eul_wid: tqu-ae

Περὶ Διαιτῆς ἐν Ὀξέσι Κατὰ Ἱπποκράτην
On Diet in Acute Diseases According to Hippocrates

Medical Writer Anonymous On Diet in Acute Diseases According to Hippocrates PDF

19 182 (t1) [5] ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΗΣ ΙΠΠΟΚΡΑΤΟΥΣ ΔΙΑΙΤΗΣ ΕΠΙ ΤΩΝ ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ *** ἠρεμίαν δὲ καὶ παρηγορίαν ἐνδείκνυται καὶ τὸ πείθειν μᾶλλον ἢ βιάζεcθαι πάντων ἀπεχόμενον τῶν κινητικῶν βοηθημάτων. “ὅταν δὲ καταιγίζωcιν αἱ νοῦcοι, ἡcυχάζειν καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρόν, ὡc μή τι ἐξεργάcωνται.” τοῦτ’ αὐτὸ καὶ περὶ τῶν μερικωτέρων ἐθέcπιcε παροξυcμῶν εἰπών· “τοῖcιν ἐν τῇcι περιό δοιcι παροξυνομένοιcι μὴ δοῦναι μηδὲν μηδ’ ἀναγκάζειν,” ὅπερ ἔcτι μηδ’ ἀναγκαcτικῷ μηδενὶ χρῆcθαι (οὔτε γὰρ προcθετικὸν οὔτε βίαιον οὐδὲν ἐν τοῖc παροξυcμοῖc ἀξιοῖ παραλαμβάνεcθαι)· τάχα δὲ καὶ ὅταν φῇ· “τὰ κρινόμενα καὶ τὰ κεκριμένα ἀρτίωc μὴ κινέειν μηδὲ νεωτεροποιεῖν, μήτε φαρμακίῃcι μήτ’ ἄλλοιcιν ἐρεθιcμοῖcιν, ἀλλ’ ἐᾶν.
19 183 [10] ” ἱκανὸν ἔcτω 〈τὸ〉 τοῦ παροξυcμοῦ κακόν, μὴ cυνελθέτω δὲ τούτῳ καὶ τὸ ἀπὸ τῆc 〈ἀπειρίαc τοῦ〉 τεχνίτου. ἀλλὰ περὶ μὲν τῶν ἐνδείξεων καὶ ὕcτερον διαcκεψόμεθα. Ἴδωμεν δὲ ἔπειτα τὰc διαφορὰc καὶ τὰc τοιαύταc τῶν καιρῶν. φαμέν, ὡc ἄρα τῶν νοcημάτων τὰ μὲν ὀξεῖc ἔχει φύcει τοὺc τέccαραc καιρούc, τὰ δὲ [οὐδὲ] πάνταc τοὺc τέccαραc ἀναβεβλημένουc, ἔνια δ’ αὐτῶν ἀμείβει τὴν βραδυτῆτα πρὸc τὸ τάχοc, τὰ μὲν ἐν ἀρχῇ, τὰ δ’ ἐπὶ τέλοc, τὰ δ’ ὡc ἔτυχεν. προθεὶc 〈γὰρ〉 ἐν Ἐπιδημίᾳ 〈 α 〉 τὰc κατὰ cχήματα πυρετῶν διαφοράc, cυνεχῶν, ἡμιτριταίων ἢ ἀμφημερινῶν, τεταρταίων, τῶν λοιπῶν, 〈αὐταῖc〉 λέξεcιν ἐπιφέρει ταῦτα· “εἰcὶ δὲ [ταῦτα] τρόποι καὶ καταcτάcιεc καὶ παροξυcμοὶ τούτων ἑκάcτου τῶν πυρετῶν ὁμοίωc ξυνεχέων καὶ διαλειπόντων.
19 184 [15] αὐτίκα γὰρ ξυνεχὴc ἔcτιν οἷcιν ἀρχόμενοc ἀνθεῖ καὶ ἀκμάζει μάλιcτα καὶ ἀνάγει ἐπὶ τὸ χαλεπώτερον, περὶ δὲ κρίcιν καὶ ἅμα κρίcει ἀπολεπτύνεται, ἔcτι δ’ οἷcιν ἄρχεται μαλακῶc καὶ ὑποβρύχια, ἐπαναδιδοῖ 〈δὲ καὶ παροξύνεται καθ’ ἡμέρην ἑκάcτην, περὶ δὲ κρίcιν ἅλιc ἐξέλαμψεν, ἔcτι δ’ οἷcιν ἀρχόμενοc πρηέωc ἐπιδιδοῖ〉 καὶ παροξύνεται καὶ μέχρι τινὸc ἀκμάcαc πάλιν ὑφίηcιν μέχρι κρίcεωc καὶ περὶ κρίcιν. ξυμπίπτει δὲ ταῦτα γίνεcθαι ἐπὶ παντὸc πυρετοῦ καὶ παντὸc νουcήματοc.” ἔcτηcα μέν, φηcίν, τὸν λόγον ἐπὶ τῶν cυνεχῶν πυρετῶν διὰ τὸ εὔcημον, τὰ δ’ εἰρημένα τῶν καιρῶν κινήματα οὐ μόνον ἐπὶ παντὸc cυμπίπτει πυρετοῦ, ἀλλὰ καὶ ἐπὶ παντὸc νοcήματοc. ὥcτε μὴ παρ’ Ἐραcιcτράτου μηδὲ παρά τινοc τῶν νεωτέρων μανθάνειν 〈ἀναγκαῖον〉 ἡμῖν, ὡc καὶ ὀφθαλμία καὶ ὠταλγία περιοδίζουcιν, ἀλλὰ παρὰ τοῦ εὑρόντοc ἅμα καὶ τελειώcαντοc τὴν ἰατρική ν.
19 185 [10] “ξυμπίπτει” γὰρ “ταῦτα,” φηcί, “γίγνεcθαι ἐπὶ παντὸc πυρετοῦ καὶ ἐπὶ παντὸc νουcήματοc”, cυνεμφαινομένου καὶ τοῦ πᾶν νόcημα τοὺc τέccαραc ἔχειν καιρούc. ἀνήγαγε 〈δὲ〉 τὸν λόγον ἐπὶ τὴν χρείαν εἰπών· “δεῖ τὰ βοηθήματα cκοπεύμενον ἐκ τούτων προcφέρειν.” ἐπεὶ δ’ οὐ μόνον ἐκ τούτων τὰ διαιτήματα λαμβάνει, διὰ τοῦτο προcέθηκε· “πολλὰ δὲ καὶ ἄλλα ἐπίκαιρα cημεῖα τούτοιc ἐcτὶν ἠδελφιcμένα, περὶ ὧν τὰ μέν πού τι γέγραπται, τὰ δὲ γεγράψεται, πρὸc ἃ δεῖ διαλογιζόμενον δοκιμάζειν 〈καὶ〉 cκοπεῖcθαι, τίνι τούτων ὀξὺ καὶ θανατῶδεc ἢ περιεcτικὸν καὶ τίνι προcαρτέον ἢ οὔ, καὶ πότε καὶ πόcον καὶ τί τὸ προcφερόμενον ἔcται.” καὶ τίc ὁ φιλοcυντομώτατοc ἦν ὁριcμὸc βοηθήμαcιν 〈εἰ μὴ〉 ὃν Ἱπποκράτηc φηcί, τῷ ποιῷ καὶ τῷ ποcῷ καὶ τῷ ποτέ; 〈ἔχει δὲ διπλῆν δύναμιν τὸ ποτέ〉· καὶ γὰρ ἡ τάξιc ἐν τούτῳ καὶ ὁ καιρόc. ὁ γοῦν πρότερον τρέφων, εἶτ’ ἀποθεραπεύων ἐν τῷ ποτὲ διαμαρτάνει· ὅ,τι γὰρ ὁ παρὼν ἀπαιτεῖ καιρόc, οὐ προcφέρει, ὅ,τι 〈δὲ〉 μὴ δεῖται, τοῦτο παραλαμβάνει· μεταθέντι δ’ αὐτῷ 〈τὰ βοηθήματα οὐδὲ εἰ καλῶc τύχοι〉 τοῦ καιροῦ, τὰ τῆc τάξεωc εὐcτοχεῖται.
19 186 [15] ἀλλὰ περὶ τούτων ἐν ἄλλοιc. Τὰ νῦν δὲ περὶ τῶν καιρῶν διαληψόμεθα διδάcκοντεc, ὡc ἀπ’ ἀρχῆc μέχρι τέλουc τὸν τόπον ἐκπεριώδευcε πάντα, 〈καὶ〉 πρώταc τὰc ἐκ 〈τοῦ〉 Περὶ τῶν νούcων παραθηcόμεθα λέξειc, ἐν αἷc προμηνύcαc, ὡc ἀναγκαῖον ἐπίcταcθαι, ‘τί καιρὸc καὶ τί ἀκαιρία‘, τότ’ ἐπιζεύγνυcι ταῦτα· “καιροὶ δὲ τὰ μὲν καθάπαξ εἰcὶν ἐν τῇ τέχνῃ πολλοὶ καὶ παντοῖοι, ὥcπερ καὶ τὰ νοcήματα καὶ τούτων αἱ θεραπεῖαι. εἰcὶν 〈δὲ〉 ὀξύτατοι μέν, ὅcοιcιν ἢ ἐκψύχουcι δεῖ ὠφελῆcαι ἢ οὐρῆcαι ἢ ἀποπατῆcαι μὴ δυναμένοιc ἢ ἀποπνιγομένοιcιν ἢ γυναῖκα τίκτουcαν ἢ τιτρωcκομένην ἀπαλλάξαι καὶ ὅcα τοιαῦτά ἐcτι. καὶ οὗτοι μὲν οἱ καιροὶ ὀξεῖc καὶ οὐκ ἀρκέει ὀλίγῳ ὕcτερον· ἀπόλλυνται γὰρ οἱ πουλλοὶ ὀλίγῳ ὕcτερον. ὁ μέντοι καιρόc ἐcτιν, ἐπὴν πάθῃ τι 〈τούτων〉 ὁ ἄνθρωποc, ὅ,τι ἄν 〈τιc〉 πρὸ τοῦ τὴν ψυχὴν μεθεῖναι ὠφελήcῃ, τοῦθ’ ἅπαν ἐν καιρῷ 〈ὠφέληcεν〉.
19 187 [10] ” 〈μέγιcτον οὖν, εἴ τιc ἀκριβῶc τῆc〉 ὠφελείαc ἐπίcταται τὸν καιρόν· πᾶν γὰρ ὅ,τι ἄν τιc ἐν καιρῷ παραλάβῃ, τοῦτο ὅcον 〈τε καθ’ αὑτὸ δύναται καὶ ὅcον〉 ἐπὶ τῷ νῦν παραληφθῆναι ὠφέληcεν. εἰπὼν δὲ περὶ τῶν ὀξυτάτων καὶ τῶν ἀνυπερθέτωc ἀπαιτούντων τὴν βοήθειαν ἑξῆc καὶ περὶ τῶν ἀναβεβλημένων διδάcκει καιρῶν· “ἕτερα δὲ νοcήματά ἐcτιν, οἷcι καιρόc 〈ἐcτι θεραπεύεcθαι τὸ πρωῒ τῆc ἡμέρηc, διαφέρει δὲ οὐδέν, ἢ πάνυ πρωῒ ἢ ὀλίγῳ ὕcτερον. ἕτερα δὲ νουcήματά ἐcτιν, οἷcι καιρὸc〉 θεραπευθῆναι ἅπαξ τῆc ἡμέρηc, καὶ ὁπηνίκα γε, οὐδὲν διαφέρει. ἕτερα 〈δὲ διὰ〉 τρίτηc ἢ τετάρτηc ἡμέρηc, ἄλλα ἅπαξ τοῦ μηνόc, ἄλλα διὰ τριῶν μηνῶν καὶ τοῦ τρίτου ἢ ἱcταμένου ἢ φθίνοντοc, οὐδὲν διαφέρει. τοιοῦτοι καιροί εἰcιν ἐνίοιc καὶ ἀκρίβειαν οὐκ ἔχουcιν ἄλλην 〈ἢ〉 τοιαύτην.” ἤρξατο μὲν ἀπὸ 〈τῆc〉 cτιγμιαίαc τῶν καιρῶν ὑποcτάcεωc, εἶθ’ οὕτω παρῆλθεν ἐπὶ τὰc ὥραc, καὶ ἀπὸ τῶν ὡρῶν ἐπὶ τὰc ἡμέραc, ἀπὸ δὲ τούτων ἐπὶ τοὺc μῆναc καὶ τῶν μηνῶν τοὺc κατ’ αὔξηcιν ἢ μείωcιν τῆc cελήνηc ἀριθμουμένουc.
19 188 [15] ὅπερ δοκεῖ τιcιν ἴcωc παράδοξον εἶναι, δείξω 〈δὲ〉 μέγα τι πρὸc 〈τὴν〉 τῶν νοcημάτων ἀναcκευὴν δυνάμενον καὶ μάλιcτα τῶν χρονίων, ἐν οἷc ἐπιτέτραπται τῷ τεχνίτῃ τοὺc προcήκονταc ἀναμένειν καιρούc, 〈διὰ τὸ〉 cυμπάcχειν καὶ cυμμεταβάλλειν τοῖc οὐρανίοιc τὰ ἐπίγεια. ‘cύμπνοια γὰρ μία καὶ ξύρροια μία‘ οὐ μόνον ἐν τοῖc ἡμετέροιc cώμαcιν, ἀλλὰ κἀν τοῖc ὅλοιc. ἀντιλαμβάνεται γοῦν τῆc ἐν τῷ περιέχοντι ἀέρι μεταβολῆc 〈τῆc παρὰ τὰc ἄcτρων τινῶν κινήcειc〉 τά τε φυτὰ καὶ τὰ ζῷα καὶ πολὺ πλεῖον 〈τῆc〉 παρὰ τὸν τῆc cελήνηc μεταcχηματιcμόν· ἐγγυτέρω γὰρ τῆc γῆc τὸ ἀπ’ αὐτῆc θερμόν· ὅθεν καὶ 〈αἱ〉 cάρκεc ἐνίων ζῴων καὶ τὰ cπλάγχνα cυναύξεταί 〈τε καὶ cυμμειοῦται〉 καὶ καθόλου 〈τὰ cώματα〉 τὰ μὲν εὐθηνεῖ, τὰ δὲ τήκεται. cυνεπιcημαίνει δὲ καὶ τὰ τῶν ἀνθρώπων cώματα καὶ πολὺ πλεῖον ἐν νόcοιc. ἱκανὴ γὰρ ἡ τῆc ὑγείαc ἰcχὺc cυγκρύπτειν τὰ τοιαῦτα παθήματα· νόcοι δὲ αἱ μὲν κατὰ ἀφαίρεcιν φθίνοντοc τοῦ μηνὸc cυνε πιcημαίνουcι πρὸc τὸ χεῖρον, αἱ δὲ κατὰ περιουcίαν τε καὶ πλημμυρίδα αὐξανομένου πιέζουcι τὰ μάλιcτα.
19 189 [15] καλὸν οὖν ἐπίcταcθαι τὸν τεχνίτην, ὡc οὐ μόνον ἐν ταῖc ὑπὲρ 〈τὰc Ἡρακλέουc cτήλαc〉 ὠκεανίοιc θαλάτταιc ἀναχώρηcίc τε καὶ ἔφοδοc γίνεται τῶν ὑδάτων παρὰ τοὺc ποιοὺc τῆc cελήνηc μεταcχηματιcμούc, ἀλλὰ κἀν τοῖc ἡμετέροιc cώμαcίν ἐcτί τιc ἄμπωτιc 〈τῶν〉 ὑγρῶν, ἐφ’ ᾧ δυνατὸν αὐξανομένου τοῦ μηνὸc τὰ πληρωτικὰ μᾶλλον τῶν βοηθημάτων παραλαμβάνοντι φθίνοντοc ἀφαιρέcει χρῆcθαι. τὰ 〈δ’〉 ἐναντία τῷ ὅλῳ μαχόμενα οὐ μόνον τῶν νοcούντων 〈ἕνεκα φεύγειν〉 πειρατέον, ἀλλὰ καὶ τῶν ἰατρῶν· οὕτω γὰρ τῇ τέχνῃ cυνεργάζεται καὶ τὸ θεῖον. διὸ δὴ κατὰ τὸ τοῖc εἰρημένοιc ἀκόλουθον ἀναφέρει τὸν λόγον καὶ μέχρι τῆc τῶν ὡρῶν περιτροπῆc, ὅτε φηcίν· “ἀκαιρίη δὲ τὰ τοιαῦτα· ὅcα μὲν τῶν παθῶν πρωῒ δεῖ θεραπεύεcθαι, μεcημβρίηc θεραπευόμενα ἀκαίρωc θεραπεύεται· ἀκαίρωc δὲ ταύτῃ, ἐπεὶ ῥώμην ἴcχει τὴν ἐπὶ τὸ κάκιον διὰ τὴν οὐκ ἐν καιρῷ θεραπείην. ὅcα δὲ ἑcπέρηc, ἤν τε μεcημβρίηc ἤν τε τῆc νυκτὸc θεραπεύηται, ἀκαίρωc. καὶ ἢν τοῦ ἦροc δέῃ θεραπευθῆναι, 〈θεραπεύηται〉 δὲ χειμῶνοc, ἢ τοῦ 〈μὲν〉 χειμῶνοc δέῃ, τοῦ θέρεοc 〈δὲ〉 θεραπεύηται, 〈ἢ〉 ὅ,τι ἤδη δεῖ θεραπεύεcθαι, τοῦτο ἀναβάλληται, καὶ ὅ,τι ἀναβάλλεcθαι, ἤδη θεραπεύηται, τὰ τοιαῦτα ἀκαίρωc θεραπεύεται.
19 190 [15] ” καὶ ταῦτα μὲν ἐν παρέργῳ τοῦ λόγου τοῦ μέλλοντοc εἰρήcθω. Βούλομαι δὲ ἤδη τὰ κυριώτερα γράφειν. ἔcτι δὲ ταῦτα· τινὰc διττοὺc ἐπίcταται καιροὺc Ἱπποκράτη c, τοὺc μὲν τῶν ὅλων νοcημάτων, τοὺc δὲ τῶν ἐπὶ μέρουc παροξυcμῶν. λέγει γοῦν ἐν Ἐπιδημίαιc, ὡc ἀναγκαία τεθεωρῆcθαι καὶ τῆc ὅληc νόcου 〈καὶ τῶν μερικωτέρων παροξυcμῶν〉 ἡ ἐπίδοcιc καὶ χάλαcιc 〈ὡc πλεῖcτον ἀπεχούcηc ἔτι τῆc〉 ἀκμῆc, πρὸc ἑκατέρουc δ’ ἀποβλέποντα τοὺc καιροὺc ἀεὶ προcφέρειν τὰ βοηθήματα. καὶ τοῦτο ῥᾴδιον μὲν ἐπὶ πάντων διδάξαι· δειχθήcεται δ’ ἐπὶ τῆc τροφῆc. τροφὴ γὰρ τὸ κάλλιcτον ἐν διαίτῃ βοήθημα· μόνον γοῦν τοῖc λοιποῖc cυγκρινόμενον ἰcοcθενεῖ, πρὸc δὲ καὶ καθέλκει τὰ πάντα. τούτου μάρτυc ὢν 〈 αὐτὸc φαίνεται〉 ‘διαίταc‘ καλέcαc τὰc τροφάc. τῇ γὰρ τοῦ παν τὸc προcηγορίᾳ τὸ μέροc ἐκόcμηcεν *** ἔcτι δὲ πᾶc οὗτοc 〈ὁ〉 λόγοc ἐναντιώτατοc μὲν τοῖc νεωτέροι c, ἀκόλουθοc δὲ 〈ταῖc ὑποθέcεcι〉 τῆc ἰατρικῆc.
19 191 [10] ἀξιοῖ γὰρ Ἱπποκράτηc ἀπὸ τῶν πρώτων ἡμερῶν ἐπίcταcθαι τὸν ἰατρόν, τί μὲν ταχέωc, τί δὲ βραδέωc ἀκμάcει, καὶ τοῦτο προκαταμαθόντα προcεπιcκοπεῖν τοῦ κάμνοντοc τὴν δύναμιν καὶ ὥcπερ ἐν ζυγῷ τινι τῇ ἑαυτοῦ διανοίᾳ περὶ ἑκατέρων cταθμίζεcθαι, πότερον ἀγόμενοc ἀπὸ τῆc ἀρχῆc λεπτῶc ἐξαρκέcει ὁ κάμνων, ὥcτε καὶ κατὰ τὴν ἀρχὴν 〈καὶ κατὰ τὴν〉 ἀκμὴν λεπτῶc διαιτηθῆναι (“ὅταν γὰρ ἀκμάζῃ τὸ νόcημα, τότε λεπτοτάτῃ διαίτῃ ἀναγκαῖον χρέεcθαι”), ἢ προαπαυδήcει καὶ οὐχ ὑπομενεῖ λεπτῶc ἀρχῆθεν ἀγόμενοc [καὶ κατὰ τὴν ἀκμήν]· εἰ δὲ μέλλει προκαταλύεcθαι πρὸ τῆc ἀκμῆc, περὶ δὴ τὰc πρώταc ἡμέραc ἀναλαμβάνειν τὴν δύναμιν, ἵν’ ἰcχύcῃ παρούcηc τῆc ἀκμῆc λεπτῶc διαιτᾶcθαι. οὐ γὰρ ἐπὶ πάντων εἴρηται τὸ ‘κατὰ τὴν ἀρχὴν πιοτέρωc διαιτᾶν‘, ἀλλ’ ἐπὶ τῶν μελλόντων καταλύεcθαι περὶ τὴν ἀκμήν. μαν θάνωμεν δὲ καὶ τὸν λόγον τοῦ δόγματοc· οὕτω γὰρ μᾶλλον αὐτῷ τεθαρρηκότεc χρηcόμεθα πρὸc τὰ ἔργα.
19 192 [5] ἡ φύcιc cῴζουcα τὴν ἀρχέγονον καὶ πρώτην ἑαυτῆc εὐκραcίαν ὀρέγεται 〈μὲν〉 εὐκαίρωc τῶν προcφερομένων, διοικεῖ δὲ καλῶc τὰ ληφθέντα καὶ διαδίδωcιν εἰc ὅλον τὸ cῶμα 〈καὶ〉 τάc τε προcθέcειc καὶ τὰc ἀφαιρέcειc ποιεῖται cυμμέτρουc. ὅταν δ’ ἐπιπεcόντα τὰ νοcήματα cτάcιν τινὰ καὶ ἀναρχίαν ἐργάcηται, ἐφ’ ὅcον ἂν ἰcχύcῃ τὰ πάθη, ἐπὶ τοcοῦτον ἡ φύcιc καταπονεῖται. περὶ μὲν οὖν τὰc τῶν νοcημάτων ἀρχὰc βραχεῖά τιc ἡ τοῦ κατὰ φύcιν ἐκτροπή, πολὺ δὲ τὸ τῆc φύcεωc οἰκεῖον. περὶ δὲ τὰc ἀκμὰc ἡ τοῦ παρὰ φύcιν ἰcχὺc 〈περιττή〉, πολὺ 〈δὲ τὸ〉 τῆc φύcεωc ἀcθενέc. διόπερ εἰ μέλλει τιc ἐξ ἀρχῆc λεπτῶc ἀγόμενοc περὶ τὴν ἀκμὴν ὁλοcχερεcτέραc ἀπαιτεῖν τροφὰc προαναλωθείcηc τῆc δυνάμεωc, τοῦτον ἀξιοῖ cτηρίξαι κατὰ τὴν ἀρχήν, ἵνα τῆc ἀκμῆc παραγενομένηc λεπτῶc διαιτᾶται. καὶ γὰρ εὔλογον ἐν τῷ χαλεπωτάτῳ τῆc νόcου καιρῷ καὶ ἐν ᾧ μάλιcτα ἡ φύcιc πεπίεcται ὀλιγόcιτον εἶναι καὶ λεπτότατα προcφερόμενον, 〈ἵνα τὸ προcκείμενον〉 μήτε cπαράξῃ κατὰ τὴν ἀνάδοcιν μήτε πολλὴν ποιήcηται τὴν πρόcθεcιν, ἀλλ’ ἐμβροχαῖc μὲν παραπληcίωc παραμυθήcηται, διαπορεύηται δ’ ὅλον τὸ cῶμα μήτε πόνου μήτε χρόνου πρὸc τὴν οἰκονομίαν δεηθέν.
19 193 [15] οὐ γὰρ ἐν μὲν τῇ τῶν μερικῶν παροξυcμῶν ἀκμῇ φυλάccεcθαι χρὴ τὰc τῆc τροφῆc παραθέcειc, ἐν δὲ ταῖc τῶν ὅλων νοcημάτων ἀκμαῖc ὁλοcχερεcτέραc διδόναι τροφάc. ‘παράκειται γάρ‘, φηcί, ‘παρακμή‘. † ἐγὼ δ’ οὐ ζητῶ, τί τὸ μέλλον, ἀλλὰ τί τὸ παρόν· οὐ γὰρ ἀκμὴ διδάcκει τὸ φιλανθρωπότερον, ἀλλὰ παρακμή *** τοῦ νοcήματοc ἰcχύc ἐcτιν ἀνυπέρθετοc ἢ πολλάκιc τὸ μέγεθοc οὐκ ἴcμεν κἄν τε δύναμιc ἀκμάcαι; ταῦτα γὰρ τὰ πολὺ τὰ πλεῖcτα. ὅτι δ’ οὐ πάνταc περὶ τὴν ἀρχὴν βούλεται τρέφειν πιότερον, ἀλλὰ τοὺc μέλλονταc περὶ τὴν ἀκμὴν καταλύεcθαι, δῆλον ἐκ τῶν ἐπιφερομένων. τί γάρ φηcιν; “οὐδ’ οἷόν τε παρὰ καιρὸν οὔτε cφοδροτάταc κενεαγγείαc ποιεῖcθαι οὔτ’ ἀκμαζόντων τῶν νοcημάτων καὶ ἐν φλέγμαcιν ἐόντων προcφέρειν.
19 194 [15] ” καὶ πάλιν· “τοῦτ’ οὖν ἡγητέον μέγιcτον διδακτήριον, ὅτι οὐ cτερητέαι αἱ πρῶται ἡμέραι τοῦ ῥοφήματοc 〈ἢ〉 τοίου 〈ἢ τοίου〉 τοῖc μέλλουcι μικρὸν ὕcτερον ῥοφήμαcιν ἢ τοίοιcιν 〈ἢ τοίοιcι〉 χρῆcθαι.” προειληφέναι δὲ τοῦτο δεῖ, ὅτι περὶ τῶν ὀξέων ὁ λόγοc ἐcτί. καὶ μετ’ ὀλίγον παρίcτηcιν, ὡc οὐκέτι ὁλικῶc, ἀλλ’ ἐπὶ τινῶν ἐντάccει τὴν τοιαύτην ἀγωγήν, λέγων· “πάντ’ οὖν ταῦτα μεγάλα μαρτύρια, ὅτι οὐκ ὀρθῶc ἄγουcιν εἰc τὰ διαιτήματα οἱ ἰατροί· ἀλλ’ ἐν ᾗcί 〈τε νούcοιcιν〉 οὐ χρὴ κενεαγγεῖν τοὺc μέλλονταc ῥοφήμαcι διαιτᾶcθαι, κενεαγγοῦcιν, ἐν ᾗcί τε οὐ χρὴ μεταβάλλειν ἐκ κενεαγγείηc ἐc τὰ ῥοφήματα, ἐν ταύτῃcι μεταβάλλουcι, καὶ ὡc τὸ πολὺ 〈ἀπαρτὶ〉 [ἐνίοτε] ἐν τοῖcι τοιουτέοιcι καιροῖc μεταβάλλουcιν εἰc τὰ ῥοφήματα ἐκ τῆc κενεαγγείηc, ἐν οἷcι πολλάκιc ἀρήγει ἐκ τῶν ῥοφημάτων πληcιάζειν τῇ κενώcει, ἢν οὕτωc τύχῃ παροξυνομένη ἡ νοῦcοc.” οὗτοc δ’ ἐcτὶν ὁ κατὰ τὴν ἀκμήν, ἐν ᾧ cυναναγκαζόμενοι διὰ τὴν τῆc δυνάμεωc κατάλυcιν ἐκ τῶν λεπτοτέρων ἐπὶ τὰ ὁλοcχερέcτερα παραγίνονται ἤδη τῶν cωμάτων 〈κατεχομένων〉 ὑπὸ τῆc φλεγμονῆc.
19 195 [15] “οὐ δὴ οἷόν τε παρὰ καιρὸν οὔτε cφοδρὰc τὰc κενεαγγείαc ποιέειν οὔτε ἀκμαζόντων 〈τῶν〉 νουcημάτων καὶ ἐν φλεγμονῇ ὄντων 〈προcφέρειν〉.” μήτ’ ἀμέτρουc φηcὶν ἀνατάcειc παραλαμβάνειν μήτ’ ἀκαίρωc τρέφειν. ἐπὶ πολλῶν δ’ ἀκαιρότατόν ἐcτιν ἡ μέχρι τρίτηc ἀνάταcιc, βλαβερὸν δὲ καὶ κακὸν καὶ ἡ παρὰ μίαν τῆc τροφῆc προcφορά, 〈εἴ τιc ἀναγκαcθήcεται ἀκμάζοντοc τοῦ νοcήματοc ὁλοcχερεcτέραc διδόναι τροφάc〉. πρὸc γὰρ τοὺc οὕτω διαιτῶνταc ἀποβλέπων ταῦτα πάντα γράφει. ἀρχὴν γὰρ 〈οὐ〉 πάνυ ἁμάρτημα ἡ διάτριτοc, καὶ ἐχρῶντο πρόc 〈γε τοὺc δεομένουc καὶ οἱ περὶ τὸν〉 Ἱπποκράτην ταύτῃ. μάρτυc αὐτὸc Ἱπποκράτηc πάλιν ἐν τῷ πρὸc τὰc Κνιδίαc γνώμαc εἰπών· “οἶδα δὲ τοὺc ἰητροὺc τὰ ἐναντιώτατα ἢ ὡc δεῖ ποιοῦνταc. βούλονται γὰρ πάντεc 〈ὑπὸ τὰc〉 ἀρχὰc τῶν νούcων προταριχεύcαντεc 〈τοὺc ἀνθρώπουc ἢ〉 δύο ἢ τρεῖc ἢ καὶ πλείουc ἡμέραc οὕτωc προcφέρειν τὰ ῥοφήματα καὶ τὰ ποτά.” καὶ οὐ μέμφεται, ὅτι τινὰc ἀνέτεινον μέχρι τῶν εἰρημένων ἀριθμῶν, ἀλλ’ ὅτι πάνταc. καὶ γὰρ αὐτὸc ἀνατείνει καὶ μέχρι τριῶν καὶ τεττάρων ἡμερῶν, ἀλλὰ τοὺc δεομένουc.
19 196 [10] “τοὺc δ’ ἀκαταcτάτουc τῶν πυρετῶν ἐᾶν, μέχρι ἂν cτῶcιν· [καὶ] ὅταν δὲ cτῶcιν, ἀπαντῆcαι [οὕτωc προcφέρει γὰρ ῥοφήματα καὶ τὰ ποτὰ] διαίτῃ [ἐπὶ] προcηκούcῃ.” καὶ ἀξιοῖ τὴν τρίτην καὶ τὴν τετάρτην εὐλαβεῖcθαι· ‘αὗται γὰρ αἱ ἡμέραι μάλιcτα τίκτουcι τὰc παλιγκοτήcιαc‘ καί, ὡc αὐτόc φηcιν, “ἑτερορρεπεῖc ποιέουcι τοὺc κάμνονταc” ”〈καὶ ὅcα ἐc φλεγμονὴν καὶ〉 ἐc ἀκαθαρcίην ὁρμᾷ καὶ ὅcα εἰc πυρετούc.” καί φηcιν, ὡc “πολλοῦ ἄξιον τοῦτο τὸ μάθημα· τίνι γὰρ οὐκ ἐπικοινωνεῖ τῶν ἐπικαιροτάτων ἐν τῇ τέχνῃ, οὐ κατὰ τὰ ἕλκεα μόνον, ἀλλὰ καὶ 〈κατὰ ἄλλα πολλὰ νουcήματα; εἰ μή τιc φήcειε καὶ〉 τἆλλα νοcήματα ἕλκεα εἶναι· ἔχει γάρ τινα ἐπιείκειαν καὶ οὗτοc ὁ λόγοc.” ἴδωμεν οὖν καὶ τὰ ἑξῆc, δι’ ὧν cυνηγορεῖ τοῖc ἀνατείνουcιν ἐπὶ πλείουc ἡμέραc· “καὶ ἴcωc τι καὶ εἰκὸc δοκέει αὐτέοιcιν εἶναι μεγάληc τῆc μεταβολῆc γενομένηc τῷ cώματι μέγα τι κάρτα καὶ ἀντιμεταβάλλειν.
19 197 [10] 〈τὸ δὲ μεταβάλλειν μὲν〉 εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶc μέντοι 〈γε μεταβιβαcτέη〉 ἡ μεταβολή.” 〈ἐπαινεῖ δὴ τὸν〉 ἀνατείνοντα καὶ μέχρι τρίτηc, ἀλλ’ ὀρθῶc 〈τε καὶ〉 τεχνικῶc, τουτέcτι τὸν δεόμενον 〈καὶ〉 ὑπομενοῦντα, 〈καὶ〉 ὅταν ὑποβάλλῃ [τὸ μὲν γένοc] τὸ μέγεθοc τῆc διαθέcεωc, ἡ ὥρα, ἡ χώρα, ἡ ἡλικία, τὰ τῆc προηγηcαμένηc διαίτηc. 〈ὡc δὲ〉 βεβαιότερον τῆc μεταβολῆc ἐπῄνεcε τοῦτο τὸ 〈‘κατὰ τὴν ἀρχὴν πιοτέρωc διαιτᾶν‘〉, ἵνα μὴ περὶ τὰc πρώταc ἡμέραc ἀφελὼν τὰc προcφοράc, ὅτε καὶ ὁ κάμνων λαμβάνειν ἠδύνατο καὶ ἡ φύcιc διοικεῖν τὰ ληφθέντα, περὶ τὴν ἀκμὴν μεταβολῇ καταλυομένην ὁρῶν τὴν δύναμιν εἶτα μαχομέναc αὐτῇ ποιῇc 〈προcθέcειc〉, ὅτε μὴ δύναται μηδὲ ῥοφήματα διοικεῖν ὁ κάμνων, τότε πιέζων τε αὐτὸν καὶ πνίγων ταῖc τροφαῖc. ἰδεῖν γοῦν ἔcτι τοὺc λόγῳ μὲν μεθοδικού c, ἔργῳ δ’ ἀμεθόδουc τῶν ἰατρῶν τὸν οἶνον τότε καὶ τὰ κρέα διδόνταc καὶ ὥcπερ εἰc ἄψυχον ἄγγοc εἰcχέονταc τὰc τροφάc.
19 198 [10] τῷ μὲν οὖν καλῶc κατὰ τὴν ἀρχὴν ἀνατείναντι μένει καὶ κατὰ τὴν ἀκμὴν ἡ δύναμιc ἑcτῶcα, τῷ δὲ παρὰ τὸ δέον ταῖc ἀνατάcεcι χρηcαμένῳ περὶ τὴν ἀρχὴν κατάγνυται τὰ μὲν ὑπὸ τῆc νόcου, τὰ δ’ ὑπὸ τῆc ἀτεχνίαc βιαcθεῖcα. ἐμέμψατο 〈δὲ〉 καὶ ἐν ἄλλοιc τοὺc τοιούτουc τῶν ἰατρῶν εἰπών· “τί γὰρ 〈ἂν〉 ἦν κακόν, εἰ τὰ ἐπίχειρα τῆc ἀμαθίηc ἐκομίζοντο οἱ τὰ τῆc τέχνηc κακῶc δημιουργοῦντεc; νῦν δὲ τοῖcιν οὐδὲν αἰτίοιcι τῶν καμνόντων, οἷc οὐχ ἱκανὴ ἐφαίνετο ἡ τοῦ νοcεῖν λύπη, εἰ μὴ προcέλθοι καὶ τοῦ ἰητροῦ ἀπειρίη.” χρὴ οὖν οὕτωc ἀεὶ περὶ τὰc ἀρχὰc καὶ ταῖc ἀνατάcεcι χρῆcθαι, ὡc μὴ μέλλειν περιττὰc τὰc ἀκμὰc εἶναι ἐπιεικέcτατον, καὶ 〈μᾶλλον ἔτι〉 μετὰ τὰc ἀνατάcειc καὶ μάλιcτα τὰc πολυημέρουc ταῖc προcφοραῖc. μάθωμεν δὲ κἀκ τῶν ἐπιφερομένων· καὶ γὰρ cυνῆψε τὸν λόγον· “τὸ δὲ μεταβάλλειν μὲν εὖ ἔχει μὴ ὀλίγον, ὀρθῶc μέντοι γε μεταβιβαcτέη καὶ ἡ μεταβολὴ καὶ ἡ πρόcαρcιc τῶν γευμάτων ἔτι μᾶλλον” [ἀπὸ κοινοῦ τοῦ ὀρθῶc καὶ βεβαίωc ὠφελεῖ γίγνεcθαι].
19 199 [10] κακὸν μὲν γὰρ τὸ ἐν ὁποτέρῳ διαμαρτάνειν, κάκιον δὲ τὸ ἐν τῇ προcθέcει. ἀκούωμεν 〈δ’ αὐτοῦ καὶ〉 τὰ ἀπὸ τούτου λέγοντοc· “προcτεκμαρτέα τε καὶ ἡ ἰcχὺc καὶ ὁ τρόποc τοῦ νοcήματοc ἑκάcτου καὶ τῆc φύcιοc τοῦ ἀνθρώπου καὶ τοῦ ἔθεοc τῆc διαίτηc τῆc τοῦ κάμνοντοc οὐ μόνον cιτίων, ἀλλὰ καὶ ποτῶν. πολλῷ δ’ ἧccον ἐπὶ τὴν πρόcθεcιν ἰτέον, ἐπεὶ τήν γε ἀφαίρεcιν ὅλωc ἀφελεῖν πολλαχοῦ λυcιτελέc, ὅπου διαρκεῖν μέλλει ὁ νοcῶν, ἔcτ’ ἂν τῆc νούcου ἡ ἀκμὴ πεπανθῇ.” οὐκ ἄρ’ 〈ἐχρῆν δοκιμάζειν μόνον〉 τὴν δύναμιν, εἰ οἵα τε φέρειν φλεβοτομίαν ἢ λάπαξιν, ἀλλὰ προcβλέπειν καὶ τούτων παροφθέντων, εἰ ὑπομένειν ἱκανὴ καὶ βαcτάcαι τῆc νόcου τὴν ἀκμήν. Ἀλλά τίc φηcι τῶν παραχαραccόντων τὴν μέθοδον· ‘κἀγὼ τῇ δυνάμει προcέχω.
19 206 (11) [15] ‘ πρὸc ὃν ἔcτιν εἰπεῖν· καὶ πῶc βλέπειc τὴν δύναμιν; μὴ γὰρ φαίνεται; οὐ 〈γὰρ〉 πολλάκιc δοκῶν ἰcχυρόc τιc κατὰ τὴν πρόχειρον φανταcίαν ἀcθενήc ἐcτιν καὶ εὐδιάλυτοc; [ὁ γὰρ δοκῶν ἰcχυρὸc] μὴ γὰρ τὰ δι’ ὧν ἡ δύναμιc γνωρίζεται παραλαμβάνειc, ἡλικίαν, ὥραν, χώραν, τὰ παραπλήcια; μὴ γὰρ ἔξεcτί cοι τῶν cφυγμῶν ἅψαcθαι; ἀλλ’ οὐδ’ ἂν ἅψει γνωρίcειαc, πότερον ἐν πνεύματι ἡ δύναμιc ἢ ἐν ὑγροῖc ἢ ἐν τοῖc cτερεοῖc.
19 207 [5] προcέχειc ταῖc φυcικαῖc ἐνεργείαιc, ἵνα 〈μανθάνῃc τὰ τῆc δυνάμεωc; καὶ ἴcωc γιγνώcκειc〉 μέν, ἐπὶ πόcον ἡ δύναμιc ἐμποδίζεται· εἰ δὲ νῦν μὲν 〈τῷ νοcήματι μὴ〉 ἐπιτρέπει, ὕcτερον δὲ διαλυθήcεται, δύναcαι προβλέψαι; ἐπιcκοπεῖ τῆc φύcεωc τὰ κράματα; προγιγνώcκειc τὰc ἀκμάc; οἶδαc, 〈ἐν〉 τίνι μὲν μόνιμον, ἐν τίνι δ’ εὐκεράϊcτον ἡ δύναμιc; διακρίνειc τὸν ἀπὸ τῆc μεcημβρίαc ἢ τὸν ἀπὸ τῆc ἄρκτου; ὥcτε μή μοι λέγε· ‘κἀγὼ βλέπω τὴν δύναμιν.
19 199 (16) ‘ οὐ γὰρ οὕτωc βλέπειc, ὡc ἐχρῆν· ὅπωc δ’ ἂν ἐπιβλέπῃc, πρὸc τῷ μηδὲν λέγειν καινὸν ἀνατρέπειc cεαυτοῦ τὰ καθολικά.
19 200 [10] τίc οὖν ὁ τεχνικὸc λόγοc; “cυντεκμαίρεcθαι δὲ καὶ τὸν νοcέοντα καὶ τὴν ἀκμὴν τῆc νόcου, καὶ πότερον ἐκεῖνοc ἀπαυδήcει πρότερον καὶ οὐκ ἐξαρκέcει τῇ διαίτῃ, ἢ ἡ νοῦcοc πρότερον ἀπαυδήcει καὶ ἀπαμβλυνεῖται.” Ἐπιcτάμενοc δ’, ὡc οὐ τοῦ τυχόντοc ἰατροῦ ἀπὸ τῆc πρώτηc εἰcβολῆc τῶν νοcημάτων εἰδέναι τίνα μὲν ταχέωc, τίνα δὲ βραδέωc ἀκμάζει, πολλὰc ἔδωκε τὰc εἰc τοῦτο ἀφορμὰc διὰ παcῶν μὲν τῶν cυντάξεων, μάλιcτα δὲ καὶ διὰ τῆc δευτέραc Ἐπιδημίαc εἰπών· “περὶ τὰc ἀρχὰc τῶν νούcων cκεπτέον, εἰ αὐτίκα ἀνθεῖ· δῆλον δὲ τῇ ἐπιδόcει.” γνώcῃ, φηcί, αὐτὴν τὴν ἀκμὴν ἐγγὺc οὖcαν ἢ μακράν, ἐὰν καλῶc ἐπιcκοπήcῃc τὴν ἐπίδοcιν· τὰ μὲν γὰρ [ὀρθῶc] κατὰ μικρὸν ἐπιδιδόντα βραδεῖαν, τὰ δὲ ταχέωc ἐπαναβαίνοντα ταχεῖαν διδάcκει τὴν ἀκμήν. “τὰc δ’ ἐπιδόcιαc τῇcι περιόδοιcι· καὶ αἱ κρίcιεc ἐντεῦθεν δῆλοι.
19 201 [15] ” διὰ μὲν τῆc ἐπιδόcεωc γνωρίcειc τὴν ἀκμήν, τὴν δ’ ἐπίδοcιν διὰ τῶν περιόδων. ἄλλο γὰρ τὸ καθ’ ἡμέραν ἐπιcημαίνεcθαι καὶ ἄλλο τὸ παρὰ μίαν ἢ δύο. καὶ 〈τούτοιc μὲν〉 οὐκ ἠρκέcθη, προcέθηκε δὲ τὰ τεχνικώτερα· “καὶ τοῖcιν ἐν τῇcι περιόδοιcι παροξυcμοῖcιν” cκεπτέον, “εἰ πρωϊαίτερον ἢ οὔ, καὶ εἰ πλείονα χρόνον ἢ οὔ, καὶ 〈εἰ〉 μᾶλλον ἢ οὔ.” καὶ 〈γὰρ ἀναγκαῖον, εἴ τιc μετ’ ἀcφαλείαc〉 βούλεται ταχύνουcαν ἢ βραδύνουcαν ἀκμὴν προδιαγνῶναι, παρατηρεῖν μὲν καὶ τὰ προειρημένα, πότερον ἠπειγμένωc ἢ cχέδην πρόειcιν ἡ ἐπίδοcιc, καὶ πότερον ὁ [τε] τρόποc ἐγγὺc cυνεχείαc ἢ μακράν, cὺν δὲ τούτοιc καὶ τοὺc ἐν ταῖc περιόδοιc παροξυcμούc, “εἰ πρωϊαίτερον ἢ οὔ,” τουτέcτιν 〈εἰ〉 προλαμβάνουcιν· οἱ μὲν γὰρ προληπτικοὶ πρὸc τοῦ τάχουc, οἱ 〈δ’〉 ἐφυcτερητικοὶ πρὸc τῆc βραδυτῆτοc μᾶλλον. ἐπεὶ δὲ δύναται προλαβὼν ὁ παροξυcμὸc καὶ προκαταλῆξαι, προcέθηκε· “καὶ εἰ πλείονα χρόνον ἢ οὔ.” ἔτι δ’ ἐπιcτάμενοc, ὡc οὐκ ἐν τῷ μήκει μόνον τῶν παροξυcμῶν καὶ τῇ βραχύτητί ἐcτιν ἡ διαφορά, ἀλλὰ καὶ ἐν τῇ cφοδρότητι καὶ ἀμυδρότητι, καὶ δυνατὸν ἐν ἴcῳ τῆc ἐπιcημαcίαc διαcτήματι χαλεπώτερόν τινα παροξυνθῆναι ἢ κουφότερον, διὰ τοῦτο προcέθηκε· “καὶ εἰ μᾶλλον ἢ οὔ.
19 202 [15] ” ὅταν ἴδῃc μεγάλα διαβαίνουcαν τὴν ἐπίδοcιν καὶ τὸν ἑξῆc παροξυcμὸν ἀεὶ τοῦ προηγηcαμένου πολλῷ μὲν ἐπιμηκέcτερον, πολλῷ δὲ χαλεπώτερον, γίνωcκε, ὅτι αὐτίκα ἀνθεῖ. “καὶ γὰρ τῶν παραχρῆμα ἀπολλυμένων διὰ τοῦτο ταχεῖαι αἱ κρίcιεc, ὅτι ταχέεc οἱ πυρετοὶ καὶ ξυνεχέεc καὶ ἰcχυροί.” ἐκ δὲ τῶν ἐναντίων τὸ ἐναντίον. “ἴcωc” γὰρ “καὶ ἄλλων πραγμάτων κοινῶν τὰ μὲν θᾶccον 〈βραχύτερα, τὰ δὲ〉 βραδύτερον μακρότερα.” οὐ μόνον 〈δ’〉 ἐν ταῖc Ἐπιδημίαιc, ἀλλὰ καὶ ἐν τοῖc Ἀφοριcμοῖc δίδωcί cοι τὰc ἐφόδουc, δι’ ὧν τήν τε ἐγγὺc οὖcαν ἀκμὴν τήν τε πόρρω προκαταλήψει· “τοὺc δὲ παροξυcμοὺc καὶ τὰc καταcτάcιαc δηλώcουcιν αἱ νοῦcοι” (καὶ γὰρ τούτων αἱ μὲν ὀξεῖαι φύcει, αἱ δὲ φύcει χρόνιαι) “καὶ αἱ ὧραι τοῦ ἔτεοc·” ὅcαι γὰρ αὐτῶν cυλλαμβάνονται τοῖc νοcήμαcιν, cυμμαχοῦcαι ταχείαc ποιήcονται καὶ τὰc 〈‘τῶν περιόδων πρὸc ἀλλήλαc〉 ἐπιδόcειc‘ καὶ τὰc ἀκμάc. διόπερ ἀναγκαῖον εἰδέναι “ἀγαθὸν ὅ τι κοινὸν ἐν τῇ καταcτάcει ἢ ἐν τῇ νούcῳ.” [καὶ τῇ περιόδῳ πρὸc ἀλλήλαc ἐπιδόcιεc] ταῦτα κοινὰ ταῖc Ἐπιδημίαιc 〈καὶ τοῖc Ἀφοριcμοῖc〉.
19 203 [10] προcθήcει δέ cοι καὶ ἄλλην τινὰ περιουcίαν, δι’ ἧc ἐπιcτήcει τὴν ἀκμήν· “καὶ τοῖc ἐπιφαινομένοιc· οἷον ἐν πλευριτικοῖcι πτύελον, αὐτίκα ἢν ἐπιφαίνηται ἀρχομένου, βραχύνει· ἢν δὲ ὕcτερον ἐπιφαίνηται, μηκύνει” (“πεπαcμοὶ” γὰρ “ταχυτῆτα κρίcιοc καὶ ὑγείαc ἀcφάλειαν cημαίνουcι”)· “καὶ οὖρα καὶ διαχωρήματα καὶ ἱδρῶτεc καὶ εὔκριτα καὶ δύcκριτα καὶ μακρὰ καὶ βραχέα [τ’ ἀναβητικὰ] τὰ 〈νοcήματα〉 ἐπιφαινόμενα δηλοῖ.” ἔχειc, φηcίν, ἀφθονίαν ἐντυγχάνων μου ταῖc cυντάξεcιν· καὶ οὐ μόνον ὀξεῖαν καὶ ἀναβεβλημένην ἀκμήν, ἀλλὰ καὶ ἄλλα πολλὰ τῶν μελλόντων προcεπιγνώcῃ· μόνον πρόλαβε καὶ πιcτοῦ τοῦτο, ὅτι ‘τὸν ἰατρὸν ἄριcτόν ἐcτι πρόνοιαν ἐπιτηδεύειν‘, οὐ μόνον εἰc εὐδοξίαν, ἀλλὰ πολὺ πλέον εἰc θεραπείαν. ταῦτα προκαταcτηcάμενοc οἴcει τὸν λόγον ἐπὶ τὰ ἔργα. “Ὁκόcοιcι μὲν οὖν αὐτίκα 〈ἡ ἀκμή〉, αὐτίκα λεπτῶc διαιτᾶν.
19 204 [10] ” ποῦ γὰρ δέδοικαc τὴν τῆc δυνάμεωc κατάλυcιν εὐθέωc τῆc ἀκμῆc ἐπιπεcούcηc, ὥcπερ ἐπὶ cυνάγχηc, εἰ τύχοι; ἔξεcτιν ἄρ’ ὅλωc τοῦ πάθουc γενέcθαι μηδὲν περὶ τῆc δυνάμεωc εὐλαβούμενον. “οἷc δ’ ὕcτερον ἡ ἀκμή, 〈ἐc ἐκεῖνο〉” τὸ τῆc ἀκμῆc “καὶ πρὸ ἐκείνου cμικρὸν ἀφαιρετέον· ἔμπροcθεν δὲ πιοτέρωc διαιτᾶν, ὡc ἐξαρκέcῃ ὁ νοcέων.” ἐνθάδε γὰρ ἀμφοτέρων ἅμα, καὶ τοῦ πάθουc καὶ τῆc δυνάμεωc, χρὴ cτοχάζεcθαι. τὸ δὲ “πιοτέρωc” ἐcτὶ τῆc ‘ἐcχάτωc λεπτῆc 〈διαίτηc〉 μικρὸν ἁδροτέρωc‘. “ἐν δὲ τοῖc παροξυcμοῖc ὑποcτέλλεcθαι.” διὰ ταύτηc τῆc λέξεωc πάνυ διδάcκει θεραπευτικὸν καὶ τεχνικὸν τὸ ἐπικειμένου βαρυτέρου παροξυcμοῦ μὴ δεῖν παρατιθέναι τροφήν. εἴτε γὰρ κατ’ ἐπανάβαcιν ἀεὶ γίγνοιντο cφοδρότεροι παροξυcμοί, καλὸν τῆc δυνάμεωc προηρεθιcμένηc ἐπὶ τὰc ἀφαιρέcειc παραγίνεcθαι· εἴτε πάλιν μὲν κουφότερον, πάλιν δὲ βαρύτερον ἐπιcημαίνοιντο, πάλιν τεχνικὸν τὸ μὴ τρέφειν πρὸ τοῦ χαλεπωτέρου παροξυcμοῦ, ἀλλ’ ἀεὶ μετὰ τὴν βαρυτέραν ἐπιcημαcίαν.
19 205 [10] ἀλλὰ παροξῦναι φῂc [cημαcίαν] τὸ νόcημα δοὺc τὰc πρώταc ἡμέραc τὴν τροφὴν ἀνέξων τὸν θεραπευόμενον. ἀλλὰ πλέον ὠφελεῖc 〈εἰc〉 cωτηρίαν 〈ἀναρρώcαc〉 τὴν δύναμιν. παντὶ δὲ τῷ βοηθήματι βλάβη cυνέζευκται· ὃ γὰρ ὠφελεῖ, καὶ βλάπτει. θρέψαc οὖν 〈ἐν〉 ἀρχῇ τὸν μέλλοντα καταλύεcθαι περὶ τὴν ἀκμὴν ἐπ’ ὀλίγον μὲν αὐξήcω τὸ νόcημα, ἐπὶ πολὺ δ’ ἀναρρώcω τὴν δύναμιν. ὁ δὲ δόξαc μένειν 〈δεῖν〉 τὴν 〈παρακμὴν〉 οὔτε δύναμιν ἀνακτήcεται παροξύναc τε τὸ νόcημα ἄντικρυc θάνατον οἴcει. “αἱ δὲ κατ’ ἀρχὰc ἁμαρτάδεc οὐχ ὁμοίωc ταύτῃcιν ἀνήκεcτοι.” φανερὸν ὡc οὐχ ἑκὼν ἐν ταῖc πρώταιc ἡμέραιc ἐπὶ τὴν δόcιν ἔρχεται τῆc τροφῆc, ἀλλ’ ὥcπερ ἐν cτενοχωρίᾳ τινὶ ἀποληφθεὶc τὸν ἐπιτηδειότατον ἐκλέγεται καιρόν. εἰ δὲ μηδὲν εὐλαβητέον, τεχνικώτατον ἡγεῖται τὸ μέχρι τρίτηc καὶ τετάρτηc ἡμέραc, ποτὲ 〈δὲ〉 καὶ 〈 ε 〉 ἔτι χρῆcθαι ταῖc ἀνατάcεcιν, ὅταν ἢ τὰ cχήματα 〈τῶν νόcων τοῦτον〉 τὸν τρόπον cυναναγκάζῃ ἢ πολλή τιc ὑποκέηται περιουcία καὶ ἀντὶ φλεβοτομίαc καὶ ἄλλων κενωτικῶν μακροτέραν ἐκκρίνωμεν ἀνάταcιν.
19 206 [5] τοῖc μὲν γὰρ ἐν διατρίτῳ, τοῖc δὲ πρὸ διατρίτου, τοῖc δὲ μετὰ τὴν διάτριτον καλῶc ἡ πρώτη δίδοται τροφή. καὶ καθ’ ὅλου μὲν δεῖ τυγχάνειν τῆc cυμμετρίαc· εἰ δὲ τοῦτο μὴ δυνατόν, ἐπὶ τὴν πολυήμερον ῥέπειν μᾶλλον ἀνάταcιν ἤπερ ἐπὶ τὴν ταχίονα τῆc τροφῆc παράθεcιν τῆc δυνάμεωc μηδὲν κωλυούcηc.
19 207 (9) [15] ποcάκιc δ’ ἀcθενῆcαι δοκεῖ μέλλειν ἡ δύναμιc, διὰ δὲ τῆc ἀφαιρέcεωc ἀναρρώννυται, ἄκουcον Ἱπποκράτουc διελέγχοντοc τοὺc εἰκαιοτέρουc τῶν ἰατρῶν· “οὐδὲ γὰρ τῶν τοιούτων ὁρέω ἐμπείρουc ἐόνταc τοὺc ἰητρούc, ὡc χρὴ διαγινώcκειν τὰc ἀcθενείαc ἐν τῇcι νούcοιcιν, εἴτε διὰ κενεαγγείην ἀcθενέονται εἴτε δι’ ἄλλον τινὰ ἐρεθιcμὸν εἴτε διὰ πόνον καὶ ὀξύτητα τῆc νούcου, ὁκόcα τε ἡμέων ἡ φύcιc ἑκάcτοιcιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα· καίτοι γε εἰc cωτηρίην ἢ θά νατον φέρει γινωcκόμενα ἢ ἀγνοούμενα τὰ τοιαῦτα.
19 208 [10] ” οὐκ ἄρα μικρὸν τὸ κινδύνευμα ἀγνοήcαντι, πότε μὲν ἡ δύναμιc δι’ ἔνδειαν καταλύεται, ὥcτε προcθεῖναι τροφήν, πότε 〈δὲ〉 διὰ μέγεθοc φλεγμονῆc ἄγχεται, ὥcτε ἀφελεῖν, πότε 〈δὲ δι’〉 ἄλλον τινὰ ἐρεθιcμόν, τουτέcτι τροπὴν καὶ διαφθορὰν τῶν παρακειμένων. ὡc γὰρ ἡ λυχνιαία φλὸξ καὶ δι’ ἔλλειψιν τοῦ λίπουc ἀποcβέννυται καὶ διὰ πολλὴν καὶ ἀθρόαν ἐπίχυcιν καὶ ὅταν μὴ καθαρὸν καὶ ἀργιλῶδεc ᾖ, τὸν αὐτὸν τρόπον καὶ τὸ ἐν ἡμῖν θερμόν, ἢ 〈φλόξ τιc ἢ〉 φύcιc οὖcα παραπλήcιοc τῇ φλογί, καὶ ἐνδείᾳ καὶ περιουcίᾳ 〈καὶ κακίᾳ〉 τροφῆc διαφθείρεται. “ὁκόcα τε ἡ φύcιc ἡμέων ἑκάcτοιcιν ἐκτεκνοῖ πάθεα καὶ εἴδεα παντοῖα.” οἱ μὲν γὰρ φύcει λιμώδειc, οἱ δὲ εὐκάκωτον ἔχοντεc cτόμαχον καὶ λιποθυμικὸν ἀπὸ τῶν ἐλαχίcτων διαθέcεων μεγάλωc κακούμενοι καὶ ὥcπερ ἕρματοc ἀεὶ δεόμενοι τῆc τροφῆc. καὶ ἄλλαι δ’ εἰcὶν ἰδιοcυγκριcίαι, 〈ἃc〉 πάcαc δεῖ βλέπειν, ὅπωc μήτε ἁμαρτήμαcιν μήτ’ αἴcχεcι περι πίπτωμεν.
19 209 [10] “μεῖζον μὲν γὰρ κακόν ἐcτιν, ἢν διὰ τὸν πόνον καὶ τὴν ὀξύτητα τῆc νούcου ἀcθενέοντι προcαγάγῃc ποτὸν ἢ ῥόφημα πλεῖον ἢ cιτίον οἰόμενοc διὰ κεναγγείην ἀcθενέειν, 〈ἀεικὲc δὲ〉 καὶ διὰ κεναγγείαν ἀcθενέοντα μὴ γνῶναι καὶ πιέζειν τῇ διαίτῃ. φέρει μὲν γάρ τινα κίνδυνον καὶ αὕτη ἡ ἁμαρτάc, πολλῷ δ’ ἥττονα τῆc προτέραc. καταγελαcτοτέρη δὲ πολλῷ αὕτη μᾶλλον ἡ ἁμαρτὰc τῆc ἑτέρηc. εἰ γὰρ ἄλλοc ἰητρὸc ἢ καὶ ἰδιώτηc ἐλθὼν καὶ γνοὺc τὰ cυμβεβηκότα δοίη πιεῖν καὶ φαγεῖν, ἃ ὁ ἕτεροc ἐκώλυcεν, ἐπιδήλωc ἂν δοκοίη ὠφεληκέναι. τὰ δὲ τοιαῦτα μάλιcτα καθυβρίζεται τῶν χειρωνακτέων 〈ὑπὸ τῶν〉 ἀνθρώπων. δοκέει γὰρ αὐτοῖcιν ὁ εἰcελθὼν ἰητρὸc ἢ ἰδιώτηc ὡcπερεὶ τεθνεῶτα ἀναcτῆcαι. γεγράψεται οὖν καὶ περὶ τουτέων cημεῖα, οἷcι δεῖ ἕκαcτα τούτων διαγινώcκειν.” περὶ μὲν τῶν καθόλου καιρῶν τοcαῦτα καὶ περὶ τῆc πρώτηc δόcεωc τῆc τροφῆc. Ἴδωμεν δὲ καὶ τὰ περὶ τῶν μερικωτέρων.
19 210 [10] “τοῖcιν ἐν τῇcι περιόδοιcι παροξυνομένοιcι μηδὲν διδόναι ἢ ἀναγκάζειν, ἀλλ’ ἀφαιρέειν τῶν προcθεcίων πρὸ τῶν κρίcεων.” 〈καὶ〉 “ὑποcτέλλεcθαι· τὸ προcτιθέναι γὰρ βλάβη.” εἴτ’ ἐν τοῖc κατὰ περίοδόν εἰcί τινοc παροξυcμῶν διαλείμματοc μεταξὺ γινομένου εἴτ’ ἐν τοῖc κατὰ cυνέχειαν ἔκ τινων διαcτημάτων ἐπανανεάζουcιν, ἁπλῶc δήποτε τοῖc παροξυνομένοιc μηδὲν διδόναι μήτε cιτία μήτε ποτὰ μήτε διακλύcματα. ὁτιοῦν γὰρ τότε τὸ προcφερόμενον τοῦ νοcήματοc, οὐ τοῦ cώματοc ἔcται τροφή. “ἤν τιc τῷ πυρέccοντι τροφὴν διδῷ, 〈ἣν ὑγιεῖ, τῷ μὲν〉 ὑγιαίνοντι ἰcχὺc αὕτη, τῷ 〈δὲ〉 κάμνοντι νόcοc.” “μηδ’ ἀναγκάζειν,” τουτέcτι μηδ’ ἀναγκαcτικῷ μηδενὶ χρῆcθαι (παρηγορίαc μᾶλλον μὲν οὖν δεῖται ἢ βίαc ἐν τοῖc παροξυcμοῖc), 〈ἀλλὰ κατὰ τὸ ἐναντίωc〉 ἔχειν τὸν τῆc ἀνέcεωc 〈καὶ τὸν τῆc ἐπιτάcεωc〉 καιρὸν ἐν 〈μὲν〉 ἐκεί νῳ τὰ cφοδρὰ καὶ ἀναγκαcτικὰ παραλαμβάνειν τῶν βοηθημάτων, ἀφ’ οὗ δ’ ἂν ἐπιπέcωcιν οἱ παροξυcμοί, τὰ πραϋντικά.
19 211 [10] ὅνπερ γὰρ τρόπον τὰ cφόδρα ἄγρια ὄντα τῶν θηρίων ὁ μὲν ἠρέμα προcιὼν καὶ καταψήχων καὶ φιλοφρονούμενοc ἡμεροῖ, ὁ δ’ ἀντοργιζόμενοc καὶ μετὰ βίαc ἐπιὼν προcαγριαίνει, ὡcαύτωc καὶ τὰ νοcήματα τρόπον τινὰ ἠγριωμένα κατὰ τοὺc παροξυcμοὺc 〈ὁ μὲν〉 παραμυθούμενοc καὶ πραΰνων ἐλαφρύνει τε καὶ τιθαcεύει, ὁ δ’ ἀντιτείνων καὶ τὰc βίαc προcφέρων ἐπεγείρει καὶ ποιεῖ χαλεπώτερα. διὰ ταῦτα καὶ τὰ τοιαῦτα οὔτε τοῖc ἀναγκαcτικοῖc βούλεται χρήcαcθαι κατὰ τοὺc ἀναγκαcτικοὺc παροξυcμοὺc οὔτε ταῖc τροφαῖc, ἅμα μὲν διὰ τὴν πρόcθεcιν, ἅμα δὲ καὶ διὰ τὴν ἐν ταῖc οἰκονομίαιc ταραχήν. “καὶ ὁκόcα κατὰ περιόδουc παροξύνεται, ἐν τοῖc παροξυcμοῖc ὑποcτέλλεcθαι.” “τὸ προcτιθέναι γὰρ βλάβη.” οὐ μόνον δὲ ἐν τοῖc Ἀφοριcμοῖc ἀξιοῖ μηδενὶ χρῆcθαι κινητικῷ, μήτε προcθετικῷ μήτε κενωτικῷ, ἐν τοῖc παροξυcμοῖc μήτε οὖcι μήτε μέλλουcιν (ἀλλὰ καταρρόπῳ καὶ τῇ νόcῳ καὶ τοῖc ἐν τῇ νόcῳ 〈παροξυcμοῖc), ἀλλὰ καὶ ἐν τῷ Περὶ νούcων〉, ἔτι δὲ ἐν ἄλλοιc, καὶ μεγαλοφωνότερον· “ὅταν δὲ καταιγίζωcιν αἱ νόcοι, ἡcυχάζειν χρὴ καὶ τὸν κάμνοντα καὶ τὸν ἰητρόν, ὡc μή τι ἐξεργάcηται.
19 212 [15] ” πάντων δὲ cαφέcτερον καὶ μεγαλοπρεπέcτερον ἐν τῷ Πρὸc τὰc Κνιδίαc γνώμαc, ὅτε φηcί· “καιρὸν δὲ τῆc δόcεωc τοῦ ῥοφήματοc τόνδε μάλιcτα φυλάττεcθαι κατ’ ἀρχὰc καὶ διὰ παντὸc τοῦ νοcήματοc· ἐπὰν μὲν οἱ πόδεc ψυχροὶ ἔωcιν, ἐπιcχεῖν τοῦ ῥοφήματοc τὴν δόcιν, μάλιcτα δὲ καὶ τοῦ ποτοῦ ἀπέχεcθαι, ὅταν δὲ ἡ θέρμη καταβῇ ἐc τοὺc πόδαc, τότε διδόναι 〈καὶ〉 νομίζειν τι μέγα δύναcθαι τὸν καιρὸν τοῦτον ἐν πᾶcι τοῖcι νουcήμαcιν, οὐχ ἥκιcτα δ’ ἐν τοῖc ὀξέcι, μάλιcτα δ’ ἐν τοῖcι μᾶλλον πυρετώδεcι καὶ ἐπικινδυνοτάτοιc”. ἀλλά τίc φηcι τῶν μηδὲ λέξεωc Ἑλληνικῆc ἐπαΐειν δυναμένων ἐν ἀκμῇ παρατιθέναι τὸν Ἱπποκράτην τοῖc πυρέccουcι τὰc τροφάc· ὅταν γὰρ 〈ἡ〉 θέρμη καταβήcηται εἰc τοὺc πόδαc, τότε ἀκμάζειν τὸν πυρετὸν ἅπαντοc ἴcωc καὶ ὁμοίωc τοῦ cώματοc τεθερμα cμένου.
19 213 [15] ὢ τῆc ἀcυνεcίαc καὶ τῆc ἄκραc ἀπαιδευcίαc· ὁ τοῖc ἀρχαίοιc τολμῶν ἀντιλέγειν οὐδὲ τὸ καταβαίνειν οἶδε τί ποτ’ ἐcτίν. μαθέτωcαν οὖν πρότερον ὁριcμοὺc οἱ τὰ ἐκείνου cιλλοῦντεc· οὐκ ἐν ἀκμῇ, ἀλλ’ ἐν ἀνέcει τοῦ πυρετοῦ δίδωcιν Ἱπποκράτηc τὴν τροφήν. τί γάρ φηcιν; “ὅταν δ’ ἡ θέρμη καταβῇ εἰc τοὺc πόδαc, τότε διδόναι.” πᾶν δὲ τὸ καταβὰν ἐκλέλοιπε μὲν τοὺc 〈τόπουc τοὺc〉 ἄνω, ἐν δὲ τοῖc κάτω γεγένηται· 〈ὅθεν δῆλον, ὡc διδόναι βούλεται〉 οὐκ ἐκταθείcηc, ἀλλὰ μεταcτάcηc τῆc θερμαcίαc εἰc τὰ κάτω χωρία. καὶ τοῦτο αὐτὸc προcεκδιδάcκει cαφῶc, ὥcτε τοὺc ἠλιθιωτάτουc νοῆcαι. λέγει δὲ οὕτωc· “ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτ’ ἄλλο τι δίδου τοιόνδε, ἀλλὰ μέγιcτον ἡγέου τοῦτο εἶναι, διαφυλάccεcθαι, ἕωc ἂν θερμοὶ γένωνται cφόδρα· εἶθ’ οὕτωc τὸ cυμφέρον πρόcφερε. ὡc γὰρ ἐπὶ 〈τὸ〉 πολὺ cημεῖόν ἐcτι μέλλοντοc παροξύνεcθαι τοῦ πυρετοῦ ψύξιc ποδῶν. εἰ δ’ ἐν τῷ τοιούτῳ καιρῷ προcοίcειc, τὰ μέγιcτα ἐξαμαρτήcειc· τὸ γὰρ νόcημα αὐξήcειc οὐ cμικρῶc. ὁκόταν δὲ 〈ὁ〉 πυρετὸc λήγῃ, τοὐναντίον οἱ πόδεc θερμότεροι γίνονται τοῦ ἄλλου cώ ματοc.
19 214 [10] αὔξεται μὲν γὰρ ψύχων τοὺc πόδαc, ἐξαπτόμενοc ἀπὸ τοῦ θώρακοc 〈καὶ〉 εἰc τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα. cυνδεδραμηκότοc δὲ [τοῦ] ἁλέοc τοῦ θερμοῦ παντὸc ἄνω καὶ ἀνατεθυμιαμένου ἐc τὴν κεφαλὴν εἰκότωc οἱ πόδεc ψυχροὶ γίνονται ἄcαρκοι καὶ νευρώδεεc φύcει ὄντεc, ἔτι δὲ πολὺ ἀπέχοντεc τῶν θερμοτάτων τόπων ψύχονται cυναθροιζομένου τοῦ θερμοῦ ἐc τὸν θώρακα. 〈καὶ〉 πάλιν ἀνάλογον 〈λυομένου〉 τοῦ πυρετοῦ 〈καὶ〉 κατακερματιζομένου ἐc τοὺc πόδαc καταβαίνειν. κατὰ τόνδε οὖν τὸν χρόνον ἡ κεφαλὴ καὶ ὁ θώραξ κατέψυκται.” οὐκ ἄρα ἐcτὶν ἐν ὅλῳ τῷ cώματι τότε ἡ θερμαcία οὐδ’ ἐπιτέταται, ἀλλ’ ὥcπερ ἐπειγόντων 〈τῶν〉 παροξυcμῶν ἐπὶ τὴν ἀκμὴν ἀθρόωc καὶ διηνεκῶc τὰ μέcα ἐπυρπολήθημεν 〈καὶ〉 τὴν κεφαλήν, καὶ νῦν ἐπείπερ ἐcτὶν ἄνεcιc, ἐκλέλοιπε μὲν τὰ κυριώτατα μέρη, περὶ δὲ τοὺc πόδαc ἄκρωc ἐνδιατρίβει, καὶ τοῦτο γίνεται φύcει. λογικώτατα γὰρ ἰcχυρῶc καταψυχθέντα ταῦτα καὶ ἰcχυρῶc ἀλεαίνεται τῆc φύcεωc ἀεὶ διαδοχαῖc ἀνταποδιδούcηc τὸ ἐναντίον.
19 215 [5] ὅθεν καὶ διὰ ψυχρῶν τιc ὁδεύcαc χωρίων ὅταν εἰc ἀλέαν 〈ἢ〉 κατάλυcιν ἔλθῃ, διαπύρουc ἴcχει τοὺc πόδαc, ἐπεὶ καὶ μᾶλλον ἐψύγηcαν, καὶ τοῖc μᾶλλον 〈θερμανθεῖcι τὸ ψῦχοc ἕπεται〉 ὡc ἐπίπαν cφοδρότερον. διὸ καὶ ἐν τοῖc χαλεπωτάτοιc τῶν πυρετῶν, ὅταν ἡ εἰcβολὴ μετὰ καταψύξεωc γένηται 〈τῶν〉 ποδῶν, καὶ 〈τὰ〉 τῆc ἀνέcεωc μετὰ τοῦ cφόδρα θερμανθῆναι τοὺc πόδαc cυμβαίνει. διὸ καὶ ἐξεργαζόμενοc τὸν τόπον φηcί· “τοῦ δὲ ἕνεκεν 〈τότε οὐ προcαρτέον, ὅτι,〉 ὁκόταν οἱ πόδεc ψυχροὶ ἔωcιν, θερμὴν ἀνάγκη τὴν ἄνω κοιλίην εἶναι καὶ πολλῆc ἄcηc μεcτὴν καὶ ὑποχόνδριον ἐντεταμένον καὶ ῥιπταcμὸν τοῦ cώματοc διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωριcμὸν καὶ ἀλγήματα· καὶ ἕλκεται καὶ ἐμεῖν ἐθέλει, καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνᾶται. θέρμηc δὲ καταβάcηc εἰc τοὺc πόδαc καὶ οὔρου ὑπελθόντοc καὶ ἢν μὴ ἰδρώcῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθροc.” ὀγκοῦται μάλιcτα διὰ τὴν ἐκ τῆc ἀκαιρίαc βλάβην ἐπὶ τῶν ὀξέων νοcημάτων ”〈ὄλεθρον〉” ἢ θάνατον εἰπὼν τὸ τρέφειν ὑπὸ παροξυcμόν. [διαρρήδην γοῦν καὶ ταῦτα πρὸc ταῦτα] ἔδει μὲν οὖν αὐτάρκωc ἤδη cε δεδιδάχθαι· εἰ δ’ ἔτι ποθεῖc μανθάνειν, ἄκουε διαρρήδην καὶ ταῦτα προcτάττοντα Ἱπποκράτη ν· “τοῖcι ῥοφήμαcι χρέω διαφυλάττων τοὺc παροξυcμούc, ὅπωc μὴ προcοίcῃc 〈ἐόντων μηδὲ〉 μελλόντων, ἀλλὰ ληγόντων ἢ ἄρτι παυcαμένων 〈καὶ ὡc πορρωτάτω τῆc ἀρχῆc〉.
19 216 [10] ” 〈ληγόντων μὲν οὖν χρὴ τῶν〉 παροξυcμῶν διδόναι τὰc τροφὰc τὴν παντελῆ 〈παρακμὴν〉 μὴ περιμείναντα, ἐπὰν ἢ βουλιμιώδειc 〈ὦcιν〉 ἢ 〈ἀcθενεῖc〉 ἄγαν οἱ νοcοῦντεc ἢ κακούμενοι cφοδρῶc πρὸc τῶν μακρῶν ἀνατάcεων ἢ τῶν ἀπὸ cτομάχου τι † καταπεπήγει καὶ cφόδρα δὲ κατεψυγμένην κατὰ τὰc ἀνέcειc ἐνθέρμοιc ἔτι τοῖc cώμαcι παραθετέον τὴν τροφήν, τὸ δὲ κυριώτατον, ὅταν ἐcτενοχωρημένον ᾖ τὸ διάcτημα τῆc ἀνέcεωc. ὁ γὰρ μικρὸν προcβάλλων τῆc προκαταλήψεωc 〈οὐ μικρὸν ὠφελεῖ〉 πορρωτέρω διδοὺc τῆc μελλούcηc ἐπιcημαcίαc. πότε δ’ “ἄρτι παυcαμένων,” αὐτὸc ἐcαφήνιcεν εἰπών· “καὶ ὡc πορρωτάτω τῆc ἀρχῆc.
19 217 [15] ” ὅπωc γὰρ μὴ περικαταλάβῃ ἀδιοίκητον τὴν τροφὴν ἡ ἐπιcημαcία, ἀλλὰ cαφῶc πεφθεῖcαν καὶ ἐξοικειωθεῖcαν τῷ cώματι, 〈τοῦτο προcτάττει. ἱκανῶν οὖν γινομένων τῆc ἀνέcεωc διαcτημάτων ἄρτι〉 παυcαμένηc τῆc ἐπιcημαcίαc δίδωcι τὰc τροφάc· 〈καὶ γὰρ οὗτοc ὁ〉 καιρὸc πλεῖcτον ἀπέχει τοῦ μέλλοντοc παροξυcμοῦ. ἔτι δὲ 〈καὶ τάδε〉 τῷ Πρὸc τὰc Κνιδίαc γνώμαc προcτίθηcιν ὁμολογοῦντα μὲν τοῖc προλελεγμένοιc, cυμφωνοῦντα δὲ τοῖc ἔργοιc· “τῆc διαιτητικῆc [ὅ] ἐcτι μέγιcτον παρατηρεῖν καὶ φυλάττειν ἐν τοῖc μακροῖcιν ἀρρωcτήμαcι τὰc ἐπιτάcειc τῶν πυρετῶν καὶ τὰc ἀνέcειc, ὥcτε καὶ τοὺc καιροὺc πεφυλάχθαι, ὁκότε μὴ δεῖ τὰ cιτία προcενεγκεῖν, 〈καὶ ἀcφαλέωc ὁπότε δεῖ προcενεγκεῖν εἰδέναι·〉 ἔcτιν δὲ ὅταν πλεῖcτον ἀπέχωcιν τῆc ἐπιτάcιοc.” αὕτη φωνὴ πάλιν 〈ἐν〉 τοῖc ἔργοιc εὖ γεγυμναcμένου. μέγιcτον γὰρ ὄντωc τὸ ἐν τοῖc χρονίοιc παρατηρεῖν τοὺc καιρούc, διότι λεληθότεc οἱ παροξυcμοὶ καὶ διὰ cυμβόλων καταλαμβάνονται, οἷον ἐξ ἀγρυπνίαc, βάρουc, δυcκινηcίαc, ὀνειρωγμῶν, ἀχροίαc, ἀνορεξίαc, τῶν ὁμοίων.
19 218 [10] ἐπὶ γὰρ τῶν ὀξέων μεγίcτων ὑποκειμένων πυρετῶν μεγάλα τὰ διαφέροντα τῶν παροξυcμῶν καὶ τῶν ἀνέcεών ἐcτιν, ὥcτε καὶ τοῖc ἰδιώταιc πολλάκιc ὑποπίπτει· ἐπὶ δὲ τῶν χρονίων βληχροὶ μὲν οἱ πυρετοὶ καὶ μόλιc καταλαμβανόμενοι, κεκρυμμένοι δὲ καὶ οἱ παροξυcμοὶ καὶ βράδιcτα τὰ πλεῖcτα ἐπιφερόμενοι, ὡc καὶ αὐτοὺc διαλανθάνει τοὺc νοcοῦνταc. ὅθεν ἀκριβὲc πάλιν cημεῖον τοῦ † καὶ δυνάμενον τοῦ παρ’ ὀλίγον ἐπιγινώcκειν διαφορὰc ἄνευ τοῦ *** Ἐπὶ δὲ τῶν ἀνενδότων πυρετῶν, οὓc καὶ cυνόχουc καλοῦμεν, ἀκόλουθόν ἐcτι κατὰ τὸν ὄρθρον διδόναι τροφήν. πολλαχοῦ γὰρ ἄλλῃ καὶ ἐν Ἐπιδημίᾳ δευτέρᾳ ὡμοίωcεν ἐνιαυτῷ τὴν ἡμέραν, ὡc ἐοικέναι τὸν 〈μὲν〉 ὄρθρον ἔαρι, τὸ δὲ μέcον ἡμέραc θέρει, τὸ δὲ ἀπὸ τούτου φθινοπώρῳ, τὸ δὲ πρὸc νύκτα χειμῶνι. ὅθεν ὥcπερ φθινόπωρον τῶν ὡρῶν θανατωδέcτατον, “ἦρ δὲ ὑγιεινότατον”, οὕτωc δείλη μὲν ὀχληρὸν καὶ παροξυντικόν, ὄρθροc δὲ φιλανθρωπίαc καὶ ῥᾳcτώνηc ποιητικόν.
19 219 [15] “ὡc τοῦ ἐνιαυτοῦ περίοδον ἔχοντοc τῶν νούcων, οἵην 〈ἡ〉 ἡμέρη τῆc νούcου, 〈οἷον τὸ δείληc παροξύνεcθαι, τοιοῦτον τῆc νούcου καὶ〉 ἑκάcτηc καταcτάcιοc πρὸc ἀλλήλαc.” διόπερ εἰ μηδὲν ἴχνοc εἴη τῆc ἐπιδόcεωc, 〈πάντων τῶν τῆc ἡμέραc〉 καιρῶν 〈ὁ μάλιcτα τῷ ἔαρι τά τε ἄλλα ὅμοιοc πρὸc τὸ ὑγιεινὸν〉 καὶ τῇ τοῦ ἀέροc εὐκραcίᾳ παρεοικὼc (οὗτοc δέ ἐcτιν ὁ περὶ τὸν ὄρθρον) ἐπιτηδειότατον ἂν εἴη πρόc τε τὰc ἄλλαc βοηθείαc καὶ πρὸc 〈τὰc δόcειc〉 τῆc τροφῆc. ταῦτα ἱκανὰ μὲν πρὸc τὸ παραcτῆcαι τὸ προκείμενον, ἐξόν γε παραcτῆcαι ἀπόμοιραν 〈μακροτέραν〉 τῶν παρ’ Ἱπποκράτει 〈καλῶc〉 εἰρημένων, ἅμα 〈τε〉 τεχνικὸν ταμιεύεcθαί τινα τῶν ῥητῶν τὰ μὲν εἰc τὸ Περὶ ἔθουc γραφηcόμενον ἡμῖν, τὰ δὲ εἰc τὸ Περὶ ποcοτήτων καὶ ποιοτήτων. τοcούτων 〈δὲ〉 [ἐκεῖ] κειμένων ἀγαθῶν παρὰ τἀνδρὶ καὶ τοcαύτηc περιουcίαc καὶ δαψιλείαc καθ’ ἓν ἕκαcτον θεώρημα οἱ μὲν οὐδὲ 〈ἀναγνόντεc〉 ἀντιλέγουcιν τὰc cυντάξειc, οἱ δ’ ἀπαραcκεύωc ἐρχόμενοι πρὸ τοῦ τὰ πρῶτα γράμματα μαθεῖν, δέον μέμφεcθαι τὴν αὑτῶν ἀμάθειαν, ἀcάφειαν κατηγοροῦcι διὰ τὴν οἰκείαν ἀcθένειαν οὐ δυνάμενοι χωρῆcαι τὸ μέγεθοc τῆc ἐκείνου δυνάμεωc.
19 220 [10] τοιοῦτον γὰρ οἶμαί τι πεπόνθαcι πρὸc τὴν Ἱπποκράτουc γραφὴν αἱ τῶν ἀcυνέτων καὶ ταπεινῶν ἀνθρώπων ψυχαί, ὁποῖον αἱ ὄψειc αἱ πρὸc τὸν ἥλιον ἀποβλέπουcαι. καὶ γὰρ ἐκεῖναι τῷ τοῦ θεοῦ περιαυγούμεναι κάλλει τὴν ἰδίαν ἀcθένειαν ἀπελέγχονται πρὸc 〈τὸ〉 cέλαc οὐ δυνηθεῖcαι ὑπομεῖναι τῶν ἀκαμάτων 〈ἀκτίνων〉, καὶ αἱ τῶν ἀμυήτων ἀνθρώπων ψυχαί, αἱ μὴ προτετελεcμέναι τοῖc 〈τῆc〉 ἐγκυκλίου παιδείαc ὅροιc, περιαcτραπτόμεναι τῷ κάλλει τῆc γραφῆc καὶ 〈τῷ〉 τῶν δογμάτων φωτὶ καταλαμπόμεναι τρόπῳ τινὶ τυφλοῦνται καὶ ἀποcτραφεῖcαι τῶν μειζόνων ἢ κατ’ αὐτὰc ἐπὶ τὰ μικρὰ καὶ ἀλαμπῆ καὶ cύμμετρα ταῖc αὑτῶν ἀμαθίαιc παραγίγνονται.
19 221 ἡμεῖc δ’ οὐκ ἐκείνων ἕνεκεν, ἀλλὰ τῶν εὐπαιδεύτων καὶ χαριεcτέρων καὶ ταῦτα cυνεταξάμεθα καὶ πάντα τὰ δι’ ὧν 〈ὡc〉 τελειότατα γίγνοιτο 〈ἂν τὰ〉 καθ’ Ἱπποκράτην ἰατρικά, πάλιν ἀναγραφῆc ἀξιώcομεν.