eul_wid: dru-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Mime Fragments of Daily Life by Sophron of Syracuse

The Mime Fragments of Daily Life is a modern designation for the surviving works of Sophron of Syracuse, a fifth-century BCE author. Sophron composed short, realistic dramatic sketches known as mimes, written in rhythmic Doric Greek prose. He categorized his output into two distinct types: "male" mimes, depicting scenes from the daily lives of men, and "female" mimes, focusing on the experiences of women. The extant corpus consists of 163 fragments, which are not remnants of a single book but rather scattered pieces of these various sketches, preserved solely through quotations by later authors. These fragments are celebrated for their vivid, naturalistic portrayal of ordinary Sicilian people, capturing their laughter, conversations, and social manners with remarkable immediacy.

Active in Syracuse during a period of significant cultural growth, Sophron intended his mimes for reading or recitation. They provided entertainment through sharp observation of everyday society rather than through complex plots. They stand as an innovation in literary realism, notable for their focus on character and familiar domestic scenes. Their influence was substantial despite their fragmentary survival. The philosopher Plato is reported to have admired them, and the Hellenistic poet Theocritus directly adapted their style and subject matter into his own pastoral poetry, thereby securing Sophron's lasting legacy within that literary tradition.

ΓΥΝΑΙΚΕΙΟΙ

ΑΚΕΣΤΡΙΑΙ

φωρτάτους ἀεὶ καπήλους παρέχεται.

ἄκουε νῦν καὶ ἐμεῦ, Ῥόγκα.

ΤΑΙ ΓΥΝΑΙΚΕΣ ΑΙ ΤΑΝ ΘΕΟΝ ΦΑΝΤΙ ΕΞΕΛΑΝ

ὑποκατώρυκται δὲ ἐν κυαθίδι τρικτὺς ἀλεξιφαρμάκων.

πεῖ γὰρ ἁ ἄσφαλτος; πῦς, Θεστυλί, σκοπῆι τύ;

κύων πρὸ μεγαρέων μέγα ὑλακτέων.

ΤΑΙ ΘΑΜΕΝΑΙ ΤΑ ΙΣΘΜΙΑ

φέρʼ ὦ τὸν δρίφον.

ΝΥΜΦΟΠΟΝΟΣ

κἤπειτα λαβὼν προῆχε, τοὶ δʼ ἐβάλλιζον.

βαλλίζοντες τὸν θάλαμον σκάτους ἐνέπλησαν.

ΠΕΝΘΕΡΑ

συμβουλεύω γʼ ἐμφαγεῖν· ἄρτον γάρ τις τυρῶντα τοῖς παιδίοις ἴαλε.

πάρφερε, Κοικόα, τὸν σκύφον μεστόν.

τάλαινα Κοικόα, κατὰ χειρὸς δοῦσα ἀπόδος τάχʼ ἁμὶν τὰν τράπεζαν.

πίμπλη δέ, Κοικόα.

αἰ δὲ μὴ ἐγὼν ἔμασσον ταῖς αὐταυτᾶς χερσίν.

ἔτι μεθὲν ἁ καρδία παδῆι.

ἃ δʼ ἄρʼ ἁμὲ ἐλωβῆτο.

ἦ ῥα καλὼς ἀποκαθάρασα ἐξελεπύρωσεν.

αὐτῶ ὁρῆις, Φύσκα.

τίνες δʼ ἐντί ποκα, φίλα, τοίδε τοὶ μακρογόγγυλοι; — σωλῆνές θην τοῦτοί γα, γλυκύκρεον κογχύλιον, χηρᾶν γυναικῶν λίχνευμα.

αἵ γα μὰν κόγχαι, ὥσπερ αἰκ ἐξ ἑνὸς κελεύματος κεχάναντι ἁμῖν πᾶσαι, τὸ δὲ κρῆς ἑκάστας ἐξέχει.

ἴδε καλᾶν κουρίδων, ἴδε καμμάρων, ἴδε φίλα· θᾶσαι μὰν ὡς ἐρυθραί τʼ ἐντὶ καὶ λειοτριχιῶσαι.

δεῖπνον ταῖς θείαις κριβανίτας καὶ ὁμώρους καὶ ἡμιάρτιον Ἑκάται.

τίς σταιτίτας ἢ κλιβανίτας ἢ ἡμιάρτια πέσσει;

εἰς νύκτα με αἰτιᾶι σὺν ἄρτωι πλακίται.

τῶν δὲ χαλκωμάτων καὶ τῶν ἀργυρωμάτων ἐγάργαιρεν ἁ οἰκία.

θᾶσαι ὅσα φύλλα καὶ κάρφεα τοὶ παῖδες τοὺς ἄνδρας βαλλίζοντι· οἷόνπερ φαντί, φίλα, τοὺς Τρῶας τὸν Αἴαντα τῶι παλῶι.

πρὶν αὐτὰν τὰν νόσον εἰς τὸν μυελὸν σκιρωθῆναι.

ὑγιώτερον κολοκύντας.

τατωμένα τοῦ κιτῶνος, ὁ τόκος νιν ἁλιφθερώκει.

ἅμα τέκνων θην δευμένα.

ὁ μισθὸς δεκάλιτρον.

ἃ δʼ ἀμφʼ ἄλητα κυπτάζει.

ἐνθάδε κυπτάζοντι πλεῖσται γυναῖκες.

ΑΝΔΡΕΙΟΙ

ΑΓΓΕΛΟΣ

ἐξ Ἑστίας ἀρχόμενος καλέω Δία πάντων ἀρχαγέταν.

ΩΛΙΕΥΣ ΤΟΝ ΑΓΡΟΙΩΤΑΝ

ΘΥΝΝΟΘΗΡΑΣ

ἁ δὲ γαστὴρ ὑμέων καρχαρίας ὅκκα τινὸς δῆσθε.

ἐγκίκρα, ὡς εἴω.

λοξῶν τὰς λογάδας.

ΠΑΙΔΙΚΑ ΠΟΙΦΥΞΕΙΣ

τρίγλας μὲν γένηον, τριγόλα δʼ ὀπισθίδια.

ΠΡΟΜΑΘΕΥΣ

ἐνθάδε ὦν κἠγὼ παρʼ ὑμὲ τοὺς ὄτριχας ἐξορμίζομαι πλόον δοκάζων· ποντίναι γὰρ ἤδη τοῖς ταλικοῖσδε ταὶ ἄγκυραι.

κνυζοῦμαι δὲ οὐδὲν ἰσχύων· ἁ δὲ ξυσμὰ ἐκ ποδὸς εἰς κεφαλὰν ἱππάζεται.

τὸ γὰρ ἀπεχθόμενον γῆρας ἁμὲ μαραῖνον ταριχεύει.

... τί μὰν ξύσιλος; — τί γάρ; σῦφαρ ἀντʼ ἀνδρός.

καθαιρημένος θην καὶ τῆνος ὑπὸ τῶι χρόνωι

ὦ οὗτος, ἦ οἰῆι στρατείαν ἐσσεῖσθαι;

οὐχ ὁ δεῖν τυ ἐπικαζε.

Ἡρακλῆς τεοῦς κάρρων ἦς.

ὑμὲς δὲ ἐπεγγυάμενοι θωκεῖτε.

ἐμὲ δʼ Ἀρχωνίδας ἴαλλε παρʼ ὑμέ.

λιχνοτέρα τᾶν πορφυρᾶν.

καταπυγοτέραν τʼ ἀλφηστᾶν.

κέστραι βότιν κάπτουσαι.

τριγόλαι ὀμφαλοτόμωι.

τριγόλαν τὸν εὐδιαῖον.

Ἠπιόλης ὁ τὸν πατέρα πνίγων.

Ἡρακλῆς Ἠπιάλητα πνίγων.

σῶσαι δʼ οὐδὲ τὰς δύο λίτρας δύναμαι.

Ἡράκλεις, πνίγεις γύλιον τύ.

μωρότερος εἶ Μορύχου, ὃς τἄνδον ἀφεὶς ἔξω τᾶς οἰκίας κάθηται.

πῦς ἐς μυχὸν καταδύηι;

ἐγὼν δέ τυ καὶ πάλαι ὤψεον.

τί τυ ἐγὼν ποιέω;

ἐκπεφάναντί τεος ταὶ δυσθαλίαι.

οὐχ ἥσσων τεοῦ.

τουτῶ θάμεθα.

μόνον ἐμίνγα τὸ τοῦ γόγγρου τέμαχος.

οὐκέτι οἱ δωσῶ.

τί οὐ παρʼ ἔμʼ ἐστράφθη;

ὑμέων γὰρ ἀπρὶξ ἔχονται.

ὃ δʼ ἐκ τῶ σκότεος τοξεύων αἰὲν ἕνα τινὰ ὧν ζυγαστροφεῖ.

ὅσα κα ὗμιν αἰνέσω.

οὐ μάν τοι δίφρον ἐπημμένον ὑμίν.

πῶς ψε καὶ γινώσκομες;

τίς μοι τὰ λᾶια ἐκτίλλει;

οὐδʼ ὅπως ἄριστα.

ταυτᾶι ταὶ θύραι, μᾶτερ.

εἷ τὰ τῶν χοιραγχᾶν.

ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.

στρουθωτὰ ἑλίγματα ἐντετμαμένα.

μελαινίδες γάρ τοι νισοῦντι ἐμὶν ἐκ τοῦ μικροῦ λιμένος.

βόες δὲ λαρινεύονται.

κατάστρεψον, τέκνον, τὰν ἡμίναν.

κἠκρατηρίχημες

ἐκ τοῦ ὄνυχος γὰρ τὸν λέοντα ἔγραψεν. τορύναν ἔξεσεν. κύμινον ἔπρισεν.

ἐν ὅσσωι δέει δαδύσσεσθε.

ἔχε τὸ δελήτιον.

φέρε τὸ θαύμακτρον κἠπιθυσιῶμες.

ναὶ κάρρων ὁ βῶς.

ἐγὼ δὲ σίτου μὲν οὐδὲν ὀζαίνομαι.

πῶ τις ὦν ὄνον ὠνασεῖται;

τῶι χόλωι χρέομαι.

κινησῶ δʼ ἤδη καὶ τὸν ἀφʼ ἱαρᾶς.

δειπνήσας ὠστίζεται τοῖς τρηματιζόντεσσι.

Ποτιδᾶ δραστοχαῖτα.

ὁδαῖός γʼ ἐσσί.

λαδρέοντι δὲ τοὶ μυκτῆρες.

νῦν τʼ ἦνθες ἐς χορὸν νῦν τʼ ἔπραδες.

αἴ τις τὸν ξύοντα ἀντιξύει.

ὁ χοραγὸς ξύεται.

τῆτέ τοι κορῶναί ἐντι.

ἀργυρίων δεήσηι.

ἰλλοτέρα τᾶν κορωνᾶν.

κορώνας ἀνδούμενοι.

κύμβου ὄγκον ἔχων.

ἀεὶ δὲ πρὸς ἀῶ φύλλα ῥάμνου κραστιζόμεθα.

μοῖτον ἀντὶ μοίτου.