eul_wid: vjk-af

Κτηνιατρικὰ Καίμπριτζ
Cambridge Veterinary Works

Hippiatric Compilation Anonymous Cambridge Veterinary Works PDF

1 t 〈Περὶ πυρετοῦ.〉 Περὶ μάλεως ἀρθρίτιδος.
2 1 [10] Εἰς μᾶλιν ξηρά ν . Ἡ παιονία ἁρμόζει τῇ ξηρᾷ μάλει, ἣ συμβαίνει κατὰ τὸ πλεῖστον, ὅταν μὴ δι’ ἐπιτηδείων φαρμάκων προκαταλάβῃς θεραπεύων τὸ ζῷον. συμβαίνει δὲ τῇ μὲν ἀπὸ κεφαλῆς φέρεσθαι, τῇ δὲ ἀπὸ τῆς μεγάλης ἀρτηρίας. ξηρὰ δὲ καλεῖται διὰ τὸ τὴν αὐτὴν βῆχα προσπίπτειν ὁμοίως τοῖς μηδέποτε πέψιν εἰληφόσι τῶν ζῴων. τὴν δὲ διαφορὰν ἀπὸ τῶν σημείων ἐπιγνώσῃ. συμπίπτει γὰρ ἐοικὸς βαρουμένῳ καὶ εἰς τὰ ὀπίσω ἀπονεύει φεῦγον τὴν τάξιν, πυώματα δὲ χλωρὰ καὶ δυσανάσχετα μηδέπω πέψιν εἰληφότα προάγει. τοῦτο οὖν θεραπεύσωμεν παιονίαν μετὰ γλυκέος ὕδατος λιτρ. αʹ γο ηʹ τοῖς μυκτῆρσιν ἐγχέοντες, καὶ αὐτῇ δὲ τῇ κεφαλῇ ὀρθὸν καυτῆρα προσενέγκωμεν. Εἰς μᾶλιν ὑγρά ν .
2 2 [15] Ἐάν τι τῶν ὑποζυγίων ὑπὸ τῆς ὑγρᾶς μάλεως ἐνοχλῆται, βήσσει συντόνως, ὡς ὅλον τὸ σῶμα συντείνεσθαι, καὶ ὑποκάτω τῆς γλώττης φλεγμοναὶ βλέπονται, καὶ ὅταν βήσσῃ, [καὶ] ἀναφέρει κατὰ τοὺς μυκτῆρας πῦον μήλινον καὶ παχύ. ὅθεν καὶ δοκεῖ μοι μᾶλιν κεκλῆσθαι ἀπὸ τῆς χρόας ταύτης. τῇ γὰρ Δωρίδι διαλέκτῳ τὸ μήλινον μάλινον καλεῖται. μάλιστα δὲ συμβαίνει, ὅταν ἐκ πάγων ἢ χιόνων μεταβολὴν λάβῃ ἀέρων τε καὶ ὑδάτων, ἢ πάλιν ἐκ θερμῶν ἀέρων, ὅταν ἀθρόον εἰς ψυχροὺς μεταβάλ[λ]ῃ. θεραπεύσωμεν δὲ αὐτὰ οὕτως· αἷμα ἀπὸ τοῦ τένοντος ἀφελοῦμεν ἐπάνω τοῦ στέρνου καὶ τὴν κεφαλὴν ὄξει καὶ ἐλαίῳ συγχρίσωμεν, ἢ οἴνῳ καὶ ἐλαίῳ, ἐὰν ἀπὸ ψύχους ἐστί, καὶ ἐγχυματίσωμεν ἡλιοτροπίου χυλὸν λιτρ. βʹ γο γʹ καὶ ὀπίου καὶ νίτρου ἀνὰ βραχύ σὺν ὄξει ἐγχέοντες διὰ τῶν δύο μυκτήρων. τοῦτο καὶ πῦον ἀνάγει καὶ μᾶλιν καθαίρει. ἢ ἅγνου σπέρμα, [ὅπερ λυγαία λέγεται,] γο θʹ, σμύρνης κεράτ〈ι〉α θʹ, κρόκου ὁμοίως, ἀμύγδαλα πικρὰ ιεʹ, λεάνας ἀμφότερα, ἐπίχεε ὄξους γο βʹ ἑξαγ. βʹ καὶ ἐλαίου γο θʹ καὶ χλιάνας ἔγχει διὰ τοῦ στόματος. Ἄλλο ἐμφυσητὸν πρὸς τὸ ἀναρρῆξαι τὴν μᾶλιν διὰ ῥινῶ ν .
2 3 [15] ὠφελεῖ δὲ καὶ τοὺς πνευμονικού ς . Στρουθίου λευκοῦ 𐆃 αʹ τρίψας καὶ σήσας λεπτῷ κοσκίνῳ ἐμφύσα εἰς τοὺς μυκτῆρας διὰ καλάμου κερατ. θʹ. κινεῖ γὰρ πταρμοὺς συντόνως καὶ ἄγει πολλὰ φλέγματα. ἂν δ’ ἄρα τούτου προσαχθέντος ἐπιταθῇ τὸ νόσημα, ἄφελε ἀπὸ τοῦ τραχήλου αἷμα καὶ συγχρίσας σκέπασον. ἀγαθὴ δὲ καὶ ἡ τοῦ κυκλαμίνου ῥίζα ἐγχυματιζομένη μετ’ οἴνου παλαιοῦ, ἕως ἐκκαθαρθῇ. ὅταν δὲ δόξῃ καλῶς ἔχειν, ὑπὸ βηχὸς δὲ ἐνοχλῆται, λιβανωτὸν καθαρὸν τρίψας καλῶς μετ’ οἴνου γλυκέος ἔγχει, ἕως ὑγιὴς γένηται. τῶν δὲ ἀπὸ ἀρτηρίας καὶ πνεύμονος ὀχλουμένων κτηνῶν καὶ ἀπὸ τούτων κάκωσίν τινα ὑπομενόντων τά τε ἄχυρα παραίρει καὶ τὰ ξηρὰ χορτάσματα, μηδικαρίῳ δὲ χρῶ, ἢ τὰ ξηρὰ χορτάσματα καταρραίνων γλυκεῖ πρόσφερε, καὶ τὰς κριθὰς δὲ βεβρεγμένας δίδου, παρεμβάλλων αὐταῖς καὶ λινόσπερμον. ἀγαθὰ δὲ καὶ τὰ τῶν ῥαφανίδων φύλλα διδόμενα ἐσθίειν. Περὶ μάλεως ὑποδερματίδο ς .
2 4 [15] Ταύτην δὲ τὴν νόσον σημειούμεθα ἐκ τοῦ ἀνάγειν κατὰ τοὺς μυκτῆρας πῦα ὀσμὴν ἔχοντα μετὰ τοῦ βήσσειν καὶ ἀτροφεῖν τῷ σώματι, πολλάκις δὲ καὶ ὅπου ἔτυχε τοῦ σώματος ῥήγνυσθαι τὸ δέρμα καὶ ἐκκρίνεσθαι πυώδη ἕλκη. ὅθεν δοκεῖ καὶ ὑποδερματὶς κεκλῆσθαι μᾶλις. θεραπεία δὲ τούτου εὔχυμοι τροφαί, τὸ δριμὺ καὶ κακόχυμον τὸ ἐν τοῖς ὑγροῖς σώμασι μεταβάλλουσαι. λαβὼν γὰρ σκυλάκιον γαλαθηνόν, σφάξας καὶ μαδίσας, τά τε ἐντὸς καθάρας καὶ πλύνας καλῶς ἕψει μετὰ πτισάνης ὀροβίνης, ἐπιχέων ὕδατος ὀμβρίου ἢ πηγαίου λιτρ. ιʹ, παρεμβάλλων καὶ νίτρου βραχύ. ἕψε δέ, ἕως σχῇ τὸ ἥμισυ, καὶ διηθήσας παράμιξον κριθῆς ἀλεύρου ὅσον χεῖρα καὶ θείου ἀπύρου, [ὅπερ ἐστὶ θειάφιν,] κερατ. ιηʹ. εἶτα συνλειάνας καὶ οἴνου παραχέων ἶσον τῷ ζωμῷ, τοῦτο ἐγχύμα διὰ στόματος κατὰ τρεῖς ἡμέρας μίαν. τοῦτο γάρ ἐστι τὸ διὰ τρίτης. ἢ ἀλέκτορα ἑψήσας χρῶ τῷ ζωμῷ ὡσαύτως καὶ λοῦε ὕδατι θερμῷ. τροφῇ δὲ χρῷτο παντοδαπῇ, καὶ χόρταζε, ὡς ἂν προσδέχηται. ἀλλὰ καὶ ταυρέαν ἐλάφου ξηρὰν κεκομμένην μίξας ἅλας δίδου φαγεῖν. Πῶλος ἐσθίων ἐὰν μαλίσ ῃ .
2 5 [5] Ἀφόνιτρον, οἶνον, ἔλαιον ἐγχύμα ἐπὶ τρεῖς ἡμέρας καὶ παύσηται. ἐὰν δὲ καὶ συνάγχῃ ληφθῇ πῶλος, ποίησον ἔμπλαστρον τὸ διὰ λινοσπέρματος καὶ μέλιτος καὶ ἐλαίου καὶ ἐπίθες μετὰ πανίου τῷ λαιμῷ, καὶ ἀπορρήξει τὸ ἔσω μέρος. Μάλεως νεφρίτιδος σημεῖα καὶ θεραπεί α .
2 6 [5] Τὰ ὀπίσθια σκέλη παραφέρει, σφάλλονται τὰ σφυρά, τρώγει πολλὰ καὶ κατισχνοῦται. τοῦτον οὖν φλεβοτόμησον ἀπὸ τῶν ἀγκώνων κατ’ ἀρχάς. ἐὰν δὲ βραδύνῃς, μὴ φλεβοτομήσῃς, ἀλλὰ θεὶς κάτω καυτηρίασον κατὰ τῶν γλουτῶν καὶ τῶν λαγόνων λαβδοειδῶς καὶ ὑδράλμῃ τὰς ἐσχάρας κατάβρεχε. καὶ βαλὼν τραγακάνθου γο α c ʹ, μέλιτος γο α c ʹ, κηκῖδος, ἀμώμου, ναρδοστάχυος, φύλλου, πεπέρεως ἀνὰ γο αʹ, [μέλιτος γο δʹ,] οἴνου λευκοῦ γο ιʹ καὶ λειοτριβήσας ἐγχύμα ἐπὶ ἡμέρας τρεῖς καὶ σωθήσεται. Τιβερίου εἰς μᾶλι ν .
2 7 [5] Σικύου ἀγρίου [ἤγουν ἀγριοαγγουραίας] ῥίζαν χλωρὰν κοπανίσας, ἐκπίεζε τὸν ζωμὸν καὶ ἐγχύμα, ἢ βύσσον περίαπτε. ἢ πτισάνην καὶ ὀρίγανον καὶ σκόρδα ἕψησον, ἕως χυλώσῃ, καὶ διηθήσας τὸν χυλὸν μῖξον στέαρ αἴγειον καὶ ἕψει, ἕως οὗ λυθῇ καὶ χλιαρὸν ἐγχυμάτιζε. ἢ γάλα αἴγειον μετὰ σησάμου λευκοῦ γο βʹ ἑξαγ. βʹ λειώσας καὶ χλιάνας χρῶ. ἢ τραγακάνθου γο βʹ κτλ. ἢ σμύρναν τρωγλῖτιν κτλ. Ἄλλ ο .
2 8 Φλεβοτόμει ἀπὸ τοῦ αὐχένος, βάλε οἶνον αὐστηρὸν γο κʹ καὶ ἔλαιον ὁμοίως, ῥοιᾶς λείας γο τὸ c ʹ, καὶ μέλιτι φυράσας δίδου μασσᾶσθαι ἐπὶ ἡμέρας τρεῖς. Εἰς ἀμφοτέρας μάλει ς .
2 9 [5] Κόπρον πάρδου καὶ ἄρκτου καὶ καμηλίου ξηράνας καὶ λειώσας θυμία πρῶτον τὴν κεφαλήν, εἶτα τὴν κοιλίαν ἕως τῶν βουβώνων, εἶτα καὶ ὅλον τὸ σῶμα. πότιζε δὲ καὶ τοῦ σικύου τὸ σπέρμα [, ὅ ἐστι πεπῶνος σπέρμα,] μετὰ νίτρου. εἶτα λούσας ἐν θαλάσσῃ εἴσαγε εἰς τὴν στάσιν αὐτὸν προαναφυσήσας οἴνῳ καὶ ἐλαίῳ καθ’ ὅλου τοῦ σώματος. Εἰς μᾶλιν ὑγρά ν .
2 10 [5] Σκορόδους λειώσας ἔμβαλε μέλιτι βούτυρον καὶ κεδρίαν δὲ πλείονα, καὶ χλιάνας ἐγχύμα διά τε ῥινῶν καὶ τοῦ στόματος, ἢ κάστορος δέρμα περίαπτε εἰς ἕκαστον κτῆνος, καὶ οἴνῳ ἀκράτῳ μετὰ γάλακτος ἐγχύμα ἑκάστῳ κτήνει ἀνὰ γο ϛʹ. Ἰσχυρὸν βοήθημ α .
2 11 τοῦτο τῇ πείρᾳ ἐβεβαιώθ η . Ἡ τοῦ μέλανος ἐλλεβόρου ῥίζα κτλ. ἢ στρόβιλον ἀκέραιον καύσας βάλε ῥάσδου κεφαλὰς θʹ, μέλιτος λιτρ. αʹ, βουτύρου ἑξαγ. εʹ, οἴνου παλαιοῦ γο ιʹ. κόψας καὶ λειώσας διὰ στόματος ἐγχυμάτιζε. Ὑποκάπνισμα εἰς μᾶλι ν .
2 12 Στρόβιλον καὶ παιονίαν ὑποκάπνιζε καλύψας τὴν κεφαλήν. 〈Πρὸς πᾶσαν μᾶλι ν .
2 13 〉 Λύχνον τὸ λεγόμενον μελάμπυρον κτλ. ἢ βίκου, φασιούλου κτλ. ἢ ἀγριοσικύου τῆς ῥίζης χυλόν, ᾠὰ δύο μετὰ ἐλαίου κοινοῦ διὰ ῥινῶν ἐγχυμάτιζε χλιαρόν. πρῶτον δὲ ἄλειφε τὰς ψύας καὶ τὸν νῶτον. Εἰς μᾶλιν ξηρά ν .
2 14 Σικύου ἀγρίου τῆς ῥίζης χυλὸν 𐆃 αʹ κτλ. χρῖε δὲ καὶ τοὺς πόδας ἰὸν ξυστὸν μετὰ ὄξους τὸ ἀρκοῦν. ἢ ῥίζαν συκαμίνου λελειωμένην κερατ. ιβʹ μετὰ οἴνου θερμοῦ διὰ μυκτήρων ἔγχει. Διάρρινον πρὸς μᾶλιν ἀρθρίτιδα Ἱπποκράτου ς .
2 15 Νίτρον κεκαυμένον, στρούθιον κτλ. Ἄλλω ς .
2 16 [5] Λαβὼν στρύχνου σπέρμα καὶ παρθενούδιον, ὅπερ λέγεται λινόζωστις, τρῖβε ἰσχυρῶς ἐπιχέων ὕδατος γο ιʹ, ἕως ἂν λεῖον γένηται καὶ σχῇ πάχος γάλακτος. εἶτα διηθήσας μῖξον μέλιτι γο ιγ c ʹ, οἴνου λευκοῦ γο ιʹ, ἐλαίου ὀμφακίνου 𐆃 α c ʹ καὶ ἐγχυμάτιζε δι’ ἀμφοτέρων τῶν μυκτήρων. Ἄλλω ς .
2 17 Πέπερι, μελάνθιον ἀνὰ γο αʹ, κοκκορίζου, ὀριγάνου ἀνὰ γο ϛʹ εὐφορβίου γο αʹ λεῖα ἐμφύσα εἰς τοὺς μυκτῆρας καὶ ἐλαίῳ θερμῷ κατάβρεχε τὴν κεφαλήν. Εἰ φέρει ὑγρὰ δυσώδη διὰ τῶν μυκτήρω ν .
2 18 *** Περὶ ἐλεφαντιῶντος ἵππου.
3 1 Ἀφρικανο ῦ . Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους 〈μετ’ οἴνου ποθῆναι διδόμενον.〉 Σύγχρισμα εἰς τὸ αὐτ ό .
3 2 [5] Ἀγριοσταφίδος, σμύρνης, ἀλόης, στυπτηρίας ἀνὰ γο αʹ, ἀρσενικοῦ, μαστίχης ἀνὰ γο γ c ʹ, λιβάνου ἐξαγ. ζʹ, ἅλατος Γαγγρηνοῦ γο βʹ, στέατος αἰγείου γο βʹ, ἀγριοσυκῆς ῥίζης φλοιοῦ γο δʹ. ἕψει πάντα σὺν ὄξει, ἕως ἀφανισθῇ τὸ ὄξος, καὶ λειώσας τὸν φλοῦν βάλε κηροῦ γο αʹ, ἐλαίου γο δʹ, καὶ ἑνώσας ἀμφότερα ἕψει ἕως λυθῇ καὶ χρῶ. Ἄλλ ο .
3 3 [5] Ὑγροπίσσης, θείου ἀπύρου, νίτρου, κηροῦ ἀνὰ γο αʹ, τερεβινθίνης γο τὸ c ʹ, σπόγγων λίθους γο γʹ, τὰ ξηρὰ κόψας καὶ σήσας καὶ τὰ τηκτὰ τήξας καὶ ἑνώσας χρῶ καὶ ἔα μέχρις ἡμερῶν τριῶν. ἢ χελιδονίας, κριθαλεύρου, ψιμυθίου ἀνὰ γο αʹ λειώσας καλῶς ἀναλάμβανε τῷ πρωτοστάκτῳ τοῦ σαπωνᾶ, τῷ λεγομένῳ πρωτείῳ ζωμῷ, καὶ χρῶ. ἢ λιθαργύρου, θείου ἀπύρου ἶσα κόψας καὶ σήσας ἕνωσον ἐν ὄξει σκιλλικῷ καὶ ἐπὶ πολὺ λεάνας, ὡς γενέσθαι ὕδωρ, ἐπίβαλλε ἔλαιον δάφνινον καὶ καρύϊνον καὶ θερμάνας χρῶ. Εἰς σφαλμό ν , ὅ ἐστι ἱερὰ νόσος [ ἤτοι ἐλεφαντίασι ς.
3 4 [15] ] Συμβαίνει τὸ τοῦ σφαλμοῦ πάθος πολλάκις ὑπὸ κόπου, ἐνίοτε δὲ καὶ ὑπὸ ψύχους, ὁτὲ δὲ ὑπὸ καύματος, ἔσθ’ ὅτε καὶ ὑπὸ τροφῆς γίνεσθαι. ἐπιγνωσθήσεται δέ, εἰ σημεῖα φέρει τάδε· ῥίπτει ἑαυτὸν καὶ ἀποτείνεται καὶ πάλιν συγκάμπτεται καὶ τὰ σκέλη ἑκάτερα ποτὲ μὲν ἁπλοῖ, ποτὲ δὲ συσπᾷ, καὶ συρόμενος διὰ στόματος εἰς τὸ χαμαὶ κυκλεύει, θέλων δὲ ἀναστῆναι ἐμποδίζεται. ὀποπάνακα οὖν ἐκλελειωμένον οἴνῳ κεκραμένῳ θερμῷ ἐγχύμα, ἢ ἀριστολοχείαν κληματίτιδα ἢ κύμινον φρυκτὸν κεκομμένον. ὅτε δὲ ἀνίσταται, περιπατείτω ἐλαυνόμενος καὶ ἀνατριβέσθω δι’ οἰνελαίου. κειμένῳ δὲ χαμαὶ τροφὴν καὶ ποτὸν παράβαλε, καθὼς ὁ καιρὸς ἔχει. κἂν γὰρ ἀναστῇ, περιπατῶν πλαγιάζεται. πολλάκις δὲ ἐπικρατεῖ τὸ πάθος καὶ διὰ πλειόνων ἡμερῶν. τοῦτο ἐπὶ ἀνθρώπων ἱερὰ νόσος λέγεται. Ἄλλ ο .
3 5 [5] Νίτρον τετριμμένον λεῖον ἑξαγ. δ c ʹ μετὰ ὕδατος θερμοῦ γο βʹ καὶ ἐλαίου ἑξαγ. δ c ʹ ἐγχυμάτιζε διὰ τῆς δεξιᾶς ῥινός, μέχρις οὗ φανῇ καλῶς ἔχων. λέγεται δὲ καὶ ταυρέαν ἐλάφου ξηρὰν ξέσαι εἰς λεπτὰ καὶ μῖξαι ἅλατι καὶ δοῦναι φαγεῖν. ἄλλοις δοκεῖ σχάσαι κροταφιαίαν καὶ τραχηλιαίαν φλέβα καὶ κλεῖσαι εἰς σκοτεινό ν, χρίειν δὲ τοὺς κροτάφους καὶ τοὺς μυκτῆρας πήγανον λεῖον μετὰ ὄξους καὶ ἐλαίου. ἢ χελώνης αἷμα, ὄξος καὶ οἶνον ἀνὰ γο εʹ, ὀποῦ Κυρηναϊκοῦ κερατ. ιή μίξας ἔγχει διὰ τῶν μυκτήρων. 〈Ἑτέρα θεραπεί α .
3 6 [10] 〉 Ἡ ἱερὰ νόσος νοεῖται ἀπὸ ὀφθαλμῶν μάλιστα. καὶ γὰρ ὡς θεῖον ἄπυρον καθορῶνται, καὶ χολῆς δείκνυνται πεπληρωμένοι οἱ ὀφθαλμοί. καὶ γὰρ αὕτη ἡ νόσος ὡς ἐπὶ πλεῖστον ἀπὸ πλεονασμοῦ χολῆς συμβαίνει. θεραπεύεται δὲ οὕτως· ἀσπαλάθου ἀγρίου ῥίζαν κόψας καὶ εἰς ὕδατος λιτρ. ιʹ ἐμβαλὼν ἕψει, ἕως ἂν ἀποτριτωθῇ. τοῦτο διὰ τῶν ῥινῶν τῷ ἵππῳ ἐπίχεε, ἀνεχόμενος ἐπὶ πολὺ τὸν ἵππον ἀνακρεμασθῆναι. εἰ δὲ μείζων ἀνάγκη ἀπαιτεῖ[ς], προσθήσεις τῷ ποτῷ γάρου πρωτείου γο δ c ʹ. εἰ δὲ αὐτὰ τὰ ἄρθρα ἀποσκληρύνηται κτλ. Ἄλλο ἐνεργέ ς .
3 7 [5] Ἀφονίτρου λευκοῦ γο β c ʹ, κιμωλίας, μελανθίου ἀνὰ ἑξαγ. α c ʹ, βρυωνίας [ἤγουν ἀμπέλου λευκῆς] τῆς ῥίζης τὸ ἶσον, ἀλκυονίου, ὅπερ ἀρτεόνιον λέγεται, γο β c ʹ, θείου ἀπύρου γο δ c ʹ, χαμαιλέοντος λευκοῦ ῥίζαν, πάντα λείου καὶ κατάπασσε. Πελαγωνίου πρὸς λοιμόν.
5 t Περὶ πνεύμονος καὶ πνευμόρρωγος καὶ περιπνευμονίας. Περὶ 〈περι〉πνευμονικο ῦ .
5 1 [10] Ἐπιγνωσθήσεται ὁ περιπνευμονικὸς ἐκ τούτων· ὁ τράχηλος αὐτοῦ ἀπισχναίνεται καὶ δυσπεπτεῖ κατὰ τὰς ἀρχὰς καὶ ἀνορεκτεῖ. ἐπιμένοντος δὲ τοῦ πάθους μυξώδεις χυμοὺς ἀποκρίνει καὶ ἀφροὺς ὑφαίμους διὰ τοῦ στόματος ἤτοι τῶν ῥινῶν ἀποβάλλει, ἔνιδρός τε περὶ τὰς μασχάλας γίνεται μετὰ πυρετοῦ, καὶ ἀνεσπασμένου τοῦ περιτοναίου εὐμαρῶς, ἐὰν μὴ προληφθῇ, διαφωνεῖ. ἐγχυμάτιζε δὲ σικύῳ καὶ νίτρῳ μετὰ γλυκέος ψυχριστοῦ. τρεῖς δέ εἰσι πνευμονικαὶ συμπτώσεις· ὑπόσπληνος 〈πνευμονικός, περι〉πνευμονικός, πνευμοσύναμμα [κοιλίας πόνον]. ἐν τούτοις οὖν ἐν ἀρχῇ τὸ φλεβοτόμον παραδίδου. εἶτα χυλὸν ἀπὸ σεμιδάλεως ποιήσας, ἕψει μετὰ σαμψύχου καὶ μέλιτος καὶ ἐγχυμάτιζε, ἢ λύκου ἧπαρ φρύξας καὶ λειώσας ἐγχυμάτιζε μετὰ οἴνου λιτρ. αʹ. Περὶ πνεύμονο ς .
5 2 [5] Ὁ περιπνευμονικὸς σημεῖον φέρει τὸ ἀφρὸν ἐκβάλλειν. ἐγχυμάτιζε δὲ ὑδρομέλιτι καὶ πυρία αὐτοῦ τὰς μασχάλας δεκάκις ἢ δωδεκάκις, ἵνα τὸν πνεύμονα χαλάσῃς, καὶ αἷμα ἄφελε ἀπὸ τοῦ αὐχένος. καὶ ὡς ἂν βλέπῃς τὸ κτῆνος, πάλιν αἷμα ἄφελε ἀπὸ τῶν μασχαλῶν. Πελαγωνίου πρὸς τὰ αὐτ ά .
5 3 Χοιρίδιον κτλ. ἢ ἀπὸ ζύμης σιτίνης κτλ. ἢ σκόροδα κτλ. ἢ κωλῆνα χοίρειον μετὰ ὕδατος ἕψει, ὡς γένηται εἰς ὁμοιότητα κόλλης. τοῦτο μετὰ κέρατος ἐγχυμάτιζε. Ἄλλο θαυμαστὸν εἰς τὸ αὐτ ό .
5 4 Κονδῖτον κτλ. ἢ ἑπτὰ σκώληκας κτλ. ἢ αἴγειον γάλα νεωστὶ ἀμελχθὲν δεύτερον ἐγχυμάτιζε διὰ τοῦ στόματος. ἀλλὰ καὶ στέαρ χοίρεον καὶ αὐτὸ νεαρὸν καὶ θερμὸν ὂν σὺν τῷ γάλακτι ἅμα δίδου. Περὶ κριθιάσεως.
6 1 Ἄψυρτος Ἀμμωνίῳ κτλ. ἢ ὑοσκυάμου κτλ. ἢ χελιδόνος νοσσιὰν τρίψας μεθ’ ὕδατος πότισον, ἢ πράσου χυλὸν γο ϛʹ πότιζε. Ἄλλω ς .
6 2 [5] Ὅταν ἔλθῃ εἰς τοὺς πόδας ἡ κριθίασις, συμφέρει φλεβοτομεῖν ἀπὸ τῶν μεσοκυνίων, καὶ τῇ ἐπαύριον πίτυρα σὺν ὄξει καταπλάττειν, ἵνα φθείρῃ τὴν βλάβην. καὶ δέλφακος [ἤτοι λακτέντου] αἷμα ὅσον κρᾶσιν σμίγειν μετὰ οἴνου τὸ ἶσον καὶ ἐγχυματίζειν διὰ τοῦ στόματος. περιπατείτω δὲ καὶ ῥοϊζέσθω καὶ ἔσται ὑγιής. ἄριστον δὲ καὶ τοῦτο εὐθὺς ποιῆσαι· χνοὸς 𐆃 γʹ, ὄξους δριμέος τὸ ἀρκοῦν, κολοφωνίας 𐆃 αʹ μίξας καὶ ζέσας χρῖε ἀπὸ τῶν σφυρῶν ἕως τῶν γονάτων. Ἐὰν ἵππος πυροὺς 〈παρὰ φύσιν〉 φάγ ῃ.
6 3 [5] Ἔριον πιναρὸν μεθ’ ὕδατος θερμοῦ καὶ μέλιτος ὀλίγου ἀναμίξας καὶ ἐκπιέσας δίδου πιεῖν. εἰ δὲ οὐ πίνει, ἔγχει διὰ τοῦ στόματος. καὶ αἷμα ἄφελε ἀπὸ τοῦ στήθους καὶ περιπατείτω ὀλίγον. ἀναγκαῖος δὲ καὶ ὁ διὰ τοῦ στόματος κλυστήρ. Περὶ φλεβοτομίας.
7 1 [10] Περὶ ἐνοχλοῦντος ἤτοι περιττεύοντος αἵματο ς . Ζῷον αἵματι κάμνον ταῦτα σημεῖα δείκνυσιν. ὀφθαλμοὶ οἰδαίνουσι, τὸ σῶμα ψυχρὸν καὶ ὁ τράχηλος, στυγνότης αὐτῷ ἐπιγίνεται, δυσχερῶς κατακλίνεται. τούτῳ δὲ τῷ τρόπῳ ἰαθήσεται· τροφῆς καὶ ποτοῦ ἀφέξεται, καὶ τοῦ ὕπνου παρασχεθήσεται αὐτῷ εὐπορία καὶ ἁπαλῶν ὑποστρωμάτων. ἔπειτα ἀπὸ τῆς μητρικῆς ἤτοι τῆς καθόλου φλεβός, ὅσον ἂν ἡ χρεία ἀπαιτήσῃ, αἷμα ἀφαιρεθήσεται. οὔτε δὲ ἡ τοῦ ἐγχυματισμοῦ θεραπεία σχολάσει. χαμαίδρυος τοιγαροῦν καὶ κενταυρίου μετὰ ῥόδων καὶ νίτρου, ἶσα πάντα λεπτῶς κοσκινισθέντα, μεστὸν κοχλιάριον μετὰ ἡμίνης ὕδατος χλιαροῦ ἐγχεῖται τῷ στόματι. τοῦτο τὴν ὑγρότητα καὶ τὸ αἷμα καὶ τὰς ἐπικειμένας πάσας νόσους καθαίρει καὶ θεραπεύει. Ξηρίον 〈ἴσχαιμον.
7 2 [5] 〉 Κηκῖδας τρίψας καὶ χάλκανθαν πρόσμιξον ἐλάφου τρίχας καὶ λαγωοῦ καὶ ἐπιτίθει. τοὺς μέντοι ἐπιβάτας ὄνους φλεβοτομεῖν δεῖ περὶ καλάνδας Μαρτίας προλαμβάνοντας τὴν ὀχείαν, ἀλλὰ καὶ τοὺς βόας πρὸ ἡμερῶν τριῶν τοῦ μέλλειν χλοάζειν ὑπὲρ τὴν ῥῖνα. Ἄλλω ς .
7 3 [5] Λαβὼν λιβάνου μάννην μότου τὸν τόπον καὶ ἐπιτίθει μοτοφύλακα οἴνῳ ἐπηρδευμένον. εἶτα ἔριον ἐπιτίθει καὶ οὕτως ἐπίδησον. τῇ δὲ ἑξῆς ἐμβρεχέσθω ὁ τόπος οἰνελαίῳ ἐπικειμένων τῶν ἐπιδέσμων, καὶ τοῦτο ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας. εἶτα λυέσθω καὶ τῇ λοιπῇ τῶν ἑλκῶν θεραπείᾳ θεραπευέσθω. Περὶ τῶν ἐν ὀφθαλμοῖς παθῶν.
8 1 [10] 〈 Ἔμπλαστρον πρὸς ὑποχύσει ς . Ἡ θεία σοφία καὶ τοῦτο ἐμηχανήσατο, ὡς ἄν, εἰ χρεία γένηταί ποτε, μητ’ ἀναπλεῦσαι τὴν κατασπασθεῖσαν ὑπὸ σχίνου τῆς ἰατρικῆς ὕλην, μήτε μὴν ὀργάνου δεηθῆναι πρὸς διακοπὴν χιτῶνος ὀφθαλμοῦ. τὴν δὲ σιδηρίζουσαν ὑπόχυσιν〉 ἐξορισθῆναι τῇ θεραπείᾳ χρῆσθαι τῇδε· λίθου Μαγνητίδος γο αʹ, νίτρου Ἀλεξανδρηνοῦ γο τὸ c ʹ, τερεβινθίνη, ὁπόση ἀναλαβεῖν ταῦτα δύναται εἰς τὸ ποιῆσαι ἔμπλαστρον. ταύτην τὴν ἔμπλαστρον ἐπίθες ἀπὸ τῆς ὀφρύος ἕως κάτω τοῦ μήλου, φυλάσσων διὰ μέσου τῆς ἐμπλάστρου τὴν χρῆσιν τῶν ὀφθαλμῶν, ὡς κινεῖσθαι δύνασθαι τὰ βλέφαρα, καὶ πυκνότερον ἀφαιρῶν κατάμασσε. Εἰς αἰγίλωπ α .
8 2 [10] Λουπινάριον ξηρὸν σχίσας μέσον χρίσας σιάλῳ ἐπίθες. τοῦτο πολλάκις ποιήσας ὑγιάσεις. ἢ πήγανον εἰς λεπτὰ κόψας μίξας κόπρῳ ἀνθρωπίνῃ ἐπίθες τῷ τόπῳ. ἢ λουπινάρια κόψας καὶ σήσας, κύμινον Ἑλλαδικόν, σμύρναν λευκὴν καὶ καθαράν, χυλὸν πηγάνου καὶ χυλὸν φύλλων ῥοδακινέας μετὰ ὄξους δριμυτάτου ζύμωσον, καὶ ποιήσας ἐμπλαστρῶδες ἐπίθες. ἢ πηγάνου χυλὸν μετὰ χαλβάνης ἀναζυμώσας ἐπίθες δὶς τῆς ἡμέρας. προσέχειν δὲ δεῖ τῇ εὐαισθησίᾳ καὶ δυσαισθησίᾳ τοῦ θεραπευομένου ὀφθαλμοῦ. ὅσοι γὰρ ὀφθαλμοὶ κατὰ φύσιν βλεφαρίδας ἔχουσιν αἵματος μεστάς, καὶ ὅσοι γλαυκοί, οὐδ’ ὅλως φέρουσι τὴν ἐκ τῶν κολλουρίων στῦψιν. ὅθεν ὑδατωδέστερα καὶ ἄδηκτα τούτοις προσακτέον φάρμακα. Κολλούριον μονοήμερον καλούμενον διὰ τὸ ἀπὸ μιᾶς ἐγχρίσεως θεραπεύει ν , ἐνεργεῖ δὲ καὶ πρὸς τὰς χρονίας καὶ δυσλύτους διαθέσεις καὶ μάλιστ α , ἐ φ ’ ὧν καὶ τὰ βλέφαρα τετράχυντα ι .
8 3 [5] χρῶ δὲ με θ ’ ὕδατο ς . εἰ δὲ καὶ σφοδρὰ ᾖ ἡ φλεγμον ή , μετὰ λευκοῦ ᾠοῦ ἐγχυμάτιζ ε . ἔχει δὲ οὕτως· Καδμίας, κόμεως ἀνὰ γο γʹ, χαλκάνθης, χαλκίτεως ὀπτῆς, ὀπίου, μέλιτος ἀνὰ γο α c ʹ, πεπέρεος κοκκία καʹ, ὕδατος τὸ ἀρκοῦν. Ἄλλω ς · ὁ Ἀντωνίνο υ , ἀναπληρῶν βόθρους καὶ σμήχων οὐλὰς καὶ ἀποκρούων πάνυ καλῶς τὰς φλεγμονά ς .
8 4 [5] Καδμίας, ψιμυθίου ἀνὰ γο γʹ, ἀκακίας γο βʹ ἑξαγ. α c ʹ, ὀπίου ὁμοίως, κόμεως, τραγακάνθης, ἀμύλου ἀνὰ γο αʹ κερατ. ιηʹ, σμύρνης ἑξαγ. βʹ κερατ. ϛʹ, χαλκοῦ ἑξαγ. αʹ κερατ. γʹ, κρόκου ὁμοίως, ταῦτα ὕδατι λείου καὶ χρῶ. Πρὸς αἰγίλωπ α .
8 5 [5] Τούτους ἰᾶται σάπων Γαλλικὸς ἐπιτεθεὶς ἢ χολὴ χοιρέα ξηρὰ ἢ κόπρος ὄρνιθος χρυσίζουσα συνλειωθεῖσα κρηταρίῳ ἄχρι συστάσεως ἐμπλάστρου καὶ ἐπιτεθεῖσα πολλάκις ἢ γάλα μελαίνης αἰγὸς γινόμενον τυρὸς πρόσφατος τιθέμενος τῷ τραύματι δὶς τῆς ἡμέρας. καθαίρει γὰρ καὶ σαρκοῖ καὶ ἀπουλοῖ. μετὰ δὲ τὴν ῥῆξιν τοῦ αἰγίλωπος τὴν ἔσω τοῦ καλάμου εἰς τοὺς κονδύλους εὑρισκομένην τζύπαν ἐπιτίθει. δόκιμόν ἐστι. 〈 Ἀφρικανοῦ ὀφθαλμικό ν .
8 6 [5] Ἡ χελιδὼν φέρει πόας τινὸς χυλόν, ἐξ οὗ εἰ ἀποστάζοι εἰς γῆν, ἐκ τῆς σταγόνος ἑτέρα πόα φύεται, ἣ τῆς ἀποβαλούσης ἐστὶν ἐπώνυμος. ἄνεισι δὲ κἂν ἀποπατήσωσιν εἰς γῆν μετασχόντες αὐτῆς οἱ νεοττοί. θαυμαστὸν δὲ τοῦτο καὶ ὀξὺ πρὸς ἀμβλυωπίαν φάρμακον, λεπτύνει τε κατ’ ὀλίγον καὶ τὰ ἐκ τραυμάτων λευκώματα καὶ ἀποκαθίστησι τὸν ὀφθαλμὸν εἰς τὸ τοῦ ἀπαθοῦς σχῆμα. ἡ δὲ ἀπ’ αὐτῆς γενομένη ἀπονωτέρα, καὶ κατορθοῦσα δὲ ἧττον. τοὺς μέντοι γλαυκωπίας ἀποσοβεῖ τριβομένη. καὶ αὐτῆς ἡ κόνις μεθ’ ὕδατος ὥσπερ ἡ πρόσθεν πᾶν ἔδρασεν. εἴ τις γὰρ εὐτύχησε τὴν πρώτην ἑλεῖν, ἀνέῳξεν ἂν καὶ τυφλοὺς ὀφθαλμούς. — Λίθοι δὲ εὑρισκόμενοι δύο ἐν ταῖς γαστράσι τῶν νεοττῶν ἀνασχισθέντων ὀξεῖ καλάμῳ [ἐν θατέρῳ·〉 γὰρ εὑρίσκονται] λευκὸς καὶ μέλας τυθείσης περιστερᾶς λευκῆς καὶ ἐπικληθείσης αὐτῆς Ἀφροδίτη ς, ἐμβάλλονται ὅρμῳ χρυσῷ καὶ πᾶσαν ἀπείργουσιν ὀφθαλμίαν.
8 7 [10] [τοὺς μέντοι νεοττοὺς ἐαρινοὺς ἀνατεμὼν λίθοις ἐντεύξει τῇ γαστρί, ὧν ὁ μὲν ποικίλος, ὁ δὲ καθαρός. πρὶν οὖν γῆς ψαῦσαι κατάδησον δέρματι νεβροῦ ἢ μόσχου πρὸς τὴν μεγάλην νόσον, καὶ τάχα μὲν ἰάσῃ, πάντως δὲ μειώσεις τὴν ἐπιληψία ν.] ἀνατέμνειν δὲ δεῖ εἰς τοῦτο τοῦ μηνὸς ἀρχομένου καὶ ἰόντος ἀναδεχόμενον. — καὶ χολὴν δὲ πέρδικος ἀμβλυωπίας ἴασιν εἶναι 〈καὶ〉 ὑποχύσεώς φασι μέλιτι Ἀττικῷ συγκραθεῖσαν· ὃ καὶ φανερὸν πολλοῖς.
8 8 [10] καὶ τὰ ὄμματα τοῦ γυπὸς ἐνδεθέντα ὀθόνῃ καθαρᾷ προσφερόμενά τε ὀφθαλμοῖς καθ’ ἑκάστην ἡμέραν ἀμβλυωπεῖν οὐκ ἐᾷ, οὐ μὴν οὐδὲ ὑπόχυσιν ἵστασθαι. κυνείῳ δὲ δέρματι ὀφθαλμὸς αὐτοῦ περιαφθεὶς ὀφθαλμιᾶν οὐκ ἐᾷ. ἡ δὲ χολὴ αὐτοῦ μετὰ χυλοῦ πρασίου καὶ μέλιτος Ἀττικοῦ καταχριομένη πᾶσαν ἀμαύρωσιν καὶ ἀχλὺν ὀμμάτων περιαιρεῖ καὶ τὰς ἀρχομένας ὑποχύσεις οὐκ ἐᾷ συστῆναι. — ὀφθαλμοὶ δὲ βατράχου ζῶντος ἀφαιρεθέντες καὶ περιαφθέντες ἐν λινῷ ῥάκει ἀριστερῷ βραχίονι ἢ τῷ τραχήλῳ φορούμενοι ἀπαθεῖς τοὺς ὀφθαλμοὺς φυλάττουσιν.
8 9 [10] κἂν ἀλγοῦντι δὲ περιάψῃς, λύσεις τὸ πάθος. τὸν δὲ βάτραχον ἀπολύειν χρή, ὅθεν ἐλήφθη. καὶ ἡ χολὴ δὲ αὐτοῦ πρὸς ὀξυωπίαν καὶ ὑπόχυσιν ἐναλείφεται. οὐδὲν δὲ μεῖζον τοῦδε πρὸς ὀξυωπίαν· ῥίζαν κισσοῦ οἷα κολλύρια ποίησας βάλε εἰς πυξίδα χαλκοῦ ἐρυθροῦ ἅμα παιδίου οὔρῳ νηπίου, καὶ περιδήσας ἀσφαλῶς κατάχωσον εἰς ἱππείαν κόπρον ἐπὶ μʹ ἡμέρας. εἶτα ἑλκόμενος ἀπότριβε ἐπὶ ἀκόνῃ καὶ ποίει ὡς κολλύρια σὺν τῷ ἐνόντι ὑγρῷ, καὶ θαυμάσεις τὴν ἐνέργειαν, παύσεις δὲ καὶ ἀρχομένας ὑποχύσεις. Πρὸς ὑπόχυσι ν .
8 10 Ἀετοῦ χολὴν ἔγχριε. Πρὸς ἀμβλυωπία ν .
8 11 Ἀμμωνιακὸν μεθ’ οὔρου παιδὸς ἀφθόρου ἀναλαβοῦ καὶ χρῶ. Πρὸς ὀφθαλμίαν ἀνώδυνον διὰ πείρα ς .
8 12 Κιμωλίας καλῆς γο γʹ, ἀνδράχνης χυλοῦ γο γʹ, μίξας ἀμφότερα ἐπιτίθει τῷ ὀφθαλμῷ, καὶ ὅταν ξηρανθῇ, ἔπαρον, καὶ μετὰ τοῦ χυλοῦ τῆς ἀνδράχνης λειώσας ἐπίχριε πάλιν. Πρὸς ῥεῦμα ὀφθαλμο ῦ .
8 13 [5] Κρόκον λειώσας μετὰ γάλακτος γυναικείου ἐπίχριε, ἢ ὀδόντα πρωτόβολον ὀνάδος λειώσας ἔγχριε σὺν τῷ λευκῷ τοῦ ᾠοῦ. ἢ κονίαν τὴν ἀναπεπταμένην ἐν τοῖς χαλκείοις λαβὼν καὶ λειώσας μετὰ κρόκου ᾠοῦ ἐπιτίθει ἀπὸ κροτάφου εἰς κρόταφον τιθεὶς στυπεῖον. ἢ πηγάνου ῥίζαν ἄρας τῇ ἀριστερᾷ χειρὶ περίαπτε λέγων· αἴρω σε πρὸς ὀφθαλμοῦ πόνον τοῦ ἵππου τοῦδε τοῦ καλουμένου τόδ ε . ἢ ἄλευρον κρίθινον καὶ ἄσβεστον καὶ κρόκον μετὰ μέλιτος φυράσας τράκτωσον τὸ μέτωπον. Πρὸς ἐπιδρομὴν ὀφθαλμο ῦ .
8 14 Χολὴν ἀλέκτορος βαλὼν εἰς ἀργυρᾶν πυξίδα ἔνσταζε τῷ ὀφθαλμῷ. Ἀνακόλλημα εἰς ῥεῦμα ὀφθαλμῶν καὶ εἰς λοιπὰ ῥεύματ α .
8 15 Μαστίχην, λίβανον, λάδανον ξηρόν, ἀλόην, σώχ, πάντα κόψας καὶ σήσας ἀναλαβοῦ ᾠῶν τοῖς λευκοῖς καὶ χρῶ. Πυρία εἰς ῥεῦμα ὀφθαλμο ῦ .
8 16 [5] Μυρσίνης, ῥοῦ βυρσικοῦ, ῥόδων φύλλα, κηκῖδας, κωδυίας, στυπτηρίας σχιστῆς, βάτου ῥίζης ἕψει σὺν ὄξει, καὶ μετὰ τοῦ ἀφεψήματος πυρία τοὺς ὀφθαλμοὺς σπόγγῳ. ἐνεργεῖ δὲ καὶ τὸ ὀξύκρατον πυριώμενον ὁμοίως σπόγγῳ. ἢ μελίλωτον, τῆλιν, ῥόδα, φοινίκων σάρκας καὶ κωδυίας ἕψει μετὰ ἑψήματος ἢ ὀμβρίου ὕδατος καὶ πυρία σπόγγῳ. Πρὸς λευκώματ α .
8 17 Ἄρτον καύσας καὶ ἅλας ἀμμωνιακὸν μετὰ καὶ ἀλόης ἡπατικῆς λειάνας χρῶ, ἀποκαθαίρει γάρ. Κολλύριον πρὸς τὰ αὐτ ά .
8 18 Ἁλὸς ἀμμωνιακοῦ, ἀλόης ἡπατικῆς, κινναμώμου, ξυλοκινναμώμου ἀνὰ γο αʹ, ἐλαίου ῥοδίνου τὰ ἀρκοῦντα. Πρὸς παλαιὰ λευκώματ α .
8 19 Κηκιδίων λιτρ. αʹ, χαλκάνθου γο α c ʹ, σμύρνης γο ϛʹ, μίξας καὶ λεάνας ἔμβαλε μετὰ μέλιτος Ἀττικοῦ ἢ Κρητικοῦ καὶ συνλεάνας ἱκανῶς ἀπόθου καὶ ἐπὶ τῆς χρείας ἄλειφε. Πρὸς λευκώματα καὶ ἑλκώματ α .
8 20 [5] Λαβὼν προβάτειον μυελὸν ἐκ τῶν μηρῶν κάθαρον μὴ ἔχειν ὀστάριον καὶ τρῖψον ἐν θυίᾳ ἰσχυρῶς παραμίξας κηκίδων γο ϛʹ καὶ μέρος χηνείου στέατος. εἶτα συλλεάνας ἀπόθου καὶ χρῶ τοῖς κατὰ βάθος ἕλκεσι καὶ ἀναπληρώσεις. Ὀφθαλμικό ν .
8 21 [5] Κενταυρίου τὴν ῥίζαν πλύνας ἕψει ἐν ὕδατι, ἕως ἂν γένηται τακερά, καὶ ἀποπιάσας τὸν ** ὅταν δὲ μεσασθῇ, βάλε εἰς αὐτὸν κρόκον, σμύρναν, νάρδον Συριακὴν καὶ πάλιν ἕψει. ἕως ἂν σχῇ μέλιτος πάχος, καὶ ἀπόθου ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ χρῶ πρὸς τὰς ὀφθαλμίας τῶν κτηνῶν καὶ τὰ ἑλκώματα. ὠφελεῖ δὲ καὶ ἀνθρώπους πρός τε ὀφθαλμίαν καὶ ὠτὸς πόνον καὶ αἰδοῖα καὶ τραύματα πρόσφατα. Πρὸς ῥεύματα ὀφθαλμῶ ν .
8 22 [5] Σηπίας ὄστρακον, κροκοδειλέας κόκκους λʹ, κηκίδων ἑξαγ. γʹ, ἀμμωνιακοῦ ἑξαγ. α c ʹ, κροκομάγματος ἑξαγ. βʹ κερατ. ϛʹ, πεπέρεως λευκοῦ κοκκία ιʹ, λιβάνου, κισσοῦ χυλὸν τὸ ἀρκοῦν λειώσας μετὰ μέλιτος ἔγχριε. ἐὰν δὲ πρόσφατος ᾖ καὶ φλεγμαίνῃ, χρῶ τούτῳ· ᾠοῦ τὸν κρόκον μετὰ ἐρίου ἐπιδέσμει τῷ ὀφθαλμῷ. ἄριστον δὲ καὶ τοῦτο· κροκόδειλον κρατήσας καὶ ἀναπτύξας *** Περὶ ἑτεροφθάλμου καὶ ἀλφορύγχου.
10 t Περὶ ὀχείας καὶ περὶ ἱππάδος συλλήψεως καὶ καθάρσεως καὶ περὶ τοῦ γνῶναι εἰ ἄρσεν ἢ θῆλυ τὸ συλληφθὲν καὶ περὶ ἐντατικῶν. 〈 Ἀφρικανοῦ ἤτοι Αἰλιανο ῦ .
10 1 [10] Ἔστι μὲν καὶ ἐκ τῶν ἄλλων ὁ ἵππος γαῦρον. καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ τάχος αὐτὸν καὶ τοῦ αὐχένος τὸ ὑψηλὸν καὶ ἡ τῶν σκελῶν ὑγρότης καὶ ἡ τῶν ὁπλῶν κροῦσις, πάντα ἐς φρύαγμα καὶ τῦφον〉 ἀνάγει. μάλιστα 〈δὲ〉 κομῶσα ἵππος ἁβρότατόν ἐστι καὶ θρυπτικώτατον. ἀτιμάζει γοῦν ἀναβῆναι τοὺς ὄνους αὐτῇ, ἵππῳ δὲ ἥδεται καὶ ἑαυτὴν ἀξιοῖ τῶν μεγίστων. ὅπερ οὖν συνειδότες οἱ βουλόμενοι ἡμιόνους σφίσι γενέσθαι ἀποθρίσαντες τῆς ἵππου τὴν χαίτην εἰκῆ καὶ ὡς ἔτυχε, τοὺς ὄνους ἐπάγουσιν. ἡ δὲ ὑπομένει τὸν ἄδοξον ἤδη γαμέτην, πρῶτον αἰδουμένη. καὶ Σοφοκλῆς δὲ ἔοικε μεμνῆσθαι τοῦ πάθους. Τοῦ αὐτοῦ περὶ συλλήψεως γενῶ ν .
10 2 [5] Καὶ οὑτωσὶ μὲν τὰ γένη φιλοκρινήσεται κατὰ φύσιν. γεννηθήσεται δὲ τεχνικῶς ἄρρεν μέν, 〈εἰ〉 ἐπιχρίσεις τὸ μόριον τοῦ ἵππου αἵματι λαγωοῦ καὶ ταμίσῳ (ὅ ἐστι πυτία λαγωοῦ νεογνοῦ), θῆλυ δέ, εἰ στέατι χηνείῳ ἅμα ῥητίνῃ τερεβινθίνῃ ἑξῆς ἡμερῶν τριῶν τὸ τῆς θηλείας ἵππου αἰδοῖον ὑποχρίσεις καὶ τῷ ἵππῳ εἰς ὀχείαν ὑποστήσεις. Ἐὰν μὴ δύναται γεννῆσαι ἵππο ς .
10 3 Γράψον εἰς τὰς δύο πλευρὰς αὐτῆς τὸν τεσσαρακοστὸν ἕβδομον ψαλμὸν ἕως τοῦ· ἐκεῖ ὠδῖνες ὡς τικτούση ς . Περὶ συλλήψεως θηλείας ἵππου στείρας πάνυ ἀναγκαῖο ν , ἐκ πολλῆς γὰρ πείρας ἔχων ἔγραψ α .
10 4 [5] Θαλασσείας πορφύρας ἤγουν κογχύλης αἵματος 𐆃 γʹ καὶ νίτρου 𐆃 αʹ καὶ ῥητίνης τερεβινθίνης λιτρ. βʹ εἰς τὸ αἰδοῖον τῆς ἵππου ἔμβαλε. ἐκ τούτου γὰρ καθαρισθεῖσα ἐξ ἀγόνου τοκὰς ἔσται. Πρὸς τὸ συλλαβεῖν στεῖραν ἵππο ν .
10 5 [5] Δεσμὴν πράσου κτλ. ἢ λαβὼν κτλ. εἰς τὸ αἰδοῖον τῆς ἵππου ἔμβαλε. ἐκ τούτου γὰρ καθαρισθεῖσα ἐξ ἀγόνου τοκὰς ἔσται. ἢ ἐν χαρτίῳ γράψας περίαπτε· Αὐτόμαται δὲ πύλαι μύκον οὐρανο ῦ , ἃς ἔχον Ὧραι. Παρορμητικὰ ἀφροδίσια ἵππω ν .
10 6 [5] Κρόκος μετὰ γλυκέος οἴνου πινόμενος οὐ πολὺς ἐνεργεῖ, ἢ ἀσκαμμωνία μεθ’ ὕδατος ἀνατριβομένη, ἢ κόστος λεῖος μεθ’ ὑδρομέλιτος πινόμενος, ἢ ἡδυόσμου χυλὸς ἢ ἀλέκτορος ὄρχις ὁ δεξιὸς ἁλισθεὶς καὶ εἰς δέρμα κριοῦ δεθεὶς καὶ τῷ τραχήλῳ τοῦ ἵππου κρεμασθεὶς ἐνεργεῖ, ἢ ὄρχις ἐλάφου ξηρὸς ἀποξεσθεὶς καὶ μετὰ μελικράτου ποτισθείς. Πρός 〈τὸ〉 εὐγαλακτεῖ ν .
10 7 Κριθὰς ἐν ὕδατι βρέξας αὐτὰς μὲν δίδου φαγεῖν, τὸ δὲ ὕδωρ πότιζε, καὶ αὔξει τὸ γάλα. Ἀφρικανοῦ περὶ γενέσεως ἵππω ν .
10 8 [5] Ἂν μὲν οὖν ἄρρεν τεχθῆναι θέλῃς, πρὸς τὴν ἀνατολὴν τοὺς ἵππους τρέπε, ἵνα μιγνύμενοι βλέπωσι τὸν ἥλιον. αἱ δυσμαὶ γὰρ τίκτουσι τὰ θήλεα, ὡς Μαυρούσιος 〈ὁ〉 ἱπποφορβὸς διηγήσατο. καὶ γάρ, ὡς ὁ πάντων λόγος, τοὺς ἄρρενας ἵππους τῷ Ἡλίῳ ζεύγνυσθαι καὶ τούτοις ἄγεσθαι τὴν φλόγα πεπίστευται, τὰς δὲ θηλείας τὴν Νύκτα ἄγειν φασί. καὶ δικαίως μέν· ἀρρενοποιὸς μὲν ὁ Ἥλιο ς, ὁμωνύμου δὲ φύσεως ἡ Σελήνη τυγχάνει μήτηρ. Τοῦ αὐτοῦ ἀναληπτικὰ δυνάμεω ς .
10 9 [10] Μυρ〈ρ〉ίς ἐστι βοτάνη τῷ κωνείῳ τὰ πάντα παραπλησία πλὴν τοῦ ἄνθους, ὃ δὴ καὶ αὐτὸ ὅμοιον μέν ἐστι, μικρότερον δὲ πολλῷ· ῥίζαν δὲ ἔχει ὡς παρεμφέρουσαν ἐπιμήκη, εὐώδη σφόδρα καὶ ἡδίστην ἐν τῷ τρώγειν. εὑρίσκεται δὲ ἐν τοῖς ἐργασίμοις χωρίοις· ταύτην ὁλόκληρον ἐπιμελῶς τρίψας εἰς καθαρὰν πτισάνην εὖ μάλα ἡψημένην ἐμβάλλειν χρὴ καὶ συνεψεῖν ἐπιμελῶς κινοῦντας. ἔπειτα οἴνου εὐωδεστάτου τοσοῦτον ἐπιβάλλειν, ὡς μὴ λίαν ἐξυγρᾶναι τὴν πτισάνην, καὶ νῆστιν ἐγχυματίζειν· τούτου ἄμεινον βοήθημα πρὸς τοῦτο ‖ οὐκ ἄν τις εὕροι. εἰ δὲ ἀπορεῖ τῆς ῥίζης, πτισάνῃ συνεψήσας ὑείους μυελοὺς καὶ μάλιστα νωτιαίους οἴνῳ τε ὁμοίως ἐπιβαλών, δευτερεῦον ἕξει βοήθημα πρὸς τὸ προκείμενον. Ἐκ τῶν Ἀριστοτέλους περὶ ὀχεία ς .
10 10 [10] Ἵππος ὀχεύειν ἄρχεται διέτης καὶ ὀχεύεται, ὥστε καὶ γεννᾶν. τὰ μέντοι ἔκγονα κατὰ τούτους τοὺς χρόνους ἐλάττω καὶ ἀσθενικώτερα. ὡς δὲ ἐπὶ τὸ πλεῖστον τριέτης ὀχεύει καὶ ὀχεύεται. οὗτος καὶ ἐπιδίδωσιν ἀεὶ [καὶ] ἐπὶ τὸ βέλτιον τὰ ἔκγονα γεννᾶν μέχρις ἐτῶν κʹ. ὀχεύει δὲ ὁ ἵππος ἄρρην μέχρις ἐτῶν λγʹ, ἡ δὲ θήλεια ὀχεύεται μέχρι μʹ ἐτῶν, ὥστε σχεδὸν συμβαίνει διὰ βίου γίνεσθαι τὴν ὀχείαν. ζῇ δὲ ὡς ἐπὶ τὸ πολὺ ὁ μὲν ἄρρην περὶ πέντε καὶ τριάκοντα ἔτη, ἡ δὲ θήλεια πλείω μʹ. ἤδη δέ τις ἐβίωσεν ἵππος ἔτη οεʹ. Περὶ συλλήψεως θηλείας ἵππου Ἀψύρτο υ .
10 11 [5] Ἄψυρτος Ἱπποκράτει χαίρει ν . εἰδέναι σε καὶ τοῦτο βούλομαι, ὡς, ἐὰν ἱππὰς τὸ τοῦ ἄρρενος καταβαλλόμενον αὐτῇ σπέρμα μὴ κρατεῖ ἀλλ’ ἐξουρεῖ, ἐπάλειφέ σου ἐλαίῳ τὴν χεῖρα, καὶ τοὺς δακτύλους ἐξονυχίσας κάθες αὐτὴν διὰ τῆς φύσεως καὶ ἅψαι τῆς μήτρας. καὶ ἐλαίῳ μετὰ ἐρίου ἀποσπογγίσας ποίει πεσσὸν ἐκ πορφύρας ἀληθινῆς, καὶ ὀποβαλσάμῳ τοῦτον βρέξας ἢ κυπρίνῳ ἐπιτίθει τῇ μήτρᾳ, καὶ εὐθὺς ἔα τὴν ἵππον ὀχευθῆναι τῷ κήλωνι. μετὰ δὲ τὸ κατελθεῖν τὸν ἵππον μὴ ἔα τὴν θήλειαν ἵστασθαι, ἀλλὰ παρότρυνε τρέχειν. οὕτω γὰρ ἂν τὸ καταβαλλόμενον ἐπισχεθείη σπέρμα. — ἐὰν δὲ ἐκ ψύξεως ὁ τῆς μήτρας ἀποκλεισθῇ πόρος, προσάντλει οἴνῳ παλαιῷ καὶ παραβιάζου τὸν τόπον τῷ δακτύλῳ, καὶ ἀνοίξας ὦσον πεσσὸν ἐξ ἐρίου ἀπλύτου γεγενημένον, ἐπιχέων ἅλας αὐτῷ καὶ νίτρον ὠμόν.
10 12 [10] εἶτα εὐθέως τὸν ὀχευτὴν τῇ ἵππῳ ἐπάφιε, καὶ πρὶν ἀποκρῖναι τὸν ἵππον, ἆρον τὸν πεσσὸν καὶ πάλιν ἐπάφιε, καὶ συλλήψεται. ἐὰν δὲ ἢ ἐκ τραύματος ἢ ἄλλης πληγῆς ἢ πάθους λοιμικοῦ προσουλώσῃ ὁ πόρος ἢ διπλωθῇ, ἔκτεμνε τὸ ἀδικοῦν καὶ κατὰ φύσιν ποίει, ἢ θαλασσείᾳ πορφύρᾳ ἔκμασσε. εἶτα λίβανον, σμύρναν, κρόκον καὶ νίτρον ῥοδίνῳ καὶ μέλιτι συνλεάνας, παρέγχει μέχρις ἡμερῶν δύο, προκαταντλήσας εὐκράτῳ καὶ ἐλαίῳ διατρίψας, καὶ μεθ’ ἡμέρας κʹ 〈κ〉λύσον τὴν μήτραν γάλακτος γο γʹ. τοῦτο δὲ ποίει ἐπὶ ἡμέρας λʹ, καὶ συλλήψεται ἡ ἵππος, κἂν στεῖρα ᾖ. Ἐντατικὸν ὥστε ἵππον κήλωνα πολλὰ ὀχεύει ν .
10 13 [10] Οὐρὰν ἐλάφου καύσας κτλ. ἢ ἐλαίου παλαιοτάτου 𐆃 αʹ, σκώληκας τιθυμάλλων Ϟϛʹ. τούτους δὲ συνάγειν ἐν τῷ θέρει, ὅταν ἡ βοτάνη ἀκμάζει καὶ ἐν τῷ ἐλαίῳ ἐμβάλλειν καὶ ἐᾶν ἡμέρας ἑπτά. ἐπὶ δὲ τῆς χρείας τρῖβε τῷ ἐλαίῳ τὴν ὀσφῦν καὶ τοὺς ὄρχεις. τὸ αὐτὸ δὲ ποιοῦσι καὶ αἱ τῆς πίτυος κάμπαι. ἢ μανδραγόρου ἄρρενος μῆλα τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ οἴνου ἐγχυμάτιζε. καὶ ἠρυγγίου δὲ τὸ μῆλον φορούμενον ὠφελεῖ. ἢ εὐζώμου σπέρμα ἑξαγ. τὸ c ʹ, πεπέρεως κερατ. ϛʹ λειώσας μετὰ οἴνου ἐγχυμάτιζε. ἢ ἀνήθου σπέρμα ὥριμον κερατ. ιηʹ σὺν οἴνῳ λειοτριβήσας ἐγχυμάτιζε. ἢ σκίγκου οὐρᾶς, ζιγγιβέρεως, καρδάμου σπέρμα, εὐζώμου σπέρμα, πυρέθρου ἀνὰ ἑξαγ. α c ʹ, πέπερι, καρυόφυλλον ἀνὰ κερατ. ιηʹ. ἡ τελεία δόσις ἑξαγ. βʹ κερατ. ϛʹ, ἄλλοις ἑξαγ. α c ʹ, τὸ δὲ ἔλαττον κερατ. ιηʹ. Πεσσὸς συλληπτικό ς .
10 14 Κρόκου γο αʹ μυελοῦ ἐλαφείου, στέατος χηνείου, πυτίας λαγωοῦ, προπόλεως, ἐλαίου κρινίνου τὰ ἶσα σκεύαζε καὶ χρῶ. ἢ καστορίου, ὑσσώπου, μέλιτος, βουτύρου, στέατος χοιρείου ἀνὰ γο αʹ, ἐλαίου κυπρίνου τὸ ἀρκοῦν. Ἀφρικανο ῦ .
10 15 Πρὸς 〈τὸ〉 πολλὰ καὶ ἀπόνως ἀφροδισιάζει ν . Σκίγκου τὰ κρέα ἐν οἴνῳ κεκραμένῳ 〈εὐώ〉δει τὸ ζῷον ἐγχυμάτιζε. Εὐτόκιον γενναιότατον πάν υ .
10 16 [5] Πολύγονόν ἐστι πόα πολλὴ πανταχοῦ, ὅπερ λέγεται καὶ δρῶσ α. ἥτις ἐνδεθεῖσα χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ περιαφθεῖσα αἰτία κυήσεως γίνεται. ἵνα δὲ ὃ θέλεις συλλάβῃ τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστις καὶ περιστερεὼν βοτάναι ἄρρενες εἶναι δοκοῦσι καὶ θήλειαι, ἄρρενες μὲν αἱ ὄρθιαι, αἱ ἡπλωμέναι δὲ τοὐναντίον. ταύτας σὺν τοῖς προτέροις φορεῖν ποίει, ἂν μὲν βούλῃ ἄρρεν τεκεῖν, ἄρρενα, ἂν δὲ θῆλυ, θήλειαν. Τοῦ αὐτοῦ εἰς ἀφθονίαν γάλακτο ς .
10 17 [5] Λίθος ὁ γαλακτίτης τοῦ ζῴου περιαπτόμενος τοῖς μαστοῖς πολύ τι χρῆμα τοῦ γάλακτος κατασπᾷ. ἵνα δὲ καὶ πλείονος εὐπορήσῃ γάλακτος, αὐτὸν τὸν γαλακτίτην λίθον λελειωμένον ἐγχυμάτιζε μετὰ οἴνου καὶ ὕδατος. Τοῦ αὐτο ῦ · πρὸς τὸ μὴ ἐκτιτρώσκειν ἔμβρυο ν .
10 18 [5] Τὴν ἐχενηΐδα τὸν ἰχθὺν λαμβάνοντες ναῦται ταριχεύουσιν εἴς τε τὸ μὴ ἐξαμβλίσκειν καὶ εἰς σύλληψιν ὡς ἐρρωμενεστέρῳ φαρμάκῳ χρώμενοι. ἐξ ἧς λειουμένης τὸ ζῷον ἐγχυματιζόμενον τὸ ἐν τῇ γαστρὶ σῶον διατηρεῖ. εἰ δὲ καὶ ζῶσαν προσενέγκοι τις τῇ νηδύϊ τῆς ἱππάδος, ὅτε ταύτῃ ὁ ἵππος συνέρχεται, καὶ τότε καὶ εἰς τὸ λοιπὸν συλλήψεται, καὶ οὐδέποτε πείσεται τὸν προειρημένον ὄλισθον. Περὶ ἀνατροφῆς πώλο υ .
10 19 [5] Ἐὰν δὲ καὶ βούλῃ ἵππου πῶλον ὑπὸ ὄνου θηλάζεσθαι, ἢ ὄνου ὑπὸ ἵππου, ἅμα τῷ τεκεῖν τὴν ἵππον καὶ τὴν ὄνον βαλὼν τὴν ἵππον εἰς σκοτεινὸν τόπον εἰσένεγκε τὸ πωλάριον τῆς ὄνου, καὶ τὴν ὄνον ὁμοίως, καὶ ἀμείψεις ἀμφότερα. Περὶ παρωτίδων καὶ ἕλκους ἐν ὠσί, παρισθμίων καὶ χοιράδων καὶ κορδυλωμάτων καὶ γλανδούλων.
11 1 [5] Πρὸς παρωτίδ α . Κατάπλασμα πρὸς παρωτίδα. Ἄλευρον σίτινον κτλ. δάφναις μετὰ ὄξους καὶ ἐλαίου τοὺς μυκτῆρας ἐπίχριε. ποίει δὲ καὶ ἀφαίρεσιν αἵματος ἀπὸ τῶν ὀφρύων καὶ ὕδωρ θερμὸν δίδου πίνειν καὶ εἰς σκοτεινὸν καὶ θερμὸν τόπον στηκέτω. Περὶ χοιράδω ν .
11 2 [15] Αἱ χοιράδες γίνονται παρά τε τὰ ὦτα καὶ τὸν λαιμὸν μάλιστα. καὶ αἱ μὲν ἔξωθεν τὴν κορύφωσιν λαμβάνουσιν, αἱ δὲ εἰς τὸ ἐντός. εἰσὶ δὲ εἶδος ἀποστήματος. ἀλλὰ καὶ μείονες μὲν αἱ ἔξωθεν, χείρους δὲ αἱ ἔσωθεν ἀπονενευκυῖαι καὶ ἐπικινδυνώδεις εἰσί. πολλάκις γὰρ αὗται συρρήσ〈σ〉ονται μὲν εἰς τὸ ἐντὸς καὶ διάκρισιν λαμβάνουσι διὰ τῶν ὑγρῶν τοῦ στόματος καὶ τῶν ἐσθιομένων, οὐ δύνανται δὲ ὑγιασθῆναι διὰ τὴν κατάτριψιν τῶν καταπινομένων. καλοῦνται δὲ αἱ μὲν ἁπλαῖ, αἱ δὲ διπλαῖ. ἃς δεῖ θεραπεύειν οὕτως· καταντλήσας θερμῷ ὕδατι κατάπλασσε κρίθινον ἄλευρον ἑψημένον ἐν ὕδατι. ἕψει δὲ οὕτως· προαναζέσαντος τοῦ ὕδατος παράπασσε τὸ ἄλευρον καὶ κατάπλαττε δὶς τῆς ἡμέρας. ὅταν δὲ πέψιν λάβῃ, τέμνε θαρρῶν. εἶτα συκῆς φύλλα καὶ θύμον ἢ πράσον συγκόψας μετὰ ἁλῶν καὶ οἴνῳ δεύσας ἄξον εἰς τὴν τομήν. χρῶ δὲ οὕτως, ἕως οὗ καθαρὸν γένηται. — ἢ σπόγγον ἐν θερμῷ ὄξει βρέξας ἐπίδησον ἐπὶ ἡμέρας.
11 3 [10] τοῦτο ποίει δεύτερον ἢ καὶ τρίτον. εἶτα λαβὼν σικύου ἀγρίου τὴν ῥίζαν κόψον, καὶ σήσας μῖξον κριθίνοις ἐξ ἴσου, καὶ ἑψήσας ὕδατι ἢ ὑδρομέλιτι κατάπλαττε· ὅταν δὲ πέψιν λάβῃ, διάκαυσον ὀρθίῳ καυτῆρι, καύσας δὲ ἔγχριε ἁλσὶ λεπτοῖς καὶ ἐλαίῳ ἀνακεκομμένοις, ὥστε γλοιῶδες γενέσθαι. καὶ τοῦτο ποίει μέχρις ἡμερῶν ϛʹ ἢ ηʹ, ἕως οὗ αἱ ἐσχάραι ἐκπέσωσιν. εἶτα ἀπόσμηξον τὰ τραύματα οὔρῳ καὶ νίτρῳ, καὶ θερμῷ ὕδατι πυριάσας περισπόγγισον, καὶ θεράπευε τραυματικῷ φαρμάκῳ καὶ τῷ ὀροβίνῳ ἀλεύρῳ, ἕως ἂν ὑγιὴς γένηται. Διαφορητικὸν ἀποστημάτων καὶ χοιράδω ν .
11 4 Κυνείαν κόπρον λευκὴν λειώσας μῖξον τερεβίνθῳ καὶ χρῶ. Ἔμπλαστρον διαφορητικὸν σκορπίζον ἀποστημάτω ν .
11 5 Κηροῦ, ἐλαίου, ὕδατος θαλασσίου, κολοφωνίας, ῥητίνης, νίτρου ἀνὰ 𐆃 α c ʹ μίξας χρῶ. ἢ συκῆς τέφρας γο βʹ, σχιστῆς, ἀφονίτρου ἀνὰ γο αʹ, ὑγροπίσσης γο ζʹ χρῶ. Ἔμπλαστρος ἡ διὰ χυλοῦ λινοσπέρματος διαφοροῦσα καὶ ῥήσσουσ α .
11 6 [5] Ἐλαίου παλαιοῦ 𐆃 αʹ, κηροῦ γο κʹ, κολοφωνίας, στέατος χοιρείου ἀνὰ 𐆃 α c ʹ, λιθαργύρου λιτρ. αʹ, ψιμυθίου γο ϛʹ, χυλὸν λινοσπέρματος γο ϛʹ, γύρεως 𐆃 αʹ, λιβάνου γο δʹ 〈τὰ τηκτὰ τήξας ἔμβαλε τοῖς ξηροῖς καὶ χρῶ.〉 Πρὸς χοιράδα ς .
11 7 [10] Καρδάμου σπέρμα, κυάμου ἄλευρον, ἅμα ἕψει, εἶτα ἐπίβαλλε στακτῆς ὀλίγον, καὶ ἐπιπλάσας εἰς φύλλον κράμβης χρῶ. ἢ μελισσίας βοτάνης ῥίζαν λαβὼν ἐν ληγούσῃ σελήνῃ καὶ οὔσῃ ἐν ἀσπόρῳ ζῳδίῳ ἐπίθες. τοῦτο ἀφανεῖς ποιεῖ τὰς χοιράδας καὶ πᾶσαν ἐν σώματι ἐξοχὴν περιαπτόμενον. καὶ ὁ λίθος δέ, ὃν λεονταχάτην καλοῦσι, καὶ τὸ δέρμα τοῦ λέοντος περιαπτόμενα χοιράδας ἰᾶται καὶ πάσας τὰς ἐν σώματι περιοχάς. καὶ τοῦ κυκλαμίνου ἡ ῥίζα περιαπτομένη, καὶ τοῦ φλόμου βοτάνης ἡ ῥίζα ἐ π ’ ὀνόματι τοῦ πάσχοντος λαμβανομένη καὶ περιαπτομένη, καὶ ἀειζώου βοτάνης τῆς μονοκλώνου ἡ ῥίζα ὁλόκληρος ἐξαιρεθεῖσα καὶ περιαπτομένη ὁμοίως ἰᾶται. Ἀμβροσίου σοφιστο ῦ .
11 8 [5] Καρύων Ποντικῶν κεκαθαρμένων γο β c ʹ, σάπωνος Γαλλικοῦ γο ϛʹ, ἀφρονίτρου γο εʹ, πρωτοστάκτου, μέλιτος ἀνὰ γο ϛʹ, ᾠῶν ϛʹ τὰ λευκά, ἐλαίου παλαιοῦ γο ιδʹ, κηροῦ ξανθοῦ γο ιʹ, τερεβινθίνης γο ζʹ, χαλκί〈τ〉ου γο δʹ σκεύαζε καὶ χρῶ. οἱ δὲ κέντρῳ θαλασσίας τρυγόνος τὸν τόπον περιγράφοντες καὶ πυκνὰ τῆς ἐπιφανείας προσψαύοντες ὠφελοῦσιν. Εἰς πόνον σιαγόνο ς .
11 9 Ἐὰν δὲ τὴν σιαγόνα πονέσῃ, πυρία τὸν ἵππον μετὰ ὄξους καὶ τῷ θερμῷ κατάντλει, καὶ ὑείῳ στέατι ἐπάλειφε. καὶ ἐὰν μὴ ὑπακούῃ, καῖε καυστηρίοις καὶ ἰαθήσεται. Πρὸς τοὺς ἐν ὠσὶ σκώληκα ς .
11 10 [5] Κλύζε ἀφεψήματος ἀψινθίου ἢ κενταυρίου ἢ πράσου, ἔνσταζε δὲ καππάρεως φύλλων χλωρῶν ἢ τοῦ καρποῦ χλωροῦ χυλόν, ἢ κεδρίαν ἢ οὖρον ἀνθρώπειον παλαιὸν ἢ ἐλλέβορον λευκὸν σὺν μέλιτι ἢ καλαμίνθης χυλὸν ἢ ἀσκαμμωνίαν σὺν ὄξει ἢ ἀψινθίου χυλόν. τὸ δὲ ἔλαιον ἐνσταζόμενον ἄχρις ἄνω ἀναπλεῖν αὐτοὺς ποιεῖ, κάλλιον δὲ τὸ ὀξέλαιον. καὶ πρὸς τὰ ἐμπίπτοντα δὲ τοῖς ὠσὶ ζωύφια τοῖς αὐτοῖς κέχρησο. Πρὸς ὦτα πυορροῦντ α .
11 11 Κηκῖδας ὀμφακίδας ἀποβρέξας εἰς οὖρον ἀφθόρου παιδὸς ἀπόθου καὶ χλιαίνων ἔνσταζε, ἢ σιδίων ἀφέψημα μετὰ οἴνου, ἢ ἐλαίας φύλλων τὸν χυλὸν μέλιτι μίξας ἕψει καὶ χρῶ. Ἀφρικανοῦ πρὸς ὠταλγία ν .
11 12 [10] Ὦτα δὲ βούλομαι τρόπῳ ὠφελῆσαι διπλῷ· ἵνα καὶ ἀλγοῦντα παύσηται καὶ παυσάμενα μηκέτι ἀλγῇ. ὅταν γὰρ δύσοιστον καὶ ἀπόφορον τὸ περὶ οὖς γένηται πάθος ὡς ἑλκῶν γινομένων πῦά τε δυσώδη καὶ σκώληκας ἐκθρέψαι, δυσανασχέτου τῆς περὶ αὐτὰ γινομένης ὀδύνης περδίκιος βοτάνη, εὐτελὴς μὲν καὶ φυομένη πανταχοῦ, ὥσπερ τῆς φύσεως τῷ εὐπόρῳ φιλοτιμουμένης, συγκόπτεται ἰσχυρῶς, ὡς πολὺν αὐτῆς τὸν χυλὸν γενέσθαι. εἶτα μέλιτος Ἀττικοῦ ὀλίγον λαμβάνεται καὶ ὄξους δριμέος οὐ πολὺ καὶ ὑλῶν θαλαττίων βραχύ. ταῦτα μιγέντα καὶ χλιανθέντα τῷ πονοῦντι γίνεται σωτηρία. Εἰς ἕλκο ς .
11 13 Εἰς ῥοιᾶς γλυκείας λέπος βαλὼν χολὴν ταυρείαν ἔλαιόν τε καὶ μέλι ἀναλόγως καὶ ἑψήσας ἐν θερμοσποδιᾷ εἶτα χλιάνας ἔνσταζε, ἢ χολὴν ταυρείαν μετὰ γάλακτος γυναικείου χλιάνας ἔνσταζε. Θαυμαστὸν πρὸς ὀδύνας καὶ πύη ν .
11 14 Γάρον καλὸν καὶ μέλι καλὸν ἑνώσας ἕψει ἐν χύτρᾳ μέχρι μελιτώδους συστάσεως καὶ ἔνσταζε, ἢ μίσυ καύσας καὶ λεάνας ἐμφύσα εἰς τὸ οὖς. Διάχρισμα πρὸς παρίσθμια διὰ πείρα ς .
11 15 Κηρύκια, ὄνυχας, κεκαυμένα μέλιτι συνλειώσας χρῖε. Πρὸς δοθιῆνα ς .
11 16 Πρὸ τοῦ πυοτροφῆσαι κτλ. ἢ ἰσχάδας ἑφθὰς μετὰ ῥητίνης ἐπιτίθει. Περὶ κυνάγχης.
12 1 [5] Περὶ κυνάγχης Ἀψύρτο υ . Ἄψυρτος κτλ. τὴν δὲ γλῶτταν κτλ. ἢ χοιρείαν κόπρον κτλ. ἐπὶ συναγχικῶν ἀρίστη μὲν θεραπεία ἡ διὰ καυτῆρος. εἰ δὲ μή, λινοσπέρματος λιτρ. εʹ, τήλεως λιτρ. α c ʹ, ὄξους λιτρ. αʹ γο ηʹ, ἄρτου τῶν ἁπαλῶν ψιχῶν τὸ ἀρκοῦν, πάντα ζέσας καὶ ἀναφυράσας μέλιτι ἐπίπλαττε ὀθονίῳ ἐπιδεσμῶν, ἐπιθεὶς ἄνωθεν σπόγγον καθαρὸν καὶ ἀσφαλῶς δήσας, ἵνα μὴ ἐκπέσῃ. τοῦτον δὲ καὶ φλεβοτόμει λύων τὰς ἐν τῷ τραχήλῳ φλέβας. συμβαίνει δὲ τοῦτο τὸ νόσημα τοῖς ἵπποις ἀπὸ ἐλασίας. Εἰς κυνάγχην πεπειραμένο ν .
12 2 Κυνείαν κόπρον λευκὴν ξηρὰν μέλιτι συνλειωθεῖσαν κατάχριε. τοῦτο καὶ ἐπὶ ἀνθρώπων θαυμαστῶς ποιεῖ. ἢ σποδὸν χελιδόνων ἀγρίων μέλιτι φυραθεῖσαν κατάχριε. Περὶ πολυπόδων τῶν ἐν ῥισὶ καὶ ὀζαινῶν καὶ ἥλων.
13 1 [5] Ἄλλω ς . Ἐὰν πολύπους ἵππῳ ἐνοχλῇ, γνώσῃ, εἰ ἄρξηται αἷμα ἀποπέμπειν ἀπὸ τῶν μυκτήρων, καὶ θεράπευε οὕτως· λιβάνου, νίτρου, πηγάνου ἀνὰ γο ϛʹ ἐγχυμάτιζε μετὰ οἴνου αὐστηροῦ γο κʹ διὰ ῥινῶν τὸ ἀρκοῦν, ἕως καλῶς ἕξει. ἢ ἐλλέβορον μέλανα καὶ σανδαράκην ἶσα λεάνας μετὰ ἐλαίου ἀναλαβὼν ἐρίῳ πλήρωσον τὸν μυκτῆρα. Ἀπολλωνίου φυσικό ν .
13 2 [5] Νυκτικόρακα σφάξας ἐπίχριε θερμῷ τῷ αἵματι τὸν πολύποδα. τὸ δὲ λοιπὸν αἷμα ξηράνας ἐν ἡλίῳ ἐπίπασσε ξηρὸν λίαν. καὶ ἡ κυνεία κόπρος ἡ λευκὴ ὄξει λειωθεῖσα καὶ ἐπιχριομένη ποιεῖ ἄκρως. ἢ λεπίδα σιδήρου καὶ χαλκοῦ καὶ στυπτηρίαν σχιστὴν ἶσα λεάνας ἐμφύσα. Τιβερίου πρὸς ἥλους τοὺς γινομένους πρὸς τῇ στεφάν ῃ .
13 3 [5] Πράσα κόψας [καὶ] μετὰ ἁλῶν καὶ ἐλαίου ἐπίθες καὶ αὐθημερὸν 〈ὑγιάσεισ〉, ἢ πράσα καὶ ἀξούγγιον κόψας ἐπίθες, ἢ ἰὸν τὸν ἀπὸ δηναρίων [ὅπου ξέεται τὸ κέρμα] μετὰ ὄξους τρίψας τοὺς πόδας τοῦ ἵππου τὰς ὀζαίνας καὶ τὰς ῥαγάδας κυκλόθεν περίχριε καὶ εὐθὺς ὑγιάζεται. Πρὸς ὀζαίνας θαυμαστό ν .
13 4 [5] Ἄρτον κιβαρίτην τρεῖς ἡμέρας εἰς ὄξος βρέξας καὶ τῇ ἄλλῃ ἡμέρᾳ φύλλα πράσου ἀρσενικοῦ ὁμοῦ λειώσας κατάπλαττε μετὰ πανίου προκαταπλύνας ὀξελαίῳ, ἢ στυπτηρίαν σχιστὴν καὶ στρογγύλην, μίσυ, ἀκάνθην Αἰγυπτίαν, κηκίδιον κόψας καὶ σήσας τῷ ὄξει μίγνυε καὶ πρόσπλαττε, ἕως ἂν ξηρανθῶσιν. Ἀφρικανοῦ πρὸς ὀζαίνας καὶ πολύποδα ς .
13 5 [περὶ βηχός]. Ἁλικακκάβου τὴν ῥίζαν ἶσα βουτύρῳ μίξας χρῶ. Περὶ βηχός.
14 1 [5] Τιβερίου εἰς τὸ αὐτ ό . Ἀξούγγιον κτλ. ἐὰν δὲ ἵππος ἤ τι τῶν ὑποζυγίων ὑπὸ βηχὸς ἐνοχλῆται, ἀξούγγιον παλαιὸν μετὰ ῥόας τῆς ἐσθιομένης ἀνακοπέντα βάλε εἰς γύργαθον, καὶ βάψας μέλιτι δαψιλῷ ὦσον τὴν μάζαν ἐν τῷ βράγχῳ. ἐχέτω δὲ τὸ γύργαθον σφήκωμα στερεὸν ὡς πηχῶν δύο τὸ μῆκος, ἵνα παραπεμπόμενος αὐτὴν ἐφέλκῃς τῷ σφηκώματι ἔξω καὶ πάλιν αὐτὴν κατάγῃς. διὰ γὰρ τῆς ἐνεργείας ταύτης καὶ ἀγωγῆς δυνατόν ἐστιν εἴτε τραῦμα ὑπόκειται ἐν τῷ βράγχῳ εἴτε ὀστέο ν, ἀποκαταστῆσαι τὸ ζῷον. Εἰς βῆχ α .
14 2 Φακοὺς ἐπτισμένους καὶ ἀποπεφυσημένους καὶ λελειωμένους σὺν ὕδατι λιτρ. γʹ δίδου ἕως οὗ ὑγιάνῃ. Ἐγχυματισμό ς .
14 3 Χοιρείους πόδας κτλ. ἢ τήλεως χυλόν, ὀριγάνου ἑξαγ. α c ʹ, στέατος τραγείου λιτρ. τρεῖς, σῦκα μέλανα λʹ, φοίνικας λʹ, μέλιτος γο ιγ c ʹ. ἢ κύμινον ἄγριον σὺν οἴνῳ καὶ ἐλαίῳ καὶ πηγάνῳ ἐγχυμάτιζε, ἢ μέλιτος λιτρ. θʹ κτλ. 〈Ἄλλω ς .
14 4 [10] 〉 Ὄρνιν σφάξας καὶ εὐθὺς σχίσας λάβε αὐτῆς τὴν κοιλίαν ὡς ἔστι μετὰ τῆς κόπρου καὶ κυλίσας ἐν μέλιτι δίδου τῷ ζῴῳ ἔτι θερμὴν οὖσαν διὰ τοῦ στόματος. —ἢ πτισάνης 𐆃 αʹ γο α c ʹ καὶ γλεύκους γο εʹ μίξας ἐγχυμάτιζε διὰ τοῦ στόματος. —ὑποθυμία δὲ αὐτὸν καὶ συνθέματι τοιούτῳ· σκορόδων κεφαλάς, κρομμύων τὸ ἶσον, σανδαράκης ἑξαγ. βʹ κερατ. ϛʹ, ἀσφάλτου τὸ ἶσον ἐν ταὐτῷ τρίψας διαίρει εἰς τρία μέρη καὶ καθ’ ἑκάστην τὸ ἓν μέρος ὑποθυμία. —ποιεῖ δὲ καὶ ξύλον σύκινον ἢ πιτύϊνον ἢ κυπαρίσσινον χλωρὸν ὑποκαπνιζόμενον ὑπὸ τοὺς μυκτῆρας. — μετὰ δὲ τὴν ὑποθυμίασιν οἴνῳ γλυκεῖ καὶ ἡδεῖ μίξας στέαρ ἐρίφειον ἢ προβάτειον καὶ κηρὸν συμμίξας καὶ τήξας ἔγχει διὰ τοῦ στόματος.
14 5 [10] —ἢ οἴνου παλαιοῦ γο ιʹ, ἐλαίου γο α c ʹ ἀναχλιάνας ἐγχυμάτιζε ἐπὶ ἡμέρας τρεῖς. —ἢ πηγάνου φύλλα τὰ ἁπαλὰ τρῖψον καὶ μετὰ οἴνου παλαιοῦ διὰ ῥινῶν ἔγχει, καὶ τὸν χόρτον, ὃν ἐσθίει, χυλὸν ἀγρίου σικύου ῥάντιζε. βέλτιον δὲ αὐτοῦ τοῦ ἀγρίου σικύου τὸ σπέρμα καὶ τὰς ῥίζας ξηρὰς συμμῖξαι μετὰ κριθῆς καὶ οὕτω παραβάλλειν. —ἢ πτελέας ξύλον καύσας τὴν κόνιν λάβε καὶ διηθήσας εἰς ὕδωρ ἶσόν τε ἐλαίου μίξας μετὰ καὶ τριῶν ᾠῶν δίδου. Ἄλλο φυσικὸν δόκιμο ν .
14 6 [5] Λάπαθον ἀγρίαν ἀκεραίαν κτλ. ἢ τραγάκανθον, βούτυρον, ἶριν, ἀξούγγιον χοίρειον, ἀρσενίκιν σχιστὸν καὶ ὕσσωπον ἑνώσας χρῶ. ἢ σκίλλαν ἐμβαλὼν ἐν ζύμῃ ἕψησον ἐν φούρνῳ ἕως τοῦ φρυγῆναι τὴν ζύμην, καὶ λειώσας τὴν σκίλλαν μῖξον μέλιτι καλῷ καὶ παράβαλε τῷ ζῴῳ. ἢ σχοίνου τὸ ἄνθος κτλ. δίδου. τοῦτο καὶ ὠφέλιμόν ἐστιν ἀνθρώποι ς. Ἄλλο ποιοῦν 〈καὶ〉 πρὸς ἀνθρώπου ς .
14 7 [10] Σπόγγον λευκὸν καθαρὸν καύσας καὶ ποιήσας τέφραν ἑνώσας τε πεπέρεως τὸ ἶσον, λείωσον μετὰ μέλιτος γο γ c ʹ καὶ δίδου ἑξαγ. α c ʹ ἑσπέρᾳ, ὁμοίως καὶ πρωΐ. ἢ κόρακος κόπρον ἔνδησον ἐν ἀπλύτῳ ἐρίῳ καὶ περίαπτε τῷ τραχήλῳ καὶ παύσεται. ἢ δαφνίδων ξηρῶν γο θʹ, σμύρνης τρωγλίτιδος γο αʹ λειώσας ἐπιμελῶς ἀναλάμβανε μέλιτι ἀπέφθῳ καὶ δίδου ἕωθεν ἑξαγ. γʹ καὶ ἑσπέρᾳ ὁμοίως· πεπείραται. ἴρεως, ὑσσώπου ἀνὰ γο αʹ, γλυκυρρίζης γο α c ʹ ἀποτριτώσας ἐν ὕδατι, εἶτα μέλιτος τὸ ἀρκοῦν συνεψήσας, ὀλίγον ἐγχυμάτιζε ἡμέρας γʹ πεπείραται. Εἰς βῆχα χρονία ν .
14 8 [5] Ἀνίσου, ἄμεως, μαράθρου σπέρμα, ὑοσκυάμου, γλήχωνος ἀνὰ γο αʹ, τραγακάνθης γο βʹ, σμύρνης γο αʹ, λειώσας πάντα τήν τε τραγάκανθαν δεύσας προβείῳ γάλακτι μῖξον καὶ ποίει τροχίσκους καὶ δίδου ἀνὰ ἑξαγ. αʹ μετὰ εὐκράτου. Ἔλιγμα πρὸς τοὺς ἀπὸ βηχὸς πῦον ἀνάγοντα ς .
14 9 Στύρακος καλαμίτου ἑξαγ. δ c ʹ, λιβάνου ἄρρενος γο αʹ κερατ. ιηʹ, τερεβινθίνης, ὑσσώπου, ἴρεως ἀνὰ γο α c ʹ, ὀροβίνου ἀλεύρου γο γʹ, μέλιτος ἀπηφρισμένου λιτρ. δύο γο γʹ. ἡ δόσις ἑξαγ. α c ʹ. Περὶ παραγωγῆς τραχήλου.
16 t Περὶ πυρώματος. Ἄλλ ο .
16 1 [5] Ἀείζωον, ἀνδράχνη, ψύλλιον καὶ ὁ ἀπὸ τῶν τελμάτων φακός· σύν ἄρτῳ καθαρῷ κατάπλαττε, μεγάλως βοηθεῖ. ἢ ἄνθρακα ἀπὸ χαλκείου ζῶντα τρίψας μετὰ ὄξους ἐπίχριε τὸν τόπον. ἢ [ποτυροκλύστας, ὅ ἐστι] κωδυίας ἔμβρεχε εἰς ὄξος καὶ προσμίξας κρόκῳ ᾠοῦ χρῶ. Ξηρίον πρὸς ἐρυσίπελ α .
16 2 Αἰγὸς πόδας καύσας ὡς εἰσὶ μετὰ τριχῶν, προβρέξας τὸν τόπον οἴνῳ, τὴν τέφραν ἐπίπασσε. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμο υ .
16 3 [5] Τοὺς ὑποκειμένους στίχους γράψον ἐν σωματώῳ χάρτῃ σταυροειδῶς καὶ τῷ τόπῳ, ἐν ᾧ τὸ πάθος ἐνσκήπτει, ἐπιδέσμει. εἰσὶ δὲ οὗτοι· Ὡς πυρὸς αἰθομένου φοβερὴν φλόγα χειρὶ καλύπτεις, φροντίδας ἀργαλέας καὶ ἐμὰς κατάπαυσον, ἀρωγέ. Περὶ ἐκβολῆς ὤμου καὶ κοτύλης.
17 1 Ἱεροκλέους περὶ συνωμίας καὶ τραχήλο υ . Ἐὰν ἀλγήσῃ τὴν συνωμίαν κτλ. ἢ ἀφόνιτρον κτλ. πρὸς δὲ τῶν 〈ὤμων〉 πόνον φλεβοτομήσας τὸ ζῷον κατὰ τῶν ὤμων ἕψει ἐν ταὐτῷ μάνναν καὶ οἶνον καὶ ἄλειφε. Εἰς σπόγγον τῆς ῥάχεω ς .
17 2 Ἐὰν ἵππος οἰδῇ κατὰ τὸ μέσον τῆς σέλλας συνεχῶς καὶ ἐπὶ πολὺν χρόνον, λινόσπερμα μετὰ ῥητίνης τρίψας καὶ καθεψήσας ἐπιτίθει. Περὶ ἑλκωθείσης ῥάχεω ς .
17 3 Ἴριδος βοτάνης τὴν ῥίζαν καύσας καὶ τρίψας ἐπίπασσε, ἢ κάνναβιν καύσας καὶ μέλιτι μίξας ἐπιτίθει, προαποσμήξας οὔρῳ παλαιῷ. Περὶ ὀρθοπνοίας.
18 1 Ἄψυρτος Σεκούνδῳ κτλ. ἢ κάρδαμον φρύξας μετὰ οἴνου αὐστηροῦ ἐγχυμάτιζε ἢ σκυλάκιον σφάξας κτλ. Πρὸς ἀρχομένην δύσπνοια ν .
18 2 Σκώληκας ἀπὸ ἀρτοκοπείου μετὰ οἴνου καὶ ἐλαίου ἀνὰ γο γʹ καὶ ὠῶν βʹ ὁμοῦ λειώσας διὰ τῶν μυκτήρων ἔγχει, ἢ πίσσαν ὑγρὰν μετὰ νίτρου καὶ ἐλαίου παλαιοῦ διάχριε. Πρὸς σηπεδόνας.
19 1 [5] Πρὸς σηπεδόνα ς , ποιεῖ δὲ καὶ πρὸς λεύκη ν . Ὀποπάνακος λείου μετὰ ὄξους γο αʹ, κηροῦ γο ϛʹ, κολοφωνίας γο θʹ, ἀποχύματος 𐆃 αʹ, βουτύρου, ὑσσώπου, τήλεως ἀνὰ γο αʹ, ἁλὸς ἄνθη γο βʹ, ἀμμωνιακοῦ γο γʹ ἑψήσας χρῶ. ἢ μίσυ κόψας καὶ σήσας ἐπιδέσμει. Πρὸς σηπεδόνας τὰς ἐν τῇ γνάθ ῳ .
19 2 Ἰχνεύμονα τὸ ζῷον καύσας καὶ σήσας ἐπίθες καὶ ἰά[θη]σῃ. Περὶ καρδιακῶν.
20 1 [5] 〈 Ἱεροκλέου ς . Τῷ καρδιακῷ σημεῖα τάδε· τὸν ὀφθαλμὸν δακρύει καὶ ἀσιτεῖ. ἐὰν οὖν ταῦτα ποιῇ, θεράπευε οὕτως· ἀλδώου, κνήκου τὸ ἀρκοῦν ὄξει βάπτων καὶ τρίβων ἐπίτριβε. εἶτα χλιάνας οἴνου κοτύλην μίαν ἐγχυμάτιζε διὰ στόματος. ἡνίκα δὲ ἀπογαστρίσῃ, φλεβοτόμει καὶ σύγχριε καθ’ ὅλου τὸ ζῷον. εἶτα λαβὼν〉 λίβανον καὶ σμύρναν λείου, μίξας τε οἴνῳ καὶ ἐπιχέας κύπρινον ἀναφύρα ταῦτα καὶ χρῖε καθ’ ὅλου. ἐμφύσα δὲ καὶ εἰς τὰς ῥῖνας καὶ τὸ πρόσωπον ὅλον ἐξ αὐτοῦ, καὶ σκεπάσας καλῶς ἔπαγε τὴν τροφήν. Περὶ νεφρίτιδος.
21 1 [15] Ἄλλ ο . Ἐὰν ἵππος ἢ ἄλλο τι τῶν ὑποζυγίων νεφροὺς πονήσῃ, ἔστι μὲν τὸ πάθος πονηρόν. σημεῖα δὲ φέρει ταῦτα· οἱ ὄρχεις ἅλλονται καὶ οἱ ὄπιθεν πόδες οὐ δύνανται ἐμβαίνειν εἰς τὰ τῶν ἔμπροσθεν ἴχνη, ἀλλὰ καὶ ἀπολείπουσιν ὡς τρεῖς δακτύλους. ἐπισύρει δὲ καὶ τὰς ὁπλὰς ὅταν διατρέχῃ καὶ ἅλλεσθαι οὐ δύναται. οὐρεῖ μέλαν καὶ παχύ. ἔνιοι δὲ αὐτῶν καὶ δυσουροῦσι πυκνὰ καὶ ὑποστέλλονται καὶ τὴν ὀσφὺν ἐξαίρουσι καὶ καμπύλοι γίνονται, καὶ τὰ σώματα συμπίπτουσι καὶ αἷμα οὐροῦσι. συμβαίνει γὰρ περὶ τοὺς νεφροὺς πόνος καὶ περὶ τὴν κύστιν. καὶ γὰρ ἐπιλαμβάνονται ἀλλήλων διὰ τὴν συνέχειαν, καὶ τὰ ὑγρὰ ἐκρήσσεται πρὸ τοῦ ἐκ τῆς κοιλίας ἐκκριθῆναι εἰς τὸν 〈ν〉εφρόν. εἶθ’ οὕτως ἐν τῇ κύστει συνίστανται καὶ ἐν τοῖς νεφροῖς πόνοι καὶ διαστάσεις παραπλησίως συμβαίνουσι. τὸ μὲν οὖν ἐπίπαν τὴν φλεγμονὴν ἔμφραξιν ἢ ἕλκωσιν εὑρίσκομεν γινομένην. ἔστι δὲ ὑπό τινων ὑγρῶν δριμύτητα ἐχόντων. — θεραπεύεται δὲ οὕτως· πυρία τά τε ἰσχία καὶ τὰς ψόας ὀρόβοις ἑφθοῖς, συμβάλλων σελίνου καρπὸν ἢ ἀνίσου ἤ τι τῶν ἄλλων διουρητικῶν.
21 2 [15] πυρία δὲ προϋποχρίων τὰ ἰσχία κηρωτῇ. καὶ τροφῇ δὲ χρῶ διουρητικῇ μαράθου, σελίνου, κριθῆς, ῥαφανίδων καὶ ἀνίσου, δίδου δὲ καὶ μηδικὴν χλωράν, ἐὰν ἔχῃς, εἰ δὲ μή, ῥαίνων γλυκεῖ. δίδου καὶ ἐρεβίνθους λευκοὺς ἐν οἴνῳ βρέχων ὅσον ὥραν μίαν. ποτῷ δὲ χρῶ ἀλεύρῳ πυρίνῳ, θέρους δὲ κριθίνῳ ὅσον λιτρ. α c ʹ τῆς ἡμέρας διεὶς ἐν πτισάνης χυλῷ, καὶ στηκέτω ἐν εὐρυχωρίᾳ. ἐγχυμάτιζε δὲ αὐτὸν καὶ σύκων λιτρ. αʹ ἐπιχέων ὕδατι λιτρ. γʹ γο δʹ καὶ ἑψήσας εἰς τὸ ἥμισυ ἀποχύλωσον, καὶ συνλεάνας σελίνου καρπὸν ὅσον γο γʹ, δαυκία γο γʹ, ἀνίσου μέρη ηʹ, σμύρνης ἑξαγ. δ c ʹ, ταῦτα λεάνας μετὰ οἴνου γλυκέος γο ιʹ ἔγχει διὰ τοῦ στόματος. καὶ περιπάτοις χρῶ πραέσι. ἐὰν δὲ μὴ ὑπακούῃ, ταῦτά τε ποίει καὶ κλύσον αὐτὸν φλόμου ῥίζης περιελὼν τὸν φλοιὸν καὶ ἑψῶν σὺν οἴνῳ. εἶτα τρῖψον ὡς λειότατον καὶ διηθήσας συγκατάμιξον ὕδατι θερμῷ, καὶ τοῦτο κλύζε. ἔστω δὲ τὸ πᾶν κλύσμα ὅσον λιτρ. γʹ γο δʹ. καὶ ὑποστρώννυε αὐτῷ ἄχυρα ὡς μάλιστα. — ταῦτα δὲ ποίει, ἕως ἂν ἴδῃς τὰ οὖρα καθαρὰ καὶ τοὺς ὄρχεις ἰσχνοὺς καὶ τοὺς πόδας ὑπερβαίνοντας τὰ ἔμπροσθεν μὴ ἔλαττον δακτύλων ϛʹ.
21 3 [10] ὅ τε γὰρ κλυσμὸς ἔσωθεν τοὺς νεφροὺς πυριᾷ καὶ τὸν τόπον ἐλαφρὸν κατασκευάζει, τὰ δὲ διὰ τῶν χορτασμάτων καὶ τῶν διουρητικῶν καί τῶν ἐγχυμάτων προσφερόμενα τῶν ὑγρῶν τὴν ἐπιρρέουσαν ἐπὶ τὴν κύστιν καὶ τοὺς νεφροὺς σαπρίαν μετὰ τῆς τοῦ αἵματος ῥύσεως λεπτὴν καὶ ταχεῖαν ἐκκρίνει, ὥστε μηδὲν νοσοποιεῖν. ἐὰν δὲ τούτων γινομένων μὴ γένηται ὑγιής, καῦσον αὐτοῦ τὰ περὶ τὴν πλευρὰν τὴν ἐσχάτην καὶ τὸν κενεῶνα ἀπομετρήσας ἀπὸ τῆς ῥάχεως δακτύλους γʹ. οὕτω γὰρ τὰ ῥεύματα ἔξω πεσεῖται. καύσας δὲ θεράπευε καὶ τὰ ἕλκη καθάπερ ἄνω γέγραπται. Πρὸς ἐκβολὴν μηροῦ ἐὰν κοπῇ τὸ νεῦρο ν .
21 4 [5] Ἐὰν ἵππου ἢ ἄλλου τινὸς τῶν ὑποζυγίων ἐκβῇ ὁ μηρός, μὴ θεράπευε· οὐ γάρ ἐστι τὸ συνάπτον νεῦρον ἐν τῇ κοτύλῃ, ἀλλὰ ῥήγνυται παρὰ τὸ ὀστοῦν τὸ καλούμενον κενὸν διὰ τὸ βάθος ἔχειν. ὅταν γὰρ ὁ καλούμενος κόνδυλος τροχάσῃ καὶ ἐξολισθήσῃ μετὰ βίας, οὐ στέγει τὸ νεῦρον, καὶ μάλιστα, ὅταν πλείονα τάσιν τοῦ δέοντος λάβῃ, ἀλλὰ ῥήγνυται τούτου γινομένου. ἐὰν οὖν βιάσῃ καθαρμόσαι, αὖθις ἐκπηδήσει διὰ τὸ μὴ τὸ ὀστοῦν ἔχειν τὸ νεῦρον. διὰ ταύτην οὖν τὴν αἰτίαν οὐ θεραπεύεται. Ἀντίδοτον νεφρικὸν Θεοφυλάκτου πατριάρχο υ .
21 5 [5] Κινναμώμου ἀληθινοῦ ἑξαγ. αʹ, ἀσάρου, καρυοφύλλου, στάχυος, πεπέρεως μακροῦ καὶ λευκοῦ καὶ κοινοῦ ἀνὰ ἑξαγ. γʹ, τρίψας ἀποτρίτωσον μετὰ γλυκέος ὕδατος καὶ 〈δι’〉 οἴνου παλαιοῦ ἐγχυμάτιζε. Ἰσχιαδικὸν δόκιμο ν .
21 6 Κραμβῶν καυλοὺς ξηροὺς καῦσον καὶ τὴν τέφραν ἀναλαβοῦ στέατι παλαιῷ καὶ κατάπλαττε. Περὶ κοιλίας ἀλγούσης.
22 1 [5] Ἄλλως πρὸς κοιλίας πόνο ν . Ἐὰν ὑποζύγιον ἢ ἵππος ἢ ἄλλο τι ζῷον τὴν κοιλίαν ὀδυνηθῇ, σημεῖα παρακολουθήσει ταῦτα· πίπτει καὶ στενάζει ἄφνω καὶ συσπᾶται καὶ ἑστάναι οὐ δύναται. λαβὼν οὖν κράμβης φύλλα κόψας διύλισον καὶ μῖξον οἴνῳ γλυκεῖ γο ιʹ, ἐλαίου γο θʹ, καὶ λεάνας ἔγχει διὰ τῶν μυκτήρων, ἢ ἀριστολοχείας τὴν ῥίζαν καὶ πόλιον λεάνας μετ’ οἴνου ἔγχει διὰ τοῦ στόματος. ἢ καὶ κρομμύων φύλλα τρίψας μετὰ οἴνου γο ιʹ ἔγχει ὡσαύτως. Εὐμήλου περὶ ῥεύσεως κοιλία ς .
22 2 Αἷμα ἀπὸ τῶν ἐν κεφαλῇ φλεβῶν αἶρε κτλ. ἢ σικύου γο α c ʹ διεὶς ἐν μέλιτι κλύσον. Περὶ τίλιγο ς .
22 3 [5] Ἐὰν ὑπὸ τίλιγος ἐνοχλῆται ὁ ἵππος [ἤγουν ἐὰν τζιλᾷ] τὴν κοιλίαν αὐτοῦ κατάμαθε· ἔστι γὰρ καὶ ἐπαγομένη καὶ σκληρά· ποίει τοίνυν αἵματος ἀφαίρεσιν ἀπὸ τῶν βραχιόνων, κριθῆς δὲ ἀπεχέσθω, ἕως οὗ ἡ γαστὴρ συμπλασθῇ, καὶ πράσιον καὶ ἀψίνθιον τρίχα ἐγχυμάτιζε. πυρίᾳ δὲ χρῶ [καὶ] ὕδατος θερμοῦ. ἐὰν δὲ μὴ παύηται, θεράπευε τὰς λαγόνας αὐτοῦ. Ἐγχυματισμὸς εἰς κοιλίας πόνο ν .
22 4 Ἀστραγάλους ὑείους καύσας μετὰ οἴνου λειώσας ἐγχυμάτιζε. Περὶ ἀλγοῦντος τὸ ἧπαρ.
23 1 [5] Πρὸς ἔμφραξιν ἥπατο ς . Ἀμυγδάλων πικρῶν ἑξαγ. τρία, κυμίνου ἑξαγ. αʹ, σελινόσπερμα ἑξαγ. ἕν, πηγάνου χλωροῦ, κρόκου ἀνὰ κερατ. ιηʹ, οἴνου καλοῦ κρασοβολ. αʹ, μέλιτος ἑξαγ. γʹ ἀναλαβοῦ καὶ χρῶ χλιαρῷ. καὶ σκάρου ἰχθύος ἡ χολὴ ἡπατικῷ ἵππῳ θεραπεία. Περὶ δυσουρίας, στραγγουρίας καὶ ἰσχουρίας καὶ κοιλίας ἀλγημάτων.
24 1 [5] Πρὸς στραγγουρία ν . Ὑείας κόπρου γο δ c ʹ, οἴνου γο κʹ μίξας καὶ ὑλίσας δὸς πιεῖν, ἢ μέλι καὶ μίσυ μίξας βάλε εἰς τὸ αἰδοῖον. καὶ ποιήσας βάλανον μετὰ μέλιτος καὶ ἁλῶν εἰς τὸ αἰδοῖον βάλε. ἢ μυῖαν ζῶσαν βάλε εἰς τὸ αἰδοῖον, ἢ λιβανωτοῦ χόνδρον ἔμβαλε. Ἄλλω ς .
24 2 [15] Ἐπειδὴ περὶ στραγγουρίας καὶ ἐμφράξεως καὶ στρόφων πολυωνύμως τινὲς ἐκ καραδοκίας ἔγραψαν, ἡμεῖς ἐν συνόψει τὰ μάταια παραλιπόντες ἐροῦμεν, ὅτι ἄλγημα γαστρὸς καὶ δυσουρία καὶ στραγγουρία καὶ τὰ λοιπὰ πάντα εἰς στρόφον ἀναφέρονται. καὶ γὰρ καὶ οἱ ὑπὸ ἑλμίνθων ὀχλούμενοι τὴν αὐτὴν ὀδύνην ἔχουσιν, οὐ μὴν ἀλλὰ καὶ πρὸς τούτοις τὴν φάτνην τῷ στήθει ὠθοῦσι καὶ τὸν ἀέρα λακτίζοντες τὸν ἱμάντα τῆς φορβειᾶς δάκνουσι τήν τε γῆν καὶ τὴν ἑαυτῶν κοιλίαν, καὶ ἐπιλήπτων σημεῖα ποιοῦσι. τοῦτο δὲ συμβαίνει ἐντεῦθεν, ὅταν ἐξ ἀπεψίας πολλῆς συσσαπῇ τῇ κοιλίᾳ χυμός, ὃς καὶ ζῳογονεῖ τὰ προειρημένα ταῦτα τρία γένη τῶν σκωλήκων, τουτέστι· πρίστα ς , ἕλμινθας καὶ ἀσκαρίδας (τινὲς δὲ μακρὰς ταύτας καὶ πλατείας καὶ στρογγύλας ὠνόμασαν.) ἡμῖν δὲ οὐ πρόκειται περὶ ὀνομάτων εἰπεῖν, ἀλλὰ περὶ ἰαμάτω ν. θεραπεύεται δὲ τὸ ἐκ τούτων στρεφόμενον κτῆνος ὡς ἀνωτέρω διαφόρως εἴρηται. Ἄλλως περὶ στραγγουρία ς .
24 3 [15] Σημεῖα μέν ἐστι τῷ πάθει, ἀλλ’ οὐ τὰ αὐτὰ πᾶσιν. οἱ μέν γὰρ τὰ αἰδοῖα προβάλλουσι καὶ ἐκτινάσσουσιν ἑαυτοὺς βουλόμενοι οὐρῆσαι, οἱ δὲ καὶ ἀναψεκάζουσιν ἐκ τῶν αἰδοίων καὶ ἀνεσταλμένοι εἰσί, καὶ ὑποτιθέντες ταῖς λαγόσι τοὺς μυκτῆρας ὀσφραίνονται. οἱ δὲ συγκαθιοῦσι τὰ ἰσχία, οἱ δὲ ταῖς οὐραῖς μαστίζουσιν ἑαυτοὺς ὑπὸ τοὺς μηρούς, οἱ δὲ δάκνουσι τὰ παρακείμενα καὶ τοῖς ὀπισθίοις ποσὶν ὑποκρούουσι τὴν γῆν. τοῦτο δὲ ἐπικίνδυνόν ἐστι τὸ πάθος. ἐὰν οὖν αἴσθῃ τοιοῦτόν τι τῶν σημείων, ἀλείψας τὴν χεῖρά σου κάθες εἰς τὴν ἕδραν ἕως τοῦ ἀγκῶνος. ἐὰν δὲ προσκόψῃ σοι ἡ κύστις μετέωρος οὖσα, περίτριβε προσηνῶς, καὶ ἐὰν μὴ οὐρήσῃ, σελίνου σπέρμα γο βʹ ἑξαγ. βʹ ἕψει μετὰ οἴνου γο ιʹ, ἐλαίου γο θʹ καὶ ἐγχυμάτιζε. περιπατείτω δὲ καὶ προκαλοῦ οὐρῆσαι. ἢ ὀποπάνακος γο αʹ μετὰ ὄξους 𐆃 αʹ μίξας ἐγχυμάτιζε, ἢ ἅγνου καρποῦ τρίψας μετὰ οἴνου καὶ ἐλαίου ἕψησον καὶ ἐγχυμάτιζε. ἢ ἅλατος χόνδρους ἢ κρόμμυον θλάσας ἔμβαλε εἰς τὴν ἕδραν καὶ οὐρήσει. Ἄλλω ς .
24 4 [5] Τὸν στραγγουριῶντα ἵππον χρὴ τρέφειν χόρτῳ χλωρῷ· καὶ σελίνου δὲ ἀναμίξας φύλλα ὡς πλεῖστα διδόναι. εἰ δὲ μὴ τρώγει τὸ σέλινον, λέανον αὐτὸ καὶ μετὰ ὕδατος θερμοῦ δίδου καὶ ὑγιὴς ἔσται. μάλιστα δὲ πυρία θερμῷ τὰ ὑπὸ τὴν γαστέρα καὶ τοὺς ὄρχεις καὶ τὴν ἕδραν, εἶτα καὶ τὸ ἄλλο σῶμα. ἐὰν δὲ ἐμμείνῃ, χλίανον οἴνου λιτρ. β c ʹ ὕδατός τε τὸ ἶσον, καὶ βαλὼν ἀφόνιτρον λεῖον μετὰ ἀσκοῦ κλύζε. Πρὸς τοὺς μὴ δυναμένους οὐρεῖ ν .
24 5 [5] Ἐν τῷ ἀριστερῷ ὄνυχι τοῦ ζῴου τῇ ἀριστερᾷ σου χειρὶ γράφε, βέλτιον μέν, εἰ ἔστι χαλκοῦν γραφεῖον, εἰ δὲ μή, κἂν σιδηροῦν, τὸ ὄνομα τοῦ ἰδίου δεσπότου, καὶ εἰς τὸ οὖς δὲ τὸ ἀριστερὸν ἐπίλεγε τρίτον· ἀλέκτωρ ὕδωρ οὐκ οὐρε ῖ . ἐδοκιμάσθη. Ἀφρικανοῦ περὶ δυσουρία ς .
24 6 Ἐὰν ἵππου τὰ οὖρα ἐπισχεθῇ, παρθένος λύσασα ἣν φορεῖ ζώνην, τυψάτω αὐτὸν κατὰ τοῦ προσώπου τῇ ζώνῃ, καὶ παραχρῆμα ἐξουρήσει ἀθρόως, καὶ ἡ ὀδύνη παύσεται. Θεομνήστου εἰς τὸ αὐτ ό .
24 7 [20] Τὸ νόσημα τῆς δυσουρίας τριπλοῦν ἐστι. καὶ ὅταν μὲν δυσκόλως τις οὐρῇ, καλεῖται δυσουρία, ὅταν 〈δὲ κατὰ στράγγα, στραγγουρία, ὅταν〉 δὲ καθάπαξ μὴ οὐρῇ, ἰσχουρία, ἣ ἐὰν μὴ θεραπευθῇ, ταχέως διαφωνεῖ. [ὅταν δὲ κατὰ βραδύ, στραγγουρία.] πολλὰ μὲν οὖν γέγραπται τοῖς ἀρχαίοις περὶ τῆς ἰσχουρίας τεχνικὰ βοηθήματα, τό τε διὰ τῶν σκορόδων καὶ κρομμύων καὶ ἡ ἐκστροφὴ τῆς κύστεως διὰ τῆς ἕδρας, ἅπερ ἐπικινδυνώτερα τοῦ πάθους μᾶλλόν εἰσι βοηθήματα ἢ ἀκίνδυνα. ἃ δὲ πολλάκις προσαγαγόντες ἡμεῖς ἐβοηθήσαμε ν, δηλώσω. πρῶτον μὲν οὖν εἰδέναι χρή, ὡς ἀπὸ ψύχους ἢ διώξεως ἢ ἐμφράξεως γίνεται πάντα τὰ τῆς δυσουρίας πάθη. ἁρμόζει δὲ λέβητι ποιεῖν θερμὸν ὕδας καὶ σπογγιαῖς ἀλείψαντα πρότερον ἐλαίῳ, θερμῷ τῷ ὕδατι ἀπὸ τῶν νεφρῶν μέχρι τῆς κέρκου προσαντλεῖν ἀνεκτῶς. ἱστᾶν δὲ τὸν ἵππον ἐν οἰκήματι ἀλεεινῷ μὴ καταπνεομένῳ, καὶ χαλώμενος οὐρήσει. ἐγχυματίζειν τε διὰ μυκτήρων καὶ διὰ στόματος οἴνου γλυκέος 𐆃 εʹ καὶ οὐρήσει. εἰ δὲ μὴ παρῇ, ἀσπαράγου σπέρμα ἢ αὐτοὺς τοὺς ἀσπαράγους καθεψήσαντας, τὸ ὕδωρ αὐτῶν μετὰ οἴνου γλυκέος καὶ ἐλαίου διὰ ῥινῶν καὶ διὰ στόματος ἐγχυματίζειν, ἢ ὀποπάνακος ὅσον ῥαγὸς σταφυλῆς δι’ οἰνελαίου ἐγχυματίζειν τῶν πάνυ μεγάλων ἐστί. Πρὸς δυσουρίαν ἵππου θηλεία ς .
24 8 Εἰς τὸ δεξιὸν αὐτῆς ὠτίον εἰπὲ τρίς· ἵππος σε καλε ῖ , μὴ δυσούρε ι . Ἐγχυματισμὸς διουρητικὸς θαυμαστό ς .
24 9 [5] Ἐχίνου χερσαίου σάρκας ξηράνας ἐν ἡλίῳ καὶ τρίψας δίδου μετὰ οἴνου διὰ στόματος, ὡσαύτως καὶ τὰ ἐν τῇ γαστρὶ αὐτοῦ τεταριχευμένα καὶ ἀπεξηραμμένα τὸ αὐτὸ ποιεῖ. ἢ ὄνους τοὺς ὑπὸ τὰς ὑδρίας εὑρισκομένους δύο ἢ τρεῖς λαβὼν ἕψει μετὰ γάρου ὀλίγου, καὶ ἐπιμίξας ὕδωρ ὀλίγον ἐγχυμάτιζε. ἄκρως ποιεῖ. Τιβερίο υ .
24 10 [5] Ἐὰν ἡ κύστις ἐμφραγῇ, μαράθρου χυλόν, ἄνισον μίξας μεθ’ ὕδατος καὶ οἴνου γλυκίζοντος χλίανον καὶ ἔγχει εἰς τὴν ἕδραν. ἢ τὰ ἐνδόσθια τοῦ χερσαίου ἐχίνου τεταριχευμένα καὶ ἀπεξηραμμένα ὑποθυμία τὸν ἵππον περιεσκεπασμένον ἐπιβλήμασιν. ἢ πράσου χυλὸν μετὰ οἴνου ἀνὰ γο α c ʹ χλιάνας ἐγχυμάτιζε, ἢ ἀνήθου δεσμὸν αʹ ἀποτριτώσας ἐν οἴνω ἐγχυμάτιζε. Εἰς στραγγουριῶντ α .
24 11 〈Ῥέου ἑξαγ. δ c ʹ,〉 φοῦ γο αʹ, μήου ἑξαγ. δ c ʹ, ἀσάρου, πετροσελίνου ἀνὰ ἑξαγ. δ c ʹ, νάρδου Κελτικῆς κερατ. θʹ κόψας δίδου μετὰ κονδίτου. ἢ τρυγόνος ὀρνέου κόπρον κερατ. ιηʹ μετὰ μέλιτος ἐγχυμάτιζε. Ἄλλο φυσικό ν .
24 12 Τρίχας ἐλάφου ὑποκάπνιζε. καὶ ἡ νυκτερὶς δὲ τὸ ζῷον περιαπτομένη βοηθεῖ. τοὺς δὲ διαβρώτους ἀνθρωπείους ὀδόντας ἐγκαύσας τρίψεις καὶ δώσεις μετὰ στέατος ἐν βρώσει τοῖς κάμνουσι. βοηθεῖ ἄκρως. Περὶ τετανικοῦ καὶ ὀπισθοτονικοῦ.
26 t Περὶ διαρροίας. Ἄλλω ς · πρόγνωσις καὶ ἴασι ς .
26 1 Τοῦ διάρροιαν νοσοῦντος ἵππου κτλ. ἢ σιλφίου γο c ʹ κτλ. ἢ σεῦτλα ἕψων μετὰ γλυκέος καὶ σικυόνιτρον ἐγχυμάτιζε. Κλυστὴρ εἰς διάρροια ν .
26 2 [10] Οἶνον μέλανα μεθ’ ὕδατος ἴσως κεράσας πρόσμιξον κηκῖδος ὀλίγον, καὶ ἐὰν μὴ παύσηται, δὸς αὐτῷ κόπρον κυνείαν πιεῖν μετ’ οἴνου λευκοῦ αὐστηροῦ. — ἢ σίδηρον πυρώσας σβέσον εἰς οἶνον καὶ ἐπιβαλὼν κύμινον λεῖον πότιζε. ἢ ἀλεκτορίδων κοιλίας ξηράνας λείους ἐπίπασσε τῷ ποτῷ, ἢ δρυὸς βαλάνους λειώσας μετὰ οἴνου δίδου. ἢ καρκίνους θαλασσίους ἢ ποταμίους κρατήσας τὰ ὄστρακα καύσας δίδου μεθ’ ὕδατος. ἢ γῆς ἔντερα ἐπὶ ὀστράκων κεκαυμένα ὡς τέφραν γενέσθαι μετὰ οἴνου αὐστηροῦ ἐγχυμάτιζε, καὶ δάφνης φύλλα φρύξας καὶ κόψας καὶ γλήχωνα καύσας καὶ κηκῖδας, πάντα ἶσα λείου καὶ ἐγχυμάτιζε μετὰ οἴνου. Περὶ βοηθημάτων ἐντέρου ἐπιστροφῆς καὶ φύσης.
27 1 [5] Ξηρίον πρὸς ἀρχὸν προπίπτοντα διὰ πείρα ς . Κιλίκιον κεκαυμένον, πῖλον ἐξ ἐρίου [ὅπερ ἐστὶ κένδουκλον] καὶ αὐτὸ κεκαυμένον, πίσσαν ξηράν, ἀμφότερα ἐξ ἴσου, ποιήσας ξηρίον ἐπίπασσε τὸν ἀρχόν, προαλείψας αὐτὸν πισσέλαιον, καὶ ὤθει αὐτόν, ἕως εἰσελεύσεται ἔσω, καὶ ἰαθήσεται. Περὶ χορδαψοῦ.
28 1 Πυρία εἰς τὸ αὐτ ό . Πήγανον, κύμινον, κόνυζαν, ἄνηθον, καρδάμωμον συνέψει ἐλαίῳ καὶ ἐμβρέχων τὰ ἔρια συνέψει ὡς θερμότατα. Ἐγχυματισμό ς .
28 2 Ἄνηθον ἑψήσας ἐν ἐλαίῳ καὶ ὕδατι ἐγχυμάτιζε. θαυμαστῶς δὲ αὐτοὺς ὠφελεῖ καὶ τὸ ἄδολον βάλσαμον ἐγχυματιζόμενον. Περὶ ἐκχύσεως καὶ ὑδέρου καὶ περὶ τυμπανικοῦ.
29 1 Πρὸς τυμπανίτη ν · τοῦτο ποιεῖ καὶ ἐπὶ ἀνθρώπω ν . Σελίνου σπέρματος, μαράθου σπέρματος, κυμίνου, ἀνίσου, κυπέρου, δαφνίδων, τήλεως, λινοσπέρματος, αἴρας ἀπὸ σίτου, αἰγὸς κόπρου, ὄξος καὶ μέλι ἑνώσας καὶ λειώσας χρῶ. Ἀφρικανοῦ πρὸς ὑδρωπικό ν .
29 2 Στέαρ κορώνειον σὺν οἴνῳ γο κʹ ἐγχυμάτιζε θερμῷ, ἢ χερσαίου ἐχίνου καυθέντος τὴν σποδιὰν οἴνῳ ἐγχυμάτιζε. Ἔμπλαστρος ἡ τοῦ κουρέως ὑδρωπικ ή .
29 3 Πίσσης ξηρᾶς λιτρ. δʹ, κηροῦ λιτρ. βʹ, πιτυΐνης λιτρ. αʹ, ἀλεύρου τηλίνου, χαμαιλέοντος μέλανος ῥίζης, γύρεως ἀνὰ γο ηʹ, κυμίνου λείου γο δʹ, σκεύαζε καὶ χρῶ. Ἄλλη τὸ παρακείμενον ὑγρὸν ἀναπίνουσ α .
29 4 Κράμβης ῥιζηῶν ξηρῶν λειοτάτων, ἀσβέστου πεπλυμένης ἀνὰ 𐆃 αʹ, ἐλατηρίου γο γʹ, στέατος παλαιοῦ λιτρ. γʹ ποίει ὡς μάλαγμα καὶ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει. Μάλαγμα τὸ ἰπωτήριον πρὸς ὑδρωπικὸν καὶ σπληνικὸν καταστέλλον τὸν ὄγκο ν .
29 5 [5] Πιτυΐνης φρυκτῆς λιτρ. δʹ, κηροῦ, πίσσης ἀνὰ λιτρ. βʹ, στυπτηρίας ὑγρᾶς, νίτρου ἐρυθροῦ, ἀριστολοχείας, ἀμμωνιακοῦ θυμιάματος, βδελλίου ἀμώμου, ἰξοῦ εἰργασμένου, σμύρνης, σικύου ἀγρίου ῥίζης, ὀποῦ συκομορέας ἀνὰ γο γʹ, ἐλαίου 〈παλαιοῦ〉 λιτρ. γʹ, ὄξους λιτρ. β c ʹ. Περὶ δυσεντερίας.
30 1 Ἀψύρτο υ . Ἄψυρτος Χαιρέᾳ κτλ. ἢ ἰκτίνου τοῦ λεγομένου λούποδος τὸ ἧπαρ μετὰ γάλακατος τρῖβε καὶ πότιζε. Ἄλλω ς .
30 2 [10] Τῆς δυσεντερίας σημεῖα τάδε. ἡ κοιλία πνευματοῦται καὶ ὀσμαὶ γίνονται καὶ μυξῶδες φέρει καὶ πνευματῶδες καὶ ψυγμῶδες. λοῦε οὖν θερμῷ ὕδατι τὴν κοιλίαν, χορτάσματα δὲ δίδου μηδικὴν γάλακτι μιγεῖσαν ὅσον λιτρ. β c ʹ. καὶ ἡ Λημνία δέ σφραγὶς πινομένη μετὰ οἴνου δυσεντερικοὺς ἰᾶται, προαποκλυσθέντος τοῦ ἐντέρου μελικράτῳ. ἢ κίσσηριν λειοτάτην ποιήσας μετὰ οἴνου καὶ ᾠῶν ἐγχυμάτιζε, ἢ φύλλα συκῆς ξηρὰ κόψας μετὰ οἴνου αὐστηροῦ ἐγχυμάτιζε. ἢ μάκερ καὶ σίδια κόψας ἶσα μετὰ οἴνου ἐγχυμάτιζε. ἢ λεπτοκαρύων Ποντικῶν τὰ λέπυρα ἑψήσας ἐν οἴνῳ ἐγχυμάτιζε μετὰ ὀλίγης ἀλόης, ἢ βάτου ῥίζας ἕψει σὺν οἴνῳ μέλανι καὶ τὸ τούτων ἀπόζεμα ἐγχυμάτιζε. κοιλιακοὺς γὰρ καὶ δυσεντερικοὺς ὠφελεῖ. ἢ κηκῖδας, ἐρείκης καρπόν, ὀπίου ἀνὰ γο τὸ c ʹ ὕδατι ἀναλάμβανε καὶ σὺν οἴνῳ ῥόας ἐγχυμάτιζε. Τροχίσκος ὁ Βηρύτιος δυσεντερικό ς .
30 3 [5] Ναρδοστάχυος, κρόκου, σμύρνης ἀνὰ ἑξαγ. α c ʹ, ὑποκυστίδος χυλόν, ἀλόης ἡπατικῆς, ὀπίου Θηβαϊκοῦ, κηκῖδος ὀμφακίτιδος, ἀνίσου, ἀκακίας, κόψας καὶ σήσας οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκον καὶ χρῶ λ[ο]ύων οἴνῳ. Περὶ σπληνός.
31 1 [5] Ἄλλ ο . Ἀπὸ τῶν ὤμων κτλ. ἢ ἅγνου σπέρμα ἑξαγ. γʹ κερατ. ιηʹ μετὰ ὀξυκράτου ἔγχει διὰ τῶν ῥινῶν, ἢ σκίλλης ὀπτῆς καὶ καππάρεως ῥίζης φλοιοῦ ἀνὰ κερατ. ιηʹ δίδου μετὰ ὀξυκράτου ὁμοίως, ἢ πελεκίνου σπέρμα, ὅ ἐστιν ἡδύσαρον, καὶ σκολοπένδριον, ὀξυλαπάθου ῥίζαν, κόστον, ἄνισον, σπληνοδάπανον ἶσα κόψας καὶ σήσας διὰ τῆς ἀριστερᾶς ῥινὸς ἐγχυμάτιζε. Μάλαγμα σπληνικό ν .
31 2 [10] Βδελλίου λιπαροῦ, στέατος μοσχείου, ἀμμωνιακοῦ θυμιάματος, ἴρεως ἀνὰ γο βʹ, ὀποπάνακος, χαλβάνης, κάχρυος, στύρακος ἀνὰ ἑξαγ. ϛʹ, πεπέρεως κόκκους ρξʹ, κηροῦ γο ϛʹ, ἰρίνου ἐλαίου γο β c ʹ, οἴνου τὸ ἀρκοῦν. τὰ ξηρὰ κόπτε καὶ σῆθε, τὰ τηκτὰ τήξας ἐπίβαλλε τοῖς ξηροῖς, τὸ ἀμμωνιακὸν δὲ καὶ τὸν ὀποπάνακα, τὸν λίβανον καὶ τὸ βδέλλιον διάλυε τῷ οἴνῳ καὶ μαλάξας χρῶ. ἐσχάτως γὰρ μαλακτικῆς ἐστι δυνάμεως. οὐ γὰρ ἂν εὕροις αὐτοῦ μαλακτικώτερον. ὠφελεῖ δὲ καὶ τὸ τοῦ Ἀμυθάωνος μάλαγμα καὶ τὸ τοῦ Ἀσκληπίωνο ς. Ἄλλο μάλαγμα φυσικό ν .
31 3 [5] Κυκλάμινον κόψας σῆσον, εἰ δὲ παρῇ χλωρόν, λείωσον καὶ ἀναλαβοῦ μετὰ ἰσχάδων λιπάρῶν τετριμμένων, ἐπιρραίνων πρὸ μιᾶς ὥρας τοῖς σύκοις ὄξος βραχύ. εἶτα ἑνώσας καὶ ἐμπλάσας ῥάκει ἐπιτίθει. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ μαλαχθήσεται ὁ σπλήν, τῇ δὲ δευτέρᾳ ἰαθήσεται, τῇ δὲ τρίτῃ εἰ χρίσαις ὑπερελαττωθήσεται. ὠφελεῖ δὲ καὶ τὸ διὰ δαφνίδος μάλαγμα. Περὶ τερηδόνων.
32 1 [5] Τιβερίου πρὸς τερηδόνας καὶ ἕλμινθα ς . Λαβὼν μύξας ξηράς, ἰσχάδας, θηριοκτόνιον, τῆλιν, θέρμους ξηρούς, κατάζεσον ἕως οὗ χυλώσῃ. εἶτα βάλλε εἰς τὸν χυλὸν καρδάμου γο βʹ ἑξαγ. βʹ καὶ μέλιτος ὀλίγον καὶ ἐγχυμάτιζε ἐπὶ ἡμέρας ζʹ ἄκριθον τηρῶν τὸ ζῷον. μετὰ δὲ τὸν ἐγχυματισμὸν περιπάτῳ δίδου καὶ τρέφε καὶ πότιζε, ὑγιά〈σεισ〉. Περὶ αἵματος διὰ τῆς ἕδρας ἐκφερομένου.
33 1 Ἄλλ ο . Πράσου χυλὸν κτλ. ἐὰν μέντοι αἷμα διὰ τῶν μυκτήρων φέρῃ κτλ. πρὸς δὲ τοὺς αἷμα ἐμοῦντας κτλ. πρὸς δὲ τοὺς ἀπὸ μυκτήρων αἱμορροοῦντας συμφύτου ῥίζαν καὶ τραγάκανθον οἴνῳ ἀποβραχεῖσαν ἐγχυμάτιζε. Κατάπλασμα εἰς τὸ αὐτ ό .
33 2 Ὠμῇ λύσει δι’ ὀξυκράτου ἢ ῥοδίνου ἐλαίου φυραθείσῃ κατάπλασσε τὰ ἰσχία. Πρὸς τοὺς αἷμα ἐμοῦντα ς .
33 3 Αἱματίτου λίθου κερατ. ιηʹ μετὰ χυλοῦ ῥοᾶς ἐγχυμάτιζε, ἢ κοραλλίου λίθου ὁμοίως. ἢ γῆς σχιστῆς, ἀγηράτου λίθου, Λημνίας σφραγίδος ἶσα μετὰ χυλοῦ ἀρνογλώσσου ἐγχυμάτιζε διὰ τοῦ στόματος. Περὶ αἱμουρίας καὶ αἱμορροίας καὶ ἰσχαίμω ν , καὶ ὅτι ἡ αἱμουρία ἀπὸ τῆς τῶν νεφρῶν ἀσθενείας καὶ ξηρότητος πνεύμονος γίνετα ι .
33 4 [10] Ἄψυρτος Ἀρτεμᾷ Καρχηδονίῳ 〈χαίρειν〉. ἀκούσας σε πάνυ καταπονούμενον τῇ λύπῃ περὶ τοῦ συμβεβηκότος πάθους τῷ ἵππῳ σου, οὐκ ἀποκρύπτω σε τἀληθῆ, τοῦ ἐλέγχου κειμένου ἐν τῇ ἱστορίᾳ, ὅτιπερ οὐδέν ἐστιν ἀπόκρυφον τῶν ἐγκειμένων. δυσκόλως οὖν ἐπιχειρήσαντες ἐπιτευξόμεθα τοῦ θεραπεῦσαι. ἔστι γὰρ τὸ τῆς αἱμουρίας μᾶλλον ἀπηγορευμένον. διὰ τοῦτο χρὴ ἐπέχειν καὶ μετὰ σκέψεως καὶ ἀσφαλείας ἐπιχειρεῖν, ἵνα τῇ προσηκούσῃ ἐπιμελείᾳ τὴν ἐπιχείρησιν ποιησώμεθα. — προσενέγκωμεν οὖν αὐτῷ θερμαντικὰ πάντα καὶ χαλαστικά, πυριῶντες κατὰ τῶν ψυῶν σπογγιαῖς, εἶτα πτελέας ῥίζαν, κόνυζαν, δενδρομαλάχην, γλήχωνα κεφαλίτην καθεψοῦντες εἰς τὸ τριτωθῆναι, οὕτω καταντλήσομεν, εἶτα ἀποξύοντες τὰς ἰκμάδας τοῦ ἵππου, τότε ἀποτρίβειν οἰνελαίῳ καὶ βουτύρῳ, καὶ ἐγχυματισμῷ χρῆσθαι παραδόξοις τοῖσδ ε· στρουθὸν τὸν καλούμενον κορυδαλὸν φρύξας ἐν χύτρᾳ μετὰ τῶν πτερῶν τρῖβε μετὰ οἰνομέλιτος, συμβαλὼν τῷ ζωμῷ πέπερι καὶ φύλλον καὶ ἔλαιον ὀμφάκινον καὶ δίδου διὰ στόματος ἐπὶ ἡμέραις γʹ, καὶ πάλιν διαστήσας βούτυρον καὶ κύμινον φρυκτὸν μετὰ πετροσελίνου καὶ οἴνου παλαιοῦ ἐγχυμάτιζε.
33 5 καὶ ἡ τρῖψις ἔστω συνεχεστέρα δι’ οἰνελαίου. ἡ δὲ τοῦ κορυδαλοῦ θεραπεία ἁρμόζει καὶ ἀνθρώποις νεφρικοῖ ς. — συμβαίνει δὲ τὸ τῆς αἱμουρίας πάθος ἀπὸ διατάσεως, πολλάκις δὲ καὶ ἀπὸ ψύξεως.
33 6 [5] δεδώκαμεν δὲ καὶ σικυόνιτρον μετὰ γλυκέος καὶ οὐδὲν ἠδικήσαμεν. δίδου δὲ καὶ τὴν δ ι ’ ὀμφακίνου καὶ μέλιτος ἐπὶ ἡμέραις τρισὶ διὰ τὴν τῶν φλεγμονῶν φρῦξιν, καὶ διαστήσας ἄκρωνα χοίρειον καθεψῶν καὶ προσβάλλων τριφύλλου καὶ οἰνομέλιτος ἐγχυμάτιζε τὸν ζωμόν, ἢ χυλὸν ἀπὸ κριθῆς καθεψῶν καὶ σκύλακ α, εἰ δὲ οὐκ ἔστι σκύλαξ, ἀξούγγιον δίδου ἐπὶ ἡμέραις γʹ. Πῶς χρὴ πλῆθος αἵματος ἐκ τοῦ οὐρανίσκου κατιὸν ἐπισχεῖ ν .
33 7 [5] Ὅταν ἀφαιμάξῃς κτλ. ἢ κάσσυμα παλαιὸν καύσας καὶ σήσας μετὰ καλάμου ἐμφύσα καὶ στήσεις. ἢ σπόγγου γο βʹ, μολίβδου κεκαυμένου, στίμμεως ἀνὰ γο αʹ ξηρίον ποιήσας χρῶ. Ὀριβασίου ἴσχαιμον ποιοῦν καὶ πρὸς νομὰς τὰς ἐν αἰδοίοις καὶ χοιράδα ς .
33 8 Μέλιτος καὶ ῥοδίνου φυραθέντων, θείου ἀπύρου, ἀρσενικοῦ, σανδαράκης, ἀσβέστου ἶσα. Ἄλλο κάλλιστον εἰς αἱμορραγία ν .
33 9 Γύψον μετὰ γύρεως τῷ λευκῷ τῶν ᾠῶν ἀναλαβὼν καὶ ἀναμίξας αἰγείαις θριξὶν ἐπιτίθει. Ἄλλο γενναῖο ν .
33 10 Στυπτηρίας σχιστῆς, χαλκάνθου, κηκῖδος ἀνὰ ἑξαγ. δ c ʹ, μίσυος γο αʹ, σώρεως γο τὸ c ʹ. Περὶ ἐμφράξεως.
34 1 [5] Ἄλλω ς . Ἐὰν ἵππος ἢ ἄλλο τι ὑποζύγιον ἀπὸ ἐμφράγματος ἐνοχληθῇ, οὐκ εὐχερῶς περιγίνεται. σημεῖα δὲ παρακολουθεῖ ταῦτα· κυλίεται καὶ τὴν γῆν τῷ ποδὶ τύπτει καὶ διατείνεται ὡς οὐρεῖν θέλων, αἱ μασχάλαι ἱδροῦσιν, ἐνίοτε δὲ καὶ τὸ σῶμα πᾶν, τρόμοι γίνονται καὶ ἐπιστρέφεται ἐπὶ τὴν κοιλίαν, κόπρια μέντοι ὑπεξάγει καὶ τῶν οὔρων ἐκκρίσεις γίνονται. συμβαίνει δὲ τὸ νόσημα ὡς ἐπίπαν, ὅταν ἐν ταῖς κοιλίαις τοῦ ἀπευθυσμένου ἐγκολληθῇ τι ἔμφραγμα. διαπνευματοῦται γὰρ καὶ ὑπέρτονος γενόμενος ἀποθνῄσκει. — θεραπεύεται δὲ οὕτως.
34 2 [10] ἀλειψάμενος τὴν χεῖρα κάθες εἰς τὴν ἕδραν καὶ ἕλκε τὸ προσκείμενον, καὶ τοῦ ἐλαίου ἐγχέας ὅσον γο δ c ʹ περιπάτῳ χρήσασθαι ποίει ὡς ὅτι μαλακωτάτῳ. πυρία δὲ αὐτοῦ τὴν κοιλίαν καὶ τὰ περὶ τὸν ὀμφαλὸν καὶ τὸν θώρακα. ὅσον δ’ ἂν χρόνον μὴ πυριᾷς, ἐλαφρῶς αὐτὸν διακίνει τῷ περιπάτῳ. καὶ κλύζε αὐτὸν οὕτως· πίτυρα βρέξας ὕδατι θερμῷ ὅσον ὥραν μίαν διήθησον ὅσον 𐆃 ϛʹ γο ηʹ, καὶ μίξας νίτρου γο ιηʹ, μέλιτος γο δ c ʹ κλύζε. ἢ ὀποπάνακα καὶ σελίνου καρπὸν τρῖψον ἐν οἴνῳ λευκῷ γο ιʹ καὶ ἔγχει διὰ τῶν μυκτήρων. ἢ πάνακα καὶ δαύκου καρπόν, δάφνης κόκκους γʹ καὶ νίτρον λείου καὶ ἐπιχέων οἴνου εὐώδους 𐆃 ηʹ γο δʹ, σμύρνης ἑξαγ. δ c ʹ, κυμίνου Αἰθιοπικοῦ γο τὸ c ʹ, τρίψας μετὰ οἴνου παλαιοῦ καὶ μέλιτος ἔγχει ὁμοίως. — ἐὰν δὲ ταύταις ταῖς θεραπείαις μὴ ὑπακούσῃ, λάβε κλυστῆρα τῶν μεγάλων καὶ ἔγχει ὕδωρ θερμὸν διὰ τοῦ στόματος ὡς λαβρότατα.
34 3 [5] ἔπειτα ἐγείρας αὐτὸν διακίνει περιπάτῳ ἐλαφρῷ. τῇ δὲ ἄλλῃ ἡμέρᾳ πότισον αὐτὸν ἄλευρον πύρινον ὅσον 𐆃 γʹ ὕδατος θερμοῦ. τροφῇ δὲ χρῶ, ἐὰν προσδέχηται, ἄρτοις ζυμίταις ἁπαλοῖς, ἄλλο δὲ μηδὲν πρόσφερε, ἐπεὶ ἀποστενοῦται ἡ κοιλία καὶ κινδυνεύει. Περὶ στρόφου.
35 1 [5] Κλυστή ρ . Σεῦτλα καθεψήσας κτλ. ἢ γράψον κτλ. ἢ στυρακίνῃ ῥάβδῳ τὸν στροφούμενον ἵππον παρακρότει, ἢ ὀρνιθόπουλον σφάξας τὴν κοιλίαν μετὰ τῶν ἐντέρων αὐτοῦ ἔτι θερμῶν ὄντων κρατήσας τὴν γλῶτταν τοῦ ἵππου ἐπίρριψον αὐτοῦ τῷ στόματι. ἢ ὀρίγανον εἰς οἶνον ἑψήσας δίδου πιεῖν, ἢ τὸ τοῦ Φίλωνος βοήθημ α . Περὶ κενοπρήσεως.
37 t Περὶ στήθους διακοπῆς. Περὶ αἰδοίου προπτώσεως.
38 1 [5] 〈Πρὸς ῥαγάδας τὰς ἐν αἰδοίῳ 〉 . Ῥητίνη πιτυΐνη πεφρυγμένη ἐλαίῳ τε ῥοδίνῳ λελειωμένη, ἄχρις οὗ μέλιτος σχῇ πάχος, μεμιγμένη τε κρόκῳ ᾠοῦ ἑψημένου καὶ ἐπαλειφομένη μεγάλως ὠφελεῖ. ἢ κισσοῦ φύλλα ξηρὰ κεκαυμένα λείου σὺν ἐλαίῳ ἐν μολιβδίνῃ θυίᾳ καί ταῖς ῥαγάσιν ἄλειφε. Περὶ ὄρχεων φλεγμονῆς.
39 1 [5] 〈Ἄλλ ο .〉 Κρητάριον κτλ. ἢ μυλίτας λίθους ζεστοὺς ἢ ὄστρακα εἰς ἀνθρώπου οὖρον βάλλε, καὶ τῷ ἀτμῷ αὐτὸν ὑποκάπνιζε τὰ φλεγμαίνοντα. εἶτα αὐτῷ τῷ οὔρῳ κατάντλει τοὺς ὄρχεις, εἶτα οἶνον ἢ ὄξος καὶ χόρτον κεκαυμένον ἅλατός τε καὶ κυμίνου συμμιγέντων καί λειωθέντων ἐπίπλασσε καὶ θεραπεύσεις. Ἐὰν τὰ ὀρχίπεδα οἰδήσ ῃ, λαβὼν ζυγοῦ τοῦ παχυτάτου καῦσον καὶ μετὰ στέατος ἑνώσας ἐπιτίθει δὶς τῆς ἡμέρας.
39 2 τοῦτο πάντων τῶν ἄνω κράτιστον. ἢ χολὴν χηνὸς χρῖσον τὰ ὀρχίπεδα. 〈Ἄλλ ο .
39 3 [10] 〉 Εἰς ὕδωρ ψυχρὸν εἰσάγαγε, κιμωλίαν μετὰ μελικράτου κατάχριε. ἢ λινόσπερμα καὶ τῆλιν τρίψας μετὰ μελικράτου κατάπλασσε. ἢ τρύγα οἴνου πρόσφατον μετὰ παιπάλης ἀλφίτων φυράσας κατάχριε. εἰς δὲ πύρωσιν κρίνου ῥίζαν καὶ ἠριγέροντα καὶ κορίανον χλωρὸν μετὰ σταφίδος ἐξῃρημένων τῶν γιγάρτων κόψας καὶ ἑνώσας κατάχριε. 〈καὶ〉 βαλσάμου κερατ. ιηʹ, νίτρου γο αʹ ἑξαγ. α c ʹ, κόπρου περιστερῶν ἑξαγ. δ c ʹ, χαλβάνης γο β c ʹ, τερεβινθίνης ὁμοίως, ἑνώσας χρῶ. 〈ἢ〉 βολβοὺς ξανθοὺς μετὰ ἁλὸς λειώσας ποίει ἐμπλαστρῶδες καὶ ἐπιτίθει. σφίγγει γὰρ καὶ εἰς τὸ ἄνω κουφίζει. Περὶ ἐντεροκήλης.
40 1 〈Ἄλλο. *** 〉 ικος γο βʹ, λιβάνου, κόλλης τεκτονικῆς, σμύρνης, ἀλόης ἀνὰ γο γʹ, ῥοᾶς βυρσοδεψικῆς γο ηʹ, βαλαυστίων 𐆃 αʹ, σιδίων, κηκῖδος ἀνὰ γο ϛʹ, οἴνου τὸ ἀρκοῦν μέλιτι ἑψημένῳ ἀναλ〈άμβανε〉 καὶ χρῶ. Περὶ ῥεύματος ἐν γόνασι 〈καὶ ποσίν〉.
41 1 [5] Περὶ ῥεύματος ἐν ποσὶν ἤτοι χιράματο ς . Ἄψυρτος Ἀπολλωνιάδῃ κτλ. καὶ τοῦτο δὲ ἡμεῖς ἐκ πείρας ἔχομεν· ἰαρίου, μέλιτος ἀνὰ γο αʹ, ἐὰν δὲ ὑγρὰ φέρηται, καὶ λιθαργύρου οὐγγίας βʹ τὰ μεσοκύνια ἐπιχρίοντες. ἐμάθομεν δὲ καλῶς ποιεῖν καὶ στέαρ φώκης. Ἐὰν τὴν κνήμην ᾠδηκυῖαν ἔχ ῃ .
41 2 Κιλικίῳ ἐπὶ τοσοῦτον ἀπότριβε, ἄχρις ἂν καὶ αἷμα ἀγάγῃ. εἶτα ἄλευρον ὀρόβινον μετὰ μέλιτος ἐπίθες καὶ ἐπὶ ἡμέρας τρεῖς ἔα φορεῖσθαι. Πρὸς παντοῖα ῥεύματα καὶ φλεγμονὰς καὶ πρὸς τὰ κατὰ νεῦρα πάθη καὶ ἄρθρα καὶ κιρσού ς .
41 3 [10] Ὁ ῥευματικὸς τρώγει τὰ ἄρθρα, ῥήσσει τοῖς ποσὶ τὴν γῆν. οὕτως οὖν ὀφείλομεν ἀναστεῖλαι αὐτοῦ τὸ ῥεῦμα· ψιμυθίου, λιθαργύρου, πομφόλυκος, χαλκὸν κεκαυμένον, ὀξορόδινον ἢ οἶνον στυπτικὸν συντρίψας κατάχριε τὰ διασειράματ α. ἐπιμένοντος δὲ τοῦ ῥεύματος καὶ τραύματα ποιοῦντος χρῆσαι τῇ στυπτικῇ ταύτῃ συνθέσει· λιβάνου, μαστίχης, κολοφωνίας, πίσσης, πιτυΐνης, στέαρ ταύρειον ἢ τράγειον, ἔλαιον σχίνινον ἢ μυρσίνινον καθεψῶν κατάπλασσε. καὶ καταντλήσει δὲ χρῶ στυπτικῇ. σχῖνον, μύρτον Σικελόν, βάτου τὰ ἁπαλά, σφαιρία κυπαρίσσου, κηκῖδας καθεψῶν μετὰ οἴνου παλαιοῦ κατάντλει. Ἄλλο 〈πρὸσ〉 ῥευματικὸν ὑπὸ κιρσο ῦ .
41 4 [10] Ἐπιγνωσόμεθα τὸν ῥευματικόν, ὅτι ὑπὸ κιρσοῦ ῥευματίζεται, ὅταν ἀπόστασις γένηται περὶ τὸ γόνυ. ἡ δὲ ἀπόστασις γίνεται οὕτως· ὅταν τὸ ἐπικείμενον ἀγγεῖον ἄνω κατὰ τῆς ὠμοπλάτης συρρεῦσαν κατέλθῃ ἐπὶ τὸν βραχίονα καὶ πληρώσῃ τὸ γόνυ καὶ μὴ χωροῦντος τοῦ κάτω ἀγγείου τὸ πλῆθος, ἀνατρέχον τὴν ἀπόστασιν ποεῖ καὶ χωλάσματα γίνεται. τοῦτο δὲ καλεῖται κιρσός. διὸ χρὴ τέμνοντα τὸν βραχίονα, καθὼς προγέγραπτα ι, διανοίγειν τὸ ἀγγεῖον. ἐὰν δὲ ἄνω ὄγκος ἐπικέηται, τῇ σμίλῃ τέμνε τὴν βύρσαν, ἵνα ἔξω προχωρήσῃ τὸ φύσημα τοῦ ἀγγείου καὶ διαπνευσθῇ, καὶ ταχέως σταλήσεται. χρῶ δὲ καὶ τῇ λοιπῇ θεραπείᾳ καὶ ὑγιάσεις. Ἄλλο καυστικὸν ἐπὶ τῶν μαλαγμάτων καὶ οἰδημάτων τῶν ἐν τοῖς ἄρθροι ς .
41 5 Σκίλλαν καὶ ἀξούγγιον κόψας ὄξος τε δριμὺ τούτοις συμμίξας ἐπίπλασσε τὴν ὁπλὴν ἕως ἡμερῶν ιʹ καὶ ἔσται ὑγιής. Πρὸς ἐπιφορὰν ῥεύματο ς .
41 6 Ῥόδινον, ἄμυλον καὶ ᾠοῦ τὸ λευκὸν κατάχριε. Πρὸς ἔνυλα ἀκάθαρτ α .
41 7 Κυνείαν κόπρον μετὰ ὄξους φυράσας κατάπλασσε. θαυμαστῶς ποιεῖ. Φάρμακον ἐν ἀγκύλαις δόκιμο ν .
41 8 Κηροῦ, στέατος ταυρείου, πιτυΐνης ἀνὰ γο ϛʹ, οἰσυπηρῶν 〈ἐρίων〉 γο γʹ, ἀξουγγίου παλαιοῦ γο γ c ʹ. Πρὸς ῥεύματα καὶ οἰδήματ α .
41 9 [5] τοῦτο ὠφελεῖ καὶ ἀνθρώπου ς . Τὸν φλοῦν τοῦ πτελεορίζου συλλέξας ἕψε, ἕως ἁπαλὸς γένηται. εἶτα κόψον, ἕως ζύμη γένηται, καὶ κυλίσας ἀλεύρῳ κριθίνῳ τηγάνισον, ἐπιβαλὼν ἐκ τοῦ ζωμοῦ τοῦ πτελεορίζου, καὶ ὁπόταν ἀρκούντως ἑψηθῇ, ἅπλωσον εἰς πανίον, καὶ ἐπάνω ἐφαπλώσας βούτυρον, ἐπιτίθει τῷ ᾠδηκότι καὶ ῥευματισθέντι [τῷ] τόπῳ. Εἰς πᾶσαν φλεγμονή ν .
41 10 Ἀγριοσίκυον κόψας ἐπίθες καὶ θαυμάσεις. Πρὸς οἴδησιν σκληρά ν .
41 11 Ἀλθαίαν, τῆλιν, λινόσπερμα, γῦριν ἐψήσας ἐπιτίθει. Ἱεροκλέους πρὸς γονάτων πόνο ν .
41 12 Πήγανον ἐλαίῳ ζέσας ἄλειφε. Εἰς πρῆσμα ἀπὸ ῥεύματος ἢ λακτίσματο ς .
41 13 Χηνέαν μετὰ ὄξους δριμέος ἀναζυμώσας δέσμει, προχριομένου τοῦ τόπου διὰ τὰς τρίχας. Κατάπλασμα πρὸς οἴδημα ἀγκυλῶν ἐκ πληγῆς ἢ οἱασδήποτε αἰτία ς .
41 14 Ἄσφαλτον καὶ γῦριν μετὰ ὄξους φυράσας κατάπλασσε. Πρὸς τὸ χόνδρον κτήνους σκληρῦνα ι .
41 15 Ἰάριν καὶ τὸ ἀποπῖπτον ἀπὸ τοῦ ἄκμονος ὡς λεπίδα τρίψας καὶ ξηρίον ποιήσας ἶσα μῖξον, καὶ ἀποπλύνας ἐλαίῳ τὸν χόνδρον ἐπίπαττε. Πρὸς πρησμονὴν σφυρῶ ν .
41 16 [5] Ἐὰν τὰ σφυρὰ πλησθῶσιν ἀπὸ δρόμου ἢ ῥευματισμοῦ, ψιλώθρῳ τὸν τόπον καθάρας, κέντει τὸν τόπον καὶ κατασκεύαζε κεντήμασιν πολλοῖς καὶ πυκνοῖς. ἔπειτα λαβὼν πνεύμονα βόειον θερμὸν ἔτι ὄντα, ἐπιτίθει καὶ καταδέσμει καὶ ἔα ἀφ’ ἧς ἐτέθη ὥρας μέχρι τῆς αὐτῆς ὥρας τῆς ἐπιούσης ἡμέρας, καὶ πάλιν ἕτερον πνεύμονα ἐπιτίθει ὡσαύτως. καὶ τοῦτο ποίει τρὶς ἢ καὶ τετράκις, ἕως οὗ ὑγιάσεις. Περὶ μαρμάρου.
43 t Περὶ ποδάγρας. Ἀψύρτο υ .
43 1 [5] Ἄψυρτος Ἀρτεμᾷ κτλ. καὶ ὑγιαίνει. 〈ἢ〉 σελίνου καρπόν, σμύρναν, λίβανον ἀνὰ γο δʹ, τὸ δὲ σέλινον πλεῖστον διεὶς λευκῷ οἴνω, ἔγχει εἰς τὸν ἀριστερὸν μυκτῆρα, μὴ πλέον γο εʹ [ἀλλὰ μηδὲ ἔλαττον], ὅσον δὲ δοκεῖ ἱκανὸν εἶναι, σκοπῶν πρὸς τὴν τοῦ ἵππου ῥώμην. Ἄλλω ς .
43 2 [5] Πρῶτον μὲν τέμνειν δεῖ τὴν ζέαν τὴν τρίτην τὴν ἐπ’ ἀριστερᾷ καὶ ἐᾶν ἀπορρυῆναι μὴ ἔλαττον ἡμιλίτρου μηδὲ πλέον. τῇ δὲ ὑστεραίᾳ τέμνειν τὰ ὀπίσθια ὑπὸ τοὺς ἀστραγάλους καὶ ἐᾶν ἀπορρυῆναι τὸ ἶσον πυριᾶν τε οἴνῳ εὐώδει σμύρναν τε καὶ μάννην καὶ χαλβάνην ἐμβάλλοντα καὶ εἴ τι ἄλλο εὐῶδες. τῇ δὲ ἐκ κλημάτων ἀνθρακιᾷ θερμαίνειν τὴν χύτραν καὶ πυριᾶν ἀπὸ τοῦ τραχήλου ἄνω ὑπ〈ερ〉έχοντα. τὸ στόμα θερμῷ τῷ ὕδατι λούειν, καταψῶντα καὶ τὸ ἄλλο σῶμα, τὴν δὲ ὀσφῦν μάλιστα ἐλαίῳ θερμῷ ἀλείψαντα δεῖ τρίβειν καὶ πῦρ παρακαίειν καὶ σκεπάζειν, ἕως ἱδρώσῃ. εἶτα τὴν θερμασίαν λύειν κατὰ μικρὸν ἀφαιροῦντα τὰ ἱμάτια, ἵνα μὴ ψυχθῇ ἐξαπίνης, καὶ τὸ ἔγχυμα ἐγχεῖν διὰ τριῶν καὶ τρέφειν ὑγρᾷ χιλῇ, μάλιστα μὲν πρασίου φύλλοις ἢ σελίνου, ἐὰν θέλῃ τρώγειν, ἐγκαταμιγνύοντα καὶ θρίδακας, καὶ ὅτι ἂν θέλῃ τοιοῦτον, καὶ ἄγρωστιν πεπλυμένην ὕδατι θερμῷ, καρδάμου τε φύλλα ἐσθίειν ἀναγκάζειν καὶ θερμὸν ποτὸν διδόναι καὶ κριθῶν ἀληλεσμένων ὅσον λιτρ.
43 3 [10] ιηʹ, καὶ ἑσπέρας τὴν αὐτὴν ἐπιμέλειαν προσφέρειν. τροχάσῃ δὲ ὀλίγα κατὰ τὴν ἕξιν αὐτοῦ, ὡς ἂν ᾖ διακείμενος, ἵνα μὴ λάθῃ ἀποπνιγεὶς ἀπὸ τοῦ φαρμάκου καὶ εἰς μεῖζον ἀρρώστημα ἐμπέσῃ. Ἄλλο ποδαγρικὸν † ἕλον θαύματ α .
43 4 Ἐλαίου, οἴνου, ἁλῶν κοινῶν· ἕψει, ἕως τὸ ἅλας λυθῇ καὶ χρῶ. Περὶ φθορᾶς τριχῶν καὶ δασύτητος.
44 1 Ἐὰν ἀσθενοῦντος ἀλόγου θρὶξ ἵσταται ὀρθ ή . Μέλι καὶ γάλα χλιάνας, ὅσον ἡ χεὶρ δέχεται, ἐγχυμάτιζε διὰ τῆς ῥινός. Περὶ τριχώσεως κτηνῶ ν .
44 2 [5] Ἀσβόλην ἐκ μαγειρείου ἢ βαλανείου συντρίψας λείαν ἐν θυίᾳ καὶ ὄξος δριμὺ ἐπιβαλὼν κατάχριε, μὴ ἀθρόως δὲ ὅλον τὸ κτῆνος, ἵνα μὴ τῇ δριμύτητι ἀγανακτήσῃ, ἀλλὰ κατὰ 〈τὸ〉 μέρος, ἐν ᾧ ἐστι πλέον τὸ αἴτιον, μηρὸν τυχόν, ἢ τράχηλον, καὶ εὐθὺς μετὰ ἡμέρας τρεῖς τριχοποιήσει. εἰ δὲ ἐπὶ σπουδῇ ἐν ὁδῷ συνέχεταί τις, μὴ εἶναι ἀναγκαῖον λειοῦν ἐν θυίᾳ τὴν ἀσβόλην, ἀλλ’ ὡς ἔστι τραχεῖα, ἐπιχρίειν αὐτὴν τῇ ὀξάλμῃ. θρύπτεται γὰρ ἡ ἀσβόλη ὑπὸ τῆς δριμύτητος τοῦ ὄξους καθάπερ κιμωλία. Ἄλλο τριχωτικὸν μέγιστο ν .
44 3 Κριθὴν φρύξας μετὰ κυάμων, καὶ κέρας αἴγειον καύσας τρίχας τε ἀνθρωπίνας, καλάμου βολβούς, πάντα λειώσας ἀναλάμβανε στέατι ἀρκείῳ. τοῦτο καὶ ἐπὶ ἀνθρώπων ποιεῖ καὶ πρὸς ἀλωπεκίας. Μεταβολ ή .
44 4 [10] Ὁπόταν βουληθῇ πῶλον ἐπιμελούμενος τῆς ἀγέλης ἀνὴρ μέλανα ἢ ξανθὸν καὶ ποικίλον ἢ λευκὸν ἵππον ἀπαστράπτοντα ταῖς ξανθιζούσαις θριξὶν ἐπὶ ταῖς λευκαῖς 〈γενέσθαι〉, ἐν τοῖς χωρίοις τοῖς χλοεροῖς τῆς συνήθους πλησίον πηγῆς εἰκόνα ἐκ βαφῶν ποικίλων συγκερασάμενος στησάτω, ἣν βλέπουσα ἡ θήλεια ἐν τῷ πίνειν ὄμμασι διψῶσιν ὥσπερ ποτοῦ καὶ ἐρώτων ἀπεικαζομένοις γάμοις ὅμοιον ἂν ἀποτέκοι τῷ ὁρωμένῳ ἵππῳ. πάντα γάρ, ὅσα ποικίλματα ὁ νοῦς [καὶ] αὐτῆς διὰ τῆς ὁράσεως κατέπιε, τούτοις ἀπεικάσματα καὶ ἡ γαστὴρ ἀπερεύξεται καὶ γεννήσει. Ἀφρικανοῦ περὶ χροιᾶς ἵππω ν .
44 5 [10] Τῶν ἵππων διάφοροι μέν, ὡς ἀρεταί, καὶ χρόαι. εὐτύχημα δὲ καὶ χρόα καὶ σεμνὸν τῷ ζῴῳ ἡ εὐθὴς δορά. αἱ μὲν οὖν αὐτῶν αὐτοφυεῖς, τὰς δὲ τεχνῶνταί τινες μεταβάλλοντες ἐπὶ τὸ κρεῖττον. καὶ αἱ μὲν αὐτῶν μετα〈ποι〉οῦνται φαρμάκοις, αἱ δὲ ποικίλλονται καύσεσιν. ἵππος οὖν ἐκ πυρροῦ μέλας γένοιτ’ ἂν σκίλλῃ μετ’ ὄξους καὶ κισσήρεως λελειωμένης καταπλασθείς, λευκὸς δ’ ἂν ἀποβαίη ζεστῷ τῷ φαρμάκῳ. πυρρὸς δὲ ἐκ λευκοῦ γένοιτ’ ἂν τιτάνου καὶ λιθαργύρου λείων ἐν ὕδατι ἑφθεισῶν εἰς τε γλοιοῦ πάχος γενομένων, εἰ ἐφ’ ὥρας καταπλασθείη δύο. εἰ δὲ πλείοσιν ὥραις ἐπιμείναι τὰ τῆς χρίσεως, ἐκ λευκοῦ μέλας ἂν ἀποβαίη. δίχα δὲ χρωμάτων τὴν τρίχα εἰς ὄψιν ἑτέραν ἐπὶ τῷ ζῴῳ χαλκεύει τὸ πῦρ καὶ τὴν τοῦ ἵππου ποικιλίαν ψεύδεται.
44 6 [10] λευκόψαρος ἵππος (ὄνομα δὲ χρώματι τοῦτο) καταγράφεται τὸν τρόπον τοῦτον· καυστὴρ στρογγύλος ἐν μέσῳ κοῖλος εἰς τὴν τοῦ ο στοιχείου περιφέρειαν εἱλούμενος πυρωθεὶς καταδεδεμένῳ τῷ ἵππῳ ἐπιτίθεται κατὰ θέσιν καὶ ἄρσιν. ὁ μὲν οὖν κύκλος ἔξωθεν μέλας, τὸ δὲ ἀρχαῖον μένον ἐξ αὐτοῦ σῶμα πάρδαλιν ψεύδεται, ἐπί τε πόδας καὶ ἐπ’ αὐχένα συντεθείς. ἴδοις δ’ ἂν αὐτοῦ καὶ τὸ πρόσωπον οἷα θηρίου. καλὸν δ’ ἵππῳ τοῦτο ἐπιγράφειν θυμικῷ, ἵνα καὶ τὸ τάχος ὅμοιον ἔχῃ τῇ δορᾷ. Βάμμα τριχῶν ἄριστο ν .
44 7 Συκῆς μελαίνης τὰ φύλλα βρέχε ἐν ὕδατι ὀμβρίῳ καὶ τρίψας εὐτόνως κατάπλαττε προψιλώσας τὸν ἵππον. τοῦτο εἰς τέλος κατασκευάζει μηκέτι γενέσθαι λευκάς. Ἀφρικανοῦ βάμμα τριχῶν αἰωνίως φυλαττόμενο ν .
44 8 [5] Σφέκλης, ἀκακίας μελαίνης, στυπτηρίας στρογγύλης, πολυτρίχου ἀνὰ γο ϛʹ, κηκῖδος ἑξαγ. βʹ κερατ. ϛʹ, κάρυα χλωρὰ ιʹ, μυρσίνης μελαίνης ἀφ’ αἵματος λιτρ. α c ʹ, λαδάνου γο ϛʹ, οἴνου παλαιοῦ μέλανος 𐆃 εʹ. ἕψει πάντα μετὰ οἴνου, ἕως ἀποτριτωθῇ, καὶ προσμήξας ἔμβαπτε τὰς τρίχας νυχθήμερα γʹ καὶ θαυμάσεις. Περὶ ἵππων τιλώντων.
46 t Περὶ ἑρπηστοῦ καὶ ἐπινυκτίδος. Ἄλλως περὶ ἕρπητο ς .
46 1 [10] Χολώδης καὶ δριμὺς χυμὸς εἰς τινα τῶν μορίων τοῦ σώματος ἀποσκήπτων τὸν ἕρπητα γεννᾷ. καὶ εἰ χολὴ συρρεύσασα τύχῃ, σφοδρᾷ δριμύτητι τὸν ἀναβιβρώσκοντα ἕρπητα γεννᾷ [χυμός], ὡς μὴ μόνον διὰ πάντων ἐξιέναι τῶν ἔνδον μορίων, ἀλλὰ καὶ διὰ τοῦ δέρματος ἄχρι τῆς ἐπιδερματίδος, ἣν μόνην ἀναβιβρώσκει τε καὶ διεσθίει, τὸ συνεχὲς τοῦ δέρματος κατὰ βραχὺ ἐπιλαμβάνων· διὸ καὶ ἕρπης ὠνομάσθη. εἰ δὲ καὶ φλέγματι συμμιγῇ ἡ χολή, τὸν ἕτερον ἕρπητα τὸν κεγχρίαν ὀνομαζόμενον γεννᾷ κέγχροις ὁμοίας ἐξοχὰς κατὰ τὸ δέρμα ποιοῦντα. ἡ δὲ θεραπεία ἐστὶν αὕτη· ἕλικας ἀμπέλου ἢ βάτου φύλλα καὶ πολυγόνου καὶ ἀρνογλώσσου λεῖα καταπλάσσειν χρή. ὕστερον δὲ φακῆν τούτοις μιγνύειν ἑφθήν, καί ποτε καὶ ἄλφιτα καὶ μέλι. Πρὸς ἕρπητα καὶ πάντα τὰ περὶ τὴν ἐπιφάνειαν γινόμενα ἐξανθήματα κάλλιστο ν .
46 2 [5] Κέρας αἴγειον καύσας καὶ λειώσας σὺν ὄξει κατάχριε. καῖε δὲ τὸ κέρας οὕτως· ἐπάνω πυρὸς κατασχὼν τὰς ἐπανισταμένας πομφόλυγας εἰς θυίαν ἀποτίνασσε, ἕως τὸ πᾶν ἐξαναλωθῇ· ποιεῖ δὲ καὶ προβάτειον κέρας καὶ μάλιστα τὸ τοῦ κριοῦ. ποιεῖ δὲ καὶ ἡ σποδὸς αὐτοῦ κηρωτῇ ὑγρᾷ ἀναληφθεῖσα ἄκρως, ἢ στυπτηρίας σχιστῆς γο c ʹ, χαλκάνθου ἑξαγ. α c ʹ, ἁλὸς ὀρυκτοῦ τὸ ἶσον, ὄξει ἀναλάμβανε καὶ χρῶ. Ἄλλο θαυμαστό ν .
46 3 Νίτρου, χαλκίτου, χαλκάνθου, μίσεος, τιτάνου, ἀκακίας ἶσα ἀναλάμβανε ὄξει καὶ χρῶ ὕδατι. Κηρωτὴ πρὸς τοὺς ἐκδαρέντας ἕρπητα ς .
46 4 [5] Ψιμυθίου, λιθαργύρου, ἀγχούσης ῥίζης, κηκῖδος κεκαυμένης ἀνὰ ἑξαγ. α c ʹ, μάννης κεράτια ιηʹ, στυπτηρίας σχιστῆς ὁμοίως, κηροῦ γο βʹ, στέατος μοσχείου γο ιβ c ʹ, ἐλαίου γο εʹ, ᾠῶν δύο τὰ λευκά, τὰ ξηρὰ λείου μετ’ οἴνου καὶ σκευάσας κατάχριε. Πρὸς ἐπινυκτίδ α .
46 5 [5] Ἀπὸ ταὐτομάτου τοῦ σώματος ἐξανθοῦντα ὑπέρυθρα φύματα γίνεται, ὧν ῥηγνυμένων ἰχὼρ ὕφαιμος ἀπορρεῖ. θεραπεύεται τούτοις καταπλασσόμενα· κράμβης φύλλα λεῖα ἢ στρύχνος ἢ ὑοσκυάμου φύλλα μετὰ μέλιτος ἢ ἀρνόγλωσσον λεῖον ἢ κενταύριον χλωρὸν καὶ σταφίδων λιπαρῶν σάρκες μετὰ πηγάνου. Περὶ ὑστριχίδων.
48 t Περὶ στόματος ἑλκωθέντος καὶ περὶ ἀφθήσεως γλώττης. Τιβερίου πρὸς τοὺς ῥευματιζομένους τὸ στόμα καὶ σιαλίζοντα ς .
48 1 Ὀρίγανον μετὰ ἁλὸς καὶ λινόσπερμα σὺν μέλιτι φυράσας δίδου διαμασσᾶσθαι. Πρὸς τὰ ἐν τοῖς στόμασιν ἕλκ η .
48 2 [5] Κηκῖδα λεάνας καὶ ῥοῦν ἐρυθρὸν ἶσα διάτριβε τὸ στόμα, ἀλλὰ καὶ τὴν γλῶσσαν ἑλκύσας ἔξω διάτριψον καὶ συγκράτει ὅλον τὸ στόμα, ἵνα στυφθῇ. τοῦτο ποίει δὶς τῆς ἡμέρας ἕως ὑγιασθῇ. ἢ καρδάμου γο βʹ ἑξαγ. βʹ, κράμβης φύλλα λεῖα, οἴνου γο ιʹ μέλιτος πάχος ποιῶν ἐγχυμάτιζε ὁμοίως. ἢ ἀρτεμισίας φύλλα [λεῖα] λειώσας μετὰ οἴνου γο ιʹ ἐγχυμάτιζε, ἢ ἀριστολοχείας ῥίζαν μετὰ οἴνου ἐγχυμάτιζε. Περὶ τῶν ἐξ ὁδοῦ ἢ δρόμου κεκοπωμένων καὶ περὶ τῶν ἑλκωθέντων ἐκ τῶν λαγόνων.
49 1 [10] Πεμπτοπαθὴς 〈διάγνωσισ 〉 · ψῦξι ς , διάτασι ς , κόπο ς , ῥῶξι ς , τρόμο ς . Ἄψυρτος Ῥωμύλῳ ἑκατοντάρχῳ 〈χαίρειν 〉 . Ἐδήλωσάς μοι, δέσποτα Ῥωμύλε, ὡς πλειόνων παθῶν σύναψιν γενέσθαι καὶ συνειλῆφθαι τὸ ζῷον ὑπ’ αὐτῆς. 〈ἐν〉 πολλῇ οὖν ἀμηχανίᾳ ἐγενόμην καὶ συντριβῇ διὰ τὴν ἀθρόαν καὶ ὑπερβάλλουσαν σύναψιν τοῦ τοιούτου νοσήματος. πόθεν οὖν ὀφείλομεν γνωρίζειν τὴν σύναψιν τῆς νόσου, καὶ τίνα ἐστὶ τὰ πάθη; τὰ μὲν οὖν πάθη τρόμος, ψῦξις, ῥῶξις, κόπος καὶ διάτασις. διὰ γὰρ τοῦτο ἐκλήθη καὶ πεμπτοπαθής. ὅθεν δὲ τοῦτο συμβαίνει ἕκαστον ὀφείλομεν συστῆσαι.
49 2 [5] τὸ μὲν τοῦ τρόμου ἀπὸ ἀδυναμίας, τὸ δὲ τῆς ψύξεως ἀπὸ τοῦ ἱδρῶτα ψυχρὸν ἀποστάζειν ἀπὸ τῆς ψύξεως καὶ ἀγωνίας, τὸ δὲ τοῦ κόπου καὶ τῆς διατάσεως ἀπὸ τοῦ ῥίπτειν ἑαυτὸν χαμαὶ μὴ φέροντα τὸν κόπον, ἀλλ’ ἐλεγχόμενον ὑπὸ τῆς διατάσεως. ἡ δὲ ῥῶξις ὑπὸ τῆς ἀγρυπνίας, ἐξ ἧς ἔσθ’ ὅτε καὶ αἱ λαγόνες ἀνέσπανται καὶ πνεύματα συνεχῶς παραπέμπεται διὰ τῆς ἕδρας. ἐπιδείξομεν οὖν, ὅπως ὀφείλομεν ἕκαστον τούτων τῶν παθῶν ἀναστεῖλαι.
49 3 [5] τὸ μὲν οὖν τοῦ τρόμο υ, ἄρτον ξηρὸν βρέξας ὕδατι, εἶτα ἀποπιέσας τὸ ὕδωρ, κλύσον μετὰ οἴνου εὐώδους καὶ δίδου, ἵνα τόνον λάβῃ, καὶ τῷ οἴνῳ δὲ αὐτῷ κατάρραινε δι’ ὅλου τοῦ σώματος, καὶ σκληροτέραν τὴν χειροτριβίαν ποιοῦ καὶ διακινείτω ἠρεμαίως. πρὸς δὲ τὴν τοῦ ψυγμοῦ κύπρινον διὰ ῥινῶν δίδου χρίσμασί τε θερμαντικοῖς χρῶ καὶ χαλαστικοῖς, πρὸς δὲ τὴν τῆς διατάσεως λύσιν σκόροδα καὶ ἀξούγγιον παλαιὸν συντρίψας μετὰ βουτύρου, κυμίνου καὶ οἴνου παλαιοῦ ἀπότριβε ἀπὸ τῶν ψυῶν ἐπὶ τὸν νωτιαῖον μυελόν, ἑκάτερα γὰρ ὠφεληθήσεται. πρὸς δὲ τὴν τοῦ ἐντέρου πλήρωσιν ἤτοι ῥῶξιν δίδου θερμαντικοὺς καὶ εὐλιπεῖς ἐγχυματισμούς, προσλαβὼν πυρέθρου καὶ κυμίνου χυλὸν καὶ κριθὴν ἐπὶ ἡμέρας γʹ, καὶ διαστήσας ἄλλας τρεῖς, δίδου χυλὸν ἀπὸ σεμιδάλεως σαμψύχῳ καθεψῶν.
49 4 πρὸς δὲ τὴν διάτασιν ἔρια πιναρὰ ἀποβρέχων ὕδατι θερμῷ τίθει πυκνότερον κατὰ τῶν ψυῶν, καὶ αὐτὸν δὲ τὸν πίνον ἐγχυμάτιζε, καὶ ἡ στάσις ἔστω θερμὴ καὶ φωτεινή. χρῶ δὲ τούτῳ τροφῇ παντοδαπῇ ἐκ προσαγωγῆς, ἐὰν συμβῇ ἀνόρεκτον αὐτὸν γενέσθαι, κἂν μὲν ᾖ χόρτος χλωρός, κάλλιον· εἰ δὲ μή, τὸν ξηρὸν καταρραίνων ὑδρομέλιτι παράβαλε καὶ τὰς κριθάς.
49 5 [5] ἐν δὲ ταῖς ἀρχαῖς αἷμα ἀφαιρήσεις καὶ ἀπὸ αὐχένος καὶ ἀπὸ κροτάφων, καὶ αἴγειον γάλα μετὰ κρόκου ἐγχυμάτιζε. τὸ δὲ φλεβοτόμον, ὡς εἴρητα ι, ἐν ἀρχῇ παραλάμβανε, ἐὰν δὲ παρακμήσῃ, μηκέτι. καθαιρεθείσης γὰρ τῆς δυνάμεως εὐμαρῶς γίνεται διαφώνησις. Τοῦ ἀπὸ τοῦ δρόμου ἢ ἄλλου κόπου βλαβέντος θεραπεί α .
49 6 [5] Τῷ ἐκ καμάτου ἤτοι κόπου τὰ ὀστᾶ καὶ τὰ νεῦρα ὀδυνωμένῳ ἔλαιον ὕδατι ἑνώσας ὡς καταμιγῆναι ἄλειφε ἀνὰ τρίχα τὸ σῶμα εὐτόνως, ἕως ὑγιὴς γένηται. οὐδὲ γὰρ ἧττον ἐστὶ τῶν λοιπῶν τοῦτο. Περὶ ἀρτηρίας ἑλκωθείσης καὶ λαιμοῦ.
50 1 [15] Περὶ ἀρτηριορραγοῦς καὶ ἐμφράγματος λαιμο ῦ , ὅ ἐστι παράθεσις φλέγματο ς . Ἐὰν ἵππος ἢ ἄλλο τι τῶν ὑποζυγίων ἀρτηριορραγὴς γένηται, ἔστι μὲν τὸ πάθος πονηρόν. σημεῖα δὲ ἔχει ταῦτα· πνεῖ βαρὺ καὶ ῥέγχει καὶ βήσσει καὶ φριμάσσεται, καὶ λέμφη ἐκβάλλει πεπυωμένα, καὶ τῷ σώματι συμπίπτει καὶ ἐν τῷ χρεμετίζειν λεπτοφωνεῖ, καὶ ἡ λαγὼν ἀνασπᾶται καὶ οὐκ ἀναλαμβάνει τῷ σώματι, ἀλλ’ ἄσαρκος γίνεται. ἔνιοι δὲ αὐτῶν καὶ τοῖς ἐμπροσθίοις σκέλεσιν ἐπιχωλαίνουσιν. οἱ δὲ τοιοῦτοι βραδύτερον ἀπόλλυνται. αἷμα οὖν ἄφελε ἀπὸ τοῦ τραχήλου καὶ ἔα ἀπορρυῆναι λιτ ρ . γ ʹ, καὶ στήσας τὴν ῥύσιν σύγχρισον αὐτὸν οἴνῳ καὶ ἐλαίῳ. ἐγχύμα δὲ σύκων λιτρ. βʹ ἐπιχέων ὕδατος λιτρ. ιʹ. ταῦτα ἕψει ἕως ἡμισευθῆναι καὶ ἔγχει διὰ τοῦ στόματος 𐆃 α c ʹ τῇ ἡμέρᾳ, ἢ τραγακάνθου γο γʹ βρέξας ἐν ὕδατι ἀφ’ ἑσπέρας, τῷ πρωῒ λεάνας ἐπίχεε οἴνου γο κʹ καὶ διὰ τοῦ στόματος ἔγχει. Περὶ ἑλκώσεως ἀρτηρία ς .
50 2 [5] Ἐν τούτῳ συνεχῶς χρῶ τῇ ταυρείᾳ χολῇ. ἐὰν δὲ τὸν ἀκροθώρακα πονέσας οἰδήσῃ, κρίθινον ἄλευρον μετὰ οἴνου ἕψει καὶ τούτοις κατάπλασσε τὸν τόπον δὶς τῆς ἡμέρας. ἐπὰν δὲ ἁπαλὸν γένηται καὶ ἔνδον ποιήσῃ ἕλκος, θεράπευε ὡς προγέγραπται ἐν τῷ περὶ ἑλκῶν. Ἀρτηριακό ν .
50 3 Τραγάκανθον γο ϛʹ, κόκκον γο αʹ, πεπέρεως καὶ μέλιτος τὸ ἀρκοῦν. πρόβρεχε τὴν τραγάκανθον. Περὶ ἄσθματος.
51 1 Κατάπλασμα εἰς τὸ αὐτ ό . Σῦκα λιπαρά, αἴρινον ἄλευρον καὶ κρίθινον μετὰ ῥητίνης καὶ κηροῦ ἴρεως τε καὶ μάννης ἀναμιχθέντα ἐπίπλασσε κατὰ τοῦ θώρακος. Ἐγχυματισμὸς εἰς τὸ αὐτ ό .
51 2 Πολίου, ἀβροτόνου, καστορίου, χαμαιπίτυος, ἀμμωνιακοῦ θυμιάματος ἶσα μέλιτι φυράσας μετὰ μελικράτου ἐγχυμάτιζε. Περὶ τῶν ἀπὸ ὁδοῦ καυσουμένων.
52 1 Τιβερίου πρὸς τὰ αὐτ ά . Πετροσελίνου, ὀρμίνου σπέρματος, δαύκου, σελίνου, ἀβροτόνου, σελίνου σπέρματος, σχοίνου ἄνθος κόψας ἀναλαβοῦ μετὰ οἴνου παλαιοῦ. Πρὸς κτήνη κεκαυ〈μα〉 τωμένα καὶ δυσανάληπτ α .
52 2 [5] Ἀψινθίου ξηροῦ χεῖρα μεστὴν βαλὼν πρὸ μιᾶς εἰς ἀγγεῖον οἴνου βρέχε, τῇ δὲ ἑξῆς ἐκθλίψας τὸ ἀψίνθιον τρῖβε εἰς θυίαν ἐπιμελῶς, ἕως λεῖον γένηται. εἶτα πρόσβαλλε κρόκου γο βʹ καὶ πάλιν λείου καὶ μέλι τὸ ἀρκοῦν, καὶ κινήσας προπότιζε. καὶ ποίει διακινεῖν ἐπὶ πλεῖστον. τοῦτο ποίει ἕως ἡμερῶν τριῶν. τοῦτο πρὸς ἓν κτῆνός ἐστιν, εἰ δὲ πλείονα βούλει ἐγχυματίζειν, πρὸς τὰ ζῷα καὶ τὰς κράσεις ποίει. Περὶ τῶν ὑπὸ κονίας καυθέντων.
53 1 [10] Ἀψύρτο υ . Ἐὰν κτλ. καὶ χαλκοῦ δὲ ἄνθος ἐν ὄξει ἑφθῷ πάχος ἔχοντι 〈μέλιτοσ〉 τρῖβε καὶ χρῶ. ἢ ἐλαίας ἁλμάδας λειώσας μετὰ ἀλφίτων κατάπλαττε, ἢ στυπτηρίαν σχιστὴν λειώσας μετ’ ὄξους ἢ χολὴν ταυρείαν μεθ’ ὕδατος. ἢ κονίαν κατάντλει γάρῳ καὶ ἐπίπ〈λ〉ασσε, ἢ βολβοὺς κρίνων μετὰ ναρκίσου, ἐπιβάλλων καὶ ῥόδινον ἔλαιον, ποίησον γλοιῶδες καὶ χρῶ. ἢ ῥάκος εἰς μέλι βάψας καὶ κριθῇ ἀνακυλίσας κατάκαυσον καὶ βάλε τῆς τέφρας γο γʹ, ψιμυθίου ἑξαγ. γʹ, βουτύρου ἑξαγ. γʹ, κηροῦ, στέατος αἰγείου, ῥοδίνου ἐλαίου ἀνὰ γο βʹ, καὶ ἑνώσας χρῶ. ἢ πεύκης φλοιόν, ἀδίαντον ξηρόν, λείου καὶ χρῶ. ἢ μυρσίνης φύλλα καύσας, διεὶς ὄξει ἐπίχριε, ἢ ψιμύθιον σὺν ὀλίγῳ μυελῷ ἐλαφείῳ ἀγαθόν ἐστι φάρμακον. Περὶ τῶν πυρικαύτω ν .
53 2 [5] Τὰ ὑπὸ πυρὸς ἢ ὕδατος θερμοῦ καιόμενα ζῷα χρὴ παραχρῆμα καταχρίειν, ὥστε μὴ φλεγμαίνειν, γῇ τῇ παρατυχούσῃ, μεθ’ ὕδατος μὲν ἐπὶ τῶν τρυφεροσάρκων, μετ’ ὀξυκράτου δὲ ἐπὶ τῶν λοιπῶν, μάλιστα δὲ τῇ Κιμωλίᾳ. πᾶσα γὰρ γῆ κούφη τὸ αὐτὸ ποιεῖ, καὶ ᾠὸν ὠμὸν ὅλον ἀναλαμβανόμενον ἐρίῳ μαλακῷ καὶ ἐπιτιθέμενον, καὶ λιβανωτὸς σὺν ὕδατι λεῖος καὶ σεύτλου φύλλα ὠμὰ λεῖα ἢ ἑφθὰ καταπλασσόμενα οἴνῳ, καὶ στυπτηρία πᾶσα σὺν ὕδατι καὶ ᾠοῦ τῷ λευκῷ. Εἰς πυρίκαυτα ἀποδαρέντα καὶ ἑλκωθέντ α .
53 3 Κόπρον περιστερᾶς ὀθονίῳ ἐνδήσας καῦσον, καὶ τὴν τέφραν οἴνῳ λειώσας ἐπίχριε, ἢ καὶ κηρωτῇ ἀναλαβὼν χρῶ ὡς δόκιμον. Ἄκρως ἀπουλοῦν τὰ πυρίκαυστ α .
53 4 [5] Λιθαργύρου, ψιμυθίου, κριθῆς κεκαυμένης καὶ λειοτάτης ἀνὰ γο αʹ, κηροῦ γο γʹ, ῥοδίνου ἢ μυρσίνου γο θʹ, τήξας τὸν κηρὸν σὺν τῷ ἐλαίῳ ἐπίπασσε λειότατα τὴν κεκαυμένην κριθὴν καὶ ἑνώσας ἐπίχριε τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον ἐν θυίᾳ λειωθέντα μετ’ οἴνου καὶ ἀναλαβὼν χρῶ. Περὶ τῶν τὰ ἐντὸς ἐσπακότων καὶ ἐὰν ἀπὸ τραύματος ἔντερα προπέσῃ.
54 1 Πρὸς τίλμα καὶ ἀπόσπασμ α . Ἀποσπάσματος γινομένου ἤτοι τίλματος οὐδὲν ἕτερον βοηθεῖ ἢ πολεμωνία. Περὶ βουλιμιώντων.
55 1 Ἱεροκλέου ς . Τῷ βουλιμιῶντι καθὼς ἀνωτέρω εἴρηται, φαμὲν καὶ ἡμεῖς. εἰ δὲ λιμὸν κτλ. ἢ κρόκα ᾠῶν μετὰ οἴνου ἐγχυμάτιζε, ἢ ἄλικα μετ’ οἴνου ὡσαύτως. ἐπιτομωτάτη γὰρ τούτοις βοήθεια. Περὶ τῶν ἰσχναινομένων ἐξ ἀδήλου αἰτίας.
56 1 [5] Θεομνήστου ἀντίδοτος εἰς τὸ αὐτ ό . Ἀντιδότῳ κτλ. ἢ δελφάκιον κτλ. ἢ κάστανα κτλ. ἢ πήγανον εἰς οἶνον παλαιὸν καθεψήσας ἐγχυμάτιζε ἐπὶ ἡμέρας τρεῖς, καὶ διαστήσας ἑτέρας ἡμέρας τρεῖς γλήχωνα εἰς οἶνον ἑψήσας ἐγχυμάτιζε ἐπὶ ἄλλας ἡμέρας τρεῖς. καὶ συγχρίσας αὐτοῦ τὸ πλατὺ νεῦρον ἐγχυμάτιζε αὖθις συμβαλὼν παλαιὸν ἔλαιον πηγάνῳ ἀνεζεσμένον καὶ ἀξουγγίῳ παλαιῷ. εἶτα δαφνόκοκκον τρίψας εἰς λεπτὰ καὶ ἑψήσας, κηρὸν ἐπιβαλὼν τοῦ ζῴου σύγχρισον τὸ πλατὺ νεῦρον. Πρὸς τὸ ποιῆσαι λιπαρὸν ἵππο ν .
56 2 Εἰ βούλει λιπᾶναι ἵππον, σίτῳ καὶ ὀρόβοις πεφρυγμένοις καὶ σεμιδάλεως ὕδατι βραχείσης τοῦτον διάτρεφε. σαρκοῦται γὰρ καὶ πρὸς ὀχείαν ὁρμᾷ. [ Περ ὶ ] πρὸς 〈τὸ〉 εὔτροφα καὶ εὔρωστα ποιῆσα ι .
56 3 Οἰνάλμην ῥαῖνε τὰ ἄχυρα ἢ τὸν χόρτον, ὃν τρώγει τὰ ζῷα. Ἄλλο 〈Πελαγωνίου〉 πρὸς παραφυλακὴν εὐσωμίας ἵππω ν .
56 4 [10] Μετὰ τὸ ἀναλαβεῖν τὴν πιότητα τοῦ σώματος τὸν ἵππον ἐκ τῆς ἄνω προλεχθείσης τροφῆς, χρὴ αὐτὸν τρέφεσθαι κυάμοις καὶ κριθαῖς. καὶ γὰρ χρὴ προνοεῖν, ὥστε τοὺς ἵππους ὁλόκληρα διαφυλάττειν τὰ σώματα. ἅτινα τούτῳ τῷ τρόπῳ διατηρήσομεν· καθ’ ἑκάστην χερσὶν ἀνατριβέσθω, ὅπερ μᾶλλον συμβάλλεται πρὸς σώματος καὶ ποδῶν εὐεξίαν, καὶ ἐν ἐπιτηδείῳ καιρῷ τοῖς τε γυμνασίοις καὶ τῇ φάτνῃ προσαγέσθω καὶ πρὸς ποτόν. εἰ δὲ ἐν ὁδῷ ψυχθῇ τὸ ζῷον, μετὰ τὸ ὑπεισελθεῖν τῷ σταύλῳ, χρὴ τοῦτον θάλπεσθαι καὶ ἐλαίῳ θερμῷ τὰς τούτου ψύας ἀλείφεσθαι, τὴν δὲ κεφαλὴν καὶ τὴν ῥάχιν ἀξουγγίῳ καὶ ἐλαίῳ χρίεσθαι. τῆς δὲ ἀτονίας καὶ τοῦ καμάτου ἀνάπαυσίς ἐστιν, ἵνα ἁπ〈α〉λῶς κοιμηθῇ καὶ εἰς τὴν φάρυγγα αὐτοῦ ἔλαιον ἢ ἀξούγγιον μετ’ οἴνου μιγὲν ἐμβληθῇ.
56 5 [10] εἰ δὲ καυματωθῇ, ὀξυκράτῳ μετὰ γλήχωνος τὰς ῥῖνας αὐτοῦ καὶ τὴν ὄψιν ἀπάντλησον, καὶ ᾠὰ τρία μετὰ οἴνου συμμίξας τῇ φάρυγγι ἔμβαλλε. πρὸ δὲ πάντων ἔστω φροντίς, ἵνα μὴ ὑγρασία ᾖ ἐν τῷ σταύλ ῳ, ἀλλ’ ἐν ξηρῷ τόπῳ στηκέτω. καὶ γὰρ τῇ ὑγρότητι οἱ ὄνυχες αὐτοῦ διαφθείρονται. ὅπερ εὐχερῶς ἐκκλινοῦμεν, εἰ τὰ πόντιλα τοῦ σταύλου δρύϊνα ᾖ καὶ καθαρά. ἐὰν δὲ μετὰ ταύτην τὴν φιλοκαλίαν καὶ τὰς τροφὰς ἡ λεπτότης τοῦ ἵππου διαμείνῃ, γνῶθι, ὅτι περ ἐν τῇ νυκτὶ πνεύματί τινι βλάπτεται, ὅθεν καὶ στρόφοις διαφόροις καταπονεῖται.
56 6 [5] τούτῳ χρὴ βοηθεῖν, καθὼς Κορνήλιος Κέλσος ἐπιτρέπει, ὀστᾶ κυνὸς καυθέντα καὶ λειωθέντα καὶ μετὰ ἀξουγγίου παλαιοῦ μιγέντα καὶ σφαιρία γεγονότα, ἄζυγα μετὰ οἴνου εἰς τὴν φάρυγγα αὐτοῦ ἐμβάλλειν ἐπὶ ἡμέρας τρεῖς, καὶ τὸν τόπον, ἔνθα ἵσταται, θείῳ ἀπύρῳ θυμιᾶσαι. Σύνθεμα ἵππο υ .
56 7 [5] Κουκουναρίων, ἀμυγδάλων, σταφίδων, ἰσχάδων, πιστάκιω ν, φοινίκων ἀνὰ λιτρ. ιʹ, κρόκου, καρυοφύλλου, στάχυος, ξηροζιγγίβερ, τραγακάνθου, ὑσσώπου, σαμψύχου ἀνὰ γο εʹ, πέπερι, τριψίδιον ἀνὰ 𐆃 β c ʹ. δεῖ τὴν τραγάκανθον προβρέχειν μετὰ γλυκέος καὶ τὸν κρόκον λειοῦν μετὰ γλυκέος οἴνου ὁμοίως καὶ πάντα ἀναζυμοῦν. Περὶ ἀδήλου πάθου ς .
56 8 [5] Παρὰ μικρὸν πάντα τὰ πάθη τῶν ἀλόγων ζῴων ἄδηλά εἰσιν. εἰ βούλει οὖν τὸ ἐνυπάρχον πάθος ἐν τῷ ζῴῳ, ὁποῖον ἄν ἐστι, θεραπεῦσαι, σίλφιον τετριμμένον μετὰ οἴνου ἀκράτου μέλανος εἰς τὰς ῥῖνας ἔγχει, καὶ πᾶν ἄδηλον πάθος θεραπευθήσεται. Περὶ ψώρας, λέπρας, λειχῆνος, ἀλφῶν.
57 1 [5] Πελαγωνίου εἰς τὸ αὐτ ό . Βοτάνην κτλ. ἢ οὔρου παλαιοῦ τρυγὸς κτλ. ἢ βοτάνην τὴν λεγομένην ψωριακήν, ἥτις ξηρὰ οὖσα ὡς ψώρα εὑρίσκεται, ταύτην ξηρὰν οὖσαν λειώσας, μῖξον καὶ κεδρίᾳ καὶ ἐλαίῳ μεθ’ ὑγροπίσσης καὶ ἐν ἡλίῳ ἄλειφε. Ἄλλο τὸ τοῦ Χορικ〈ί〉ο υ .
57 2 Φλοιὸν ἐλαίας, ἄσφαλτον, θεῖον, καλαμίνθην, χοίρου κόπρον ἶσα κόψας καὶ μίξας ἐλαίῳ παλαιῷ χρῶ ὡς πάνυ καλόν. ἢ βατράχους κτλ. Ἐκ τῶν Διοσκορίδου ς .
57 3 Σχίνινον ἔλαιον κυνῶν καὶ κτηνῶν ψώρας ὑγιάζει. Ἄλλως ὥστε αὐθημερὸν φέρειν τρίχα ς .
57 4 Πράσιον χλωρὸν μετὰ στακτῆς ἔκζεσον καὶ λειώσας ἕως γλοιοῦ πάχος γενέσθαι κατάχριε. Ἀπόπειρον ἄλλω ς .
57 5 [5] Σαπωνᾶ κατασταλακτήν, θεῖον, λυσσομούμουδον, ἀγριοσταφίδα, μίξας ἀμφότερα, τῇ χειρὶ ἄλειφε ἐν ἡλίῳ ψυχρῷ ὄντι τῷ βοηθήματι. ἢ χοίρου οὖρον μετὰ τοῦ ῥύπου, ἢ τοῦτο· ἀποπλύνας πρῶτον τὴν βύρσαν μετὰ σάπωνος, καύσας ἄχυρον ποίησον στακτήν, καὶ ἀλείψας ἐλαίῳ τὴν βύρσαν, ἐπίπαττε τὴν στακτὴν ἕως τρίτου. Εἰς πᾶν κτῆνο ς .
57 6 Ἀναλύσας ἀξούγγιον χοίρειον ἄπαστον, τρίψας θεῖον, μίξας καὶ θερμάνας ἐπίβαλλε δαφνέλαιον, καὶ πάλιν θερμάνας ἐπίχριε. Εἰς ψώραν αἰγῶ ν .
57 7 Κλαδὶν κερασέας ποιήσας πασσάλους πῆξον ἔσωθεν τῆς μάνδρας γύροθεν. ἐν τούτοις γὰρ κνηθόμεναι αἱ αἶγες ὑγιαίνουσιν. Πρὸς ψώραν ἵππων καὶ βοῶ ν .
57 8 Ἀμόργην ἑψήσας καὶ μίξας κεδρέας τὸ ἶσον ἐπίχριε. Εἰς κύνα ς .
57 9 Ψωροθείαφον, λιθάργυρον, ἀγριοσταφίδα, ὄξος καὶ οὖρον παιδός, ἢ ἄγχουσαν βοτάνην καύσας ἕψει σὺν ἐλαίῳ καὶ χρῖε σὺν τῇ τρυγίᾳ. Ἀφρικανο ῦ .
57 10 Τοῦ θαλαττίου ἐχίνου 〈τὸ〉 σῶμα σώματι ψωριῶντι ἐπιχρισθὲν ὑγιὲς ἐργάζεται. Σκευασία πρὸς ψώρα〈ν 〉 .
57 11 [5] Ψωροθείαφον, λυσσομούμουδον, ἀγριοσταφίδα, οὖρον παιδὸς ἑπταετοῦς ἢ ὀκταετοῦς, σάπωνα· τὰ ξηρὰ λειώσας μῖξον καὶ ἄλειφε τὸν ψωριῶντα ἵππον, θέρους μὲν εἰς ἥλιον, χειμῶνος δὲ εἰς τὰ τοῦ λουτροῦ χλιαρά. ἀναξυέσθω δὲ πρότερον μετὰ ψήκτρας ἢ ὀστράκου, μέχρις ἂν ἐκβάλλῃ αἷμα, καὶ οὕτως ἀλειφέσθω. ἐὰν μὲν οὖν ἐστιν ἡ ψώρα 〈χειμῶνοσ〉 ψωροθείαφον μόνον καὶ οὖρον καὶ σαπώνιον βάλε [ὅτι ἐστὶ καὶ χειμών], θερείας δὲ πᾶσαν δεῖ βάλλειν τὴν προρρηθεῖσαν σκευασίαν. Ἄλλ ο .
57 12 Λιθαργύρου γο γʹ, πηγάνου φύλλων χλωρῶν γο α c ʹ ἑξαγ. α c ʹ λειώσας ἀμφότερα ἐπίβαλε ἐλαίου μυρσινίου γο γʹ καὶ συλλειώσας χρῖε τοὺς τόπους μετὰ πτερῶν. Ἄλλω ς · ψωριακὸν παράδοξο ν .
57 13 [5] Ψιμυθίου, λιθαργύρου, θείου ἀπύρου, κηροῦ ἀνὰ γο βʹ, ᾠὰ βʹ νεαρὰ βρέξον εἰς ὄξος ἡμερονύκτιον, καὶ λειώσας μετὰ τῶν κελύφων καὶ μίξας τοῖς ξηροῖς λειωθεῖσι καλῶς. εἶτα τὸν κηρὸν τήξας μετὰ ῥόδων 𐆃 α c ʹ ἕνωσον καὶ χρῷ ἐν ἡλίῳ ἢ πυρᾷ ἀνθράκων ἐπαλείφων. ἢ κολοφωνίας, θείου ἀπύρου, πίσσης μελαίνης ἀνὰ γο αʹ, κηροῦ γο δʹ, ἐλαίου 𐆃 αʹ, κρόμμυα ὀκτώ, ὄξους τὸ ἀρκοῦν, τὰ κρόμμυα ἑψήσας μετὰ τοῦ ἐλαίου ῥῖπτε καὶ ἐπιβαλὼν τὰ λοιπὰ χρῶ. Πρὸς λειχῆνα ς .
57 14 Χαμαιλεύκην καὶ φλόμον κόψας κατάπλασσε κύκλῳ τὸν ἀλγοῦντα τόπον σελήνης ληγούσης καὶ ἐπιδέσμει. Πρὸς λειχῆνα καὶ ψώρα ν .
57 15 Ἀσφάλτου, θείου ἀπύρου, μάννης ἀνὰ γο αʹ, ἰοῦ γο βʹ, κισσήρεως γο αʹ, ὄξους τὸ ἀρκοῦν. χρῶ ἐν ἡλίῳ ἢ περὶ πυρί. Πρὸς λειχῆνα ὑγρά ν .
57 16 Θείου ἀπύρου, πηγάνου ἀνὰ γο αʹ, κηροῦ γο βʹ, ἐλαίου μυρσίνου 𐆃 αʹ. Πρὸς λειχῆν α .
57 17 Θείου ἀπύρου, λιβάνου ἀνὰ κερατ. ιηʹ, κόμεως ἑξαγ. α c ʹ, ἀλόης ἑξαγ. αʹ κερατ. γʹ, ἀκακίας ἑξαγ. α c ʹ ὄξει ἀναλάμβανε. εἰ βούλει δὲ δραστικώτερον εἶναι, προστίθει τοῦ θείου. ἢ σκόροδα μετὰ θείου ἀπύρου τρίψας καλῶς κατάχριε.
57 19 Πρὸς λειχῆνα ἀγρία ν . Ἀσφοδέλου ῥίζης, θείου ἀπύρου, μάννης ἀνὰ γο βʹ ὅξει δριμεῖ ἀναμίξας χρῶ. Πρὸς μέλανας ἀλφού ς .
57 20 Ἀλθαίας σπέρμα λεῖον μετ’ ὄξους ἐπιχριόμενον. Ἄλλω ς · πρὸς ἀλφοὺς λευκοὺς καὶ μέλανας δόκιμο ν .
57 21 Σμύρνης, θείου ἀπύρου, ἀφονίτρου, ἐλλεβόρου λευκοῦ ἀνὰ γο γʹ, ἀλκυονίου κεκαυμένου. χρῶ θαρρῶν ἐν ἡλίῳ μετ’ ὄξους. Διαφορὰ ψώρας καὶ λέπρα ς .
57 22 [5] Τῆς ψώρας διαφέρει ἡ λέπρα, ὅτι ἐπὶ μὲν τῆς ψώρας πιτυρώδη τινὰ προσπεπηγότα τῷ δέρματι φαίνεται, ἐπὶ δὲ τῆς λέπρας ὥσπερ φολίδες τῶν μεγάλων ἰχθύων. πρὸς μὲν οὖν λέπραν ὠφελεῖ τὰ πλεῖστα τῶν προγεγραμμένων, ἰδίως δὲ καὶ ταῦτα· ταυροκόλλην, ἐλελίσφακον, ἐλαίας ἀγρίας δάκρυον ἀνὰ γο αʹ, καππάρεως ῥίζης φλοιοῦ, κόμεως ἀνὰ γο βʹ, ταῦτα λειώσας ὄξει καὶ φυράσας χρῶ ἐν ἡλίῳ ἐπιχρίων, προαποσμήχων δηλονότι τὸν τόπον. [τέλος.] Πρὸς ἀλφοὺς θεραπεία διὰ πείρα ς .
57 23 Θείου ἀπύρου, λιθαργύρου ἶσα μίξας χρῶ. Εἰς ἀλφοὺς λευκοὺς καὶ μέλανα ς .
57 24 Εἴρηται ἀλφὸς παρὰ τὸ ἐναλλάσσειν τὴν χρόαν. τὸ γὰρ ἐναλλάσσειν παρὰ τοῖς ἀρχαίοις ἀλφαίνειν ἐλέγετ ο . συκῆς οὖν φύλλα καὶ θεῖον ἄπυρον καὶ στυπτηρίαν ἶσα σὺν ὄξει κατάχριε. Πρὸς λέπρα ν .
57 25 [5] Τοῖς ὑπὸ λέπρας ὀχλουμένοις ἁρμόζει πρῶτον ἡ κάθαρσις τοῦ σώματος ἐξ ἑκατέρων τῶν μερῶν. αἷμα δὲ χοίρειον ψύξας καὶ τρίψας λειότατα μετὰ ἀλόης ἡπατικῆς καὶ σμύρνης ἐν οἴνῳ παλαιῷ ἐγχυμάτιζε, καὶ τῇ εἰς τὰ συντάγματα ψωρικῇ συνθέσει χρῆσαι, καὶ σταλήσεται τὸ νόσημα. τὸ αἷμα τοῦ γυπὸς μετὰ χαμαιλέοντος μέλανος ῥίζης καὶ κεδρίας ὁμοῦ συντριβὲν καὶ ἐπιχρισθὲν καθαίρει τὴν λέπραν ἐπιτιθεμένων ἄνωθεν σεύτλου φύλλων ἢ κράμβης. Ἄλλο δόκιμο ν .
57 26 Καρδαμώμου σπέρμα γο α c ʹ, χαλκάνθου γο αʹ, θεῖον ἄπυρον, στυπτηρίας σχιστῆς καὶ στρογγύλης ἀνὰ γο τὸ c ʹ, λειώσας ἐπιμελῶς ὄξει ἐν ἡλίῳ ἐπίχριε προαποσμήξας τὸν τόπον ὄξει καὶ νίτρῳ. Λεύκην θεραπεύειν ἄνευ σμίλη ς .
57 27 Φλόμον κόψας κτλ. ἢ τῶν κεράμων τὸ ἄνθος μετ’ ὄξους ἀναμάλαττε καὶ χρῶ. Περὶ ὀστέων φλεγμονῆς.
58 1 [5] Πρὸς φλεγμονὰς καὶ σκορισμοὺς τῶν λεγομένων σιάλω ν . Πτερίδος ῥίζης, καλάμου, ἐβίσκο υ, σύκου Ἄφρου, κυπαρίσσου σφαιρίων, σφαιρίω〈ν〉 ἀπὸ θαλάσσης, ἀφονίτρου, ἴρεως, κηροῦ, ὀστέα ἀνακεκαυμένα ἀνὰ 𐆃 αʹ, ταῦτα πάντα κόψας καὶ εἰς τὰ γόνατα τοῦ κτήνους ἐπιδήσας ἄνευ σιδήρου θεραπεύσεις. Πρὸς φλεγμονὴν παντοία ν .
58 2 Πιννῶν θαλασσίων τὰ ὄστρακα καύσας τὴν τέφραν λείου μετὰ οἴνου καὶ χρῖε τοὺς τόπους. ἕλκει γὰρ ἔξω ἀπὸ τοῦ βάθους τὴν φλεγμονὴν καὶ ἄπονον ποιεῖ. Πρὸς τὸ μὴ ποιεῖν τραῦμα φλεγμονή ν .
58 3 Ὑδρέλαιον ἐν στυπείῳ ἐρεῷ ἀποβρέξας ἐπιτίθει ἢ οἰνέλαιον. Πρὸς φλεγμονά ς .
58 4 [10] Ἀποκρουστικά εἰσιν καὶ ἁρμόδια ταῖς ἐπερχομέναις πάσαις φλεγμοναῖς γλαύκιον, ἑλξίνη, περδικιάς, στρατιῶται οἱ ἐπὶ τοῖς ὕδασι νηχόμενοι, ἀρνόγλωσσον, πολύγονον, ἀείζωον καὶ τὰ τούτοις ὅμοια. παρηγορικά εἰσι καὶ ἁρμόδια ταῖς ἀκμαζούσαις φλεγμοναῖς· μαλάχη καυθεῖσα καὶ σὺν ἄρτῳ καὶ ῥοδίνῳ ὀλίγῳ καταπλασσομένη. ἄριστον δὲ καὶ τὸ μελίλωτον ἐν γλυκεῖ ἑψημένον καὶ σὺν ἄρτῳ καταπλασσόμενον, καὶ φοίνικες γλυκεῖ διάβροχοι σὺν ἄρτῳ καὶ ῥοδίνῳ. ἐν δὲ τῇ παρακμῇ ἄριστον ἡ ἀγρία μαλάχη καταπλασσομένη μετὰ ἄρτου, καὶ σταφίδες ἐκγε〈γι〉γαρτισμέναι μετὰ ἄρτου ὀλίγου καὶ μέλιτος, καὶ τὸ τῶν κριθῶν ἄλευρον μετὰ μέλιτος μόνου καταπλασσόμενον. Ἀποκρουστικὸν καὶ ἀφλέγμαντον εἰς παλαιὰν φλεγμονὴν καὶ οἴδημ α .
58 5 [5] Σύμφυτον, ἀμάραντον, ζωχὶν τρῖψον καὶ ἔμβαλλε εἰς τὸν ζωμὸν ῥοδόσταγμα, κρόκον, καφόραν, καὶ τὰ τῶν ᾠῶν λευκά. εἶτα λαβὼν σάνδαλον ἀληθινὸν ἐν κεραμικῷ ἀγγείῳ ἀληθινῷ ἐπιβεβρεγμένῳ ἔξωθεν ὑπότριβε, καὶ τὸ ἀπό τε τοῦ σανδάλου καὶ τοῦ κεραμικοῦ ἀγγείου ὑγρὸν ἀπότριμμα ἐπισύναξον, ὅσον ἱκανὸν ἔσται, καὶ πάντα ὁμοῦ μίξας ἐπάλειφε τὸν πεπονθότα τόπον ἐπὶ συχνῷ, καὶ ταχέως διαφορήσεις· ἄκρως γὰρ ποιεῖ. Περὶ τρώσεως ἐν κοίλοις τόποις.
60 t Περὶ τῶν κατὰ κρημνοῦ ἢ τάφρου πεπτωκότων. Περὶ λακτίσματος ἢ δήξεως ἵππου.
62 t Περὶ κατάγματος. Πρὸς περικίνημα ποδῶ ν .
62 1 [10] Ἐὰν κινηθῇ τοῦ ἵππου ὁ πούς, οὕτως αὐτὸν θεράπευε. κατάντλει θερμῷ καὶ ὑείῳ στέατι τρῖβε ἅμα τοῖς ποσὶ καὶ τὰς κνήμας, σπόγγον τε βεβρεγμένον ὕδατι ἐπιτίθει ἐπὶ τὴν κνήμην ἕως ἡμερῶν δʹ. ἔπειτα συντίθει μάλαγμα τοιόνδε· ἰσχάδων λευκῶν, αἰγείου στέατος, στυπτηρίας ἀνὰ 𐆃 γʹ, νίτρου ὀπτοῦ 𐆃 τὸ ἥμισυ, ταῦτα τρίψας καὶ παλαιῷ ἐλαίῳ μαλάξας ἐπίδησον, προκαταντλήσας τὸν τόπον θερμῷ, καὶ ἐν τόπῳ στῆσον, ἐν ᾧ ψυχρὸν ὕδας ἐστίν. καὶ ὅταν ἐξέλθῃ ἐκ τοῦ ψυχροῦ, κατάντλει καὶ τὸ φάρμακον ἐπιτίθει, ἢ ἀβρότονον μετὰ οἴνου μίξας, ἐπιτίθει δὶς τῆς ἡμέρας. Ἀφρικανο ῦ .
62 2 Κυνὸς ἐγκέφαλος κάταγμα πωροῖ ἡμέρας ιδʹ εἰς ὀθόνιον ἐγχριόμενος καὶ ἐπιτιθέμενος, ἄνωθεν ἐρέας ἐπειλουμένης. Τράκτωμα εἰς σφυρό ν .
62 3 Μαστίχης, σμυρνολιβάνου, βδέλλιον, σαγαπηνόν, σαρκόκολλον, ἀλόην μετὰ ὄξους λελειωμένην. Μάλαγμα καυστικὸν ποιοῦν καὶ ἐπὶ θλάσματο ς .
62 4 [5] Κηροῦ Τυρρηνικοῦ, προπόλεως Ἀττικῆς, μάννης, ἰξοῦ, ὀπίου Ἱσπανοῦ, στύρακος, βδελλίου ἀνὰ 𐆃 βʹ, δαφνίδων 𐆃 δʹ, πίσσης Βρυττίας, ῥητίνης τερεβινθίνης, ῥητίνης Ἄφρας ἀνὰ 𐆃 δʹ, μυελοῦ ἐλαφείου, στέατος αἰγείου ἀνὰ 𐆃 αʹ. τὰς δαφνίδας συντρίψας ἕψει μετὰ τῶν ἄλλων καὶ χρῶ τοῖς τεθραυσμένοις. καὶ ἐὰν μὴ θέλῃς σιδήρῳ καῦσαι, οὕτως χρήσῃ καὶ ἐᾷς ἡμέρας, ἵνα συμμείνῃ. τὸ δὲ περιττεῦον φύλαττε, καὶ ὅταν βούλει, θερμάνας χρῶ εἴς τε νεφροὺς καὶ ἰσχία καὶ ἄρθρα. Μοσχίωνος καταγματικὴ πρὸς τὰ σὺν τραύματι καὶ ἄνευ τραύματος κατάγματα ἐκ τῶν Ἡρακλεί〈δ〉ο υ .
62 5 [5] Πίσσης ξηρᾶς, λιθαργύρου, στέατος μόσχου ἀνὰ 𐆃 α c ʹ, μάννης, ὀποῦ συκαμίνου, κικίνου ἐλαίου ἢ παλαιοῦ ἀνὰ γο θʹ, κηροῦ Τυρρηνικοῦ 𐆃 βʹ γο βʹ, ὀποπάνακος, ἰοῦ ξυστοῦ, κυπρίνου, χάλκης, χαλβάνης ἀνὰ γο αʹ, πίσσης ὑγρᾶς γο δ c ʹ, τερεβινθίνης 𐆃 βʹ γο γʹ, ὄξους γο εʹ. Ἄλλο ἔμπλαστρο ν .
62 6 Λιθαργύρου, πίσσης, ἀξουγγίου μοσχείου ἀνὰ γο αʹ, κηροῦ γο εʹ, ἰοῦ κεκαυμένου γο βʹ, τερεβινθίνης ** ἀνὰ γο ιʹ, ἐλαίου σχινίνου γο θʹ, χαλβάνην γο αʹ ἑξαγ. α c ʹ, ὀποπάνακος γο αʹ, ὄξους τὸ ἀρκοῦν. Περὶ χολέρας ὑγρᾶς καὶ ξηρᾶς.
63 1 Πρὸς χολῆς κάθαρσιν προπότισμ α . Οἴνου παλαιοῦ 𐆃 εʹ, ἐλαίου καλοῦ 𐆃 α c ʹ, μέλιτος 𐆃 βʹ γο γʹ, πεπέρεως γο αʹ, σὺν σταφυλαῖς ἐκθλιβείσαις χρῶ. Περὶ χολεριτῶ ν .
63 2 Πράσσων ἐγκάρπων δέσμην λαβὼν τὰς κεφαλὰς συγκόψας χύλισον. εἶτα κριθὴν χλωρὰν ἑψήσας καὶ ἀποχυλώσας μίξας τῷ χυλῷ τῶν πράσων ἕψησον καὶ δίδου κοχλιάριον πιεῖν. Περὶ καρκινώματος.
64 1 Πρὸς τὰ ἐν ὀφθαλμοῖς καρκινώματ α . Ὀρόβους κτλ. ἢ καρκίνου θαλασσίου λείαν τὴν τέφραν μετὰ καδμίας λειοτάτης μίξας ἐλαίῳ φύρασον καὶ ἐπιτίθει. μεγάλως ὠφελεῖ. [ Περ ὶ ] πρὸς ἡλκωμένους καρκίνους παρηγορικό ν .
64 2 [5] Λιθαργύρου, κηροῦ, στέατος ὑείου ἀνὰ 𐆃 αʹ, κρόκα ᾠῶν ἐν ἀνθρακιᾷ ἑψημένων, ἰελαίου γο θʹ, σμύρνης, ἴρεως, ἀριστολοχείας ἀνὰ γο τὸ c ʹ. λείου τὴν λιθάργυρον μεθ’ ὕδατος καὶ ὀλίγου ἐλαίου, εἶτα βαλὼν τὰ ᾠὰ συλλείου, ἔπειτα τὰ λοιπὰ κόψας καὶ λεῖα ποιήσας, τὸν δὲ κηρὸν τήξας σὺν τῷ στέατι καὶ τῷ ἐλαίῳ μῖξον πάντα καὶ ἄλειφε μότους λινοῦς ἢ ἐρεοῦς καὶ ἐπίβαλλε τῷ ἕλκει καὶ ἀνωδύνως ἰάσῃ. Ἄλλω ς .
64 3 Τὰ μὲν ἐν κόλπῳ καρκινώματα (διάφορα γάρ ἐστιν) ἰχὼρ ἀνθρώπου θεραπεύει μιγεὶς ἐλαφείῳ μυελῷ καὶ λεοντείῳ στέατι μετὰ ῥοδίνου προστιθέμενος ἐν πεσσῷ. τὰ δὲ ἐπὶ μαστοῖς, ὅσον ἂν ἰατρεύωνται, χείρω γίνονται. Περὶ μελικηρίδων καὶ πάντων φυμάτων.
65 1 [5] Ἔμπλαστρον πρὸς μελικηρίδα ς , πρὸς πᾶν πάθο ς . Λιθαργύρου 𐆃 αʹ, ἀμμωνιακοῦ, χαλβάνης, ὀποπάνακος, χάλκης κεκαυμένης, λεπίδος χαλκῆς, στυπτηρίας σχιστῆς, σαγαπηνοῦ, λίθου Φρυγίου, ῥητίνης Κολοφωνίας, σμύρνης, καστορίου ἀνὰ κεράτιον, ἐλαίου παλαιοῦ γο θʹ. Ἀψύρτου περὶ μελικηρίδο ς .
65 2 [10] Ἡ μελικηρὶς γίνεται τοῖς ὀπισθίοις σκέλεσιν ἐν ταῖς ἀγκύλαις ἔνδοθεν καὶ ἔξωθεν ὥσπερ ᾠόν. ἐὰν μὲν οὖν πρόσφατόν ἐστιν, τέμνε ἐκ τοῦ ἔξωθεν μέρους μὴ μεγάλην τομήν, ἀλλ’ ὅσον ἐκρυῆναι τὸ ὑγρόν. ἐκρεύσει δὲ ὡσεὶ μέλι. ὅταν δὲ τοῦτο ἐκπιάσῃς καλῶς, χρῶ τῷ τραυματικῷ φαρμάκῳ, ἔξωθεν δὲ μαλάγματι, ἕως ὑγιὴς γένηται. ἐὰν δὲ πάλιν ἡ μελικηρὶς ἰσχνὴ γένηται τῷ μαλάγματι, καυτηρίῳ χρῆσαι, τὸν ἔσω τόπον περιλαβὼν ὀρθῶς, ἀλλὰ μὴ κατὰ πλάγιον, καὶ ὅταν ἐκπέσωσιν αἱ ἐσχάραι, χρῶ τῷ τραυματικῷ καὶ ὀρόβοις, ἕως ὑγιὴς γένηται. Ἵππῳ ἐὰν ἐμπέσωσιν εἰς τοὺς ἀστραγάλους μελικηρίδε ς .
65 3 [5] 〈Μελικηρίδεσ〉 κατὰ μέσων τῶν ἀστραγάλων ἐμ〈πίπτουσιν〉. τρύγα οὖν οἴνου εὐώδους μετὰ κιμωλίας κατάπλασσε προκαταντλῶν. ἐὰν μὴ ὑπακούῃ, καίειν χρὴ καυστηρίοις. Περὶ ἀνθηδόνο ς .
65 4 [5] Ἐὰν ἐπί τινος εἰς ψιλὸν τόπον γένωνται ἀνθηδόνες, προσήκει αὐτὰς ἀφαιρεῖν τῷ σμιλίῳ, ἢ μᾶλλον καίειν αὐτὰς τῷ καυτηρίῳ, ὡς Ἀψύρτῳ δοκεῖ. ἐὰν οὖν ἐν τοῖς σαρκωτικοῖς μέρεσι γίνωνται, μήτε τῇ σμίλῃ χρῆσθαι μήτε καυτηριάζειν, βάτου δὲ ἀκρέμονας κόψας καὶ ὄξει φυράσας ἐπιδέσμει, ἕως ἂν ἀπουλωθῇ. ἔστιν δὲ ἡ ἀνθηδὼν ὁμοία τῷ πλήγματι τῶν ἀγρίων μελισσῶν. [ Περ ὶ ] ἑψητὸν διὰ πείρας πρὸς πᾶσαν φλεγμονὴν καὶ σκληρ〈ί〉α ν .
65 5 Κόπρον αἰγείαν καὶ σίτων ἄλευρον ὄξει καὶ ἑψήματι φυράσας χρῶ. Κατάπλασμα εἰς οἴδημα τὸ ἐξ αὐτομάτο υ .
65 6 [5] Πίσσης, ἀσφάλτου, μάννης γο αʹ, οἴνου 𐆃 αʹ ἑψήσας κατάπλασσε, ἢ ἁλικάκκαβον κόψας μετὰ ἐλαίου ἐπιτίθει. Ἔμπλαστρος ποιοῦσα πρὸς πᾶσαν σκληρίαν καὶ κατάγματα ἄρθρων καὶ πλευρῶ ν , στραγγαλιάς τε λύουσ α , χοιράδα ς , φύματ α , σύριγγας ἐν ἕλκεσ ι , χρόνιά τε καὶ θηριόδηκτ α , θεραπεύει ὑδεριῶντα ς , ἥλους καὶ σκόλοπας ἐπισπᾶται ἄκρως τε ποιεῖ πρὸς σπληνικοὺς καὶ ἡπατικοὺς καὶ ποδαλγικού ς , μάλιστα ῥευματιζομένου ς .
65 7 [10] Λιθαργύρου, ψιμυθίου, ἰοῦ ξυστοῦ, τερεβινθίνης, λίθον Γαλάτην, λίθου σώρεως, λίθου Ἀσσίου, στυπτηρίας σχιστῆς, *** , μυροβάλανα ἀνὰ γο γʹ, λεπίδος χαλκῆς γο βʹ, κηροῦ ξανθοῦ, πίσσης ξῆρας, λιβάνου ἄρρενος γο β c ʹ, ἀσφάλτου Ἰουδαϊκῆς γο ηʹ, ἐλαίου παλαιοῦ * ἀνὰ 𐆃 γʹ, τὰ ξηρὰ μετὰ ὄξους λείου εἰς θυίαν, ὡς γλοιοῦ πάχος γενέσθαι, εἶτα τὰ τηκτὰ τήξας τούτοις ἐπίχεε καὶ ἀναμαλάξας χρῶ. Ἡ κιτρίνη πρὸς σκληρὰς ὀγκώσει ς .
65 8 Κολοφωνίας 𐆃 γʹ, κηροῦ 𐆃 α c ʹ, ἀρσενικοῦ 𐆃 εʹ, στύρακος γο εʹ, ἀμμωνιακοῦ γο εʹ καὶ ὄξους τὸ ἀρκοῦν. Ἔμπλαστρος πρὸς κιρσοὺς ἀναξηραίνουσα ἀνωδύνως καὶ θεραπεύουσα ἀπαραβάτω ς .
65 9 [5] Ἀσφάλτου, θείου ἀπύρου ἀνὰ γο αʹ, ἐλαίου παλαιοτάτου γο ηʹ, τερεβινθίνης ὑγρᾶς γο ζʹ, τὴν ἄσφαλτον θρύψας εἰς ἐρεβίνθου μέγεθος ἕψε μετὰ ἐλαίου, μὴ κινῶν, ἕως τακῇ. εἶτ’ ἐπίβαλλε τερεβινθίνην καὶ ἕψει ἕως ἀμολύντου, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασσε τὸ θεῖον λειότατον καὶ ἑνώσας κατάχεε εἰς θυίαν ἔχουσαν ὕδωρ ψυχρὸν καὶ ἀναμαλάξας χρῶ. Περὶ σκόλοπος.
66 1 Πρὸς ἐμπαγεῖσαν ἄκανθαν ἢ ὕελον ἢ ἧλο ν . Κρόμμυα ἐν θερμοσποδιᾷ ὀπτηθέντα θλάσας ἐπίθες θερμὰ καὶ ἐπίδησον, ἀλλάσσων ἐπὶ ἡμέραις τρισίν. Περὶ συκῶν καὶ μυρμηκ(ι)ῶν καὶ ἀκροχορδόνων καὶ θύμων ἐρυθρῶν.
67 1 [10] Ἀφρικανοῦ περὶ συκῶν καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνω ν . Μυρμηκίαι εἰσὶν σωμάτων ἐκφύσεις τραχέσιν ἥλοις προσεοικυῖαι, γίνονται δὲ πολλοῖς πολλαχοῦ. μυρμηκίας δὲ καλοῦσιν τὸ πάθος, ἃ πολλοὶ δεισιδαίμονες καὶ σημεῖά τινος αὐτοῖς συμβησομένου τίθεντα ι . ὧν ἡ ἀπαλλαγὴ ποικίλη καὶ πᾶσι πεπειραμένη. οἱ μὲν γὰρ ἐπιφυλάξαντες οὐρήσαντα κατὰ γῆς τὸν πηλὸν ἀναφυράσαντες ἐπέθηκαν τῷ τόπῳ καὶ τὸ αἴτιον τῷ πηλῷ συναπέκλεισαν. ἄλλοι δ’ ἐλατήριον τρίψαντες καὶ ἐπιτιθέντες οὕτω περιεγένοντο. ἢ κιχορίου ἄνθος, ὅπερ κυρίως ἡλιοτρόπιον καλεῖτα ι , πρὸ ἀνατολῆς ἡλίου ἀφελόντες *** τρὶς περίγραφε τὸν τόπον καὶ ἡ μυρμηκία παύσεται. Πρὸς συκᾶς ἐν πτέρναι ς .
67 2 [5] Συμβαίνει κτλ. πρῶτον ἐκτεμὼν κτλ. ἢ σμαρίδος κεφαλὴν τεταριχευμένην καυθεῖσαν μετ’ ὄξους ἐπίχριε, ἢ κληματίδων χλωρῶν καιομένων τὸ ἀποστάζον ἀναλαβὼν προβείᾳ τε κόπρῳ σὺν ὄξει ὀλίγῳ φυράσας ἐπιτίθει. Ἡρακλείδους Ταραντίνου πρὸς τὰς χρονίους μυρμηκία ς .
67 3 [5] Θείου ἀπύρου, σανδαράχης, χαλβάνης ἶσα τρίψας μετ’ ὄξους ποίει τροχίσκους. ἐπὶ δὲ χρείᾳ ὄξει λύσας ἐπίχριε· χρὴ δὲ ποστιθέναι τούτοις ἐλατηρίου τὸ ἶσον, ἐκκόπτειν τε τῷ σμιλίῳ τὴν μυρμηκίαν κύκλῳ καὶ οὕτως ἐπιχρίειν τὸ φάρμακον. ἢ τρυγὸς νεαρᾶς κεκαυμένης, ἀσβέστου, ἰοῦ ἶσα ἑνώσας χρῶ. αἴρει γὰρ παραχρῆμα τὴν μυρμηκίαν. πεσούσης δὲ αὐτῆς ὡς κοινὸν ἕλκος θεράπευε. Πρὸς ἀκροχορδόνας διὰ πείρα ς .
67 4 [5] Κλήματα ἀμπέλου καύσας φύρασον οὔρῳ παιδὸς ἀφθόρου καὶ ἐπιτίθει. ἢ ἀράχνης τῆς ἐπὶ τῶν δένδρων στήμονα λαβὼν περιείλησον καὶ πεσοῦνται, ἢ τὰ ξέσματα τῶν χλωρῶν κολοκυντῶν ἐπίδησον καὶ πεσοῦνται. Πρὸς συκᾶς καὶ μυρμηκίας τὰς ἐν τῷ καυλῷ φυομένα ς .
67 5 Ἅλας Γαγγρηνὸν λειώσας ἐπίπασσε καὶ καταδέσμει ἀναβαστάζων αὐτὸ μετά τινος ἰσχυροῦ βαστάγματος. τοῦτο ποίει καθεκέστην καὶ ἰαθήσεται. Φάρμακον δαπανητικὸν καὶ ἀναξηραντικὸν μυρμηκιῶ ν , θύμων καὶ ἀκροχορδόνω ν .
67 6 [5] Στυπτηρίαν σχιστήν, χάλκανθον ὀπτήν, ταυρόκολλαν ἀνὰ γο αʹ, λεπίδος χαλκῆς γο βʹ. τὰ ξηρὰ λειώσας τῇ ταυροκόλλῃ μετὰ ὄξους διαλυθείσῃ μῖξον καὶ κατάχριε. Ἀφρικανο ῦ .
67 7 Γῆρας ὄφεως φοίνιξιν ἐγκρύψας εἰ τι τῶν ζῴων ψωμίσεις, καθαριεῖς αὐτοῦ τὰς ἀκροχορδόνας. Περὶ θρόμβων.
68 1 [5] Ἱεροκλέους περὶ θρόμβω ν . Θρόμβοι γίνονται ἐπὶ τῶν καιριωτάτων τόπων ὥσπερ φύματα αἵματος μεστὰ ἢ πύου. διακαιέσθωσαν οὖν καυστηρίοις ὀρθοῖς, εἶτα χριέσθω ὁ τόπος ἁλσὶ καὶ ἐλαίῳ, ταῖς δὲ ἐχομέναις ἑπτὰ ἡμέραις γλοιῷ. ἐὰν δὲ αἱ ἐσχάραι ἐκπέσωσιν, ἀποσμηχθὲν τὸ τραῦμα θεραπευθήτω ὡς καυτηρίαι. Περὶ νευρικῶν καὶ πρὸς τὰ κατὰ νεῦρον τραύματα.
69 1 [5] Κατάπλασμα πρὸς κοπὴν νεύρω ν . Κριθῆς ῥίζας, σκώληκας ἀπὸ γῆς, κοχλίας, μάνναν καὶ ἀξούγγιον, ἢ ἄσβεστον καὶ γῆν Σινωπίδα [ἤτοι τὴν ἐκ Σινώπης] κόψας χρῶ. ἢ ὄξους γο κʹ, πίσσης λιπαρᾶς 𐆃 αʹ, ὀποπάνακος γο γʹ, τὸν ὀποπάνακα λύσας μετὰ ὄξους καὶ τὴν πίσσαν τήξας, ἕνωσον. τοῦτο τοῖς νενυγμένοις νεύροις ἐπιτήδειόν ἐστιν. ἢ κιναμώμου γο αʹ, δικτάμνου, μαράθρου, τερεβινθίνης ἀνὰ γο αʹ, ἀμαράκου γο βʹ, κηροῦ γο ηʹ, ὀποβαλσάμου γο ιʹ. Πρὸς νεύρων ἀγανάκτησιν τὴν ἀπὸ δρόμο υ .
69 2 Γύρεως καὶ ἀσβέστου τὸ ἶσον μέλιτι συμμίξας κατάπλασσε, τῇ δὲ τρίτῃ λύσας κατάντλησον λινοσπέρμου καὶ τήλεως χυλόν, ἕως ἀπολεπτυνθῇ, εἶτα φλεβοτόμησον καὶ ὑγιαίνει. Πρὸς σφυρὰ καὶ πλατύνευρα ἀνακόλλημα ἄριστον διὰ πείρα ς .
69 3 [5] Ταύρου χολήν, βολβῶν, κοχλιῶν ἀνὰ 𐆃 αʹ, σεμιδάλεως γο θʹ. τὴν ταυρείαν χολὴν ἐν οἴνῳ ἕψει, τὰ δὲ ἄλλα καθεξῆς. εἶτα συντρίψας ῥοῦν καὶ καλαμίνθην ἐπίβαλλε. Πρὸς γυμνωθέντα νεῦρ α .
69 4 Κηροῦ μυρεψικοῦ γο θʹ, μύρου σπικάτου ἢ φολιάτου ἢ νάρδου γο ιβʹ, πομφόλυγος γο αʹ, ναρδοστάχυος, ἀμώμου καὶ φύλλου ἀνὰ γο αʹ. Ἐμβροχὴ πρὸς νεῦρα παλαι ά .
69 5 Δενδρομαλάχη, νίτρον, οἶνος, ἰξὸς χλωρός, θεῖον ἄπυρον, βούτυρον, ὀπὸς Κυρηναϊκός· μίξας μετ’ ὄξους ἐπὶ ἡμέρας τρεῖς πυρία καὶ ἄντλησον. Κατάπλασμα νεύρων χαλαστικό ν .
69 6 Στροβίλων, σταφίδων, ὀποπάνακος, ἐπιμελῶς κόψας ἕκαστον, ἕνωσον καὶ χρῶ. Πρὸς νευρότρωτ α .
69 7 [15] Τὸ μὲν οὖν θερμὸν ὕδωρ τὸ ταῖς ἄλλαις φλεγμοναῖς ἐπιτηδειότατον πολεμιώτατόν ἐστι τῷ νευροτρώτῳ. ὑπὸ γὰρ τῶν ὑγραινόντων τε ἅμα καὶ θερμαινόντων φαρμάκων σηπεδὼν ταῖς τοιαύταις διαθέσεσιν ἐπιγίνεται. βέλτιον οὖν τοὺς νευροτρώτους ἐλαίῳ λεπτῷ μηδὲν ἔχοντι στύψεως 〈θεραπεύειν〉, ἄμεινον δέ, εἰ εἴη δύο ἢ τριῶν ἐτῶν. ἡ γὰρ τοῦ τετρωμένου θεραπεία φαρμάκων δεῖται θερμασίαν μὲν ἐγειρόντων ξηραινόντων τε ἱκανῶς καὶ τῇ φύσει τῆς οὐσίας λεπτομερεστάτων. μόνα γὰρ τὰ τοιαῦτα φάρμακα δύνανται ἐκ βάθους ἕλκειν ἰχῶρας ἄνευ τοῦ συντείνειν καὶ δάκνειν τὰ μόρια. τούτου χάριν ἁρμόζει ἄνηθον καὶ πήγανον ἕψειν ἐλαίῳ καὶ θερμότατα καταντλεῖν ἐπὶ πολὺ τὸν τόπον, ἢ τὴν δ ι ’ εὐφορβίου κηρωτὴν ἢ τὴν ἀνίκητον ἔμπλαστρον τήκειν ἐλαίῳ βραχεῖ καὶ ἐπαλείφειν. ἢ τὴν αὐτὴν ἔμπλαστρον ἐπιτίθει καὶ ἔριον μαλακὸν ἐλαίῳ θερμῷ ἐμβεβρεγμένον προςεπιτίθει τῇ ἐμπλάστρῳ ἄνωθεν. λύειν δὲ δὶς καὶ τρὶς τῆς ἡμέρας. — προσήκει δὲ τὰ ὑποκείμενα μέρη μασχαλῶν τε καὶ τραχήλου ἐλαίῳ θερμῷ δαψιλεῖ συνεχῶς διαβρέχειν.
69 8 [10] εἰ δὲ τῶν ἐν σκέλει νεύρων εἴη 〈ἢ〉 τῶν νενυγμένων τοὺς βουβῶνας, χρὴ ἐλαίῳ πολλῷ θερμῷ τέγγειν [ἤτοι βρέχειν] καὶ ῥάχιν ὅλην καὶ τράχηλον συνεχῶς. κακῶς δὲ ἐξ ἀρχῆς θεραπευθέντων τῶν νευροτρώτων φλεγμονὴ ἐπιγίνεται, καὶ σηπεδών. χρὴ τοίνυν καταπλάσμασι χρῆσθαι τοῖσδε· ἀλεύρῳ κυαμίνῳ ἢ ὀροβίνῳ ἐν κονίᾳ στακτῇ ἑψηθέντι ἐν ὀξυμέλιτι χωρὶς ἐλαίου. ἀγαθὸν γὰρ σφόδρα τὸ φάρμακον ἐπὶ τῶν ἤδη σηπομένων. εἰ δὲ σφοδρὰ εἴη ἡ φλεγμονὴ καὶ μεγίστη ὀδύνη, τὸ ὀρόβινον ἄλευρον ἢ τὸ κυάμινον μεθ’ ἑψήματος καλλίστου ἑψήσας, προσβαλὼν βραχύτατον ὄξος κατάπλασσε, προκαταιονήσας δηλονότι θερμῷ ἐλαίῳ τὸν τόπον ἐπὶ πολύ. Νεύρου τρωθέντος καὶ τῆς ἐν αὐτῷ φλεγμονῆς ἴασι ς .
69 9 [5] Στακτὴν καὶ ἄλευρον κρίθινον συνεψήσας κατάπλασσε. εἶτα τίθει τὴν δ ι ’ εὐφορβίου ἔμπλαστρον, ἥ τις δέχεται· κηροῦ γο δʹ, τερεβινθίνης, πίσσης ξηρᾶς ἀνὰ γο βʹ. ταῦτα τήξας ἔμβαλλε εὐφορβίου γο βʹ. Πρὸς κτήνη νευροπονοῦντ α .
69 10 Ἀμμωνιακοῦ, λιθαργύρου, ἀσφάλτου, ἰοῦ ξυστοῦ, ῥητίνης φρυκτῆς, πίσσης ξηρᾶς, κηροῦ ἀνὰ γο γʹ, κέδρου γο αʹ, ἐλαίου 𐆃 ϛʹ ἑψ〈ήσ〉ας χρῖε. Ἄλειμμα πρὸς τὰ λεπτὰ τῶν ὀστέων ἤτοι νευρικό ν .
69 11 Κηροῦ 𐆃 αʹ, ῥητίνης, ἐλαίου δαφνίνου ἀνὰ γο δʹ, ὀποπάνακος, μυελοῦ ἐλαφείου ἀνὰ γο βʹ, ἐλαίου στύρακος γο γʹ, πάντα συνεψήσας ἐν ἡλίῳ ἢ θερμοτέρῳ τόπῳ χρῶ. Τιβερίου μάλαγμα πρὸς τὰ πεπαχυμένατῶν νεύρω ν .
69 12 Κηροῦ, στέατος ταυρείου καὶ ἐλαφείου ἀνὰ 𐆃 βʹ γο βʹ, ῥητίνης τερεβινθίνης γο ηʹ, μάννης 𐆃 δ c ʹ ἑνώσας χρῶ. Περὶ σκωλήκων τῶν ἐν τραύμασι καὶ ἑλμίνθων καὶ ἀσκαρίδων καὶ φθειρῶν.
70 1 Ἱεροκλέου ς . Λαβὼν στυπτηρίας κυκλίσκους, τρῖψον καὶ ἔμβαλε εἰς τὸ ἕλκος, οὗ ἂν ὦσιν, ἢ καλαμίνθην λείαν ἢ ἀριστολοχείαν τὴν παχεῖαν ἢ ἄσβεστον. ἐὰν δὲ ταῦτα μὴ ἀνύῃ, ἔκκλυσον αὐτοὺς καὶ οὕτως ἐξαντλοῦνται καὶ ἀπόλλυνται. 〈Πρὸς ἕλμινθας καὶ σκώληκας.
70 2 〉 Εἴωθεν ἐν τοῖς ἐντὸς κτλ. ἢ ἀλόην, φύλλα ῥοδακινέας, κενταύριον καὶ ἀβρότονον οὔρῳ ἀνθρωπίνῳ παλαιῷ ἀναλαβὼν χρῶ. Ἀφρικανο ῦ .
70 3 [5] Τοὺς σκώληκας κλύσμασιν ἀφαρμάκτοις ἐκβαλεῖν ὕδωρ ἐμοὶ καθαρὸν ἀρκεῖ ληφθὲν τὸν τρόπον τοῦτον· ἀντίχειρι καὶ τῷ ἰατρικῷ δακτύλῳ χειρὸς εὐνωνύμου ἀρυσάμενος ἐπεστραμμένως ἀθολώτου νάματι πηγῆς τὸν νοσοῦντα τοὺς σκώληκας τόπον τρὶς ῥᾶνον. οἱ δὲ ἐξελεύσονται πάντες ἐφέποντες ἀλλήλοις καταλειπομένου ἔνδον οὐδενός. Εἰ ἀγρίους φθεῖρας ἀποκτεῖναι θέλει ς .
70 4 Εἰ μὲν ἔσωθεν ὦσι κτλ. ἐν ἡλίῳ, ἢ κεδρέαν, καππάρεως φύλλα χλωρὰ καὶ πράσα, ὁμοίως χρῶ. Περὶ ἑλμίνθων Ἀψύρτο υ .
70 5 Σιδίων φύλλα μετὰ ῥοδίνου καὶ ὄξους ἑψήσας χρῶ. Εἰς πλατείας ἕλμινθα ς .
70 6 Νίτρον, καρδάμου σπέρματος, πεπέρεως ἶσα μετὰ ἑψήματος ἐγχυμάτιζε. Περὶ σκωληκιάσεω ς .
70 7 [5] Ἡ σκωληκίασις χαλεπώτατον πάντων καὶ ἀνίατον πάθος ἐστὶν καὶ πάντα τὰ φάρμακα, ὅσα ἐστίν, ἐλέγχειν δυνάμενον. καὶ ἐπιγινώσκεται μέν, ἐὰν θαμινὰ λαμβάνηται ὑπὸ ὀδύνης τὸ ζῷον καὶ ἐπὶ τὴν γῆν κυλίηται. θεραπεύεται δὲ οὕτως· ἐλαίου γο δ c ʹ, πίσσης 〈 γο 〉 τὸ c ʹ εἰς τοὺς μυκτῆρας ἔγχει καὶ ἀποκρινεῖς σκώληκας διαφθαρέντας ἀπὸ τοῦ στόματος. Περὶ ἀσκαρίδω ν , ποιεῖ καὶ ἐπὶ ἀνθρώπω ν .
70 8 [15] Παρὰ Οὐέλμου Τρύφωνος Θεσσαλονικέως ἰατροῦ ἡμῖν ὑποτιθεμένης γνώσεως ἐμάνθανον, ὅτι πρὸς τὰ γινόμενα ἐν τῷ ἥπατι τῶν ζῴων θηρία πλατέα, ἃ γίνεται οὐ μόνον ἐν τῷ ἥπατι, ἀλλ’ ἐνίοτε καὶ ἐπὶ τῷ στομάχῳ, καὶ οὐ μόνον ἐν τοῖς τετραπόδοις, ἀλλὰ καὶ ἐπὶ ἀνθρώπω ν, ὠφέλιμον ἱκανῶς μὲν καὶ ἡ τοῦ ἐλαίου προσφορὰ καὶ τὸ πρίσμα τοῦ ἐλέφαντος λελειωμένον καὶ ὕδατι χλιαρῷ ἐγχυματιζόμενον, ὁμοίως καὶ ἐλαφείου κέρατος πρίσματα, καὶ μελάνθιον δέ, ὃ μελάσπερμόν τινες καλοῦσιν, τὸ τοῖς ἄρτοις ἐπιπασσόμενον. ἑλμίνθιος βοτάνη κοπεῖσα καὶ συγχριομένη ἐξαιρέτως ποιεῖ, καὶ τὰ τῶν περσικῶν φύλλα ὁμοίως ἐγχυματιζόμενα. εὐχ[α]ρηστότατον δέ ἐστιν καὶ ἐπιτιθέμενον κατὰ τῆς κοιλίας μετὰ ἐμβροχῆς ὑδρέλαιον συνεχῶς, ἀποδιωχθήσονται γάρ, ὥστε μὴ εἰς τοὺς ἄνω πόρους χωρεῖν, ἀλλὰ ἐπὶ ἕδραν κατιέναι. οὐ μόνον γὰρ τὰς ἕλμινθας διὰ τοῦ στόματος λέγεται ἢ ἐκ ῥινῶν προχωρεῖν, ἀλλ’ ἐνίοτε καὶ δι’ ὤτων καὶ ὀφθαλμῶν. Περὶ φθειρῶν τῶν ἐν τῷ στόματ ι .
70 9 Φθειρίασιν τὴν ἐν τῷ στόματι ἐπιγνώσῃ οὕτως κτλ. ἢ πτύελον νηστικοῦ ἀνθρώπου μότους βρέχων ἐπιτίθει. ἀναιρεῖ γὰρ καὶ τοὺς σκώληκας τοὺς ἐν ὠσὶ καὶ τὰς οὐλὰς ὁμοχρόους ποιεῖ. Περὶ ἑλμίνθω ν .
70 10 [5] Ἀλόη ἡπατῖτις ἐγχυματιζομένη ὕδατι ψυχρῷ. ἢ καννάβεως σπέρμα ξηρὸν κόψας καὶ σήσας μεθ’ ὕδατος χυλῶδες ποιήσας καὶ ῥακίῳ ἐκπιάσας ἐγχυμάτιζε γο ϛʹ. ἢ ἀψινθίου Ποντικοῦ, τήλεως, σέρεως ἀνὰ γο c ʹ, θέρμων ξηρῶν κοκκία θʹ, πετροσελίνου γο αʹ λειώσας μετὰ μέλιτος ἐγχυμάτιζε. Ἀφρικανο ῦ .
70 11 Ὅτι ὄνος ἁπάντων τῶν ζῴων οὔτε φθεῖρας οὔτε κρότονας φέρει. Περὶ ἐχεοδήκτων καὶ λοιπῶν ἰοβόλων καὶ καμπῶν.
71 1 Περὶ βουπρήστεως καὶ λοιπῶ ν . Συκῆς ἀγρίας τὸν ἀνθοῦντα καρπὸν ὕδατι ἐμβρέξας εἰς τὰς ῥῖνας ἔγχει. Περὶ μυγαλῆ ς .
71 2 Ἐὰν μυγαλῆ δάκῃ κτλ. ἢ ῥάμνου φύλλα κόψας μετὰ ἀξουγγίου κατάπλασσε, ἢ ἅγνου τριφθέντα μετὰ ὄξους. Ἀφρικανοῦ περὶ λυσσοδήκτων καὶ ὑδροφόβων καὶ λοιπῶν δηγμάτων ἑρπετῶ ν .
71 3 [5] Ὁ παρὼν ἐγχυματισμὸς διὰ δ’ ἔχει τὴν σύστασιν· γεντιανῆς, σμύρνης, ἀριστολοχείας στρογγύλης καὶ δαφνίδων. ταῦτα ἐξ ἴσου κόπτε καὶ σῆθε ἀναλαμβάνων μέλιτι ὠμῷ. ἡ δόσις κυάμου Αἰγυπτιακοῦ τὸ μέγεθος. δίδου δὲ ὀφιοδήκτοις ἐν ὕδασι, σκορπιοπλήκτοις ἐν οἴνῳ πρωτείῳ διάτριτον. Τοῦ αὐτο ῦ .
71 4 [5] Ἀσπίδων δὲ δήγματι θεραπεία· κόρεις πλεῖστοι λαμβανόμενοι ἀσπιδοδήκτοις ἄκος εἶναι μέγιστον πιστεύονται, ἢ χελώνης οὖρον πινόμενον καὶ ἐπὶ τὸ δῆγμα ἐπισταζόμενον καθ’ αὑτό τε καὶ μετὰ πολλῶν κόρεων. ὁ δὲ ἰατρὸς Φόβιος τοῖς ὑπὸ ἀσπίδων δηχθεῖσι τὴν καλουμένην αἱμορροΐδα ἐδίδου τὸν ὄφιν φρύγων καὶ λειῶν καὶ ἐν οἴνῳ ποτίζων, καὶ τὸ ἀνάπαλιν τοὺς ὑπὸ αἱμορροΐδος δηχθέντας ὡσαύτως ἀσπίδι χρῆσθαι ἔλεγεν. Ἴναρον γὰρ τὸν Λίβυν ἴαμα ἀλλήλων ἔφασκεν αὐτὸ παραδεδωκέναι. Ἀντιπαθὲς εὐπόριστον τοῦ αὐτο ῦ .
71 5 [5] Πηγάνου φύλλα κʹ, κάρυα βασιλικὰ βʹ, ἁλὸς χόνδρον αʹ, ἰσχάδας βʹ νήστει ἵππῳ προδιδοὺς ἐν ἐγχυματισμῷ ὑπ’ οὐδενὸς φαρμάκου ἢ ἄλλου τινὸς ἰοβόλου κακωθήσεσθαι ἐργάσῃ. εἰς δὲ τὸ μὴ πληχγῆναι ὑπὸ σκορπίου εἰς κασσιτέρινον πέταλον ἐπίγραψον· ἀββά ς, καὶ περιδέσμει τοῦτο τῷ τραχήλῳ τοῦ ζῴου 〈καὶ οὐκ ἂν ὑπὸ σκορπίου πληγήσεται〉. Εἰς δῆγμα ὄφεως καὶ λοιπῶν φάρμακον καὶ λύσσα ν .
71 6 Μύρον πότιζε ψωμόν τε τρίψας μετὰ τραγείου ἀξουγγίου θερμῷ τε ὕδατι ἀναλαβὼν θὲς εἰς κεραμίδιον πεπυρωμένον καὶ ἀναμαλάξας χρῖε. Εἰς ἐχιοδήκτου ς .
71 7 [5] Αὐτὴν τῆς ἐχίδνης τὴν κεφαλὴν ἀποτμηθεῖσαν καὶ λαβίδι ληφθεῖσαν ἀσφαλῶς ἐπιτίθει τῷ δήγματι, ἔτι 〈τῆσ〉 τοῦ τραχήλου τομῆς ἐνθέρμου 〈οὔσησ〉, καὶ ἀφαρπάσει τὸν ἰόν, ἢ ὄρνιν ἀνασχίσας ἐπιτίθει τῷ δήγματι ἔνθερμον καὶ συνεχῶς ἄλλασσε πρὶν ἢ ξηρανθῆναι καὶ ὑγιάσεις. Πρὸς θηριοδήκτους διὰ πείρα ς .
71 8 [5] Ὑπέρικον κόψας καὶ σήσας δίδου ἐγχυματισμόν. ἢ τιθύμαλλον χλωρὸν κόψας ἐπιτίθει τῷ δήγματι, ἐπιστάζων καὶ τὸν ὀπόν, ἢ κωνείου χλωροῦ φύλλα ἅμα τῷ σπέρματι μετὰ οἴνου παλαιοῦ λειώσας κατάπλασσε τὸ δῆγμα. Ἀφρικανοῦ πρὸς δῆγμα παντὸς θηρίο υ .
71 9 Κάρδαμον λειώσας ἐπίπλασσε μετὰ ὀθονίου, ἢ τούτου σπέρμα βρέξας καὶ λειώσας ὡσαύτως ἐπιτίθει μετὰ ὀθονίου. Τοῦ αὐτοῦ πρὸς πληγὴν ἰοβόλων ἐνύδρων ζῴων ἀφλέγμαντο ν .
71 10 Γῆ Λημνία πρὸς τὰς τῶν θαλαττίων ἰοβόλων πληγὰς ἁρμόζει μετ’ οἴνου διδομένη, καὶ λευκὰς ὀρεϊνὴ [καὶ] ὄξει καταπλασσομένη παραπλησίως ἰᾶται. Τοῦ αὐτοῦ προφυλακτικὸν εἰς τὸ μὴ ἀδικεῖσθαι ὑπό τινος ἰοβόλου δήγματο ς .
71 11 [5] Ἐλαίου ὠμοτριβοῦς 𐆃 βʹ, μυελοῦ ἐλαφείου νεοσφαγοῦς γο δʹ, κηροῦ τὸ ἀρκοῦν τήξας ἀμφότερα καὶ διηθήσας χρῶ κατὰ πάντων τῶν ἰοβόλων ὡς δεῖ. Τοῦ αὐτοῦ περὶ σκολοπένδρα ς .
71 12 [5] Ἡ σκολόπενδρα μεῖζον μὲν ἀδικεῖ. σὺ δὲ μέρος τι τῆς ἀντιδότου θηριακῆς ἐπιχρίσας ἴασαι τὸν κεκνισμένον τόπον. ἀσφοδέλου δὲ καρπὸν καὶ τὰ ἄνθη σὺν οἴνῳ πινόμενα σκολοπένδρας εἰσὶν ἀντίπαλα, συκῆς τε ὄλυνθοι μετ’ οἴνου καὶ ὀρόβου καταπλασσόμενοι παύουσι τὴν ἀλγηδόνα. Τοῦ αὐτοῦ περὶ ἀραχνίω ν .
71 13 [5] Τῶν ἀραχνίων εἴδη πολλά. τὰ δὲ ἀπ’ αὐτῶν ἀδικῆσαι δυνάμενα δύο, μαινόλης καὶ χαλκής. τοῖς μὲν οὖν ὑπὸ μαινόλους πληγεῖσιν ὑσσώπου ἢ ὀριγάνου γο δʹ ἑξαγ. δʹ ἁλός τε πεφρυγμένου ἶσον λείου καὶ σὺν μέλιτι ἐπιτίθει. ἢ κύμινον ὅσον τοῖς τρισὶ δακτύλοις συνέχειν ἅγνου τε καρπὸν τὸ ἶσον μετ’ οἴνου γο γʹ ἐγχυμάτιζε. διδόναι δὲ καὶ μάζας καὶ σκόροδα καὶ †λαβῶν ἐπωφελὲς διὰ στόματος. *** Τοῦ αὐτοῦ πρὸς μελίσσα ς .
71 14 [10] Πρὸς δὲ τὰ ἔντομα σφῆκας, μελίσσας, ἀνθρήνας, τενθρηδόνας, βομβυλίους, βέμβικας, δάφνης φύλλα κατάπλασσε ἢ μαλάχης ἢ σισυμβρίου ἢ κορίου. ποιεῖ δὲ καὶ βόλβιτον καταχριόμενον ὀπός τε συκῆς σὺν συκαμίνου φύλλοις ἢ καλαμίνθη ἢ φακὸς σὺν ἐλαίῳ χριόμενος. ἄπληκτα δὲ τὰ ζῷα τηρεῖ σικύου ἀγρίου ῥίζα ἐλαίῳ συνεψηθεῖσα, ὅθεν ἀλείφειν αὐτὰ χρὴ χαλβάνην σὺν ἐλαίῳ. ὁμοίως δὲ τοῦτο καὶ θυμιώμενον πρὶν ἀνοῖξαι τὰ σμήνη ἀπλήκτους διατηρεῖ ἢ μελισσόφυλλον ἐλαίῳ τρίψαντα ἀλείφειν, ἢ βόλβιτα θυμιᾶν ἢ ἐλελίσφακον. πᾶν δὲ ἔντομον ἐλαίῳ ἐπιρρανθὲν ἀναιρεῖται. Τοῦ αὐτοῦ περὶ διψάδο ς .
71 15 [10] Ἡ διψὰς καὶ αὐτὴ πολυώνυμός ἐστιν. καλεῖται γὰρ καύσων καὶ πρήστης ἀφ’ ὧν διατίθησι, μελάνουρος δὲ καὶ ἀμμοδύτης ἀπό τε τῆς διαίτης καὶ τῆς ἰδέας αὐτῆς, θηρίον ἐχίδνης μικρότερον καὶ χαλεπώτερον. ἐμποιεῖ γὰρ τοῖς δηχθεῖσιν [ἐγκύσης] ἐκκαύσεις δίψος τε ἐπιτεταμένον ἄχρι τοῦ πίνοντας διαρρήγνυσθαι. πρὸς δὴ τὸ διψάδος δῆγμα κύπερος ἐγχυμάτισμα δι’ οἴνου καὶ ὕδατος ὀνίνησι λάδανόν τε λελειωμένον καὶ οἴνῳ διδόμενον, ἔτι δὲ ἑσπέριον μῆλον τὸ κίτριον λεγόμενον προποτισθὲν μὲν ἀντιπαθεῖ, ἐπιποτισθὲν δὲ ἀρήγει, καὶ μάλιστα τὸ χρυσίζον αὐτοῦ. Περὶ δρυΐνο υ .
71 16 [5] Ὁ δὲ δρυΐνης ὄφις ἐν ταῖς τῶν δρυῶν ῥίζαις τὸν βίον ποιούμενος καὶ πρὸς ἄλλοις δένδροις καλινδούμενος οὕτω καὶ πονηρός ἐστιν πρὸς τὸ διαφθεῖραι κακῶς, ὡς, εἴ τις αὐτῷ ἐπιβαίη, τοὺς πόδας ἀποδέρεσθαι καὶ οἰδήματα καθ’ ὅλων τῶν σκελῶν γίνεσθαι. καὶ ἔτι θαυμασιώτερον· εἰ καὶ θεραπεύειν τις αὐτοὺς ἐθέλει, καὶ τούτου τὰς χεῖρας ἀποδέρεσθαι καὶ οἰδήματα καθ’ ὅλων τῶν σκελῶν γίνεσθαι. μελίας οὖν τῶν φύλλων ὁ χυλὸς πρὸ παντὸς βρωτοῦ καὶ ποτοῦ χρήσιμος πάνυ ἐγχυματιζόμενος. Τοῦ αὐτοῦ περὶ διαφόρων 〈δηγμάτων〉 καὶ πληγῶ ν .
71 17 [5] Ἴδια μὲν οὖν πρός τε δήγματα καὶ πληγὰς τῶν ἰοβόλων ζῴων ἃ προείρητα ι, κοινὰ δὲ ταῦτα· ἶρις μετ’ ὄξους πινομένη, παλιούρου σπέρμα ἢ μύρτης χυλὸς σὺν οἴνῳ, καρδάμωμον ὁμοίως, ἢ ἀπίου καρπὸς ἢ τριφύλλου γο c ʹ, ἀσφοδέλου ῥίζης ἑξαγ. βʹ κερατ. ϛʹ σὺν οἴνῳ, ὀπός τε σιλφίου ἢ σπέρμα κριθῆς, πολίου ἀφεψήματος ἐγχυματισμός, καὶ κενταύριον, δίκταμνον, καστόριον, πήγανον, ἐλελίσφακον, καλαμίνθη, ἅγνος. πρὸς τούτοις μὲν καὶ κατάπλασσε ἔτι πιτύροις σὺν ὄξει ἢ οἴνῳ, ἢ ῥαφανίσιν ἢ βολβοῖς. ταῦτα μὲν εἰρηκότες * ἤδη προσειλήφασιν πολλοὶ ἄλλος ἄλλο πείρᾳ τὸ δόκιμον ἐπαινῶν. πρὸς δὲ τούτοις ὁ μέν τις χυλὸν πράσου προςπιεῖν, ὁ δὲ ἀλεκτορίδος ζώσης τὸν ἐγκέφαλον ἐξελών, οἴνῳ ἀκράτῳ διείς, τῷ κινδυνεύοντι ὤρεξεν, ἄλλος οὖρον παιδὸς οἴνῳ καὶ αὐτὸ κραθὲν ἐπ[ιδ]έδωκεν. ὁ δὲ μῦν ἀνασχίσας ἐπέθηκε τῷ πλήγματι καὶ εἰς τὸν μῦν τὸν ἰὸν ἀνέσπασεν. — ἐγὼ δὲ προκρίνω τῶν πολλῶν, ὅπερ πρός τε λυσσοδήκτους καὶ σκορπιοπλήκτους ἐξεθέμην μυστήριον τὸ Παρθικό ν, ὃ διὰ τεσσάρων ἴσων ἀνύεται· σμύρνης, ἀριστολοχείας, γεντιανῆς, δαφνίδος [κενταυρίου].
71 18 [20] προσλαβὼν οὖν ταῦτα 〈καὶ τρίψας σὺν οἴνῳ καὶ ἀναβράσας ἐγχυμάτιζε.〉 εὐπόριστα δὲ καὶ ταῦτα· αἴγειον γάλα καθ’ αὑτὸ καὶ μετ’ οἴνου γο εʹ διδόμενον, βάτραχοι μετ’ οἴνου ἑψόμενοι καὶ ἐγχυματιζόμενοι 〈μετὰ〉 τοῦ ἀπ’ αὐτῶν οἴνου πρός τε ἰοβόλα πάντα καὶ φρύνους. καὶ ἁβρότονον δὲ λεῖον σὺν οἴνῳ, ἀγαρικόν τε ὁμοίως καὶ ἅγνου καρπὸς ὁμοίως, ἄμις Αἰθιοπικὴ καὶ Ἰταλικὸν κύμινον μετ’ οἴνου ἐγχυματιζόμενον, ἀμπελόπρασσόν τε ἐσθιόμενον, δάφνης τὰ φύλλα λεῖα μετ’ οἴνου ἢ ὕδατος ἐγχυματιζόμενα, ἢ δρυὸς βάλανοι ἐσθιόμενοι ἁρμόζουσι κόρεώς τε καρπός, μανδραγόρου ῥίζα σὺν μελικράτῳ. καὶ βδέλλαι δὲ ἐπιτιθέμεναι τῷ δήγματι βοηθοῦσι καὶ ἕλκουσιν. αἴγειος σπύραθος μετ’ ὀριγάνου ἐπιτιθέμενος θηριοπλήκτοις βοηθεῖ ἐλέφαντός τε ξηρὰ κόπρος. καὶ ἅγνου φύλλα καταπλασσόμενα, ἄλφιτα ὁμοίως μετὰ τρυγὸς οἴνου καὶ αὐστηροῦ οἴνου ἢ θαλάσσης ἐγχυματιζόμενα δαψιλῶς ἁρμόζουσι πρὸς πάντα ἰοβόλα ζῷα, ὅσα κατὰ ψῦξιν ἀναιρεῖ. — θηρίον οὖν, ὁποῖον 〈ἂν〉 δάκῃ, τούτου τὴν κεφαλὴν ἀνελὼν ἐπιτίθει τοῖς δήγμασι, καὶ ἐπιδήσας ἄνευ φλεγμονῆς ὑγιάσεις.
71 19 [5] ἢ καύσας τὴν πλήξασαν κεφαλὴν τὴν σποδιὰν ἐπιτίθει. ἢ δρακοντίου ῥίζαν, [ὅ ἐστιν ἄγριον ἄρον,] τρίψας θὲς ἐπὶ τὸν πεπληγότα τόπον προκατασχάσας. ὑακίνθου χυλὸς ἐγχυματιζόμενος παντὶ θηρίων ἀντιπαθεῖ. ἡ τε τοῦ ἀγρίου σταφυλίου ῥίζα περιαπτομένη καὶ ὁ καρπὸς ἐγχυματιζόμενος ἁρμόζει πρὸς πᾶν θηρίου δῆγμα καὶ πληγάς. Κατάντλημα πρὸς πᾶν θηρίου δῆγμ α .
71 20 Ἀριστολοχείας, πηγάνου, τριφύλλου ἀνὰ κερατ. ιηʹ, δαυκίου κερατ. θʹ ἀποβρέξας ἐν ὕδατι κατάντλει. Περὶ ὑοσκυάμο υ .
71 21 [5] Τῷ ὑοσκυάμου ἐμφορηθέντι ἵππῳ γυναικὸς γάλα ἐγχυματιζόμενον βοηθεῖ, καὶ ὄνειον δὲ γάλα ὁμοίως θερμόν, προσέτι ἀψίνθιον μετ’ οἴνου καὶ πεπέρεως ἡδύοσμός τε ὁμοίως ἅμα οἴνῳ. μόνον δὲ βόειον γάλα ἐγχυματιζόμενον ἀντιτάσσεται πᾶσιν ἢ αἴγειον. ἀλεκτορίδος τε ζωμὸς ἅμα ἐλαίῳ, καὶ ἄρνειον αἷμα σὺν μελικράτῳ ἑψόμενον, ἀνδράχνης τε χυλὸς μετὰ μελικράτου εἰς γλοιοῦ πάχος ἑνωθεὶς συνεργεῖ. στροβίλων πυρῆνες καὶ σπέρμα σικύου ἅμα οἴνῳ ἐγχυματιζόμενον συνέρχονται πρὸς σωτηρίαν. Τροχίσκος †Ἀνθεμυστίωνος πρὸς πᾶν δῆγμα ἑρπετῶν καὶ ἰοβόλων θηρίω ν .
71 22 [5] Καστορίου ἑξαγ. α c ʹ, ἄμεως καρπόν, τριφύλλου ἀνὰ γο α c ʹ, βρυονίας γο βʹ, ἀνίσου γο β c ʹ, ὀροβίνου ἀλεύρου 𐆃 α c ʹ ἀντλεῖν οἴνῳ. καὶ καλὸν μὲν τὸ ἀπὸ θηριακῆς ἀμπέλου, ὡς ἐκκείσεται ἐπὶ τῶν σπουδαιοτάτων· [καὶ] λεάνας ἀνάπλασσε τροχίσκον καὶ προπότιζε καὶ οἴνῳ λειῶν περίχριε. Φάρμακον Ἀσκληπιάδ ( ο υ ) πρὸς τὰ ἔναιμα τραύματα τὰ ἀπὸ δηγμάτων ἄρκτω ν , παρδάλεων καὶ τὰς τῶν νεύρων διακοπά ς .
71 23 [5] Ἰοῦ ξυστοῦ, στυπτηρίας στρογγύλης ἀνὰ γο αʹ, λεπίδος χαλκῆς, χαλβάνης ἀνὰ γο α c ʹ, κηροῦ γο ιϛʹ πιτυΐνης γο λβʹ, ἐλαίου 𐆃 αʹ. ὄξει λείου τὰ ξηρὰ καὶ τὴν χαλβάνην, καὶ τήξας τὰ τηκτὰ ἐπίχεε. Περὶ αἰλουροδήκτω ν .
71 24 Τερεβινθίνην σὺν μέλιτι καὶ ἐλαίῳ τήξας χρῶ, ἢ κενταύριον λεῖον μετὰ μέλιτος, ἢ ἀλεκτρυόνος κόπρον ὑγρὰν λεάνας μετὰ στέατος ὀρνίθων χρῶ. Στράτωνος ἀποθυμίαμα ἀποδιῶκον θηρία ἰοβόλ α .
71 25 [5] Χαλβάνην, κάχρυος ῥίζης, κέρατος ἐλαφείου, μελανθίου ἀνὰ γο αʹ, λεάνας πάντα μετ’ ὄξους ἀνάπλαττε τροχίσκους καὶ ἐπὶ τῆς χρείας βρέξας ἐν ἐλαίῳ θυμία κατὰ μέσον τῆς οἰκίας ἢ διὰ χωνείου τὸν φωλεόν. Πρὸς ῥῆγμα τρυγόνος θαλασσία ς .
71 26 Τρίγλα ὁ ἰχθὺς ἔτι ζῶσα σχισθεῖσα καὶ ἐπιτεθεῖσα τῇ τοῦ κέντρου πληγῇ παρευθὺ τὴν ἴασιν παρέχει. Ἀφρικανοῦ πρὸς τὸ μὴ ἀδικεῖσθαι κτήνη ὑπὸ φρύνου νύκτωρ ἢ ἐν ζοφερῷ τόπῳ 〈ἐμφωλεύοντοσ〉 προσφυσώμεν α .
71 27 [5] Ὁ φρῦνος προσφυσᾶν εἴωθεν τοῖς κτήνεσι χαλεπώτατα, ἤν που ἐν ἱπποστασίῳ νύκτωρ λάθῃ ἢ ἐν ζοφώδει τόπῳ, καὶ νόσοι παρακολουθοῦσιν ἐκ τούτου λοιμικαὶ τῆς ζωῆς καὶ οἰδήματα δυσίατα, ὡς ἀργεῖν πᾶσαν ἐπικουρίαν πρὸς τὸ δεινόν. χρὴ οὖν πρὸς τὸ μηδέποτε αὐτὸν τοιοῦτον δρᾶσαι πῦρ ἐν τοῖς ἱπποστασίοις διαρκὲς ὑφάπτειν. τουτὶ γὰρ τὸ ζῷον ὡς ἔλεγχον αὑτοῦ φοβεῖται τὸ πῦρ. Περὶ βδελλῶν.
72 1 Πρὸς τὰς ἐν τῷ στόματι κεκολλημένας βδέλλα ς . Κόρεις πέντε θλάσας κτλ. ἢ γάρου ποτήριον ἐγχυμάτιζε διὰ πείρας. Περὶ ὀρνιθίας.
73 1 [5] *** εἰς ὀρνίθειον κόπρον ἢ πτερὸν ἢ τιλήσει λεπτὸν καὶ μυξῶδες. βοηθεῖται δὲ οὕτως· λαβὼν τὴν στερεὰν τῆς ὄρνιθος κόπρον τρῖψον. εἶτα μῖξον ἀλφίτων πυρίνων 𐆃 ϛʹ καὶ ῥοὸς γο αʹ φύρασον οἴνῳ μέλανι καὶ ποιήσας μάζας δίδου ἐσθίειν μετὰ ἀχύρων πυρίνων. — ἐὰν δὲ ἄλλως διαρροισθῇ, λαβὼν ἀλφίτων πυρίνων 𐆃 ϛʹ καὶ γιγάρτων τὸ ἶσον κεκομμένων ἀναμίξας εἰς τὸ αὐτὸ ῥάμνον τε καθεψήσας ἐν οἴνῳ αὐστηρῷ καὶ μίξας ἐγχυμάτιζε τὸ αὔταρκες.
73 2 [5] κριθὴν δὲ μὴ διδῷς φαγεῖν, ἕως ἂν παύσεται. ἄκος γὰρ ἔσται τῷ πάθει. ἐὰν δὲ καὶ φαρμαχθῇ, κορίαννον καὶ ῥαφάνου ῥίζαν τρίψας ἐν οἴνῳ ἐγχυμάτιζε. ἄριστον δὲ καὶ τὸ ἐνίτζιν τετριμμένον καὶ ἐγχυματιζόμενον μετὰ οἴνου. Περὶ κράμβης ἀγρίας καὶ μυοφόνου καὶ κωνείου καὶ ἐλλεβόρου.
74 1 Περὶ κωνείο υ . Γάλα ὄνειον ἢ βόειον νεοάμελκτον καὶ ἀψίνθιον μετὰ πεπέρεως καὶ πηγάνου ἐγχυμάτιζε. Περὶ κεντρίτιδος.
75 1 [5] Ἱεροκλέου ς . Τῆς κεντρίτιδος σημεῖα ταῦτα· ὑποκνῆθον ἔχει τὸ σῶμα καὶ κακουχίας μεστὸν καὶ ἑαυτὸν τρώγει καὶ εὐαφής ἐστι τῷ πάθει καὶ τῇ κνησμονῇ. θεραπεύεται δὲ οὕτως· ἀφελὼν ἐκ τῶν ὤμων ἢ ἐκ τῶν βουβώνων αἷμα, τούτῳ σύμμιξον θεῖον ἄπυρον καὶ ἔλαιον καὶ ὄξος καὶ μάνναν. τούτοις σύγχρισον αὐτόν. εἶτα ἁπαλῷ ἐλαίῳ χρῖσον καὶ ὑγιαίνει. Περὶ ὀδόντων ἐκφύσεως.
77 t Πῶς δεῖ καίειν καὶ πότε καὶ περὶ καύσεως. Καυστικὸν τὰ ὑγρὰ ξηραῖνον καὶ τὰ ἠραιωμένα καὶ τὰ κεχαυνωμένα σφίγγον καὶ τὰ κεκοπωμένα ἀνακτώμενον καὶ τὰ βεβλαμμένα ῥωννύον καὶ ἰσχυροποιοῦ ν .
77 1 [10] Ἀσφάλτου Ἰουδαϊκῆς 〈ἢ〉 Ἀπολλω〈νιάτιδοσ〉, κηροῦ, ῥητίνης πεφρυγμένης [ γ ] ἀνὰ 𐆃 αʹ, ἀξουγγίου, μυελοῦ ἐλαφείου, βδελλίου Ἀραβικοῦ, κηροῦ, προπόλεως, ὀποπάνακος, καστορίου, χαλβάνην, δακρύου στύρακος, ἀποχύματος, ὑσσώπου χυλόν, δακρύου ἀμμωνιακοῦ, πίσσης Βρυττίας ἀνὰ γο βʹ, μάννης, λιβανωτοῦ ἀνὰ γο ϛʹ, ἰξοῦ Ἰταλικοῦ οὐγγίας δʹ. Περὶ καυστικῶ ν .
77 2 Κρίθινον ἄλευρον, πίτυρον, ᾠόν, ὄξος ὀλίγον, ῥόδινον ἑνώσας χρῶ. Πρὸς τὰ κατακαύματ α .
77 3 Μήλου φλοιὸν ὕδατι ἀφεψήσας ἐπίθες καὶ θαυμάσεις. Ἄλλω ς .
77 4 Πρόπολιν, ἀμμωνιακόν, ὀποπάνακος, στυπτηρίας σχιστῆς, πεπέρεως ἀνὰ γο βʹ, κωναρίων γο αʹ, πευκεδανοῦ γο αʹ, χαλβάνην γο δʹ, νίτρου γο αʹ. Πῶς δεῖ γραστίζειν.
78 1 [10] Ἀριστοτέλους εἰς τὸ αὐτ ό . Οἱ ἵπποι καὶ οἱ ὀρεῖς καὶ οἱ ὄνοι καρποφάγα μέν εἰσι καὶ ποοφάγα, μάλιστα δὲ πιαίνεται τῷ ποτῷ. ὡς γὰρ ἂν πίνῃ τὰ ὑποζύγια τὸ ὕδωρ, οὕτω καὶ παρὰ τὴν ἀπόλαυσιν ἔχει τῆς τροφῆς, καὶ ὁποῖον ἂν ἧττον δυσχεραίνῃ τῷ ποτῷ, τοῦτο μᾶλλον εὔχορτόν ἐστι. ἡ δὲ γράστις λειοτριχεῖν ποιεῖ, ὅταν ἔγκυος ᾖ. ὅταν δ’ ἀθέρας ἔχῃ σκληρούς, οὐκ ἀγαθή. τῆς δὲ πόας τῆς Μηδικῆς, ἥτις πρωτόκουρος, φαύλη, καὶ εἴ τι ἂν δυσῶδες ὕδωρ ἐπάγηται· ὄζει γάρ. πίνειν δ’ οἱ μὲν βόες ζητοῦσι καθαρόν, οἱ δ’ ἵπποι ὥςπερ καὶ οἱ κάμηλοι. ἡ δὲ κάμηλος πίνει ἥδιον θολερὸν καὶ παχύ. οὐδὲ γὰρ ἀπὸ τῶν ποταμῶν πρότερον πίνει, εἰ μὴ συνταράξῃ. Πῶς δεῖ χλοάζειν τὰ ἐν τῷ σταύλῳ ζῷ α .
78 2 [5] Ὁ χλοάζων τὰ ἐν τῷ σταύλῳ ζῷα ἐπιμεληθήτω εἰς χλόην ἐπαφιεὶς πρῶτον μὲν χρῆσθαι ταῖς θεραπείαις ταύταις· ἀναφύσησόν τε διὰ ῥινῶν, διαλαμβανόμενος τοὺς κροτάφους, οἰνελαίῳ διὰ τὴν τῆς κεφαλῆς σφήνωσιν, καὶ διαστήσας τρεῖς ἡμέρας ἄφες ἐπινεύειν εἰς τὸ χαμαί, μὴ εἰς βαθὺν χόρτον, ἀλλὰ καταδεέστερον, ἵνα μετὰ τάσεως τῆς ὀσφρήσεως γινομένης καὶ κίνησιν ἡ κεφαλὴ λαμβάνουσα πᾶσαν τὴν μοχθηρίαν τῆς ἀρρωστίας ἀπὸ τοῦ ἐγκεφάλου διὰ τῶν μυκτήρων παραπέμψῃ. μετὰ δὲ τρεῖς ἡμέρας φλεβοτόμει ἀπὸ τοῦ τραχήλου ἀσφαλιζόμενος διὰ τὸ σφαγίτιδας ὑπάρχειν τὰς φλέβα ς . ἀναγκαίως δὲ ἔχει φλεβοτομεῖν ἐκ τῶν μερῶν ἐκείνων. πάντες γὰρ οἱ ὀχετοὶ ἐγκείμενοι τῷ ζώῳ ἐ π ’ ἐκείνας ἀνάγουσ ι . Καὶ φλεβοτομήσας σύγχρισον τῷ αἵματι μετὰ τῆς προσηκούσης ἐπιμελείας, καὶ στῆσον ἐν σκότει βαθεῖ ἡμέρας ἑπτά, παραβάλλων αὐτοῖς τὴν γράστιν· εἶτα ἀπόσμηχε, καὶ ἀποσπογγίσας τὰς ἰκμάδας τοῦ ὕδατος οἴνῳ καταφύσα αὐτὸν δι’ ὅλου τοῦ σώματος, καὶ ἁλὶ λεπτῷ παράσμηχε διὰ τὰς σιαλιτώσεις, καὶ ἔασον αὐτὸν ἐπὶ τὴν νομὴν πᾶσαν ὕλην [μόνη] νέμεσθαι.
78 3 [10] ἐγχυμάτιζε δὲ αὐτὸν ἀπὸ τῆς χλόης καταψυκτικοῖς διὰ γλυκέος χρηστοῦ, καὶ ἔσται ὑγιὴς διὰ παντός· ἐὰν δὲ βήσσῃ τῇ γράστει, γίνωσκε ὑπὸ ἀθέρων αὐτὸν ὀχλεῖσθαι. μάλιστα μὲν οὖν, ὅταν ἡ γράστις ἐκδράμῃ, ὑπὸ τῶν ἀθέρων ἡ ἀρτηρία πήγνυται καὶ τὸν βῆχα ἐπάγει. διὸ δεῖ τοῦτον ταυριάζει ν, 〈τὴν ταυρέαν〉 βρέχοντα οἰνομέλιτι, ἵνα τὰς ἀρτηρίας ἀποκαθάρῃ. Περὶ εὐνουχισμοῦ.
80 t Περὶ θλάσματος, σειριασμοῦ, ταινίας, πληγῆς, οἰδήματος καὶ λοιπῶν ποδικῶν. Περὶ θερμοπλήσεως καὶ ἁπαλοποδίας καὶ θλάσματος καὶ παρκινήσεως καὶ ταινίας καὶ σειριασμοῦ καὶ χηνιασμοῦ καὶ πάντων τῶν ἐν τοῖς ποσὶ παθῶν ἀπαραβατικό ν .
80 1 [5] Ἄψυρτος Οὔρσῳ στρατηλάτῃ χαίρει ν . Ἐδήλωσάς μοι, δέσποτα Οὖρσε, πυνθανόμενος, ὅπως γίνεται τάματα ἐν τοῖς ποσὶ τῶν ἵππων, καὶ πῶς ταῦτα σημαίνει; ἔστι δὲ οὕτως· ὅταν ἀναβάτην τύχῃ καὶ κέλητα γενέσθαι μὴ πείραν ἀσφαλῆ ἔχοντα τοῦ καθέζεσθαι καὶ ἡνιοχεῖν τὸ ζῷον, ἀλλ’ ἐλαύνειν διαρρεόμενον, περιφερόμενος οὕτως διὰ τὸ μὴ χαλιναγωγεῖσθαι αὐτὸν τῇ πείρα ὑπὸ τοῦ ἀναβάτου, πλαγιάζων τὰ σκέλη εἰς ἔκφυσιν φέρει τὰς ὁπλάς, καὶ τῶν ἄρθρων διασειομένων καὶ τῶν νεύρων καμνόντων, οὕτως ἐν ἐκείνοις τοῖς τόποις 〈τὰ〉 τάματα καὶ τὰ ῥήγματα γίνεται μετὰ φυσήματος καὶ οἰδημάτων. — ὀφείλει οὖν καταντλεῖσθαι τῇ συντεταγμένῃ χαλαστικ ῇ, κάλλιον μέν, ἐὰν ᾖ θαλάσσιον ὕδωρ εἰς τὸ καθεψεῖν τὰς βοτάνας, εἰ δὲ οὐκ ἔστιν, ὕδατι καινῷ βαλὼν ἅλας, οὕτω καθέψει εἰς τρίτον καὶ χρῶ τῇ καταντλήσει, καὶ ἀποξύσας τὰς ἰκμάδας τοῦ ὕδατος, οἴνῳ ἀναλάμβανε καὶ κατάπλασσε αὐτὸν τῇ ὠμῇ λύσει ἐν ἀρχῇ, ἄχρις οὗ οἱ ὄγκοι τῶν οἰδημάτων συμπέσωσιν.
80 2 [10] ἢ ἀναλαμβανόμενος φάρμακον, προαποτρίβων οἴνῳ, κατάπλασον, ἄχρις οὗ οἱ τόποι οἱ νευρώδεις συμπέσωσιν. καὶ τότε φλεβοτόμῳ χρῆσαι ἐκ τῶν ὁρωμένων τόπων, καὶ ὅταν περιπατήσει ὑγιής, ξηρῷ μαλάγματι σφίγξον, μέχρις οὗ πάντα τὰ νεῦρα τόνον λάβῃ. Περὶ ἁπαλοποδία ς .
80 3 [5] Σαῦραν ζῶσαν βαλὼν εἰς κάκκαβον σὺν ὄξει δριμυτάτῳ ἕψει, ἕως οὗ διαλυθῇ. εἶτα ἀσφάλτῳ ἀσφόδελον, θεῖον ἄπυρον, στέαρ βουβάλειον καὶ ταύρειον ἢ τράγειον καὶ κηρὸν καὶ ἔλαιον ἐμβαλών, συνέψει. εἶθ’ οὕτως ἀπόχριε τὰ πέλματα. Περὶ θλασμάτων καὶ πόθεν γίνοντα ι .
80 4 [5] Ὅταν ἡ στάσις μὴ ᾖ καθαρά, ἀλλ’ ἔνσκοτος καὶ ἔνυδρος, πυρουμένων τῶν πελμάτων καὶ ἀποκινουμένων, οἱ ἰχῶρες ὑποτρέχουσιν ὑπὸ τὰς χοινικίδας καὶ πυοῦνται αἱ ὁπλαὶ ὑπὸ τῶν ἰχώρων σύστασιν λαμβανόντων. διὸ καὶ πυῶδες μετὰ δυσώδους ἀποχαρασσομένων τῶν πελμάτων ἐκφέρουσι. θεραπεύονται δὲ οὗτοι ὑποξυόμενοι ὄξει καὶ πιτύροις ἢ κριθαῖς καθεψημέναις. ἐστὶ δὲ σκληρὸν τὸ ἄλγημα. Περὶ ποδῶν λεπρώντω ν .
80 5 [5] Ὅτε οἱ πόδες τοῦ ἵππου λεπρῶσι, χρὴ ἐξ αὐτῶν τὸν ἰχῶρα ξέειν καὶ θεραπεύειν οὕτως· στυπτηρίας μαλακῆς 𐆃 δʹ εἰς χυτρίον βαλὼν ἐπίχεε ἀμόργην ἐλαίου 𐆃 γʹ. εἶτα ὑπόκαιε, ἕως ἀναζέσει, καὶ ὀθόνην ἐμβάψας, τρῖβε ταύτῃ τοὺς πόδας, τῆς χειρὸς ἀπεχόμενος. τοῦτο ποίει δὶς τῆς ἡμέρας. Περὶ σειριασμοῦ ἵππο υ .
80 6 Ἀρσενίκιν σχιστὸν τρίψας μετὰ ῥητίνης χρῖε, ἢ κανθαρίδα μετὰ ἐλαίου χρῶ. Ἐὰν σειριάσει ἐπὶ πολ ύ .
80 7 Τέφραν δρυΐνην ἢ κληματῖτιν μετὰ μέλιτος ἀναφυράσας περίχριε τοὺς πόδας. Χηλοστυπτικὰ καὶ ψωριῶσ ι .
80 8 Ῥοῦν καὶ πίτυν ἶσον ἑκάστου ἑψήσας μετὰ ὄξους εἰς χύτραν καινὴν καὶ βρέξας σπόγγον μετὰ ὄξους ἐπίθες. ταῦτα καὶ ψωριῶντα θεραπεύει. Πρὸς συγκοπὴν ποδό ς .
80 9 Σῦκα ξηρὰ μετὰ ἅλατος κόψας κατὰ τῶν ὀνύχων ἐπίθες. Τιβερίου εἰς ἐκπύησιν δακτύλω ν , ἐὰν διά τινα αἰτίαν θλιβῇ καὶ ὑγρὸν συνάξ ῃ .
80 10 Γύρεως κτλ. Πρὸς ἀνατετριμμένους πόδα ς .
80 11 Πίσσης ὑγρᾶς, στυπτηρίας, ὄξους ἀνὰ γο ϛʹ, συκοφύλλων τὸ ἀρκοῦν. συγκόψας πάντα καθ’ αὑτό, τοὺς πόδας τοῦ κάμνοντος ἵππου καθ’ ἡμέραν ὑπάλειφε καὶ χρῶ ὡς δοκίμῳ. Πρὸς σειριασμό ν .
80 12 [5] Τρία γένη εἰσὶν σειριασμοῦ· ἓν μέν, ποιεῖ λεπίδας ξηρὰς καὶ φλυκτίδας ὁ ποὺς τοῦ ἵππου καὶ ἐξαιματοῦται διὰ τὸ εἶναι τὸ πάθος ξηρόν. τὸ δὲ ἕτερον [τὸ δὲ] ἀνατριχίζον καὶ φέρον ὑγρὸν γίνωσκε, ὅτι ἐστὶν ἀπὸ ῥεύσεως καὶ δέον θεραπεύειν οὕτως· χρίσας τὸν πόδα χρίσματι ἔα ἡμέραν μίαν, καὶ μετὰ τοῦτο λαβὼν στυπτηρίαν σχιστὴν τετριμμένην καὶ σίναπιν καὶ ὀρόβινον ἄλευρον καὶ ἰάριν καὶ μίξας πάντα ὁμοῦ μετὰ μέλιτος ἀναλάμβανε, καὶ ἐπιχρίσας τὸν πόδα φασκίωσο ν. Ἄλλω ς .
80 13 [5] Βαλὼν ἀξούγγιον ἄπαστον χοίρειον λιτὸν καὶ ὄξος δριμὺ καὶ ὑδράργυρον, εἶθ’ οὕτως ἀμφότερα ἕνωσον ἰσχυρῶς, ἕως γένωνται μία οὐσία βαλὼν αὐτὰ εἰς ἰγδὶν πρόσβαλον λαπάθου ῥίζης χλωρᾶς τὸν φλοῦν τετριμμένον καὶ τεάφιν καὶ πίσσαν καὶ ἀγριοσταφίδα. τοῦτο πάνυ χρήσιμόν ἐστιν. Ἄλλω ς .
80 14 [5] Πρῶτον χρῖσον τὸν πόδα τοῦ ἵππου καὶ ἀνάτριψον ῥάκει τριχίνῳ μετὰ ὄξους, μέχρις οὗ αἷμα ἐξέλθοι. εἶτα λειώσας ὕελον καὶ κοσκινίσας σχίσον δουμάκιν καὶ ἐπίπλασσε τὴν ὕελον καὶ δέσμει ἡμέρας τρεῖς. εἶτα λύσας καὶ πλύνας μετὰ σάπωνος πάλιν θὲς ἕτερον δουμάκιν μετὰ ὑέλου, μέχρις ἂν καταφάγῃ καὶ ἐλαττώσῃ τὴν ἐν τῷ ποδὶ κακίαν. καὶ μετὰ τοῦτο ἐκτιθεὶς ἐκ τρίτου δουμάκιον ἄνευ ὑέλου, ἄφες ἐπὶ τρισὶν ἡμέραις. εἶτα λούων ὕδατι ψυχρῷ κατάντλει, μέχρις ἂν ὑγιάνῃ. Ἄλλω ς .
80 15 Ἄσβεστον ζῶσαν ἡμερόκαυστον λαβὼν σβέσον μετὰ ὄξους δριμέος καὶ ἅπλωσον εἰς παν〈ίον〉, καὶ ἐπιρράνας ἔλαιον ὀλίγον, ἐπίδησον καὶ ἔασον ἕως αὔριον τῆς αὐτῆς ὥρας, εἶτα λῦσον. τοῦτο ποίησον, ἕως ἂν ὑγιάνῃ. Εἰς ταινία ν .
80 16 Βαλὼν ὑγρόπισσον εἰς θερμόν, τάραξον καὶ χύσον αὐτὸ τὸ θερμὸν ἕως ἑπτάκις. εἶτα ποίησον αὐτὸ ὡς ἔμπλαστρον καὶ θές. ἢ ὀρνιθίαν μετὰ ὄξους ἀναζύμωσον καὶ τιθεὶς περιδέσμει. Ἔμπλαστρον ταινία ς .
80 17 Ἀγριοσταφίδος, θείου ἀπύρου, ἀμμωνιακόν, σμύρναν, λίβανον, λαδάνου .. ὅ ἐστιν μαστίχης ἀνὰ γο μίαν, ῥητίνης γο γʹ, τερεβινθίνης, χαλβάνης ἀνὰ ἑξαγ. δʹ, ὀπίου ἑξαγ. δύο, ἐλαίου, κηροῦ καὶ σαπωνίου. Ἄψυρτος εἰς χηνιασμό ν .
80 18 [15] Συμβαίνει τοῖς ἵπποις νόσος χαλεπὴ ἐν τοῖς ποσὶ περὶ τὴν στεφάνην τῶν ὀνύχων, ἥ τις ἀπρέπειαν καὶ χωλείαν τούτοις ἐργάζεται μάλιστα διὰ τὸν αὐχμόν. γίνεται δὲ ὡσπερεὶ τραύματα καὶ λεπίδες ἐπάνω τῶν ὀνύχων αὐτῶν. θεραπεύεται δὲ οὕτως· ἡνίκα ἄρξηται ποιεῖν τραύματα ὥσπερ λεπίδας καὶ φύῃ τρίχας οὐκ ἐξ αὐτῆς τῆς φύσεως, ἀλλ’ ὥσπερ παραφυάδας, λαβὼν χρῖσμα χρῖσον τὸν τετραυματισμένον τόπον, καὶ μαχαιρίῳ ξυλίνῳ καλῶς ἀποκάθαρον, ἕως οὗ ἐξέλθοι αἷμα. εἶτα λαβὼν δαφνέλαιον καὶ ἅλας, ἄλειφε τῇ πρώτῃ ἡμέρᾳ. τῇ δὲ ἐπιούσῃ πάλιν καθάρας τὸν τόπον λαβὼν χελώνην ὀρεινήν, μὴ λιμναίαν, καὶ τρήσας αὐτῆς τὸ ὄστρακον μετὰ μαχαίρας τὸ αἷμα αὐτῆς ἄλειφε τοὺς τόπους, ἐν οἷς εἰσι τὰ τραύματα. ἄλειφε δὲ τρὶς τῆς ἡμέρας μετὰ ἀξουγγίου. καὶ γὰρ θαυμαστῶς καὶ τρίχας αὔξει καὶ τὰς οὐλὰς θεραπεύει. Εἰς εὐθραύστους ὄνυχα ς .
80 19 Βούτυρον εἰς ἄνθρακας ἀναλύσας ἄλειφε τὴν στεφάνην τῶν ὀνύχων τοῦ ἵππου καὶ ἱστάτω ἐν ἡλίῳ. τοῦτο ποίει μέχρι ιεʹ ἡμερῶν καὶ ὑγιάσεις. Εἰς παράλυμ α .
80 20 Ἄλειφε τῆς ὁπλῆς τὸν ὄνυχα ἤτοι τὴν στεφάνην τοῦ ἵππου ἔλαιον, εἶθ’ οὕτως ἐπίπασσε τὸν τόπον τίτανον ἀκατάσβεστον καὶ ὑγιαίνει. Περὶ μηρο ῦ .
80 21 [5] Ἐὰν δὲ ἡ συμβολὴ τοῦ σκέλους σπάσμα λάβῃ ἢ στρέμμα ἢ ἄλλο τι γενήσεται, τὸ σκέλος συνάγειν οὐ δύναται οὐδὲ κοιμᾶσθαι [ἀφαίλει] οὐδὲ ἐᾷ τὴν χεῖρα προσφέρειν αὐτῷ. αἷμα οὖν ἄφελε ἀπὸ τοῦ ἀστραγάλου καὶ κατάντλει ὕδατι θερμῷ καὶ οἴνῳ καὶ ἐλαίῳ, καὶ περιπατείτω. ἐὰν μὴ ἀποκαθίσται, κατὰ τὴν συμβολὴν αὐτοῦ τοῦ μηροῦ τὴν καῦσιν ὁμοίαν ποίει, ἵνα ὁ τόπος περιληφθῇ τῆ〈σ〉 συμβολῆ〈σ〉. ἐὰν δὲ ἔτι 〈ὑγιεία〉 μὴ ἐπιγένηται, καῖε ταῖς ὀρθαῖς καυτηρίαις φυλασσόμενος τὸ καυτήριον μὴ θίγῃ τοῦ αἰδοίου. Περὶ σειράματος ἤτοι χειρώματος Θεοφυλάκτου πατριάρχο υ .
80 22 [10] Πρὸ πάντων ψιλώθρῳ τὸν τόπον ἀποκάθαρε, εἶτα πυρία ἐν τούτοις· μυρσίνοις φύλλοις, δενδρολίβανον, δάφνης φύλλα ἀνὰ 𐆃 βʹ, ἰτέας φλοιοῦ, βάτου ῥίζης, σφαιρίων κυπαρίσσου, ἀσφοδέλου ῥίζαν, σιδίων, κηκῖδος, βαλαυστίων, ἀμόργης ἀνά 𐆃 αʹ, μέλιτος 𐆃 βʹ, οἴνου στύφοντος τὸ ἀρκοῦν. ἀπόβρεχε πάντα μετ’ οἴνου νυχθήμερον, καὶ ἑψήσας πυρία καταντλῶν. εἶτα ῥάκος τρίχινον βρέχων εἰς ὄξος μετὰ ἁλῶν τὸν τόπον ἀπότριβε, μέχρις ὅπου ἀπορρεύσει αἷμα. καὶ λαβὼν τοῦ ἀλείμματος, ὅπερ δέχεται ἀκακίας χυλὸν τῆς κιρρᾶς, ῥητίνης, ἰοῦ ξυστοῦ, λιθαργύρου, ψιμυθίου, ἀρσενικὸν σχιστόν, σκωρίας μολίβδου, ἀγριοσταφίδος, κανθαρίδων, πίσσης ὑγρᾶς ἀνὰ γο βʹ, ὀροβίνου ἀλεύρου, ἐρεγμίνου, σιδίων, κηκῖδος, ἀσβέστου ζώσης, ὑέλου τετριμμένης ἀνὰ γο αʹ, κόπρου ὑείας γο β c ʹ, κόπρου κυνείας ὁμοίως, στέατος ὑείου γο θʹ, στέατος φώκης γο γʹ, πάντα σήσας λεπτῷ κοσκίνῳ ἐπέμβαλε τούτοις τὰ στέατα καὶ τὴν ὑγρὰν πίσσαν καὶ ἀναμαλάξας χρῶ, ἐμπλάσας εἰς λινοῦν ῥάκος καὶ ἐπιδεσμῶν.
80 24 [5] Ἀφρικανοῦ εἰς τὸ πραῦναι 〈φλεγμονὰς ποδῶν〉 καὶ ἄλλων μερῶ ν . Φοίνικας ζʹ προβρέξας ἐν οἴνῳ γλυκεῖ, ἕως ἁπαλοὶ γένωναι, τρῖβε σὺν ἀρκοῦντι ῥοδίνῳ ὡς λειότατα. εἶτα κηροῦ καὶ στέατος χοιρείου προσφάτου καὶ ψιχῶν ἄρτου ἶσα σὺν ῥοδίνῳ ἑψήσας μικρὸν κατὰ τῶν λελειωμένων φοινίκων ἐπίχει, καὶ ἑνώσας ἐν θυίᾳ, ποίει ὑγρὸν ὡς ἐμπλαστρῶδες, καὶ ἐπιθεὶς τὴν φλεγμονὴν εὐθὺς ἀρεῖς. Περὶ μανίας, λύσσης, ληθάργου, σκοτωματικῆς, ἀπιώσσου, ἐπιλήπτου, ἀτιθάσσου καὶ πρὸς τὸ ἡμίονον παῦσαι λακτίζοντα.
81 1 [10] Περὶ μανία ς . Συμβαίνει τὸν ἵππον μαίνεσθαι ἀπὸ ἰσχυρότητος πόνου. τεκμήριον δὲ ἔχει ταῦτα· ὄμματα αἱματούμενα ἔχει, ἑαυτὸν δάκνει καὶ λακτίζει καὶ τρέχει ἀνθρώπους δακεῖν, ἑαυτὸν ἐπὶ τοῦ τοίχου καὶ τῆς φάτνης ἀράσσει. ἔστι δὲ ὅτε καὶ προσθεὶς τὴν κεφαλὴν τῷ τοίχῳ μίαν ** τοῦτον δεῖ φλεβοτομεῖν καταρχὰς ἐκ τῆς σφαγῆς καὶ ἐᾶν αἷμα ῥεῦσαι πολὺ καὶ ἀναστέλλειν ἀπὸ πάσης τροφῆς. τῇ δὲ ἄλλῃ ἡμέρᾳ τρίψας πάνακα γο αʹ μετ’ ὄξους πότιζε ἐπὶ ἡμέρας δʹ καὶ παράβαλλε πράσα, καὶ πάλιν φλεβοτόμει ἀπὸ τῆς κλειδό ς . ἐὰν δὲ καθαρισθῇ, δίδου τροφὴν καὶ ἐπιμελοῦ ὡς δεῖ. Περὶ σκοτασμο ῦ .
81 2 Σκόροδα κόψε καὶ μῖξον μετὰ οἴνου γο ιʹ καὶ διὰ στόματος ἐγχυμάτιζε. τοῦτο καὶ δυσσουριῶντας ὠφελεῖ, ἐπιμιγνυμένων καὶ ᾠῶν δέκα τῶν λευκῶν. Πρὸς τὸ μὴ λακτίζειν ζῷα ἀλλήλων ἐν τῇ φάτν ῃ .
81 3 Λαβὼν ὕδωρ καθαρὸν πλῦνον τοῦ ἑνὸς τὴν οὐρὰν καὶ δὸς τῷ ἄλλῳ πιεῖν καὶ εἰρηνεύσουσιν. ἢ ἑκάστου ὀνίδα λύσας ἐν ὕδατι ἀλλήλοις δὸς πιεῖν. Πρὸς τὸ πράως ὁδεύειν τὸν ἀγριαίνοντα ἵππο ν .
81 4 Τῆς περιστερεῶνος βοτάνης κλῶνα λαβὼν ἐνείλησαι εἰς τὸν χαλινὸν τοῦ ἵππου. Πρὸς ληθαργικό ν .
81 5 Ὅταν ἵππος ληφθῇ τῷ τοιούτῳ νοσήματι, καταπίπτει, ῥέγχει, κοιμᾶται λίαν τό τε χεῖλος κεχαλασμένον ἔχει καὶ χασμᾶται. ταῖς χερσὶν οὖν ἀποτρίβων καὶ ἐμφυσσῶν οἴνῳ καὶ ἐλαίῳ παύσαις τῇ ζʹ ἡμέρᾳ. Περὶ ἀγρυπνία ς .
81 6 [5] Τραύματα αὐτῷ παρὰ ὅλον τὸ σῶμα γίνονται ὡς ψωριῶντος καὶ ἀνόρεκτος γίνεται [οὐ] πάνυ προσφερόμενος τὴν τροφὴν καὶ κατηφής ἐστιν. ὕφελε οὖν τὴν τροφὴν καὶ φλεβοτόμει ἀπὸ αὐχένος καὶ ἐγχυμάτιζε τροχίσκον τὸν διὰ κρόκου καὶ νίτρου καὶ ἔσται ὑγιής. δίδου δὲ αὐτῷ καὶ ἔλαιον μετὰ κρόκου ** ἀποβραχέντας ἐν γλυκεῖ. Περὶ ἐπιλήπτο υ .
81 7 [15] Σημειούμεθα τὸν ἐπίληπτον ἵππον κατὰ τὴν θέσιν, εἰ μὴ δύναται στῆναι, εἰ μετὰ μυγμοῦ σπᾶται καὶ διαστρέφει τὰ ἄρθρα καὶ τὰ χείλη καὶ ἀφρὸν ἐκπέμπει διὰ τοῦ στόματος. τινὲς δὲ [καὶ] τούτων καὶ σίελα ἀφιᾶσιν. ὑπανέντος δὲ τοῦ νοσήματος πελιδνοῦνται καὶ οὐ δύνανται ἐπευθὺ ποιήσασθαι τὸν περίπατον, ἀλλ’ ἐφ’ ἓν μέρος, ὡς ὑπὸ μηχανῆς, ἀναστρέφονται. δεῖ οὖν θεραπεύειν οὕτως· εἰσαγαγὼν αὐτὸν πρῶτον εἰς τόπον ζοφώδη, φλεβοτόμει ἀπὸ τῆς ἐπιβολῆς ἐνδόσεως γινομένης τῇ πρώτῃ τῶν ἡμερῶν ἢ τῇ δευτέρᾳ. μετὰ δὲ τὴν ἀφαίρεσιν τοῦ αἵματος βρέχε τὴν κεφαλὴν ὀξυκράτῳ καὶ ἐλαίῳ, καὶ τροφὴν χαλαστικὴν καὶ εὐτροφωτέραν τῇ δυνάμει δίδου. τῇ δὲ [τῇ] τρίτῃ τῶν ἡμερῶν αἷμα ἀπὸ τῆς κεφαλῆς ὀλίγον λάμβανε καὶ ὀλίγῃ ἐμβροχῇ δι’ ἐλαίου μέχρι τῆς πέμπτης χρῶ. ἐκ δὲ ταύτης ἀποκατάντλει τὴν κεφαλὴν σπόγγῳ ὡς ἐπὶ πλεῖστον ὀκτάκις ἢ δεκάκις πρὸ τῆς τροφῆς, καὶ σύγχρισον ἐλαίῳ, καὶ τοῦτο παρὰ ἡμέραν ποίησον, ἕως ὑγιασθῇ. Ἀφρικανοῦ ἵππων τιθασεί α .
81 8 [15] Σπανίως, ὡς ἐν ἀνδράσιν, οὕτως δὲ καὶ ἐν ἵπποις εἰλικρινής ἐστιν ἀρετή. ἐγγὺς γὰρ τοῖς ἀγαθοῖς κακία, βάσκανος, ἵνα μὴ τὸ καλὸν καθαρὸν φανῇ. λόγιός τις, 〈ἀλλ’ οὐ σεμνός, καὶ ἄλλος στρατηγεῖ μέν, ἀλλ’ οὐ σωφρονεῖ. καί τισ〉 ἀνδρεῖος, ἀλλ’ ἀλαζών. ὁ δὲ ἄχραντον οὐκ ἐφύλαξεν τὸ κάλλος αὑτῷ, καὶ ἄλλος ἄλλῳ πλεονεκτεῖ τε καὶ ἁμαρτάνει. ὅμοια καὶ τὰ ἐφ’ ἵππων καλὰ καὶ πονηρά. τ[ρ]αχεῖς, ἀλλ’ ἐρωτικοί, θηρευταί, ἀλλὰ στομίαι, βαδισταὶ καὶ ὑβρισταί. τοὺς ἀναβάτας ἄλλοι οὐ δέχονται, οἱ δὲ ἀποσείονται. παρατρίβουσιν ἔνιοι τοίχοις ἢ φυτοῖς. οἱ μὲν ἐκ φύσεως κακοῦργοι, οἱ δὲ ὑπὸ τῶν κεκτημένων γεγενημένοι καὶ δάκνουσι καὶ λακτίζουσι, καὶ ἀφίστανται καὶ ἀναχαιτίζουσιν, ἢ μισοῦντες ἢ ὑπερηφανοῦντες τοὺς δεσπότας. καὶ πολλοὺς εἰπεῖν ἔχω ἄλλον ἄλλῃ συμφορᾷ καὶ εἴδει κακῶν ποικίλως ὑφ’ ἵππων διεφθαρμένους. — τέχναι μὲν οὖν πωλοδαμνῶν ὡς οἷόν τε τὰς κακίας ἢ ἐπέχουσι〈ν〉 ἢ διορθοῦσιν, ὀλιγοσιτίᾳ τοὺς ὑβριστάς, ἐκτομῇ τοὺς ἐραστάς, κημοῖς τοὺς δάκνοντας, τοὺς στομίας λύκοις, πληγαῖς τοὺς ἀπειθεῖς.
81 9 [10] τί δ’ ἄν τις ποιήσειε κατὰ τοῦ ἀφεστηκότος καὶ πείθεσθαι μηδενὶ τρόπῳ ἐς μηδὲν μήποτε 〈μήτε〉 ἐπιταγμάτων μήτε μαθημάτων προῃρημένου; ὥσπερ γὰρ τὰ ἀγριώτατα τῶν θηρίων τέλεια ληφθέντα οὐ τιθασεύεται, ἀλλὰ κἂν πρὸς ὀλίγον χειροήθη δοκῇ γενέσθαι, 〈ὅμως τῆς πρόσθεν ὠμότητος οὐκ ἐπιλανθάνεται,〉 οὑτωσὶ δὲ καὶ τόδε τὸ θρέμμα δυσμετάγωγον κακίας ἐγχρονισθείσης. — ἐπεὶ τοίνυν ἀσθενὴς πρὸς τὰ τοιαῦτα πληγὴ καὶ ἀπειλὴ καὶ τέχνη καὶ τροφή, κακία φύσεως τέχνῃ φύσεως διορθούσθω.
81 10 [10] ἡμερωσάτω αὐτὸν κἂν γραφή, ἣν οὐ φοβηθήσεται, ἣν οὐχ ὑποπτεύσει, ἣν φορῶν δαμασθήσεται. κύκλῳ ὁπλῆς †προπλοτέρου ποδὸς εὐωνύμου χειρὶ εὐωνύμῳ 〈εὐωνυμο〉γραφίᾳ ἐγχάραττε χαλκῷ σελήνης ἑκκαιδεκαταίας Ῥωμαίας προσταγῆς ἀπειλήν, καὶ ἀνάγκην ἔχει 〈πειθαρχίασ〉. ἡ γραφὴ δὲ κεῖται ἐν τῷδε τῷ ὑποκειμένῳ πενταγώνῳ, ὃ ἐγγέγραπται ὑπ’ αὐτῶν διὰ τοῦδε τοῦ σημείου ** φε δολει κεσο φεε αελφχοθπψλο. Ἄλλο τοῦ αὐτοῦ πρὸς τὸ παῦσαι ἡμίονον λακτίζοντ α .
81 11 〈Πύξου σπέρμα ἐν οἴνῳ ἑψήσας ἐγχυμάτιζε ἡμέρας ϛʹ.〉 Περὶ ἑτερογόνων καὶ εὐθέτων πρὸς ζυγόν.
83 t Περὶ τοῦ ἐν τῇ κεφαλῇ ῥεύματος. Περὶ κεφαλαλγία ς .
83 1 Κισσὸν σὺν ἐλαίῳ ζέσας χρῶ. πρὸς δὲ κεφαλοκάθαρσιν γάρου γο ιʹ διὰ τῶν μυκτήρων ἐκχεόμενον. Περὶ βαρύσεως κεφαλῆ ς .
83 2 [5] Φλεβοτόμει ἀπὸ τῶν κροτάφων, μάλιστα ἐὰν ἐπιρρέουσιν οἱ ὀφθαλμοί, ἀγαθὸν δέ, εἰ ἀπὸ τῆς ὑπερῴας τρίτης ἢ τετάρτης φλεβώδους ἐξοχῆ ς , τὴν περὶ τὸν κυνόδοντα ἐῶν διὰ 〈τὸ〉 δύσταλτον εἶναι τὸ ἀγγεῖο ν . δίδου δὲ καὶ διάρ〈ρ〉ινον καὶ ἐγχυμάτιζε σικυόνιτρον μετὰ γλυ〈κέ〉ος ψυχριστοῦ ἢ τροχίσκον τὸν δ ι ’ ἀκόρο υ . Κροτάφου ἴασι ς .
83 3 Ἄφελε αὐτοῦ αἷμα ἀπὸ τῶν κροτάφων καὶ τῆς ζέας καὶ χρῶ συγχρισμῷ. Διάρρινον καθάρσεως κεφαλῆ ς .
83 4 Κισσοῦ χυλὸν ἢ καλαμίνθης διὰ τῶν μυκτήρων ἐγχυμάτισον. Ἐπίγνωσις εὔποδος καὶ μαλακόποδος.
85 t Περὶ ἱδροῦντος ἐξ οὐδεμιᾶς αἰτίας. Εἰς ἵππον ἐξ ἀδήλου αἰτίας ἱδροῦντα καὶ ὀγκούμενον καὶ συχνῶς καταπίπτοντα καὶ κυλιόμενο ν .
85 1 [5] Βατράχου χερσαίου ἢ οἵου εὕρῆς, ἀφελὼν τὴν κεφαλὴν καὶ καταλαβόμενος τὴν γλῶσσαν ἐπίρριπτε ἀκέραιον εἰς τὸ στόμα τοῦ ἵππου, ἢ σκορόδων κεφαλὰς βʹ τρίψας διεὶς οἴνῳ ἐγχυμάτιζε. Περὶ τῶν ὑπὸ πέδης ἢ δεσμοῦ τεθλιμμένων.
87 t Περὶ τῶν ὑπὸ ψύχους ἠδικημένων. Πρὸς ψυγμό ν .
87 1 Γάλα καὶ πέπερι ἐγχυμάτιζε. Περὶ σφακελισμοῦ καὶ ἱερᾶς νόσου ἤτοι παλμοῦ.
89 t Περὶ πνιγμοῦ ἐξ ὠμότητος. Πρὸς τὰ ἐν βουβῶνι σπάσματα.
90 1 [10] Ἄλλο περὶ βουβώνω ν . Ἐὰν ἐπιγένηται βουβὼν ἐπὶ τῷ στήθει τοῦ ἵππου, ἐνίοτε [δὲ] καὶ καταβαίνει ἐπὶ τὰς κνήμας τῶν ἐμπροσθίων ποδῶν, καὶ μετὰ ταῦτα μυδᾷ κατὰ 〈τοὺσ〉 τόπους καὶ πῦον ἔχει. καύσωμεν οὖν τὸν βουβῶνα ἐπὶ τοῦ τόπου, ὅθεν ἤρξατο, ὡς τάχιστα, καὶ ἐπὶ τῶν κνημῶν, τὰ δὲ ἕλκη θεραπεύσωμεν, ὡς ὑποδέδεικτα ι . ἀλλὰ εὐλαβῆσαι δεῖ τοῦτο τὸ πάθος διὰ τὸ ἐνδιαδύνειν ἔσω ἐπὶ τὸν πνεύμονα καὶ ἀπολλύειν τὸ ζῷον. ἀμμωνιακὸν μετὰ μέλιτος μαλαχθὲν καὶ ἐπιτεθὲν διαφορεῖ βουβῶνας, ῥήσσει δὲ τούτους πρόπολις μετὰ θέρμων πικρῶν καὶ ὀλίγου ὄξους καταπλασσομένη. Ἔμπλαστρον εἰς βουβῶνα ς .
90 2 Θεραπίδα τρίψας λειότατα ἀναμίγνυε ἀκάπνῳ μέλιτι καὶ ἐμπλαστρώδη ποιήσας ἐπιτίθει 〈τῷ〉 φλεγμαίνοντι βουβῶνι, καὶ ὑγιάσεις τάχιστά τε καὶ ἄριστα. Πρὸς τὰ ἐπὶ τῆς στεφάνης σκληρώματα, ἃ καλεῖται πῶροι.
91 1 Πώρους λύει τυρὸς παλαιὸς μετὰ στέατος ἐπιτεθείς. Πῶς δεῖ καθαίρειν τοὺς ἀγελαίους.
93 t [t2] Περὶ εἴδους 〈καὶ〉 ἐπιλογῆς ἵππων καὶ ὀδόντων ἡλικίας καὶ φλεβῶν καὶ χρόνου ζωῆς. Σίμωνος Ἀθηναίου περὶ εἴδους καὶ ἐπιλογῆς ἵππω ν .
93 1 Δοκεῖ μοι περὶ ἰδέας ἱππικῆς πρῶτον, 〈εἴ τισ〉 ἐπιθυμεῖ εἰδέναι καλῶς τοῦτο τὸ μάθημα, τὴν πατρίδα γιγνώσκειν, ὡς ἔστιν ** κατά τε τὴν Ἑλλάδα χώραν κρατίστη ἡ Θετταλί α . τὸ δὲ μέγεθος τρία τῶν ὀνομάτων ἐπιδέχεται· μέγα, μικρόν, εὐμέγεθες, ἢ εἰ βούλει σύμμετρον, καὶ δῆλον ἐφ’ οὗ τῶν ὀνομάτων ἁρμόσει ἕκαστον.
93 2 κράτιστον δὲ ἐν παντὶ ζῴῳ ἡ συμμετρία. χρόᾳ δὲ οὐκ ἔχω ἵππων ἀρετὴν ὁρίσαι.
93 3 [5] δοκεῖ δέ μοι ὅμως 〈χαίτη〉, ἥτις ὁμόχρως ἐστὶν αὐτὴ ἑαυτῇ ὅλη καὶ εὔθριξ μάλιστα, ἀρίστη εἶναι ὡς ἐπὶ πολύ, ἢ 〈ἡ〉 πορρωτάτω ὄνου καὶ ἡμιόνου. ὃ δὲ οὐδενὸς εἰς διάσκεψιν ἐλαττον, δεῖ τὸν ἵππον ἄνω μὲν εἶναι βραχύν, κάτωθεν δὲ μακρόν, οἷον ἀπὸ μὲν τῆς ἀκρωμίας ἐπὶ τὰ ἰσχία βραχὺ τὸ χωρίον ἔχειν, ἀπὸ δὲ τῶν ὀπισθίων μηρῶν ἐπὶ τὰ ἔμπροσθεν μακρὸν ὡς πλεῖστον, εἶτα εὔποδα εἶναι.
93 5 [10] ὁπλὴ μὲν οὖν ἀγαθὴ ἵππῳ [ἀγαθῷ] ἡ [τὸ τοῦ ἵππου σκέλλη] ἐλαφρὰ καὶ εὔφορος καὶ μήτε πλατεῖα μήτε ὑψηλὴ ἄγαν, 〈καὶ ἣ σαρκὸς μὲν〉 ὀλίγον, τὸν δὲ ὄνυχα παχὺν ἔχει. ἔστι δὲ αὐτῷ τεκμήριον καὶ ὁ ψόφος τῆς ὁπλῆς τῆς ἀγαθῆς. κυμβαλίζει γὰρ ἡ κοίλη μᾶλλον ἢ ἡ πλήρης καὶ σαρκώδης. τὸ δὲ μετακύνιον ἐχέτω ὑγρόν, κυνοβάτης δὲ μὴ ἔστω. 〈ὀστώ〉δεις δὲ [καὶ παρὰ] τὰς κνήμας ἐχέτω, 〈καὶ〉 τὰ περὶ τὴν περόνην [ἰσχία] καὶ τὴν κνήμην 〈ἰσχνὰ〉 καὶ νευρώδη καὶ ἄσαρκα ὡς μάλιστα ἄχρι τοῦ γόνατος, τὰ δὲ ἄνωθεν τούτου καὶ σαρκωδέστερα καὶ ἰσχυρότερα. τὴν δὲ διάστασιν τοῖν σκελοῖν ἐχέτω ὡς μεγίστην.
93 6 [5] 〈ὑπάρξει γὰρ αὐτῷ διὰ πλείστου τὰ σκέλη ῥίπτειν.〉 τὰ δὲ στήθη μὴ στενὰ ἐχέτω λίαν μηδὲ πλατέα ἄγαν, καὶ τὴν ὠμοπλάτην ὡς μεγίστην καὶ πλατυτάτην, τὴν δὲ μασχάλην μικράν. τὸν 〈δὲ〉 αὐχένα καὶ τὴν προτομὴν ὀρθὰ ἐχέτω, μὴ τὴν ἔκφυσιν ἀνάσιμον εἰς τὴν ἀκρωμίαν 〈χ〉ὠς παχυτάτην καὶ πλατυτάτην. παρὰ δὲ τὴν σιαγόνα ὁ αὐχὴν ἔστω λεπτός, ὑγρός, ἀνάσιμος εἰς τοὔπισθεν, πάλιν δὲ ἐκ τοῦ λεπτοτάτου εἰς τὸ πρόσθεν κατακαμπτέσθω. καὶ τὴν κεφαλὴν προαγέτω δή, καὶ μὴ βραχὺς ἔστω ὁ αὐχήν, τὴν δὲ κορυφὴν ὑψηλὴν ἐχέτω, 〈ἔστω〉 δὲ ἡ κεφαλὴ ἐπισημοτάτη 〈καὶ〉 ἐλαφρά.
93 7 [5] τὼ δὲ μυκτῆρε ὡς μεγίστω 〈ἔστων〉, τὼ δὲ γνάθω μὴ παχεία καὶ ὁμαλὰ πρὸς ἀλλήλας. τὼ δὲ ὀφθαλμὼ μεγάλω 〈ἐχέτω〉, ἔξω δὲ ὡς μάλιστα, καὶ ἰδεῖν λαμπρώ, τὰ δὲ ὦτα μικρὰ καὶ τοὺς ὀδόντας, τὴν δὲ σιαγόνα ὡς μικροτάτην, τὰ δὲ μεταξὺ τοῦ αὐχένος καὶ τῆς σιαγόνος ὡς λαγαρώτατα, τὴν δὲ ἀκρωμίαν ὡς μεγίστην καὶ τὴν ῥάχιν, τὰς δὲ πλευρὰς πλατυτάτας καὶ καθειμένας κάτω, τὴν 〈δὲ〉 ὀσφὺν ἐχέτω ὑγράν, (γνοίη δ’ ἄν τις τὴν ὑγράν, εἰ μὴ ἐν ἀμφοῖν τοῖν σκελοῖν σταίη, ἀλλ’ ὡς τὰ πολλὰ εἰς τὸ ἕτερον μεταβαίνοι τοῖν ὄπισθεν σκελοῖν,) τὸ δὲ ἰσχίον μέγιστον καὶ πλατύτατον, τὴν δὲ λαγόνα ὡς μικροτάτην.
93 8 [αἱ πλευραὶ καὶ αὐταὶ ἔστωσαν πλατεῖαι καὶ τὸ ἰσχίον μέγα, μικρότατον δὲ καὶ ἀσθενέστατον τοῦ ἵππου ἡ σιαγόνα.] τὰ δὲ μηριαῖα δεῖ μὴ σαρκώδη εἶναι, τοὺς δὲ ὄρχεις ἐχέτω μικρούς.
93 9 [5] τὸ δὲ μεταξὺ τῶν μηριαίων μὴ μετέωρον ἐχέτω [δὲ] μηδὲ πλῆρες, ἀλλ’ ὀλίγον ἐγκολλότερον, καὶ τὴν ἕδραν ὡς μικροτάτην καὶ ὡς πορρωτάτω 〈τοῦ〉 ἰδεῖν. τὴν δὲ κέρκον μετέωρον ἐχέτω καὶ ἐκ τῶν ἰσχίων δασεῖαν καὶ μακράν. περὶ μὲν οὖν εἴδους ἵππων ταῦτα, καὶ ὅτι ὁ μὲν ἅπαντα ταῦτα μάλιστα ἔχων ἄριστος, δεύτερος δέ, ὃς τὰ τούτων ἔχει πλεῖστα.
93 10 ὅσῳ γὰρ κέκτηται πλεῖστα, τοσούτῳ 〈καὶ〉 μεγίστας ὠφελείας παρέχεται. — ἕλκεται δὲ πῶλος ἐκ τῶν πωλίων διέτης.
93 11 [5] περὶ τοῦτον τὸν χρόνον βάλλει τοὺς πρώτους ὀδόντας τριακοντάμηνος γεγονώς, τοὺς δευτέρους δὲ ἐνιαυτῷ ὕστερον, καὶ τοὺς τελευταίους ἑτέρῳ ἐνιαυτῷ καὶ ἐν ἐλάττονι χρόνῳ. ἀκμαῖος 〈δὲ〉 αὐτὸς ἑαυτοῦ γίγνεται εἰς τε ποδώκειαν καὶ ἰταμότητα ἔργων ἑξέτης γεγονώς. Θεομνήστου περὶ ἐπιλογῆς ἵππο υ .
93 12 [5] Ὀλίγα πρῶτον εἴπωμεν περὶ ἵππου, οἷον εἶναι τὸν τοιοῦτον χρὴ τὸν ἐπιμελείας ἀξιοῦσθαι μέλλοντα. δεῖ οὖν ἰσχυρόν τε καὶ καλόν. ἔστι δὲ ἰσχὺς μὲν ἵππου ἐν τοῖς ποσίν, κάλλος δὲ ἐν τῇ κεφαλῇ. ἐν γὰρ τούτοις πρώτοις αὐτοῦ τοῖς μέλεσιν ἥ τε ἰσχὺς καὶ τὸ κάλλος ἐκφαίνονται. ἐπιλεξόμεθα δὲ τὸν ἰσχυρὸν καὶ ἀπὸ τοῦ τόπου, ἐν ᾧ γεγένηται, καὶ ἀπὸ τοῦ βαδίσματος. καὶ ἀπὸ 〈μὲν〉 τοῦ τόπου, ὅταν ὄρειος ᾖ καὶ ὄρους τοῦ πετρώδους, ἐκ τοῦ πατρὸς τοιούτου γεγονώς.
93 13 [5] γίνονται γὰρ καὶ κατὰ γένος ἀνίσχυροι τοὺς πόδας ἵπποι, ὅταν ταῖς ὀρείαις ἵπποις μὴ ἐξ ὄρους ἄρρενες ἐπιβάλλωνται, τῇ τοῦ σπέρματος καταβολῇ. συγγενικὸν μὲν τὸ ἀσθενὲς πάθος ὡς ἐπὶ τῶν ποδαλγικῶν ἀνθρώπων καὶ ὡς ἐπὶ τῶν γλαυκῶν ἵππω ν . χρὴ οὖν μὴ μόνον τοῖς ἵπποις προσέχειν, ἐν οἷς γεγένηνται τόποις, ἀλλὰ καὶ τοῖς πατράσιν αὐτῶν καὶ ταῖς μητράσιν, μήπως αἱ ἕλειοι ἵπποι ὀρείοις ἄρρεσιν ὑποβάλλοιντο. τὸ δὲ ὅλον, ἐκ τοῦ περιπάτου καὶ τῆς θέσεως τῆς ὁπλῆς, ὅταν παχεῖα τυγχάνῃ ὄρθιός τε καὶ στενωτέρα καὶ κοίλη κάτωθεν.
93 14 [15] ἀλλὰ τὰ μὲν ἄλλα καὶ ἁπλῶς ἰδόντι γνώρισμα, τὸ παχὺ τῆς ὁπλῆς, τὸ στενόν, τὸ ὄρθιον, τὸ δὲ εἰ κοίλη κάτωθεν, ἐκ τοῦ βαδίσματος ταχέως εἰσόμεθα. ὁ γὰρ κοῖλος τὴν ὁπλὴν ἵππος ἐν τῷ κατεπιπέδῳ κυμβαλώδη τινὰ τὸν ἦχον ταῖς αἰσθήσεσι τῶν ἀκουόντων παρέχει, ὅστις ἦχος ἰσχυρότερον τὸν ἵππον κηρύττει. τὸ δὲ αἴτιον τοῦτο, οἶμαι, τυγχάνει· σαρκίον ἔστι τραγανόν, χονδρῶδες, ὑπερεξέχον τοῦ κυκλώματος καὶ κρυπτόμενον ἐν αὐτῷ, τρίγωνον ἐν τῇ θέσει, ᾧ συνέχεσθαί φασι τὰ πρὸς τὸν ἀστράγαλον πέρατα τοῦ στεφάνου τῆς ὁπλῆς, οἱονεὶ στολίζεσθαι. ἐὰν οὖν οἱ μαλακοὶ καὶ ἀνίσχυροι τοὺς πόδας ἵπποι κατὰ τὰς ὁδοιπορίας καὶ τοὺς τραχεῖς τόπους τρίβωσι τὰς ὁπλάς, συνεγγίζει τῷ ἐδάφει ἡ στεφάνη. ἔστι δὲ αὕτη ἀπηρτισμένη τῶν νεύρων, καὶ σπασμὸς καὶ πυρετὸς ἐγγίνεται, καὶ εἰ μὴ θεραπεύεται, διαφωνεῖ τὸ ζῷον. διὸ τὸν τοιοῦτον οὐ δεῖ ἀπογινώσκειν ἀλλ’ ἐπιμελεῖσθαι. — κάλλος δέ, ὡς ἐν συντόμῳ εἰπεῖν, ἐν τῷ μεγάλῳ καὶ μικρῷ σώματι ἵππου· κεφαλὴ μικροτέρα, οὕτω γὰρ οὔτε κατωπεῖ καὶ γαῦρος ἔσται μικρὰν ἔχων καὶ κούφην τὴν κεφαλὴν καὶ ὑπεραιρομένην εἰς ἀέρα.
93 15 [15] ἔστω δὲ πᾶσα ἄσαρκος καὶ οὐ πεπιλημένον ἔχουσα τὸ δέρμα τοῖς ὀστέοις, αἵ τε φλέβες 〈ἐν〉 ἐγκαλύψει τοῦ σώματος 〈μὴ〉 τυγχάνουσαι προδήλως ὁραθήσονται. μέτωπον πλατύτερον, ῥὶς στενωτέρα ἠρέμα γρυπή, μυκτῆρες ἀναπεπταμένοι, ἵν’ εὔκολον ἔχῃ τὴν εἴσπνοιαν καὶ τὴν ἔκπνοιαν. στήλη δὲ στόματι διαρκεῖ συμμέτρα τῷ μεγέθει, μικρὸν ὀξύ πως ἀπολήγουσα καὶ ψιλή· τὸ δασὺ καὶ μέγα ἀργὸν καὶ ὀνῶδες. ὀφθαλμὸς μέγας, προπαλὴς καὶ οἱονεὶ ἐκπηδῶν, ὁ γὰρ τοιούτως ἔχων ἕτοιμος εἰς κίνησιν. αὐχένα ἐχέτω ἀκόλουθον τῇ κεφαλῇ, ἀρχόμενον μὲν ἀπὸ στενοῦ, βαίνοντα δὲ ἀφελῶς καὶ ἀναλόγως τοῖς μεγέθεσιν οἷον ἀλεκτρυόνος. χαίτη δὲ ἐχέσθω ἐπ’ αὐχένος. εἰ μὲν διπλῆ, ἔστω ἄκουρος, ἡ δὲ μονόχαιτος ἐγγὺς κειρέσθω, γυμνὸν τὸ κάλλος τοῦ αὐχένος ἐπιδεικνῦσα διὰ τῆς κουρᾶς. στέρνα ἐχέτω διπλᾶ στρογγύλα, κνήμας εἰς ἰσχνὸν κάτω ἰούσας ψιλὰς τριχώσεως, σφυρὸν μὴ παχύ, ἵνα μὴ ᾖ βαρύπους.
93 16 [15] ἔστω δὲ ὁ κυνόπους τοῦ σφυροῦ μήτε μέγα μήτε μικρὸν ἔχων διάστημα· τὸ γὰρ ἐπίμηκες καὶ στενὸν ἐν τῇ τῶν ἐξαλμάτων ἄρσει εὐπαθές, τὸ δὲ σφόδρα μικρόν, πλησίον ὂν τῆς στεφάνης τῆς ὁπλῆς ἑλκοῦται τριβόμενον ἐν τῷ δρόμῳ. ἐπὶ τούτοις ἐχέτω ῥάχιν διπλῆν, ἵνα ἑκατέρωθεν αὐτῆς ἡ τῶν ψυῶν ἀνάτασις τὸ νωτοφόρον ὀστοῦν αὐτοῦ κοῖλον ἀπεργάζηται. πλευρὰς ἐχέτω στερεὰς καὶ καθειμένας ἐν λαγόνι καὶ ἀνεστάλθω πρόσω τὴν λαγόνα. μηροὺς ὠγκωμένους, τοὺς μῦς προφερέτω τῶν τε ἄνω καὶ τῶν κάτω μέσῃ κοιλότητι. ἀγκύλας ἐχέτω ἀσάρκους, νευρώδεις, μὴ διαρρεούσας, βουβῶνας ἔσω μηρῶν σφαιροειδεῖς, ἵνα ἡ τῶν μυῶν τῶν τε ἔξω καὶ τῶν ἔσω ὀγκώδης περιγραφὴ ὀρθοῖ τὸ ὀστοῦν τοῦ μηροῦ τυγχάνον οἷον σκαμβόν. ἐχέτω δὲ ὁ ποὺς μεῖζον τὸ ἐπίμακρον μῆκος τοῦ ὕψους. οὐρὰ συμμέτρως τετριχώσθω, ὅθεν ἔξεισι τὴν ἀρχὴν μὴ φαίνουσα. αἱ μὲν οὖν ἰσχύος καὶ κάλλους αὗται τυγχάνουσι ἐπιγνώσεις. ψυχῆς δὲ γοργότητος γνωρίσματα ταῦτα· ὁ μὲν πῶλος ἐν τῇ ἀγέλῃ μὴ ἀεὶ συνέστω τῇ μητρί, σκιρτῶν δὲ δορκαζέτω, ἑρκία προθύμως ὑπεραλλέσθω, τάφρους τεθαρρηκότως πηδάτω, ποταμῶν κινδύνων καταφρονείτω.
93 17 [15] ταῦτα γὰρ ἔμφυτα τῶν πώλων. τέλειος δὲ ὢν φιλευτράπελος ἔστω, ἕτοιμος εἰς δρόμον, ταχὺς εἰς καταστολήν, μὴ ἑτερόστομος μηδὲ κατανωτιστής· δειλὰ γὰρ καὶ κακοῦργα τὰ σημεῖα ταῦτα. μὴ ταχέως ἱδρούτω, τοῦτο γὰρ ἀπονίας ἴδιον, τὸν χαλινὸν ἑκουσίως δεχέσθω, πρόθυμος γὰρ ὁ τοιοῦτος εἰς πόνον. δεξάμενος μασάσθω καὶ ἀφρὸν ἐκ τοῦ στόματος πεμπέτω, θερμοῦ γὰρ ἵππου τὸ τοιοῦτον σύνθημα. πληγὴν μὴ μενέτω, ἀλλ’ ἁλλέσθω πρὸς σύριγγα. ἐν τῷ δρόμῳ φρυαττέσθω, ἀναπαύεται γὰρ προιέμενος τὸ ἐκ τῆς κινήσεως πνεῦμα καὶ καθαρὸν ἐκ τοῦ ἀέρος δεχόμενος, εὐτονεῖ γὰρ φυσικῶς ὑπ’ αὐτοῦ τρεφόμενος. δεχέσθω τὸν ἐπιβάτην ἑτοίμως, καὶ γὰρ τοῦτο μὴ δρῶν δῆλον ὡς προδότης. ἐπιγινωσκέτω τὸν πωλοδάμνην καὶ εἴ τι προσίοι χρεμετιζέτω. φιλάνθρωπα γὰρ καὶ πιστὰ ταῦτα τὰ γνωρίσματα. — τούτου τοίνυν πῶς ἐπιμελητέον καὶ πότε, λοιπὸν ἂν εἴη σε διδάσκειν εὔκαιρον.
93 18 [15] ἄρχεσθαι πωλοδαμνεῖν θέρους καὶ μετοπώρου βέλτιον. ἥ τε γὰρ χλόη δαψιλὴς οὖσα γνώριμος τοῖς πώλοις τροφὴ καὶ ἐκ τοῦ καμάτου συνήθως ἀπαντήσας ἀντιλήψεται, ἐφ’ ἑνὶ τῷ γυμνάζεσθαι μόνῳ ξενιζόμενος, τό τε περιέχον ἀμφοῖν τοῖς καιροῖς οὔτε αὐχμὸν οὔτε κρυμὸν ἔχει. αὐχμὸς μὲν γὰρ ἀπεργαζόμενος ξηρότερον τὸν πῶλον, ποιεῖ νόσον, κρυμὸς δὲ ψύχων τὸν ἐν γυμνασίοις ἰδροῦντα τετανώδη ἐργάζεται καὶ προσέτι καὶ τὴν ἐκ καταψύξεως βῆχα κινεῖ. διῃρημένου γὰρ ἀπὸ τοῦ χαλινοῦ τοῦ στόματος καταπνεόμενος ταῖς τῶν ἀνέμων αὔραις τὴν φάρυγγα, ψύχεται τὰ βάθη καὶ ξηραίνεται, ὃ δὴ πάθος ἐπισύμπτωμα δέχεται τὴν βῆχα. κάλλιον δὲ ἐμοῖ δοκεῖν τὸν ἐκ προνοίας ἱπποτρόφον πῶλον εὐγενῆ γεγονότα σὺν τῇ μητρὶ κρατεῖν ἐπὶ τῆς φάτνης σιτούμενον. οὕτω γὰρ συνεθιζόμενος ἀνθρώποις ἐκ νέου καὶ γινόμενος χειροήθης ἔσται χρόνῳ συνηθείας, οὐ βίᾳ πέδης καθημερούμενος. δεχέσθω δὲ πᾶς πῶλος χαλινὸν μηνῶν μὴ ἔλαττον ὀκτὼ καὶ δέκα καὶ χειροτριβέσθω τὴν ἁπλῆν καὶ ἁπαλὴν φύσιν.
93 19 [5] ἀρχέσθω δὲ ὁ ψήχων τὸν πῶλον οἷα δὴ κνήθων αὐτὸν ἀπὸ τῆς κεφαλῆς καὶ τοῦ ἀνθερεῶνος, ταῦτα γὰρ ἥδιστα κνᾶται τὰ μέρη παρὰ τοῦ πωλοδάμνου. οὐκ εὐμαρῶς γὰρ δυνάμενος αὐτὸς δι’ ἑαυτοῦ κνᾶσθαι τοὺς 〈τόπους τούτουσ〉, ἥδιστα ποιουμένου τοῦ καταψήχοντος αὐτὸς ἐπεκτείνει τὸν αὐχένα. χρὴ 〈δὲ〉 καὶ τὴν τρῖψιν ἄνωθεν καταφέρεσθαι καὶ τὴν κάθαρσιν ὡσαύτως τῶν ἀποβαλλομένων τριχῶν. οὕτω γὰρ τὰ μὲν φιλοκαληθέντα καθαρὰ μένει, τὰ δὲ οὐδέπω, καθαρθήσεται μὴ μολυνομένων τῶν προκεκαθαρμένων. ἑξῆς δὲ λοιπὸν ὤμους, ὠμοπλάτας, πλευράς, λαγόνας, μὴ ἀθρόως δὲ ἀπὸ τῆς λαγόνος ἐπὶ βουβῶνας ἴτω. τὸ γὰρ ζῷον τὸν λεγόμενον γάργαλον ἐν τούτῳ τῷ τόπῳ μάλιστα πάσχει. ἀγαπῶν δὲ κατὰ συνήθειαν, καὶ ἐπ’ αὐτῷ φέρει τὴν χεῖρα, μηδὲν αὐτὸς ὑπαιρόμενος [ἢ· ἀλλὰ ἀρξάμενος τριβέτω]. τινὲς δὲ τῶν πώλων εἰώθασιν τριβόμενοι τοὺς πόδας ὑφ’ ἡδονῆς ὁμοῦ καὶ νάρκης ὑφιζάνειν τε καὶ ὁμιχεῖν ἔσθ’ ὅτε. ἐὰν ποιῇ τοῦτο, ἵνα μὴ τοῦ πάθους ἐθὰς γένηται, χρὴ ἢ ῥάβδῳ μαλακῶς μαστίζειν ἢ βύρσης ὠμῆς ἱμάντι λεπτῷ. ὁ γὰρ τῆς πληγῆς πόνος ἀμαυροῖ τὴν ἐξ ἡδονῆς [καὶ] νάρκην ἥττονα γινομένην. μετὰ δὲ τοὺς βουβῶνας ἀγέτω τὰς χεῖρας ἐπὶ τὰ νῶτα, κάτω ἰὼν δὲ ἐπὶ τὰ σφαιρώματα, ἀγκύλας τε καὶ μύας καὶ τὰς ὀπισθίας κνήμας. εἶτα τῆς οὐρᾶς λαμβανόμενος φερέτω διὰ τῶν ὀπισθίων [βουβώνων] καὶ ἐξαγαγὼν εἰς λαγόνα περιειλείτω διὰ τῆς ἀριστερᾶς χειρὸς μέχρι πέρα τῆς τριχώσεως, καὶ ἐπερείσας αὐτὴν κατ’ αὐτῆς τῆς κοτύλης, ἰσχυρότερον τὴν δεξιὰν φέρων ἐπὶ τὸ μεσοκύνιον, οὕτω τριβέτω ἀνασπῶν καὶ κάμπτων τὸ ὀπίσθιον πρὸς τὴν λαγόνα.
93 20 [20] οὕτω γὰρ ποιῶν οὔτε λακτισθήσεται καὶ ἑτοιμότερον κατασκευάσει τὸν πῶλον πρὸς ἄρσιν τοῦ ὀπισθίου ποδός. [ἐπερείσας τὴν ἀριστερὰν χεῖρα τῇ κοτύλῃ.] ἡ δὲ τῆς οὐρᾶς διὰ τῶν ὀπισθίων ποδῶν ἐπὶ τῶν λαγόνων διαγωγὴ κωλύσει τὸν πῶλον λακτίσαι τοῖς δυσὶν ὁμοῦ ποσίν. ἀμήχανον γὰρ [τοῖς δυσὶν ὁμοῦ ποσὶν] ἵππον τε ἢ ἄλλο ὑποζύγιον πρὶν μετεωρίσαι τὴν οὐρὰν εἰς ὕψος ἀμφοῖν τοῖν ποδοῖν λακτίσαι. οὕτως οὖν προασφαλισάμενος ὅταν ἐθίσῃ τοὺς πόδας, περιγλυφέτω τὰς ὁπλάς, ἵν’ εἴ που ᾖ θλάσμα, καθάρας ὁ πωλοδάμνης μηνύοι καὶ θεραπεύοιτο ὁ πῶλος. μετὰ δὲ τὸ ψῆξαι τὸν πῶλον ἀνατεινέτω ἠρέμα καὶ κατ’ ὀλίγον ἐθίζων (μὴ σφόδρα δέ, κἂν ἐθὰς γένηται, εἰς ὕψος τεινάτω), ἵνα μὴ βιαζόμενος ἀγανακτῇ. χρὴ δὲ τότε μάλιστα τὸν 〈τῆσ〉 φορβεᾶς ἱμάντα ἤτοι τὸν γενειαστῆρα σφίγγειν καὶ προσέχειν· εἴωθεν γὰρ ὁ περιμετωπιαῖος ἱμὰς στρέφεσθαι πολλάκις ἐπὶ τοὺς ὀφθαλμούς, οὗ γενομένου ἢ παρατρίψας ἑλκοῖ τὸν ὀφθαλμὸν ἢ ῥήξας τὸν ὑμένα τυφλοῖ. μετὰ δὲ τὸ ἀνακρεμάσαι μὴ πλέον ὥρας μιᾶς ἐπαγαγεῖν ἐπὶ τὸν ποταμὸν καὶ ποτίσαντα ἄρχεσθαι παραβάλλειν αὐτὸν ἀπὸ ἁπαλωτέρας τροφῆς ἤτοι βρόμου.
93 21 [5] γαλακτώδης γάρ ἐστιν καὶ εὐδιοίκητος καὶ τὸ ἔλυτρον ἔχει πέριξ τοῦ καρποῦ, καὶ διὰ τοῦτο οὐ πολὺ ξενίζεται πρὸς ἀντίληψιν αὐτοῦ. ἐσθιέτω δὲ τῷ πρώτῳ μηνὶ γο γʹ, τῷ δευτέρῳ γο ϛʹ, τῷ τρίτῳ γο θʹ, τῷ τετάρτῳ γο ιηʹ, μέχρις ὅτου πληρώσει τὸ δεύτερον ἔτος. τότε γὰρ αὐτὸν ἅπτεσθαι χρὴ καὶ κριθῆς καὶ πλέον ἐσθίειν. — τότε αὖ τὸν ἐπιβάτην τοῖς ὤμοις δέχεται.
93 22 [10] πρὸ γὰρ τῶν δύο ἐτῶν ἀπαγορεύω πώλῳ τὸν ἐπιβάτην ἐπιβαίνειν. πάσχει γὰρ ὑπὸ τοῦ βάρους τὰ νῶτα καὶ πολλάκις ἐγκλᾷ τὴν ῥάχιν ἁπαλὴν οὖσαν, καὶ λοιπὸν ἄχρηστος ὁ τοιοῦτος ἢ μεσόκοιλος γίνεται. χρὴ δὲ πρῶτον παῖδα κοῦφον ἐπιπηδᾶν τῷ πώλῳ. μετὰ δὲ τοὺς τριάκοντα μῆνας καὶ τελείους δέχεσθαι καὶ τροφῇ δαψιλεστέρᾳ καί πλείοσι γυμνασίοις χρῆσθαι. ἀρκείτω δὲ τροφῆς μέτρον μὴ πλέον 𐆃 κε c ʹ. τὸ γὰρ πολλὴν σιτεῖσθαι τροφήν, κἂν μὴ παρ’ αὐτὰ βλάπτει, ἀλλ’ ἐνσκήπτει τοῖς ποσὶν καὶ τὰς ὁπλὰς ἀφανίζει δι’ ὠμότητα. τοσαῦτα ἀρκείτω περὶ ἐπιγνώσεως καὶ ἐπιμελείας πώλου. Πόθεν χρὴ γνῶναι ἡλικίαν ἵππο υ .
93 23 [25] Ἵπποι ἀναγκαῖοι ἐν πᾶσιν ἱππικοῖς ἀγῶσιν ἀπὸ ἐτῶν εʹ ἄχρις κʹ ἔτους ὑπάρχουσι, καθὼς ἔφησαν πολλο ί, εἰς χρῆσιν δὲ καθημερινὴν ἀπὸ διετοῦς μέχρι τριακοστοῦ ἐνιαυτοῦ παρὰ δεσπόταις φιλοκάλοις ἀναγκαῖοι τυγχάνουσιν. τῆς ἡλικίας τοίνυν τὸ σημεῖον μετὰ τῆς σωματικῆς αὐξήσεως ἐναλλάττεται. ἐν ᾧ γάρ ἐστιν διετὴς καὶ ἓξ μηνῶν, τοὺς ἡμίσους ὀδόντα ς, τουτέστι τοῦ ἀνωτέρου μέρους ἀποβάλλει. γενόμενος δὲ τεττάρων ἐνιαυτῶν, τοὺς λεγομένους κυνόδοντας ἀποβάλλει, ἀλλάττει δὲ ἐντὸς ἓξ ἐτῶν. πιπτόντων τοίνυν τῶν μυλιτῶν, λοιπὸν οὓς ἀπέβαλεν ἐξισοῖ, ἑπταετὴς δὲ γενόμενος πάντας τελειώσας πληροῖ. καὶ ἐκ τούτου τοῦ καιροῦ ἔχει κεκοιλωμένους τοὺς ὀδόντας. ἀμέλει λοιπὸν οὔτε ἐπιγινώσκεται, πόσων ἄρα ἐτῶν ἐστιν, εἰ μὴ παρ’ ἑτέρου τινός. καὶ γὰρ σημεῖα ἡλικίας καὶ εἴδη κἀν τοῖς σωματικοῖς ἡ φύσις παρεχώρησεν, ἅτινα ἡμεῖς μᾶλλον τῇ ὁράσει ἐπιγινώσκομεν ἢ τοῖς ἀναγνώμασιν ἐπιστάμεθα. δεκάτῳ γὰρ ἐνιαυτῷ καὶ οἱ κρόταφοι ἐπιχειροῦσιν κοιλαίνεσθαι καὶ αἱ ὀφρύες ὡς ἐπιπλεῖστον πολιοῦνται, οὐ μὴν ἀλλὰ καὶ οἱ ὀδόντες ἐξέχουσι. τῷ δὲ δωδεκάτῳ ἐνιαυτῷ μελανία τις μεταξὺ τῶν ὀδόντων ἐπιφαίνεται. τῶν δὲ ἔνδον ὄντων ἵππων καὶ ὑπὸ χαλινῶν ἀγομένων ἡ φιλοκαλία ἐπιγινώσκει τὰ ἔτη. καὶ γὰρ ῥυτίδες τῶν χειλέων αὐτῶν ταῦτα φανεροῦσιν· ἀμέλει καὶ ἐκ τοῦ στόματος ἀρχομένας τὰς ῥυτίδας ἀπαριθμῶν εὑρήσεις ἐξ αὐτῶν τὰ ἔτη τοῦ ζῴου. ἀδαμάστου δὲ ἵππου δυσχερές ἐστιν τὰ ἔτη εὑρεῖν. Περὶ τῆς ποιότητος τῶν φλεβῶ ν .
93 24 [5] Ἀκολούθως καὶ τῶν φλεβῶν μηνῦσαι δεῖ τὸν ἀριθμόν· ἐν τῷ οὐρανίσκῳ φλέβαι δύο, κροταφίδαι δύο, ὑπὸ τοὺς ὀφθαλμοὺς δύο *** καὶ ἀπὸ τῶν στεφανῶν δʹ καὶ ἀπὸ τοῦ .. δʹ, ἀπὸ τῆς τρίλλης βʹ, ἀπὸ τῶν μηρῶν βʹ, ὑπὸ τῶν καμπτέων βʹ καὶ ἀπὸ τῆς οὐρᾶς μία· ὡς γίνεσθαι ὁμοῦ φλέβας κθʹ. Περὶ χρόνων ζωῆς ἵππω ν .
93 25 [10] Ἔ〈στ〉ι χρόνος πολυετὴς τοῖς Πέρσαις, τοῖς δὲ Οὕννοις καὶ τοῖς Ἠπειρώταις καὶ τοῖς Σικελοῖς ἐλάττων. τοῖς δὲ Ἱσπανοῖς καὶ τοῖς Νο[ση]μάσι συνεχὴς ὑπόληψίς ἐστι, ὡς τοῖς βαρβαρικοῖς ἵπποις οὐδὲν ἐγχυματισμοῦ παρέχειν χρὴ βοήθημα, ὅτι περ ἐπιπολὺ τῆς φύσεως τῇ εὐεργεσίᾳ οἱ ἀσθενοῦντες αὐτῶν ὑγιαίνουσιν, ὥστε βλάπτειν αὐτοὺς τὴν ἐπιμέλειαν. ἀλλ’ αὕτη ἡ ὑπόνοια πλαστή ἐστι. καὶ γὰρ ὅσῳ ἰσχυρότερά ἐστιν αὐτῶν τὰ σώματα, τοσοῦτον ἐπὶ πολὺ ζῶσιν, εἰ ἡ ἀπὸ τῆς τέχνης γινομένη θεραπεία μὴ ἐλλείψει. Περὶ φλεβοτομίας εὐνούχω ν .
93 26 [10] Τῶν δὲ εὐνούχων ὅμως παρὰ τοῖς συγγραφεῦσι ἀποδείκνυται ἀπὸ τῆς μητρικῆς φλεβὸς αἷμα μηδέποτε χρῆναι ἀφαιρεῖν, εἰ μὴ τυχὸν μεγάλη καὶ ἐσχάτη ἀνάγκη καταλάβῃ. διὰ τοῦτο δέ, ὅτι τῆς θερμότητος τὸ μέγιστον μέρος μετὰ τῶν διδύμων ἀπέβαλλον. ἀπὸ δὲ τοῦ οὐρανίσκου, ἐὰν μὴ ἐμποδίζῃ ἡ ἀμέλεια, ἐν πᾶσι σχεδὸν τοῖς μησί, τοῦτο μὲν τῶν εὐνούχων, τοῦτο δὲ καὶ τῶν διδύμους ἐχόντων μειωτέον ἐστὶ τὸ αἷμα. οἱ δὲ κήλονες, ἐὰν [μὴ] ἐπισχεθῶσιν, τυφλοῦσθαι πολλάκις λέγονται. ἐν δ’ ἐκείνῳ τῷ ἐνιαυτῷ, ἐν ᾧ κέχρηται τῇ ὀχείᾳ, οὐ χρὴ αὐτοῦ αἷμα ἀφαιρεῖν, ἵνα μὴ τῇ ὀχείᾳ τὸ σῶμα αὐτοῦ ἐπιτεταμένον ἡ φροντὶς τῆς διπλῆς ἀνάγκης ἐξαντλήσῃ. περὶ δὲ τῆς ἐπιμελείας τῶν ἵππων καὶ τῶν ἱπποστασίων καὶ τῶν λοιπῶν τὸ πρῶτον καὶ δεύτερον βιβλίον δηλώσει. Περὶ ἀσκήσεως ἵππων στρατιωτικῶν καὶ πωλοδαμνίας.
95 t Περὶ ἀσιτίας ἵππων καὶ ὑποζυγίων καὶ πρὸς πᾶν κτῆνος 〈νοσῆσαν ἢ λιμῶξαν〉. Περὶ δυσπεψία ς .
95 1 Ἅλας λειώσας μετὰ πυρέθρου καὶ ὀριγάνου ἐπίχεε οἶνον ἰσοπλήθη κεκραμένον καὶ ἐγχυμάτιζε. Ψωμισμὸς ἵπποι ς .
95 2 Σμύρνης τρωγλίτιδος γο γʹ, καρδαμώμου γο μίαν, λινόσπερμα 𐆃 α c ʹ, σταφίδος καὶ στροβίλου ἀνὰ 𐆃 α c ʹ καὶ μέλιτος λίτρας βʹ καὶ γο γʹ. Περὶ μετακινήσεως κύστεως.
97 t Πρὸς παγοπληξίαν. Περὶ εἰλεώδους.
98 1 Τῆς ἐποχῆς γαστρό ς . Ἐλαίου 𐆃 γʹ, νίτρον, ᾠὰ πέντε ὕδατι θερμῷ γο δʹ ἔγχει εἰς τὴν ἕδραν κλυστῆρι. Περὶ συκαμίνου.
99 1 [5] Ἄλλ ο . τοῦτο ποιεῖ καὶ εἰς ἀνθρώπους καὶ σῴζε ι . Μέλι ἀπὸ κηρίου ἐπίχριε τὸ πάθος, ἢ ἀρσενίκιν καὶ ῥητίνην ἐπίπασσε, ἢ ἀρσενικὸν μετὰ μέλιτος χρῖσον καὶ ἐπίπασσε ἐπάνω κυνὸς κεφαλὴν κεκαυμένην, ἢ χρῖσμα ποιήσας δραστικὸν μετὰ ὀψογάρου καὶ ὕδατος ὀλίγου θερμοῦ, ἄλειφε πολλάκις, ἕως ἂν μαρανθῇ. ἢ φύλλα συκαμινέας εἰς μικρὰ κόψας τῇ τ〈ροφ〉ῇ μίξας παράβαλε, ἢ τὸ πρωτεῖον τοῦ σαπωνᾶ ἄλειφε συνεχῶς, ἕως ἂν μαρανθῇ. Ἔμπλαστρον εἰς ταινίαν καὶ εἰς συκαμινέα ν .
99 2 Σάπωνα καὶ ἄσβεστον ἶσα, πέπερι καὶ ἅλας †μεταλίαν ἀναλαβὼν ἐπιδέσμει. Εἰς συκάμινο ν .
99 3 [10] Σμήξας τὸν τόπον μετὰ οἴνου παλαιοῦ ἐπίπαττε ἀρσενίκιον σχιστὸν τρίτον τῆς ἡμέρας καὶ ὑγιανεῖ. ἢ ἅλας Γαγγρηνὸν τρίψας καὶ κάρυον μεμασημένον μῖξον ἅμα. τὸ δὲ ἅλας ἔστω ὀλιγώτερον. πλύνας οὖν καλῶς τὴν πληγὴν μετὰ ὀθονίου ἐπιτίθει πολλάκις. τὸ δὲ θηλυκὸν λεγόμενον συκάμινον πάθος καί τισιν ἀθεράπευτον νομιζόμενον θεραπεύσεις, εἰ ἀπὸ τῶν καταμηνίων τῆς γυναικὸς αἱμάτων λαμβάνων ἐπαλείφεις. ἢ ἄσβεστον ζῶσαν κεκοσκινισμένην καλῶς, ἀρσενίκιν σχιστόν, σκόροδον, πέπερι ἑνώσας καὶ μαλάξας ἐπιτίθει καὶ ἔα 〈ἕωσ〉 τῆς αὐτῆς πάλιν ὥρας τῆς αὔριον. *** μὴ λύσῃς τοῦτο, ἕως ἀνασπασθῇ καὶ ἐκπέσῃ. εἰ δέ ἐστι τὸ τραῦμα μέγα καὶ ἐξεστηκός, ἐπίδησον αὐτὸ μετὰ ὠμῆς κιτρίνης 〈καὶ〉 μετάξεως, καὶ ἄνωθεν ἀλείφων ἐκ τοῦ φαρμάκου δέσμει. Περὶ σύριγγος.
100 1 [5] Τοῖς ὑπὸ σύριγγος ὀχλουμένοις εὔχρηστον βοήθημα τὸ τοῦ καυτῆρος. ἐὰν δὲ μετέωρον ᾖ τὸ τραῦμα, προανακείρας καὶ καθάρας τὰ μοχθηρὰ καὶ μετέωρα, τίθει διαπύρους καυτῆρας, ἵνα τὰ πεπονθότα ἀποτέμῃς, καὶ καθαρὰ γένηται. καὶ οὕτω χρῆσαι φαρμάκῳ τῷ διὰ χλωρᾶ ς. ἁρμόζει δὲ καὶ τὸ ὀροβόμελι καταπλασσόμενον, μάλιστα 〈πρὸσ〉 τοὺς ἐπιρρευματιζομένους καὶ τοὺς σκωληκιῶντας. 〈Ἄλλ ο .
100 2 〉 Σμύρνης, ἀλόης, λιβάνου, σιδίων ἶσα ἀναλάμβανε [καὶ] χολῇ ταυρείᾳ καὶ χρῶ. ἄλλοι δὲ καὶ κεδρίᾳ κλύζουσιν τὰς σύριγγας καὶ θαυμαστῶς ἐπιτυγχάνουσιν. Ἄλλω ς .
100 3 [10] Ἐπειδὴ οἱ κόλποι κακῶς θεραπευόμενοι εἰώθασι συριγγοῦσθαι, ἑπομένως περὶ συρίγγων ῥητέον. ὠνόμασται σύριγξ κατὰ μεταφορὰν ἀπὸ τῶν συρίγγων τῶν ἐκ καλάμου ἢ ἑτέρας τινὸς ὕλης πεποιημένων. εὐρυχωρία γάρ τις εὑρίσκεται παραπλησία ταῖς ἐν τοῖς καλάμοις κοιλότησιν. ὁ δὲ κόλπος τετυλωμένος καὶ μὴ δυνάμενος χωρὶς χειρουργίας ἢ φαρμακείας ἰσχυρᾶς θεραπευθῆναι. τὰς μὲν οὖν πλαγίας σύριγγας τὰς ὑπὸ τὸ δέρμα τεταμένας πυρὶ ἢ σμίλῃ κουφίζοντες τὸ δέρμα διαιροῦμεν, ἅπαν τὸ μῆκος αὐτῶν ἁπλοτομήσαντες ἐπὶ [τὰς] τοὺς τῆς σύριγγος αἰτίους τύλους. ἐὰν μὲν 〈ἐν〉 ἐπιπολῇ ὦσι, προσαναξύομεν τῇ ἀκμῇ τοῦ σμιλίου. ἐὰν δὲ διὰ βάθους τετυλωμένα εἴη τὰ σώματα, περιελοῦμεν.
100 4 [10] μὴ περιαιρεθέντων γὰρ τῶν τοιούτων σωμάτων οὔτε σαρκὸς ἀναβλάστησις δύναται γενέσθαι οὔτε ἀπούλωσις τῶν ἑλκῶν. εἰ δὲ τὸ 〈σχῆμα〉 τῆς σύριγγος μὴ πλάγιον εἴη, ἀλλὰ τοὐναντίον, τουτέστιν εἰς βάθος διϊκνούμενον, περιαιροῦμεν κατὰ κύκλον τὴν σύριγγα, τοσοῦτο περιγλύφοντες τῆς κύκλῳ σαρκός, ὥστε τοὺς τύλους ὁλοσχερῶς ἐκκοπῆναι. εἰ δὲ εἰς ὀστοῦν καταλήγοι ἡ σύριγξ, γεγυμνωμένων τῶν ὀστέων ξύομεν αὐτὰ εἰς λεπίδος ἀπόστασιν. μετὰ δὲ 〈τὴν〉 τῶν τετυλωμένων σωμάτων περιαίρεσιν θεραπεύσωμεν ὡς τὰ λοιπὰ ἕλκη. Ὀριβασίου φάρμακον πρὸς σύριγγ α , ἐκτυλοῦν καὶ τὰς παλαιὰς σύριγγα ς .
100 5 [5] Χαλκάνθης, μίσεος, χαλκίτεως ὠμῆς, ἰοῦ, στυπτηρίας σχιστῆς, μίλτου Σινωπικῆς, κόμεως ἶσα χωρὶς κεκομμένα ὄξει ἀναλαβὼν καὶ λιβάνῳ, ποίει κολλύριον καὶ χρῶ. τὰ γὰρ τετυλωμένα τῶν κόλπων ἀνακαθαίρει, μιγνύμενον δὲ μέλιτι σαρκοῖ καὶ ἀπουλοῖ. Ἄλλο χρήσιμον ἐναποκαθαῖρον σύριγγα ς .
100 6 [5] ἄκρως ποιεῖ καὶ πρὸς πόνον κεφαλῆς καὶ θλάσεις ὤτων καὶ πρὸς δυσεντερικού ς , πᾶσαν δὲ ὑγρότητα ξηραίνε ι . Κοχλιῶν σάρκας μετὰ τῶν ὀστράκων, βολβῶν μικρῶν, ἀσφάλτου, ἀλόης, λιβάνου ἶσα ὄξει λειώσας κατάπλαττε. ἢ ἀλόης γο βʹ, ἀγχούσης ῥίζης * χρῶ ξηρῷ. ἀναπληροῖ γὰρ καὶ ἀπουλοῖ. Κολλύριον συρ〈ιγγ〉ιακὸν καλούμενον Ἡρακλῆς ἀπαρά〈βα〉το ν .
100 7 [10] τὸ δ ’ αὐτὸ καὶ αἰγίλωπας αἴρε ι . Μέχρι ῥιζῶν πρότερον ἐντίθει εἰς τὴν σύριγγα πάπυρον ἡμέραν μίαν καὶ πρὸς τὸ μέτρον τῆς σύριγγος, λέγω δὴ τοῦ παπύρου, ἐντίθει τὸ κολλύριον, καὶ ἔα ἡμέρας τρεῖς. τῇ δὲ τετάρτῃ λύσας, εὑρήσεις τὴν σύριγγα ἀνοιχθεῖσαν ὁλόκληρον. ἔστι δὲ οὕτως· καδμίας ὀστρακίτιδος ἑξαγ. δ c ʹ, χαλκοῦ κεκαυμένου ἑξαγ. γʹ κερατ. ιηʹ, μίσυος ὀπτοῦ γο αʹ, χαλκίτου ὀπτοῦ γο αʹ, χαλκάνθου ἑξαγ. δ c ʹ, κανθαρίδας τὸν ἀριθμὸν ἑπτά, λιβανωτίδος ξηρᾶς κερατ. ιηʹ, ἑρμοδακτύλου ῥίζαν ὅλην, κόμεως γο * ἑξαγ. α c ʹ, ὄξει ἀναλαμβάνων ποίει κολλύρια διάφορα καὶ χρῶ. Περὶ συρίγγων ἤτοι φυμάτων τῶν ἐν τῷ ζῴῳ γινομένω ν , ἅπερ οἱ βάρβαροι σκλεπαδίτζας ὀνομάζουσι ν .
100 8 [15] Ἐὰν τὸ μέρος ἐκεῖνο ἐπαναστήματα ποιεῖν ἄρξηται, ἀπ’ αὐτῶν τῶν ὄγκων τὸ σῶμα φρίττει καὶ συριγγοῦται ἀσυμφανῶς. τότε καὶ τοὺς ὀφθαλμοὺς καταβαρεῖται καὶ τὰ ὦτα ἔχει κεχαλασμένα. χρὴ τοίνυν οὕτω θεραπεύειν· εἰ ἐν οἱῳδήποτε τόπῳ τὰ ἐπαναστήματα δειχθῇ, ταῦτα παρευθὺ μέχρι τῆς ζώσης σαρκὸς ἐπίκαιε, ὥστε τὰ συρίγγια τοῦ καυτῆρος αἰσθέσθαι. ἥτις σύριγξ οὕτως ἐστίν, ὡσεὶ κολοκύνθη χλωρά, καὶ ὁθενδηποτοῦν μηλωτίδα ἢ σπάθην μήλης ἐμβαλών, δι’ αὐτοῦ παρέρχεται καὶ πόνου τὸ ζῷον οὐκ αἰσθάνεται. τέμνε, ἵνα ἄχρι τῆς ζώσης 〈καυ〉τηριακῷ ὀργάνῳ τὸν αὐτὸν τόπον περιτέμνῃς. χρὴ δὲ βούλεσθαι τὰ ἐμπρόσθια μᾶλλον μέρη τοῦ ἵππου τούτῳ λαμβάνεσθαι τῷ πάθει διὰ τὸ καὶ πλεῖον ῥᾳδίως ἤπερ τὰ ὀπίσθια θεραπεύεσθαι. τῶν γὰρ ὀπισθίων οὐδεμία ζωῆς ἐλπίς. ταύτην τοίνυν τὴν σύριγγα ἐλαίῳ καὶ ὄξει βεβρεγμένοις ὀθονίοις καταδέσμει. πολλοὶ δὲ οὔρῳ καὶ ἀξουγγίῳ βεβρεγμένην ἐπιτιθέασι τὴν ὀθόνην. Πρὸς τοὺς ἐκ ῥινῶν ὑγρὸν φέροντας καὶ εἰ τὸ τράγανον σχισθείη καὶ αἷμα κινοῖ.
101 1 Πρὸς αἱμόρροιαν διάρ〈ρ〉ινο ν . Κοριάνου χυλὸν 〈ἔγχει〉. Ἱεροκλέους εἰς τὸ αὐτ ό .
101 2 Σπόγγον πισσώσας κτλ. ἢ ὕδωρ ψυχρότατο κτλ. ἢ λίθον μυλίτην πυρώσας σβέννυε ὄξει δριμυτάτῳ καὶ πρόσαγε ταῖς ῥισὶν τὴν ἀτμίδα καὶ σταθήσεται ἡ ῥύσις. Περὶ ἐμπυϊκῶν.
102 1 [10] Περὶ ἐμπυϊκῶ ν · πρόγνωσις 〈καὶ ἴασισ〉. Συννεύει ὁ ἵππος καὶ πνεῖ βαρὺ καὶ φθίνει καὶ ποτοῦ ἐστιν ἀκρατὴς καὶ ῥιγοῖ κατὰ τὰς ῥῖνας καὶ ὄζει χαλεπὸν ἐκ τοῦ στόματος, καὶ ὅταν κυλίεται, οὐ περικυλίεται, καὶ βήσσειν βουλόμενος οὐ δύναται. θεραπεύεται δὲ οὕτως· ἀλέκτορα καὶ σκύλακα ἐν τῷ αὐτῷ ἑψήσας, ὅταν τὰ νεῦρα ἀμφοτέρων λυθῶσιν, ἀποχέας τὸν ζωμόν, ἔξελε τά τε ὀστᾶ καὶ τὰ νεῦρα. καὶ τὰς μὲν σάρκας ῥῖψον, τὸν δὲ ἐγκέφαλον ἔασον, καὶ τῷ ζωμῷ ἐπιβαλὼν σμύρνης γο εʹ, κασσίας γο γʹ, μήκωνος σπέρμα ὡσεὶ δράκα, ἐλαίου γο δ c ʹ, διήθησον, καὶ διάρας τὸ στόμα 〈ὡσ〉 ἐλάχιστον δίδου χλιαρόν. τρέφεται δὲ χόρτῳ χλωρῷ. εἰ δὲ καὶ ξηρῷ, ὕδατι κατάρραινε, καὶ πάλιν διὰ πέμπτης ἐγχυμάτιζε ἕως ἐκ τρίτου. δίδου δὲ καὶ κριθῆς ἐπτισμένης, καὶ περιπατείτω ἱματίω ἐσκεπασμένος. Περὶ κακοστομάχων καὶ ἀηδίας ἵππων.
103 1 [5] Περὶ κακοστομάχων καὶ ἀηδίας ἵππω ν . Ἵππος ὅταν ὁλοκλήρους τὰς κριθὰς καταπίνῃ, τὸ σῶμα ἀντιλεπτύνεται καὶ τὰ οὖλα φλεγμαίνει, καὶ σίελος συνεχέστερον ἐκρεῖ. θεραπεύεται δὲ οὕτως· κρητάριον μετὰ ὄξους δριμυτάτου μίξας, θερμὸν εἰς τὰς σιαγόνας ἐπιτίθει ἡμέρας ϛʹ, καὶ τρίτον τῆς ἡμέρας μέλι μετὰ ῥοῶν λεπύρων τὰ οὖλα αὐτοῦ ἀπότριβε. 〈Εἰ〉 ἐν θέρει ἵππος ἀηδισθ ῇ .
103 2 Τραγάκανθον, σμύρναν, κρόκον, ἶριν Ἰλλυρικήν, λιβανωτοῦ ἄλευρον, παρθένιον τὴν βοτάνην, 〈χαμαί〉πιτυν, χαμαιδάφνην λειώσας μετὰ γάλακτος ἐγχυμάτιζε. Διδασκαλία περὶ σηπτικῶν ἤτοι καυστικῶν.
104 1 [5] Διδασκαλία περὶ σηπτικῶν ἤτοι καυστικῶ ν . Τοῖς σηπτικοῖς ἤτοι καυστικοῖς ὀνομαζομένοις χρώμεθα ἐπί τε τῶν τυλωδῶν ὑπερσαρκωμάτων καὶ τῶν καρκινωδῶν ἐνίοτε ἑλκῶν ἐπί τε χοιράδων, ὅταν αὐτὰς σῆψαι βουλόμεθα, ἐπί τε τῶν ἰσχιαδικῶν, ἀρθριτικῶν. ἀντὶ καυτῆρος ταῦτα προσάγωμεν ἐπὶ μυρμηκιῶν, ἀκροχορδόνων, ἥλων, συκωδῶν. ὃ μέγιστον δὲ ἔργον αὐτῶν ἐστιν, ἐπὶ τῶν ἀνθρακωδῶν ἑλκῶν καὶ κακοήθων. ἐπιχριόμενα γὰρ καὶ τὰς νομὰς ἱστᾶσι καὶ τὰς ἐσχάρας ἀποβάλλοντα τάχιστα τοῦ κινδύνου ἀπαλλάττουσι. Σηπ〈τ〉ικὴ ἄδηκτο ς .
104 2 Λεπίδος 〈 γο 〉 τὸ c ʹ, σανδαράκια ἑξαγ. α c ʹ, ἐλλεβόρου μέλανος, ἀρσενικοῦ ἀνὰ κερατ. ιηʹ. τινὲς ἀντὶ τοῦ ἀρσενικοῦ στυπτηρίαν σχιστὴν βάλλουσι. Ἄλλη ἄδηκτος καὶ κατὰ βάθος εἰσχωροῦσ α .
104 3 Λεπίδος, σανδαράκης [ἀπὸ] ἀνὰ ἑξαγ. αʹ κερατ. ϛʹ, ἐλλεβόρου μέλανος κεράτ〈ι〉α ιηʹ. καὶ ἐπὶ μὲν τῶν καθύγρων ἑλκῶν ξηροῖς χρῶ, ἐπὶ δὲ τῶν ἄλλων ῥοδίνῳ ἀναλύσας· ἀγαθὸν γάρ ἐστι. Ἄλλη στυπικὴ ἐνεργεστάτ η .
104 4 Κνήκου σπέρμα, λεπίδος ἐρυθρᾶς, σανδαράκης, ἶσα λεῖα ποιήσας μετὰ ῥοδίνου χρῶ. Περὶ κωλικῶν ἤτοι τὸν κῶλον ὀδυνωμένων.
105 1 [10] Περὶ 〈κω〉λικῶν καὶ πόθεν ἐπιγνωσθήσετα ι . Ἡ κεφαλὴ καταρρεπὴς ἐπὶ τὴν γῆν, καὶ ὑποσύρει τὰ σκέλη, ῥίπτει ἑαυτὸν χαμαὶ καὶ πάλιν ἀνίσταται. ἱδρὼς ἐπιγίνεται περὶ τὰς μασχάλας, φεύγει ὀδυνώμενος, μὴ φέρων τὴν φλεγμονήν. ἄλλοτε δὲ ῥίπτει ἑαυτὸν καὶ ὑπτιοῦται ἐπὶ τὰ νῶτα, τήν τε κεφαλὴν ὑπτιοῖ καὶ τοὺς πόδας ὀρθοῖ, ὁτὲ δὲ καὶ ὑπερυπτιοῦται καὶ περιστρέφεται καὶ τὴν ὄψιν φέρει[ν] ὑπὸ τὴν λαγόνα 〈δει〉κνύων τὸν ἀλγοῦντα τόπον, ἐλεγχόμενος ὑπὸ τῆς φλεγμονῆς τούς τε ὀδόντας τρίζων καὶ στένει καὶ τοῖς ποσὶ τύπτει τὴν γῆν μὴ ὑπομένων τὰς ἀλγηδόνας. ἐπιτείναντος δὲ τοῦ πάθους οὐκ ἀναφέρει ῥᾳδίως ὁ ἵππος. παρηγορεῖται δὲ οὕτως· ὄνου γάλα καὶ κάρδαμον φρύξας μετὰ οἴνου μέλανος δίδου. Ἐὰν κτῆνος ψηλαφηθῇ κατὰ τῆς καθιστήρα ς .
105 2 [5] Κολοφωνίας 𐆃 αʹ, κριθῆς ἄλευρον σεσησμένον γο θʹ, κηροῦ γο θʹ, ὄξους δριμυτάτου τὸ ἀρκοῦν. τὸ 〈ὄξ〉ος ζέσας πρῶτον βάλε τὸ ἄλευρον ἐπι〈με〉λῶς ταράσσων, ἵνα μὴ προσκαῇ. εἶτα βά〈λε〉 τὴν κολοφωνίαν καὶ τὰ λοιπὰ καὶ ἐν ἐρίοις τίθει χλιαρὸν ἐπὶ ἡμέρα〈ι〉ς τρισίν. Περὶ ἐκβολῆς ἕδρα ς .
105 3 Κυκλαμίνου ἀφεψήματι ἢ ἐλλεβόρου λευκοῦ πυρία τὴν ἕδρα〈ν〉. Ἀντίδοτος πρὸς κωλικὸν αὐθημερὸν ἀνωδύνους ποιοῦσα ἐν παροξυσμοῖς διδομένη καρύου Ποντικοῦ τὸ μέγεθος με θ ’ ὕδατο ς .
105 4 [5] Ὑοσκυάμου, πεπέρεως λευκῆς ἀνὰ γο β c ʹ, δαύκου Κρητικοῦ ἑξαγ. δ c ʹ, ὀπίου γο αʹ ἑξαγ. δ c ʹ, κάχρυος ἑξαγ. α c ʹ, κρόκου, εὐφορβίου, ναρδοστάχυος, πυρέθρου ἀνὰ ἑξαγ. α c ʹ ἀνάλαβε μέλιτι καὶ μαλάξας εὐτόνως χρῶ. Ἀφρικανοῦ πρὸς 〈αὐτό 〉 .
105 5 Κύκνου δεξιὸς ὄρχις περιαπτόμενος πα〈ύει〉 τὴν νόσον. Περὶ ὀστέων καταπόσεως.
107 t Πρὸς δρακοντίαν. Περὶ διαφόρων νοσημάτων καὶ τῶν ἐν αὐτοῖς θεραπειῶν καὶ περὶ ἐκβολῆς ἀκανθῶν καὶ χαρακτήρων.
108 1 [5] Περὶ ἐκβολῆς ἀκάνθη ς . Ἄκανθαν ἐκ σαρκὸς ἐκβάλλει καλάμου ῥίζα ἁπαλωτάτη τριβεῖσα ἐν θυίᾳ μέλιτί τε ἀναλαμβανομένη καὶ γινομένη εἰς κηρωτῆς πάχος ἐν ὀθονίῳ τε καταπλασθεῖσα καὶ ἐπιτεθεῖσα. εἰ γὰρ δι’ ὅλης τῆς νυκτὸς τεθῇ, 〈ἕω〉θεν εὑρήσει(ς) τὰς ἀκάνθας κεκολλημένας τῷ 〈φαρ〉μάκῳ. Πρὸς κολύβων διαβροχά ς .
108 2 〈Κριθ〉ῆς, βρόμου ἀνὰ 𐆃 ζʹ, ἐρεβίνθου 𐆃 c ʹ, βίκου 𐆃 γʹ, ὀρόβων 𐆃 κʹ, λαθύρου 𐆃 εʹ, ἀφάκης 𐆃 κʹ, φακῆς 𐆃 ιʹ, τήλεως 𐆃 εʹ, φάβατα 𐆃 ιʹ, σίτου 𐆃 ιʹ, μίξας φύλασσε καὶ δίδου ἑκάστῳ ἵππῳ ἡμερήσιον 𐆃 ϛʹ. Ἄλλως χάριν ἀλόγων εὐφυΐα ς .
108 3 Τὴν ῥίζαν τῆς πενταδακτύλου βοτάνης μετὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ περίαπτε. Περὶ τοῦ μὴ νοσεῖν ἐν *** ζῷ α .
108 4 [5] Ἐλάφου κεράτ〈ι〉ον κατακόψας ἑνὶ ἑκάστῳ περίαπτε. ἢ μαράθρου ῥίζαν ἢ ἱερὰν τὴν βοτάνην ἑψήσας ἄλειφε κεφαλήν, μέτωπον καὶ τράχηλον. ἢ ὀποπάνακος, καστορίου ἀνὰ γο δύο, χαλβάνη〈σ〉 [ἀνὰ] γο αʹ, τερεβινθίνης, βούτυρον, πίσσης Βρυττίας, ῥητίνης ** ἀνὰ γο βʹ, κηροῦ λευκοῦ, ἀξουγγίου, ἐλαίου κυπρίνου, ἐλαίου δαφνίνου ἀνὰ 𐆃 αʹ μίξας ἀναλάμβανε καὶ χρῶ θυμιῶν. ἢ ἐλάφου κέρας ἐπικάπνιζε τὴν φάτνην καὶ τὰ ἄλογα. Ἀφρι〈κα〉νο ῦ · πρὸς τὸ μὴ πτοεῖσθαι ἢ σκιάζεσθαι ἵππους ἐ〈ν τῇ ὁ〉δ ῷ .
108 5 [5] Πτοεῖσθαι δὲ τοὺς ἵππους μάτην ἢ θεάμασι κενοῖς ἢ σκιαῖς ἐκταράττεσθαι παύσει ὠτίῳ δεξιῷ τοῦ ζῴου προσαρ〈τισ〉θεῖσα λύκου οὐρά, εἰ ζῶντος αὕτη τοῦ θηρίου ἀποκοπῇ. Πρὸς τὸ μὴ ὄνον πίπτειν ἐν ὁδ ῷ .
108 6 Ἐξελὼν ἐκ τῆς κέρκου αὐτοῦ τρίχας δῆσον εἰς τοὺς ὀδόντας αὐτοῦ καὶ οὐ πεσεῖται. Περὶ ἀμπέλο υ .
108 7 Ἐὰν ἄμπελον σχῇ ἵππος ἢ ὑποζύγιον, ἔσονται περὶ αὐτὸν κιρσοὶ πυώδεις. θεραπεύει〈ν〉 δὲ αὐτοὺς τῷ καυτηρίῳ ὀρθὰς διδόντα καθ’ ἓν ἕκαστον τῶν ἐμπυωμάτων καὶ καταχρίειν τῷ γλοιῷ, ἕως αἱ ἐσχάραι ἐκπέσωσιν. Ἀφρικανοῦ χαρακτήρων ἵππων ἀφανισμό ς .
108 8 [10] Ἵππων δὲ αὕτη σπουδαίων κλοπὴ χαρακτῆρας ἀλλάξασα τὰ ἐκκαέντα τοῖς σώμασι γράμματα ἐξελεῖν καὶ ἀφανίσαι τὸ πρόσθεν σύμβολον ἑτέρῳ χρώματι καὶ ἀνεπίγνωστον ποιῆσαι τῷ πρώην δεσπότῃ. τὸ δὲ οὕτω γίνεται· ὄσπριον, οὗ τὸ εἶδος ἐπὶ τέλει ἑξαγώνῳ ἑβδόμῳ ἐπιγέγραπται πρώτῃ σελήνῃ ὥρᾳ τρίτῃ δίεφθον ὂν ὅτῳπερ ἀφανίσαι θέλῃς μέρει βάπτων ἐπίπλασσε. ἑλκῶσαν γὰρ τῇ καύσει λευκὴν ἀναφέρει τρίχα. εἰ δὲ καὶ πολλαχοῦ ἐμπλάσαις, ἡ πρόσθε μονόχρωμος ἔσται 〈περι〉ποίκιλος. κατὰ πάντων ἡ τέχνη τῶν ἄλλων χρωμάτων (λευκῶν μόνων χωρὶς διὰ τὸ ὁμοφυὲς τῆς τῶν τριχῶν 〈ἀ〉ναφυῆς) τὸ μὲν γράμμα ἐκκόψει, τὸ δὲ 〈ἀρχαῖ〉ον χρῶμα τηρήσει. Ἵπποις σημεῖον ἄνευ καυτηρίου ποιῆσα ι .
108 9 [10] Κισσήρεως χαύνης, κηρύκων θαλασσίων, νίτρου λευκοῦ, συκίνων φύλλων, κυάμων κεκαυμένων, ἶσον ἑκάστου σποδὸν ποιήσας, ξύρισον τὸν τόπον καὶ ἐπίπασον ὄξος παραστάζων καὶ τρῖβε εὖ μάλα δὶς τῆς ἡμέρας, ἕως ψιλὸς ὁ τόπος γένηται. εἶτα ἐπίγραψον σημεῖον, ὃ ἂν θέλῃς, καὶ λαβὼν κηκίδων ὀμφακιτίδων, στυπτηρίας, ῥοῦ, ἰοῦ χαλκοῦ τε καὶ ἀργύρου καὶ χαλκάνθην, πάντα ἶσα λείωσον ὄξος παραστάζων. καὶ ποιῶν κηρωτῆς ἁπαλῆς πάχος καὶ προστύψας στυπτηρίᾳ ὑγρᾷ ἀφ’ ἑσπέρας, ἐπιζωγράφει, ὃ θέλεις, σημεῖον. τῇ δὲ ἐπαύριον ἀποτρίψας γενναίως, πάλιν ἐπιζωγράφει ἐπὶ ἡμέρας ϛʹ. εἶτα οὔρῳ παλαιῷ ἀπόπλυνον, καὶ ἕξει καλῶς τὸ σημεῖον. Περὶ σκευασίας ἐγχυματισμῶν.
109 1 Ἄλλο ς . Ὑσσώπου κτλ. τραγακάνθης τὸ ἀρκοῦν, μαράθρου γο c ʹ, ῥοδίνου, σαμψύχου ἀνὰ γο αʹ, μέλιτος 𐆃 α c ʹ, οἴνου τὸ ἀρκοῦν. Ἐγχυματισμὸς καθαρτικό ς .
109 2 Κενταύριον, νίτρον ἀνὰ γο αʹ, πευκεδανὸν γο γʹ, κολοκύνθης, παιονίας ἀνὰ γο εʹ, οἴνου 𐆃 βʹ γο δʹ, ἐχομένας ἐπὶ τρεῖς ἡμέρας ἐγχυμάτιζε. Πρὸς ὑγίαν κτήνου ς .
109 3 Λιβυστικοῦ, πεπέρεως ἀνὰ γο βʹ, κάχρυος, κρόκου, ἐλαίου, θείου ἀνὰ γο α c ʹ, μέλιτος γο αʹ μίξας καὶ περιρράνας, τούτοις ἐγχυμάτιζε. Πρὸς καταψυγμό ν .
109 4 [5] Κρόκου ἑξαγ. δ c ʹ, σμύρνης, κόστου ἀνὰ γο c ʹ, κασ〈σίασ〉 γο β c ʹ, ἀμώμου γο γʹ, φύλλου γο εʹ, ἴρεως Ἰλλυρικῆς ἑξαγ. δ c ʹ, ἀσάρου γο δʹ, μελίλωτον γο αʹ, τραγακάνθου γο βʹ, πεπέρεως γο αʹ, οἴνου παλαιοῦ καὶ ἐλαίου ὀμφακίνου τὸ ἀρκοῦν, ᾠῶν * τὸ λευκόν, μέλιτος 𐆃 αʹ ἐγχυμάτισον ἐπὶ ἡμέρας. Φάρμακον καθαρτικὸν τῶν ἐν ἀγέλαι ς .
109 5 [10] 〈Τὰς ἀγε〉λαίας ἵππους ἐπεὶ συνεχῶς 〈οὐκ〉 ἔστιν λαβεῖν εἰς χ〈ε〉ῖρας, τῷ προφυλα〈κτι〉κῷ τούτῳ δεῖ καθαίρειν διὰ τοῦ ἦρος καὶ τοῦ φθινοπώρου, καὶ οὐκ ἐμπεσοῦνται ταχέως εἰς ψώραν ἢ νόσον. ἐπαινεῖ οὖν ἡμῖν κάλλιστον φάρμακον καὶ οὗ κάλλιον οὐκ ἔστι σικύου ἀγρίου ῥίζαν κόψαντας καὶ νίτρον μίξαντας τρίτον μέρος ἅλατος ἀναμίσγειν καὶ ἐγχυματίζειν καὶ διδόναι ἐσθίειν. τούτῳ οἱ πῶλοι διὰ τοῦ γάλακτος τῶν [τε] τελείων ἱππάδων καθαίρονται. δεῖ δὲ καὶ τὰ πράω καθαίρειν, ὅταν εἰς χλόην πέμπονται, ἵνα τὸν ἐκ τῶν παλαιῶν τροφῶν φαῦλον χυμὸν 〈ἅμ〉α ἐκκαθάρῃ. Παστέλλου σκευασία πρὸς πᾶν εἶδος νό〈σου 〉 .
109 6 [5] Ἴρεως Ἰλλυρικῆς, ἀριστολόγχης μακρᾶς, γεντιανῆς, 〈ἀ〉ρ〈κ〉είας, σμύρνης, ἀλεύρου ἐρεβίνθου, ὑσσώπου, σκορόδων Γαλλικῶν, ἀβροτόνου, πετροσελίνου, σελίνου σπέρμα ἀνὰ γο αʹ, πεπέρεως κοκκία ὀκτὼ ἕψει μετὰ οἴνου καὶ μέλιτος καὶ δίδου ἐπὶ ἡμέρας γʹ ἑκάστῳ ζῴων γο γʹ. Σκ〈ευασία δ〉ιὰ πικρᾶ ς .
109 7 ***