Σίλλοι
Σίλλων αʹ
ἔσπετε νῦν μοι ὅσοι πολυπράγμονές ἐστε σοφισταί
Σίλλων βʹ
οὔτε μοι ἡ Τεΐη μᾶζʼ ἁνδάνει οὔτε καρύκκη
ἡ Λυδῶν, λιτῇ δὲ καὶ αὐαλέῃ ἐνὶ κόγχῳ
Ἑλλήνων ἡ πᾶσʼ ἀπερισσοτρύφητος ὀϊζύς.
ἠὲ βαρὺν βουπλῆγα τομώτερον ἢ Λυκόοργος,
ὅς ῥα Διωνύσου ἀρρυθμοπότας ἐπέκοπτεν,
ἐκ δὲ ῥυτὰ ῥίπτασκεν ἀπληστοίνους τʼ ἀρυταίνας.
ὥστε καὶ μετέπειτα σοφιστῶν
οὔτʼ ἀλιγυγλώσσῳ οὔτʼ ἀσκόπῳ οὔτʼ ἀκυλίστῳ
Πρωταγόρῃ. ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι,
ὅττι θεοὺς κατέγραψʼ οὔτʼ εἰδέναι οὔτε δύνασθαι
ὁπποῖοί τινές εἰσι καὶ εἴ τινες ἀθρήσασθαι,
πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱ
χραίσμησʼ, ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως
Σωκρατικὸν πίνων ψυχρὸν πότον Ἀΐδα δύη.
Σίλλων γʹ
γαστρὶ χαριζόμενος τῆς οὐ λαμυρώτερον οὐδέν
Σίλλων
οὐκ ἂν δὴ Πύρρωνί γʼ ἐρίσσειεν βροτὸς ἄλλος
ἀλλʼ οἷον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδʼ ἀδάμαστον
πᾶσιν, ὅσοις δάμνανται ὁμῶς ἄφατοί τε φατοί τε,
λαῶν ἔθνεα κοῦφα, βαρυνόμενʼ ἔνθα καὶ ἔνθα
ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης.
σχέτλιοι ἄνθρωποι, κάκʼ ἐλέγχεα, γαστέρες οἶον,
τοίων ἔκ τʼ ἐρίδων ἔκ τε στοναχῶν πέπλασθε.
ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί
πολλοὶ μὲν βόσκονται ἐν Αἰγύπτῳ πολυφύλῳ
βιβλιακοὶ χαρακῖται ἀπείριτα δηριόωντες
Μουσέων ἐν ταλάρῳ
καὶ τὸ φακῆν ἕψειν ὃς μὴ φρονίμως μεμάθηκεν
εἰς δὲ φακῆν ἔμβαλλε δυωδέκατον κοριάννου
μύκλος καλός τε μέγας τε
δειπνομανές, νεβροῦ ὄμματʼ ἔχων, κραδίην δʼ ἀκύλιστον
ἡνίκʼ ἐχρῆν δύνειν, νῦν ἄρχεται ἡδύνεσθαι·
ὥρη ἐρᾶν, ὥρη δὲ γαμεῖν, ὥρη δὲ πεπαῦσθαι.
λαβάργυρος ὡρολογητής
ὡς ἀνέπλασσε Πλάτων ὁ πεπλασμένα θαύματα εἰδώς
ἐν δὲ πλατυσμὸς
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο.
φοιτᾷ δὲ βροτολοιγὸς Ἔρις κενεὸν λελακυῖα,
Νείκης ἀνδροφόνοιο κασιγνήτη καὶ ἔριθος·
ἥ τʼ ἀλαὴ περὶ πάντα κυλίνδεται, αὐτὰρ ἔπειτα
ἐς βροτοῦ ἐστήριξε κάρη καὶ ἐς ἐλπίδα βάλλει.
τίς γὰρ τούσδʼ ὀλοῇ ἔριδι ξυνέηκε μάχεσθαι;
Ἠχοῦς σύνδρομος ὄχλος. ὁ γὰρ σιγῶσι χολωθεὶς
νοῦσον ἐπʼ ἀνέρας ὦρσε λάλην, ὀλέκοντο δὲ πολλοί.
οἷόν θʼ ἑπτὰ Θάλητα σοφῶν σοφὸν ἀστρονόμημα
καί που Ἀναξαγόρην φάσʼ ἔμμεναι ἄλκιμον ἥρω
Νοῦν, ὅτι δὴ νόος αὐτῷ, ὃς ἐξαπίνης ἐπεγείρας
πάντα συνεσφήκωσεν ὁμοῦ τεταραγμένα πρόσθεν.
ἐκ δʼ ἄρα τῶν ἀπέκλινεν ὁ λαξόος ἐννομολέσχης,
Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας,
μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής.
ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω,
οἷος Ξεινοφόων ἥ τʼ Αἰσχίνου οὐκ ἀπιθὴς ἲς
γράψαι ...
οἷά τʼ Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος
ψεύδη
ἀλλʼ οὔ μοι τούτων φλεδόνων μέλει· οὐδὲ γὰρ ἄλλου
οὐδενός, οὐ Φαίδωνος ὅτις γένετʼ οὐδʼ ἐριδάντεω
Εὐκλείδου, Μεγαρεῦσιν ὃς ἔμβαλε λύσσαν ἐρισμοῦ.
λόγον ἀναστήσας, ὠφρυωμένος, ἄφροσι βόμβαξ
τῶν πάντων δʼ ἡγεῖτο πλατίστακος, ἀλλʼ ἀγορητὴς
ἡδυεπής, τέττιξιν ἰσογράφος, οἵ θʼ Ἑκαδήμου
δένδρει ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσιν.
τῇ γὰρ ἔχων Μενέδημον ὑπὸ στέρνοισι μόλυβδον
θήσεται ἢ Πύρρωνα τὸ πᾶν κέρας ἢ Διόδωρον
νήξομαι εἰς Πύρρωνα καὶ εἰς σκολιὸν Διόδωρον
καὶ νέον μηλήσεις ἐπιπλήξεσιν ἐγκαταμειγνύς
ὣς εἰπὼν ὄχλοιο περίστασιν εἰσκατέδυνεν.
οἱ δέ μιν ἠΰτε γλαῦκα πέρι σπίζαι τερατοῦντο
ἠλέματον δεικνύντες, ὁθούνεκεν ὀχλοάρεσκος.
οὐ μέγα πρῆγμα, τάλας· τί πλατύνεαι ἠλίθιος ὥς;
οὐδʼ Ἀκαδημιακῶν πλατυρημοσύνης ἀναλίστου
οὐδʼ ἄρʼ Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς
παντοφυῆ φλέδονα
καὶ Φοίνισσαν ἴδον λιχνόγραυν σκιερῷ ἐνὶ τύφῳ
πάντων ἱμείρουσαν· ὁ δʼ ἔρρει γυργαθὸς αὐτῇ
σμικρὸς ἐών· νοῦν δʼ εἶχεν ἐλάσσονα κινδαψοῖο.
ὄφρα πενεστάων σύναγεν νέφος, οἳ περὶ πάντων
πτωχότατοί τʼ ἦσαν καὶ κουφότατοι βροτοὶ ἀστῶν
καί τις Ἀρίστωνος γέννης ἄπο αἱμύλον ἕλκων
τίς δʼ οὗτος κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν;
μωλυτὴς ἐπέων, λίθος Ἄσσιος, ὅλμος ἄτολμος
καὶ Ἐμπεδοκλῆς ἀγοραίων
ληκητὴς ἐπέων· ὅσα δʼ ἔσθενε τόσσα διεῖλεν
ἀρχῶν ὡς διέθηκʼ ἀρχὰς ἐπιδευέας ἄλλων.
τοῖς δʼ ἔνι κοκκυστής, ὀχλολοίδορος Ἡράκλειτος,
αἰνικτὴς ἀνόρουσε
Παρμενίδου τε βίην μεγαλόφρονος οὐ πολύδοξον,
ὅς ῥʼ ἀπὸ φαντασίης ἀπάτης ἀνενείκατο νώσεις.
ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν
Ζήνωνος πάντων ἐπιλήπτορος ἠδὲ Μέλισσον
πολλῶν φαντασμῶν ἐπάνω, παύρων γε μὲν ἥσσω ...
οἷον Δημόκριτόν τε περίφρονα ποιμένα μύθων,
ἀμφίνοον λεσχῆνα μετὰ πρώτοισιν ἀνέγνων.
Πρωταγόρης τʼ ἐπίμεικτος ἐριζέμεναι εὖ εἰδώς
ὦ γέρον, ὦ Πύρρων, πῶς ἢ πόθεν ἔκδυσιν εὗρες
λατρείης δοξῶν κενεοφροσύνης τε σοφιστῶν,
καὶ πάσης ἀπάτης πειθοῦς τʼ ἀπελύσαο δεσμά;
οὐδʼ ἔμελέν σοι ταῦτα μεταλλῆσαι, τίνες αὖραι
Ἑλλάδʼ ἔχουσι, πόθεν τε καὶ εἰς ὅ τι κύρει ἕκαστα.
ἢ τὸν ἀπʼ ἀνθρώπων αὐτόσχολον αὐτολαλητὴν
οὐκ ἐμπαζόμενον δόξης ἐρίδων τε Φίλωνα.
ὕστατος αὖ φυσικῶν καὶ κύντατος ἐκ Σάμου ἐλθὼν
γραμμοδιδασκαλίδης, ἀναγωγότατος ζωόντων.
εἰκάζω, τί θέλεις; ὀλίγον κρέας, ὀστέα πολλά.
καὶ σύ, Πλάτων· καὶ γάρ σε μαθητείης πόθος ἔσχεν,
πολλῶν δʼ ἀργυρίων ὀλίγην ἠλλάξαο βίβλον,
ἔνθεν ἀπαρχόμενος τιμαιογραφεῖν ἐδιδάχθης.
Πυθαγόρην τε γόητας ἀποκλίνοντʼ ἐπὶ δόξας
θήρῃ ἐπʼ ἀνθρώπων, σεμνηγορίης ὀαριστήν.
ἐν δὲ τὸ θαρσαλέον τε καὶ ἐμμενὲς ὅππῃ ὀρούσαι
φαίνετʼ Ἀναξάρχου κύνεον μένος, ὅς ῥα καὶ εἰδώς,
ὡς φάσαν, ἄθλιος ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγεν
ἡδονοπλήξ, ἣν πλεῖστοι ὑποτρείουσι σοφιστῶν.
ὡς καὶ ἐγὼν ὄφελον πυκινοῦ νόου ἀντιβολῆσαι
ἀμφοτερόβλεπτος. δολίῃ δʼ ὁδῷ ἐξαπατήθην
πρεσβυγενὴς ἔτʼ ἐὼν καὶ ἀμενθήριστος ἁπάσης
σκεπτοσύνης. ὅππῃ γὰρ ἐμὸν νόον εἰρύσαιμι
εἰς ἓν ταὐτό τε πᾶν ἀνελύετο· πᾶν δʼ ἐὸν αἰεὶ
πάντῃ ἀνελκόμενον μίαν εἰς φύσιν ἵσταθʼ ὁμοίην.
Ξεινοφάνης ὑπάτυφος, Ὁμηραπάτης ἐπικόπτης
ὃς τὸν ἀπʼ ἀνθρώπων θεὸν ἐπλάσατʼ ἶσον ἁπάντῃ,
ἀσκηθῆ νοερώτερον ἠὲ νόημα
γραμματική, τῆς οὔ τις ἀνασκοπὴ οὐδʼ ἀνάθρησις
ἀνδρὶ διδασκομένῳ Φοινικικὰ σήματα Κάδμου.
πάντῃ γὰρ ἐπεῖχε γαλήνη
τὸν δʼ ὡς οὖν ἐνόησʼ ἐν νηνεμίῃσι γαλήνης
πολλῶν ληκεδόνων λυμάντορες ἐλπιδοδῶται.
φῆ δέ τις αἰάζων, οἷʼ ἄμμοροι αἰάζουσιν·
«οἴμοι ἐγώ, τί πάθω; τί νύ μοι σοφὸν ἔνθα γένηται;
πτωχὸς μὲν φρένας εἰμί, νόου δέ μοι οὐκ ἔνι κόκκος.
ἦ με μαθεῖν φεύξεσθαι ὀΐομαι αἰπὺν ὄλεθρον.
τρὶς μάκαρες μέντοι καὶ τετράκις οἱ μὴ ἔχοντες
μήτε κατατρώξαντες ἐνὶ σχολῇ ὅσσʼ ἐπέπαντο.
νῦν δέ με λευγαλέαις ἔρισιν εἵμαρτο δαμῆναι
καὶ πενίῃ καὶ ὅσʼ ἄλλα βροτοὺς κηφῆνας ἐλαστρεῖ.»
Ἰνδαλμοί
τοῦτό μοι, ὦ Πύρρων, ἱμείρεται ἦτορ ἀκοῦσαι,
πῶς ποτʼ ανηροταγεις ῥῇστα μεθʼ ἡσυχίης
αἰεὶ ἀφροντίστως καὶ ἀκινήτως κατὰ ταὐτὰ
μὴ προσέχων δίνοις ἡδυλόγου σοφίης,
μοῦνος δʼ ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις,
ὃς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται,
δεικνὺς εὐτόρνου σφαίρης πυρικαύτορα κύκλον.
ἦ γὰρ ἐγὼν ἐρέω, ὥς μοι καταφαίνεται εἶναι,
μῦθον, ἀληθείης ὀρθὸν ἔχων κανόνα,
ὡς ἡ τοῦ θείου τε φύσις καὶ τἀγαθοῦ αἰεί,
ἐξ ὧν ἰσότατος γίνεται ἀνδρὶ βίος
ἀλλὰ τὸ φαινόμενον πάντῃ σθένει, οὗπερ ἂν ἔλθῃ
ἀλλὰ πρὸς ἀνθρώπων ταῦτα νόῳ κέκριται
πάντων μὲν πρώτιστα κακῶν ἐπιθυμίη ἐστί
ἀφυγὴς καὶ ἀναίρετος ἔσται