Ἀρετῆς ἵππου πρόγνωσις ἐκ πώλου. Ἡ τοῦ ἵππου ἀρετὴ ἐκ πρώτης ὑποφαίνεται τῆς ἡλικίας—παρατηρητέον οὖν καὶ παρακολουθητέον αὐτοῦ τῇ φύσει ὄντος ἔτι πώλου—ὅταν σπουδάζῃ τῶν συννόμων πώλων τὰ πρῶτα φέρεσθαι. ἁμιλλῶνται γὰρ πρὸς ἀλλήλους καὶ διασκιρτῶσι καὶ ἐπὶ τὸ ὕδωρ προτρέχουσι προεμβαίνοντες καὶ μὴ ἀναμένοντες τὰς μητέρας ὑπο δειλίας τῆς περὶ τὸ ὕδωρ καὶ τῆς ἐν αὐτῷ σκιᾶς.
Ἵππου ὀχευτοῦ ἔκλεξις καὶ χρόνος τῆς ὀχείας. Ὁ πρὸς τὴν ὀχείαν ἵππος ἐπιτήδειος ἔστω ἐπίδειξιν τῆς ἑαυτοῦ ἀρετῆς ποιησάμενος, νικητὴς πολέμων καὶ ἀγώνων καὶ τῶν λοιπῶν ἁμιλλῶν, τὸ δὲ εἶδος οἷον προειρήκαμεν. πενταέτης δʼ οὗτος εἰς ὀχείαν παραλαμβανέσθω καὶ παυέσθω τῆς παιδοποιΐας εἴσω δεκαπέντε ἐτῶν. ἔστωσαν δὲ καὶ αἱ φορβάδες τῶν αὐτῶν ἐτῶν. ἡ οὖν θήλεια ἵππος ἰσχνοτέρα ἔστω, ἵνα πρὸς τὴν ὑποδοχὴν τοῦ σπέρματος ἐπιτηδειοτέρα ᾖ, οὐ πιλουμένων τῇ παχύτητι τῶν σπερματικῶν ἀγγείων οὐδὲ πρὸς ὑποδοχὴν τοῦ συλληφθέντος στενοχωρουμένου τοῦ πνεύματος. τοὺς δὲ ἄρρενας πρὸ διμήνου τῶν θηλειῶν χωριστέον, προδιαιτητέον δὲ πυροῖς καὶ ὀρόβοις ἐπʼ ὀλίγον πεφωσμένοις καὶ σεμιδάλει ὕδατι δεδευμένῃ. σαρκοῦνται γὰρ τούτοις καὶ σφοδρότεροι πρὸς τὴν ὀχείαν γίνονται.
καιρὸς δὲ ὁ τῆς ὀχείας ὁ ἀπὸ τῆς ἐννάτης καὶ εἰκοστῆς Ἀπριλλίου … ἵνα ὁ τοκετὸς γένηται περὶ τὴν εὐκαιροτάτην ὥραν τὴν ἔχουσαν χλόην. κύει μὲν γὰρ ἐν ιαʹ μησί, τῷ δὲ δωδεκάτῳ τίκτει. ἀκατάμακτον δὲ καὶ ῥυπῶσαν τὴν ἵππον παραστατέον, ἐπὶ τὰς τοιαύτας γὰρ θᾶττον ἵεται ὁ ἵππος. τινὲς δὲ ταῖς οἰκείαις χαίταις κοσμοῦσιν αὐτὰς προστιθέντες παρήϊά τε καὶ περιαυχένια καὶ τὸν λοιπὸν ἵππων κόσμον, τό τε χρῶμα στιλβοῦντες οὐ ταῖς ψήξεσι μόνον, ἀλλὰ καὶ χρώματος ἐντρίψει ἐπικοσμοῦσιν αὐτάς. ἄλλοι ζωγραφήσαντες ἵππους εὐειδεστάτους περὶ τὸν καιρὸν τῆς ὀχείας ταῖς φορβάσιν ἐπιδεικνύουσι πιστεύοντες ἀποτεχθήσεσθαι τοιούτους, οἵουσπερ ἡ εἰκὼν φέρει, ἄλλοι δὲ βιβάζοντες ἵππον ἕτερον ἱστῶσιν εὐπρεπῆ ἀντικρύ, τὸ πρόσωπον κεκαλυμμένον, ἵνʼ ἐκείνου τὸ κάλλος εἰς τὴν ἰδέαν ἐκτυπωθῇ τοῦ τεχθησομένου. —εἰδέναι δὲ χρή, ὡς ὁ εὐγενὴς ἵππος οὔτε μητρὶ μίγνυται οὔτε ἀδελφῇ.
θήλειαν δὲ ἡ φορβὰς συλλαμβάνει, ἐὰν πρὸς δύσιν ὀχευομένη βλέπῃ, ἄρσεν δὲ πρὸς ἀνατολήν. ὅταν δʼ ἀναβιβάζηται ἐπὶ τὴν ἵππον ὁ ἄρσην, κειρέσθω αὐτῆς τῶν οὐραίων τριχῶν τὸ λάσιον τὸ περὶ τὰ αἰδοῖα. εἰ δʼ ἀπείργοιεν ἢ ἀφηνιάζοιεν πρὸς τὴν συνουσίαν, οἷς ἐπὶ τῶν βοῶν προείρηται χρηστέον. ἐὰν δὲ μηδʼ οὕτως προσίηται τὸν ἵππον ἡ θήλεια, νίτρον καὶ ὀρνίθων τῶν μικρῶν κόπρον σὺν ῥητίνῃ τερεβινθίνῃ μικτέον καὶ τὰ μόρια τῆς ἵππου ἐπιχριστέον ἢ σκίλλῃ μόνον. ἐπὰν δʼ ἅπαξ ὀχευθεῖσα μὴ προσίηται, ὑπερθετέον ἡμέρας … καὶ πάλιν αὐταῖς τοὺς ἵππους ἐπαφετέον. ἐὰν δὲ μηδʼ ὧς ἀνέχωνται, χωριστέον αὐτάς, πιστεύοντας ἤδη ἐγκύμονας εἶναι.
Κυουσῶν ἵππων ἐπιμέλεια. Ὅταν δὲ πληρωθῶσι, προνοητέον ὕδασι τοῖς συνήθεσιν αὐτὰς ποτίζειν καὶ τὴν ὁρμὴν ἐπέχειν τῶν ἐκδρομῶν καὶ τῆς πρὸς ἀλλήλας διατρίψεως. πρὸ παντὸς δὲ ἀπὸ ψύχους καὶ ἀνέμου φυλακτέον αὐτὰς καὶ ταρίχου ὀπτοῦ ὀσφρήσεως καὶ σβεσθέντων λύχνων, ταῦτα γὰρ ἐκτρῶσαι ποιεῖ. ἐγχυματιστέον οὖν αὐτὰς πολυπόδιον μεθʼ ὕδατος, ἐὰν δὲ ἐπιλίπῃ νομή, εἰσαχθῆναι αὐταῖς παράβλητρον ζειᾶς κατὰ τὴν ἀναλογίαν τῆς κατὰ τὴν νομὴν ἐνδείας καὶ χόρτον.
τὰ μὲν οὖν ἄλλα τετράποδα κατακείμενα τίκτει, διὸ καὶ πλάγια προέρχεται τὰ ἔμβρυα, ἡ δὲ ἵππος ὀρθή. καὶ ἵππον μὲν διαλιποῦσα τίκτει, ἡμίονον δὲ συνεχῶς. γαλουχεῖ δὲ ἡμίονον μὲν οὐ πλεῖον εἰς ἓξ μῆνας, ἵππον δὲ εἰς διετίαν. ὅτε δὲ τέκῃ, τὸ χόριον εὐθὺ κατεσθίει καὶ τὸ ἐπὶ τοῦ μετώπου λεγόμενον ἱππομανές. εἰδέναι δὲ χρή, ὅτι μετὰ τὸ τεχθῆναι ἡμίονον ἐὰν ἵππος τεχθῇ, κἂν εὐγενὴς ᾖ, βραδὺς καὶ νωθὴς καὶ ὀνώδης γίνεται.
Πώλων ἀπὸ γέννας ἐπιμέλεια. Πρῶτον μὲν τοίνυν οὐ χρὴ προσάγειν χεῖρα τοῖς γεννήμασιν οὐδὲ τῆς μητρὸς ἀποσπᾶν, φιλοστοργότατον γὰρ τὸ ζῷον. θέρμης δὲ προνοεῖσθαι δεῖ καὶ εὐρυχωρίας καὶ τοῦ μὴ καταπατεῖσθαι τὰ γεννήματα, τῶν δὲ τεκουσῶν ἐπιμελεῖσθαι ἠρεμαίαις ταῖς πορείαις καὶ τῇ τοῦ χόρτου παραθέσει καὶ κριθῆς βεβρεγμένης Μηδικῆς τε καὶ ζειᾶς καὶ τῶν ὅσα τοιαῦτα, καὶ τὸ δεύτερον τῆς ἡμέρας ποτόν. τὸ δʼ ἱπποστάσιον μάλιστα ἐν χειμῶνι μὲν ἀλεεινὸν ἔστω, ἀναψῦχον δὲ θέρους. αἱ δὲ φάτναι ἐφʼ ὑψηλοῦ τετάχθωσαν, αὐταὶ δὲ ἀνηρτήσθωσαν ταῖς ἐπιφατνιδίοις φορβειαῖς, ὅπως ἀνέχουσαι λαμβάνωσι τὴν τροφήν. παρατηρητέον δὲ τοῦτο ἐπὶ τῶν πώλων μάλιστα, ὑψαύχενες γὰρ οὕτως εἶναι ἐθιοῦνται.
ἡμερῶν δὲ γενομένων δεκαπέντε εἰς ὕλας προακτέον, ἵνα μὴ αἱ ὁπλαὶ συγκαῶσι τῇ κόπρῳ ἁπαλαὶ ὑπάρχουσαι, δείλῃς δὲ πάλιν εἰς τὸν σταῦλον εἰσακτέον. μετὰ δὲ δύο μῆνάς που καὶ τρεῖς γυμναστέον τὴν ἵππον, ἵνʼ αὐτῆς τε τὸ γάλα κρεῖττον γένηται καὶ ὁ πῶλος ἀκολουθῶν ἐγγυμνάσηται τοῖς δρόμοις. ἑξαμηνιαίοις δὲ γενομένοις τοῖς πώλοις κριθῆς παραβλητέον βεβρεγμένης καὶ πτισάνης. οὐ χωριστέον δὲ τοῦ γάλακτος πρὸ διετίας αὐτούς. φυλακτέον δὲ ἀκριβῶς μὴ ὀχεύεσθαι τὰς γαλουχούσας, ἵνα μὴ τὸ γάλα αὐτῶν διαφθαρῇ. ἀναπαυέσθωσαν δὲ διετίαν ἢ τό γε ἐλάχιστον ἐνιαυτόν. οὕτω γὰρ καὶ τοὺς πώλους εὖ τροφήσουσι καὶ αὐταὶ πολύγονοι καὶ πολυχρόνιοι ἔσονται.
Πότε δαμασθῆναι δεῖ τοὺς ἵππους καὶ πῶς; Εἰς δὲ τὴν χειροήθειαν ἀνακτέον τοὺς πώλους καὶ δαμαστέον μὴ ἐλάττονας μηνῶν δεκαεπτὰ ἢ δεκαοκτὼ προχλοασθέντας καὶ κεκαθαρμένους. καθαίρονται δέ ἐρεβίνθοις καὶ ὀρόβοις διὰ τὸ θερμὸν τῆς φύσεως. ταῖς μέντοι τρίψεσι ταῖς καθημεριναῖς καὶ τοῖς λουτροῖς οὐχ ἧττον ἀνθρώπων χαίρουσιν ἵπποι. εὔτριχοι δὲ γίνονται τὰς χαίτας καὶ τὰς οὐρὰς οἰνελαίῳ ἐπιβρεχόμενοι.
Ἵππου ἀγαθοῦ δοκιμασία. Ἵππον οὖν φαμεν ἀγαθὸν τὸν τὸ εἶδος ὄρθιον καὶ διηρθρωμένον ἔχοντα, ὑψαύχενα, ἐπίγρυπον, λευκοειδῆ, ἄπληκτον, κελεύσματι μόνῳ καὶ λόγῳ ἡνιοχούμενον, κεφαλὴν μικρὰν ἔχοντα καὶ διηρθρωμένην, μέτωπον ὁμαλόν, ὠτία ὀρθὰ καὶ προΐσταμενα, γλῶσσαν μικρὰν καὶ λεπτήν, πρόσωπον σιμόν, τράχηλον ἁπαλὸν καὶ μεγαλοπερίοχον, χαίτην ἁπαλότριχα, βαθεῖαν, οὐλοτέραν εἰς τὰ δεξιὰ νεύουσαν, στῆθος εὐρύ, πλῆρες καὶ μεμυωμένον, ὠμοπλάτας μεγάλας, διατετυπωμένας, βραχίονας ὀρθούς, διηρθρωμένους, πλευρὰς κεκυρτωμένας, κοιλίαν εὔογκον τινὲς δέ φασι συμπεπιεσμένην καὶ ταῖς λαγόσι συνεσταλμένην, διδύμους μικροὺς ἰσομεγέθεις, ἰσχία πεπληρωμένα πλάτος ἔχοντα διπλοῦν, ῥάχιν ἐγκαθημένην, διπλῆν, ὁμαλήν, οὐρὰν εὐμήκη, ἔνουλον, κνήμας καὶ σκέλη ὀρθὰ καὶ μάλα ὑγρά, εἰς τὸ ἐντὸς μέρος ἐπεστραμμένα, γόνατα μικρά, στρογγύλα καὶ στερεά, μηροὺς μεμυωμένους, ὄνυχας στερεοὺς καὶ στεφάνην μὴ προπετῆ, κύλικα μικρόν. ὄρθιον ὅλῳ τῷ σώματι, εὐμεγέθη, διηρθρωμένον, μέγεθος ἱκανόν, τὰς διʼ ὅλου τοῦ σώματος φλέβας εὐσήμους καὶ ἐπηρμένας, χροιὰν δὲ φοινικοῦν ἢ μέλανα, ἑστάναι μὴ ἀνεχόμενον, ἀλλὰ τὴν γῆν κροτοῦντα καὶ θέειν ἐπιθυμοῦντα, ψυχὴν ἀκατάπληκτον ἔχοντα, ὡς κτύπους τῶν ἐξαπίνης ζῷων ἐπιγινομένων ἤ τινων ἄλλων ἀήθων θεαμάτων μὴ ἐκταράττεσθαι, ἔμφρονα δὲ καὶ τόλμῃ ὑπείκοντα, φιλόπρωτον, συνεξεριστικόν, ποταμοὺς καὶ τάφρους εὐσκόπως διερχόμενον.
Ἵππου σκολιοῦ δοκιμασία. Τὸν δὲ σκολιὸν πολύν, εἰκῇ συμπεφορημένον, κρατεραύχενα, βραχυτράχηλον, σιμοπρόσωπον, μελάγχρουν, λευκόμματον, ὕφαιμον, ὠσὶ λάσιον, κωφόν, μετὰ κέντρων μόλις ὑπείκοντα.