eul_wid: vta-ada
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Scholia on the Odyssey: Book I by Scholia on the Iliad and Odyssey

Two plot summaries open the scholia on the first book, followed by an allegorical reading in which Athena's visit stands for Telemachus's own resolve, now past twenty, to bear the suitors' waste no longer. Later notes set a feast of many guests against a meal to which each brings a share, citing Hesiod, and explain the bolt and strap of Telemachus's bedroom door and the fleece he sleeps under.

Part of Scholia on the Odyssey

ΣΧΟΛΙΑ ΕΙΣ ΤΗΝ ΟΔΥΣΣΕΙΑΝ.

ΥΠΟΘΕΣΙΣ.ΘΕΩΝ ἀγορὰ γίνεται περὶ τοῦ τὸν Ὀδυσσέα εἰς Ἰθάκην πεμφθῆναι ἀπὸ τῆς Καλυψοῦς νήσου· μεθʼ ἣν ἡ Ἀθηνᾶ εἰς Ἰθάκην παραγίνεται πρὸς Τηλέμαχον ὁμοιωθεῖσα Μέντῃ βασιλεῖ Ταφίων. γινομένης δʼ ὁμιλίας παραινέσασα ἡ Ἀθηνᾶ Τηλεμάχῳ παραγενέσθαι διὰ τὴν τοῦ πατρὸς ζήτησιν ἐς Πύλον μὲν πρὸς Νέστορα, εἰς Σπάρτην δὲ πρὸς Μενέλαον, ἀπαίρει ἔμφασιν δοῦσα ὡς θεὸς εἴη. καὶ τῶν μνηστήρων γίνεται εὐωχία. ΑΛΛΩΣ.Ἡμέρᾳ ἐν ᾗ θεῶν ἀγορὰ, Ποσειδῶνος ἐν Αἰθιοπίᾳ ὄντος, Ἀθηνᾶ Διὸς ἐπιτρέψαντος εἰς Ἰθάκην κατελθοῦσα ὁμοιοῦται Μέντῃ Ταφίων βασιλεῖ, καὶ ξενισθεῖσα παρὰ Τηλεμάχῳ παρορμᾷ αὐτὸν κατὰ τῶν μνηστήρων· καὶ ὑποτίθεται αὐτὸν διαπλεῦσαι εἰς Πύλον πρὸς Νέστορα, κἀκεῖθεν εἰς Σπάρτην πρὸς Μενέλαον. καὶ αὕτη ἀφανὴς γίνεται τοῖς μνηστῆρσι· Τηλέμαχος δὲ ἑσπέρου γενομένου εἰς ὕπνον ἐτράπη. ΑΛΛΩΣ.Ἀπὸ τῆς ἐναγωνίου καὶ πολεμικῆς Ἰλιάδος ἐπὶ τὴν ἠθικὴν μεταβῶμεν Ὀδύσσειαν· οὐδὲ γὰρ αὕτη τελείως ἀφιλοσόφητος. αὐτίκα τοίνυν ἐν ἀρχῇ τὴν Διὸς Ἀθηνᾶν ὑπὸ Διὸς ἀποστελλομένην εὑρίσκομεν εὐλόγως, ἐπειδὴ ἐκ τῆς ἄγαν νεότητος ἤδη τὴν εἰκοσιετῆ ἡλικίαν ὑπερκύπτων μετέβαινεν εἰς ἄνδρας καί τις αὐτὸν ὑπέδραμε τῶν γινομένων λογισμὸς ὡς οὐκέτι χρὴ διακαρτερεῖν ἐπὶ τετραετῆ τῶν μνηστήρων ἀσωτίαν. τοῦτον τοίνυν τὸν ἀθροιζόμενον τῷ Τηλεμάχῳ λογισμὸν Ἀθηνᾶς ἐπιφάνειαν ἠλληγόρησεν. ὁμοιωθεῖσα γὰρ γέροντι ἥκει.

Εἰπέ μοι ἄνδρα, Μοῦσα, τὸν πλανηθέντα μετὰ τὸ πορθῆσαι τὴν Τροίαν καὶ ἐκ τῆς τοιαύτης πλάνης ἰδόντα ἄστεα πολλὰ, καὶ νοῦν ἔχοντα ἐκ τοῦ ὁμιλῆσαι ἀλλοδαποῖς ἀνθρώποις. ἃ γὰρ εἶχον ἐκεῖνοι πολιτευόμενοι, ταῦθʼ οὗτος τῇ πείρᾳ μαθὼν νοῦν γνῶναι λέγεται. νοῦν γὰρ ἐνταῦθα τὴν πεῖραν νοητέον. ἔγνω οὖν νοῦν, ἀντὶ τοῦ ἐμπορικὴν γνῶσιν εἶχεν. ἄνδρα μοι ἔδει μὲν ἐν τῷ ἄνδρα δύο εἶναι ὀξείας, ὡς τὸ «ἄνδρά τε καὶ οἶκον,» ἀλλʼ ἐφυλάξατο ὁ Ἀρίσταρχος διὰ τὸ μὴ ἐν τῇ εἰσβολῇ τῶν λέξεων κακοφωνίαν ποιῆσαι. ἄνδρα μοι ἔννεπε, Μοῦσα γελοῖοι οἱ τὸ «ἄνδρα μοι» ἀνδρεῖον ἀκούοντες. ἔσται γὰρ, ἀνδρεῖον καὶ πολύτροπον ἔννεπε. τὰ γὰρ ἐπίθετα πρὸς τὰ κύρια ἢ προσηγορικὰ τάττεται. τὸ οὖν ἄνδρα κυρίως παρʼ αὐτῷ τίθεται, τὸν ἀντιτιθέμενον τῇ γυναικὶ, ὥσπερ ὁ ἄρρην, ὥς ποτε ἔφη «ἀνὴρ ἠὲ γυνή·» «ἥτʼ ἐπὶ τύμβῳ ἀνέρος ἑστήκει τεθνειῶτος ἠὲ γυναικός» καὶ «ἆνερ, ἀπʼ αἰῶνος νέος ὤλεο» καὶ «ὅς γε μετʼ ἀνδρῶν ἵζει ἀριθμῷ» καὶ τὸ «ἄνδρα γέροντα» ὡσεὶ ἔφη ἄρρενα γέροντα· καὶ «ῥεῖα λαθὼν φύλακας ἀνδρῶν δμῶάς τε γυναῖκας» καὶ συγκριτικῶς ὡς πρὸς τὰς γυναῖκας· αὐτὸς γὰρ ἔφη «οὐ γάρ πω τοῖον εἶδον βροτὸν ὀφθαλμοῖσιν οὔτʼ ἄνδρα οὔτε γυναῖκα» καὶ ἀνδροτὴς δὲ ἡ τοῦ ἀνδρὸς δύναμις ἡ ποιοῦσα «ἀνδροτῆτα καὶ ἥβην» ἐπʼ ἄλλων γὰρ τῶν μὴ σωζόντων ἕξιν φησὶ «κτενέει δέ με γυμνὸν ἐόντα αὔτως ὥστε γυναῖκα» οὐχ ὡς ἄνδρα καὶ ἄρρενα, ὥσπερ ἐν ἄλλοις, «Ἀχαΐδες, οὐκέτʼ Ἀχαιοί» καὶ «μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη» μή σε θηλύνῃ. ἀνὴρ σημαίνει τέτταρα, τὸν φύσει, ἤτοι τὸν ἀντιτιθέμενον γυναικὶ, ὥς ποτε ἔφη «ἀνὴρ εἶ, οὐ γυνή» καὶ «μή σʼ ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη.» οὐ γὰρ εὑρίσκεται δύο ἐπίθετα ἄνευ κυρίου ἢ προσηγορικοῦ. δηλοῖ δὲ καὶ τὸν ἀνδρεῖον, ὡς τὸ «ἀνδρὸς ἀκοντίσαντος»· ἢ καὶ τὸν ἀνδρὸς ἡλικίαν ἔχοντα, ὡς τὸ, «ὅπου νῦν γε μετʼ ἀνδρῶν ἵζῃ ἀριθμῷ·» καὶ τὸν γήμαντα, ὡς τὸ, «ἄνδρα ᾧ ἔδοσάν με πατὴρ καὶ πότνια μήτηρ»· καὶ τὸν φύσει, ὡς τὸ «ἄνδρες κίκλησκον καλλίζωνοί τε γυναῖκες» ἀνὴρ δὲ γέγονε παρὰ τὸ ἀνύειν δύνασθαι, γυνὴ παρὰ τὸ γεννᾶν, ἄρσην παρὰ τὸ ἀρόσαι. Ἀπορία. πολύτροπον οὐκ ἐπαινεῖν φησιν Ἀντισθένης Ὅμηρον τὸν Ὀδυσσέα μᾶλλον ἢ ψέγειν, λέγοντα αὐτὸν πολύτροπον. οὐκ οὖν τὸν Ἀχιλλέα καὶ τὸν Αἴαντα πολυτρόπους πεποιηκέναι, ἀλλʼ ἁπλοῦς καὶ γεννάδας· οὐδὲ τὸν Νέστορα τὸν σοφὸν οὐ μὰ Δία δόλιον καὶ παλίμβολον τὸ ἦθος, ἀλλʼ ἁπλῶς τε Ἀγαμέμνονι συνόντα καὶ τοῖς ἄλλοις ἅπασι, καὶ εἰς τὸ στρατόπεδον εἴ τι ἀγαθὸν εἶχε συμβουλεύοντα καὶ οὐκ ἀποκρυπτόμενον τοσοῦτον ἀπεῖχε τοιοῦτον τρόπον ἀποδέχεσθαι ὁ Ἀχιλλεὺς ὡς ἐχθρὸν ἡγεῖσθαι ὁμοίως τῷ θανάτῳ ἐκεῖνον «ὅς χʼ ἕτερον μὲν κεύθει ἐνὶ φρεσὶν, ἄλλο δὲ εἴπῃ» Λύσις. λύων οὖν ὁ Ἀντισθένης φησὶ, Τί οὖν; ἆρά γε πονηρὸς ὁ Ὀδυσσεὺς ὅτι πολύτροπος ἐκλήθη; καὶ μὴν διότι σοφὸς οὕτως αὐτὸν προσείρηκε. μήποτε οὖν ὁ τρόπος τὸ μέν τι σημαίνει τὸ ἦθος, τὸ δέ τι σημαίνει τὴν τοῦ λόγου χρῆσιν; εὔτροπος γὰρ ἀνὴρ ὁ τὸ ἦθος ἔχων εἰς τὸ εὖ τετραμμένον· τρόποι δὲ λόγων αἱ ποιαὶ πλάσεις. κέχρηται τῷ τρόπῳ καὶ ἐπὶ φωνῆς καὶ ἐπὶ μελῶν ἐξαλλαγῆς, ὡς ἐπὶ τῆς ἀηδόνος, «ἥτε θαμὰ τροπῶσα χέει πολυηχέα φωνήν» εἰ δὲ οἱ σοφοὶ δεινοί εἰσι διαλέγεσθαι, καὶ ἐπίστανται τὸ αὐτὸ νόημα κατὰ πολλοὺς λέγειν τρόπους· ἐπιστάμενοι δὲ πολλοὺς τρόπους λόγων περὶ τοῦ αὐτοῦ πολύτροποι ἂν εἶεν. εἰ δὲ οἱ σοφοὶ καὶ ἀγαθοί εἰσι, διὰ τοῦτό φησι τὸν Ὀδυσσέα Ὅμηρος σοφὸν ὄντα πολύτροπον εἶναι, ὅτι δὴ τοῖς ἀνθρώποις ἠπίστατο πολλοῖς τρόποις συνεῖναι. οὕτω καὶ Πυθαγόρας λέγεται πρὸς παῖδας ἀξιωθεὶς ποιήσασθαι λόγους διαθεῖναι πρὸς αὐτοὺς λόγους παιδικοὺς, καὶ πρὸς γυναῖκας γυναιξὶν ἁρμοδίους, καὶ πρὸς ἄρχοντας ἀρχοντικοὺς, καὶ πρὸς ἐφήβους ἐφηβικούς. τὸν γὰρ ἑκάστοις πρόσφορον τρόπον τῆς σοφίας ἐξευρίσκειν σοφίας ἐστίν· ἀμαθίας δὲ τὸ πρὸς τοὺς ἀνομοίως ἔχοντας τῷ τοῦ λόγου χρῆσθαι μονοτρόπῳ. ἔχειν δὲ τοῦτον καὶ τὴν ἰατρικὴν ἐν τῇ τῆς τέχνης κατορθώσει, ἠσκηκυίας τῆς θεραπείας τὸ πολύτροπον διὰ τὴν τῶν θεραπευομένων ποικίλην σύστασιν. τρόπος μὲν οὖν τὸ παλίμβολον, τὸ τοῦ ἤθους πολυμετάβολον. λόγου δὲ πολυτροπία καὶ χρῆσις ποικίλη λόγου εἰς ποικίλας ἀκοὰς μονοτροπία γίνεται. ἓν γὰρ τὸ ἑκάστῳ οἰκεῖον. διὸ καὶ τὸ ἁρμόδιον ἑκάστῳ τὴν ποικιλίαν τοῦ λόγου εἰς ἓν συναγείρει τὸ ἑκάστῳ πρόσφορον. τὸ δʼ αὖ μονοειδὲς ἀνάρμοστον τὸν πρὸς ἀκοὰς διαφόρους πολύτροπον ποιεῖ τὸν ὑπὸ πολλῶν ἀπόβλητον ὡς αὐτοῖς ἀπόβλητον λόγον. πολύτροπον πολλῶν τρόπων ἔμπειρον ἢ ἐπὶ πολλὰ τρέποντα τὴν διάνοιαν.

ἱερὸν πτολίεθρον διὰ τὸ κτισθῆναι ὑπὸ θεῶν. ἢ διὰ τὴν πρὸς Δία εὐσέβειαν. ἢ πᾶν τὸ τινὸς περιεκτικὸν καὶ φυλακτικὸν ἱεροῦ τῶν θεῶν. ἔπερσε διὰ τί Ὅμηρος οὐ τὸν Ἀχιλλέα ὀνομάζει, ἀλλὰ τὸν Ὀδυσσέα πτολίπορθον, καὶ ταῦτα πόλεις ἀπείρους τοῦ Ἀχιλλέως πορθήσαντος; καὶ λέγομεν, ἐπεὶ ὁ Ἀχιλλεὺς πολίδριά τινα ἐπέσχεν, ὁ δὲ Ὀδυσσεὺς διὰ τῆς οἰκείας φρονήσεως τὴν περίφημον Τροίαν ἐπόρθησε, διʼ ἣν οἱ Ἕλληνες πολλῆς κακοπαθείας μετέσχηκαν κατασχεῖν αὐτὴν θέλοντες, διὰ τοῦτο οὐ τὸν Ἀχιλλέα, ἀλλὰ τὸν Ὀδυσσέα ὀνομάζει πτολίπορθον.

νόον ἔγνω Ζηνόδοτος «νόμον ἔγνω» φησίν. ἄμεινον δὲ τὸ νόον διʼ ὧν Ὀδυσσεὺς αὐτὸς εἰσάγεται λέγων «ἠὲ φιλόξεινοι, καί σφιν νόος ἐστὶ θεουδής.» νόον ἔγνω νοῦς τριχῶς λέγεται, θεωρητικὸς, φυσικὸς, πραγματικός. θεωρητικὸς, ὡς ὅταν ὁ φιλόσοφος τὴν τῶν ὄντων γνῶσιν περισκοπῇ· φυσικὸς, ὡς ὅλοι οἱ ἄνθρωποι ἐπίσης νοῦν ἔχομεν· πρακτικὸς, ὡς ὅταν τις ἰδὼν πολλὰς πόλεις καὶ χώρας κἀκείνων γενόμενος ἔμπειρος ἐξ ἐκείνων γνῶσιν συνάξῃ. ἐκ γὰρ τῆς ἐμπειρίας ἡ γνῶσις συνάγεται.

ὃν κατὰ θυμόν ἐνταῦθα στικτέον εἰς τὸ ἄλγεα, εἶτα «ὃν κατὰ θυμὸν ἀρνύμενος.» τὸ ἐφʼ ἑαυτῷ περιποιῶν καὶ σώζων ἑαυτὸν καὶ τοὺς ἑταίρους. ἢ ἀντικαταλλασσόμενος τὴν ἑαυτοῦ ψυχὴν καὶ τὴν εἰς τὸν οἶκον τιμωρίαν ὑπὲρ τῶν ἑταίρων· οἷον αὐτὸς ἀπολέσθαι θέλων ἵνα σώσῃ τοὺς ἑταίρους. διαληπτέον δὲ ἐπὶ τὸ νόστον.

ἀρνύμενος ἀντικαταλλάσσων, ἀντιδιδοὺς τὰ ἄλγεα διὰ τὴν ἣν ψυχὴν καὶ διὰ τὸν νόστον τῶν ἑταίρων. ἢ ἀντιδιδοὺς τὴν οἰκείαν ψυχὴν διὰ τὸν νόστον, ἀντὶ τοῦ ὑπὲρ τοῦ νόστου, τῶν ἑταίρων, οἷον αὐτὸς ἀπολέσθαι. ἀντιποιούμενος, ἀντικαταλλασσόμενος καὶ περιποιούμενος.

οἳ κατὰ βοῦς μυθικῶς μὲν λέγει ὅτι οἱ τοῦ Ὀδυσσέως ἑταῖροι τὰς βοῦς τοῦ Ἡλίου ἔφαγον καὶ διὰ τοῦτο οὐκ ἐδυνήθησαν ὑποστρέψαι εἰς τὰς οἰκίας αὐτῶν· ἀλληγορικῶς δὲ βοῦς Ἡλίου τὰς ἡμέρας νοεῖ, ἃς οἱ τοῦ Ὀδυσσέως φίλοι κακῶς διεβίβασαν, ὕστερον δὴ θελήσαντες ὑποστρέψαι πρὸς τὰς οἰκίας αὐτῶν. ἐμνήσθη τούτων, ἐπεὶ ἐκ προαιρέσεως ἀδικήσαντες ἀπώλοντο. Ὑπερίονος ἐπιθετικῶς τοῦ ἡλίου, ἀπὸ τοῦ ὑπὲρ ἡμᾶς ἰέναι. Ἡσίοδος δὲ Ὑπερίονος αὐτὸν ἐγενεαλόγησεν. Ἀπορία. διὰ τί μιᾶς ὑφʼ Ἡλίου νεὼς ἀπολωλυίας, ἕνδεκα δὲ παρὰ Λαιστρυγόσιν, ὁ ποιητὴς ἔφη οἳ κατὰ βοῦς ὑπερίονος Ἠελίοιο ἤσθιον, αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ, ὡς δὴ πάντων ὑφʼ Ἡλίου ἀπολωλότων. φαμὲν οὖν ὅτι ἑταῖροι ἦσαν μὲν πάντες οἱ ἐπανιόντες ἐξ Ἰλίου μετὰ Ὀδυσσέως, ἰδίως δὲ οἱ συμπλέοντες αὐτῷ ἐν τῇ αὐτῇ νηΐ· καὶ ἡ μὲν σπουδὴ ὑπὲρ τῆς πάντων σωτηρίας, δυνατὴ δὲ μᾶλλον ἡ τῶν ἐν τῇ αὐτῇ νηῒ συμπλεόντων. καὶ γὰρ κατὰ τὴν παροιμίαν «κοινὴ ναῦς κοινὴ σωτηρία,» ἀλλʼ οὐκέτι κοιναὶ νῆες καὶ κοιναὶ σωτηρίαι. τὸ γοῦν πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων. ἰδίως τῶν ἐν τῇ Ὀδυσσέως νηῒ δηλοῖ, ὧν καὶ μάλιστα ὡς ἂν σὺν αὐτῷ ὄντων τῆς σωτηρίας φροντίζειν ἐδύνατο, ἐπεὶ τοῦ μόνον εἰς οἶκον ἀνακομισθῆναι τὸν Ὀδυσσέα αἴτιος γέγονεν ὁ Ἥλιος, τοὺς περιλειπομένους ἀποκτείνας. ὥσπερ οὖν εἴ τις λέγει τοῦ τοὺς Τρῶας ἀπολέσθαι αἴτιον Ὀδυσσέα γενέσθαι τὰ περὶ τὸν ἵππον μηχανησάμενον, καίτοι τῶν πλείστων προαπολωλότων ὑπὸ Ἀχιλλέως, Νεοπτολέμου, Αἴαντος καὶ τῶν λοιπῶν ἀριστέων — ὁ γὰρ τὴν πρᾶξιν τελεώσας ἐπώνυμος τοῦ παντὸς ἔργου γίνεται —, οὕτως κἀνταῦθα αἰτίου τοῦ μόνον ὑποστρέψαι τὸν Ὀδυσσέα γεγονότος Ἡλίου δικαίως εἶπεν «αὐτὰρ ὁ τοῖσιν ἀφείλετο νόστιμον ἦμαρ.» .... ἔπειτα οὐ πάντων διʼ ἀβουλίας ἀπολωλότων, ἀλλὰ τῶν μὲν διὰ δυστυχίας, ὥσπερ οἱ εἰς τοὺς Κίκονας ἐμπεσόντες, ἢ εἰς τὸν Κύκλωπα, ἢ εἰς τοὺς Λαιστρυγόνας, ἢ εἰς τὴν Σκύλλαν, τῶν δὲ διʼ ἀβουλίαν, ὥσπερ μόνοι εὑρίσκονται οἱ εἰς τὸν Ἥλιον ἀκουσίως ἀσεβεῖν ἑλόμενοι, τὸν Ὀδυσσέα σαφῶς φάναι ὅτι ὑπὲρ τούτων μάλιστα ἐσπούδασεν, ὑπὲρ τῶν μὴ ἔξωθεν αἰτίας ἀπολεσθέντων, ἀλλὰ τῶν σωθέντων ἂν, εἰ μὴ ἄφρονες ἦσαν καὶ παραίτιοι αὑτοῖς τοῦ θανάτου. ὡς γὰρ ἑαυτὸν σώζει ἐκ παντὸς τοῦ παρʼ ἑαυτὸν ῥυόμενος θανάτου, οὕτως καὶ τοὺς ἑταίρους ἐκ τοῦ παρʼ ἑαυτὸν δύναται μόνος σοφὸς ῥύεσθαι θανάτου, εἰ τὸ παρʼ ἑαυτοὺς αἴτιον μὴ πρόφασιν ἐνδοῦναι πείσειεν· ἀθανάτους δὲ οὔτε σοφία ποιῆσαι ἐπαγγέλλεται οὔθʼ ὁ σοφὸς σώσειεν ἂν ἐκ παντὸς θανάτου, ἀλλʼ ἐκ μόνου ἄρα τοῦ παρὰ τὴν ἡμετέραν αἰτίαν ὑφισταμένου, εἰ πεισθεῖεν αὐτῷ οἱ συνόντες· οὐδὲ γὰρ οὐδὲ τοῦ πεῖσαι ἐκ παντὸς κύριος ὁ σοφός. πολλὰ ὁ μὲν ἔπαθεν ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων ἐν τοῖς παρʼ ἑαυτῷ σωστικοῖς ἔργοις τῶν κινδύνων, ἀλλʼ οὐκ ἐν τοῖς μὴ παρʼ ἡμᾶς ἀποβαινόντων. καὶ ὁμοίως ἐν τοῖς παρʼ ἡμᾶς αὐτὸς μὲν ἔσωσεν ἀρετῇ πειθόμενος τοὺς δυνηθέντας ἂν μὴ διὰ τύχην ἔξωθέν τινα καθʼ εἱμαρμένην ἀποθανεῖν, ἐκ δὲ τῆς παρʼ ἑαυτῶν αἰτίας, καίπερ πολλὰ προθυμηθεὶς, οὐκ ἔσωσεν· αὐτοὶ γὰρ σφετέρῃσιν .... ..... ἦσαν εἰς τὸν Ἥλιον μόνοι ἀσεβήσαντες. ἔδειξεν οὖν ὅτι τῶν συμβαινόντων τὰ μὲν παρὰ τύχην καὶ τὴν ἔξωθεν αἰτίαν, ὧν ὁ σοφὸς οὐ κύριος, τὰ δὲ παρʼ ἡμᾶς καὶ τὴν ἡμετέραν ὁρμὴν, ὧν κρατεῖν οἷός τε ὁ σπουδαῖος. καὶ θανάτου οὖν τοῦ μὲν ἔξωθεν καὶ παρὰ τὴν τύχην οὔτʼ ἐφʼ ἑαυτοῦ οὔτʼ ἐπʼ ἄλλου ὁ σπουδαῖος κύριος, τοῦ δὲ παρὰ τὴν ἡμετέραν αἰτίαν ἐκ παντὸς προνοήσεται ὁ σπουδαῖος καὶ ἐφʼ ἑαυτοῦ καὶ ἐπὶ τῶν αὐτῷ διαφερόντων· καὶ περιγενόμενος ἐφʼ ἑαυτοῦ ἀποτακτήσει τὰ πολλὰ ἐπὶ ἄλλων, ὅταν μὴ τὴν αὐτὴν αὐτῷ τῆς φρονήσεως ἔχωσιν ἕξιν. ἀκουστέον οὖν τὸ πολλὰ δʼ ὅγʼ ἐν πόντῳ πάθεν ἄλγεα ὃν κατὰ θυμὸν, ἀρνύμενος ἥν τε ψυχὴν καὶ νόστον ἑταίρων ἐν τοῖς δυνατοῖς καὶ παρʼ ἡμᾶς τοῦ θανάτου αἰτίοις, ἀλλʼ οὐ μέντοι τοῖς μὴ παρʼ ἡμᾶς αἰτίοις· τῶν γὰρ ἐφʼ ἡμῖν μόνων ὀρεκτικὸς ὁ σπουδαῖος, καὶ διὰ τοῦτο τῶν ἐξ ἡμῶν αἰτίων θανάτου φυλακτικὸς, ἀλλʼ οὐ τῶν ἔξωθεν κατὰ τὴν εἱμαρμένην αἰτίαν ἀποβαινόντων. οὔτε γὰρ πάντων ἁπαξαπλῶς τῶν ἔξωθεν αἴτια, οὔτε πάλιν τὸ ἐφʼ ἡμῶν πάντων κύριον, ἀλλʼ ὧν μὲν τὸ ἐφʼ ἡμῖν, ὧν δὲ κρατεῖ τὰ ἔξωθεν. καὶ τῶν θανάτων οἱ μὲν διʼ αἰτίας ἔξωθεν γίνονται, οἱ δὲ διʼ ἡμετέρας ἁμαρτίας, καὶ ἐκ τῆς ἀνοίας τῆς ἡμετέρας ἤρτηνται, ὡς οἵ γε πλεῖστοι τῶν διὰ κακίας εἰς κόλασιν ὑπὸ τοῦ νόμου ἐπαγομένων ἠρτημένοι ἀπʼ αἰτίας τῆς ἐκ τῶν ἑκουσίων ἁμαρτημάτων.

ἀμόθεν παρὰ τοῖς Δωριεῦσιν ἔστιν ὄνομα ἀμός ἰσοδυναμοῦν τῷ τίς. καὶ ἀπὸ τούτου γίνεται τὸ ἀμόθεν. δηλοῖ δὲ τὸ ἀπό τινος μέρους τούτων. ἀπὸ δὲ τοῦ ἀμόθεν γίνεται καὶ τὸ οὐδαμόθεν. ἀπὸ δὲ τοῦ ἄμως ἐπιρρήματος γίνεται τὸ ἀμωσγέπως καὶ τὸ οὐδαμῶς. ἔστι δὲ ἡ λέξις τῶν Ἀττικῶν ἀμόθεν ἀπὸ μέρους, ὡς καὶ τὸ ἐναντίον οὐδαμόθεν. τὸ δὲ ἀμόν παρὰ τοῖς Ἴωσι τὸν ἕνα δηλοῖ καὶ οὐδαμὸν τὸν οὐδαμινόν. τῶν ἀμόθεν γε τῶν περὶ τὸν Ὀδυσσέα ὁπόθεν θέλεις πράξεων ἀπό τινος μέρους ἀρξαμένη διηγοῦ ἡμῖν. ἀμόθεν ποθέν. ἔστι λέξις τῶν Ἀττικῶν. ἢ ἀπό τινος μέρους ὁπόθεν θέλεις. τῶν—εἰπὲ καὶ ἡμῖν ὧν σὺ οἶδας, ἵνα καὶ ἡμεῖς γνῶμεν.

ἔσαν ἐπορεύθησαν.

κεχρημένον ἐπιδεόμενον, χρείαν ἔχοντα. ἠδὲ γυναικός οἰκείως προσέθηκεν, ἵνα καταφρονήσῃ καὶ θεᾶς ἐρώσης.

Καλυψὼ θυγάτηρ ἦν τοῦ Ἄτλαντος. ὄρος δὲ ἦν μέγα, ὅπερ καὶ λέγουσι βαστάζειν κίονας κατέχοντας τὸν οὐρανὸν καὶ τὴν γῆν.

περιπλομένων ἐνιαυτῶν συστρεφομένων, τελεουμένων τῶν χρόνων, εἰς ἑαυτοὺς ἀνακυκλουμένων.

ὑπερβατὸν, ἵνα συντάσσηται οἶκόνδε νέεσθαι καὶ ἐν τοῖς ἑαυτοῦ φίλοις.

ἔνθα τότε. χρονικὸν ἐπίρρημα καὶ ἐν τόπῳ.

ἀσπερχὲς μενέαινεν διόλου ὠργίζετο, ἐχολοῦτο.

Ὀδυσσεὺς δὲ λέγεται παρὰ τὸ ὁδός καὶ τὸ ὕω, τὸ βρέχω. λέγουσι γὰρ ὅτι ἐν τῇ ὁδῷ ἐγεννήθη. ἐγὼ δὲ καὶ Νικόλαος λέγει ὅτι Ὀδυσσεὺς λέγεται παρὰ τὸ ὀδυσσεύω, τὸ μισῶ. οὕτω γὰρ ἐκλήθη διὰ τὸ συμβεβηκὸς, ὡς καὶ ἐκ τῶν ῥαψῳδιῶν ἔξεστι μαθεῖν.

ἀλλʼ ὁ μὲν Αἰθίοπας μυθικῶς μέν φασι τὸν Ποσειδῶνα εἰς Αἰθίοπας κατὰ καιρὸν ὡρισμένον παραγινόμενον παρʼ ἐκείνων τιμᾶσθαι, ἀλληγορικῶς δὲ Ποσειδῶν λέγεται τὸ ὕδωρ. ἐπεὶ δὲ τὸ ὕδωρ, ἤτοι ὁ ὠκεανὸς, τὴν πᾶσαν χθόνα κυκλοῖ, καὶ ὅτι ὁ Νεῖλος κατὰ καιρὸν ὡρισμένον ἀρδεύει τὴν τῶν Αἰθιόπων γῆν καὶ αὔξει τὰ δένδρα, κατὰ τοῦτο λέγουσι τὸν Ποσειδῶνα ἤτοι τὸ ὕδωρ τιμᾶσθαι παρʼ αὐτῶν ὡς πολλῶν ἀγαθῶν ἐκείνοις παρεκτικόν. μετεκείαθε ἡ μετά πρὸς τοὺς Αἰθίοπας. τὸ κει δίφθογγον διὰ τὸ μέτρον.

διχθὰ δεδαίαται ἀπὸ μεσημβρίας διερχόμενος ὁ Νεῖλος διορίζει τοὺς Αἰθίοπας, ἐκ μὲν ἀνατολῆς ἔχων τοὺς Ἰνδοὺς, ἐκ δυσμῶν δὲ νομάδας καὶ Βλέμυας. ἀρέσκει δὲ τῷ Ἀριστάρχῳ παρὰ τοῖς ἀνατολικοῖς Αἰθίοψι διατρίβειν τὸν Ποσειδῶνα ἐκ τοῦ ἐκ Σολύμων φάσκειν αὐτὸν ὁρᾶν τὸν Ὀδυσσέα. Αἰθίοπες ἀνατολικοὶ καὶ δυσμικοί. κατοικοῦσι δὲ ἀμφότεροι πρὸς τῷ ὠκεανῷ. τούτου χάριν φησὶν «ἔσχατοι ἀνδρῶν.» νενέμηνται, μεμερισμένοι εἰσίν. οἱ μὲν γὰρ αὐτῶν ἐπʼ ἀνατολάς εἰσιν, οἱ δὲ ἐπὶ δυσμάς. τινὲς δὲ πρὸς τοῦ Νείλου σχίζεσθαι αὐτοὺς λέγουσιν.

ἁθρόοι δασυντέον τὸ α· καὶ πρὸ τέλους ἡ ὀξεῖα, ἐπειδὴ σημαίνει ὁμοῦ.

τοῖσι δέ ἐν τούτοις δὲ τοῖς θεοῖς.

ἀμύμονος Αἰγίσθοιο ἢ τοῦ καλοῦ πρὸ τοῦ μοιχεῦσαι, ἢ τοῦ κατὰ γένος ἀγαθοῦ.

τηλεκλυτός οὗ πόρρω ἡ δόξα διέρχεται. ὀξυτονητέον τὸ τηλεκλυτός ὡς ἀγακλυτός. εἰ μὲν πτωτικὸν κατʼ ἀρχὴν συντεθείη, βαρύνεται, ὡς τοξόκλυτος· εἰ δὲ ἄλλο τι τῶν ὑπὲρ μίαν συλλαβὴν, ὀξύνεται. διὸ σημειούμεθα τὸ ναυσικλυτός ὀξυνόμενον· τὸ δὲ δουρικλυτός ἐν παραθέσει ἐστίν.

ἔπεα πτερόεντα προσηύδα γράφεται, ἔπεʼ ἀθανάτοισι μετηύδα.

ὦ πόποι ὦ παπαῖ. ἔστι δὲ ἐπίρρημα σχετλιασμοῦ δηλωτικόν. πόποι οἱ θεοὶ κατὰ τὴν τῶν Δρυόπων φωνήν· καὶ ἐπίρρημα ἀντὶ τοῦ φεῦ.

ἐξ ἡμέων ταῦτα οὐ συμφωνεῖ τῇ πάσῃ μυθοποιίᾳ καθʼ ἣν εἰσάγει τοὺς θεοὺς πολλῶν αἰτίους συμφορῶν. δυνατὸν μὲν οὖν λύειν τῷ προσώπῳ διὰ τὸ τότε μὲν τὸν ποιητὴν λέγειν, νῦν δὲ τὸν Δία. μᾶλλον δʼ ἂν τῇ λέξει λύοιτο· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν· ὡς καὶ τῶν θεῶν αἰτίων, οὐ μὴν ἁπάντων γε, καθάπερ οἱ ἄνθρωποι νομίζουσι. οἱ δὲ καὶ αὐτοὶ σημειοῦται Ἀρίσταρχος λέγων τὸν καί σύνδεσμον περιττεύειν. οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίῃσιν τὸ ἑξῆς, οἱ δὲ καὶ αὐτοὶ σφῇσιν ἀτασθαλίαις, ὅ ἐστι ταῖς ἑαυτῶν, ἐν ἴσῳ τῷ αὐτοὶ αἴτιοί εἰσιν. οἱ δὲ περισσὸν τὸν καί σύνδεσμον· ἢ στικτέον, οἱ δέ.

ὑπὲρ μόρον οὐ σύνθετον τὸ ὑπὲρ μόρον. μόρον δὲ τὴν μοῖραν. «ἦ ῥα καὶ σὺ κακὸν μόρον ἠγηλάζεις» καὶ πῶς ἀλλαχοῦ φησι «μοῖραν δʼ οὔτινά φημι» ῥητέον ὅτι τῆς μοίρας τὸ μέν ἐστι μονότροπον, τὸ δὲ ἀμφίβολον, ὡς ἐν Ἰλιάδι ἀπεδείξαμεν· ὡς ἐν τῷ «μήτηρ γάρ τέ μέ φησι διχθαδίας κῆρας φερέμεν» ἀντὶ τοῦ ὑπὲρ τὸ πεπρωμένον.

γῆμʼ ἄλοχον γαμήλιος ὢν ὁ θεὸς ἀναγκαίως τῶν γάμων προνοεῖται. ἢ τὸ πᾶν προκατεσκεύασται πρὸς τῷ μέλλοντι λεχθῆναι ὑπʼ Ἀθηνᾶς.

Ἑρμείαν πέμψαντες ἔνιοι πέμψαντε γράφουσι δυϊκῶς, ἢ ἐπὶ τοῦ Διὸς καὶ τῆς Ἥρας· γαμήλιοι γὰρ οὗτοι· ἢ ἐπὶ θεῶν καὶ θεαινῶν· ἢ ἐπὶ Διὸς καὶ τῶν ἄλλων θεῶν. οὕτως δὲ καὶ Ἀριστοφάνης φησὶ καὶ Ζηνόδοτος. ἡ Μασσαλιωτικὴ γράφει, πέμψαντες Μαίης ἐρικυδέος ἀγλαὸν υἱόν. Ἀργειφόντην ἢ τὸν ἀργὸν καὶ καθαρὸν φόνου, ἢ τὸν φονεύσαντα Ἄργον τὸν πολυόμματον, ὃς ἐφύλασσε τὴν Ἰὼ, ἢ τὸν φονέα τῆς ἀργίας, ἢ ὅστις τοὺς ἀργοὺς καὶ ἀπράκτους λογισμοὺς ἀναιρεῖ. ὁ Ἑρμῆς πεμφθεὶς πρὸς τὸν Αἴγισθον ἄντικρυς τοῦτο δηλοῖ τὴν ἐκ θεῶν ἀνθρώποις λόγου τοῦ κατʼ ἀρετὴν δωρεὰν, φύσιν ἔχοντος ἀποτρέπειν μὲν τῶν κακῶν, ἐπὶ δὲ τὰ ἀγαθὰ παρορμᾶν. μυθικῶς μὲν Ἑρμῆς διάκτορος καὶ Ἀργειφόντης λέγεται ἐκ τοῦ διατορεῖν καὶ ἀγγέλλειν τὰ τῶν θεῶν· καὶ Ἀργειφόντης ὅτι Ἄργον ἀνεῖλε τὸν πανόπτην, ὃν ἡ Ἥρα φύλακα τῆς Ἰοῦς ἐπέστησε τῆς Ἰνάχου παιδός. ἀλληγορικῶς δὲ ὁ προφορικὸς λόγος Ἑρμῆς λέγεται παρὰ τὸ ἑρμηνευτικὸς εἶναι, καὶ διάκτορος ὅτι διεξάγει τὰ τῆς ψυχῆς καὶ νοῦ ἐνθυμήματα, Ἀργειφόντης δὲ ὡς ἀργὸς καὶ καθαρὸς φόνου. παιδεύει γὰρ καὶ ῥυθμίζει καὶ πραΰνει τὸ θυμικὸν τῆς ψυχῆς. ἢ ὅτι τὸν Ἄργον κύνα ἀναιρεῖ, τουτέστι τὰ λυσσώδη καὶ ἄτακτα ἐνθυμήματα. καὶ παρὰ τὸ ἀργεννὰ ἤτοι καθαρὰ φαίνειν τὰ τῆς ψυχῆς ἐνθυμήματα.

κτείνειν γράφεται, κτεῖναι.

ἐντεῦθεν ἐκ τοῦ διηγηματικοῦ μετῆλθεν ἐπὶ τὸ μιμητικὸν, διὸ καὶ ἐπιφέρει «ὣς ἔφαθʼ Ἑρμείας.» τὸ δὲ Ἀτρείδαο οὐ κατὰ τοῦ Ὀρέστου, ἀλλὰ κατὰ τοῦ Ἀγαμέμνονος τέτακται. Ἀτρείδαο μετὰ τοῦτο ὑποστικτέον. ἢ τοῦ τοῦ Ἀτρείδου Ἀγαμέμνονος, τοῦ Ὀρέστου.

μέλλοντα ἀντὶ ἐνεστῶτος ἐπήγαγε ἀκαταλλήλως.

ἀλλʼ οὐ φρένας κἀκ τούτου δῆλον ὅτι δύο περὶ ἕκαστόν εἰσιν εἱμαρμέναι, αἱρεῖται δὲ ἕκαστος ἣν βούλεται.

γλαυκῶπις Ἀθήνη ...... ὅταν ἐπὶ τοῦ δράκοντος λέγῃ «σμερδαλέον δὲ δέδορκε,» τὸ ἄγαν στίλβον τῶν ὀφθαλμῶν ἀκουσόμεθα. καὶ γὰρ δράκων παρὰ τὸ δράκειν εἴρηται. «σμερδαλέω δὲ λέοντε» ἐπὶ τῆς ἐκφοβούσης αὐτῶν ὁράσεως ἐκδεξόμεθα· καὶ γὰρ ὁ λέων παρὰ τὸ λεύσσειν ὠνόμασται. αὐτὸς γὰρ ἡρμήνευσε τί τὸ σμερδαλέον, ἐπʼ αὐτῶν εἰπὼν «γλαυκιόων·» καὶ ἡ ἀσπὶς δὲ τῆς Ἀθηνᾶς διὰ τὴν μαρμαρυγὴν «δεινή τε σμερδνή τε·» δεινὸν γὰρ καὶ φοβερὸν τὸ ἄγαν λαμπρὸν καὶ στίλβον. γλαυκιόωντες δὲ οἱ λέοντες καὶ ἡ Ἀθηνᾶ γλαυκῶπις ἀπὸ τοῦ γάλακτος, ὅ ἐστιν ἄσκιον· καὶ διὰ τοῦτο τὸ λευκὸν ὑπʼ αὐτοῦ εἴρηται· μέλαινα γὰρ ἡ σκιὰ, «σκιόωντο δὲ πᾶσαι ἀγυιαί·» ὀξὺ δὲ τὸ λευκὸν, καὶ τὸ μέλαν ἀμβλύ. ἡ οὖν ὀξὺ ὁρῶσα φρόνησις γλαυκῶπις. ἀπὸ δὲ τοῦ γάλακτος καὶ τῆς στιλβηδόνος γλαυκὴ καὶ ἡ θάλασσα εἴρηται, καὶ ἡ τοῦ ὀφθαλμοῦ κόρη γλήνη, ὡς τὸ «ἔρρε κακὴ γλήνη.» καὶ τρίγληνα τὰ ἐλλόβια, ἀπὸ τοῦ ἐν λευκότητι ἀποστίλβειν. καὶ «ὃς γλήνεα πολλὰ κεχάνδει,» τὰ μὴ ῥερυπωμένα ἱμάτια, ἀλλὰ στιλπνὰ διὰ καθαρότητος. καὶ ζοφουμένη θάλασσα «μελάνει δέ τε πόντος» λέγεται. ἀτάραχος γὰρ οὖσα καὶ διειδὴς «λευκὴ δʼ ἦν ἀμφὶ «γαλήνη.» καὶ γὰρ ἡ γαλήνη ἀπὸ τοῦ γάλακτος εἴρηται· καὶ ἐπεὶ τὸ μέλαν σκυθρωπὸν, τὸ δὲ λευκὸν ἀντίκειται τῷ μέλανι, ἱλαρὸν ἂν εἴη, γέλως δὲ ἡ ἱλαρότης· «γέλασσε δὲ πᾶσα περὶ χθὼν — φησὶ — χαλκοῦ ὑπὸ στεροπῆς» τουτέστι λαμπρυνθεῖσα φαιδρὰ ἐγένετο. οὕτω δεῖ νοεῖν καὶ τὸ «κόρυθες καὶ θώρακες λαμπρὸν γανόωντες» ἀπὸ τῆς αὐγῆς τῆς λαμπούσης καὶ διὰ τῆς στιλβηδόνος φαιδρυνομένης. καὶ γαίων δὲ τῷ κύδεϊ ὁ διαχεόμενος καὶ λαμπρυνόμενος διὰ τὴν δόξαν. ἐπεὶ δὲ φῶς ἐστιν ἐπὶ τοῖς ὀφθαλμοῖς, ὅταν μὲν ἥμερον λάμπωσι, φάεα αὐτὰ καλεῖ· «κύσσε δέ μιν κεφαλὴν καὶ ἄμφω φάεα καλά» καὶ ἥμερον ζῶον ἄνθρωπος φὼς, ζωῆς δὲ ἔτι μετέχων, ἀπὸ τοῦ ἐν τοῖς ὀφθαλμοῖς φωτός· ὅταν γὰρ ἀποθάνῃ, «κατὰ δʼ ὄσσʼ ἐρεβεννὴ νὺξ ἐκάλυψε·» ὅταν δὲ ἐξαγριωθῶσιν ὑπʼ ὀργῆς καὶ ἐκκαυθῶσιν, ἔτι μὲν ἀρχομένης τῆς ὀργῆς «πυρὶ λαμπετόωντι ἐΐκτην,» κρατησάσης δὲ «πῦρ ὀφθαλμοῖσι δέδορκε·» καὶ γὰρ τὸ φῶς ἀπὸ πυρὸς, καὶ τὸ ὕφαιμον δὲ ὁρᾶν διὰ τὸ πυρὶ ἐοικέναι τὸ αἷμα σμερδαλέον εἴρηται σμερδαλέος δʼ αὐτῇσι φάνη κεκακωμένος ἅλμῃ τουτέστιν ὕφαιμον βλέπων διὰ τὸ πυρωποὺς ἔχειν τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἁλός· καὶ ἐπὶ τοῦ πυρὸς δίκην βλεπομένου εἰπών μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος, ἢ ὀλοὸν πῦρ οὔρεσι μαίνηται ἐπάγει «τὼ δέ οἱ ὄσσε λαμπέσθην·» λοιπὸν δὲ καὶ κατὰ μεταφορὰν σμερδαλέα μὲν τὰ οἰκήματα τοῦ Ἅιδου ἔφη, ἀπὸ τοῦ ὕφαιμα εἶναι καὶ φόνων πλήρη, ἐπὶ τὴν ὄψιν ἀναφέρων· ἐπὶ φωνῆς δὲ λαμπρᾶς καὶ διαφανοῦς σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπʼ Ἀχαιῶν. καὶ «σμερδνὸν βοόων.» καὶ γὰρ ἐπʼ ὀρχήσεως συντόνου μεταφέρων «μαρμαρυγὴν» ἔφη «θηῆτο ποδῶν.» τὰς ἐν τῇ κινήσει στιλβηδόνας, ἃς ποιεῖ καὶ τὸ πῦρ κινούμενον· καὶ οὐχ οἱ φιλόσοφοι πρῶτοι τὸ λευκὸν ἀφωρίσαντο τὸ διακριτικὸν ὄψεως, ἀλλὰ πρὸ αὐτῶν Ὅμηρος μαρμαίρειν λέγων τὸ λάμπειν, ὅ ἐστι μερίζειν καὶ διαιρεῖν, ἀφʼ οὗ τὸ διακρίνειν· ὅθεν τὸ μὴ μερίζον, ἀλλὰ σκοτεινὸν, ἀμαυρόν. καὶ ὅτι ἀπὸ τοῦ μερίζειν καὶ διακρίνειν καὶ διαιρεῖν κέκληται τὸ σκοτεινὸν, μαρμαίρειν δὲ δηλοῖ τὸ φῶς δάος καλέσας «δάος μετὰ χερσὶν ἔχουσα,» ἀφʼ οὗ αἱ δεκτικαὶ τοῦ φωτὸς δαΐδες. οὕτως ἐβουλόμην τὰς Ὁμηρικὰς λέξεις καὶ τοὺς ἐξηγητὰς σκοπεῖσθαι, καὶ τοὺς τοῦτον τὸν τρόπον ἐξηγησαμένους ἀποδέχεσθαι.

ἐοικότι πρέποντι, ὁμοίῳ.

ὣς ἀπόλοιτο καὶ ἄλλος ἐμφαίνει τοὺς μνηστῆρας. ὣς ὄλλοιτο γράφεται, ἀπόλοιτο. ῥέζοι ἐπιτελοίη, παρὰ τὸ αἷμα πράττων.

δαΐφρονι πολεμόφρονι. δαΐς γὰρ ἡ μάχη. ὅταν δὲ ἐπὶ τῆς Πηνελόπης λέγῃ, δεδαηκυίᾳ κατὰ φρένας, τουτέστι μεμαθηκυίᾳ, ἐξ οὗ τὴν συνετὴν καὶ σώφρονα βούλεται δηλοῦν. δαίεται διακόπτεται. τὸ γὰρ καίεται ἐπὶ ἐρώσης.

δηθὰ πολλά. δυσμόρῳ δύσμορόν φησι τὸν Ὀδυσσέα ὡς μεγάλα κακὰ παθόντα τῇ πλάνῃ. φίλων ἄπο ἀντὶ τοῦ ἄποθεν· διὸ ἐγκλίνεται, ὡς τὸ «ἄπο πλυνοί εἰσι πόληος.»

ἀμφιρύτῃ τῇ ἀμφοτέρωθεν περιρρεομένῃ. ὅθι τʼ ὀμφαλός ἐστι θαλάσσης μέση τῆς περὶ αὐτὴν θαλάσσης. ἢ τὸ βάθος.

Ἄτλαντος θυγάτηρ Ἡσίοδος δὲ ἐν Θεογονίᾳ φησὶ τὴν Καλυψὼ θυγατέρα Ὠκεανοῦ καὶ Τηθύος. ὀλοόφρονος Κλεάνθης δασύνει, τοῦ περὶ τῶν ὅλων φρονοῦντος, ἴδιον οὕτως … ἄμεινον δὲ ψιλοῦντας ἀκούειν τοῦ τὰ ὀλέθρια καὶ δεινὰ φρονήσαντος· εἷς γὰρ τῶν Τιτάνων ὁ Ἄτλας ἱστορεῖται. ὀλοόφρονος ὀλεθρίου· ἐπεὶ πολέμιος τοῖς θεοῖς· καὶ γὰρ τοῖς θεοῖς ἐπολέμει. οἱ δὲ τὸ ἑξῆς, θαλάσσης ὀλοόφρονος. οἱ δὲ ἐδάσυναν, ἵνʼ ᾖ περὶ τῶν ὅλων φρονοῦντος. αὐτὸς γὰρ ὁ Ἄτλας τὸν κόσμον βαστάζων παραδίδοται. ἢ ἐγέγραπτο κατὰ τὴν ἀρχαίαν γραφήν· εἶτά τις μὴ νοήσας προσέθηκε τὸ ος.

ἔχει δέ τε νῦν, ἐπιμελεῖται, ὡς καὶ ἐκεῖ, «καί μοι κῆπον ἔχει πολυδένδρεον» ἢ κρατεῖ καὶ βαστάζει.

αἱμυλίοισι παραλογιστικοῖς. ἢ εὐνοϊκοῖς καὶ οἷον συγγενικοῖς, ἢ τοῖς μετʼ ἐμπειρίας συνετοῖς καὶ προσηνέσιν.

ἱέμενος καπνὸν ἀποθρώσκοντα τρόπον ἑρμηνείας ἀντίστροφον ὁ Χαῖρίς φησιν εἶναι, ὅταν ἀναστρέφωσι τὸν σχηματισμὸν αἱ λέξεις· ὡς τὸ, «χασσάμενος πελεμίχθη» ἀντὶ τοῦ ἐχάσσατο. καὶ «κονίσαλος ὤρνυτʼ ἀέλλης» ἀντὶ τοῦ κονισάλου· καὶ, «παρῴχηκεν δὲ πλέων νὺξ τῶν δύο μοιράων» παρὸν οὕτως φάναι, τὸ πλέον τῆς νυκτὸς, ὅ ἐστι δύο μοῖραι. τὸν αὐτὸν δὴ τρόπον κἀνθάδε, Ὀδυσσεὺς δὲ καπνὸν ἀποθρώσκοντα ἱμειρόμενος ἰδεῖν ἧς γαίης θανέειν ἵεται. τινὲς δὲ λείπειν φασὶ τὸ τούτου τυχών.

ἧς γαίης ἐνταῦθα στικτέον. τὸ γὰρ ὅλον, ὁ πρότερον ἐπιθυμῶν καπνὸν τῆς πατρίδος ἰδεῖν νῦν εὔχεται διὰ τὰ κατέχοντα τελευτῆσαι.

οὔ νύ τʼ Ὀδυσσεὺς Ἀργείων παρὰ νηυσὶ χαρίζετο ἱερὰ ῥέζων ἐκεῖνος μὲν τὰ παρʼ αὐτοῦ ἐπιθύων, σὺ δὲ οὐ κεχαρισμένως ἐλάμβανες.

τί νύ οἱ μία μόνη ὀξεῖα. τὰ γὰρ παράλληλα ἐγκλιτικὰ, καὶ μάλιστα ὅτε εἰς φωνῆεν λήγει, προφάσει τῶν δύο βραχειῶν οὐκ ἐγείρει τὸν τόνον. τί νύ οἱ τί αὐτῷ τὸ τοσοῦτον ὠργίσθης, ὦ Ζεῦ; ὠδύσαο ὠργίσθης ἢ προσέκρουσας. τῷ γὰρ ὀδύσασθαι ἐπὶ τοῦ προσκροῦσαι ἐχρῶντο οἱ παλαιοί.

καλῶς τὸν Δία νεφεληγερέτην φησί. Ζεὺς γὰρ λέγεται ὁ ἀήρ· τῶν δὲ ἀναθυμιάσεων πυκνὸν μὲν ἐν τῷ ἀέρι ἐγείρονται αἱ νεφέλαι. καὶ διὰ τοῦτο νεφεληγερέτην τὸν Δία φησί.

περὶ μὲν νόον ὑπερθεῖ τὸν νοῦν τῶν ἀνθρώπων καὶ συνέσει καὶ εὐσεβείᾳ.

οὐρανόν οὐρανῷ τὴν κεφαλὴν ἀναλογεῖν λέγει. θεοὺς δέ φησι τὰς αἰσθήσεις.

γαιήοχος λέγεται ἢ ὁ ἔχων ἤτοι συνέχων τὴν γῆν, ἢ ὁ ὀχούμενος ἢ βασταζόμενος ὑπὸ τῆς γῆς. ἀσκελὲς σημαίνει τὸ ἄγαν σκληρόν. σκέλλειν γάρ ἐστι τὸ σκληροποιεῖν, καὶ ὁ σκελετὸς κατεσκληκὼς διὰ τὴν ἀσαρκίαν. καὶ Ἀσκληπιὸς κατὰ στέρησιν μετὰ ἠπιότητος, καὶ διὰ τῆς ἰατρικῆς μὴ ἐῶν σκέλεσθαι. ἐνίοτε δὲ ἀσκελὲς τὸ ἐπὶ πᾶσι σημαίνει. καὶ ὁ Σοφοκλῆς «σίδηρον ὀπτὸν ἐκ πυρὸς περισκελῆ θραυσθέντα καὶ ῥαγέντα πλεῖστʼ ἂν εἰσίδοις.» ὁ δὲ ἀπέδωκεν ἀσκελέως ἀδιαλείπτως κατὰ μετάληψιν· τὸ γὰρ ἀσκελὲς ἄβατον, ἀπόρευτον. Πορφύριος. ἀσκελὲς, ἀμετακινήτως, κατὰ στέρησιν τῶν σκελῶν· ἢ ἀδιαλείπτως καὶ ἄγαν σφοδρῶς. αἰὲν ἀεὶ καὶ διὰ παντός.

ὃν ὀφθαλμοῦ ἀλάωσεν ὃν τῆς θυγατρὸς ἐστέρησεν. μίαν θυγατέρα εἶχεν ὡς ὀφθαλμόν. ἀλάωσεν τοῦ λάειν, ὅ ἐστι τοῦ βλέπειν, ἐστέρησε. οὐκ ἦν δὲ μονόφθαλμος ὁ Κύκλωψ καθʼ Ὅμηρον, ὡς καθʼ Ἡσίοδον. φησὶ γοῦν πάντα δέ οἱ βλέφαρʼ ἀμφὶ καὶ ὀφρύας. οὐχ ὡς Θεόκριτος οὕνεκά μοι πλατεῖα μὲν ὀφρὺς ἐπὶ παντὶ μετώπῳ. μονόφθαλμος οὖν ἦν καθʼ Ὅμηρον, τοῦ ἑνὸς αὐτοῦ ὀφθαλμοῦ προτυφλωθέντος.

ἀντίθεον τοῖς θεοῖς ἑαυτὸν ὁμοιοῦντα, ἢ τὸν θεομάχον. ἀντίθεον Πολύφημον ὁ αὐτὸς ἑαυτὸν διὰ τὴν ἄνοιαν ἐξισάζων τοῖς θεοῖς. ἔστι γὰρ εἷς ἐκείνων περὶ ὧν λέγει, «οἵ ῥα καὶ ἀθανάτοισιν ἐρίζεσκον περὶ τόξων» κοινῶς γὰρ περὶ αὐτῶν λέγει ὁ Πολύφημος, «οὐ γὰρ Κύκλωπες Διὸς αἰγιόχοιο ἀλέγουσιν οὐδὲ θεῶν μακάρων». ἀντίθεον νῦν τὸν ἐναντιούμενον θεοῖς, τὸν ἀσεβῆ. ὅου παροξυτονητέον τὸ ὅου· τὸ γὰρ οὗ διῄρηται, ὡς τὸ «ἕης τὸ πρίν γʼ ἐράασθε.» καὶ καθόλου τὰ μὲν ἄρθρα διαιροῦνται, αἱ δὲ ἀντωνυμίαι πλεονάζουσιν. καὶ τὰ μὲν βαρύνονται, αἱ δὲ ἐπὶ τέλους ἔχουσι τὸν τόνον, οἷον ὅου ἄρθρον, ἑοῦ ἀντωνυμία, ἕης ἄρθρον, ἑῆς ἀντωνυμία. ἔσκεν ὑπῆρχεν.

Θόωσα μήτηρ Πολυφήμου Κύκλωπος κυρίως οὕτως λεγομένη. νύμφη γράφεται, μήτηρ.

Φόρκυνος θυγάτηρ ἐνάλιος γὰρ θεὸς ὁ Φόρκυν. μέδοντος μέδοντος ἐν σπέσι, ἤτοι τοῦ Ποσειδῶνος· ἤτοι ὅντινα ἔτεκεν ἐν σπέσι τοῦ μέδοντος τῆς ἁλὸς τῆς ἀτρυγέτου, ἤτοι τοῦ Ποσειδῶνος. βασιλεύοντος. συνήθως γὰρ καὶ τοὺς ὑπάρχους βασιλεῖς ἔλεγον. ἢ συναπτέον, μέδοντος ἐν σπέσσι, ὥστε καὶ ἐν σπηλαίοις τοῦ Ποσειδῶνος γεννηθῆναι τὸν Κύκλωπα.

ἐκ τοῦ δή ἐκ ταύτης δὴ τῆς αἰτίας.

πλάζει δʼ ἀπὸ πατρίδος αἴης τούτου δʼ ἕνεκεν ἐνεποδίσθη μὴ οἴκοι εἶναι μέχρι δεῦρο. οὐ γὰρ δὴ πέρα τούτου οὐδὲ ἐκεῖνός τι ἐβούλευσε κατʼ αὐτοῦ, πλὴν τοῦ διατρίβειν μόνον ἐν τῇ πλάνῃ. Ὅμηρος μὲν ἐτυμολογῶν τὸν Ὀδυσσέα πεποίηκε τὸν Αὐτόλυκον λέγοντα «πολλοῖσιν γὰρ ἐγὼ δὴ ὀδυσσάμενος τόδʼ ἱκάνω.» Σιληνὸς δὲ ὁ Χῖος ἐν δευτέρῳ μυθικῶν ἱστοριῶν, — ἔστι δὲ δύο βιβλία — Ἀντίκλειάν φησι τὴν Ὀδυσσέως μητέρα ἐγκύμονα ὁδεύουσαν παρὰ τὸ Νήριτον, ὅπερ ἐστὶ τῆς Ἰθάκης ὄρος, ὕσαντος πολὺ τοῦ Διὸς ὑπὸ ἀγωνίας καὶ φόβου καταπεσοῦσαν τὸν Ὀδυσσέα ἀποτεκεῖν, καὶ διὰ τοῦτο ταύτης τῆς ὀνομασίας τυχεῖν, ἐπειδὴ κατὰ τὴν ὁδὸν ὗσεν ὁ Ζεύς.

Ὠγυγίην ἐν τῇ κατʼ Ἀντίμαχον Ὠγυλίην γράφεται διαφέρουσι δὲ οἱ τόποι. τὴν μὲν γὰρ Ὠγυγίαν ἐντὸς εἶναι πρὸς ἑσπέραν, τὴν δὲ Ὠγυλίαν κατὰ Κρήτην Ἡσίοδός φησι κεῖσθαι. λέγεται δὲ ὀνοματικῶς ἡ Καλυψοῦς νῆσος. τὰ παλαιὰ πάντα ὠγύγια καλοῦσιν ἀπό τινος ἀρχαίου Ὠγύγου βασιλεύσαντος Ἀθηνῶν. ἴσως δὲ καὶ οὕτως ἐκαλεῖτο ἡ νῆσος αὕτη.

ὥς κε νέηται γράφεται, ὥς κεν ἵκηται.

Ἰθάκηνδʼ γράφεται καὶ χωρὶς τοῦ δε, Ἰθάκην ἐσελεύσομαι.

θείω τινὲς γρ. θήσω.

ἀδινά ἤτοι λεπτὰ πρὸς σύγκρισιν τῶν βοῶν, ἢ ἀντὶ τοῦ ἀδινῶς, ἵνα ᾖ πυκνῶς καὶ συνεχῶς. εἰλίποδας λέγει βόας ὡς ποιοῦντας τὴν τῶν ποδῶν κίνησιν ὥσπερ ἑλικοειδῆ· ἕλικας δὲ ὡς ἑλικοειδῆ κέρατα ἔχοντας. ἤτοι ἑλικοειδῆ κέρατα ἔχοντας ἢ μέλανας· ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν. ὅθεν καὶ ἑλικώπιδα κούρην τὴν μελανόφθαλμον.

πέμψω δʼ ἐς Σπάρτην εἰς τὸν Μενέλαον, διὰ τὸ ὕστερον τῶν ἄλλων τοῦτον ἐλθεῖν ἐν τῇ οἰκίᾳ αὐτοῦ. τινὲς «πέμψω δʼ ἐς Κρήτην τε.» καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ «πρῶτα μὲν ἐς Πύλον ἐλθὲ ...... κεῖθεν δʼ ἐς Κρήτην παρʼ Ἰδομενῆα ἄνακτα· ὃ γὰρ δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων.» ἄτοπος δοκεῖ εἶναι Τηλεμάχου ἡ ἀποδημία πρῶτον μὲν κίνδυνον προξενοῦσα τῷ νέῳ, δεύτερον ἐπανάστασιν τῶν μνηστήρων ἀπειλοῦσα, τρίτον οὐκ ὠφελοῦσα τὴν ζήτησιν τοῦ πατρός. ἀλλʼ ἔδει τὸν ἐν γυναιξὶ τεθραμμένον, λύπαις τεταπεινωμένον, ῥητορειῶν οὐ πεπειραμένον οὐδεπώποτε, πολύτροπον γενέσθαι παραπλησίως τῷ πατρὶ, καὶ τοῦτο κερδᾶναι τῇ πλάνῃ, καὶ κοινωνεῖν τῷ πατρὶ τῶν κατορθωμάτων ἐν τῇ μνηστηροκτονίᾳ. ἀσφαλίζεται δὲ τὰ κατʼ οἶκον πρῶτον μὲν ἐπαναστήσας τὸν δῆμον κατὰ τῶν μνηστήρων ἐν τῇ ἐκκλησίᾳ, δεύτερον ταῖς ὑποσχέσεσιν ἀνεξικακεῖν διδάξας τοὺς μνηστῆρας εἰπὼν, «καὶ ἀνέρι μητέρα δώσω». ἔτι μάλα καὶ τῆς ἐπιβουλῆς τῶν μνηστήρων ὁ κίνδυνος ἠκόνησεν αὐτοῦ τὴν προθυμίαν.

ἔχῃσιν ἐν τῇ κατὰ Ῥιανὸν γράφεται λάβῃσι.

τὸ λέγειν τὴν Ἀθηνᾶν καλὰ πέδιλα φορεῖν οὐκ ἄλλο δηλοῖ ἢ ὅτι τῆς φρονήσεως αἱ ἐνεργητικαὶ δυνάμεις στιβαραὶ καὶ ἄλκιμοί εἰσι. τὸ δὲ ἐπέχειν ἔγχος ἐν ᾧτινι δαμάζει τοὺς ἥρωας τὸ πληκτικὸν ὑποσημαίνει τῆς φρονήσεως. ὁ γὰρ φρόνιμος διὰ τοῦ οἰκείου λόγου πλήττει τὸν ἀτακτοῦντα. τὸ δὲ τὴν Ἀθηνᾶν ἐξ οὐρανοῦ κατελθεῖν οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι ἡ φρόνησις ἐκ τοῦ νοῦ κατέρχεται.

ἀμβρόσια, χρύσεια προηθετοῦντο κατʼ ἔνια τῶν ἀντιγράφων οἱ στίχοι, κατὰ δὲ τὴν Μασσαλιωτικὴν οὐδʼ ἦσαν. καὶ ταῖς ἀληθείαις μᾶλλον ἁρμόσει ἐπὶ Ἑρμοῦ· ἴδιον γὰρ αὐτοῦ τοιούτοις ὑποδήμασι κεχρῆσθαι. καὶ ἡ τοῦ δόρατος ἀνάληψις πρὸς οὐδὲν ἀναγκαῖον. τά μιν ὑπὲρ, αὐτήν. τὸ μίν τριγενές ἐστιν, ἀρσενικὸν, «καί μιν φωνήσας» θηλυκὸν, ὡς ἐνθάδε, οὐδέτερον, «αὖτέ μιν υἷες Ἀχαιῶν»

ἀπείρονα γαῖαν τὴν πέρας μὴ ἔχουσαν διὰ τὸ εἶναι στρογγυλοειδῆ. ἢ σφαιρικὴν καὶ κυκλικήν· ἢ καθʼ ὅσον πρὸς ἡμᾶς ἄπειρός ἐστιν, εἰ καὶ τῇ φύσει πεπέρασται· τεταρτημόριον γὰρ μόνον τῆς γῆς οἰκεῖται· ἢ ἀντὶ τοῦ περικαλλὴς, καθάπερ τοῖς διαγράφειν τὰ κατʼ αὐτὴν βουλομένοις ἐστὶ πρόδηλον. λαμβάνεται γὰρ τὸ ἄπειρον καὶ ἐπὶ τοῦ κατὰ τὸ εἶδος διαφέροντος καὶ ἄγαν καλοῦ, ὡς παρʼ Ἡσιόδῳ ἐν Γυναικῶν καταλόγῳ ἐπὶ τῆς Ἀγήνορος παιδὸς «Δημοδόκης, τὴν πλεῖστοι ἐπιχθονίων ἀνδρῶν μνηστεύοντο, καὶ πόλλʼ ἀγλαὰ δῶρʼ ὀνόμηναν ἴφθιμοι βασιλῆες ἀπειρέσιον κατὰ εἶδος.» ἰστέον δὲ ὅτι ἄπειρος ὁ κύκλος καὶ ἡ σφαῖρα λέγεται ἢ διὰ τὸ μὴ πέρασι διαφόροις ἀφορίζεσθαι κατὰ στέρησιν τοῦ α, ἢ διὰ τὸ πολλὰ πέρατα ἔχειν κατʼ ἐπίτασιν τοῦ α. οὗ γὰρ ἂν ἔλθῃ τις, τοῦτο αὐτὸ πέρας ἴσως ἔχον διὰ τὸ ἰσοπέρατον εἶναι διὰ τὴν ἐκ τοῦ μέσου πρὸς τὸ πέριξ ἴσην ἀπόστασιν κατʼ ἰσότητα τοῦ α. οὕτως Ἀριστοφάνης Δαναΐσι «δακτύλιον χαλκοῦν φέρειν ἀπείρονα,» ἔφη δηλῶν τὸν σφενδόνην μὴ ἔχοντα πέρας καὶ διὰ τοῦτο ὁμοιομερῆ ὄντα. ὁμοίως καὶ Αἰσχύλος τὰς ἐν κύκλῳ ἑστώσας καὶ ἀπείρονι σχήματί φησιν ἵστασθαι· «ὑμεῖς δὲ βωμὸν τόνδε καὶ πυρὸς σέλας κύκλῳ περίστητʼ ἐν λόχῳ τʼ ἀπείρονι εὔξασθε·» τουτέστιν ἐν τάξει κατὰ κύκλον. ὁ γὰρ λόγος ἐστὶ τάξις, ἐπεὶ καὶ λοχαγὸς ὁ ταξίαρχος. ἅμα πνοιῇς ἀνέμοιο ἅμα, ὁμοίως· ἀλλαχοῦ δὲ χρονικὸν ἐπίρρημα, ὡς τὸ, ἅμα γίνεται τόδε καὶ ἅμα τόδε.

εἵλετο δʼ ἄλκιμον ἔγχος ἀθετοῦνται μετὰ ἀστερίσκων, ὅτι ἐν τῇ εʹ τῆς Ἰλιάδος καλῶς.

ὀβριμοπάτρη λέγεται ἡ Ἀθηνᾶ διότι τῆς φρονήσεως πατὴρ ὁ νοῦς ἐστι. πάντων δὲ κρεῖττον καὶ ἰσχυρότερον ὁ νοῦς.

δήμῳ τόπῳ ἐν Ἰθάκῃ ὅπου ἦν τὸ Ὀδυσσέως βασίλειον

Ταφίων Τάφος ἡ νῆσος τῶν Ἐχινάδων, ἣν κατῴκουν Τηλεβόαι.

πεσσοῖσι τοῖς κύβοις. ἀπὸ δὲ τοῦ παίζειν ἐσχημάτισται· ἢ παρὰ τὸ πίπτειν πεσσοὶ δὲ αἱ ψῆφοι.

ῥινοῖσι διὰ τούτου τὸ βίαιον ἐμφαίνει τῶν μνηστήρων, τοῦ καὶ τὰς βύρσας ὑποστρωννύειν τοῖς θρόνοις.

αὐτοῖσι Νικίας δύο μέρη λόγου ποιεῖ, αὖ, καὶ, τοῖσι· Ἀρίσταρχος δὲ ἓν, ὃ καὶ ἄμεινον.

οἱ μὲν, κήρυκες, οἱ δὲ, θεράποντες. οἱ μὲν, οἱ δὲ, σχῆμα γοργότης.

προτίθεντο, ἰδὲ ἄμεινόν φησιν Ἡρωδιανὸς ἀναγινώσκειν, καὶ πρότιθεν, τοὶ δὲ—. καὶ γὰρ ὁ λόγος οὕτω μᾶλλον ἀκόλουθος· οἱ μὲν οἶνον ἔμισγον, οἱ δὲ σπόγγοισι νίζον, οἱ δὲ κρέα ἐμέριζον. καὶ ἄλλως τὸν παρατατικὸν τοῦ τίθημι ἐνεργητικῶς οἶδε λεγόμενον ὁ ποιητὴς, οὐ παθητικῶς, «παρὰ δέ σφι τίθει» ἀκόλουθον πληθυντικὸν, νίζον καὶ πρότιθεν. προετίθεσαν. νίζον ἀπένιπτον. ἰδὲ ἀντὶ τοῦ καί.

καλῶς πρῶτος Τηλέμαχος Ἀθηνᾶν ὁρᾷ ὡς αὐτὸς μόνος ἀπὸ τῶν ἄλλων φρονιμώτερος, τῶν μνηστήρων περὶ συμπόσια ἀσχολουμένων.

ὀσσόμενος τοῖς ὀφθαλμοῖς ὑποβλέπων. ἀνειδωλοποιούμενος καὶ φανταζόμενος, προσδοκῶν· ἢ τοῖς ὀφθαλμοῖς ὑποβλέπων.

δώμασιν γρ. καὶ κτήμασιν ἐν ταῖς εἰκαιοτέραις, κτήμασιν οἷσιν ἀνάσσοι. τὸ ὅλον δὲ ἐπὶ Ὀδυσσέως χρὴ ἐξακούειν, Ὀδυσσεὺς ἔχοι.

βῆ δʼ ἰθύς ἐπορεύθη ὡς ἐπὶ τὸ πρόθυρον οὐκ ἔνδον, ἀλλὰ πρὸ τοῦ οἴκου ἐν τῷ τυκτῷ καλουμένῳ δαπέδῳ

ξεῖνον δηθὰ καὶ τοῦτο διὰ τοὺς μνηστῆρας, ἵνα τὸ σκῆπτρον ἰδόντες ὡς βασιλέα αὐτὸν ὑπονοήσωσι.

ἐδέξατο ἐλάβετο μὲν τῆς δεξιᾶς σπενδόμενος ὡς φίλῳ. ἐδέξατο δὲ τὸ ἔγχος ὑπονοῶν μὴ ἄρα τῶν ἐχθρῶν τις εἴη.

δείπνου τοῦ κατὰ τὴν ἡμέραν ἀρίστου. μυθήσεαι γράφεται, μυθήσεο. ὅττεό σε χρὴ περὶ ὅτου σε χρὴ, τοῦτο λέξεις. καὶ ἄλλως. ἐν τῇ κατὰ Ῥιανὸν ἄμεινον ἐγέγραπτο ὅττευ σε χρὴ, ὡς ἀλλαχοῦ «ὅττευ χρηΐζων.»

ὑψηλοῖο γράφεται, ποιητοῖο.

πρὸς κίονα νοητέον δὲ ἀπεξύσθαι τοὺς κίονας καὶ ἐνταῦθα ἀποτίθεσθαι τὰ δόρατα. οἰκονομικῶς δὲ εἶπεν, «ἔνθαπερ ἄλλα ἔγχεα Ὀδυσσῆος,» ἵνα μὴ ἀπορήσῃ τις ἔμπροσθεν ὅτι, ποῦ εὑρέθησαν τὰ δόρατα πρὸς φόνον τῶν μνηστήρων.

ἐϋξόου ἀπέξεον τὰς κίονας καὶ ἐν αὐταῖς ἐπετίθουν τὰ δόρατα.

αὐτὴν δʼ ἐς θρόνον ὑποφαίνει διὰ τοῦτο καὶ ἄλλο τι καθῆκον, ὅτι τοῦ ἰδίου θρόνου παρεχώρησε τῷ ξένῳ ὁ Τηλέμαχος. πάντα οὖν ἐλέγχει τὸ σῶφρον τοῦ νέου, τὰ τοῦ λόγου καὶ τὰ τοῦ τόπου, τό τε ἔγχος ἀναλαμβάνων καὶ τοῦ θρόνου παραχωρῶν. θρόνος δὲ ἀπὸ τοῦ ἄνω θεωρεῖν, ἤτοι ὁ ἐπηρμένος. ὑπὸ λῖτα προπερισπαστέον· ἑνικὸν γάρ ἐστι μεταπλασθὲν ἀπὸ τοῦ λῖτον. λεπτὸν περιβόλαιον ἢ λινοῦν ὕφος.

κλισμόν δίφρον ἀνάκλιτον ἔχοντα, καθέδραν. ἔκτοθεν ἄλλων τὸ γὰρ μεταβῆναι εἰς ἕτερον οἶκον ὑποψίαν ἂν παρέσχε τοῖς μνηστῆρσιν ἐπιβουλῆς, ὁπότε καὶ ἑξῆς διὰ τὸ ἰδιολογεῖν αὐτὸν πολυπραγμονεῖ τίς ὁ ξένος.

ὀρυμαγδῷ κυρίως μὲν τῷ ἐν ὄρει ψόφῳ. ἔστι γὰρ κατὰ τὸ ἔτυμον ὀρομαγδῷ, νῦν δὲ ἀντὶ τοῦ θορύβῳ.

ἀδήσειεν ψιλωτέον τὸ ἀδήσειεν. ὅταν γὰρ ἐν συναλοιφῇ τὸ ψιλούμενον ἐν ἀρχῇ φωνῆεν ἐπικρατήσῃ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐπικρατεῖ, οἷον ω ἑταῖρε, ὦταῖρε. ὑπερφιάλοισι ὑπερσπόνδοις· οἷον οἱ Πριάμου παῖδες, οἳ ὤμοσαν τοῖς Ἕλλησι μὴ καταλῦσαι τὴν ἀγάπην, ἐκεῖνοι δὲ παρέβησαν τὰ ὅρκια. ὤμοσαν δὲ μετὰ φιάλης ὅρκον εἰπόντες· ὥσπερ τὸ ὕδωρ χέεται ἐκ τῆς φιάλης, οὕτως ἡ ψυχὴ τοῦ ἀθετήσαντος τὸν ὅρκον.

ἀμφίπολος ἀπὸ τοῦ περὶ τὸν δεσπότην πολεῖσθαι. καὶ ἔστιν ἐπὶ γυναικὸς, πρόσπολος δὲ ἐπὶ ἀνδρός. προχόῳ ἀγγείῳ προχυτικῷ, ἀπὸ τοῦ χέειν τὸ ὕδωρ. τῷ καθʼ ἡμᾶς ξέστῃ. λέβητος τοῦ καθʼ ἡμᾶς χερνίβου.

νίψασθαι πρὸ τῶν βρωμάτων ἐνίπτοντο, ἵνα εὐαγῶς ἐπὶ τὰς σπονδὰς ἔλθωσι, μετὰ δὲ ἄριστον οὐκέτι· καὶ γὰρ οὐδὲ ποικίλοις ἐχρῶντο βρώμασιν. ἄλλως τε ἄσεμνον ἀπονίπτεσθαι μετὰ σπονδήν. ἐτάνυσσεν ἐπιμήκεις γὰρ αἱ ἀρχαῖαι τράπεζαι. ξεστὴν τὴν καλῶς ἐξεσμένην, ὅπερ ἐστὶ κατεσκευασμένην.

σῖτον δʼ αἰδοίη σωφρόνως ἔφρασε κοσμίοις ὀνόμασιν· ἐπὶ δὲ τῶν ἀσελγῶν ἔμπροσθεν, «παρενήνεον ἐν κανέοισι.»

εἴδατα καὶ γίνεται ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω, ἔδας, τὸ ἑνικὸν, καὶ πλεονασμῷ τοῦ ἰῶτα εἶδας, τὸ πληθυντικὸν τὰ εἴδατα. χαριζομένη παρʼ ἐόντων ἐκ τῶν ὄντων ἀφθόνως παραβάλλουσα. τινὲς δὲ, παρὰ μενόντων καὶ μὴ ταχέως σηπομένων, ἵνα ἐκ τούτου τὰ ἐν τῷ ταμείῳ ἀπόθετα δηλώσῃ. ἐκ τῶν παρεόντων ἐπιδιδοῦσα.

πίνακας τὰς σανίδας. «ἀλλά θʼ ὁμοῦ πίνακας νεῶν·» καὶ «γράψας ἐν πίνακι πτυκτῷ.»

κύπελλον ἐτυμολογεῖται παρὰ τοῦ ἐν αὐτῷ χεῖσθαι τὸν πηλὸν ἢ τὸν οἶνον, χύπελλον καὶ κύπελλον.

θάμʼ ἐπῴχετο τὸ σπουδαῖον τοῦ κήρυκος καὶ τῆς ὑποδοχῆς τοῦ ξένου δηλοῖ.

κατὰ κλισμούς τε θρόνους τε κλισμοὶ μέν εἰσιν οἱ ἔχοντες κλιντῆρα ἐξέχοντα πρὸς τὴν τῶν ὤμων ἀνάπαυσιν. ἐν αὐτοῖς γὰρ ἐπερείδουσι τοὺς ὤμους οἱ καθήμενοι. οἱ δὲ μὴ ἔχοντες ταῦτα, θρόνοι.

παρενήνεον παρεσώρευον. ἐκ τούτου δὲ τὸ πλῆθος τῶν ἐδεσμάτων ἐκφαίνει. τὸ δὲ ὀνείατα δηλοῖ τὰ ὄνησιν ἐμποιοῦντα, τὰ ἐδέσματα.

ἴαλλον ἐδίδοσαν, ἐξέτειναν. νώμησαν ἐμέρισαν. αὐτὰρ ἐπεί ἐπειδὴ δέ.

ἐξ ἔρον ἕντο τὸ ἐξ μετὰ τοῦ ἕντο συντακτέον, ὡς οὕτω λέγεσθαι, ἐξέντο καὶ ἐξέβαλλον ἔρον τῶν βρωμάτων.

ἄλλα μεμήλει πιθανῶς, ἵνα ὁ Τηλέμαχος καιρὸν σχῇ.

μολπή ἡ μετʼ ᾠδῆς παιδιά. ἀναθήματα πληρώματα, κοσμήματα. ἡ μεταφορὰ ἀπὸ τῶν τοῖς θεοῖς ἀνατιθεμένων.

ὅς ῥʼ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ προανεφώνησεν, ἵνα ὁ Φήμιος σωθῇ ἐν τῇ μνηστηροφονίᾳ. σύνεσιν μαρτυρεῖ τοῦ ἀοιδοῦ προαπαλλάσσων αὐτὸν δικαίως τῆς μνηστηροφονίας.

φορμίζων τὰς χορδὰς ῥυθμίζων. γίνεται δὲ ἐκ τοῦ φροίμιον καὶ φροιμίζω, φορμίζω, κατὰ μετάθεσιν τοῦ ρ καὶ ἐκβολὴν τοῦ ι.

ξεῖνε φίλε προκαταλαμβάνει τὴν κατηγορίαν, ἵνα μὴ νομισθῇ παρὰ τῷ ξένῳ τῆς ἀταξίας αἴτιος εἶναι.

ῥεῖʼ ἐπεὶ ἀλλότριον τὸ ἑξῆς, ἐπεὶ ῥεῖα. ἠρέμα παραδηλοῖ ὅτι οὐκ ἀρέσκεται τοῖς δρωμένοις, κωλύειν δὲ ἀμήχανος.

λεύκʼ ὀστέα προληπτικῶς, ἵνα μὴ παραμυθούμενος αὐτὸν ὁ ξένος πολλάκις ψεύσηται. «στέργει γὰρ οὐδεὶς ἄγγελον κακῶν ἐπῶν.»

ἐπʼ ἠπείροιο ἐπὶ τῆς γῆς. κυλίνδει παρὰ τῷ ποιητῇ βαρύνεται ἀεί. δῆλον ἐκ τοῦ «προκυλινδόμενος» καὶ «ἥτε κυλινδομένη.»

Ἰθάκηνδε κἂν τὴν Ἰθάκην, φησὶν, εἶδεν ὁ Ὀδυσσεὺς τῆς πλάνης ἐπαναζεύξας, ηὔξαντο ἂν ἅπαντες οἱ μνηστῆρες ἐλαφροτέρους κτήσασθαι πόδας πρὸς τὸ φυγεῖν αὐτοὺς τὴν τοῦ Ὀδυσσέως ὀργὴν, παρὸ πλουσιώτεροι γενέσθαι.

ἐλαφρότερος ἐτυμολογεῖται ἀπὸ τοῦ ἔλαφος, ἐλαφηρός, καὶ ἀφαιρέσει τοῦ η ἐλαφρός.

ἢ ἀφνειότεροι κοιμιστέον τὸ ἤ· διασαφητικὸς γάρ ἐστιν, ἀντὶ τοῦ ἤπερ, οὐ διαζευκτικός. εὔξονται μᾶλλον ταχεῖς εἶναι ἤπερ πλούσιοι.

οὐδέ τις ἡμῖν τοῦτο τὸ ῥητὸν οὕτως συντακτέον· οὐδέ τις φῇσι καὶ εἴπῃ ἐπιχθονίων ἀνθρώπων τὸν Ὀδυσσέα ἐλεύσεσθαι πρὸς ἡμᾶς, εἴπερ, ἤτοι ἐπειδὴ, ὤλετο τοῦδε, καὶ τούτου, τὸ νόστιμον ἦμαρ, ἤτοι ἡ ἡμέρα τῆς ἐκείνου ἐπιστροφῆς.

θαλπωρή χαρά. γράφεται ἐλπωρή κατʼ ἐνίους τῶν ἀξιολόγων πάνυ, ἵνα λείπῃ ὁ καί· οὐδεμία ἡμῖν ἐλπίς ἐστιν ἐκείνου, εἰ καί τις εἴποι αὐτὸν ἐλεύσεσθαι.

φῇσιν τὸ φῇσιν σὺν τῷ ι, ὡς τὸ «δῷσι πόλιν Τροίην.» προπερισπαστέον· ἐν παρολκῇ γάρ ἐστιν ἡ σιν. φαίη, εἴπῃ.

πόθεν εἶς ἐγκλιτέον τὴν εις. ἀλλʼ οὐκ ἐγείρει τὴν θεν συλλαβήν· πυρριχιακὴ γάρ ἐστι.

ὁπποίης δʼ ἐπὶ νηός ξένης ἢ ἰδίας. Ἀρίσταρχος ὁπποίης τε. ἄλλως. οἰκειότερον ταῦτα ὑπὸ Εὐμαίου ἂν λέγοιντο. διὸ ἔν τισιν οὐκ ἐφέροντο.

εὐχετόωντο ἐκαυχῶντο.

οὐ μὲν γάρ τί σε ἠθικὸν τοῦτο, ὡς τὸ «οὐ γὰρ ἀπὸ δρυός ἐσσι» ὡς εἰ ἔλεγε πεζὸν μὲν γάρ σε ἀδύνατον ἐληλυθέναι.

εὖ εἰδῶ τὸ εἰδῶ Τυραννίων μὲν βαρύνει, Ἀρίσταρχος δὲ περισπᾷ, ᾧ καὶ πειστέον.

ὁ δεύτερος η περισπᾶται· ἐρωτηματικὸς γάρ ἐστι. καὶ τὸ ἐσσι ἐγκλιτέον. μεθέπεις γράφεται, μεθέπῃ. ἀντὶ τοῦ πρὸς ἡμᾶς ἔρχῃ. τὸ δὲ ἴσαν ἐγίνωσκον.

ἴσαν γράφεται, ἔσαν, ἀντὶ τοῦ ὑπῆρχον.

ἐπεὶ καὶ κεῖνος ἐκ πλήρους ὁ καί· τῇ γὰρ ἐκεῖνος οὐ χρῆται, εἰ μὴ ἀναγκασθῇ ὑπὸ μέτρου· οὕτως Ἀρίσταρχος. ἐπίστροφος τὸ ἐπίστροφος ἤγουν ἐπιστρεπτικὸς ἦν τῶν ἀνθρώπων. εἰς ἑαυτὸν ἔστρεφε τοὺς ἀνθρώπους ὑπὸ τῆς ἰδίας ἀρετῆς καὶ φρονήσεως καὶ εὐγενείας. ἐπιμελής. ἔστι δὲ καὶ ὄνομα κύριον. ἢ οὗ λόγον ἐποιοῦντο πάντες ἄνθρωποι. ἢ ἐπερχόμενος καὶ ἐπιδημῶν. ἄλλως. ἐπίστροφος ὁ φροντιστὴς, ὁ ἐπιστρεφόμενος τῶν ἀνθρώπων φιλόξενος, ἤγουν ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιούμενος τῶν ἀνθρώπων· ἢ οὗ λόγον ἐποιοῦντο πάντες ἄνθρωποι. ἢ παρὰ πολλοῖς ἀνθρώποις ξενιζόμενος.

νῦν δʼ ὧδε ἤτοι οὕτως ὡς ὁρᾷς, ὡς ἰδιώτης, οὐχ ὡς ἐπέβαλε βασιλεῖ. τὸ δὲ ὧδε οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ τοπικῶς, ἀλλʼ ἀντὶ τοῦ οὕτως. τὸ δὲ ἀλλοθρόους ἀντὶ τοῦ ἀλλογλώσσους. «ἐπεὶ οὔτʼ ἦν ὁμὸς θρόος οὔτʼ ἴα γῆρυς»

ἐπʼ ἀλλοθρόους γράφεται, ἐς ἀλλοθρόους.

ἐς Τεμέσην πόλιν ἐν Οἰνωτροῖς ἡ νῦν Τέμψον καλουμένη, ἢ Βρεντησία. Τεμέση πόλις Κύπρου· κατὰ δέ τινας τῆς Ἰταλίας, ὃ νῦν Βρενδέσιον καλοῦσι καὶ Τέμψαν. αἴθωνα σίδηρον ἢ μέλανα διὰ τὸ ἀνέργαστον, ἢ λαμπρὸν ἀπὸ τοῦ πυρὸς τοῦ αἴθοντος.

νηῦς δέ μοι ἥδʼ προφασίζεται νόσφιν εἶναι τὴν ναῦν, πρὸς τὸ μὴ καὶ τοὺς ἑταίρους ἐθέλειν ξενίσαι· τὸν δὲ πλοῦν μακρόν τε καὶ ἀναγκαῖον εἶναι, πρὸς τὸ μὴ κατασχεθῆναι παρʼ αὐτοῦ. Πορφυρίου. περισπαστέον δὲ τὸ ἧδε. ἔστι γὰρ ἀντωνυμία ἀναφορική. προηθετοῦντο δὲ ὑπὸ Ἀριστοφάνους· κατʼ ἔνια δὲ τῶν ἀντιγράφων οὐδʼ ἐφέροντο. τὸ ἥδε ἀναφορικῶς εἴρηκεν ἀντὶ τοῦ δεικτικῶς.

Ῥείθρῳ ὄνομα κύριον τοῦ ἐν Ἰθάκῃ λιμένος ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ ἔκρουν ἔχει καταρρεόμενον ὑπὸ πολλῶν ὑδάτων, ἢ ἀπὸ τοῦ συρρεῖν εἰς αὐτὸν ὑδάτων χειμάρρους πολλοὺς ἀπὸ τοῦ Νηρίτου. Νήριτον γὰρ τὸ Νήϊον τινὲς λέγουσιν· οἱ δέ φασιν ἕτερον εἶναι τὸ Νήϊον τοῦ Νηρίτου. Ἀρίσταρχος δὲ Νήϊόν φησι παρακεῖσθαι τῷ Ῥείθρῳ, ἀφʼ οὗ ἐξῆπτον τὰ πρυμνήσια. ὑπὸ Νηΐῳ ὑλήεντι διαφέρει Νήριτον καὶ Νήϊον. δύο δέ ἐστιν ὄρη τῆς Ἰθάκης· «τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ» καὶ «ἡμεῖς δʼ ἐξ Ἰθάκης ὑπὸ Νηΐου εἰλήλουθμεν» ὅπερ κάθυγρον ὂν εἰς τὸν ὑποκείμενον λιμένα πλεῖστον ῥεῦμα ἐνδίδωσι. ὅθεν ἀπὸ τοῦ συμβεβηκότος Ῥεῖθρον προσηγόρευσε τὸν λιμένα. «νηῦς δέ μοι ἥδʼ ἕστηκεν ἐπʼ ἀγροῦ νόσφι πόληος ἐν λιμένι Ῥείθρῳ ὑπὸ Νηΐῳ ὑλήεντι.» τῷ γὰρ «λιμένι Ῥείθρῳ» δηλοῖ, ἐν καλῷ λιμένι Ῥείθρῳ, ὡς εἴ τις ἔλεγεν ἐν καλῷ λιμένι τὸ Ῥεῖθρον. τὸ δὲ Νήρικον πόλισμά ἐστι τῆς καταντικρὺ Ἠπείρου· «ὡς ὅτε Νήρικον εἷλον ἐϋκτίμενον πτολίεθρον, ἀκτὴν Ἠπείροιο.» τῷ πρὸς ὑποδοχὴν νεῶν εὐθέτῳ ὄρει Ἰθάκης.

εἴπερ τε γέροντʼ εἴρηαι διχῶς αἱ Ἀριστάρχου, εἴπερ τε καὶ εἴπερ τι. εἰς ἀξιόχρεων δὲ μάρτυρα τὴν πίστιν ἀναφέρει. δευτέραν πίστιν τῆς καθαρᾶς φιλίας ποιεῖται τὴν ἀκριβολογίαν τῆς κακοδουλείας.

παρτιθεῖ ἐνεστὼς χρόνος, ἀπὸ τοῦ τιθῶ, διὸ περισπᾶται.

ἀνὰ γουνὸν ἀλωῆς ἀλωὴν καὶ τὴν πολύδενδρον γῆν φησιν· «ἔνθα δέ οἱ πολύκαρπος ἀλωή» καὶ τὴν ἀμπελόφυτον «σταφυλῇσι μέγα βρίθουσαν ἀλωήν»· ὁμοίως καὶ τὴν σιτοφόρον γῆν. ἀλωὴ λέγεται καὶ ἡ πολύδενδρος γῆ, καὶ ἡ ἀμπελόφυτος, καὶ ἡ σιτοφόρος, καὶ ἡ δασεῖα. ἑρπύζοντʼ—οἰνοπέδοιο μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα βαδίζοντα διὰ τὸ γῆρας. βαδίζοντα εἰς τὸν γονιμώτατον τόπον τῆς γῆς οἰνοφόρου. ἐσήμανε τὸν ὑπὸ τοῦ γήρως μετὰ ὀδύνης καὶ ἀνίας ἠρέμα καὶ βαρέως βαδίζοντα.

νῦν δʼ ἦλθον διὰ τούτων εὔελπιν ποιεῖ τὸν νέον. τὸ δὲ ἑξῆς, ἔφαντο γὰρ δὴ αὐτὸν τὸν σὸν πατέρα ἐπιδήμιον εἶναι. λείπει δὲ τὸ ὥστε.

ἀλλʼ ἔτι που διὰ τοῦτο εὔελπιν ποιεῖ τὸν νέον. διὰ δὲ τοῦ εἰπεῖν «νήσῳ ἐν ἀμφιρύτῃ» δυσχερὲς αὐτῷ τὸ ἐκφυγεῖν ὑπεσήμανεν ὡς ἐν νήσῳ ὄντι· οἱ γὰρ ἐν γῇ εὐχερῶς δραπετεύουσιν.

οὐ γάρ πω τέθνηκεν οἶδα, φησὶν, ὅτι οὐ τέθνηκεν· ᾠόμην δὲ αὐτὸν καὶ ἐπανεληλυθέναι.

χαλεποὶ δέ μιν χαλεποὶ ἄνδρες, ἤγουν ὁ Κύκλωψ καὶ οἱ μετʼ αὐτοῦ. ἁρπάσας Ὀδυσσεὺς τὴν θυγατέρα τοῦ Κύκλωπος, ὁ Κύκλωψ μετὰ πολλῆς ἰσχύος νῆας ποιήσας κατὰ τοῦ Ὀδυσσέως ἐφέρετο, καὶ οὕτως οὐκ εἴα αὐτὸν πρὸς τὴν οἰκείαν ἐπιστρέψαι.

οὐκέτι οὐδαμῶς. οὔτʼ οἰωνῶν σάφα εἰδώς ἠρέμα παρεδήλωσεν ἡ Ἀθηνᾶ ἥτις ἦν. οἱ γὰρ ἄνθρωποι καὶ μαντείας καὶ τῶν οἰωνῶν δεόμενοι, τὸ δὲ θεῖον ἐξ αὑτοῦ προγινώσκει τὸ μέλλον.

δέσματα Ἀττικῶς ὡς γράμματα, ἀλλʼ εἴπερ τε σιδήρεα δέσματʼ ἔχῃσι, φράσσεται ὥς κε νέηται. καὶ ἔχει ἔμφασιν ἡ γραφή. δέσματα ἐκτέταται, ὡς τὸ ὀνείρατα, προσώπατα. Ἀττικὸν δέ ἐστι τὸ τοῖς οὐδετέροις χρῆσθαι ἀντὶ ἀρσενικῶν. γίνεται δὲ ἀπὸ τοῦ δέω δέσματα, ὥσπερ ἀπὸ τοῦ ξέω ξέσματα.

εἰ δὴ ἐξ αὐτοῖο πειραστικῶς πυνθάνεται πῶς Ὀδυσσέως ὢν οὐκ ἀνδρίζεται. λείπει δὲ εἰς τὸ τόσος τὸ ὢν, ἵνʼ ᾖ τηλικοῦτος ὤν. πονῶ πονήσω ἐν ψυχῇ· πονῶ πονέσω ἐπὶ σώματος.

αἰνῶς γὰρ κεφαλήν τε Ἀριστοφάνης καὶ Ἀρίσταρχος «αἰνῶς μέν.» καὶ ἔχει τι εἶδος ἡ γραφὴ αὕτη. τὸ δὲ, τοῖον ἐμισγόμεθα, ἀντὶ τοῦ τοίως, ὡς νῦν καὶ ἡμεῖς, ἐγὼ καὶ σύ.

ἐπεὶ θαμὰ τοῖον ἐμισγόμεθα οὕτως ὡς ἡμεῖς ἐμίχθημεν σήμερον, καὶ μετὰ τοῦ σοῦ πατρὸς ἐμισγόμεθα.

ἔκτοτε ἐξ ἐκείνου τοῦ χρόνου. ἐμὲ κεῖνος πλήρης ἡ ἐμέ ἀντωνυμία· πρὸς γὰρ ἀντιδιαστολὴν παρείληπται.

τοιγὰρ ἐγώ τοι τὸ πρῶτον τοί οὐκ ἔστιν ἀντωνυμία· οὐδέποτε γὰρ ἀρκτικὸν τὸ τοί· ἀλλʼ ἔστιν ἀντὶ τοῦ δή. ἀτρεκέως ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ τρέχω· ὁ μὴ παρατρέχων τὴν ἀλήθειαν. ἢ ἀπὸ τοῦ α καὶ τοῦ τρῶ τὸ φοβοῦμαι. ὁ γὰρ τὴν ἀλήθειαν λέγων οὐ δέδιεν. γίνεται γοῦν ἀτρεής καὶ ἀτρεκής. καταλέξω γράφεται, ἀγορεύσω.

μήτηρ μέν τέ μέ φησι ἡ μὲν μέν ἀπόλυτος, ἡ δὲ ἐγώ ἀντιδιαστολὴν ἔχει πρὸς τὴν μητέρα. εἰ μηδεὶς τῶν γεννωμένων δύναται γνῶναι τὸν πατέρα, πόθεν ἡ γνῶσις τοῖς παισὶ τοῦ πατρός; τὸ γὰρ «μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα ὅπως μὲν ἔχῃ,» ἐπὶ τοῦ Τηλεμάχου· ὅτε γὰρ ἀπεδήμησε παῖς ἦν μαζῷ, διὸ μόνου τοῦ ὀνόματος παρὰ τῆς μητρὸς γίνεται ἀκροατὴς ἀκούων ὅτι τοῦ Ὀδυσσέως ἐστὶ παῖς· εἰ δὲ καθόλου «οὐ γάρ πώ τις ἑὸν γόνον ἀνέγνω,» πόθεν ἡ γνῶσις; ἔδει γὰρ φάναι, ἐγὼ γὰρ οὐκ εἶδον τὸν γεγεννηκότα, ἀλλὰ μὴ καθόλου ποιεῖσθαι τὴν ἀπόφασιν ὡς μηδενὸς εἰδότος τὸν αὑτοῦ πατέρα. ὀρθῶς οὖν ὁ Σέλευκος εἴρηκεν ὅτι δεῖ λαβεῖν τὸ, εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι. καὶ γὰρ εἰ καὶ ἐτεθνήκει ἅμα τῷ γενέσθαι τὸν παῖδα, ἡ μήτηρ διδάσκει τοῦ πατρὸς τοὔνομα· κἂν περιῇ καὶ παρῇ ἡ μήτηρ, δείκνυσιν ὅτι τούτου ἐστὶ παῖς· ὥστε τὸ «οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω» προσλαβόντας δεῖ τὸ, εἰ μὴ μήτηρ φαίη τοῦ ἔμμεναι, δοκιμάζειν εἰ μὴ ὀρθῶς εἴρηται. ἀλλὰ καὶ οὕτως ζητοῦσι τίς ὁ νοῦς τοῦ μὲν ξένου ἐρωτήσαντος «ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον, εἰ δὴ ἐξ αὐτοῖο τόσος παῖς εἶς Ὀδυσῆος· αἰνῶς γὰρ κεφαλήν τε καὶ ὄμματα καλὰ ἔοικας κείνῳ.» τοῦ δὲ ἀποκρινομένου «τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω· μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι, αὐτὰρ ἔγωγε οὐκ οἶδα· οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.» τίς γὰρ ἡ διάνοια τοῦ λέγοντος, οὐδεὶς τὸν πατέρα ἀνεγνώρισε; οὐ γὰρ αὕτη ἡ ἀκολουθία, ὅτι μὴ περὶ παρόντος ἐστὶν ὁ λόγος εἰ γνωρίζεις τοῦτον, ἀλλὰ περὶ ἀπόντος, περὶ οὗ οὐκ, εἰ μὴ γνωρίζει, ἐχρῆν λέγειν, ἀλλʼ, εἰ μὴ πεπίστευκεν. ὁ γὰρ λόγος, εἰπέ μοι εἰ τοῦ Ὀδυσσέως εἶ παῖς, ὁ δʼ ἔφη, οὐκ οἶδα· παρὰ γὰρ τῆς μητρὸς ἀκήκοα Ὀδυσσέως εἶναι· οὐ γὰρ αὐτὸς ἑώρακα. πρὸς δὲ τὸ, παρὰ μητρὸς ἤκουσα, οὐκ ἔχει λόγον τὸ, οὐ γάρ τις διʼ ἑαυτοῦ τὸν πατέρα ἐγνώρισε. ἔσται οὖν τὸ ἀνέγνω ὡς πρὸς τὴν ἀκοὴν ἐπίστευσε. κἂν οὕτω λαμβάνηται, ἔσται ὁ λόγος, ἡ μήτηρ μὲν ἔφη ἐκείνου εἶναι, ἐγὼ δʼ οὐκ οἶδα· οὐ γάρ τις διʼ ἑαυτοῦ περὶ τοῦ ἑαυτοῦ πατρὸς τὴν πίστιν ἔσχεν. ἐνθάδε δεῖ πάλιν ἀκοῦσαι, εἰ μὴ παρὰ πατρὸς πύθοιτο καὶ σεβαστικῶς ἐκδέξαιτο τὸν λόγον· οὐδεὶς γὰρ αὑτοῦ τὸν πατέρα ἀνεζήτησε καὶ ἀνηρεύνησεν, εἰ ὄντως εἴη ὁ λεγόμενος, λεγούσῃ δὲ τῇ μητρὶ πᾶς πεπίστευκεν ἄνευ ζητήσεως διὰ τὸ σέβας τὸ πρὸς τοὺς τεκόντας. οὐ γάρ πώ τις ἑὸν γόνον καὶ ἀλλαχοῦ «τόνδε τʼ ἐμὸν πατέρα φάσʼ ἔμμεναι» ὁμοίως Εὐριπίδης «μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄνθʼ, ὁ δʼ οἴεται.» καὶ Μένανδρος «αὑτὸν γὰρ οὐδεὶς οἶδε τοῦ ποτʼ ἐγένετο, ἀλλʼ ὑπονοοῦμεν πάντες ἢ πιστεύομεν.» τινὲς δὲ ταῦτα τὸν Τηλέμαχόν φασι λέγειν ἐπεὶ μικρὸς καταλέλειπται. Πορφυρίου εἰς τὸ αὐτό. καὶ τὸ, οὐκ οἶδα, οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλʼ αὐτὸν τὸν Ὀδυσσέα φησὶν ἀγνοεῖν οὐχ ἑωρακώς. οὐδὲ γὰρ ἂν δύναιτό τις τοὺς γονέας ἐξ αὑτοῦ γνῶναι.

ὄφελον τὸ ὄφελον ἀντὶ τοῦ εἴθε, ὡς δὴ ἔγωγʼ ὄφελον. ηὐχόμην ἐγὼ εἶναί τινος υἱὸς μάκαρος ἀνδρὸς, ὃν ὁ θάνατος κατέλαβεν ἐν τοῖς ἰδίοις κτήμασι καὶ μὴ ἐν πλάνῃ καὶ ξένοις τόποις.

ἐπὶ γῆρας οὐκ ἀναστρεπτέον τὴν ἐπί. ὑπὸ νεότητος δὲ εἰς μειρακιώδη προνένευκεν ἀφέλειαν, εὐδαίμονα λέγων τὸν ἐν ἰδίοις οἴκοις τελευτῶντα.

γλαυκῶπις γίνεται μὲν καὶ ἀπʼ ἄλλων, γίνεται δὲ καὶ ἀπὸ τοῦ γλαύσσω, τὸ βλέπω.

τίπτε δέ τί σε ἀναγκαῖον ἔχει; εἰ γὰρ ἦν, φησὶν, ἔρανος, φειδωλῶς ἤσθιον ἂν ὡς ἴδια ἐσθίοντες.

εἰλαπίνη λέγεται ἡ πολλῶν ἀνδρῶν εὐωχία, ἐν ᾗ κατὰ εἴλας καὶ συστροφὰς εὐωχοῦνται. ἐπεὶ οὐκ ἔρανος ὡς τοῦ ἐράνου κοσμιωτέρου καὶ εὐτελεστέρου ὄντος· καὶ εἰκότως· ὁ μὲν γὰρ γάμος καὶ αἱ ἄλλαι εὐωχίαι φιλίᾳ τινι γίνονται, ὁ δὲ ἔρανος ὡς ἕκαστός τι κομίσειεν. ἔρανος οὖν λέγεται τὸ ἀπὸ συμβολῆς δεῖπνον. εἰλαπίνη ἡ πολλῶν εὐωχία, ἐν ᾗ κατὰ εἴλας πίνουσιν· ἔρανος ἡ ἐκ κοινοῦ εὐωχία. Ἡσίοδος «ἐκ κοινοῦ πλείστη τε χάρις,» τὸ κόσμιον τῶν ἐράνων δηλῶν. εἰ γὰρ ἦν ἔρανος, φειδωλῶς ἤσθιον ὡς ἴδια ἐσθίοντες.

ὥς τέ μοι τὸ ὡς ἀντὶ τοῦ ὅτι. τὸ δὲ ἑξῆς, ὅτι μοι δοκοῦσιν ὑβρίζοντες ὑπερφιάλως.

νεμεσσήσαιτο τὸ συναθροισθῆναι τοὺς μνηστῆρας οὕτως ὡς ἔτυχε καὶ εὐωχεῖσθαι εἰς τὴν οἰκίαν τοῦ Ὀδυσσέως μέμψαιτο ἄν τις ἀνὴρ συνετός.

μεταλλᾷς πολυπραγμονεῖς, ἀπὸ μεταφορᾶς τῶν μετάλλων. ζητεῖς, ἀπὸ μεταφορᾶς τῶν μέταλλα ψηλαφώντων.

μέλλεν μέν ποτε αὕτη ἡ λέξις οὐδέποτε κεῖται παρὰ τῷ ποιητῇ ὡς ἐν τῇ συνηθείᾳ χρονικῶς, ἀλλʼ ἑκάστοτε ἀντὶ τοῦ ἐῴκει.

νῦν δʼ ἑτέρως βούλοντο ἀντὶ τοῦ ἐβουλεύσαντο. τινὲς δὲ γράφουσι, ἐβάλοντο θεοί, ἀντὶ τοῦ μετέβαλον. ἔχει μέντοι λόγον καὶ τὸ ἐβούλοντο ἤτοι ἐβουλεύσαντο, ὡς τὸ, «Τρωσὶ δʼ ἐβούλετο νίκην,» ἐβούλοντο Ἰωνικὴ συστολή. τινὲς ἀντὶ τοῦ, οἱ θεοὶ κακὰ ἔβαλον. ἠβούλοντο, ἤθελον.

ἐπεὶ οὔ κε θανόντι ἐπεὶ ἐὰν Ὀδυσσεὺς μετὰ τῶν ἰδίων φίλων ἐδαμάσθη ἤτοι ἀπέθανεν ἐν τῷ Τρωϊκῷ πολέμῳ, οὐκ ἂν ἀκαχοίμην, ἤτοι ἐλυπούμην.

ἠὲ φίλων τοὺς ἑταίρους ἀπὸ τῶν φίλων διαιρεῖ ὁ ποιητής. οἱ μὲν γὰρ ἑταῖροι οἱ προσοικειωθέντες κατὰ φιλίαν, οἱ δὲ φίλοι οἱ οἰκεῖοι καὶ κατὰ γένος προσήκοντες ὥσπερ καὶ ὁ ἔτης καὶ ὁ γείτων. ἔται μὲν γὰρ οἱ συνέστιοι, γείτονες δὲ οἱ πλησίον μένοντες· «γείτονες ἠδὲ ἔται Μενελάου κυδαλίμοιο» Καὶ ὅτι ἑταίρους τοὺς συνδιαίτους καὶ ἠγαπημένους οἶδε, καί φησι, «ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής»· καὶ ἐρίηρας ἑταίρους τοὺς διὰ τὰς χρείας φίλους. καὶ «Ἕκτορι δʼ ἦεν ἑταῖρος» παραλιπὼν ἐνταῦθα τὸ εἶδος. ὁμοίως δʼ αὖ «σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται, ἣν σὺ μενοινᾷς»· καὶ «τοῖος γάρ τοι ἑταῖρος ἐγὼ πατρώϊός εἰμι, ὅς τοι νῆα θοὴν στελέω καὶ ἅμʼ ἕψομαι αὐτός» καὶ «ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους αἶψʼ ἐθελοντῆρας συλλέξομαι». καὶ μεταφέρων ἐκ τοῦ ἐϋκνήμιδας Ἀχαιοὺς λέγει «ἤδη μέν τοι ἐϋκνήμιδες ἑταῖροι» καὶ ἐκ τοῦ καρηκομόωντας Ἀχαιούς «εὗρον ἔπειτʼ ἐπὶ θινὶ καρηκομόωντας ἑταίρους» φίλος δὲ υἱὸς, καὶ φίλη μήτηρ, καὶ φίλα γυῖα, καὶ φίλαι χεῖρες. καὶ διακρίνων φησὶν «εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ ἠὲ φίλων ἐν χερσὶν, ἐπεὶ πόλεμον τολύπευσεν.» οὐκ ἂν, φησὶν, ἐλυπήθην εἰ ἐν τῇ Τροίᾳ μετὰ τῶν ἑταίρων αὐτοῦ ἀπώλετο πολεμῶν, ἢ εἰ κατεργασάμενος τὸν πόλεμον καὶ ἐπανελθὼν ἐν ταῖς χερσὶ τῶν οἰκείων ἐτελεύτησε. καταχρώμενος δὲ καὶ τοῦ φόβου τὴν φύζαν ἑταίραν λέγει, «φύζα φόβου κρυόεντος ἑταίρη»· καὶ ἄνεμον, «ἴκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον» καὶ πάλιν ὅλην τὴν οἰκειότητα δηλῶν φησιν «ὄφρα ἴδῃ πρότερόν τε πόσιν, πηούς τε φίλους τε» τὸν ἄνδρα, τοὺς συγγενεῖς, τοὺς οἰκείους· διὸ ἐπιζητεῖ ἡ Ἑλένη τοὺς ἀδελφούς. ἐπεὶ πόλεμον τολύπευσε κατειργάσατο, μεταφορικῶς. τολύπη γὰρ εἶδος βοτάνης θανασίμου· καὶ τὴν τῶν ἐρίων ἤδη κατειργασμένην εἴλησιν τολύπην λέγομεν.

τύμβον μὲν ἐποίησαν διὸ ἂν αὐτῷ ἐποίησαν τύμβον διὰ τὸ ἀποθανεῖν ἐν τῷ πολέμῳ. πρὸς τὸ πρῶτον δὲ ὑπήντησεν.

ἅρπυιαι αἱ τῶν ἀνέμων συστροφαὶ, ἢ αἱ τιμωρητικαὶ θεαί. νῦν τοὺς ἀνέμους τοὺς ἁρπακτικοὺς, ἢ τὰ ἁρπακτικὰ ὄρνεα. δαίμονες, ἢ ἄνεμοι ἁρπακτικοί. ἀνηρείψαντο ἥρπαξαν, ἀπὸ μεταφορᾶς τῶν τὰ ἱερεῖα κατεργαζομένων.

ἀπὸ ἄλλης ἀρχῆς τὸ «οἴχετʼ ἄϊστος» κατὰ ἀναφώνησιν.

ἄλλα θεοί ἀναγκαῖον μὲν ἡ λύπη τοῦ πατρός· τῆς δὲ λύπης τὸ δεινὸν ὁ τῆς ἀπωλείας τρόπος.

ὅσσοι γὰρ διὰ τούτου ἀπολογίαν τοῦ μὴ ἐπιχειρεῖν ἐμφαίνει τὸ πλῆθος ἐξαριθμούμενος. διὰ δὲ τοῦ ἄριστοι δηλοῖ ὅτι οὐ πρὸς ἰδιώτας, ἀλλὰ πρὸς πόλεις ὅλας ἐστὶν αὐτῷ ὁ ἀγών. ὅπερ ἐπισημαίνεται καὶ διὰ τοῦ «Ἰθάκην κατακοιρανέουσιν,» ὥστε εἰκότως κρατεῖται.

Δουλιχίῳ νήσῳ κατὰ τὴν Κεφαλληνίαν. Ζακύνθῳ, νήσῳ καὶ αὐτῇ τῆς Κεφαλληνίας. Σάμῃ. τὴν Σάμον Σάμην εἶπε. ἔστι δὲ καὶ αὐτὴ κατὰ τὴν Κεφαλληνίαν. Σάμῃ τε τὴν Σάμον Σάμην καλεῖ. τρεῖς δὲ Σάμοι, Ἰωνικὴ, Κεφαλληνικὴ, Θρακική. Σάμος αὕτη κατὰ τὴν Κεφαλληνίαν.

στυγερὸν γάμον αὐτῇ στυγερὸν διὰ τὴν πρὸς τὸν Ὀδυσσέα πίστιν· ἢ Τηλεμάχῳ στυγερὸν, εἰ βούλοιτο ἰδεῖν ἄλλῳ συνοῦσαν τὴν μητέρα. ἡ ἐμὴ, φησὶ, μήτηρ οὔτε ἀπαρνεῖται τὸν στυγερὸν τῶν μνηστήρων γάμον τῶν βιαζόντων αὐτὴν, οὔτε τέλος αὐτῷ δίδωσι, τὸν ἱστὸν, ὃν ὡς ἐγγυητὴν ἐκείνοις δέδωκε, παρʼ ὅλην μὲν ἡμέραν ὑφαίνουσα, παρὰ δὲ τὴν τῆς ἡμέρας τελευτὴν ἐκλύουσα καὶ ἀφανίζουσα, ὡς μὴ πέρας λάβῃ τὸ ἔργον τὸ τοῖς μνηστῆρσιν αὐτοῖς καταθύμιον.

τάχα αὕτη ἡ λέξις οὐ τίθεται παρὰ τῷ ποιητῇ διστακτικῶς ὡς ἐν τῇ συνηθείᾳ, ἀλλʼ ἑκάστοτε ἀντὶ τοῦ ταχέως.

ἐπαλαστήσασα τὸ ἐπαλαστήσασα δηλοῖ τὸ ἐπὶ τοῖς λεχθεῖσιν ὡς ἀλάστοις καὶ δεινοῖς οὖσι δεινοπαθήσασα. ἐὰν δὲ ᾖ χωρὶς τοῦ ε, παλαστήσασα, ἔσται τῷ παλαιστῇ, ὅ ἐστι τῷ ἀγκῶνι τῆς χειρὸς, νύξασα. ἀναστενάξασα, δεινοπαθήσασα. ἢ μετὰ τῶν παλαμῶν τύψασα αὐτόν. Παλλὰς ἐπιθετικῶς ἡ Ἀθηνᾶ, ἀπὸ τοῦ πάλλειν τὸ δόρυ· ἢ ὅτι Πάλλαντα ἀνεῖλεν, ἕνα τῶν γιγάντων.

δεύει ἐν τῇ κατὰ Ἀριστοφάνην ἐγέγραπτο δεύῃ, ἵνʼ ᾖ πρὸς τὸν Τηλέμαχον ὁ λόγος, ἀλλὰ μὴ πολλοῦ δεῖ, καὶ τὸ πολλὸν συνάπτηται τῷ δεύῃ. μήποτε δὲ ἄμεινον ᾖ διὰ τοῦ εἰ γράφειν. καὶ ἔστιν οἷον τῆς ἀρχαίας γραμματικῆς ἕν τι καὶ τοῦτο τῶν ὑπολελειμμένων. ἦ πολλὸν δεύει ἐπὶ πολὺ λείπει τούτους τιμωρίαν ὑποσχεῖν. δεύει, ἐνδεῖ, λείπει.

εἰ γὰρ νῦν ἐλθών τὰ ἔπη ταῦτα ὅντινα ἔχει λόγον ζητοῦμεν τὸ «εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι σταίη ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτʼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε·» εἶτα μετʼ ὀλίγον «τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς.» ἄτοπος ἡ εὐχὴ τῆς Ἀθηνᾶς εὐχομένης, εἰ ἔλθῃ ὁ Ὀδυσσεὺς καὶ στῇ ἐν τοῖς μνηστῆρσι τερπόμενος, ἅπαντας ὠκυμόρους γενέσθαι. πῶς γὰρ ἦν φοβερὸς ὁ εἰς ποτὰ καὶ τέρψιν δείπνων τρέψας τὴν διάνοιαν; πῶς δὲ οὐκ ἄτοπον τῷ Μέντῃ μὲν ὡμοιωμένην τὴν Ἀθηνᾶν, τῷ Ἀγχιάλου παιδὶ, λεληθότως ἀσεβείας κατηγορεῖν τοῦ πατρός; εἰ γὰρ ὁ Ἶλος θεοὺς σεβόμενος τὸ θανάσιμον φάρμακον οὐκ ἔδωκεν, ὁ δοὺς Ἀγχίαλος ὁμολογουμένως ἂν εἴη ἀσεβής. τὸ μὲν πρῶτον ζήτημα οὕτως ἂν λυθείη. εὔχεται γὰρ αὐτὸν ἰδεῖν ἐν τοῖς μνηστῆρσιν ἔχοντα πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, τῇ ἡλικίᾳ καὶ τῇ τοῦ σώματος ῥώμῃ τοῖον ἐόντα, οἷον τὰ πρῶτα ἐνόησα παρὰ τῷ Ἀγχιάλῳ ξενιζόμενον. τὸ δὲ λέγειν, πίνοντά τε τερπόμενόν τε, οὐ τῆς εὐχῆς ἐστι μέρος, τῆς δὲ πρὸς τὸν Ὀδυσσέα πατρικῆς ξενίας ὑπόμνησις. ἐπεὶ γὰρ ὡμοίωται Μέντῃ καὶ ἠρώτηται ὑπὸ τοῦ Τηλεμάχου, «ἠὲ νέον μεθέπεις, ἢ καὶ πατρώϊός ἐσσι ξένος», καθόλου δὴ λέγει, «ξεῖνοι δʼ ἀλλήλοις πατρώϊοι εὐχόμεθʼ εἶναι». κατὰ μέρος δὲ ἐξηγεῖται, ὅτι ἐν οἴκῳ ἡμετέρῳ πολλάκις αὐτὸν εἶδον πίνοντά τε τερπόμενόν τε. τὸ οὖν «τοῖος ἐὼν οἷόν μιν τὰ πρῶτʼ ἐνόησα οἴκῳ ἐν ἡμετέρῳ» οὐκ ἔχει ἀναφορὰν πρὸς τὸ «πίνοντά τε τερπόμενόν τε,» ἀλλὰ πρὸς τὸ τῆς ἡλικίας ῥωμαλέον, οἷος ὤφθη ἐλθὼν τότε. καὶ ἔστι τὸ ἑξῆς, εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεὺς, ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε, πάντες τʼ ὠκύμοροι γενοίατο πικρόγαμοί τε. ἐνθάδε μὲν οὖν τοιούτου ὀφθησομένου χρεία· ἐπὶ δὲ οἴκῳ τῷ ἡμετέρῳ ἐνόησα πίνοντά τε τερπόμενόν τε. ἐν πρώτῃσι θύρῃσι ἐν αὐταῖς ταῖς πρώταις ταῖς αὐλείαις θύραις. προοικονομεῖ πόθεν ἔσται ἡ μνηστηροκτονία.

πίνοντά τε τερπόμενόν τε τὸν ἀγαθὸν πᾶς δείκνυσι καιρὸς, οἷος ἂν ᾖ ἐν τοῖς ἔργοις.

ἐξ Ἐφύρης Κορίνθου. ἔστι καὶ ἑτέρα πόλις Ἐφύρη ἡ λεγομένη Βαγνετία. πόλις Θεσπρωτίας. δύο δέ εἰσιν, ἥ τε Θεσπρωτικὴ ἡ νῦν καλουμένη Κόρινθος ἡ τῆς Ἤλιδος, καὶ ἡ κατὰ τὴν Ἤπειρον. πόλεως Θεσπρωτίας. Ἐφύραι δὲ τρεῖς εἰσιν, ἥ τε Θεσπρωτικὴ, ἡ νῦν Κόρινθος, καὶ ἡ τρίτη Ἤλιδος. Ἴλου Ἰάσων ἅμα τῇ Μηδείᾳ ἐν Ἐφύρᾳ τῆς Θεσπρωτίας παραγενόμενος ἴσχει Φέρητα, οὗ ὁ Ἶλος, οἵτινες ἐβασίλευσαν Θεσπρωτίας, ὡς ἱστορεῖ Ἀπολλόδωρος ὁ Ἀθηναῖος· διὸ φαρμάκων ἐστὶν ἔμπειρος. Ἴλου τινὲς Ἴρου γράφουσιν, ἐπεὶ καὶ Πρόξενος ἐν Ἠπειρωτικοῖς Ἶρόν φησι Μερμέρου παῖδα. ἀνωτέρω μὲν γράψαντες λελύκαμεν τὸ τοῦ, σταίη πήληκα καὶ δύο δοῦρε, ὅπερ ἐστὶ τὸ πρῶτον ζήτημα. νῦν δὲ σκοπήσωμεν πῶς καὶ τὸ δεύτερον τὸ τοῦ, παρʼ Ἴλου Μερμερίδαο. καί φαμεν οὑτωσὶ λύοντες ὅτι ἀμφοτέρω εἶχον τὸ θανάσιμον φάρμακον, ὅ τʼ Ἶλος καὶ ὁ Ἀγχίαλος· καὶ εἰ ἦν ἀσεβὲς τὸ διδόναι, ἀσεβὲς ἦν καὶ τὸ κεκτῆσθαι· εἰ δὲ μὴ ἀσεβὲς τὸ κεκτῆσθαι, οὐδʼ ἀσεβὲς τὸ διδόναι. ἀλλʼ ὁ μὲν Ἶλος οὐκ ἔδωκε, τοὺς θεοὺς φάμενος εὐλαβεῖσθαι, ὁ δὲ Ἀγχίαλος ἔδωκεν, οὐδὲ εὐλαβήθη πρὸς τὴν δόσιν, ὅτι οὐδὲ τὴν κτῆσιν. οὔτʼ οὖν αὐτὸς οὔτε ὁ Ἶλος τοὺς θεοὺς εὐλαβήθησαν, ἀλλʼ ὁ μὲν εἰς τὰς ἑαυτοῦ ἀνάγκας οὐκ ᾤετο εἰ ἐκέκτητο ἀσεβεῖν, τὸ δὲ ἄλλοις διδόναι πλημμέλειαν ἔχειν· ὁ δʼ Ἀγχίαλος τὸ δοῦναι Ὀδυσσεῖ φίλῳ ὄντι, ὃν ἴσον ἑαυτῶν τιμᾶν τις ἐχρῆν, οὐκ ᾤετο πλημμελὲς εἶναι. ὧν γὰρ ἡ κτῆσις οὐκ ἄδηλος οὐδὲ ἡ τούτων μετάδοσις πλημμελὴς, εἰ φίλοι εἶεν οἱ λαμβάνοντες· καὶ ὧν ἡ κτῆσις εἰς τὰς ἀνάγκας οὐκ ἀσεβὴς, τούτων ἡ μετάδοσις τοῖς ἄγαν φίλοις οὐ νεμεσητή. διὸ τῷ μὲν Ἴλῳ οὐ μεταδόντι ἀπολογία, ὅτι μὴ ἄγαν αὐτὸν εἶχε φίλον, τῷ δὲ Ἀγχιάλῳ μεταδιδόντι οὐδεμία ἀσέβεια· φιλέεσκε γὰρ τὸν Ὀδυσσέα αἰνῶς.

καὶ κεῖσε ἐκ πλήρους ὁ καί σύνδεσμος.

φάρμακον διζήμενος προκατεσκεύασεν, ἵνα μὴ ζητῶμεν πῶς ἀπὸ μιᾶς πληγῆς ἀναιροῦνται οἱ μνηστῆρες. ὄφρα οἱ εἴη γρ. ἤν που ἐφεύροι. Ζηνόδοτος, ὄφρα δαείη. ἐλέγχεται δὲ ἐκ τοῦ ἑπομένου «ἀλλὰ πατήρ οἱ δῶκεν.» οὐ γὰρ ἕπεται τὸ διδάσκειν τῷ δοῦναι, ἀλλʼ ἡ χρῆσις τῇ δόσει παρέπεται.

ἰοὺς χρίεσθαι ἐζήτηται πῶς ἐν τῇ Ἰλιάδι οὔτε τοὺς ἥρωάς φασι χριστοῖς χρῆσθαι βέλεσι· τῶν γὰρ τοξευθέντων πολλοὶ σώζονται· οὔτε τὸν Ὀδυσσέα τόξῳ χρῆσθαί φασιν. ἀμέλει ἐν τῇ Δολωνείᾳ παρὰ Μηριόνου κίχραται τόξον καὶ πάλιν «τὸ δʼ οὔποτε δῖος Ὀδυσσεὺς ἐρχόμενος πόλεμόνδε ᾑρεῖτο» ἐν δὲ τῇ Ὀδυσσείᾳ καὶ περὶ τῶν χριστῶν ἰῶν φησι, καὶ «αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθʼ ἐκ νηῶν»· καὶ «εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι». δῆλον οὖν ὅτι προκατασκευάσματα τῆς μνηστηροκτονίας εἰσὶ καὶ τοῦ λέγειν, «ὄφρα μὲν αὐτῷ ἀμύνεσθαι ἔσαν ἰοὶ, τόφρʼ ὅγε μνηστήρων ἕνα γʼ αἰεὶ ᾧ ἐνὶ οἴκῳ βάλλε τιτυσκόμενος, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον». ἦν γὰρ τὸ βέλος οὐ μόνον διὰ τοῦ σιδήρου, ἀλλὰ καὶ διὰ τοῦ φαρμάκου ἀναιροῦν· ὅθεν οὐδὲ δέονται δευτέρας πληγῆς. Διὰ τί οὐδαμοῦ τῆς ποιήσεως χριστοῖς βέλεσιν εἶπε χρῆσθαι τοὺς πολεμίους εἴτε τοὺς πολεμοῦντας, ἀλλʼ οἱ πολλοὶ τῶν τοξευομένων διασώζονται καὶ τῶν Τρώων καὶ τῶν Ἑλλήνων, ὥσπερ Διομήδης μὲν καὶ τὸν πόδα καὶ τὸν ὦμον βληθεὶς, Εὐρύπυλος δὲ τὸν μηρὸν, Γλαῦκος δὲ τὴν χεῖρα; καὶ διὰ τί ἐν μὲν τῇ Ἰλιάδι οὐδὲ ὡς τόξῳ χρώμενον ποιεῖ τὸν Ὀδυσσέα, ἀλλʼ ὅτε ἐπὶ τὴν κατασκοπὴν ἐξορμᾷ σὺν Διομήδῃ «Μηριόνης δʼ Ὀδυσῆϊ δίδου βιὸν ἠδὲ φαρέτρην», ὡς ἂν μηδὲ τόξον ἔχοντι οἰκεῖον, ἐν μέντοι τῇ Ὀδυσσείᾳ «φάρμακον ἀνδροφόνον διζήμενον» ἀπελθεῖν πρὸ τοῦ ἀπόπλου τοῦ εἰς τὴν Ἴλιον αὐτόν φησιν «ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι» καὶ τυχεῖν ... παρὰ Ἀγχιάλου, «ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός» καὶ ὁμοίως αὐτὸν ἐν τῇ Ὀδυσσείᾳ τόξῳ χρώμενον ποιεῖ ἐν τῷ ἀπόπλῳ· λέγει γὰρ «αὐτίκα καμπύλα τόξα καὶ αἰγανέας δολιχαύλους εἱλόμεθʼ ἐκ νηῶν». αὐτός τε παρὰ τοῖς Φαίαξιν ὑπάρχων αὐχεῖ ἐφʼ ἑαυτοῦ λέγων «εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι, πρῶτός κʼ ἄνδρα βάλοιμι» καὶ τὰ ἑξῆς. ῥητέον οὖν ὅτι ταῦτα πάντα πρὸς κατασκευὴν τοῦ μεγίστου ἀγῶνος, τῆς μνηστηροφονίας, αὐτὸς μὲν γυμναζόμενος ἐν ... ἵνα φανῇ τηρῆσαι τὴν ἰδίαν ἕξιν· αὐχεῖ δὲ πάντων προφερέστατος εἶναι τῶν ἀνθρώπων ἵνα μὴ ἐξαίφνης οἰηθῶμεν τοξότην αὐτὸν ἄριστον ἐν τῇ μνηστηροφονίᾳ γενέσθαι. ἀπιθάνου δὲ ὄντος πάντας τοὺς τιτρωσκομένους εἰς ὁτιδήποτε οὖν μέρος τοῦ σώματος παραχρῆμα διαφθείρεσθαι, πεφαρμακευμένους προκατασκευάζει τοὺς ὀϊστοὺς, ἵνα συμβαίνῃ λέγειν αὐτῷ «βάλλε τιτυσκόμενος, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον». ὅταν οὖν τὰ βέλη ἐν τῇ Ἰλιάδι κοινοτέρως πικρὰ καὶ πευκεδανὰ λέγῃ καὶ ἐχεπευκῆ, πάντως διὰ τοῦ φαρμάκου κεχρῖσθαι ἀκουστέον· οὐδαμοῦ γὰρ τοῦτο ἐν τῷ Ἰλιακῷ πολέμῳ ἐπεσημήνατο, διὰ δὲ τὸ τὰς ἐξ αὐτῶν πληγὰς ἐπωδύνους οὔσας, καθὰ καὶ τὸν πόλεμον πευκεδανὸν ἔφη καταχρηστικῶς, ἐπώδυνον βουλόμενος ἐμφανίσαι «ἠέ ποθι πτολέμοιο μέγα στόμα πευκεδανοῖο»

ἐπεί ῥα θεούς φασὶ, καὶ πῶς αὐτὸς κέκτητο εὐσεβὴς ὤν; ἀλλʼ ὁ μὲν Ἶλος εἰς τὰς ἰδίας ἀνάγκας οὐκ ᾤετο τὴν κτῆσιν ἀσεβῆ. θεοὺς αἰὲν ἐόντας δόξαι φέρονται περὶ τοῦ κόσμου, ὧν ἡ μὲν γενητὸν καὶ φθαρτὸν τοῦτον ὑποτίθεται, ἡ δὲ γενητὸν μὲν, ἄφθαρτον δέ· ἡ δὲ ἀγένητον μὲν, φθαρτὸν δέ· ἡ δὲ ἀγένητον καὶ ἄφθαρτον, ἧς δόξης φαίνεται εἶναι καὶ Ὅμηρος· διὸ καὶ τοὺς θεοὺς, ἤτοι τὰ στοιχεῖα, αἰὲν ἐόντας λέγει.

φιλέεσκε γὰρ καὶ οἶδεν ὅτι κατʼ ἐχθρῶν χρήσεται.

θεῶν ἐν γούνασι ταῖς τῶν ἀστέρων κινήσεσιν, ἀπὸ μεταφορᾶς τῶν γονάτων. ἀπὸ γὰρ τῆς τῶν ἀστέρων κινήσεως γίνονται τοῖς ἀνθρώποις τὰ εἱμαρμένα.

ἤ κεν νοστήσας καλῶς εἰς ἀμφιβολίαν κατέστησεν ἐπεγείρουσα τὸ μειράκιον. δῆλον δὲ ἐκ τῆς ἐπιφορᾶς, σὲ δὲ φράζεσθαι ἄνωγα, δηλονότι μὴ περιμένοντα ἐκεῖνον.

ὅππως καὶ μνηστῆρας ἀπώσεαι τὸ τὴν Ἀθηνᾶν παροτρύνειν τὸν Τηλέμαχον εἰς ἀποσόβησιν τῶν μνηστήρων οὐκ ἄλλο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως ὁ Τηλέμαχος παρωτρύνθη τοὺς μνηστῆρας ἀποσοβῆσαι.

αὔριον ψιλωτέον τὸ αὔριον· ἡ γὰρ αυ δίφθογγος πρὸ συμφώνου ψιλοῦται, αὐλός, αὔρα· αὔω τὸ φλογίζω· αὕω δὲ, τὸ ξηραίνω, δασύνεται. εἰς ἀγορὴν ἵνα ἔχῃ μαρτυροῦ τὸ πλῆθος τῇ ἐκείνων δικαίᾳ κολάσει.

μητέρα δʼ εἴ οἱ τῇ ἀρχαίᾳ συνηθείᾳ ἐγέγραπτο ἀντὶ τοῦ τοῦτο ἀγνοήσας τις προσέθηκε τὸ α. ἢ δεῖ ὑποστίζειν εἰς τὸ μητέρα καὶ μιμεῖσθαι τὸν διασκεπτόμενον. τὸ μὲν ἀκόλουθον ἦν οὕτως· μητέρα δὲ, εἴ οἱ θυμὸς ἐφορμᾶται γαμέεσθαι, ἀπόπεμψον εἰς μέγαρον πατρός· ἡ δὲ ἐσχημάτισε τὸν λόγον, τὴν δὲ μητέρα εἰ αὐτῇ ἐφορμᾶται ὁ θυμὸς γαμεῖσθαι, αὐτὴ ἀπίτω ἐς τὸ μέγαρον. οὐ γὰρ ἂν ἑτοίμως ἐδέξατο ὁ νεανίσκος ἐκδιῶξαι τὴν μητέρα. μήτηρ μὲν Πηνελόπης Ἀστεροδία, ἀδελφοὶ δὲ Πολύμηλος, Δαμάσικλος καὶ Λαοδίκη ἡ ἀδελφὴ αὐτῆς.

ἄψ ὀπίσω· καὶ ἀποκοπῇ τοῦ ω ὄπις, καὶ συγκοπῇ τοῦ ι ὄπς, καὶ τροπῇ τοῦ ο εἰς α, καὶ τοῦ π καὶ ς εἰς ψ, ἄψ. ἐπίρρημα συντακτικὸν καὶ καιροῦ παραστατικὸν, πάλιν, εἰς τοὐπίσω, καὶ ἐκ δευτέρου. μέγα δυναμένοιο ἐν τῷ γάμῳ τῆς θυγατρὸς, οἷον πολλὴν οὐσίαν ἔχοντος καὶ μέγα ἰσχύοντος εἰς τὸ ἐκδοῦναι. ἕδνα δὲ λέγει τὰ ὑπὸ νυμφίων διδόμενα παρὰ τὸ ἕδραν καὶ παραμονὴν προξενεῖν τῇ νύμφῃ. τὰ δὲ ὑπὸ πατέρων κειμήλια· ἕδνα τὰ διδόμενα δῶρα ὑπὸ τοῦ γαμοῦντος τῇ γυναικί· φερναὶ δὲ τὰ ὑπὸ τῆς γυναικὸς, παρὰ τὸ φέρειν εἰς εὐνήν. δασύνεται τὸ ἕεδνα ὡς τὸ ἕεργον.

οἱ δὲ γάμον συνεκδοχικῶς οἱ περὶ τὸν πατέρα καὶ τὴν μητέρα Ἀστεροδίαν. ἀδελφοὶ δὲ αὐτῆς Πολύμηλος, Ἀμάσικλος καὶ Λαοδίκη. ἔεδνα ἀπὸ τοῦ ἥδω, τὸ εὐφραίνω, τὰ ἡδονὴν ἐμποιοῦντα. δῶρα τὰ διδόμενα ὑπὸ τοῦ γαμοῦντος τῇ γαμουμένῃ. εἴρηται δὲ τὰ ἔεδνα τὰ τὴν ἕδραν καὶ παραμονὴν προξενίζοντα τῇ νύμφῃ.

ἕπεσθαι ἀκολουθεῖν.

σοὶ δʼ αὐτῷ τὰ μὲν γὰρ πρῶτα περὶ τῆς κτήσεως ἦν καὶ τῶν μνηστήρων καὶ τῆς μητρὸς, τὰ δὲ ἑξῆς πρὸς αὐτὸν μόνον, ὅσα ἔμελλεν ὠφεληθήσεσθαι ἐκ τῆς ἀποδημίας συντυχὼν τοῖς πρεσβυτέροις ἀνδράσι. οὗτος δὲ ὁ στίχος ἐν τῇ κατὰ Ῥιανὸν οὐκ ἦν.

ὄσσαν τὴν ἐκ θεῶν κληδόνα.

ἐκ Διὸς τὰς γὰρ φήμας εἰς Δία ἀναφέρουσιν. ὅθεν καὶ πανομφαίου Διὸς ἱερὸν, εἰς ὃν πᾶσα φήμη καὶ κληδὼν ἀναφέρεται· ὄσσαν δὲ τὴν ἐκ θεῶν κληδόνα περὶ ἀγνοουμένων εἰώθασι καλεῖν. κληδόνα καὶ φήμην περὶ ἀγνοουμένων. νῦν κληδόνα, τουτέστι κλέος καὶ δόξαν.

πρῶτα μὲν ἐς Πύλον πέμπει αὐτὸν παιδευθησόμενον, καὶ ἅμα ἔνδοξον ἐσόμενον, ἐπεὶ διὰ πατέρα ἀπεδήμησεν. πέμπει αὐτὸν παιδευθησόμενον παρὰ τὸν Νέστορα· οὗτος γὰρ εἶχε τὴν ἀπὸ γήρως ἐμπειρίαν· εἶτα εἰς Σπάρτην πρὸς Μενέλαον· οὗτος γὰρ ἀπὸ τῆς ὀκταετοῦς πλάνης ἐπανεληλύθει νεωστί· κοινῶς δὲ δοξασθησόμενον διὰ τὴν ἀναζήτησιν τοῦ πατρός. τῆς Ὀδυσσείας οὐκ ἐχούσης ἐξ αὑτῆς ποικιλίαν ἱκανὴν, τὸν Τηλέμαχον ἐξελθεῖν εἰς Σπάρτην καὶ Πύλον ποιεῖ, ὅπως ἂν τῶν Ἰλιακῶν ἐν παρεκβάσεσι πολλὰ λεχθείη διά τε τοῦ Νέστορος καὶ τοῦ Μενελάου. παιδευθησόμενον αὐτὸν ὡς Νέστορα πέμπει. περὶ δὲ τῆς ἀποδημίας Τηλεμάχου εἴπομεν εἰς τὸ «πέμψον δʼ ἐς Σπάρτην τε», καὶ νῦν δὲ λεκτέον ὡς ὑπόθεσιν αὐτὴν πεποίηκεν ὁ ποιητὴς ποικιλίας λόγων καὶ ἐξαλλαγῆς ἰδεῶν, ἵνα μὴ μονότροπος ᾖ τῆς ποιήσεως ὁ τρόπος. οὐκ ἀποδέχονται τινὲς τῆς Ἀθηνᾶς τὴν ὑποθήκην ἐκπεμπούσης Τηλέμαχον, ὅτε ἦν ἐν μεγίστοις κινδύνοις ἡ οἰκία, πρὸς τὴν ἄπρακτον ζήτησιν τοῦ πατρὸς, τῶν μνηστήρων ἑτοίμων ὄντων καὶ βίαν προσφέρειν τῇ Πηνελόπῃ διὰ τὴν πολυχρόνιον μνηστείαν, τῆς δὲ οἰκίας οὐκ ἐχούσης τὸν προϊστάμενον ἄνδρα· καὶ ὅμως ὑπʼ αἰτίας οὔσης τῆς συμβουλῆς οὐκ ὀκνεῖ ἡ Ἀθηνᾶ λέγειν σοὶ δʼ αὐτῷ πυκινῶς ὑποθήσομαι, αἴ κε πίθηαι. ἐπαινοῦσα ὡς σοφὴν τὴν τοιαύτην παραίνεσιν. ἢ δεικτέον τὸ σοφὸν τῆς εἰς ἀποδημίαν ἀποστολῆς, ἢ ἀλόγου οὔσης ὑποθήκης ἄτοπος ὁ τοιαῦτα θεοῖς ἀνατιθεὶς νοήματα. φαίνεται τοίνυν Ὅμηρος ἀδύνατον νομίσαι ἄνδρα ὑπὸ γυναικὶ τεθραμμένον, εἰ καὶ σωφρονεστάτη εἴη, καὶ ἐν οἴκῳ κατακεκλειμένον πλήρει ὑβριστῶν ἀνθρώπων, ἐν θεραπαινίσι τε ἀσελγέσιν ἐναυξόμενον καὶ νήσῳ μικροπρεπεῖ καὶ ἀβασιλεύτῳ πολὺν χρόνον, κινδύνων τε ξενικῶν μὴ εἰληφότα πεῖραν, μηδὲ μετασχόντα ἀνδρῶν καὶ ἀγωνιάσαντα, ἐν ὅσαις ἀδημονίαις γέγονε Τηλέμαχος προσιέναι μέλλων Νέστορί τε καὶ Μενελάῳ καὶ Ἑλένῃ· φαίνεται οὖν μήτοι ἂν δυνηθῆναι νομίσαι ἀρετῆς ἄλλως πως μετασχεῖν· διὸ πρόφασιν μὲν ἔχει ἡ ἀποδημία περὶ ἐξετάσεως τοῦ πατρὸς, σκοπὸς δέ ἐστι τῇ συμβουλευούσῃ Ἀθηνᾷ παίδευσις, ἀφʼ ἧς ἤμελλεν ἔσεσθαι ὃ προὔθετο μάλιστα ἡ θεός· καὶ ἐρεῖ πέμψω δʼ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα, νόστον πευσόμενον πατρὸς φίλου, ἤν που ἀκούσῃ, ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν. εἰ μὲν ἡ πρόφασις ἐξέτασιν εἶχε πατρὸς ἐπανόδου, σκοπὸς δʼ ἦν ταύτης παίδευσις, ἀφʼ ἧς τὸ κλέος ἐν ἀνθρώποισι γίνεται, εἴη ἂν θεία ἡ παραίνεσις καὶ τῇ Ἀθηνᾷ πρέπουσα, μένων δʼ ἐν Ἰθάκῃ ἀπαίδευτος ἢ τῶν μνηστήρων εἴχετο καὶ προὔδωκεν ἂν τὸν οἶκον, ἢ ἐπιτιθέμενος αὐτὸς ἀπώλετο ἂν, μόλις τοῦ Ὀδυσσέως διʼ ὑπερβολὴν φρονήσεως καὶ ἐμπειρίας δυνηθέντος αὐτοῖς δολίως ἐπιθέσθαι, ἄξιός τε οὐκ ἂν τοῦ πατρὸς ἐγένετο μή τί γε παρὰ τῶν συστρατευσάντων πυθόμενος περὶ τῶν ἐκείνου πράξεων· διὸ καὶ συνεῖναι αὐτῷ ἐλθόντι κωλυόμενος πεπαίδευται ἤδη, καὶ οἶδε πῶς προσενεχθῇ τῷ πατρὶ ἀφʼ ὧν ἀκήκοε περὶ αὐτοῦ διηγημάτων. τόν τε περὶ τῆς μητρὸς φόβον καὶ ὅλως τῶν περὶ τοῦ οἴκου τὸ μέν τι ἡ Πηνελόπη ἐξέλυσεν ἱκανὴ οὖσα περιγενέσθαι τῷ φρονήματι τῆς τῶν μνηστήρων ἀνοίας, τὸ δέ τι καὶ ἡ Ἀθηνᾶ ἠσφαλίσατο, τὸν δῆμον ἐπαναστῆναι συμβουλεύσασα κατὰ τῶν μνηστήρων διὰ τῆς κατὰ τὴν ἐκκλησίαν ὧν δρῶσιν εἰς τὴν οἰκίαν μηνύσεως ἐξ οὗ Ὀδυσσεὺς δῖος ἔβη κοίλῃς ἐνὶ νηυσὶν, οὐδέποθʼ ἡμετέρη ἀγορὴ γένετʼ οὐδὲ θόωκος. ὥστε πῶς ἔλαβε τὸ μέγεθος τῆς τῶν μνηστήρων ἀδικίας, καὶ δημηγορήσαντος Τηλεμάχου τοσαύτη ἐπιστροφὴ γίνεται ὥστε ἐπειπεῖν ὡς οἶκτος δʼ ἕλε λαὸν ἅπαντα. καὶ φοβηθέντας τοὺς μνηστῆρας λέγεινΤηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, ποῖον ἔειπας ἡμέας αἰσχύνων, ἐθέλεις δὲ καὶ μῶμον ἀνάψαι, καὶ ἄλλους δʼ ἐπὶ τῆς ἐκκλησίας φάναιπολλοῖσι δὲ καὶ ἄλλοισι κακὸν ἔσται, οἳ νεμόμεσθʼ Ἰθάκην εὐδείελον, ἀλλὰ πολὺ πρὶν φραζώμεσθʼ ὥς κεν καταπαύσομεν, ἠδὲ καὶ αὐτοὶ παυέσθων· καὶ γάρ σφιν ἄφαρ τόδε λώϊόν ἐστι· ἡ δὲ πρόφασις ἐν τῇ ἐκκλησίᾳ ῥηθεῖσα τῆς ἀποδημίας οὐδὲν καινοτομεῖ τί γάρ φησιν;ταῦτα μὲν οὐδʼ ὑμέας ἔτι λίσσομαι οὔδʼ ἀγορεύω ἤδη γὰρ τάγʼ ἴσασι θεοὶ καὶ πάντες Ἀχαιοί. ἀλλʼ ἄγε μοι δότε νῆα θοήν. καὶ εἰπὼν τὴν αἰτίαν διʼ ἣν ἀποπλεῖν μέλλει ἐπάγει εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, ἦ τʼ ἂν τρυχόμενος περ ἔτι τλαίην ἐνιαυτόν καὶ τὰ ἑξῆς. οὕτως τοίνυν ἡ ὑπόθεσις ὡς καὶ αὐτῶν ἐπὶ συμφέροντι γενομένης τῆς ἀποδημίας πεπεῖσθαι δοκούντων ὅτι τέθνηκε, καὶ πρῶτα μὲν ὅτι οὐκ ἀποδημήσει ἐλπιζόντων, ἔπειτα δʼ εἰ καὶ ἐκτελέσειε τὴν ὁδὸν, ὅτι πεισθήσεται ὅτι τέθνηκεν αὐτῷ ὁ πατὴρ, πεισθεὶς δὲ τὴν μητέρα ἐκδώσει, μηδὲν ἐγχειρεῖν ἐποίει τῶν ἀτόπων εἰς τὸν οἶκον· ἔπειτα δʼ οὐκ ἦν σκοπὸς βιάσασθαι τὸν γάμον· οἱ γὰρ ἄλλοι ἠμύναντʼ ἂν τὸν βεβιασμένον· ἀλλʼ ἀποκριθῆναι ὑπὸ τῆς μνηστευομένης τῶν γονέων αὐτὸς ἕκαστος ἠξίου, ἵνʼ οὕτως οἱ λοιποὶ παύσωνται τῆς μνηστείας. πολὺν δὲ χρόνον ἡ ἀποδημία λανθάνει τοὺς μνηστῆρας· αἰσθάνονται γὰρ ὁπηνίκα Νοήμων ὁ τὴν ναῦν χρήσας Τηλεμάχῳ πάρεστιν ἐρωτῶν αὐτοὺς περὶ τῆς ἐκείνου ἀπουσίας, καὶ φοβερὸς αὐτοῖς ἀποδημήσας γίνεται, ὡς βουλεύσασθαι περὶ τῶν καθʼ ἑαυτοὺς μᾶλλον ἢ περὶ τοῦ γάμου. ὥστε καὶ περιέσπασε μᾶλλον ἡ ἀποδημία εἰς ἄλλα ἀπὸ τῆς κατὰ Πηνελόπην βίας, ἐξεῖλε δὲ καὶ αὐτὸν ἀπὸ τῶν κινδύνων, οὓς πολλάκις ἂν ὑπέστη μετʼ αὐτῶν πάντα χρόνον διατρίβων. ὡς γὰρ τὰ τελευταῖα, ὅτε ἐπανῄει τε καὶ ἐπανῆλθεν, ἐπιβουλεύοντες διετέλουν, οὕτως ἂν παρόντι καθʼ ἡμέραν τὴν πεῖραν προσλαβόντες ἔδρασαν ἄν τι τῶν ἀνηκέστων. διὰ πάντων οὖν φαίνεται ἡ ἀποδημία ἀναγκαία καὶ κρείττων καὶ πολλῷ ἀσφαλεστέρα τῆς ἐν Ἰθάκῃ ἐκδιηγήτου μετὰ τῆς τῶν μνηστήρων διατριβῆς· τὸ γὰρ λέγειν ὅτι, ἵνα ἐντύχῃ τῷ πατρὶ κατὰ τοὺς ἀγροὺς, διὰ τοῦτο αὐτὸν ἡ Ἀθηνᾶ ἀποδημῆσαι πεποίηκε, ψεῦδος. καὶ γὰρ καὶ μὴ ἀποδημήσας ὑπερόριος, ἐν δὲ τοῖς ἀγροῖς γενόμενος, ἐνέτυχεν ἂν τῷ πατρί· καὶ οὐχ ἵνα ἐντύχῃ τῷ Ὀδυσσεῖ, ἀποδημῆσαι αὐτὸν πεποίηκεν ἡ Ἀθηνᾶ, ἀλλὰ μᾶλλον ἐκ τῆς ἀποδημίας διὰ τοῦτο θᾶττον εἰς τὴν πατρίδα ἐπανήγαγεν.

κεῖθεν δʼ ἐς Σπάρτην τε πῶς εἰς Σπάρτην ἐλθὼν οὐ συντυγχάνει Ἰκαρίῳ; ἢ ἐπεὶ καθʼ Ὅμηρον ἐν Ἰθάκῃ οἰκεῖ· ἢ ἀπέχθονται αὐτῷ αὐτός τε καὶ ἡ μήτηρ ὡς ἀναγκάζοντι αὐτὴν γαμηθῆναι, ὡς αὐτήν φησι «μάλα δʼ ὀτρύνουσι τοκῆες γήμασθαι»

εἰ δέ κε τεθνειῶτος ἐναντίον τοῖς προειρημένοις ὅπου μαντεύεται τὴν παρουσίαν αὐτοῦ. ἀναγκαίως ποικίλας ἐκφέρει τὰς γνώμας, ὑπὲρ τοῦ μὴ πάντα προσανέχειν αὐτὸν τῇ Ὀδυσσέως παρουσίᾳ. τεθνηῶτος διὰ τοῦ η.

χεῦσαι γρ. χεῦσαι. γρ. δὲ οὕτως, χεῦσαι καὶ κτερεΐξαι, ἀπαρέμφατα δεχόμενα τὸ προαιρετικὸν ῥῆμα ἀπάξω, θέλησόν τι ποιῆσαι χεῦσαι, καὶ θέλησόν τι ποιῆσαι κτερεΐξαι, καὶ ἄλλως τὸ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ. κτερεΐξαι γρ. κτερέϊξον. κτερέϊξον τὰ κάτω τῆς ἔρας νενομισμένα τοῖς νεκροῖς ἐπιτάφια, ἢ τὰ ἐναγίσματα, ἢ καθάρματα. κυρίως δὲ τὰ ἐπὶ τοῖς κτεινομένοις ἐντάφια, ἀπὸ τοῦ ἱκετήριόν τι εἶναι.

φράζεσθαι γενναίως χρῆται τῇ συμβουλῇ. οὐ γὰρ σπείσασθαι τοῖς μνηστῆρσιν αὐτὸν ἀξιοῖ καὶ τέρπεσθαι τοῖς ἰδίοις ὅπως οἱ πολλοὶ ὑπʼ ἀργίας συμβουλεύειν εἰώθασιν, ἀλλὰ τιμωρίαν παρὰ τῶν ἀδικησάντων λαβεῖν.

νηπιάας ὀχέειν ἀφροσύνας φέρειν, ἐπεὶ οὐκέτι τοιοῦτος εἶ εἰς τὸ νηπιάας ὀχέειν, ἢ τὰ νέων φρονεῖν καὶ φέρειν· ἢ ὀχεῖσθαι ὑπὸ τῆς νεότητος, τουτέστιν ἄφρων εἶναι. τηλίκος τηλικοῦτος, μικρὸς, ἀνήλικος, πάνυ νέος. ἐσσί τὸ ἐσσί γίνεται ἐκ τοῦ ἔω, ἐμί, ἔς. οὐδέποτε δὲ ῥῆμα μονοσύλλαβον βραχυκαταληκτεῖ πλὴν τοῦ θές, δός, ἕς. γίνεται δὲ προσθήκῃ τοῦ ἑτέρου σ, ἐσσ. ἐπεὶ δὲ πάλιν λέξις Ἑλληνικὴ οὐδέποτε καταλήγει εἰς δύο σύμφωνα τὰ αὐτὰ, προσθήκῃ τοῦ ι γίνεται ἐσσί.

ἢ οὐκ ἀΐεις ἐξ ὁμοίων ἡ προτροπή. καὶ οὗτοι γὰρ ὅσον ἐφʼ ἑαυτοῖς καὶ Πηνελόπην ἐμοίχευσαν καὶ τὴν βασιλείαν ἀφείλοντο. γνησίου δὲ νουθεσίας ἐστὶ σύμβολον ἡ μετὰ τὴν ἐπίπληξιν προτροπή.

Αἴγισθον οὐκ οἶδεν ὁ ποιητὴς τὸν Κλυταιμνήστρας ὑπὸ τοῦ παιδὸς μόρον. ὅς οἱ πατέρα ἄνευ τοῦ σ Ἀρίσταρχος, ὅ οἱ πατέρα. ἔκτα πολλοὶ συστέλλουσι τὸ α τοῦ ἔκτα, νομίζοντες ἀποκοπὴν εἶναι τοῦ ἔκτανε· ὁ δὲ Ἀρίσταρχος ἐκτείνει.

μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε αἰσχρὸν γὰρ τοῖς τῆς τύχης δώροις μὴ συνυπουργεῖν.

ἄλκιμος ἔσσο ταῦτα λοιπὸν εἰδυῖα τὸ φιλότιμον τῶν νέων λέγει.

καὶ ἐμῶν ἐμπάζεο μύθων διδασκαλικῶς ἐπιλέγει πάλιν περὶ τῶν αὐτῶν ἀντὶ τοῦ ἐπιστρέφου καὶ φρόντιζε.

ξεῖνʼ, ἤτοι μὲν ταῦτα φίλα μιμούμενος πατρικὸν ξένον ἐπιτιμήσει ἐχρήσατο. ὁ δὲ συνετῶς οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ χάριν ὁμολογεῖ.

κειμήλιον ἔσται ἐξ ἐμεῦ ἀντὶ τοῦ δοθήσεται παρʼ ἐμοῦ· καὶ οἱ ξένοι παρεῖχον, ὡς Βελλεροφόντης Οἰνεῖ τὸ δέπας.

διδοῦσι ἀπὸ τοῦ διδῶ. οἶδε δὲ αὐτοῦ τὴν κλίσιν ὁ ποιητής· «δῶρα μὲν οὐκέτʼ ὀνοστὰ διδοῖς»· οἶδε δὲ καὶ τὸ δίδωμι.

δῶρον δʼ ὅ τοι καί μοι γράφεται, ὅτι κεν μοι.

αὖτις ἀνερχομένῳ ὑποστρέφοντι ἐκ τῆς Ἰταλίας.

ἄξιον ἔσται ἀμοιβῆς ἀξίως ἀμείψεται, ἢ τοὐναντίον παρʼ ἐμοῦ καλὸν δῶρον λάβοις ἂν, ὥστε ἄξιον ἀμοιβῆς γενέσθαι. καὶ γὰρ οἱ ξενισθέντες ἐδίδοσαν δῶρα· Βελλεροφόντης δὲ χρυσοῦν ποτήριον

ὄρνις δʼ ὡς ἀνόπαια εἶδος ὄρνιθος, ἢ ἀπὸ τοῦ ἄνω πέτεσθαι, ἢ ἀπὸ τοῦ ἄνω ἔχειν τοὺς ὦπας. ἢ διὰ τὸ ὡς ὄρνις ταχέως ὁρμῆσαι. καὶ Ἀρίσταρχος δέ φησιν ὄνομα ὀρνέου ἡ ἀνόπαια, ὡς «φήνῃ εἰδομένη». ἔνιοι δὲ ἀνὰ τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμούς. Ἄλλως. ὡς ὄρνις ὑψιπέτης ἡ τὰ ἄνω παίουσα, ἢ ἀνὰ τοὺς ὦπας ὁρμῶσα· ἢ πανόπαια, ἵνʼ ᾖ ἡ χελιδών. Κράτης δὲ τὴν τετρημένην κεραμίδα. ὁ μὲν Ἀρίσταρχος ἀνόπαια προπαροξυτόνως ἀναγινώσκει ὄνομα ὄρνιθος λέγων, ὁ δὲ Ἡρωδιανὸς ἀνοπαῖα ἀντὶ τοῦ ἀοράτως, ἵνʼ ᾖ οὐδέτερον πληθυντικὸν, ὡς τὸ «πυκνὰ μάλα στενάχων»· διὸ καὶ προπερισπαστέον φησίν. οἱ δὲ, ἀνὰ ὀπὴν, ἣ καὶ καπνοδόχος καλεῖται. κακῶς δὲ ὁ Ἡρακλείδης φησὶν ἐν ταῖς ὁμοιότησι μὴ ἐπιφέρεσθαι τῷ ὄρνις τὸ κύριον· ἔλαθε γὰρ αὐτὸν τὸ «ὄρνιθι λιγυρῇ ἐναλίγκιος» ἢ ἅρπῃ εἰκυῖα. εἶδος ὀρνέου· ἢ διὰ τῆς ὀπῆς· ἢ ἀόρατος, διὰ τὸ ὡς ὄρνις ταχέως ὁρμῆσαι. καὶ Ἀρίσταρχος δέ φησιν ὄνομα ὀρνέου ἡ ἀνόπαια, ὡς «φήνῃ εἰδομένη.» ἔνιοι δὲ ἀνὰ τοὺς ὦπας, ὅ ἐστι τοὺς ὀφθαλμούς. Ἄλλως. οἱ μὲν ἀντὶ τοῦ, ταχέως ὥρμησεν· ἔστι γὰρ εἶδος ὀρνέου· οἱ δὲ προπαροξυτόνως ἀντὶ τοῦ ἀοράτως. οἱ δὲ ἀντὶ τοῦ, ἀπὸ τῆς καπνοδόχου, ἣν ὀπὴν λέγουσι Φωκεῖς. ἔνιοι δὲ ἀνὰ τοὺς ὦπας ὅ ἐστι τοὺς ὀφθαλμούς.

θῆκε μένος τὸ μένος ἐπὶ ψυχικῆς προθυμίας λαμβάνεται, τὸ δὲ θάρσος ἐπὶ τῆς ἀνδρείας. διαφέρει δὲ θάρσος θράσους. τὸ μὲν γὰρ θάρσος εὔλογόν ἐστι παράστημα τῆς ψυχῆς, τὸ δὲ θράσος τοὐναντίον. ἔθηκε δὲ εἰς τὴν ψυχὴν τοῦ Τηλεμάχου μένος καὶ προθυμίαν τῆς τοῦ πατρὸς ἀναψηλαφήσεως καὶ τοῦ φόνου τῶν μνηστήρων νῦν παρὸ πρότερον.

αὐτίκα καλῶς τὸ αὐτίκα· οὐ γὰρ ἔδει ἐγχρονίζοντα παρέχειν αὐτοῖς ὑποψίαν τῆς συνουσίας τοῦ ξένου.

ἀοιδὸς οὗτος ὁ ἀοιδὸς ἀδελφὸς ἦν Χαριάδου τοῦ Κλυταιμνήστρας ᾠδοῦ, συνάρας ἀπὸ Λακεδαίμονος Πηνελόπῃ.

εἵατʼ ἀκούοντες δασυντέον τὸ εἵατο· ἕατο γάρ ἐστι. τὸ δὲ ἰῶτα προσελθὸν τηρεῖ τὸ αὐτὸ πνεῦμα, ἕως εἵως, ἕνεκα εἵνεκα. οὐδὲ μάχεται τὸ εἵλως παρὰ τὸ ἕλος γεγονός. οὐ γὰρ δισσὸν τὸ τῆς χρήσεως, οὐδὲ ἔστι τις ἕλως, ἀλλʼ αὐτόθεν παρὰ τοῦ ἕλος ἐσχηματίσθη ποιητικῷ πλεονασμῷ.

ἐπετείλατο φησὶν ὅτι ἡ Ἀθηνᾶ προσέταξε τῷ Φημίῳ ἵνα τὸν ἐκ τῆς προνοίας νόστον τῶν Ἀχαιῶν εἰς οἰκείαν ἀοιδὴν ἔχῃ. οὐκ ἄλλο δὲ τοῦτο αἰνίττεται ἢ ὅτι Ἀθηνᾶ λέγεται ἡ φρόνησις, ὑπὸ δὲ τῆς οἰκείας φρονήσεως συνῆκεν ὁ Φήμιος τὸ ἀείδειν τὸν νόστον τῶν Ἀχαιῶν. ἀποροῦσι δέ τινες λέγοντες, διὰ τί ὁ Φήμιος τοῦτο ποιεῖ; καὶ ταῦτα τῆς Πηνελόπης ἐπὶ τῇ τοιαύτῃ ᾠδῇ δακνομένης. καὶ φαμὲν ὅτι οἰκονομικῶς ὁ Φήμιος τοῦτο ποιεῖ, ἵνα τῆς τοιαύτης ἀοιδῆς τοῦ Φημίου ἡ Πηνελόπη ἀκροωμένη τοῦ οἰκείου ἀνδρὸς μνημονεύῃ καὶ ἀποσοβῇ τοὺς μνηστῆρας. ἐπετείλατο ἐπετέλεσεν, οὐκ ἄρα Πινδαρικὴ λέξις τὸ τέλλεται δηλοῦν τὸ ἐπιτελεῖται, γίνεται, «φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριν τέλλεται,» ἀλλʼ οἶδεν αὐτὴν καὶ ὁ ποιητής. Καὶ ἄλλως. ἐπετείλατο ἀντὶ τοῦ ἐπετέλεσεν. ταῦτα δὲ ἦδε νουθετῶν τοὺς μνηστῆρας ἐκ τῶν περὶ Κασάνδρας καὶ Αἴαντος μὴ ὀρέγεσθαι ἀσεβῶν γάμων.

ὑπερωϊόθεν κωλύεται τὰ περὶ Ὀδυσσέως λέγειν ὁ ᾠδὸς, ἐπεὶ τάχα ἀκούσας ὁ Τηλέμαχος οὐκ ἂν ἀπεδήμησε, καὶ οἱ μνηστῆρες ἀπηλλάττοντο τῆς Πηνελόπης, οὕτω δὲ ἡ πᾶσα οἰκονομία τῆς ὑποθέσεως διελύετο.

Πηνελόπεια ὥσπερ ἐν ἀρχῇ τῆς Ἰλιάδος τὸ περιμάχητον πρόσωπον Ἑλένης ἐνεφάνισεν ἡμῖν ὁ ποιητὴς, οὕτω καὶ νῦν τὴν περιμάχητον σωφροσύνην Πηνελόπης. καὶ Ἑλένη γὰρ ἐπιφοιτᾷ τῷ ἀρίστῳ καὶ Ἀρήτη τοὺς Φαίακας οὐ φεύγει

κλίμακα δʼ ὑψηλὴν καὶ πῶς ἤρχετο πρὸς ἐραστάς; ἀλλʼ ἐνικᾶτο τῷ διὰ τῆς Ὀδυσσέως μνήμης πένθει, καὶ παύειν ἄλλως τὸν ᾠδὸν οὐκ ἐδύνατο. ἄλλως τε περὶ τὸν ἐχέφρονα πόσιν φιλόστοργον ἦθος ἀποδείκνυσι, τῶν ἐραστῶν ἕκαστον ἐκπαιδεύουσα πρὸς σωφροσύνην. οὐ γὰρ ἁπλῶς βιάσασθαι τὴν γυναῖκα τοῖς μνηστῆρσιν ὥριστο, ἀλλὰ νόμῳ γαμεῖν τὸν ἀρεσκόμενον αὐτῇ.

αἰτιᾶται ἐκ τῶν ἐπῶν τούτων Δικαίαρχος τὴν παρʼ Ὁμήρῳ Πηνελόπην ἡ δʼ ὅτε δὴ μνηστῆρας ἀφίκετο δῖα γυναικῶν, στῆ ῥα παρὰ σταθμὸν τέγεος πύκα ποιητοῖο ἄντα παρειάων καὶ τὰ ἑξῆς. οὐδαμῶς γὰρ εὔτακτον εἶναί φησι τὴν Πηνελόπην, πρῶτα μὲν ὅτι πρὸς μεθύοντας αὕτη παραγίνεται νεανίσκους, ἔπειτα τῷ κρηδέμνῳ τὰ κάλλιστα μέρη τοῦ προσώπου καλύψασα τοὺς ὀφθαλμοὺς μόνους ἀπολέλοιπε θεωρεῖσθαι. περίεργος γὰρ ἡ τοιαύτη σχηματοποιΐα καὶ προσποίητος, ἥ τε παράστασις τῶν θεραπαινίδων· ἑκάτερθεν εἰς τὸ κατʼ ἐξοχὴν φαίνεσθαι καλὴν οὐκ ἀνεπιτήδευτον δείκνυσι. φαμὲν οὖν ὅτι τὸ καθόλου ἔθος ἀγνοεῖν ἔοικεν ὁ Δικαίαρχος. σύνηθες γὰρ παρὰ τοῖς ἀρχαίοις τὰς ἐλευθέρας γυναῖκας εἰς τὰ τῶν ἀνδρῶν εἰσιέναι συμπόσια. μαρτυρία δὲ τούτων ἥ τε παρὰ τοῖς Φαίαξιν Ἀρήτη συνευωχουμένη τοῖς τοσούτοις κεκλημένοις εἰς τὸν γάμον δαιτυμόσι, καὶ Ἑλένη συνεστιωμένη νέοις ἐξελθοῦσι ξένοις περὶ τὸν Τηλέμαχον σαφῶς ἐδήλωσεν ὅτι παρθένοις μόνον ἦν αἰσχρὸν, ἥτʼ ἀέκητι φίλων πατρὸς καὶ μητρὸς ἐόντων ἀνδράσι μίσγηται πρίν γʼ ἀμφάδιον γάμον ἐλθεῖν· ταῖς δὲ γαμηθείσαις μὴ εἶναι αἰσχρόν. ἔθους οὖν ὄντος ταῖς γεγαμημέναις ἀναμίγνυσθαι τοῖς ἀνδράσι καὶ φαίνεσθαι ἐν τοῖς συμποσίοις, οὐδὲν ἄτοπον ἐλθεῖν τὴν Πηνελόπην, ἵνα παύσῃ τὸν ᾠδὸν, «ὃς Ἀχαιῶν νόστον ἄειδε λυγρόν.» τό τʼ αὐτουργεῖν ἐλευθέριον μάλιστα εἶναι ἐδόκει τοῖς παλαιοῖς, ὡς καὶ ἐπὶ πλυνοὺς μὴ ὄνειδος εἶναι τὰς τῶν βασιλέων ἀπιέναι θυγατέρας, καὶ εἰς ὑδροφορίαν καί τινας τοιαύτας ἰσοδουλικὰς τὰς νῦν ἀποβεβλημένας διακονίας. τῇδε καὶ τὸ παῦσαι ἄλλως οὐκ ἐνῆν τὸν ᾠδὸν μὴ αὐτῇ δεηθείσῃ καὶ μετὰ δακρύων ἱκετευούσῃ, οὐ γὰρ ἔπεισεν ἂν διʼ ἀγγέλων τοῦτο κελεύουσα· ὥστε ἡ μὲν παρουσία ἐκ τούτων οὐκ ἄτοπος, ἀλλὰ καὶ σωφροσύνην ἐμφαίνουσα· ἀεὶ γὰρ ἐβούλετο ὑπόμνησιν ποιεῖν τοῖς μνηστῆρσιν ὡς παρὰ γνώμην αὐτῆς ἡ μνηστεία καὶ ὁ γάμος ἀπεχθὴς, ἡ δὲ τοῦ ἀνδρὸς μνήμη ἀνεξάλειπτος. τὰ γὰρ τῆς ἐπιβουλῆς οὐχ ἡ κλῖμαξ ἄχρι τοῦ ὑπερῴου διεῖργεν, ἀλλʼ ἕκαστος τῶν μνηστήρων αὐτὸς κριθήσεσθαι νυμφίος ὑπολαμβάνων ἐκώλυε τὸν πέλας βίαιόν τι δρᾶν, ἵνα τῶν προκειμένων μὲν αὐτὸς μὴ σφαλῇ, ἐπιεικῆ δὲ πρὸς ἐκείνην ἐπιδείκνυσιν, ἵνα προκριθῇ· ὁ γὰρ σκοπὸς ἦν οὐ τὴν Πηνελόπην ὑβρίσαι, ἀλλὰ νόμῳ λαβεῖν γυναῖκα, καὶ κύριον ἁπάντων γενέσθαι τῶν ἐκείνης. πάντες οὖν πάντας διὰ ταύτην τὴν αἰτίαν φυλάξειν ἔμελλον· τὸ δὲ ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα οὐκ ἔτι τὸ αὐτὸ τῷ αὐτίκα δʼ ἀργεννῇσι καλυψαμένη ὀθόνῃσι ὡρμᾶτο· τὸ δὲ κρήδεμνον οὐκ ἦν προσώπου περίβλημα, ἀλλὰ κεφαλῆς, ὥς που φησὶ κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων, καλῷ, νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς. ὡς οὖν τὴν ἀπὸ τῆς κεφαλῆς καλύπτραν, ἣν κρήδεμνον ἔφη, ταῖς χερσὶν ἐφελκυσαμένη τὰ δάκρυα ἀποκαλύπτειν ἐβούλετο καὶ ἀποψᾶν τῷ κρηδέμνῳ τὰ δάκρυα. τὸ οὖν ἄντα παρειάων σχομένη λιπαρὰ κρήδεμνα οὐ τὴν περιβάλλουσαν δηλοῖ τὴν κεφαλὴν καὶ τὰς παρειὰς, μόνους τοὺς ὀφθαλμοὺς δεικνῦσαν, ἀλλὰ τὴν ἐφελκύσασαν ἀπὸ τῆς κεφαλῆς τὸ κρήδεμνον, καὶ γυμνώσασαν μὲν τὴν κεφαλὴν καὶ τὸ πρόσωπον δείξασαν, κρατοῦσαν δὲ ἐν ταῖς χερσὶ πρὸ τῶν παρειῶν τὰ δάκρυα, ὥσπερ καὶ Τηλέμαχος δακρύων τὴν χλαῖναν πρὸ τῶν ὀφθαλμῶν ἀνίσχει· διόπερ ἡ μὲν σχομένη εἴρηται, ὅτι ἑλκύσασα πρὸ τῶν ὀφθαλμῶν εἶχεν, ὁ δὲ ἀνασχεῖν, ὅτι κάτωθεν ἐπάρας πρὸ τῶν ὀφθαλμῶν ἐποίησεν. εἰ δὲ καλύπτει τὴν κεφαλὴν καὶ τὸ πρόσωπον, αἰδουμένη κλαίειν ἐπὶ τῶν παρόντων τοῦτο ποιεῖ, οὐχ ἑταιρίζουσα διὰ τῆς ἐπιτηδευτῆς. καὶ Ὀδυσσεὺς πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι κακκεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα· αἴδετο γὰρ Φαίηκας ὑπʼ ὀφρύσι δάκρυα λείβων. παυσαμένου μὲν τοῦ ᾠδοῦ δάκρυʼ ὀμορξάμενος κεφαλῆς ἀπὸ φᾶρος ἕλεσκεν· αὐτὰρ ὅτʼ ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν, ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος γοάασκεν. εἰ δὲ Ὀδυσσεὺς ἀνὴρ ὢν ᾐδεῖτο κλαίων φαίνεσθαι ἐν συμποσίῳ καὶ τὴν κεφαλὴν ἐκάλυπτε καὶ τὸ πρόσωπον, πῶς οὐκέτι μᾶλλον ἡ παρὰ αὐτῷ παίδευσις ....... αἰσχύνη ἐπὶ ἀνδρῶν οὐ σφόδρα καθεστηκότων. ἥ τε τῶν θεραπαινίδων κατάστασις ἦν μὲν ἐξ ἔθους ταῖς παλαιαῖς, ἐξαιρεῖ δὲ τὴν Πηνελόπην τῆς βλασφημίας ἡ προσθήκη· οὐ γὰρ ἐξ ἐκείνων ἕπονται τῶν μεγίστων «αἳ πᾶσαι ἀναιδείης ἐπέβησαν» ἀλλʼ ἀμφίπολος αὐτῇ κεδνὴ ἑκάτερθε παρέστη, τουτέστι σώφρων. τῇ οὖν περὶ τὰς θεραπαινίδας κοσμιότητι τὸ τῆς Πηνελόπης εἶδος διασαφεῖται.

πύκα πυκνῶς, ἐπιμελῶς, κατεσκευασμένως.

παρειάων σχομένη ἀμφιβολία «σχομένη,» ἀναπετάσασα ἢ καλυψαμένη. ἄντα παρειάων τὸ «ἄντα παρειάων σχομένη» οὐ πάρεργον, ἀλλὰ δηλαδὴ καθελοῦσα τῆς κεφαλῆς μετὰ χειρῶν εἷλε· καὶ ἄλλως παρʼ Ὀδυσσέως ἔμαθε κρύπτειν ἐν συμποσίοις τὸ δάκρυον. ἀλλʼ οὐδὲ τῆς στάσεως τῶν θεραπαινῶν ἡ κατάστασις· ὑποφαίνει γὰρ τῆς δεσποίνης τὴν κατάστασιν. τὸ δὲ ἄντα παρειάων οὐ πάρεργον οὐδὲ ἑτερορρεπές· ἀλλὰ πρὸ τῶν παρειῶν παρασχοῦσα, τουτέστι προκαλυψαμένη τῷ καλύμματι τοῦ προσώπου, φησὶν ὁ ποιητὴς, καὶ πρὸ τῶν λόγων σωφροσύνην αὐτῆς ἐκφαίνων. κρήδεμνα κρήδεμνον τὸ ἐπὶ τῆς κεφαλῆς περιβόλαιον, καρήδεμνον καὶ ἐν συλλήψει κρήδεμνον.

πολλὰ γὰρ ἔθος Ὁμηρικὸν ἀπὸ τοῦ γάρ ἄρχεσθαι. οἶδας τῷ οἶδας οὐκ ἐχρήσατο ὁ ποιητής. Ζηνόδοτος γράφει ᾔδεις, Ἀρίσταρχος δὲ οὐ δυσχεραίνει τῇ γραφῇ. ἐν οὐδενὶ γὰρ τῶν ποιήσεων ἐχρήσατο τῷ οἶδας· διὸ καὶ σημειωτέον τὸν στίχον.

ταύτης δʼ ἀποπαύεʼ ἀοιδῆς δέδιε γὰρ ἡ Πηνελόπη μὴ θάνατον Ὀδυσσέως ᾄσας ἀναπτερώσῃ τοὺς μνηστῆρας. τῆς τῶν Ἀχαιῶν ὑποστροφῆς καὶ τῆς τοῦ Ὀδυσσέως πλάνης. Ἀρίσταρχος μὲν ...

καθʼ Ἑλλάδα Ἑλλάδα τὴν Θεσσαλίαν φησί. Ἑλλὰς γὰρ πόλις Θεσσαλίας· «φεῦγον ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδα»

φθονέεις τινὲς φρονέεις γράφουσιν ἀντὶ τοῦ φρονεῖς, διδάσκεις. λαμβάνεται ἐπὶ τοῦ κωλύειν καὶ μέμφεσθαι. γράφεται δὲ καὶ φρονέεις ἀντὶ τοῦ συνετίζεις. ἐρίηρον ἀοιδὸν τὸν ἄγαν ἁρμόζοντα τὴν φωνὴν αὐτοῦ πρὸς τὸ μέλος τῆς κιθάρας.

ἀλφηστῇσιν ἐπινοητικοῖς, ἐφευρετικοῖς, ἀπὸ τοῦ ἀλφῶ, τὸ εὑρίσκω, ἀφʼ οὗ καὶ τὸ ἄλφα.

νεωτάτη ἀμφιπέληται περί τινων λέγεται συντελεσθῆναι.

ἐπιτολμάτω ὑπομενέτω. διὰ τῆς τόλμης ὑποφαίνει τὸ τοῦ πάθους μέγεθος.

οὐ γὰρ Ὀδυσσεὺς ὡς πεπαιδευμένος ὑπὸ τῆς Ἀθηνᾶς ἤδη καὶ συμβουλεύει τῇ μητρὶ, οὐκ ἐξαίρετον λέγων δυστυχεῖν τὸν πατέρα. τοιαῦτα δέ φησιν εἰς ῥαθυμίαν τοὺς μνηστῆρας προκαλούμενος, ὥστε μένειν ἀπαραφυλάκτως τὸν Ὀδυσσέα. ἄτοπον δὲ καὶ τὸν μὴ δυνάμενον τὰς πράξεις τῶν μνηστήρων κωλύειν ἀποτόμως τούτοις ἐπιτιμᾶν. ὑφʼ ἓν δέον ἀναγνωσθῆναι τὸν στίχον, οὐ γὰρ Ὀδυσσεὺς οἶος ἀπώλεσε νόστιμον ἦμαρ.

ἐν Τροίῃ πολλοὶ ἀδιαστόλως ἀναγνωστέον. ὁ γὰρ Ὀδυσσεὺς οὐκ ἐν Τροίᾳ ἀπώλετο.

ἀλλʼ εἰς οἶκον ἀθετοῦνται ἐνταῦθα· ἐπὶ δὲ τοῦ Ἕκτορος καλῶς ἐν τῇ ζʹ τῆς Ἰλιάδος ἐπὶ τοῦ Ἕκτορος εὐπρεπῶς εἶχον οἱ στίχοι πρὸς Ἀνδρομάχην καὶ ἐν τῇ τοξείᾳ τῶν μνηστήρων τινὲς οὖν ἀθετοῦσιν. ἐν δὲ ταῖς χαριεστέραις γραφαῖς οὐδʼ ἦσαν. ἀλλʼ εἰς οἶκον ἰοῦσα ὅσοι μεταγράφουσιν, ἀλλὰ σύ γʼ εἰσελθοῦσα, καὶ «ἡ μὲν θαμβήσασα πάλιν θάλαμόνδε βεβήκει,» λέγοντες ὡς ληρῶδες οἴκοι τὴν Πηνελόπην οὖσαν προστάσσεσθαι οἴκαδε ἀπελθεῖν, ἀγνοοῦσιν ὡς Ὅμηρος τὸν οἶκον ποτὲ μὲν καθολικῶς λαμβάνει, ἄλλοτε δὲ μερικῶς ἐπὶ τοῦ ἀνδρῶνος ἢ τῆς γυναικωνίτιδος, ὡς ἐκεῖ «σιγῇ δʼ ἐξ οἴκοιο Φιλοίτιος ἆλτο θύραζε, κλήϊσσεν δʼ ἄρʼ ἔπειτα θύρας εὐερκέος αὐλῆς» Ἀρίσταρχος δὲ ἀθετεῖ, ἄμεινον λέγων αὐτοὺς ἔχειν ἐν Ἰλιάδι καὶ ἐν τῇ τοξείᾳ τῶν μνηστήρων.

ἠλακάτην οὕτως μὲν αὐτὸ τὸ ἐργαλεῖον, ἠλάκατα δὲ τὰ ἔργα.

οἶκόνδε βεβήκει τὴν αἰφνίδιον σύνεσιν ἐκπλαγεῖσα τοῦ παιδός. τὸ δὲ «ἔνθετο θυμῷ» τὸ παιδευτικὸν ὅτι οὐ χρὴ εἴργειν τὴν τῶν λόγων δύναμιν.

μῦθον γρ. λόγον.

βλεφάροις βλέφαρον παρὰ τὸ αἴρεσθαι ἐν τῷ βλέπειν.

ὁμάδησαν ἐθορύβησαν κοινολογούμενοι περὶ τῆς Πηνελόπης, ὅτι συνετὴ γυνὴ, ὅτι εὔμορφος· ὅθεν Τηλέμαχος μὴ ἐνεγκὼν ἐξήλεγξε τὴν ὕβριν. ἐθορύβησαν· ὅμαδος γὰρ ὁ θροῦς. γίνεται δὲ ἀπὸ τοῦ ὁμοῦ ᾄδειν. διὰ τὴν Πηνελόπην ἐθορύβησαν οἱ μνηστῆρες, ὅτι συνετὴ γυνὴ καὶ φρόνιμος. ἀνὰ μέγαρα σκιόεντα τὰ μεγάλην ἀποτελοῦντα σκιὰν διὰ τὸ ὕψος. ἢ τὰ σκιώδη, τὰ κωλυτικὰ καύσωνος καὶ χειμῶνος, πρὸς ἀντιδιαστολὴν τῶν ὑπαίθρων οἰκημάτων, οἷα τῶν ἀσκεπῶν ἡλιακῶν.

κλιθῆναι ἤτοι μετὰ ταῦτα τοῦ κοιμηθῆναι ηὔξαντο, ἐπεὶ ἐθαύμασαν αὐτὴν ἰδόντες.

καλὸν ἀκουέμεν ἐστὶν ἀοιδοῦ μικρὸν ἀνῆκεν ὁ ἀοιδὸς καὶ εὐθέως πᾶσα ἀκοσμία. ἄμεινον οὖν ἡγεῖται τοῦ ἀοιδοῦ ἀκούειν αὐτοὺς ἢ παρέχειν αὐτοῖς σχολήν.

τοιοῦδʼ οἷος τοῦτο κατὰ τὸν Πυθαγόρου λόγον. ἐκεῖνος γάρ φησιν ὡς ἔξω γενόμενος τοῦ σώματος ἀκήκοα ἐμμελοῦς ἁρμονίας. θεοῖς ἐναλίγκιος ἢ ταῖς μούσαις, ἢ ταῖς τῶν ἀστέρων ἀπηχήσεσι.

ἀπηλεγέως ἀποτόμως, ἀπαγορευτικῶς, ἀφροντίστως. ἀπὸ τοῦ ἀπό καὶ τοῦ ἀλέγω τὸ φροντίζω.

ἐξιέναι μεγάρων προλέγων πολλάκις ἀναπολόγητον αὐτοῖς παρίστησι τὴν κατηγορίαν, ὡς καὶ τῷ Αἰγίσθῳ.

ἀμειβόμενοι ἐρχόμενοι κατὰ διαδοχὰς ἀλλήλων. ἐξ ἀναδοχῆς ἀλλήλους καὶ ἀμοιβῆς ὑποδεχόμενοι καὶ ἐσθίοντες. ἐκ διαδοχῆς ἀλλήλους καὶ ἀμοιβῆς ἀποδεχόμενοι εἰς τοὺς οἰκείους οἴκους, οὐκ εἰς τὸν ἐμόν. ἤγουν κατʼ ἀμοιβὴν ἀποδεχόμενοι καθʼ ἑκάστην ταῖς ἰδίαις κατασκηνώσεσι.

κείρετʼ ἐκ μεταφορᾶς τῶν ἵππων τῶν ἀπελθόντων ἐν χωραφίῳ καὶ κατανεμομένων τὰ ἐν αὐτῷ. ἐπιβώσομαι ἐπιβοήσομαι, κατὰ τροπὴν τοῦ ο καὶ η εἰς ω μέγα· ἐπιμαρτύρομαι, ἐπικαλέσομαι.

αἴκε πόθι Ζεὺς διχῶς, αἴκε καὶ εἴκε. αἱ δὲ χαριέστεραι διὰ τοῦ α. δῶσι ὡς «δῶσι πόλιν Τροίην» διαμερίζεται δῶ· τὸ δὲ σι κατʼ ἐπέκτασιν. παλίντιτα παλίντροπα, παλιντιμώρητα, τὰ εἰς τιμωρίαν ἀντιστρόφως εἰσπραττόμενα. ὑπὲρ ὧν ἐξ ἑτέρου τιμωρία γίνεται.

νήποινοι πολύπονοι· ἐκτὸς ἐκδικήσεως· ἤτοι ἀβοήθητοι, εἰρωνικῶς.

ὀδὰξ μετὰ τῶν ὀδόντων· ἀπὸ τοῦ δήκω, δήξω, δήξ καὶ δάξ, καὶ πλεονασμῷ τοῦ ο, ὀδάξ, ἤτοι δακόντες τὰ χείλη.

Ἀντίνοος πρῶτος τῶν μνηστήρων.

ὑψαγόρην μεγαλορρήμονα, ἐν τῷ λέγειν ὑπερήφανον. ἀπὸ τοῦ ὑψηλῶς ἀγορεύειν.

ἀμφιάλῳ περιρρεομένῃ πανταχόθεν ὑπὸ θαλάσσης. τῇ ἀμφοτέρωθεν ῥεομένῃ ἐν θαλάσσῃ.

εἴπερ μοι καὶ ἀγάσσεαι ἐν ἐνίοις γρ. νεμεσήσεαι. εἰ καὶ μέλλεις θαυμάζειν. Ἀντίνοε πῶς Ἀντινόου εἰπόντος «μή σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν, ὅ τοι γενεῇ πατρώϊόν ἐστιν,» ὁ Τηλέμαχος ὥσπερ τοὐναντίον ἀκούσας φησὶ «καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι;» εἰ μὲν γὰρ εἰρήκασι, βασιλῆά σε ποιήσειαν οἱ θεοὶ, ἀκόλουθον ἦν φάναι, «καί κεν τοῦτʼ ἐθέλοιμι,» ὡς καὶ αὐτοῦ ἐθέλοντος τὸν Δία δῆθεν πιστεῦσαι αὐτῷ τὴν βασιλείαν καὶ συνευχομένου· τῷ φαμένῳ δὲ, μὴ ποιήσειέ σε μηδὲ δοίη σοι ὁ θεὸς τὴν βασιλείαν, … ἀλλʼ οὐ τοὐναντίον ὅτι βασιλεῦσαι εὔχεται, ᾥπερ τί παραστῆσαι βούλεται ὁ Τηλέμαχος; ῥητέον οὖν ὅτι ἐστὶ τὸ «τοῦτο» δεικτικὸν, καὶ οὐ κοινῶς ἐπὶ τὸ προειρημένον ὑπὸ τοῦ Ἀντινόου ἀναφέρεται, ἀλλʼ ὅτι ἡ περίοδος τοῦ λόγου ἀνέστραπται. ἔστι γὰρ αὕτη «οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν, αἶψά τέ οἱ δῶ ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός· καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι·» ἢ σύ γε τοῦτο νενόμικας ἐν ἀνθρώποισι κάκιστον τετύχθαι, οὐδὲν ἦν ἄτοπον. οὕτω καὶ νῦν τοῦτον ἐχόντων τὸν τρόπον τῶν ἐπῶν, ἀνεστραμμένης τῆς περιόδου ἀκουστέον καί κεν τοῦτʼ ἐθέλοιμι Διός γε διδόντος ἀρέσθαι· ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; ἐπεὶ γὰρ ὡς ἐν εὐχῇ προήγαγε τὸν λόγον Ἀντίνους μὴ σέ γʼ ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλῆα Κρονίων ποιήσειεν, ἀπευχόμενος διὰ τὸ μῖσος τὴν τεῦξιν τῆς ἀρχῆς, Τηλέμαχος οὐχ ὡς ἐχθροῦ προσποιεῖται τὴν ἀπευχὴν τοῦ ἀγαθοῦ, ἀλλʼ ὡς φίλου ὄντος ἀπευχὴν τινὸς κακοῦ, οὐκ ἐλέγχων ὅτι ἐξ ἀπεχθείας πεποίηται τὴν τοῦ ἀγαθοῦ ἀπευχὴν ὁ Ἀντίνους, προσποιούμενος δὲ ὡς ἀπὸ φίλου γενέσθαι κακοῦ παραίτησιν διʼ εὐχῆς διορθοῦσθαι προσποιεῖται, ὅτι δὲ μὴ τοῦτο θέλει Διός γε διδόντος ἀρέσθαι, τὸ βασιλεῦσαι δηλονότι, ὃ σύ μοι ἀπηύξω κηδόμενος ἴσως ἐμοῦ· ἐπερωτᾷ δὲ, ἢ φὴς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι; καὶ ἐπάγει, καὶ μὴν οὐκ ἔστι κακόν· οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν. διὰ τί δέ; αἶψά τέ οἱ δῶ, καὶ τὰ ἑξῆς. εἶτα περὶ μὲν τῆς βασιλείας φησὶ μὴ ἀμφισβητεῖν, περὶ μέντοι τοῦ κρατεῖν τοῦ ἑαυτοῦ οἴκου. ἀλλʼ ἤτοι βασιλῆες Ἀχαιῶν εἰσι καὶ ἄλλοι πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ νέοι ἠδὲ παλαιοὶ, τῶν κέν τις τόδʼ ἔχῃσιν, ἐπεὶ θάνε δῖος Ὀδυσσεὺς ὡς τῆς βασιλείας μετὰ τὸ ἀποθανεῖν τὸν βασιλέα ἐπὶ τῇ τύχῃ κειμένης, τῶν δὲ κτημάτων ὧν δέδωκεν ὁ βασιλεὺς ὀφείλοντα κύριον εἶναι ᾧ δέδωκε. πᾶς οὖν ὁ λόγος ῥητορικὸς καὶ ἐνθυμηματικός. διὸ καὶ τῆς περιόδου ἀνεστραμμένης προενήνεκται. Ἄλλως. ὁ μὲν ηὔχετο μὴ τυχεῖν αὐτὸν τιμῆς, ὁ δὲ σαρκάζων αὐτόν φησι, βούλομαι βασιλεύειν, καὶ εἰ διδόασιν οἱ θεοὶ, λάβοιμι ἄν· ἀλλʼ ἐπειδή εἰσιν ἐπιτήδειοι εἰς βασιλείαν ἕτεροι, αὔταρκες ἐμοὶ τῶν ἐμῶν ἄρχειν. ἠρέμα δέ πως παραδηλοῖ τῷ Ἀντινόῳ ὅτι, κἂν αὐτὸς ἐκβληθῇ τῆς τιμῆς, οὐκ ἀπονητὶ κρατήσει ὁ Ἀντίνοος ἢ ἕτερός τις τῶν μνηστήρων· εἶναι γὰρ καὶ ἄλλους ἐπιτηδείους εἰς τὸ ἄρχειν. καί κεν τοῦτʼ ἐθέλοιμι τὸ ἰδιωτεύειν Διὸς βουλομένου· οὐδὲ γάρ ἐστι πάνυ κακόν.

ἀλλʼ ἤτοι βασιλῆες ὃ λέγει τοιοῦτόν ἐστι· βασιλεῖς εἰσι πολλοὶ ἐν τῇ ἀμφιάλῳ Ἰθάκῃ, ἤτοι ἐπιτήδειοι εἰς τὸ ἄρχειν· ἀφʼ ὧν τίς τὸ βασιλεύειν ἔχει ἐν τῷ οἴκῳ τοῦ ἐμοῦ πατρὸς Ὀδυσσέως, διὰ τὸ θανεῖν ἐκεῖνον; ἐὰν ἡμῖν ὁ Ζεὺς δώσει ἔργα παλίντροπα, ἤτοι ἐναντία τῶν πράξεων τῶν μνηστήρων, καὶ βοηθήσῃ, ἐγὼ ἔσομαι ἄναξ τοῦ ἐμοῦ οἴκου καὶ οὐχ ὑμεῖς.

ληΐσατο ἀπὸ λείας πολεμικῆς ἐκτήσατο. λεία γὰρ κυρίως ἡ τῶν πολεμικῶν λαφύρων συναγωγή.

μὴ γὰρ ὅδʼ ἔλθοι ἀνὴρ οἱ μὲν λόγοι μέτριοι, τὰ δὲ ἔργα μαχόμενα. βίηφι γρ. βίηται.

ναιεταώσης τὸ ἐνεργητικὸν ἀντὶ παθητικοῦ, ᾠκισμένης οὔσης, ἤτοι ἡμῶν ζώντων.

ἐρέσθαι περὶ τοῦ ξένου, ἤτοι Ἀθηνᾶς τῆς μεταβληθείσης εἰς τὸ εἶδος τοῦ Μέντου.

εἶναι ἀντὶ τοῦ ἰέναι, ὡς Ἡσίοδος «καὶ τῷ προσιόντι προσεῖναι,» ἐπείτοιγε δισσολογία εὑρίσκεται.

πατρὸς φέρει ἐρχομένοιο τινὲς γράφουσιν, οἰχομένοιο. ἄμεινον δὲ εὐφημίζεσθαι τὴν ἄφιξιν τὸν Εὐρύμαχον ὑποθωπεύοντα Τηλέμαχον πρὸς τὸ μαθεῖν περὶ τοῦ ξένου.

τόδʼ ἱκάνει τὸ τόδε ἀντὶ τοῦ τῇδε, ὅ ἐστιν ἐνταῦθα ἀντὶ τοῦ αὐτόθι.

γνώμεναι ὥστε γνωρισθῆναι παρʼ ἡμῶν. ἐῴκει οὐ γὰρ κατὰ τὴν πρόσοψιν ὅμοιος ἦν τῷ κακῷ.

Εὐρύμαχʼ, ἤτοι ἡ μὲν ἐρώτησις ἁπλῆ περὶ τοῦ ξένου εἴ τι ἀγγέλλει· ὁ δὲ ἐν κεφαλαίῳ δηλώσας τὸ κεχαρισμένον Εὐρυμάχῳ ταῦτα ἐπάγει, οἷον, ἐάν τις ἔλθῃ ἐφʼ ἡμᾶς ἀγγελία ἢ μαντεία· αὐτὸς δὲ προσέχειν οὐδενί φησι. διόλου οὖν ἔργον ἐστὶ Τηλεμάχῳ ἐν ῥαθυμίᾳ αὐτοὺς διαφυλάσσειν. ἤτοι νόστος ἡ μὲν οἴκαδε ἐπάνοδος καὶ ὑποστροφὴ τοῦ ἐμοῦ πατρός. ἐμοῖο ἀγνοοῦντές τινες «ἐμεῖο» γράφουσιν· ὁμοίως ἐν Ἰλιάδι, «μνῆσαι πατρὸς σεῖο», δέον κτητικῶς.

ἔτι πείθομαι γρ. ἐπιπείθομαι.

ἐμπάζομαι διὰ φροντίδος ἔχω, ἀντιποιοῦμαι. ἥντινα μήτηρ τινὲς ψιλοῦσι τὸ «ἥντινα μήτηρ,» ἵνʼ ᾖ, εἴτινα. ἄμεινον δέ ἐστι δασύνειν. ἐξεφαύλισεν ὡς γυναικεῖον ὂν ταῖς τοιαύταις μαντείαις πιστεύειν.

ἐς μέγαρον δεόντως περὶ τοῦ προσώπου τἀληθῆ λέγει εἰς τὸ τὴν ὑποψίαν ἀνελεῖν τοῦ πεποίθεσθαι παρʼ αὐτοῖς περὶ Ὀδυσσέως. καλέσασα θεοπρόπον τοῦτο δὲ λέγει ἐπεὶ ἡ Πηνελόπη τοὺς μάντεις καλοῦσα ἠρώτα περὶ τοῦ Ὀδυσσέως. θεοπρόπον τὸ ἐκ θεοῦ λεγόμενον, ἐξ οὗ καὶ θεοπρόπος ὁ τὰ τοῦ θεοῦ λέγων.

ἐκ Τάφου πόλις μία τῶν Ἐχινάδων. Τάφος σημαίνει τέσσαρα· τὴν νῆσον, ὡς τὸ «Ταφίοισι φιληρέτμοισιν ἀνάσσει·» τάφος ἡ ἔκπληξις, ὡς τὸ «ταφὼν δʼ ἀνόρουσεν Ἀχιλλεύς»· τάφος ὁ ἐπιτάφιος δεῖπνος, ὡς τὸ «δαίνυ τάφον Ἀργείοισι»· τάφος καὶ τὸ μνημεῖον.

δαΐφρονος τοῦ πολεμικὸν φρόνημα ἔχοντος.

ἔγνω ἔγνω καὶ ἐβουλεύσατο μὴ εἰπεῖν αὐτοῖς τὴν βουλὴν ἣν συνέθετο αὐτῷ ὁ Μέντης.

ἱμερόεσσαν τὰς πίστεις πρὸς τὴν ἐπιθυμίαν λαμβάνουσιν· ἐμφρόνων δὲ ἦν τὸ μὴ πιστεύειν ἐχθρῷ.

ἐπὶ ἕσπερον οὕτως εἶπε τὴν ἑσπέραν. ἄκρως δὲ κατηγορεῖ τῆς τῶν ἀργῶν ἀπραξίας. ὑπὸ γὰρ ἀργίας προσδέχονται πότε νὺξ ἐπιγένηται.

ἕσπερος μετέπλασε τὴν ἑσπέραν εἰς τὸ ἑσπερινὸν δεῖπνον.

δὴ τότε κακκείοντες κατακοιμηθησόμενοι, ἔφεσιν ἔχοντες κοιμηθῆναι. ἔνιοι «δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον ἕλοντο.» μεταποιηθῆναι δέ φασιν ὑπὸ Ἀριστοφάνους τὸν στίχον. ἐν δὲ τῇ Ἀργολικῇ προστέθειται.

θάλαμος ὁ κοιτὼν, ὁ ἐνδότατος οἶκος, παρὰ τὸ θάλλειν ἅμα.

περισκέπτῳ ὑψηλῷ, ὅθεν ἔστι περισκέψασθαι, ἢ πανταχόθεν ὁρωμένῳ, τῷ μεσαιτάτῳ. ἐν τῷ περισκέπτῳ τῆς αὐλῆς, ὅ ἐστιν ἐν τῷ μεσαιτάτῳ καὶ πανταχόθεν ἐκ τῆς αὐλῆς σκοπουμένῳ.

μερμηρίζων εἰς πολλὰ μέρη μερίζων τὴν ψυχὴν, καὶ ἐνθυμούμενος περὶ τῆς ἐσομένης ἐκκλησίας. διανοούμενος, μεριμνῶν, εἰς πολλὰ μέρη διαιρῶν τὴν ψυχήν.

δαΐδας δαῒς ὀξυτόνως ἡ λαμπὰς, δάϊς δὲ βαρυτόνως ἡ μάχη. κέδνʼ εἰδυῖα προσφιλῆ, συνετὰ φρονοῦσα.

Εὐρύκλειʼ, Ὦπος ἀκριβῶς διέξεισι τὰ περὶ αὐτῆς, ἐπεὶ πολλὰ μέλλει διʼ αὐτῆς γίνεσθαι. Ὦπος προπερισπαστέον, διὰ τὴν ἀντέκφρασιν πρὸς τὸν ὀφθαλμόν. πεπλασμένα εἰσὶ τὰ παρόντα ὀνόματα. Εὐρύκλεια ἡ εὐρὺ καὶ μέγα κλέος ἔχουσα, ἡ θυγάτηρ τοῦ Ὦπος, τοῦ περιβλέπτου, ἀπὸ τοῦ ὦψ ὁ ὀφθαλμὸς, τοῦ υἱοῦ τοῦ Πεισήνορος, ἤγουν τοῦ ἰσχυροῦ, τοῦ τοὺς ἄνδρας πείθοντος, ἢ τοὺς ἀνδρείους, ἀπὸ τοῦ πείθειν τὴν ἠνορέην.

κτεάτεσσιν ἐκ τῶν ἰδίων κτημάτων.

ἐεικοσάβοια εἴκοσι νομίσματα ἐγκεχαραγμένους ἔχοντα βοῦς· ἢ εἴκοσι βοῶν τιμήν.

ἀλέεινε γυναικός τοῦτο πρὸς τὸ δεῖξαι τὸ σῶφρον ἐκ γένους. ἅμα δὲ στοχάζεται τῶν πολλῶν ὁ Ὅμηρος, τίνας ποτὲ ἔχουσιν ὑποψίας.

πύκα πυκνῶς, καλῶς κατεσκευασμένου.

γρηός γρ. γραίης. πυκιμηδέος τῆς συνετὰ βουλεύματα εἰδυίας. καὶ τοῦτο πεπλασμένον ... τῆς, ἤγουν τῆς πυκνὰ καὶ συνετὰ μήδεα ἐχούσης.

τρητοῖσι τορνευτοῖς, ἱμαντοδέτοις.

ἐπέρυσσε κορώνῃ ἐπεσπάσατο τῷ κόρακι λεγομένῳ. κορώνη τὸ ἄκρον τοῦ τόξου, εἰς ὃ ἡ νευρὰ τίθεται. λέγεται δὲ καὶ ὁ κρίκος τῆς θύρας· καὶ τὸ ζῷον· καὶ ὄρνεον ἄλλο θαλάσσιον, ὃ καλεῖται αἴθυια, λάρος· καὶ εἶδος στεφάνου τὸ ἐκ τῶν ἴων πεπλεγμένον· καὶ ὁ κόραξ. τῷ κρικίῳ, ᾧ ἐπισπώμεθα τὴν θύραν, ἤτοι τῷ λεγομένῳ κόρακι, καὶ τῷ ἐπισπάστρῳ τῆς θύρας.

ἐτάνυσσεν ἱμάντι τὸ λεγόμενον ὑφʼ ἡμῶν κλεῖθρον. δύο δὲ εἶχεν ἱμάντας ἐξηρτημένους διά τινων τρήσεων, ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ ἀριστερῶν, εἰς τὸ δύνασθαι καὶ ἀνοῖξαι καὶ κλεῖσαι. νῦν οὖν τὸ κλεῖθρον παρέτεινε καὶ παρήγαγε τῷ ἱμάντι. κλεῖθρον δέ ἐστιν ἔξωθεν ἐφελκόμενον διὰ τοῦ ἱμάντος, ὃς συνέχει τὴν θύραν, ἀνοίγει δὲ μονοβάλανος κλεὶς καθιεμένη καὶ εἰς τὸ ἕτερον μέρος ἀποδιωθοῦσα τὸ κλεῖθρον, ὥστε κλεισθὲν μηδένα ἔσωθεν ἀνοίγειν. Ἄλλως. ὡς ἐνημμένου τινὸς ἱμάντος τῷ κλείθρῳ πρὸς τὸ παρολισθεῖν αὐτὸν ἀπὸ τοῦ ἔξωθεν ἐπικλείοντος. ἐτάνυσσεν ἤγουν ἐκρέμασεν τὴν κληῗδα τῷ χώρῳ.

οἰὸς ἀώτῳ τῷ ἄνθει τῆς οἰὸς, ὅ ἐστι τῇ σισύρᾳ, ἤγουν τῷ ἐξ ἁπαλῶν ἐρίων γεγονότι περιβολαίῳ. τῷ ἄνθει καὶ τῷ καλλίστῳ τοῦ προβάτου. λέγει δὲ τῶν ἐξ ἁπαλῶν ἐρίων γεγονότων περιβολαίων. ἤγουν τοῖς πέπλοις τοῖς ἀπὸ τῶν ἀπανθισμάτων τῶν μαλλίων τῶν προβάτων κατεσκευασμένοις.

πέφραδʼ Ἀθήνη ἐβουλεύσατο, εἶπεν, ἐσήμανεν αὐτῷ.