The Appendices to the Berlin Veterinary Texts is an anonymous Greek compilation of ten passages on equine medicine. It belongs to the corpus of late antique and Byzantine hippiatric literature, a practical and encyclopedic tradition that excerpted and reorganized material from earlier authorities to serve the needs of cavalry, veterinarians, and landowners. As a shorter collection, it is categorized among the minor works within this broader textual tradition. The content, typical of the genre, addresses identifying and treating equine diseases and injuries, focusing on the practical care of horses as military, agricultural, and sporting assets. The text survives as part of the larger manuscript tradition of Greek hippiatric writings, preserved within major collections such as the Corpus of Greek Horse-Doctors. Its transmission is characteristic of technical handbooks, involving copying and recombination in Byzantine and later manuscripts dedicated to agricultural knowledge. While its direct influence is subsumed within the broader hippiatric tradition, the work exemplifies the compilation practices that preserved ancient veterinary knowledge. Collectively, these texts shaped animal husbandry practices from the Byzantine and Arab worlds into early modern Europe.

περὶ σημείων καὶ χαρακτήρων τῶν ἐν ταῖς συσταθμίαις καὶ περὶ σταθμῶν καὶ μέτρων.

Τὴν τῶν σημείων καὶ χαρακτήρων διδασκαλίαν ἀναγκαιοτάτην οὖσαν οὐ πάρεργον ἀναγράψασθαι, ὅπως ταῖς τῶν φαρμάκων σκευασίαις συμβολικῶς εὑρόντες κείμενα, αὐτίκα γνωρίσωμεν τὴν ἐξ αὐτῶν σημαινομένην συσταθμίαν. τὴν οὖν μνᾶν σημαίνει τὸ μῦ στοιχεῖον ἐπικείμενον ἔχον τὸ νῦ· μν. τὴν δὲ λίτραν τὸ λάμδα ἔχον ὑποκείμενον τὸ ι· ↑. τὴν δὲ οὐγκίαν τὸ γάμμα, ἔχον ὑποκείμενον τὸ ο· 𐆄. Παρθένιος δὲ εὗρεν τὸ ν ἐπικείμενον ἔχον τὸ ο· νο. μ δὲ καὶ ε ἐπικείμενον μέρος δηλοῖ· με. πλάγιον δὲ λ εἰς δεξιὰ τὰς κεραίας νεῦον δραχμὴν δηλοῖ· 𐅻, εἰς δὲ τὰ εὐώνυμα ἡμίσειαν. τὸ δὲ Ῥωμαϊκὸν παρʼ ἐνίοις μὲν τριώβολον, παρʼ ἡμῖν δὲ παντὸς τοῦ σταθμοῦ τὸ ἥμισυ, πλάγιον δὲ ἓν μὲν ὀβολὸν· 𐅼, δύο δὲ διώβολον· 𐅽. ἔσω δὲ ἐστραμμένον τὸ Ἑλληνικὸν σίγμα ἡμιώβολον· Ͻ. ξ δὲ καὶ ε ἐπικείμενον ξέστην δηλοῖ· ξε. τὸ δὲ κ ἐπικείμενον ἔχον τὸ υ κύαθον· κυ. προςκείμενον δὲ τοῦ ο τὸ λ ὁλκὴν· ο̂, συνωνύμως τὴν καὶ δραχμὴν καλουμένην.

περὶ μέτρων.

Ἡ μνᾶ πρὸς τὸ Ἰταλικὸν ἔχει δραχμὰς ρμδʹ, πρὸς δὲ τὸ Ἀττικὸν δραχμὰς ρκβʹ, ὥστε τὴν Ἰταλικὴν μνᾶν εἶναι λίτραν μίαν ἡμίσειαν. πρὸς δὲ τὸ Ἀττικὸν λίτρ. αʹ 𐆄 γʹ δραχμὰς δʹ. ἡ οὐγκία ἄγει παρὰ μὲν τοῖς Ἰταλικοῖς δραχμὰς ηʹ, παρὰ δὲ τοῖς Ἀττικοῖς δραχμὰς ζʹ. γράμματα δὲ ἔχει ἡ δραχμὴ γʹ, ἡ δὲ 𐆄 κδʹ. ἡ λίτρα ἔχει 𐆄 ιβʹ .. ὁλκὰς δύο. τὴν δὲ ὁλκὴν συνωνύμως καὶ δραχμὴν λέγουσιν. τὸ δὲ γράμμα ἔχει ὀβολὸν ἕνα, χαλκοῦς τέσσαρας, ὁ δὲ ὀβολὸς χαλκοῦς ϛʹ, ὁ δὲ χαλκοῦς καὶ τὸ κεράτιον παντὸς γράμματός ἐστι σμικρότατον πρὸς ἐκπλήρωμα τιθέμενον. ὁ μέδιμνος ἔχει ἡμίεκτα ιβʹ, τὸ δὲ ἡμίεκτον χόας μὲν βʹ, χοίνικας δὲ δʹ. ὁ δὲ χοῦς χοίνικας βʹ, ξέ. ηʹ, ὡς ἔχειν τὸν μέδιμνον χοίνικας μβʹ, ξέ. ρϟβʹ. ὁ δὲ χοῖνιξ κοτύλας ηʹ, ξέ. ηʹ. ὁ δὲ ξέ. κοτύλας δύο, κυάθους ιβʹ. καὶ διὰ τούτων οἱ πλεῖστοι τῶν Ἑλλήνων μετροῦσιν. παρὰ δὲ τοῖς Ἰταλοῖς εὑρίσκεται ὁ χοῦς μέτρῳ μὲν ἔχων ξέ. ιϛʹ, κοτύλας ιβʹ, σταθμὸν δὲ ὕδατος ὀμβρίου, ὅπερ ἐστὶν ἀψευδέστατον, δραχμὰς ψκʹ. ὁ δὲ χοῖνιξ ἔχει ξέ. γʹ, κοτύλας ἕξ. καὶ οὗτος δὲ παρὰ τοῖς Ἀττικοῖς τρύβλιον ὀνομάζεται. τὸ δὲ ὀξύβαφον τέταρτόν ἐστι τῆς κοτύλης. ἔχει δὲ ὁ ξέ. σταθμῷ δραχμὰς ρκʹ. ἰδίως δὲ ἡ Ἑλληνικὴ κοτύλη ἡ ἐλαίου ἕλκει λίτρ. αʹ, ὁ δὲ ξέ. λίτρας βʹ, ὁ δὲ Ἰταλικὸς λίτραν μίαν 𐆄 ηʹ, τοῦ δὲ οἴνου 𐆄 θʹ. εἰδέναι δὲ δεῖ, ὡς τὰ μέτρα κατὰ τὸν σταθμὸν οὐ μετρίως ἐξαλλάσσεται κατὰ τὴν τῆς ὕλης διαφοράν.

ἐκ τῶν Κλεοπάτρας κοσμητικῶν περὶ σταθμῶν καὶ μέτρων.

Ἡ μνᾶ ὄνομα ἔχει σταθμοῦ· ἔχει 𐆄 ιϛʹ, δρα. ρκηʹ, γράμματα τπδʹ, ὀβολοὺς ψξηʹ, θέρμους ͵ανβʹ, κεράτια ͵βτδʹ, χαλκοῦς ͵ϛρμδʹ.

Ἡ Ἀττικὴ μνᾶ ἔχει 𐆄 ιβσʹ, δρα. ρʹ, γρά. τʹ, ὀβολοὺς χʹ, θέρμους ϡʹ, κεράτια ͵αωʹ, χαλκοῦς ͵ϋωʹ …

Ἡ Πτολεμαϊκὴ μνᾶ ἔχει 𐆄 ιηʹ, δρα. ρμδʹ, γρά. υλβʹ, ὀβολοὺς ωξδʹ, θέρμους ͵αςϟϛʹ, κεράτια ͵βφιβʹ, χαλκοῦς ͵ϛϡιβʹ.

Ἡ λίτρα ἔχει 𐆄 ιβʹ, δρα. ϟϛʹ, γράμμ. σπηʹ, ὀβολοὺς φοςʹ, θέρμους ωξδʹ, κεράτια ͵αψκηʹ, χαλκοῦς ͵ϋχηʹ …

Ἡ οὐγκία ἔχει δρα. ηʹ, γρά. κδʹ, ὀβολοὺς μηʹ, θέρμους οβʹ, κεράτια ρμδʹ, χαλκοῦς τπδʹ. καλεῖται δὲ ἡ 𐆄 τετράσσαρον Ἰταλικόν.

Ἡ δραχμὴ ἔχει γρά. γʹ, ὀβολοὺς ϛʹ, θέρμους θʹ, κεράτια ιηʹ, χαλκοῦς μηʹ.

Τὸ Ἰταλικὸν δηνάριον ἔχει δρα. αʹ. δραχμὴ δὲ καὶ ἄλλη ὁμωνύμως καλεῖται ἡ Αἰγυπτιακή, ἥτις ἕκτον μέρος ἐστὶ τῆς Ἀττικῆς δραχμῆς, ἄγουσα ὀβολὸν αʹ.

Τὸ γράμμα ἔχει ὀβολοὺς βʹ, θέρμους γʹ, κεράτια ϛʹ, χαλκοῦς ιϛʹ.

Ὁ ὀβολὸς ἔχει θέρμον ασʹ, κεράτια γʹ, χαλκοῦς ηʹ.

Τὸ ἡμιώβολον ἔχει κεράτιον ασʹ, χαλκοῦς δʹ.

Ὁ θέρμος ἔχει κεράτια βʹ, χαλκοῦς γʹ. Ἀττικὸν δὲ ἡμιώβολον καὶ ἡμιωβόλου τέσσαρα πέμπτα.

Τὸ κεράτιον ἔχει Ἀττικοὺς χαλκοῦς βʹ καὶ χαλκοῦ βʹ πέμπτα.

Ὁ χαλκοῦς ἔχει ἡμιωβόλου τὸ τέταρτον, ὥστε τοὺς τέσσαρας χαλκοῦς ἄγειν ἡμιώβολον.

Ὁ στατὴρ ἄγει δρα. δʹ. καλοῦσι δὲ αὐτὸν τετράδραχμον. καὶ τὸ διπούντιον δὲ ὁμοίως ἄγει δρα. δʹ. καὶ τὸ βασιλικὸν κάρυον ὁμοίως ἄγει δρα. δʹ. Χήμη ἡ μεγάλη ἔχει δρα. γʹ, καὶ ἡ μικρὰ δρα. βʹ. Ἀσσάριον ἔχει δραχμὰς βʹ. Κοχλιάριον ἔχει δρα. αʹ.

Ὁ κύαθος ἔχει δρα. ιʹ 𐆄 ͵αδʹ, γρά. λʹ, ὀβολοὺς ξʹ, θέρμους ϟʹ, κεράτια ρηʹ, χαλκοῦς υπʹ. ἐστὶ δὲ ὁ κύαθος κοτύλης τὸ ἕκτον.

Ἡ κοτύλη μέτρῳ μὲν ἔχει κυάθους ϛʹ, σταθμῷ δὲ δρα. ξʹ, 𐆄 ζσʹ, γρά. ρπʹ, ὀβολοὺς τξʹ, θέρμους φμʹ, κεράτια ͵απʹ, χαλκοῦς ͵βπʹ.

Τὸ τρύβλιον τὸ αὐτὸ μέτρον χωρεῖ τῇ κοτύλῃ. ἔχει γὰρ μέτρῳ μὲν κυάθους ϛʹ, σταθμῷ δὲ δρα. ξʹ.

Ὁ ξέστης μέτρῳ μὲν ἔχει κοτύλας βʹ, σταθμῷ δὲ δρα. ρκʹ. καλεῖται δὲ παρʼ Αἰγυπτίοις ὁ ξέστης ἴνιον.

Τὸ ὀξύβαφον ἔχει κοτύλας δʹ, κύαθον ασʹ, σταθμῷ δὲ δρα. ιεʹ.

Ἡ κόγχη ἡ μεγάλη τὸ αὐτὸ μέτρον σῴζει τῷ ὀξυβάφῳ. ἔχει γὰρ μέτρῳ μὲν κύαθον ασʹ, σταθμῷ δὲ δρα. ιεʹ. ἡ δὲ ἐλάττων κόγχη ἔχει μέτρῳ μὲν ἡμικύαθον, σταθμῷ δὲ δρα. εʹ.

Μύστρον τὸ μέγα ἔχει κοτύλης τὸ ἑκκαιδέκατον, ὁ γίνεται δραχμαὶ γσʹ τέταρτον. τὸ δὲ μικρότερον κοτύλης τὸ εἰκοστὸν δεύτερον, ὁ γίνεται δρα. βʹ κερατίου τὸ ἑνδέκατον.

Ὁ χοῦς ἔχει μέτρῳ μὲν κοτύλας Ἀττικὰς ιβʹ, ξέ. δὲ ϛʹ χοίνικας δὲ δʹ, σταθμῷ δὲ ἄγει ὁ χοῦς δρα. ψκʹ.

Ὁ χοῖνιξ ἔχει μέτρῳ μὲν κοτύλας γʹ, σταθμῷ δὲ δρα. ρπʹ. ἐν δὲ τοῖς Γεωργικοῖς εὗρον τὴν κοτύλην τρίτον ἢ τέταρτον ξέστου, τὸν δὲ χοῦν ξεστῶν θʹ, κοτυλῶν δὲ ιβʹ, καὶ τὸν ἀμφορέα ξεστῶν λϛʹ, κοτυλῶν μηʹ, τὸν δὲ μετρητὴν ξεστῶν οβʹ, κοτυλῶν ϟϛʹ, τὸν δὲ μέδιμνον ξέ. ρβʹ, κοτυλῶν ρλϛʹ. ὁ δὲ κατὰ Σύρους μετρητῆς ξεστῶν Ἰταλικῶν ρκʹ. τὸ τρύβλιον καὶ τὸ ὀξύβαφον ὁμοίως ἔχουσι κοτύλης τὸ τέταρτον. ὁ δὲ κύαθος κοτύλης τὸ ἕκτον.

ἄλλως περὶ τῶν αὐτῶν.

Ἡ μνᾶ ἡ Ἀττικὴ ἔχει 𐆄 ιβσʹ, ἡ δὲ ἑτέρα 𐆄 ιϛʹ, ἡ δὲ Πτολεμαϊκὴ ἔχει 𐆄 ιηʹ. ἡ λίτρα ἔχει 𐆄 ιβʹ, ἡ 𐆄 ἔχει δρα. ηʹ, ἡ δρα. ἔχει γρά. γʹ. τὸ γράμμα ἔχει ὀβολοὺς βʹ. ὁ ὀβολὸς ἔχει θέρμον ασʹ. ὁ θέρμος ἔχει κεράτια βʹ, χαλκοῦς δὲ γʹ ἢ εʹ. Ἀττικὸν δὲ ἡμιώβολον καὶ ἡμιωβόλου τέσσαρα πέμπτα. τὸ κεράτιον ἔχει Ἀττικοὺς χαλκοῦς βʹ καὶ χαλκῶν δύο πέμπτα. ὁ χαλκοῦς ἔχει ἡμιωβόλου τὸ τέταρτον μέρος, ὥστε τοὺς τέσσαρας χαλκοῦς ἄγειν ἡμιώβολον. ὁ στατὴρ ἄγει δρα. δʹ. καλοῦσι δὲ αὐτὸν τετράγραμμον. καὶ τὸ διπούντιον δὲ δρα. δʹ καὶ τὸ βασιλικὸν δὲ κάρυον ὁμοίως ἄγει δρα. δʹ. ἡ χήμη ἡ μεγάλη ἔχει δρα. δʹ, ἡ μικρὰ δρα. βʹ. τὸ ἀσσάριον ἔχει δρα. βʹ, τὸ κοχλιάριον δρα. αʹ.

περὶ μετρῶν καὶ σταθμῶν ἱπποϊατρικῶν.

Ἡ 𐆄 ἔχει δρα. ηʹ. ἡ δρα. ἔχει γρά. γʹ, ὀβολοὺς ϛʹ. ἡ κοτύλη ἔχει 𐆄 ιβʹ, ὀξύβαφα βʹ, τὸ δὲ ὀξύβαφον κυάθους γʹ. ὁ κύαθος ἔχει μύστρα δʹ. κοχλιάριον δέ ἐστιν μύστρου τὸ ἥμισυ. τὸ δὲ ὀξύβαφον ποιεῖ 𐆄 ϛʹ. ὁ κύαθος ποιεῖ 𐆄 βʹ. τὸ μύστρον ποιεῖ 𐆄 τὸ ἥμισυ. τὸ κοχλιάριον ποιεῖ γράμματα ϛʹ. ἡ δρα. ποιεῖ γράμματα γʹ. ὁ ὀβολὸς ποιεῖ γράμματος τὸ ϲʹ. τὸ σίκλον ἔχει 𐆄 τὸ ϲʹ, ὁ κύαθος μύστρα δʹ, ὡς εἶναι τὸ μύστρον 𐆄 τὸ ϲʹ, τὸ δὲ μύστρον κοχλιάρια βʹ, ὡς εἶναι τὸ κοχλιάριον 𐆄 δʹ. ἡ μνᾶ ἔχει 𐆄 ιεʹ, ὁλκὰς ριβσʹ. ἡ λίτρα ἔχει ὁλκὰς ϟʹ. τὸ δὲ δηνάριον ἔχει γράμματα δʹ.

περὶ μέτρων ὑγρῶν.

Τὸ Ἰταλικὸν κεράμιον ἔχει χοᾶς ηʹ. ὁ χοῦς ἔχει ξέ. ἕξ, ὁ ξέ. κοτύλας βʹ, αἳ καὶ τρύβλια λέγονται. ἡ κοτύλη τὸ αὐτὸ ἔχει. τὸ τρύβλιον ἔχει μύστρα μεγάλα γʹ, ὀξύβαφα δὲ δʹ. τὸ μέγα μύστρον ἔχει ὀξύβαφον αʹ. τὸ ὀξύβαφον ἔχει κυάθους ασʹ. ὁ δὲ κύαθος ἔχει μνᾶς μικρὰς ἤτοι μύστρα μικρὰ δύο. ΤΟ ἸΤΑΛΙΚΟΝ ἘΛΑΙΟΥ ΟΙΝΟΥ ΜΕΛΙΤΟϹ Τὸ κεράμιον ἔχει λ̸ οβʹ λ̸ πʹ λ̸ ρκʹ Ὁ χοῦς λ̸ θʹ λ̸ ιʹ λ̸ ιγσʹ Ὁ ξέστης 𐆄 ιηʹ 𐆄 κʹ 𐆄 κζʹ Ἡ κοτύλη 𐆄 θʹ 𐆄 ιʹ 𐆄 ιγσʹ Τὸ μέγα μύστρον 𐆄 γʹ 𐆄 γʹ γρα ηʹ 𐆄 δσʹ Τὸ ὀξύβαφον 𐅻 ιηʹ 𐆄 οβʹ γρα 𐆄 γϛʹ Τὸ μικρὸν μύστρον 𐅻 ιϛʹ γρα κʹ 𐅻 θʹ Ὁ κύαθος 𐆄 ασʹ 𐅻 ιβʹ ὅ ⸓‖ θʹ 𐅻 ιγʹ ὅ ⸓‖ ιʹ

Ἀλοιφὴ θερμή, διʼ ἧς θεραπεύσεις πάντα τέτανον ἀνθρώπων τε καὶ ἵππων, καὶ πάντα κρυμὸν καὶ τοὺς κατεψυγμένους ἰάσῃ, καὶ τοὺς ἡμιξήρους γεγονότας ἀποκαταστήσεις εἰς τὸ κατὰ φύσιν, καὶ πάντα ῥευματισμὸν ἀναστελεῖς. ὅλως δὲ τούτου θερμότερον ἢ ἐνεργέστερον οὐδὲν οὐδενὶ ἰατρῷ ἢ ἱππιατρῷ ἀναγέγραπται φάρμακον οὐδʼ ἀναγραφήσεται. ἔχει δὲ οὕτως·

Ἄμβαρος 𐆄 ϛʹ, μόσχου 𐆄 ϛʹ, ξυλαλόης 𐆄 ϛʹ, κινναμώμου 𐆄 ϛʹ, καρυοφύλλου 𐆄 ϛʹ, ναρδοστάχυος 𐆄 ϛʹ, πεπέρεος λευκοῦ 𐆄 ϛʹ, πεπέρεος κοινοῦ 𐆄 ϛʹ, πεπέρεος μακροῦ 𐆄 ϛʹ, φύλλου 𐆄 ϛʹ, ζιγγίβερος 𐆄 ϛʹ, καρύων ἀρωματικῶν 𐆄 ϛʹ, ἀμώμου 𐆄 ϛʹ, κόστου 𐆄 ϛʹ, καλάμου ἀρωματικοῦ 𐆄 ϛʹ, ξυλοβαλσάμου 𐆄 ϛʹ, καρποβαλσάμου 𐆄 ϛʹ, κυπείρου 𐆄 ϛʹ, μυροβαλάνου 𐆄 ϛʹ, κασίας 𐆄 ϛʹ, σχοίνου ἄνθους 𐆄 ϛʹ, κασσάμου 𐆄 ϛʹ, ζαρναβῶ 𐆄 ϛʹ, σαμψύχου 𐆄 ϛʹ, ἴρεως Ἰλλυρικῆς 𐆄 ϛʹ, γαλαγγὰ 𐆄 ϛʹ, ἀδάρκης 𐆄 ϛʹ, ὑσσώπου 𐆄 ϛʹ, καρδαμώμου 𐆄 ϛʹ, καλαμίνθης 𐆄 ϛʹ, ῥάσδου 𐆄 ϛʹ, γλήχωνος 𐆄 ϛʹ, μελιλώτου 𐆄 ϛʹ, ἀλκυονίου 𐆄 ϛʹ, καστορίου 𐆄 ϛʹ, εὐφορβίου 𐆄 ϛʹ, πυρέθρου 𐆄 ϛʹ, σκορόδων 𐆄 ϛʹ, κόπρου περιστερᾶς 𐆄 ϛʹ, δαφνίδων 𐆄 ϛʹ, σινήπεως 𐆄 ϛʹ, σίνωνος Συριακοῦ 𐆄 ϛʹ, κάχρυος 𐆄 ϛʹ, πηγάνου σπέρματος 𐆄 ϛʹ, σταφίδος ἀγρίας 𐆄 ϛʹ, θείου ἀπύρου 𐆄 ϛʹ, ἅγνου σπέρματος 𐆄 ϛʹ, πετροσελίνου σπέρματος 𐆄 ϛʹ, πλατυκυμίνου 𐆄 ϛʹ, μελανθίου 𐆄 ϛʹ, ῥαφάνου σπέρματος 𐆄 ϛʹ, καρδάμου σπέρματος 𐆄 ϛʹ, γομφίτου 𐆄 ϛʹ, λαδάνου 𐆄 ϛʹ, ζυγίας 𐆄 ϛʹ, μαστίχης 𐆄 ϛʹ, λιβάνου 𐆄 ϛʹ, μάννης 𐆄 ϛʹ, πίσσης ξηρᾶς 𐆄 ϛʹ, Κολοφωνίας 𐆃 αʹ, ῥητίνης φρυκτῆς 𐆃 αʹ, ῥητίνης ὑγρᾶς 𐆃 αʹ, τερεβινθίνης 𐆃 αʹ, ὀποπάνακος 𐆄 ϛʹ, βδέλλιου 𐆄 ζʹ, ἀμμωνιακοῦ 𐆄 ζʹ, σαγαπήνου 𐆄 ϛʹ, ἰξοῦ 𐆃 αʹ, κηροῦ 𐆃𐆃 γʹ, χαλβάνης 𐆄 ϛʹ, μαρκιάτου 𐆄 ϛʹ, νευροχαλαστικοῦ 𐆄 ϛʹ, οἰσύπου ὑγροῦ 𐆄 ϛʹ, στέατος λέοντος 𐆄 ϛʹ, στέατος ἀρκείου 𐆄 ϛʹ, στέατος ἀλώπεκος 𐆄 ϛʹ, στέατος ταυρείου 𐆄 ϛʹ, στέατος ἐλαφείου 𐆄 ϛʹ, στέατος χοιρείου 𐆄 ϛʹ, στέατος χηνείου 𐆄 ϛʹ, στέατος νησσαίου 𐆄 ϛʹ, στέατος ὀρνιθείου 𐆄 ϛʹ, στέατος γυπὸς 𐆄 ϛʹ, στέατος φασιανοῦ 𐆄 ϛʹ, στέατος γεράνου 𐆄 ϛʹ, βουτύρου 𐆄 ϛʹ, μυελοῦ ἐλάφου 𐆄 ϛʹ, μεδουλίου 𐆄 ϛʹ, μοσχελαίου 𐆄 ϛʹ, ὀποβαλσάμου 𐆃 αʹ, γλήχωνος ἐλαίου 𐆃 αʹ, ναρδίνου ἐλαίου 𐆄 ηʹ, κιτρελαίου 𐆄 ηʹ, κυπρινελαίου 𐆄 ηʹ, ζάμβακος ἐλαίου 𐆄 ϛʹ, δαφνίνου ἐλαίου 𐆄 ηʹ, ῥαφανίνου ἐλαίου 𐆄 ηʹ, γλευκίνου ἐλαίου 𐆄 ηʹ, σαμψουχίνου ἐλαίου 𐆄 ηʹ, ἰρίνου ἐλαίου 𐆄 ηʹ, Σικυωνίου ἐλαίου 𐆄 ηʹ, στυρακοελαίου 𐆄 ηʹ, ἀμυγδαλίνου ἐλαίου 𐆄 ηʹ, μυρσίνου ἐλαίου 𐆄 ηʹ, σχινίνου ἐλαίου 𐆄 ηʹ, κικίνου ἐλαίου 𐆄 ηʹ, χαμαιμηλίνου ἐλαίου 𐆄 ηʹ, πηγανελαίου 𐆄 ηʹ, ἀνηθελαίου 𐆄 ηʹ, πηγελαίου 𐆄 ηʹ, πετρελαίου 𐆄 ηʹ, μαστιχίνου ἐλαίου 𐆄 ϛʹ, σκευῆς 𐆄 ηʹ, νάφθης λευκῆς 𐆄 ηʹ, νάφθης μελαίνης 𐆄 ηʹ, Κολοφωνίας ἐλαίου 𐆄 ϛʹ, κατζαρελαίου 𐆄 ηʹ, δᾳδελαίου 𐆄 ηʹ, πισσελαίου 𐆄 ηʹ, καπνελαίου 𐆄 ηʹ, ἀλωπεκείου ἐλαίου 𐆄 ηʹ, αἰγείρου ἐλαίου ητιουκητρ 𐆄 ϛʹ, γαλῆς ἐλαίου 𐆄 ηʹ, ἐλαίου παλαιοῦ τὸ ἀρκοῦν.

σκευάζεται δὲ τὸν τρόπον τοῦτον· τὰς βοτάνας καὶ τὰ σπέρματα καὶ τὰ ἀρωματικὰ πάντα κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ, καὶ τὸν μόσχον καὶ τὴν ξυλαλόην καὶ τὸ ἄμβαρ καὶ τὸ κιννάμωμον καὶ τὸ καρυόφυλλον καὶ τὰ πέπερι καὶ τὸ φύλλον καὶ τὸ εὐφόρβιον καὶ τὸ καστόριον καὶ τὸ πύρεθρον καὶ τὸ κάχρυ ἔχε ἰδίως σεσησμένα. τὰ δὲ λοιπὰ πάντα ἕψει τῷ ἐλαίῳ τῷ παλαιῷ ἱκανῶς, καὶ μετὰ τὸ ἑψηθῆναι αὐτὰ ἐκπιέσας ἀπόρριπτε. εἶτα ἐπέμβαλλε τὰ τηκτὰ πάντα ἀναλελυμένα ἰδίως καὶ διυλισμένα, εἶτα τὰ ἔλαια, καὶ ἕψει μικρόν. καὶ αὖθις ἐπεμβαλὼν τὸν μόσχον καὶ τὴν ξυλαλόην καὶ τὸ κιννάμωμον καὶ τὸ καρυόφυλλον καὶ τὸ εὐφόρβιον καὶ τὰ πέπερι καὶ τὸ ἄμβαρ καὶ τὸ φύλλον καὶ τὸ κάχρυ καὶ τὸ καστόριον καὶ τὸ πύρεθρον τετριμμένα καὶ σεσησμένα, εἶτα τὸ μοσχέλαιον καὶ τὸ κιτρέλαιον καὶ τὸ ὀποβάλσαμον καὶ τὸ ῥαφάνινον ἔλαιον καὶ τὸ νάρδινον ἔλαιον καὶ τὸ κύπρινον ἔλαιον καὶ τὸ γλήχωνος ἔλαιον, ἕψει πάλιν ἐπὶ μαλθακοῦ πυρὸς μικρὸν καὶ ἄρας ἀποτίθει ἐν ὑελίνῳ ἀγγείῳ καὶ χρῶ ὡς ὅτι μάλιστα καὶ δαιμονίως δοκίμῳ.

Ἄλλο· Κουδριγαρία κόνις ἤτοι κονιορτός, ὅστις ἐκ διαφόρων εἰδῶν μεμιγμένος βοηθεῖ καὶ καθʼ ἑαυτὸν καὶ μεθʼ ἑτέρων βοηθημάτων τοῖς διαφόροις καὶ ποικίλαις νόσοις παλαίουσι ζώοις, εἰ κατὰ τρόπον καὶ λόγον τοῦ βοηθήματος μίγνυται. οὗ βοηθήματος τοιούτῳ τρόπῳ σύνθεσις σωτηριώδης πιστεύεται εἶναι·

Ἀριστολοχείας μακρᾶς 𐆄 ασʹ, ἀριστολοχείας στρογγύλης … ασʹ, ἀμώμου 𐆄 ασʹ, ἀμυγδάλων πικρῶν 𐆄 ασʹ, ἀβροτόνου 𐆄 ασʹ, ἄμιος 𐆄 ασʹ, ἀσπαράγου 𐆄 ασʹ, ἄγνου σπέρματος 𐆄 ασʹ, ἀλυσάθρου 𐆄 ασʹ, ἀφρονίτρου 𐆄 ασʹ, ἀσφάλτου Ἰουδαϊκῆς 𐆄 ασʹ, ἀγαρικοῦ 𐆄 ασʹ, ἀμαράκου 𐆄 ασʹ, ἀκακίας ῥίζης 𐆄 ασʹ, ἀλόης 𐆄 ασʹ, ἀσπαράθου ῥίζης φλοιοῦ 𐆄 ασʹ, ἀψινθίου 𐆄 ασʹ, ἀκόρου 𐆄 ασʹ, Ἀρτεμισίας 𐆄 ασʹ, ἀρνογλώσσου 𐆄 ασʹ, ἀμμωνιακοῦ 𐆄 ασʹ, ἀννίσου 𐆄 ασʹ, ἀλθαίας 𐆄 ασʹ, ἀγριοσυκίου … σπέρμα 𐆄 ασʹ, ἀγριοσυκίου ῥίζης 𐆄 ασʹ, ἀσάρου 𐆄 ασʹ, ἀρτίσκων σκιλλιτικῆς 𐆄 ασʹ, ἀρτίου 𐆄 ασʹ, αἰγείρου ῥίζης 𐆄 ασʹ, βετονικῆς 𐆄 ασʹ, βουνιάδος 𐆄 ασʹ, βράθυος 𐆄 ασʹ, βουτύρου 𐆄 ασʹ, γεντιανῆς 𐆄 ασʹ, γλυκυρίζης χυλοῦ 𐆄 ασʹ, γλήχωνος 𐆄 ασʹ, Γαραμαντικοῦ 𐆄 ασʹ, γαλαγγὰ 𐆄 ασʹ, δαύκου 𐆄 ασʹ, δρακοντίας 𐆄 ασʹ, δεροσίνης 𐆄 ασʹ, δαφνοκόκκων 𐆄 ασʹ, δικτάμνου 𐆄 ασʹ, εὐνίου φοινικίνου 𐆄 ασʹ, εὐπατορίου 𐆄 ασʹ, ἐλλεβόρου μέλανος 𐆄 ασʹ, ἑλενίου 𐆄 ασʹ, ἐπιθύμου 𐆄 ασʹ, εὐφορβίου 𐆄 ασʹ, ἑρπύλου κόμεως 𐆄 ασʹ, ἐρίφου αἵματος ξηροῦ 𐆄 ασʹ, εὐζώμου σπέρματος 𐆄 ασʹ, ἐλελισφάκου 𐆄 ασʹ, ἐλέφαντος σπέρματος 𐆄 ασʹ, ζαδώριον 𐆄 ασʹ, ζιγγιβέρεως 𐆄 ασʹ, ζάνης 𐆄 ασʹ, ἡλιοτροπίου ῥίζης 𐆄 ασʹ, ἡδυχρόου μαλάγματος 𐆄 ασʹ, θύμου Κρητικοῦ 𐆄 ασʹ, θείου ἀπύρου καθαροῦ 𐆄 ασʹ, θλάσπεως 𐆄 ασʹ, θέρμων 𐆄 ασʹ, ἰσχάδων 𐆄 ασʹ, ἴρεως Ἰλλυρικῆς 𐆄 ασʹ, ἰρυγγίου 𐆄 ασʹ, ἰξοῦ κεδρέας 𐆄 ασʹ, κόστου 𐆄 ασʹ, κενταυρίου 𐆄 ασʹ, κόμιος 𐆄 ασʹ, κρομύου Ἰνδικοῦ 𐆄 ασʹ, κασίας ναρδίνης 𐆄 ασʹ, καλάμου ἀρωματικοῦ 𐆄 ασʹ, κολοκύνθης Ἀλεξανδρίνης 𐆄 ασʹ, καλαμίνθης ὀρεινῆς 𐆄 ασʹ, κέρατος ἐλαφείου 𐆄 ασʹ, καπάρεως ῥίζης φλοιοῦ 𐆄 ασʹ, καστορίου 𐆄 ασʹ, κρόκου 𐆄 ασʹ, κυκλαμίνου 𐆄 ασʹ, καδμείας βοτρυΐτιδος 𐆄 ασʹ, κασίας σύριγγος 𐆄 ασʹ, καρδάμου 𐆄 ασʹ, κινναμώμου 𐆄 ασʹ, κρομύου σπέρματος 𐆄 ασʹ, καλάμου Συριακοῦ 𐆄 ασʹ, κασίας ἀσμαλίτιδος οὐγκία ασʹ.

Χρήσιμον ἐν τῇ τῶν ἵππων ἀσθενείᾳ, ἣν νῦν τοῦ ἁγίου καλοῦσί τινες, καὶ τὸ ἐλλέβορον ἐντιθέναι τρυπῶντας τὸ δέρμα.