυρα κομίσασθαι.
αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο: καθʼ ἑαυτὸν τὸν στίχον προενεκτέον. λείπει δὲ τὸ εἰσί.
λείπει τὸ εἰσίν.
αἰνῶς ἀκτίνεσσιν ἐοικότες: διὰ τῆς μεταβάσεως τῶν πτώσεων τὸ τοῦ θαυμάζοντος ὁρᾶται μέγεθος, ὡς κἀκεῖ· «τοῦ δὴ καλλίστους ἵππους ἴδον ἠδὲ μεγίστους· λευκότεροι χιόνος».
διὰ τῆς μεταβάσεως τῶν πτώσεων ἡ τοῦ θαυμάζοντος ἔκπληξις δηλοῦται, μὴ μετὰ στοχασμοῦ αὐτοῖς ὁμιλοῦντος.
ἐπιμίσγομαι: ὁ Ἰξίων «ἀναμίσγομαι».
ἀμφοτέρω γὰρ σφῶϊ φιλεῖ νεφεληγερέτα Ζεύς:κεχαρισμένα ταῦτα τοῖς ἀκούουσιν.
ῥεῖα θεός γε θέλων: αἰδημόνως οὐκ ἀνασκευάζει τὴν ὑπόνοιαν τοῦ γέροντος, ἀλλʼ αὔξει μᾶλλον τὰ θεῶν εὐσεβῶς.
ἵπποι δʼ οἵδε … Θρηΐκιοι· τὸν δὲ— ἀγαυοί: ἀπὸ τῶν ἵππων ἀρξάμενος δικαίως Ῥῆσον καὶ Θρᾷκας συνῆψεν, εἶτα Δόλωνα, ἀναστρέφων τὴν διήγησιν. ἅμα δὲ καὶ αὔξει· τὸ γὰρ λέγειν ὅτι παρὰ Δόλωνος μαθόντες τὸ πᾶν εἰργάσαντο, μείωσιν εἶχεν. τὴν δικαιολογίαν περιϊστάμενος τὸ κεφάλαιον ἐν συντόμῳ εἶπεν.
τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης ἔκτανε: οὐδὲ ἐν τῇ ἀπελάσει τῶν ἵππων ἑαυτὸν συμπεριέλαβεν
τὸν δέ σφιν ἄνακτα: ὅτι ἰδίως τὸν ἄνακτα αὐτοῖς ἀντὶ τοῦ αὐτῶν.
πάντας ἀρίστους: οὐ γὰρ ἂν συνεκοιμῶντο τῷ βασιλεῖ, εἰ μὴ ἄριστοι ἐτύγχανον.
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν: ὅτι τοῖς δώδεκα Θρᾳξὶ τὸν Δόλωνα ἐπαριθμεῖ, χωρίσας τὸν Ῥῆσον διὰ τῶν προειρημένων «τὸν δέ σφιν ἄνακτʼ ἀγαθὸς Διομήδης». πλανηθέντες δέ τινες γράφουσιν «τὸν τετρακαιδέκατον σκοπὸν εἵλομεν».
τὸν τρισκαιδέκατον σκοπὸν εἵλομεν: πῶς τοῦ Ῥήσου καὶ τῶν δώδεκα ἑταίρων συναριθμουμένων τρισκαιδέκατός ἐστιν ὁ Δόλων; δῆλον οὖν ὅτι τὸν Ῥῆσον κατʼ ἐξοχὴν ὑπεξεῖλεν.
σκοπὸν εἵλομεν: ἐκοινώνησε γὰρ τῷ φόνῳ τοῦ Δόλωνος. ἐπιεικὲς δὲ κἀν τούτῳ ἐμφαίνει ἦθος Ὀδυσσεύς· οὐ γὰρ εἶπεν ἐκτείναμεν διὰ τὸ ὑπὸ τοῦ Διομήδους πληγέντα θανεῖν τὸν Δόλωνα, ἀλλʼ εἵλομεν, ὅ ἐστιν ἐλάβομεν.
τόν ῥα διοπτῆρα στρατοῦ ἔμμεναι ἡμετέροιο:ὑπόνοιαν δίδωσι καὶ περὶ τῶν ἄλλων, ὧν μεμάθηκε παρὰ Δόλωνος, ἃ σιωπᾷ διὰ τὸν καιρόν.
Τρῶες ἀγαυοί: νῦν ἐν εἰρωνείας—τοῖς πολεμίοις.
ὣς εἰπὼν τάφροιο διήλασε— καγχαλόων: καλῶς ἀνεῖρξε τῶν πολλῶν τὰς ἐρωτήσεις, τῆς περὶ τὰς ναῦς ἄρξας ἐπανόδου· οὐ γὰρ τοσαύτην κίνησιν ἔχει τὰ ἡδέα, ὁπόσην τὰ λυπηρά.
φάτνῃ ἐφʼ ἱππείῃ, ὅθι περ Διομήδεος ἵπποι:αὐτοῦ γὰρ τὸ κατόρθωμα, καὶ νησιώτης ὢν οὐκ οἶδεν ἵππους Ὀδυσσεύς. ὡς δὲ δεισιδαίμων τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει
αὐτοῦ γὰρ τὸ κατόρθωμα. ὁ δὲ δεισιδαίμων Ὀδυσσεὺς τὰ ἀφιερωμένα τῇ θεῷ λαμβάνει.
νηῒ δʼ ἐνὶ πρύμνῃ ἔναρα βροτόεντα Δόλωνος: ὅτι ἀντὶ τοῦ νεὼς πρύμνῃ. καὶ ὅτι κοινῶς τὰ ἔναρα.
θῆκʼ Ὀδυσεύς, ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ: ὅτι περὶ μὲν τῆς θυσίας σαφῶς λέγει, περὶ δὲ τῆς δόσεως τῶν δώρων ἐσιώπησεν, ἀρκεσθεὶς τῷ ἄνω κεφαλαιωδῶς εἰρημένῳ.
ὄφρʼ ἱρὸν ἑτοιμασσαίατο: ἀντὶ τοῦ ἑτοιμάσαιντο, ὡς «ἐφθίατο».
ὄφρʼ ἱρὸν ἑτοιμασσαίατʼ Ἀθήνῃ: ὄφρα ἀντὶ τοῦ ἕως. ὁ δὲ νοῦς· ἕως εὐπορήσαντες ἱερείων ἀναθῶσιν αὐτὰ τῇ θεῷ.
ἐσβάντες, κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς: ὅτι λόφον αὐτὸν νῦν τὸν τένοντα· ἔνθεν καὶ ἐν Ὀδυσσείᾳ «καταλοφάδεια» ἀντὶ τοῦ κατὰ τὸν τένοντα. βραχὺ δὲ διασταλτέον μετὰ τὴν πρώτην λέξιν. καὶ ὅτι κοινή ἐστιν ἡ ἀμφί, ἀμφί τε κνήμας καὶ λόφον.
ἐσβάντες, κνήμας τε ἰδὲ λόφον ἀμφί τε μηρούς: βραχεῖα διαστολὴ εἰς τὸ ἐσβάντες. καὶ κοινὸν τὸ ἀμφί, τὸν ἀμφὶ τὰς κνήμας ἱδρῶτα καὶ τὸν λόφον.
ἐπεί σφιν κῦμα θαλάσσης ἱδρῶ πολλόν: τοῦ ἐπεί τὴν τελευταίαν ὀξυτονητέον· ἐγκλιτικὴ γὰρ ἡ σφίν. ἡ διπλῆ δέ, ὅτι δοτικῇ ἀντὶ γενικῆς ἐχρήσατο.
ἔς ῥʼ ἀσαμίνθους βάντες ... λούσαντο: ἤλλακται ἡ τάξις.
τὼ δὲ λοεσσαμένω καὶ ἀλειψαμένω λίπʼ ἐλαίῳ:διὰ τὸν κάματον θεραπείας αὐτοῖς τοῦ σώματος ἔδει, ἄλλως τε καὶ μέλλουσιν ἐπὶ τὸν πόλεμον ἐξιέναι.
δείπνῳ ἐφιζανέτην: ὅτι ἐπὶ πάντων τοῦτο νοητέον, οὐκ ἐπὶ μόνου Διομήδους καὶ Ὀδυσσέως. καὶ ὅτι ἠριστοποιοῦντο· ἡ γὰρ πρωϊνὴ ἐπέστη.
δείπνῳ ἐφιζανέτην, ἀπὸ δὲ κρητῆρος Ἀθήνῃ: κατὰ τὸ σιωπώμενον τὸ ἱερεῖον σφάξαντες ἀνατιθέασι τὰ δῶρα ὕστερον. τέως δὲ νῦν ἐκ τῶν παρόντων προσφέρουσι.
πλείου ἀφυσσόμενοι: ὅτι ἀντὶ τοῦ πλήρους. τὸ δὲ συγκριτικόν, ἀπὸ τοῦ πλείων, πλείονος.
ἀφυσσόμενοι: οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ «ἀφυσσάμενοι». ἔστι κατάλληλον πρὸς τὸ λεῖβον.
ἀφυσσάμενοι: διὰ τοῦ ο «ἀφυσσόμενοι».
Παράκειται τὰ σημεῖα Ἀριστονίκου καὶ τὰ Διδύμου Περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος Περὶ στιγμῆς.