eul_wid: vjk-ag

Κτηνιατρικὰ Βερολίνου
Berlin Veterinary Works

Hippiatric Compilation Anonymous Berlin Veterinary Works PDF

1 t περὶ πυρετοῦ. Ἀψύρτου.
1 1 [5] Στρατευσάμενος ἐν τοῖς τάγμασι τοῖς ἐπὶ τοῦ Ἴστρου ποταμοῦ ἔγνων τὰ συμβαίνοντα τοῖς ἵπποις, ἐν οἷς καὶ διαφωνοῦσιν. ἀναταξάμενος οὖν ταῦτα καὶ τὰ πρὸς αὐτὰ βοηθήματα προσφωνῶ σοι, φίλτατε Ἀσκληπιάδ η, τοῦτο τὸ βιβλίον, ὄντι μοι πολίτῃ καὶ ἰατρῷ μεγίστῳ. ἐν ᾧ μὴ ἐπιζητήσῃς λογιότητα, ἀλλὰ τὴν ἐκ τῆς πείρας φυσικὴν ἐμπειρίαν ἐπίγνωθι. λέγω δὲ πρῶτον περὶ τοῦ πυρέττοντος, ὡς ἐπιγνωσθήσεται ἐν τοῖς σημείοις τούτοις.
1 2 [10] 〈ἐπέταξά σοι ταῦτα τὰ σημεῖα, ὅπως ἐκ τῶν τοιούτων πραγμάτων ἐν περισσοτέρᾳ ἀσφαλείᾳ τὰ τοῖς ἵπποις ἐκ τῶν τοιούτων σημείων ἐπιγινόμενα πάθη εὐχερῶς γινώσκοις καὶ μὴ ἀσκόπως καὶ ἀγνώστως λέγων ἐκ τῶν ἀκριβῶς ἐπισταμένων καταγελᾷ. διὰ τοῦτο οὖν χρὴ ταῦτα ὑπὸ παντὸς ἱπποϊατροῦ λίαν γινώσκεσθαι. εἰσὶ δὲ τὰ σημεῖα ταῦτα〉· ἔχει τὴν κεφαλὴν καταρρέπουσαν ἐπὶ τὴν γῆν, ἀνανεῦσαι 〈δὲ〉 μὴ δυνάμενος, καὶ τοὺς ὀφθαλμοὺς ᾠδηκότας 〈καὶ ὑφαίμουσ〉 καὶ δυσδιανοίκτους, 〈ἔστι δὲ ὅτε καὶ δακρύει, ἔχων τὰ〉 χείλη κεχαλασμένα καὶ πᾶν τὸ σῶμα ὁμοίως, 〈καὶ γλῶσσαν ξηράν〉, καὶ τοὺς διδύμους κεχαλασμένους, θερμός τε ὅλος γίνεται τῷ σώματι, ἥ τε ἀναπνοὴ ὡσαύτως θερμὴ καὶ βαρεῖα, καὶ τὰ σκέλη προβάλλει, ἑλκόμενός τε τοῦ ἀγωγέως περιπατεῖν οὐ δύναται, ὁμοίως οὐδὲ ἐλαυνόμενος, ἀλλὰ κατὰ μικρὸν ἐπιβαίνει περιφερόμενος τῷ σώματι καὶ κλίνεται κατὰ πλάτος, κυλίεσθαί τε οὐ δύναται.
1 3 τὰ μὲν οὖν παρεπόμενα τοιαῦτα. συμβαίνει δὲ 〈ταῦτα〉 ἤτοι, ὅταν ᾖ ὑπέρτονος τῷ κόπῳ γεγονὼς ἀπὸ τοῦ ἐλασμοῦ ἢ καὶ δρόμου συντόνου.
1 4 [5] γίνεται δὲ καὶ διὰ ψύχους ὑπερβολὴν ἢ καύματος, ἔσθ’ ὅτε δὲ καὶ δι’ ὠμότητα τῶν σιτίων, ὃ μάλιστα συμβαίνει, ὅτάν τι προσλάβηται τῶν νέων καρπῶν καὶ σιτίων, δυσανάδοτοι γάρ εἰσι καὶ δύσπεπτοι. θεραπεύεται δὲ οὗτος αἵματος ἀφαιρέσει ἐκ τῶν κροτάφων ἢ τοῦ προσώπου, καὶ ἀνατάσει ἀπὸ πάσης τροφῆς τῇ πρώτῃ ἡμέρᾳ, μόνου τοῦ πόματος κατὰ μικρὸν διδομένου, περιπάτοις τε ὀλίγοις καὶ πραέσι, χειμῶνος δὲ ἐσκεπάσθω καὶ ἡ στάσις ἔστω θερμή.
1 5 ὅταν δὲ δοκῇ βέλτιον ἔχειν, προάγειν αὐτὸν δεῖ ἐπὶ τὴν νομήν, ἐὰν ᾖ ὁ καιρός. εἰ δ’ οὐκ ἔστι, παραβάλλειν χόρτον ξηρὸν κατ’ ὀλίγον ἐκ προσαγωγῆς μελικράτῳ ἐρραντισμένον καὶ τὰς κριθὰς πτισάνην ποιοῦντα, καὶ ταύτας δὲ ὡσαύτως μὴ πολλὰς ἐν ἀρχῇ διδόναι. πολλάκις δὲ μὴ πυρέσσων ἔστιν, ὅτε καταρρέπουσαν ἔχει τὴν κεφαλὴν καὶ τὰ σκέλη προβάλλει ὡσαύτως καὶ ἀναπεσὼν πλατύνεται.
1 6 [5] καὶ τοῦτον δὲ ἐπιγνώσῃ προσφερομένων τῶν κριθῶν ἢ καὶ ἑτέρου τινὸς τῶν βρωμάτων. ἐὰν γὰρ τὸ προσφερόμενον ᾖ τρώγων, ἀπύρετός ἐστιν, μόνον δὲ κόπον ἔχει. ὁ δὲ πυρέσσων οὐδὲν προσίεται τούτων, ἀλλ’ ἔστιν ἀνόρεκτος καὶ σκυθρωπὸς, ἐπιζητῶν 〈δὲ〉 μόνον τὸ πόμα. μηδέποτε δὲ τοῦ τοιούτου τὰς κατὰ νεῦρα φλέβας ἐξαιματίσῃς.
1 7 [5] συμβαίνει γὰρ συνεσπασμένον γενέσθαι, ῥίπτει τε ἑαυτὸν καὶ διεγείρεσθαι οὐ δύναται. ἐπιτείνεται γὰρ τὸ πάθος καὶ οὕτως γίνεται διαφωνῆσαι τῆς ἀσιτίας μενούσης. ὁ δὲ πυρέσσων ἀπὸ τῆς ἀρχῆς μέχρι τριῶν ἡμερῶν ὑπομένει, τὰς δὲ τούτων πλείονας οὐ περιγίνεται. ὅσοι δὲ τοῦ ὠτὸς ἁπτόμενοι καὶ πρὸς τῇ πλευρᾷ προστιθέντες τὴν χεῖρα παρὰ τὸν ἀγκῶνα τοῦ ὤμου λέγουσι πυρέσσειν, οὐκ ἀληθεύουσιν οὗτοι.
1 8 [5] οὐδεμία γὰρ ἀπόδειξίς ἐστι διὰ τούτων πυρετοῦ. οὐ δεῖ δὲ τοῦ ἀπὸ κόπου σημεῖα φέροντος αἷμα ἀφαιρεῖν. προσκαθαιροῦντες γὰρ τὴν δύναμιν εὐχερῶς ἀδικήσομεν. τὸν δὲ πυρέσσοντα ἀναγκαῖον φλεβοτομεῖν ἐκ τῶν εἰρημένων τόπων διὰ τὸ κατακρατεῖσθαι τὴν κεφαλὴν ὑπὸ τοῦ ἀρρωστήματος καὶ εὐάλωτον εἶναι. Ἱεροκλέους εἰς αὐτὸ προοίμιον.
1 9 [10] Ἀλλ’ εἰ καὶ κατακούειν ἡμᾶς ἑτέρων τὰ νῦν ἐχρῆν ἔν τε δικαστηρίοις παρέχειν χρείαν τοῖς δεομέ νοις καὶ σπουδὴν περὶ ταύτας ποιεῖσθαι τὰς διατριβάς, οὐκ ἀτιμαστέον γε ὅμως τὴν σὴν ἀξίωσιν, ἄριστε Βάσσ ε. ἡδὺ γὰρ ἀτεχνῶς φορτίον καὶ κάματος εὐκάματος, φησὶν Εὐριπίδη ς, ὑπό τινι φίλῳ προστάττοντι καὶ μάλιστα σοί, δι’ ὃν αἱροίμην ἄν, ἵνα παιδιᾶς τολμήσωμεν εἰπεῖν τρόπον, καὶ λειποτάκτης ἐπὶ καιροῦ τινος τῆς περὶ τοὺς δικάζοντας γενέσθαι φάλαγγος. φέρε οὖν ἐπειδή σοι τοῦτο δοκεῖ καὶ ἀσχολίας ὑπέρτερον, ἔφη που Πίνδαρο ς, ἑπόμενος τῷ προστάγματι λέγειν ἄρξωμαι, τίνα μὲν ἵπποις εἴωθεν ἐπιγίνεσθαι πάθη, τίνα δὲ ἐφ’ ἑκάστοις αὐτῶν ἰάματα. κεκλήσθων δὲ ἡμῖν συμφορεῖς τοῦ λόγου τοῦδε Ποσειδών τε ἵππειος καὶ ὁ τοῦ τῶν ἀνθρώπων γένους σωτὴρ Ἀσκληπιός, ᾧ πάντώς που καὶ ἵππων μέλει, εἰ δεῖ τι Χείρωνος τοῦ Κενταύρου καὶ τῶν ἐν Πηλίῳ διατριβῶν ἀξίως μεμνῆσθαι. σοὶ μὲν οὖν ἵππον φασὶν ἐς πεδίον παρακαλεῖν, εἴ τι δεῖ τὴν παροιμίαν ἀφ’ ἑστίας λαβεῖν, πρὸς τοῦδε τοῦ λόγου τὴν γραφήν. ἐγὼ δέ, εἰ μὲν ἕτερος ἦν ὁ κινήσας ἐπὶ ταῦτα, πολλὰς ἠναγκάσθην ἂν ἴσως συγγράψαι βίβλους περί τε φύσεως ἵππων διεξιὼν μίξεώς τε καὶ κυήσεως αὐτῶν, ἔτι τε ἀνατροφῆς καὶ χωρίων θέσεως, ἃ καλλίστην καὶ ὑγιεινοτάτην αὐτοῖς παρέχειν εἴωθε νομὴν καὶ δίαιταν, καὶ πρό γε τούτων, ὅπως ἄν τις γνωματεύσειε τὸν ἄριστον ἵππον καὶ παρασκευάσειε μὴ δυσάγωγον εἶναι μηδὲ δύσστομον καὶ δυσγάργαλον, ἀλλὰ ψάλιον ἑτοίμως δέξασθαι, καὶ τὸν ἀναβάτην μὴ χαλεπῶς ἐνεγκεῖν, καὶ ταῖς τῶν ἐποχουμένων ὁρμαῖς ὑπακούειν πρὸς ἅπαν, ὃ βούλονται· ταῦτα πάντα διεξῄειν ἄν, εἰ πρὸς ἄλλον ἦν.
1 11 [5] ἐπεὶ δὲ καὶ λόγων οὐκ ἀμελέτητος εἶ, καὶ τὰ περὶ τὴν ἱπποτροφίαν ἐκ προγόνων παρειληφὼς σπουδάσματα τυγχάνεις, τά τε Σίμωνος ἀκούεις τοῦ παλαιοῦ τοὺς τῆς ἱππασίας αὐτοῦ τρόπους ἐν τῷ παρ’ Ἀθηναίοις Ἐλευσινίῳ χαράξαντος καὶ σημήναντος ἐν τοῖς σχήμασι, τόν τε περὶ τῆς ἱππικῆς Ξενοφῶντι τῷ Γρύλλου συγγεγραμμένον διανέγνω κας λόγον, τούτου χάριν διὰ βραχέων ἀπόχρη σημῆναι τὰ περὶ τῆς τῶν ἵππων θεραπείας καιριώτατα. οἱ μὲν οὖν τὰς ἐπὶ τοῖς τῶν ἀνθρώπων σώμασι θεραπείας ἀκριβέστερον συνταξάμενοι παῖδες ἰατρῶν φασί που καὶ τὴν χρόαν ἢ πηλικότητα ἑκάστου χρῆναι τῶν θεραπευομένων ἐφορᾶν, ὡς μὴ πάντων μίαν καὶ τὴν αὐτὴν ἀπαιτούντων ἐπικουρίαν, ἀλλὰ τοὺς μὲν ἄγαν λευκοὺς καὶ Σκύθεσιν ἐμφερεῖς καὶ νὴ Δία πίονας, τοὺς δὲ ἄκρως μέλανας, οἷον Αἰθίοπας, τούς τε λεπτοὺς ἑτέρας θεραπείας ἐπιζητοῦντας τρόπον κατὰ τὸ ὂν ἐν αὐτοῖς χυμῶν ἐλλιπὲς ἢ περιττεῦον.
1 12 [15] οἱ δὲ περὶ τὴν τῶν ἵππων ἴασιν εἰσενεγκάμενοι σπουδὴν οὐκ εἰς τοσοῦτον περιττότητος ἐχώρησαν, οὐδ’ αὐτοῖς διακριτέος μέλας ἀπὸ τοῦ φοινικοῦ ἢ ὁ ἐπιμήκης τὸ εἰς πλευρὸν τεῖνον ἀπό γε τοῦ στρογγύλου. οὔκουν οὐδὲ τὸ γένος πολυπραγμονεῖν ἀξιοῦσιν, εἴ τις Ἀρκὰς ἢ Κυρηναῖος ἢ τῶν ἀπὸ τῆς Ἰβηρίας ἢ Καππαδοκῶν ἢ νὴ Δία γε Θετταλὸς ἢ Μαυρούσιος ἢ καὶ ὁ βασιλεῖ τῶν Περσῶν περισπούδαστος ὁ Νησαῖος. τούτου γε μὴν οὕτω προειρημένου δοκεῖ μοι τῷ περὶ τῆς θεραπείας οὐκ ἀπᾴδειν λόγῳ περὶ τῶν ἐτῶν εἰπεῖν, εἰς ὅσα τὴν ἵππου φασὶν ἡλικίαν διαρκεῖν.
1 13 [15] Ἀριστοφάνης οὖν ὁ Βυζάντιος τὰ περὶ φύσεως ζῴων ἐπιτεμόμενος ἐκ τῶν Ἀριστοτέλους τοῦ φιλοσόφου φησὶν ἔτη ζῆν δύνασθαι ἵππον πεντήκοντα καὶ πρός. καὶ ἐν τοῖς Κυντιλίων δὲ Γεωργικοῖς εὕρομέν τινι τῶν ἱππέων ἵππον ὑπηρετηκότα τὸν αὐτὸν παρ’ ὅλον τὸν τῆς στρατείας χρόνον ἐτῶν ἐφεξῆς πέντε καὶ εἴκοσι. Ταραντῖνος δὲ ἱστορεῖ τὸν τοῦ Διὸς νεὼν κατασκευάζοντας Ἀθηναίους Ἐννεακρούνου πλησίον εἰσελαθῆναι ψηφίσασθαι τὰ ἐκ τῆς Ἀττικῆς εἰς τὸ ἄστυ ζεύγη σύμπαντα. φόβῳ δὲ τοῦ ψηφίσματός τινα τῶν γεωργῶν ἡμίονον ἀγαγεῖν γηραιόν, ἄγοντα ἔτος ὀγδοηκοστόν. τὸν δὲ δῆμον τιμῇ τοῦ γήρως προηγήτορα τῶν ζευγῶν εἰς τὴν κατασκευὴν αὐτὸν τοῦ νεὼ καταστῆσαι, προβα δίζειν τε ἄζευκτον καὶ ἄπληκτον ψηφίσασθαι. μηδένα δὲ τῶν πυροπωλῶν ἢ κριθοπωλῶν ἀπελαύνειν αὐτὸν τῆς ἑστίας ἢ ἀπείργειν τῆς βρώσεως. συλλαμβάνειν γε μὴν καὶ κύειν ἐπιτηδείως ἔχειν φησὶν Ἀριστοτέλης τὴν θήλειαν ἕως ἐτῶν τριάκοντα. ἀλλ’ ἐνταῦθα ἡμῖν ὁ τὰ τοιαῦτα ἱστορῶν ἱστάσθω λόγος, ἵνα μὴ πόρρω τῆς ὑποθέσεως ἀπαχθέντες λάθωμεν.
1 14 [10] ὁρῶν δὲ τοὺς δοκιμωτάτους τῶν ἰατρῶν σημεῖα προλέγοντάς τινα, δι’ ὧν ἕκαστον πάθος ἐπιγνώσεταί τις συμπτωμάτων, ἀναγκαιότατον εἶναι νομίζω τοῦτον ἐπὶ τῆς τῶν ἵππων ἰατρικῆς τῆς προμηνύσεως παραλαμβάνειν τὸν τρόπον. εἰ γὰρ τῶν ἀνθρώπων τῇ κατὰ φύσιν ἐξουσίᾳ τοῦ λόγου δυναμένων παραστῆσαι τὸ λυποῦν οὐδὲν ἧττον τῆς ἀπὸ τῶν σημείων τοῖς ἰατρεύουσιν ἐδέησεν ἐπισκέψεως, πολὺ δήπου μᾶλλον δεῖ τῆς τῶν διδασκομένων γνωρισμάτων καταλήψεως ἐπὶ τῶν οὐ δυναμένων τὸ συμβὰν διελθεῖν. ἵν’ οὖν ἀπὸ τῶν μεγίστων ἀρξώμεθα, περὶ πυρετοῦ πρότερον διεξέλθωμεν. περὶ πυρετοῦ.
1 15 [5] Ἵππος εἰ συνέχοιτο πυρετῷ, διὰ τῶνδε τὸ πάθος τῶν σημείων ἐμφανὲς καταστήσεται· νεύει μὲν 〈κεφαλὴν〉 εἰς τὸ ἔδαφος ἰσχυρῶς, ὡς ἀνανεῦσαι μὴ δύνασθαι, καὶ τοὺς ὀφθαλμοὺς ᾠδηκότας ἔχει καὶ δακρυώδεις, καὶ τὸ βλέφαρον ἐπαίρει μόγις. ἔτι δὲ τὰ χελύνια κεχαλασμένα ἴδοις ἄν, καὶ τοὺς ὄρχεις κεχαλασμένους, τό τε σῶμα εὔλυτον καὶ θερμὸν ὅλον ἐστί, τῆς ἀναπνοῆς πυρώδους ἀναφερομένης καὶ βαρείας, τά τε σκέλη προβάλλει. εἰ δέ τις αὐτὸν ἐφέλκοιτο, περιπατεῖν οὐχ οἷός τε, ἀλλ’ οὐδὲ εἴ τις ἐπισπέρχοι· κατὰ μικρὸν δὲ ἐπιβαίνει παραφέρων τὸ σῶμα, ὥσπερ οἱ διὰ ποτὸν πλείονα ἀκροθώρακες καὶ σφαλλόμενοι. οὐ μὴν οὐδὲ καλινδεῖσθαι δύναται. τούτῳ δὲ περιπίπτει τῷ τοῦ πυρετοῦ πάθει, ὁπόταν ὑπέρτονος γένηται ὑπὸ δρόμου καὶ ἐλασμοῦ ἢ καὶ διὰ ψύχους ὑπερβολὴν ἢ καὶ καύματος, ἔσθ’ ὅτε δὲ καὶ δι’ ὠμότητα, ὅταν νε αρὰς προσλάβῃ καὶ ἀρτιθερίστους κριθάς, αἳ δὴ δύστριπτοί εἰσι καὶ δυσδιοίκητοι.
1 17 [5] θεράπευε οὖν τὸν τρόπον τοῦτον· αἷμα ἀφαίρει ἐκ τῶν κροτάφων καὶ τοῦ προσώπου, τὴν δὲ τροφὴν αὐτῷ μὴ πρόσφερε τῇ πρώτῃ ἡμέρᾳ, ἀλλὰ μόνον τὸν ποτὸν κατὰ μικρὸν δίδου, καὶ περιπατεῖν ὀλίγα καὶ πράως ποίει ἐσκεπασμένον, ὄντος καὶ τοῦ τόπου ἐν ᾧ ἕστηκε θερμοῦ. ὅταν δὲ βέλτιον ἔχειν δοκῇ, προαγέσθω ἐπὶ νομήν, ἐὰν πόας καιρὸς ᾖ. εἰ δὲ μὴ ᾖ, παραβαλλέσθω χόρτος ἐκ προσαγωγῆς καὶ κατ’ ὀλίγον καὶ κριθαὶ καλῶς περιεπτισμέναι σύμμετροι, μὴ πολλαὶ τὸ κατ’ ἀρχάς. ἔστι δὲ ὅτε πολλάκις καὶ μὴ πυρέσσων κεφαλὴν νένευκεν ἀπό τινος κόπου, ὁμοίως καὶ τὰ σκέλη προβάλλει, καὶ ἀναπεσὼν πλατύνεται.
1 18 [10] ἀλλὰ καὶ τοῦτον ἐπιγνώσῃ, τὰς κριθὰς προσφέρων ἢ καί τινας ἑτέρας τροφάς. ἐὰν γὰρ ἐσθίῃ προθύμως, οὐ πυρέττει. ὁ γὰρ πυρετῷ συνεχόμενος οὐκ ἐσθίειν ἐθέλει, κατηφὴς ὢν καὶ μόνον ἐπιζητῶν τὸν ποτόν, καὶ κατακλιθεὶς εἰς τὴν γῆν διεγείρεσθαι οὐ δύναται οὐδὲ καθεύδειν. φασὶ δὲ τὸν πυρεταίνοντα ἀπὸ τῆς ἀρχῆς μέχρι τριῶν ἡμερῶν ὑπομένειν, περαιτέρω δέ, εἰ μὴ τύχοι βοηθείας, οὐ διαρκεῖν. (φησὶ δὲ Στρατόνικος, ὅτι, κἂν διαφύγῃ, τῷ αὐτῷ πάθει ποτὲ τελευτήσει.) τῶν γε μὴν ἀπὸ κόπου σημεῖα φερόντων μὴ δεῖν αἷμα ἀφαιρεῖν ἀρέσκει, ἵνα μὴ ἡ δύναμις αὐτῶν προσκαθαιρῆται.
1 19 [5] τὸν δὲ πυρεταίνοντα φλεβοτομεῖν ἀναγκαῖον, ἀφ’ ὧν εἴρηκα μερῶν, διὰ τὸ [μὴ] τὴν κεφαλὴν βαρύνεσθαι αὐτοῦ μάλιστα καὶ εὐάλωτον εἶναι. οἱ μέντοι ἀπὸ τῆς τοῦ ὠτὸς ἁφῆς καὶ τῆς πλευρᾶς τῆς πρὸς τὴν ἀκρωμίαν νομίζοντες δύνασθαι σημειοῦσθαι τὸν πυρεταίνοντα δοκοῦσί μοι τῆς ἀληθοῦς μὴ τυγχάνειν καταλήψεως. δυνήσῃ δὲ τῷ πυρεταίνοντι καὶ δι’ ἐγχυσματισμῶν βοηθῆσαι.
1 20 [10] δάφνης κόκκους 〈δέκα〉 τρίψας ἐπιμελῶς, ἐπίχεε μέλιτος ὀξύβαφον καὶ οἴνου κύαθον καὶ ὕδατος τὸ ἴσον, εἶτα ἀναδεύσας ἔγχει διὰ στόματος. ἢ σελίνου σπέρμα τρίψας καὶ ἐπιχέας οἴνου κυάθους δύο καὶ αὖθις τρίψας, εἶτα ἐπιβαλὼν ὕδατος κυάθους τρεῖς, ἔγχει διὰ στόματος. ἐὰν δὲ ἴδῃς αὐτὸν ἀρχόμενον κοιμᾶσθαι, πρόαγε εἰς περίπατον μὴ πλέον σταδίων δέκα, εἶτα ποίει κυλίεσθαι, τότε καὶ τῇ τροφῇ αὐτοῦ προσθήσεις πτισάνης διδοὺς καὶ ῥεφανίδων, ἂν ὦσιν, καὶ δάφνης ἀκρέμονας. πυρετοῦ πρόγνωσις καὶ ἴασις.
1 21 [5] Τὰ ὄμματα δακρυώδη ἔχει, καὶ ἀχλὺς αὐτοῖς ἔπεστι. πνεῖ θερμὸν καὶ θιγγάνοντι θερμός ἐστιν ὅλος, καὶ τὴν κεφαλὴν κάτω κέκυφε, καὶ ψῦχος αὐτῷ προσπίπτει, τρέμει τε καὶ τοὺς ὀδόντας συγκρούει, καὶ οἱ ὄρχεις οἰδοῦσιν, καὶ τὸ στόμα ἄφθης μεστόν, καὶ ἡ ζέα (ἤτοι γραμμὴ) μετέωρος καὶ μαλακὴ καὶ θερμή, οἱ ὀφθαλμοὶ οἰδοῦσι, καὶ τὰ χείλη ἐστὶ χαυνότερα. ὅταν οὖν προαίσθῃ τὴν ὥραν αὐτήν, ἐν ᾗ τὸ ψῦχος προσπίπτει καὶ ὁ πυρετὸς ἐπιγίνεται, πυρία αὐτὸν ἢ σύστειλον ἱματίοις, καὶ τῆς ὠμῆς λύσεως δὸς πιεῖν θερμόν, καὶ τῶν σιτίων ὑπόστειλον, ὡς γένηται λαγαρός. ἐὰν δὲ ἡ κοιλία πήγνυται, λαβὼν συκαμίνου τὰ ἁπαλά, εἰ δὲ μή, τὴν ῥίζαν τρίψας, ὕδατι ἕψησον, εἶτα μίξας μέλιτος κοτύλην ἐπίχεε τρεῖς τοῦ ὕδατος τοῦ ἡψημένου, εἶτα ἔγχεον εἰς τοὺς μυκτῆρας, καὶ εἰς βαλανεῖον ἀγαγὼν λοῦσον, καὶ οἴνῳ καὶ ἐλαίῳ ἐμφυσῶν ἀνάτριβε, εἶτα περίστειλον ἱματίοις.
1 22 [10] καὶ ὅταν μέλλῃ κοιμᾶσθαι, τῶν σιτίων κατὰ μικρὸν πρόσφερε. ἄφελε δὲ αὐτοῦ αἷμα ἀπὸ τῶν κροτάφων ὅσον κοτύλας τρεῖς, τῇ δὲ ἄλλῃ ἀπὸ τῶν σκελῶν ἀνώτερον τοῦ γόνατος καὶ ἔασον ἀπορρυῆναι κοτύλας ἕξ, καὶ ἐπιμελοῦ ὡς βέλτιστα. Ἀνατολίου εἰς τὸ αὐτό.
1 23 (t) [15] Ἐπιγνώσῃ τὸν πυρέσσοντα ἵππον ἐκ τοῦ τὴν κοιλίαν ὑποχωρεῖν καὶ ἀφοδεύειν πυκνά. θεραπευτέον οὖν αὐτὸν λουτρῷ θερμῷ θερείας, χειμῶνος δὲ θαλπτέον ὡς μὴ ῥιγῶσαι. καὶ τροφὴν ὀλίγην ὀρόβων ἢ πυρίνων ἀλεύρων δοτέον καὶ ποτὸν ὕδωρ χλιαρὸν προσκο μιστέον καὶ διὰ κοιλίας καθαρτέον αἷμά τε ἐκ τοῦ τραχήλου ἢ τῶν περὶ τὴν φάρυγα ἢ τὸ στῆθος φλεβῶν 〈ἢ τοῦ ποδὸσ〉 ἀφαιρετέον τά τε γόνατα χριστέον ὄξει θερμῷ. ὅταν δὲ ἐρρῶσθαι δοκῇ, λοῦσον ὕδατι θερμῷ. ἐὰν δὲ διὰ κόπον πυρέττῃ καὶ ἀπισχνωθῇ, γάλακτος αἰγείου κοτύλην μίαν, ἀμύλου τὸ ἀρκοῦν, 〈ἐλαίου ἡμικοτύλιον〉, ᾠὰ τέσσαρα, ἀνδράχνης κοπείσης τὸν ὀπὸν μίξας ἅμα ἔγχει ἐπὶ ἡμέραις τρισὶν ἢ καὶ πλείοσι διὰ τοῦ στόματος, ἕως ἂν ὑγίανῃ. ἐὰν δὲ δι’ ἐπιφορὰν παρισθμίων ἢ τῶν περὶ τὴν κεφαλὴν πυρέττῃ, θαλπτέον αὐτόν, καὶ τὴν ὑπερῴαν ἁλῶν μετὰ ὀριγάνου καὶ ἐλαίου καὶ πίσσης μιγέντων ὁμοῦ χριστέον. ὕδατι δὲ θερμῷ θερμαντέον τοὺς πόδας καὶ τὰ γόνατα, τά τε περὶ τὸ στόμα στρύχνῳ καὶ τετριμμένῃ τρυγὶ οἰνηρᾷ διατριπτέον, βρύοις δὲ ἢ χλόῃ ἄνευ κριθῆς θρεπτέον. ἐὰν δὲ διὰ ῥινῶν αἷμα φέρῃ, ἐγχεῖν χρὴ κοριάνου ὀπὸν διηθηθέντα. Εὐμήλου ἤτοι Χείρωνος.
1 24 (t) [5] Πυρετοῦ προσγενομένου αἷμα ἀπὸ τοῦ τένοντος ἀφαίρει, εἶτα λαβὼν κασίας, σμύρνης, λιβάνου ἀνὰ οὐγκίαν μίαν ἡμίσειαν, μίξας αἷμα χελώνης θαλαττίας καὶ παλαιὸν οἶνον διὰ μυκτήρων ἔγχει ἐπὶ ἡμέραις τρισίν. ἢ λαβὼν ἀβροτόνου δεσμὴν μίαν, σύκων Ἄφρων τὸ ἀρκοῦν, πήγανον, σέλινον, ἡδύοσμον, σταφυλῖνον, ἑψήσας ἅμα, ἐπὶ τρισὶν ἡμέραις τὸ ἀφέψημα ψυχρὸν δίδου πιεῖν. Ἀγαθοτύχου ἐγχυματισμὸς εἰς τὸ αὐτό.
1 25 (t) [5] Ἐγχυματίζειν δεῖ τὸν πυρέττοντα ἵππον ᾠοῖς τρισί, ῥοδίνου οὐγγίαις δυσίν, οἴνου λευκοῦ καὶ λεπτοῦ εὐώδους λίτρᾳ μιᾷ, καὶ ἱστᾶν ἐν εὐπνοίᾳ, κριθὰς μὴ διδόντα ἢ χόρτον μόνον. ψυχρὸν δὲ ὕδωρ συνεχέστερον προσάγειν, κἂν μὴ βούληται πιεῖν, τὸ στόμα διανοίγοντα αὐτοῦ συνεχέστερον κλύζειν. ὅταν δὲ καταστῇ, μετὰ ἡμέρας τρεῖς κριθὰς παραβάλλειν ἐκ προσαγωγῆς. Πελαγωνίου πρὸς πυρετὸν ἐνδότερον.
1 26 (t) [5] Τραγακάνθης γ ο μίαν, ὁρμίνου σπέρματος γ ο δύο, ῥοὸς Συριακοῦ γ ο δύο, πεπέρεως λευκοῦ γ ο μίαν, ἑψήματος λίτρας δύο, ὀποπάνακος γ ο γʹ, σελίνου σπέρματος γ ο β c ʹ, σμύρνης τρωγλίτιδος γ ο τέσσαρας, χαμαίδρυος γ ο θʹ, χαμαιμήλου γ ο τρεῖς, λιβανωτοῦ ἄρρενος γ ο τέσσαρας, πεπέρεως μέλανος γ ο βʹ, γεντιανῆς γ ο τὸ ἥμισυ, ταῦτα πάντα συγκόψας κατάχρισον ὅλον τὸ ζῷον. ἄλλο πρὸς πυρετὸν καὶ λεπτότητα.
1 27 (t) [5] Εἰ ἵππος πυρεταίνοι ἢ λεπτός ἐστιν ἢ πόνῳ τινὶ ἐνδοτέρῳ καταπονοῖτο, μάννης γ ο βʹ, λιβάνου γ ο γ c ʹ, ἴρεως Ἰλλυρικῆς λίτρας τὸ ἥμισυ, πεπέρεως γ ο αʹ, κόκκων δάφνης γ ο αʹ, σελίνου σπέρματος γ ο αʹ, συγκόψας καὶ μετὰ ἑψήματος μίξας προπότισον. ἄλλο προπότισμα.
1 28 (t) [5] Γάλακτος ὀνείου λίτραν μίαν, ἐλαίου κυάθους δύο, κρόκου γράμμα ἕν, σμύρνης γράμματα βʹ, σελινοσπέρματος κοχλιάριον μεστόν. ταῦτα πάντα λειώσας καὶ συμμίξας τῷ γάλακτι καὶ τῷ ἐλαίῳ ἐγχυμάτισον. δίδου δὲ καὶ ἄλευρον σίτινον μετὰ ὕδατος χλιαροῦ χειμῶνος, εἰ δὲ θέρος ἐστίν, ἀλεύρῳ κριθίνῳ μετὰ ψυχροῦ ὕδατος ἐγχυμάτισον. εἰ δὲ ἔχοι τὰς λαγόνας τεταμένας καὶ μὴ παύηται ὁ πυρετός, ἀνάγκη αὐτὸν καυτηριασθῆναι καὶ οὕτως ἐπιμελείας τυχεῖν. ἄλλο.
1 29 (t) [5] Γάλακτος αἰγείου λίτρας τὸ ἥμισυ, ἀμύλου τὸ ἀρκοῦν, ᾠὰ τέσσαρα, ἐλαίου κύαθον ἕνα, βοτάνης περδικιάδος, ἣν Ῥωμαῖοι οὐρκιόλαρ καλοῦσι, τὸν χυλὸν αὐτῆς τοῖς ἄλλοις εἴδεσι μίξας, καὶ προποτίσας ἐντεῦθεν ἐπὶ ἓξ ἡμέραις θᾶττον θεραπεύσεις. χρῖσμα πρὸς πυρετόν.
1 30 (t) [1] Ῥόδων λίτραν μίαν, ἐλαίου παλαιοῦ λίτραν μίαν ὄξους λίτραν μίαν ἥμισυ, ἐλαίου Κυπρίνου λίτραν μίαν ἥμισυ, ἀνδράχνης καὶ καρύων παλαιῶν λίτρας τὸ ἥμισυ, ἡδυόσμου καὶ πηγάνου τὸ ἀρκοῦν σύντριψον καὶ οὕτως ἐπίχρισον. ἄλλο προπότισμα.
1 31 (t) [5] Πυρεταίνοντα ἵππον ἐξ ἀνάγκης χρὴ φλεβοτομῆσαι καὶ προποτίσαι οὕτως· γεντιανῆς γ ο ἕξ, ἀριστολοχείας γ ο δʹ, ὑσσώπου γ ο βʹ, ἀβροτόνου γ ο βʹ, ἀψινθίου γ ο βʹ, σύκων γ ο βʹ, σελινοσπέρμου γ ο ἕξ, πηγάνου δεσμὴν μίαν εἰς χύτραν βαλὼν μετὰ ὕδατος ἕψει, ἄχρις ἂν ἀποτριτωθῇ, καὶ ὅταν ἴδῃς μελανίζον, γνῶθι δεόντως τὸ βοήθημα ἑψηθὲν κἀκεῖθεν ἡμίναν λαβὼν διὰ κέρατος προτότισον. ἄλλο προπότισμα ἁπλοῦν.
1 32 (t) [1] Τήλεως χυλὸν καθαρίως διηθῶν καὶ δεσμὴν σελίνου καὶ πηγάνου καὶ μελιλώτου καὶ ὑσσώπου συνεψήσας καὶ συμμίξας διὰ κέρατος δίδου. ἄκοπον εἰς πυρετόν.
1 33 (t) [1] Ἰρίνου ἐλαίου γ ο δʹ, ὀποπάνακος γ ο αʹ, δαφνίνου ἐλαίου γ ο δʹ, γλευκίνου ἐλαίου γ ο τέσσαρας ἥμισυ, καστορίου γ ο δʹ, ὑσσώπου γ ο δʹ, ἀξουγγίου λίτραν μίαν γ ο μίαν, ἀψινθίου Ποντικοῦ γ ο ἕξ. ἄκοπον ἄλλο πρὸς πυρέσσοντας.
1 34 (t) [1] Ἀβροτόνου γ ο βʹ, ἀφρονίτρου γ ο βʹ, ἀδάρκης γ ο βʹ, δαφνίδων ὑγρῶν γ ο βʹ, ταῦτα μίξας σύγχριε. περὶ μάλεως.
2 1-6 (t) [5] 〈περὶ〉 ἀρθρίτιδος Ἀψύρτου. Δέσποτα Σαβῖν ε, ἐπιζητήσαντός σου τὰ συμβαίνοντα τοῖς ἵπποις τίνα καὶ πόθεν, ἐπιδείξω σοι τὸ μέγιστον ἀρρώστημα τῶν ἐμπιπτόντων εἰς αὐτούς, ἐξ οὗ οὐ ῥᾳδίως ἀναφέρει τὸ κτῆνος· ἔστι δὲ τὸ πάθο ς , ὃ καλοῦσιν οἱ πολλοὶ μᾶλι ν , τινὲς δὲ κατάρρου ν , ῥωμαϊστὶ δὲ σουμπέριο ν .
2 1 [5] ἔστι δὲ τῇ ἀληθείᾳ ἀρθρῖτι ς, ἧς σημεῖα τάδε· ἰχῶρες ἀποστάζουσιν ἐκ τῶν μυκτήρων παχεῖς, ὀσμὰς ἔχοντες, μήλινοι τὸ χρῶμα, καὶ τὴν κεφαλὴν βαρύνεται, καὶ ῥέγχει, καὶ ἀπισχναίνεται διὰ τὸ εἶναι ἀνόρεκτον, καὶ τῇ παρ’ ἑκάτερα ἐναλλάξει τῶν ἄρθρων χωλάσματα ἐπιγίνεται. καὶ οὗ ἂν τύχοι κατακείμενος μέρους, ἑλκοῦται τὸ μέρος ἐκεῖνο τοῦ σώματος διὰ τὸ εἶναι ἀνάχυσιν ὑπὸ τὴν βύρσαν καὶ τὰ ἄρθρα χυμοῦ δριμυτάτου πλήρη. συμβαίνει δὲ τοῦτο διὰ τὸ μὴ ὑπάρχειν τῷ ζῴῳ ἐπὶ τοῦ ἥπατος ἀγγεῖον τὸ λεγόμενον χοληδόχον, ἀλλ’ εἶναί τι νευρίον ἐκλελυμένον, ὃ ἀποδέχεται τοῦτον τὸν χυμὸν κακεῖθεν τὴν ἔκκρισιν ποιεῖται καὶ μίγνυσι τῷ αἵματι διὰ τῶν ἀρτηριῶν τῶν πρὸς τῇ ῥάχει προσηρμοσμένων, εἶτα ἐπενεχθεὶς ἐπὶ τὸν νωτιαῖον μυελὸν ὁ χυμὸς καὶ τὸν ἐγκέφαλον φθείρει.
2 2 [5] τὴν γὰρ τροφὴν ἀπὸ τοῦ νωτιαίου λαμβάνει, διὸ καὶ τὴν κεφαλὴν κατακρατεῖται καὶ τὴν γλῶτταν, εἶναι γὰρ καὶ αὐτὴν τῶν ἐναρίθμων ἄρθρων. θεραπεύων δ’ ἄν τις ἐπιτυγχάνοι αἵματος ἀφαιρέσει λύων τὰς ἐν τῷ προσώπῳ φλέβας καὶ τὰς ἐν τῷ στήθει, ἔτι δὲ διακόπτων τὰ μεσοκύνια προσφορᾷ τε τροφῆς παντοδαπῆς χρώμενος καὶ ἐγχυματισμῷ διὰ ῥινῶν κενταυρίῳ καὶ ἀψινθίῳ καὶ πευκεδάνῳ ἑψομένοις ἔν οἴνῳ.
2 3 [5] ἡ γὰρ πικρότης ὑπὸ τῆς πικρότητος ἐξωθεῖται. εἴρηνται δὲ οὗτοι οἱ ἐγχυματισμοὶ 〈καὶ〉 τοῖς πρὸ ἡμῶν. ἡμέτερα δὲ εὑρήματα ταῦτ α · κολοκυντίδος Αἰγυπτίας σπέρμα ὅσον ὀξύβαφον κεκομμένον καὶ πεφρυγμένον ἐν οἴνω λευκῷ εὐώδει ὅσον κοτύλαις δυσὶ λεᾶναι, καὶ διηθήσαντας ἐν ὀθονίῳ ἐγχυματίζειν διὰ τῆς δεξιᾶς ῥινός, καὶ αὐτῇ δὲ τῇ ἐντεριώνῃ χρῆσθαι πεφρυγμένῃ.
2 4 [15] ἄριστον δὲ καὶ τοῦ ἀγρίου σικύου τὴν ῥίζαν κόψαι λεπτὴν ὅσον ἥμιμνον, ἐπιχέαι τε ὕδατος κοτύλας δύο καὶ βρέχειν νύκτα μίαν καὶ ἀνατρίψαντας διηθῆσαι καὶ τούτῳ μιγνύειν νίτρου κεκομμένου ὁλκὰς τρεῖς, εἶθ’ οὕτως καταλαβόμενον τὴν γλῶτταν ἐγχυματίζειν διὰ τοῦ στόματος ἡμέρας ἑπτὰ τὸ ἥμισυ τοῦ φαρμάκου, τὸ δὲ λοιπὸν ποτίζοντας τῷ ὕδατι μιγνύειν. φλεβοτομεῖν δὲ ἐν ἀρχῇ, ἐὰν δὲ ἐγχρονίσῃ τὸ πάθος, μηκέτι· μειωθείσης γὰρ τῆς δυνάμεως συμβαίνει διαφωνεῖν τὸ ζῷον. ὡσαύτως δὲ ἐν ἀρχῇ τὸν ἐγχυματισμὸν ποιεῖσθαι πρὸ τοῦ κατακρατεῖσθαι τὴν κεφαλὴν καὶ ἀναφυσᾶν διὰ τῶν ῥινῶν. οὗ συμβεβηκότος δεῖ ἀπογινώσκειν. καὶ τοῦτο δὲ γίνωσκε, ὡς ἐκ ταύτης τῆς νόσου 〈οὐ〉 ῥᾳδίως ἀναφέρει ἵππος καὶ καθαίρεται, ἡμίονος δ’ οὐχ οὕτως διὰ τὸ ἔχειν ἐξ ἑτερογόνου ζῴου τὴν σύστασιν καὶ ἐγκρατεστέραν εἶναι τὴν ἀρθρῖτιν.
2 5 [10] βοήθεια δὲ καὶ τούτῳ· ἐλλεβόρου λευκοῦ στατῆρα Αἰγύπτιον 〈λαβόντας καὶ〉 τέμνοντας τοῦ στήθους τὴν βύρσαν καὶ τοὺς χιτῶνας ἐπιτιθέναι πόρπακας λινοῦς ἢ κανναβίνους παρ’ ἑκάτερα τῆς τομῆς δύο, καὶ οὕτως ἐντιθέναι τὸν ἐλλέβορον, καὶ ἀποδῆσαι τοὺς πόρπακας καὶ ἐᾶσαι, μέχρις οὗ αὐτόματοι ἐκπέσωσι, χεῖρα δὲ μὴ προσάγειν τῷ τόπῳ μηδὲ ἐμβιβάζειν εἰς ὕδωρ. διδόναι δὲ καὶ νίτρου ὠμοῦ τετριμμένου διὰ τῆς ῥινὸς ἐν οἴνου κοτύλῃ ὁλκὴν μίαν, ἔστω δὲ ὁ οἶνος κεχλιασμένος. καὶ τὰς κριθὰς δὲ καταρραίνειν τῷ νίτρῳ, ὡσαύτως καὶ τὸν χόρτον καὶ παραβάλλειν, καὶ εἰς τὸ ποτὸν δὲ βάλλειν νίτρον. ὅσοι δέ εἰσιν ὠρχοτετομημένοι, οὐκ ἐμπίπτουσιν εἰς τὸ πάθος τοῦτο 〈ῥᾳδίωσ〉.
2 6 [t2] συμβαίνει δὲ ὡς ἐπίπαν ἐν τοῖς πώλοις, ὅταν ἐκληφθῶσιν ἐκ τῆς ἀγέλης καὶ εἰς τὴν στάτιν ἔλθωσιν, ἐγγίνεσθαι ἀνάχυσιν τῆς ἀρθρίτιδος, καὶ οὕτω διαφωνοῦσιν ἐν τῷ χειμῶνι. ἐπιγνωσθήσεται δὲ πρὸ τοῦ φέρεσθαι διὰ τῶν ῥινῶν, ὅταν ᾖ βήσσων, ὥστε ὑπολαμβάνειν ὀστέα καταπεπωκέναι, καὶ εὔγνωστόν ἐστιν, ὅτι ἔχεται ὑπὸ τῆς ἀρθρίτιδος καὶ ὡς τάχιστα δεῖ βοηθεῖν, καθὼς ἄνω γέγραπται. εὔχρηστον δὲ καὶ τοῦτο προσφέρειν, ὅταν ᾖ ὁ καιρὸς τοῦ φθινοπώρου· σταφυλὴν λευκὴν ἀποθλῖψαι καὶ ποιῆσαι πλῆθος κοτυλῶν δύο, καὶ τούτῳ μίξαντα ἀριστολοχείας κεκομμένης καὶ σεσησμένης κοχλιάρια δύο ἐπίμεστα ὡσαύτως ἐγχυματίζειν διὰ τῆς ῥινὸς καθ’ ἡμέραν μέχρι ἡμερῶν ἑπτά. τοῦ αὐτοῦ περὶ μάλεως ξηρᾶς, ὑγρᾶς, ἀρθρίτιδος, ὑποδερματίτιδος.
2 7 [10] Ἔστι μάλεως γένη τέσσαρα· ἡ μὲν γάρ ἐστιν ὑγρά, ἡ δὲ ξηρά, ἡ δὲ ἀρθρῖτις, ἡ δὲ ὑποδερματῖτις. τούτων αἱ μὲν εἰσὶν εὐθεράπευτοι, ἡ δὲ δυσθεράπευτος, ἡ δὲ ἀθεράπευτος. εὐθεράπευτοι μὲν ἥ τε ὑγρά, ἧς καὶ σημεῖα φέρεται διὰ τῶν ῥινῶν ὑγρόν, λεπτὸν ὅμοιον ὕδατι, καὶ ἡ ὑποδερματῖτις, ἐξ ἧς συμβαίνει ψωρίασις. δυσθεράπευτος δὲ ἡ ἀρθρῖτις, καθὼς προγέγραπται. ἀθεράπευτος δὲ ἡ ξηρά, ἧς διὰ 〈μὲν〉 τῶν μυκτήρων φέρεται οὐδέν, τρῶγον δὲ καὶ πῖνον ἀπισχναίνεται τὸ ζῷον καὶ πέψιν οὐ λαμβάνει, αἵ τε λαγόνες περιτεταμέναι εἰσί, τυμπανοειδεῖς, μετέωροι, καὶ ἡ βύρσα σκληρύνεται. τῷ τοιούτῳ οὐκ ἔστι θεραπεία, ἀλλὰ διαφωνεῖ, ὡς εἴρηται καὶ Εὐμήλῳ τῷ Θηβαίῳ· ‘ τῆς δὲ ξηρᾶς μάλεως οὔτε ἐγὼ ἰατρὸς οὔτε ἄλλος τι ς .
2 8 [10] τὴν δὲ αἰτίαν δηλώσ ω , ὅτι ὁ πνεύμων ῥήγνυται πρὸς τὴν [ δεξιὰ ν ] πλευρά ν , καὶ ἔστι πλευριτικό ς . ‘ βοηθήματα δὲ καὶ τούτῳ ταῦτα, ὡς ἄν τις αἴσθηται ἑαλωκότα τὸν ἵππον τῇ μάλει καὶ βήσσοντα· μάννης [καὶ] λιβάνου [ἀνὰ] τριώβολον ἐν οἴνου τρίψας κοτύλῃ μιᾷ, ἐγχυματιζέτω διὰ τῆς ἀριστερᾶς ῥινός· βοηθείτω δὲ καὶ ῥαφάνους κατατέμνων εἰς λεπτὰ καὶ μιγνὺς ταῖς κριθαῖς καὶ παραβάλλων. εὑρέθη δὲ καὶ τοῦτο τοῖς πρὸ ἡμῶν τὸ ὑποκαπνίζειν τὴν μᾶλιν ἔν τε τοῖς ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις, ὅσα μώνυχας ὁπλὰς ἔχει, τῇ ὀριγάνῳ, καλύψαντα τὴν κεφαλὴν 〈εἰς τοὺς μυκτῆρασ〉 ἐν χύτρᾳ καινῇ μαρίλαν ἐχούσῃ, καθ’ ἡμέραν μὲν μὴ πλέον ἡμερῶν τριῶν, παρ’ ἡμέραν δὲ ἐπὶ πλείονας, μάλιστα δὲ ἔστω ὀρεῖτις ὀρίγανος. μάλεως δὲ γενομένης ἐν τῷ πώλῳ ἔτι νεογνῷ ὄντι καὶ τιτθευομένῳ, ἐμιμελεῖσθαι δεῖ τῆς τιτθευούσης, χορτάζοντας τροφῇ παντοδαπῇ, καὶ ποτίζοντας τὸ νίτρον, δίψαν ἐγγεννῶντας, καὶ ῥαφανίδας δὲ παραβάλλειν.
2 9 [t2] ὅσοι δὲ ἐν ταῖς ἀγέλαις μαλιῶσι, τούτους δεῖ ἀποκρίνειν· διαδίδοται γὰρ τὸ πάθος, καὶ εὐχερῶς τοὺς λοιποὺς ἀδικοῦσιν. Ἱεροκλέους περὶ μάλεως ὑγρᾶς, ὑποδερματίτιδος, ἀρθρίτιδος καὶ ξηρᾶς.
2 10 [5] Τῆς καλουμένης μάλεως, ὃ μέγιστον ἂν νομίζοιτο τῶν ἀρρωστημάτων καὶ σφαλερώτατον, ἔστι γένη τέσσαρα· ἡ μὲν γάρ ἐστιν ὑγρά, ἡ δὲ ὑποδερματῖτις, ἡ δὲ ἀρθρῖτις, ἡ δὲ ξηρά. τούτων αἱ μέν εἰσιν εὐθεράπευτοι, ἡ δὲ δύσθεράπευτος, ἡ δὲ ἀθεράπευτος. καὶ ἡ μὲν ὑγρά, ἐξ ἧς διὰ μυκτήρων λεπτὸς καὶ ὑδατώδης ἰχὼρ φέρεται, εὐίατός ἐστιν. ὁμοίως καὶ ἡ ὑποδερματῖτις, ἐξ ἧς συμβαίνει ψωρίασις, ἡ δὲ ἀρθρῖτις δυσθεράπευτος, ἡ δὲ ξηρά, ὡς λέγουσι ν, ἀθεράπευτος. ἐὰν οὖν τῇ ὑγρᾷ μάλει περιπέσῃ ζῷον, βήσσει τε καὶ διὰ μυκτήρων ὑγρὸν ἰχῶρα φέρει, καὶ τροφὴν οὐ προσίεται, ἀλλ’ ἀτονεῖ, καὶ τῷ σώματι συμπίπτει καὶ τὴν κεφαλὴν καὶ τὰ ὦτα οὐκ ἀνίστησι.
2 11 [15] θεράπευε τοίνυν οὕτως· κρόκου, κασίας, σμύρνης, κινναμώμου ἀνὰ ὁλκὴν μίαν τρίψας καὶ μετὰ τούτων δαφνίδας καὶ σελίνου σπέρμα εἰς θυίαν, ἐπιχέας τε μέλιτος ἡμικοτύλιον καὶ οἴνου εὐώδους κοτύλην, ἔγχει διὰ τοῦ μυκτῆρος τοῦ εὐωνύμου. ἐγχυμάτιζε 〈δὲ〉 καὶ διὰ τοῦ στόματος χυλὸν κωλῆνος χοιρείου μετὰ τῶν ποδῶν ἑψηθέντος ὡσεὶ κοτύλας δύο, διηθήσας καὶ ἐπιχέας μέλι, καὶ συμμίξας ᾠά, καὶ ἀνακόψας. τὸ δὲ αὐτὸ καὶ διὰ τοῦ μυκτῆρος τοῦ εὐωνύμου ἐγχυματίζειν λυσιτελές. ὡς δὲ καὶ τὴν ἀρτηρίαν καταλεανθῆναι, πολύσπερμον ἐμβαλὼν εἰς θυίαν καὶ τρίψας λίαν, καὶ ἐπιχέας ἡμικοτύλιον οἴνου, ἔγχει διὰ τοῦ ἀριστεροῦ μυκτῆρος. ἢ εἰ βούλει ἑτέρως, ἀριστολοχείας ῥίζαν τρίψας, καὶ οἴνου εὐώδους ἐπιβαλὼν ἡμικοτύλιον, ἔγχει διὰ μυκτῆρος, ἢ κυκλαμίνου ῥίζαν ὅσον ὁλκὰς τρεῖς τρίψας, ἐν οἴνου ἡμικοτυλίῳ ἐγχυμάτιζε ὁμοίως, εἶτα πρόαγε ἐπὶ νομήν. εἰ δὲ ὑποδερματῖτις εἴη, ὡς Ἱερώνυμος ὁ Λίβυς φησί ν, ἀναπνεῖ διὰ μυκτήρων ὀσμώδη καὶ πυώδη καὶ βήττει καὶ ἰσχναίνεται καὶ ῥήγνυται, οὗ ἂν τύχῃ τοῦ σώματος, καὶ ἐξέρχεται πυώδη τινά.
2 12 [5] χρὴ οὖν τοῖς τοιούτοις τροφὰς προσάγειν παντοίας εἰς κόρον, ἐγχυματίζειν τε διὰ στόματος χυλῷ πτισάνης ἐκ βρόμου διηθημένης, καθεψηθέντος ἐν αὐτῇ μάλιστα μὲν κυνὸς σκυλακίου καλῶς κεκαθαρισμένου καὶ μεμαδισμένου, εἰ δὲ μή, ὄρνιθος, λούειν τε ὕδατι θερμῷ. εἰ δὲ ἀρθρῖτις ἐνοχλοίη, παχεῖς ἀποστάζουσιν ἰχῶρες μηλινόχροες διὰ μυκτήρων καὶ καρηβαρεῖ καὶ λεπτύνεται αὐτοῦ τὸ σῶμα διὰ τὸ μὴ ὀρέγεσθαι τροφῆς, καὶ παρ’ ἑκάτερα τῶν ἄρθρων γίνεται χωλάσματα.
2 13 [15] ἐὰν δὲ κατακλιθῇ που, τὸ μέρος, ἐφ’ ὃ κατάκειται, ἑλκοῦται τῷ ὑπὸ τὴν βύρσαν ἀνάχυσιν εἶναι τά τε ἄρθρα περιέχεσθαι χυμῷ δριμυτάτῳ. ἀγγεῖον γὰρ οὐκ ἔχοντος τὸ χοληδόχον παρὰ τὸ ἧπαρ τοῦ ζῴου τούτου, ὁ ἐκδεχόμενος τὸν τῆς χολῆς χυμὸν τόπος, ἐκλελυμένος ὢν καὶ πάθος ἀναδεξάμενος, τὴν ἔκκρισιν ἀτακτοτέραν ποιησάμενος, ἀναμιγνύει τῷ αἵματι. διὰ τῶν ἀρτηριῶν οὖν τῶν πρὸς τὴν ῥάχιν προσηρμοσμένων προσενεχθεὶς ὁ χυμὸς ἐπὶ τὸν νωτιαῖον μυελόν, αὐτόν τε καὶ τὸν ἐγκέφαλον φθείρει, ὃς τὴν χορηγίαν καὶ οἱονεὶ τροφὴν ἀπὸ τοῦ νωτιαίου μυελοῦ λαμβάνει· διὸ μάλιστα τὴν κεφαλὴν βαρύνεται, καὶ τὴν γλῶτταν πάσχει. θεραπεύειν οὖν χρὴ αἵματος ἀφαιρέσει ἀπὸ τῶν ἐν τῷ προσώπῳ φλεβῶν ὑπὸ τὸ μῆλον καὶ τῶν ἐν τῷ στήθει, ἔτι δὲ καὶ ἀπὸ τῶν ἐν τοῖς μεσοκυνίοις.
2 14 [20] προσφέρειν τε τροφὴν παντοίαν, καὶ ἐγχυματίζειν διὰ μυκτήρων οἴνῳ, ἡψημένου ἐν αὐτῷ κενταυρίου καὶ ἀψινθίου καὶ πευκεδανίου, καὶ ἑτέρους δὲ ποιεῖν ἐγχυματισμοὺς τούσδε· κολοκυντίδος Αἰγυπτίας σπέρμα ὅσον ὀξυβάφου μέτρον φρύξας καὶ κόψας, καὶ ἐν οἴνου λευκοῦ εὐώδους κοτύλαις δυσὶ μίξας, καὶ ἐν ὀθονίῳ διηθήσας, ἔγχει διὰ τοῦ δεξιοῦ μυκτῆρος. τῇ ἐντεριώνῃ δὲ τῆς κολοκυντίδος δύνασαι καὶ μὴ πεφρυγμένῃ ἀντὶ τοῦ σπέρματος χρήσασθαι, ἢ σικύου ἀγρίου ῥίζαν κόψας λεπτῶς ὅσον ἥμισυ μνᾶς, ἐπίχεε ὕδατος κοτύλας δύο, καὶ βρέξας νύκτα μίαν, εἶτα ἀνατρίψας διήθησον, μίξας τε νίτρου ὁλκὰς τρεῖς κεκομμένου, καὶ καταλαβὼν τὴν γλῶτταν ἐγχυμάτιζε διὰ στόματος τὸ ἥμισυ τοῦ φαρμάκου ἐπὶ ἡμέρας ἑπτά, τὸ δὲ λοιπόν, ᾧ ποτίζεις, ὕδατι μίσγε. φλεβοτομείσθω μέντοι κατ’ ἀρχάς, ὡς, ἂν χρόνιον ᾖ τὸ πάθος, ἡ φλεβοτομία περιττὴ τῆς δυνάμεως καθαιρεθείσης· διαφθείρεται γὰρ τὸ ζῷον. καὶ τὴν ἀναφύσησιν δὲ τὴν διὰ τῶν ῥινῶν ὁμοίως ἐν ἀρχῇ καὶ πρὸ τοῦ κατακρατεῖσθαι ἰσχυρῶς τὴν κεφαλὴν παραλάμβανε. ἵππος μὲν δὴ χαλεπῶς ἀπὸ τοῦ πάθους τούτου διασώζεται, ἡμίονος δὲ οὐ ῥᾷον, τῷ καὶ ἐξ ἑτεροφυοῦς γενέσθαι ζῴου.
2 15 [10] καὶ τοῦτον οὖν τὸν τῆς θεραπείας Ἄψυρτος εἰσηγεῖται τρόπον· τέμνοντα τοῦ στήθους τὴν βύρσαν καὶ τοὺς χιτῶνας, ἐντιθέναι πόρπακας λινοῦς ἢ κανναβίνους παρ’ ἑκάτερα τῆς τομῆς δύο, καὶ οὕτως ἐμβάλλειν ἐλλεβόρου λευκοῦ στατῆρα Αἰγύπτιον, εἶτα ἀποδήσαντα τοὺς πόρπακας ἐᾶσαι, μέχρις οὗ ἂν αὐτόματοι ἐκπέσωσι, χεῖρα δὲ μὴ προσάγειν τῷ τόπῳ μηδὲ εἰς ὕδωρ ἐμβιβάζειν. διδόναι δὲ καὶ νίτρου ὠμοῦ κεκομμένου ὁλκὴν μίαν καὶ ἡμίσειαν ἐν οἴνου κοτύλῃ κεχλιασμένου διὰ μυκτῆρος, καὶ αἱ κριθαὶ δὲ καὶ ὁ χόρτος καταρραινέσθωσαν τῷ νίτρῳ. Ἀψύρτῳ δὲ δοκεῖ καὶ εἰς τὸ ποτὸν τὸ νίτρον βάλλεσθαι. ἡ δὲ ξηρὰ μᾶλις ἐστὶν ἐπικινδυνοτάτη, μικροῦ δεῖν καὶ ἀθεράπευτος.
2 16 [15] διὰ μὲν γὰρ τῶν μυκτήρων φέρεται οὐδέν, τὴν κεφαλὴν δὲ παρίησι, καὶ λεπτύνεται (καὶ ταῦτα τροφὴν λαμβάνων) δι’ ἀπεψίαν, αἵ τε λαγόνες περιταθεῖσαι εἰσὶ τυμπανοειδεῖς, μετέωροι, καὶ ἡ βύρσα σκληρύνεται ὅλος τε συντείνεται. Εὔμηλος μὲν οὖν ὁ Θηβαῖός φησι μὴ θεραπεύεσθαι τὸν τοιοῦτον, τῷ καὶ τὸν πνεύμονα ῥῆξιν λαμβάνειν. γεγράφθω δὲ καὶ τοῦτο τὸ βοήθημα, ὅταν τις ἐν ἀρχαῖς αἴσθηται αὐτὸν ἁλίσκεσθαι μέλλοντα τῇ μάλει καὶ ὑποβήσσοντα· μάννης [καὶ] λιβάνου [ἀνὰ] τριώβολον τρίψας ἐν οἴ νου εὐώδους κοτύλῃ μιᾷ, ἐγχυματιζέτω διὰ τῆς ῥινός. βοηθεῖ δὲ ἐὰν καὶ ῥαφανίδας κατατεμὼν εἰς λεπτὰ ἐγκαταμίξῃς ταῖς κριθαῖς, αἷς παραβάλλεις. δίδου δὲ καὶ νίτρου κεκομμένου ὁλκὴν μίαν καὶ ἡμίσειαν ἐν οἴνου κοτύλῃ διὰ μυκτήρων, ἔστω δὲ ὁ οἶνος κεχλιασμένος. μὴ ἀγνοείσθω μέντοι καὶ τοῦτο, ὡς τὰς κριθὰς καὶ τὸν χόρτον δεῖν καταρραίνοντας νίτρῳ παραβάλλειν. ἰστέον δὲ ὅτι οἱ ἐπὶ τῆς ὑγρᾶς μάλεως ἐγχυματισμοὶ ἁρμόζουσι καὶ ἐπὶ τῆς ξηρᾶς.
2 17 [10] ἔνιοι δὲ καὶ τοῦτο δοκιμάζουσι τὸ βοήθημα ἐπὶ τῶν μαλιώντων· σταφυλὰς λευκὰς ἐκθλίψαντες καὶ συναγαγόντες οἴνου ἀπ’ αὐτῶν κοτύλας δύο, ἀριστολοχείας τε τῆς παχείας κόψαντες καὶ σήσαντες κοχλιάρια δύο, ἐγχυματίζουσι διὰ μυκτήρων ἐπὶ ἡμέρας ἑπτά· εἶτα καθάραντες ἐπὶ νομὴν ἐξάγουσιν. ἐὰν δὲ μὴ ὦσι σταφυλαί, τοῖς προγεγραμμένοις χρῆσθαι δεῖ βοηθήμασι. δοκεῖ δέ τισιν ὠφελεῖν καὶ τὸ ὑποκαπνίζειν ὀριγάνῳ διὰ τῶν μυκτή ρων, τὴν κεφαλὴν χύτρᾳ καινῇ μαρίλαν ἐχούσῃ καλύψαντας παρὰ μίαν ἡμέραν ἐπὶ πλείονας ὥρας. τοὺς γε μὴν εὐνουχισθέντας ἵππους φασὶν εἰς τοῦτο μὴ ἐμπίπτειν τὸ πάθος. Θεομνήστου εἰς τὸ αὐτὸ πάθος.
2 18 (t) [t3] Μᾶλις ἐστὶ χυμῶν σεσηπότων δυσδιαφόρητος ἔνστασις, καθὸ μέρος ἐνίσταται τοῦ σώματος, ἐκεῖθεν τὴν ἰδικὴν ἐπωνυμίαν ἔχουσα. διαφοραὶ δὲ τοῦ νοσήματος δύο, ἡ μὲν γὰρ αὐτῶν ἐστι ξηρά, ἡ δὲ ὑγρά. καὶ ἡ μὲν ξηρὰ ἀφανής, ἡ δὲ ὑγρὰ φαινομένη. φέρεται γὰρ διὰ μυκτήρων ἰχὼρ φλεγματώδης εἰς τὸ λευκὸν χρῶμα μεταβεβλημένος, ὅθεν καὶ μᾶλιν το πάθος καλοῦσιν, ἀπὸ τῆς χρόας τὴν ὀνομασίαν ἐπιθέντες. ὁ δὲ ἐκ τούτου τοῦ πάθους φερόμενος ἰχὼρ εἴτε διὰ ῥινῶν εἴτε δι’ ὑπερῴας, ἄνοσμος μὲν ὤν, εὐκόλως θεραπεύεται, δύσοσμος δὲ δυσκόλως δι’ αἰτίαν τοιαύτην· ἕως μὲν ἄνοσμος φέρεται, οὐκ ἔστιν ἐξ ἕλκους, ἀλλ’ ἐκ περιττώματος, ὃ χρὴ καθαίρειν καὶ ἐκφράττειν φαρμάκοις καὶ τρόποις τοῖς γραφησομένοις· φάρμακον μάλεως ὑγρᾶς ἀνόσμου καθαρτικὸν καὶ ἐκφρακτικόν, ὃ χρὴ καὶ διὰ στόματος καὶ διὰ μυκτήρων ἐγχυματίζειν.
2 19 (t1) [20] Δεῖ λαβόντα ᾠὰ τρία καὶ τούτων τὰ ἔνδον κενώσαντα, τὰ ἔλυτρα πληροῦν πάλιν, τὰ μὲν δύο μέλιτος, τὸ δὲ ἓν γάρου, καὶ αὖθις χεῖν ἔνθα καὶ τὸ ὑγρὸν αὐτῶν προεχέθη, εἶτα τέταρτον ξέστου παλαιοῦ ἐλαίου προσαναμίξαντα ἢ Κυπρίνου ἐλαίου τὸ ἴσον, ἰρίνου τὸ αὐτό, ἐπὶ τούτοις πεπέρεως λεπτοτάτου κοχλιάρια τρία, κοκκορίζου λεπτοτάτου τὸ ἴσον, ἴρεως Ἰλλυρικῆς τὸ ἴσον, ταῦτα πάντα ἀνακόψαντα ἐγχυματίζειν ἢ διὰ τοῦ στόματος ἢ διὰ τῶν μυκτήρων, καὶ ἀνακρεμᾶν εἰς σύμμετρον ὕψος τὴν κεφαλὴν ὡς ἡμιώριον, καὶ οὕτως τροχάζειν ποιεῖν τὸ ζῷον. ἐπειδὰν δὲ τροχάσῃ, χρὴ τῷ ἱμάντι τῆς φορβέας δεσμεῖν προτείνοντα κάτω τὴν κεφαλήν, ἀπὸ τῶν ἐμπροσθίων ποδῶν ἄγοντα τὸν δεσμὸν ἐπὶ τὰ μεσοκύνια, ἵνα ἐπινεύσαντος τοῦ ζῴου τὴν κεφαλὴν ἀπορρυῇ πᾶν τὸ ὑγρὸν εἰς τὸ ἔδαφος 〈φρυαττομένου〉. ὅταν δὲ τοῦτο ποιήσῃς ἐπὶ τρεῖς ἡμέρας, καὶ μηκέτι φέρηται, θεραπεύσεις τρόπῳ τοιῷδε· γεντιανῆς κοπείσης καὶ σησθείσης κοχλιάριον ἕν, ἀριστολοχείας κοχλιάριον ἕν. δαφνίδων κοχλιάριον ἕν, ὑδρομέλιτος ξέστην Ἰταλικὸν μίξας, ἐγχυμάτιζε, μέχρις οὗ ὑγιάσῃς. αὕτη μὲν ὑγρᾶς μάλεως ἐπίγνωσις καὶ θεραπεία τῆς ἀνόσμου, ἐχώμεθα δὲ καὶ τῆς δυσώδου ς· περὶ μάλεως ὑγρᾶς καὶ δυσώδους.
2 20 (t) [15] Ὅταν οἱ σαπέντες χυμοὶ γεννήσωσι τὴν ὑγρὰν μᾶλιν, τοῦτ’ ἔστιν αἷμά τε καὶ φλέγμα, καὶ φθάσωσιν ἐκκαῦσαι τοὺς τόπους, οἷ ἂν ἐνσκήψωσι, τότε τὸ φερόμενον ὑγρὸν ὄζει, καὶ ἔστι δυσθεράπευτον. θεραπεία δὲ αὐτοῦ ἥδε· ὑδρομέλιτος ξέστας τέσσαρας καὶ ἐλαίου ὀξύβαφον μίξας, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί. καὶ ὅταν εὐκόλως 〈λοιπὸν〉 φέρηται τὸ ὑγρόν, κράμβας καὶ μαλάχας προεψήσας καὶ πιέσας, βάλε εἰς ὅλμον κράμβην μίαν, μαλάχην μίαν, πράσα τρία, ἀξουγγίου παλαιοῦ χοιρείου λίτραν μίαν, καὶ κόψας ὁμοῦ, καὶ ποιήσας κολλύρια ἐπιμήκη πέντε ἢ ἑπτά, διαστολέα τε λαβὼν καὶ καταλαβόμενος τὴν γλῶτταν, δίδου καταπίνειν, καὶ ὅταν ὀλισθήσωσι, κονδῖτον μετὰ τῆς τρυγὸς ἐγχυμάτισον. τοῦτο ποιῶν ἐπὶ τρισὶν ἡμέραις θεραπεύσεις. ἐγχυμάτιζε δὲ καὶ διὰ οἴνου παλαιοῦ τῇ τετραφαρμάκῳ, καὶ ὑγιάσεις τὸ ζῷον, ἐὰν μὴ τὸ ἕλκος προεργασάμενον ᾖ. νομῆς δὲ γενομένης, μελικράτῳ καὶ τετραφαρμάκῳ χρῶ μόνοις. εἰπόντες δὲ περὶ μάλεως διαφορᾶς ἀνόσμου καὶ δυσώδους καὶ τῆς τούτων ἐπιγνώσεως καὶ θεραπείας, εἴπωμεν καὶ περὶ ξηρᾶ ς· περὶ μάλεως ξηρᾶς.
2 21 [20] Γίνεται δὲ καὶ ἡ ξηρὰ χυμῶν σαπέντων καὶ ἐνστάντων τοῖς περὶ τὴν καρδίαν καὶ πνεύμονα τόποις, οὐ μὴν ἀπὸ φλέγματος καὶ αἵματος, ἀλλ’ ἀπὸ τῶν δύο χολῶν, διὸ καὶ ξηρὰ τυγχάνει. ἐπιγνωσθήσεται οὖν τοῦτον τὸν τρόπον· ἀπισχναίνεται τὸ ζῷον ἀθρόως, τὰς λαγόνας ἀναστέλλει, τὸ δέρμα διατεταμένον ἔχει, ὅπερ παιόμενον κατὰ τῆς πλευρᾶς ὡς τύμπανον ἠχεῖ, τροφὴν οὐ προσίεται, βήσσειν προθυμούμενον ἀδυνατεῖ, καὶ διαίρει τὸ στόμα, καὶ ἐρεθίζεται πρὸς τὴν βῆχα, οὐ βήσσει δέ, ἀλλ’ ὡς ὀστάρια καταπεπωκὸς ἕστηκε νυσσόμενον. ἐὰν οὖν πάντα ταῦτα ποιῇ, κεκράτηται καὶ ἐγγὺς ἐστὶ τοῦ διαφωνῆσαι. τῷ τοιούτῳ περιττόν ἐστι θεραπείαν προσαγαγεῖν. τῷ δὲ μήπω κεκρατημένῳ δυσχερῶς βοηθήσομεν. ὅμως φάρμακον ἐκθησόμεθα θαυμαστό ν, δι’ οὗ πολλάκις ἐθεραπεύσαμεν. τοῦτο ὑγιάσει τὸ ζῷον, ἐὰν ἔτι ὕδωρ μόνον ἐκ τοῦ μυκτῆρος στάζῃ. ἔστι δὲ αὐτοῦ ἡ σύνθεσις αὕτη· σταφυλῆς λευκῆς πιεσθείσης ξέστην Ἰταλικὸν γλεύκους ποιήσας, ἐπεμβαλὼν δὲ πευκεδανίου λεπτοτάτου καὶ σεσησμένου κοχλιάρια δύο, ἀριστολοχείας τε τὸ ἴσον, ἐγχυμάτιζε διὰ μυκτῆρος ἀριστεροῦ ἐπὶ ἡμέραις ἑπτά, καὶ διαίτῃ χρῶ λεπτοτέρᾳ. οὕτω γὰρ θεραπευθήσεται τὸ ξηρὸν τοῦ νοσήματος. 〈Εἰρηκότες περὶ μάλεως καὶ τῶν ταύτης διαφορῶν καὶ ἐπιγνώσεως θεραπειῶν τε καὶ ἀποθεραπειῶν, ὡς γιγνώσκομεν αὐτοὶ θεραπεύσαντες ἐκ λόγου καὶ πείρας, εἴπωμεν καὶ τὰ παρὰ τοῖς ἀρχαίοις μηδὲν φθονήσαντες.
2 22 [15] τὸ γοῦν ἐκ περιουσίας οὐ περιττόν, εὔπορον δὲ ἐν ταῖς θεραπείαις Ἱππαίου περὶ μάλεω ς , ὃς Θηβαῖος ἀπὸ τῆς Ἑλλάδος Θηβῶν τῶν ἑπταπύλων γράφει περὶ ἀρθρίτιδος μάλεω ς , ὡς σημειωσόμεθα τὴν ἀρθρῖτιν μᾶλιν ἐντεῦθε ν· καροῖ τὴν κεφαλὴν καὶ κατανεύει, κλίνων τὰ ὦτα, ὁ ἵππος ἢ ἄλλο ὑποζύγιον, καὶ διὰ τῶν μυκτήρων ὑγρὸς ἰχὼρ φέρεται, καὶ τῷ σώματι πάντη συμπίπτει, καὶ τὰ ἄρθρα πωροῦται, καὶ ἡ κέρκος ἀποξηραίνεται, καὶ τὸ αἰδοῖον προβάλλει, ἄλλοτε ἄλλον πόδα χωλαίνει. θεραπεία οὖν ἐστιν αὐτῷ ἥδε· σικύου ἀγρίου ῥίζης κοπείσης λ̸ αʹ, νίτρου 𐆄 ϛʹ, κασσίας σύριγγος 𐆄 βʹ, ἀβροτόνου 𐆄 γʹ, πευκεδάνου 𐆄 βʹ, σμύρνης 𐆄 αʹ, ἀλόης 𐆄 βʹ, ἀμώμου 𐆄 βʹ, ὀριγάνου 𐆄 γʹ, κόψας σήσας ἐγχυμάτιζε δι’ ὕδατος 𐆅 αʹ κοχλιάρια γʹ τοῦ φαρμάκου. χρῖε δὲ κατὰ τοὺς πόδας [ἔτιπρος] ἔτι προσέλκων ἰοῦ ξυστοῦ τὸ ἀρκοῦν.〉 Νήφοντος θεραπεία μάλεως ἀρθρίτιδος.
2 23 (t) [15] Ἐὰν ἵππος ἢ ἡμίονος ἀρθρίτιδι νόσῳ πειράζηται, 〈ταῦτα σημεῖα ποιεῖ· μίαν παρὰ μίαν ἡμέραν ἄλλον καὶ ἄλλον πόδα χωλαίνει καὶ ὀγκοῦνται τὰ ἄρθρα καὶ ὑγρὰ συνάγει.〉 θεραπεύσεις 〈οὖν〉 αὐτὸν οὕτως· αἷμα ἀφαίρει ἐκ τῶν μεσοκυνίων 〈μέχρι στραγγισμοῦ〉. καὶ καῖε τὰ ἄρθρα καυτηρίοις ὀρθοῖς, ἄχρις οὗ ὕδωρ ἐξέλθῃ. εἶτα θύννου ταρίχου λαβὼν λίτραν μίαν, ἔμβαλλε χύτρᾳ καινῇ, καὶ ἐπιχέας οἴνου παλαιοῦ κοτύλας τέσσαρας ἕψει, ἕως ἡμισευθῇ, προσμιγνὺς ἐλαίου τὸ ἀρκοῦν, ὀποπάνακος δραχμὰς τρεῖς, εὐζώμου τέσσαρας, καὶ ἐγχυμάτιζε ἐφ’ ἑκάστῃ ἡμέρᾳ ἡμικοτύλιον. καὶ χειμῶνος μὲν ὕπαιθρον στήσεις τὸ ζῷον, θέρους δὲ καὶ κολύμβοις χρήσῃ, 〈καὶ καθ’ ὅλου τοῦ σώματος ἐκζέσει, χρῶ δὲ καυτηρίοις ὀρθοῖσ〉. ἀποσπασθεισῶν δὲ τῶν ἐσχαρῶν ἐκ τῶν ἄρθρων, χρῶ φαρμάκῳ 〈μὲν〉 τραυματικῷ τοιῷδε· ἰόν, μίσυ, χαλκῖτιν, ἐξ ἴσου βαλὼν καὶ ἑψήσας ποιήσας τε κηρωτὴν περίχριε. Ἀγαθοτύχου εἰς τὸ αὐτό.
2 24 (t) [5] Μελανθίου τοῦ συμφυομένου τῷ σίτῳ γ ο αʹ λείως τρίψας ἔμβαλε εἰς ἡμικοτύλιον οἴνου καὶ ἐλαίου, καὶ προσμίξας ὕδατος τὸ ἴσον ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισίν. ἐὰν δὲ ἡ νόσος πρὸς τὰ ἄρθρα κατασπασθῇ, χρὴ καίειν μὴ ἀναμένοντα. ... πάντων δὲ ἔχων γράφειν τῶν συντεθεικότων τὰ καυστικὰ φάρμακα, παρῃτησάμην ἐκτείνειν τὸ βιβλίο ν , αὐτὸς δὲ εὑρὼν δύο πρὸς τὰς δύο διαφορὰς τοῦ νοσήματος, τῆς τε ὑγρᾶς καὶ τῆς ξηρᾶς, ταῦτα ἐκθήσομα ι, οἷς ἀρκεσθήσῃ δοκίμοις οὖσιν· ἐγχυματισμὸς μάλεως ὑγρᾶς.
2 25 (t) [5] Κοκκορίζου, κόκκου Κνιδείου, κόστου, κυπέρου, ὀποπάνακος, ζιγγιβέρεως, πετροσελίνου, ὑσσώπου, ἁβροτόνου, τραγακάνθης, κρόκου, σμύρνης, ἀλόης, σχοίνου ἄνθους, μελιλώτου, μήου, ἀμώμου, καρδαμώμου, ἀριστολοχείας, κενταυρίου λεπτοῦ, τὸ ἴσον ἐκ πάντων κόψας καὶ σήσας, ἀναλάμβανε μέλιτι Ἀττικῷ, καὶ ποίει τροχίσκους, ψύχων ἐν σκιᾷ, ἑκάστου τροχίσκου ἄγοντος δραχμὰς τρεῖς, καὶ ἐγχυμάτιζε, χειμῶνος μὲν δι’ οἴνου παλαιοῦ ἢ κονδίτου, θέρους δὲ διὰ καροίνου ψυχριστοῦ, μιγνὺς ῥοδίνου γ ο αʹ. ἐγχυματισμὸς μάλεως ξηρᾶς.
2 26 (t) [5] Θριδακίνης σπέρματος γ ο ηʹ, ἀνδράχνης χυλοῦ γ ο ηʹ, ῥοδίνου ἐλαίου λίτραν αʹ, κρόκου γ ο γʹ, μήκωνος χυλοῦ γ ο αʹ, σικύου ἡμέρου σπέρματος γ ο βʹ, ἀψινθίου χυλοῦ γ ο δʹ, τὰ ὑγρὰ μετὰ τῶν ξηρῶν κεκομμένων καὶ σεσησμένων μίξας, ἐν ἀγγείῳ μολυβδίνῳ ἀποτίθει, καὶ ἐπὶ τῆς χρείας βαλὼν τοῦ φαρμάκου δραχμὰς τρεῖς, ἐλαίου τε ῥοδίνου γ ο τρεῖς καὶ ὑδρομέλιτος ξέστην Ἰταλικόν, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί, καὶ θεραπεύσας εἰς χλόην ἔξαγε παραποτάμιον ἢ τὴν ἐν ἕλει καὶ μὴ τὴν παρὰ θάλασσαν. ἐγχυματισμὸς πρὸς πᾶσαν μᾶλιν.
2 27 (t) [5] Ἀριστολοχείας λίτραν μίαν, ἰσχάδων μεδίμνου τὸ τέταρτον, σαμψύχου γ ο γʹ. ταῦτα ἰδίᾳ κόψας ἐπιμελῶς, ἕψῃ ἐν ὕδατι πυρὶ μαλακῷ δι’ ὅλης νυκτός, καὶ ἀπηθήσας ξέστην Ἰταλικόν, προσμίξας μέλιτος τὸ τέταρτον, ἐγχυμάτιζε διὰ τοῦ στόματος. ἄλλο.
2 28 (t) [1] Κροκόδειλον χερσαῖον καὶ βάτραχον εἰς ἔλαιον ἐμβαλὼν ζῶντας ἕψει ἐν χύτρᾳ, ἕως αὐτῶν αἱ σάρκες εἰς τὸ ἔλαιον ἀναλυθῶσιν, εἶτα διηθήσας διὰ ῥινὸς ἐγχυμάτιζε τὸ κτῆνος. ἄλλο ἐν ἀρχῇ τῆς νόσου.
2 29 (t) [1] Γάρον κάλλιστον, ἔλαιον ὀμφάκινον, ᾠῶν τὸ λευκὸν ἀφρονίτρῳ συμμίξας καὶ ἀναταράξας, διὰ ῥινῶν ἐγχυμάτιζε. Τιβερίου εἰς τὸ αὐτὸ πάθος.
2 30 (t) [1] Πιθήκου κόπρον μετὰ ἀξουγγίου παλαιοῦ δίδου τῇ πρώτῃ ἡμέρᾳ μάζας τρεῖς, τῇ δὲ δευτέρᾳ μάζας ἑπτά, καὶ τῇ τρίτῃ ὁμοίως, καὶ μετὰ τὸ δοῦναί σε διακονείτω πράως. ἄλλο.
2 31 (t) [5] Σμύρνης δραχμὴν μίαν, κρόκου δραχμὴν μίαν, νάρδου δραχμὴν μίαν, ὀποπάνακος δραχμὰς ϛʹ, σελίνου δραχμὰς ϛʹ, ταῦτα πάντα τρίψας λεῖα, ἐπιχέας οἴνου γλυκέος κοτύλας δύο καὶ ἐλαίου λευκοῦ κύαθον ἕνα, ἔγχει εἰς τὸν ἀριστερὸν μυκτῆρα. μάλεως ὑγρᾶς πρόγνωσις καὶ ἴασις.
2 32 (t) [5] Ἡ μᾶλις γίνεται καὶ ἐκ τῆς ἄχνης τῶν ἀχύρων, ὅταν ἐπικαθίσῃ ἐπὶ τὸν πνεύμονα, ἢ ἐκ τοῦ χόρτου, ὅταν σεσηπότα παραβάλῃς. σημεῖα δὲ τοῦ νοσήματος· ἀναφέρει ἐκ τῶν μυκτήρων δυσώδη, βήσσων, καὶ ἀνεσπακὼς τὰς λαγόνας, ἀσιτεῖ. θεραπείᾳ οὖν χρῶ ταύτῃ· κυκλάμινον ξηράνας καὶ κόψας, λεῖον ποίησον ὁλκήν, καὶ ὀποπάνακος ἡμιώβολον, καὶ δαφνίδων κόκκους, ἀμφότερα κόψας ἐν οἰνῳ ἐγχυμάτιζε. βοήθημα εἰς τὸ αὐτὸ πάθος.
2 33 (t) [t2] Ἐλέφαντος πρίσμα μετὰ ἁλῶν λεπτῶν ἐν οἴνῳ λευκῷ εὐώδει μίξας, ἐγχυμάτιζε. Ἱπποκράτους σύνθεσις τροχίσκου πρὸς πᾶσαν μᾶλιν καὶ πᾶν ἀρρώστημα.
2 34 (t1) [5] Δαφνίδων 𐆅 βʹ, ἀφρονίτρου 𐆅 εʹ, θείου ἀπύρου 𐆅 εʹ, σμύρνης 𐆅 γʹ, κροκομάγματος 𐆅 ἕξ, ἴρεως Ἰλλυρικῆς 𐆅 γʹ, σελίνου σπέρματος καὶ ἀριστολοχείας τὸ ἴσον. ταῦτα ἐμβαλὼν εἰς θυίαν καὶ τρίψας, ἕως ἂν λεῖα γένηται, μίσγε καὶ οἶνον, καὶ ποιήσας τροχίσκους ἔχε, καὶ ἐν τῇ χρείᾳ μετὰ οἴνου λευκοῦ ἐγχυμάτιζε. περὶ ἐλεφαντιῶντος.
3 1-2 (t) [10] Αψύρτου. Ὅταν δὲ γένηται ἐπάρματα ἔχων ἐν τῷ τραχήλῳ καὶ φλέβας διατεταμένας καὶ κυρτὰς ἐν τῇ κεφαλῇ καὶ τῷ προσώπῳ καὶ ἐπηρμένας ὁμοίως, ῥῖνας διεσταλμένας, καὶ τὸ φερόμενον ἐξ αὐτῶν τε καὶ τοῦ στόματός ἐστιν ἀφρῶδες καὶ αἱματῶδες, ἕλκηται δὲ καὶ ἐκ τῶν λαγόνων, καὶ ἀναφυσᾷ διὰ τῶν μυκτήρων, καὶ προθυμούμενος τρώγειν οὐ δύνηται οὐδὲ πίνειν, ἀλλὰ κατὰ μικρὸν λαμβάνῃ, ῥῆξίν τε τοῦ σώματος πανταχοῦ ποιῆται, ὥστε ἑλκοῦσθαι μάλιστα τὰ ἄκρα, ῥῖνας χείλη ὦτα, καὶ ἀποπίπτειν κάτω αὐτόματον, ἥ τε γλῶσσα συνδέηται, ἣν καὶ προβάλλει ἔκλευκον καὶ παρὰ φύσιν ἄμορφον, καὶ χρεμετίζειν ἀδυνάτως ἔχῃ, ὁ τοιοῦτος ἐλεφαντιᾷ, καὶ οὐδὲν εἰς αὐτὸν ὑπάρχει βοήθημα.
3 1 οὐ δεῖ δὲ τοῦτον μετὰ ἑτέρου ἑστάναι, ἀλλ’ ἐκβάλλεσθαι μακράν. 〈.
3 2 [5] ...... τοῖς ἄλλοις κεχρῆσθαι καὶ τούτῳ· ὕδατος θερμοῦ κοτύλας βʹ, νίτρου τετριμμένου κοχλιάρια γʹ μίξαντα τῷ ὕδατι καὶ ἐλαίου καλοῦ ἡμικοτύλιον καὶ ἀναμίξαντα ὡσαύτως ἐγχυματίζειν διὰ τῆς ῥινός, ἄχρις οὗ ἂν φαίνηται καλῶς ἔχων. λέγεται ταυρέαν ἐλάφου ξηράναντας καὶ ξύσαντάς λεπτὰ μιγνύναι δεῖν ... καὶ διδόναι φαγεῖν.〉 ἄλλο Ἱέρωνος.
3 3 [5] Τοὺς ἐλεφαντιῶντας καταμανθάνειν οὐχ οὕτως ἐστὶ δυσχερὲς ὅσον εὐμαρές. ἡ γὰρ τούτων ἐπικίνδυνος ἀνωμαλία πᾶσιν ὑπάρχει γνώριμος. ὁπηνίκα οὖν ἴδῃς ἵππον τοῖς σκέλεσιν ᾠδηκότα, τὰ ὦτα ἑστῶτα ἔχοντα, τὰ περὶ τοὺς νεφροὺς σκληρότερα καὶ καμφθῆναι μὴ δυνάμενα, τράχηλον τεταμένον, καὶ μὴ τινάξαι αὐτὸν ἢ κάμψαι δυνάμενον, καὶ βλέμμα ἀστατοῦν, τότε γίνωσκε τῷ προλεχθέντι πάθει αὐτὸν κατέχεσθαι. ἡ τοίνυν θεραπεία αὐτοῦ αὕτη· ἐν οἴκῳ θερμῷ ἱστάσθω, καὶ αἱ τοῦ τραχήλου αὐτοῦ φλέβες λυέσθωσαν καὶ μετὰ τρίτην ἡμέραν ἀπὸ τῶν ὤμων αὐτοῦ αἷμα ἀφαιρείσθω.
3 4 [10] εἰ δὲ χρεία καλέσοι, καὶ ἀπὸ τῶν μηρῶν μεθ’ ἡμέρας πέντε, ὥστε ἀπὸ παντὸς τοῦ σώματος τῶν φλεβῶν λυομένων πάντα τὸν τοῦ πάθους ἰὸν σὺν τῷ αἵματι διαφορηθῆναι· τῆς γὰρ τοῦ αἵματος ῥύσεως γενομένης, οὐ ταχέως διαφωνεῖ. τό τε λοιπὸν τὴν συνήθη τροφὴν πρόσαγε, καὶ εἰ κριθὰς φαγεῖν μὴ βούλοιτο, ἄλφιτα δίδου μετὰ κυάμων ἀληλεσμένων, ποτὸν δὲ ὕδωρ χλιαρόν, καὶ μετὰ ταῦτα βαλὼν οἶνον, ἔλαιον, νίτρον, ἄσφαλτον, πηγάνου σπέρμα, καὶ δαφνίδας, καὶ ἑψήσας, ὅλον ἀνὰ τρίχα τὸ σῶμα ἀπότριβε τῷ ἑψήματι, μέχρις ἂν ἀποκάμῃς, εἶτα δέρμασιν ἐρέαν ἔχουσι καὶ βεβρεγμένοις ἐν τῷ αὐτῷ ἑψήματι τὰ περὶ τοὺς νεφροὺς ἐπιδέσμει. Πελαγωνίου σύγχρισμα εἰς τὸ αὐτὸ πάθος.
3 5 (t) [5] Οἴνου 𐆅 γʹ, ἐλαίου ἡμίναν, σίτου, κριθῶν, ὀρόβου, ἐρεβίνθων, φασιόλων, λαθυρίδων ἀνὰ ξέ. αʹ, πάντα εἰς ἓν καθέψησον, καὶ ἀνελόμενος τὰ προειρημένα, καὶ μόνον τὸ ἕψημα τριτώ σας, ὅλον ἀπότριβε τὸν ἵππον, καὶ προποτίσματι κέχρησο τῷ ὑποκειμένῳ. προπότισμα εἰς τὸ αὐτό.
3 6 (t) [5] Οἴνου παλαιοῦ ἡμίναν, λιβάνου γ ο βʹ, κόστου γ ο βʹ στέατος αἰγείου γ ο αʹ. ταῦτα εἰς ἓν λεάνας, ἐπίβαλλε ὑδρομέλιτος ἡμίναν, καὶ προπότιζε ἐπὶ ἡμέραις τρισί, τῇ δὲ τετάρτῃ οἴνῳ καὶ ἐλαίῳ, προστιθεὶς καὶ λασάρου γ ο αʹ, ὁμοίως ἐφ’ ἑτέραις τρισὶν ἡμέραις πότιζε. ἄλλο.
3 7 (t) [5] Νίτρου γ ο αʹ, καστορίου γ ο δύο, δαφνίδων γ ο βʹ, ῥέου Ποντικοῦ γ ο βʹ, πηγάνου γ ο δύο ἥμισυ. ταῦτα κατ’ ἰδίαν κόψας καὶ σήσας, καὶ μετὰ ταῦτα μίξας, ἐπιβαλών τε οἴνου 𐆅 αʹ καὶ ἐλαίου γ ο ἓξ δίδου ἢ διὰ κέρατος ἢ ὡς βούλει. τούτῳ δὲ τῷ βοηθήματι κέχρησο καθ’ ἡμέραν ἄχρι τελείας ὑγιείας. στρώμασι δὲ σκέπε διὰ παντός, ὥστε, εἰ δυνατόν, ἱδροῦν τὸ ζῷον, ἐπειδὴ τῇ θέρμῃ πέφυκε τὸ τοιοῦτο διαλύεσθαι πάθος. μάλαγμα πρὸς τὸ αὐτὸ πάθος.
3 8 (t) [5] Λυκίου ξηροῦ λίτρας δʹ, κηκῖδος κυπαρισσίνης λίτρας τέσσαρας, 〈ἀξουγγίας 𐆃 δʹ〉, ῥητίνης φρυκτῆς λίτραν αʹ, ἀψινθίου κεκομμένου λίτραν αʹ, τὰ ξηρὰ κόψας καὶ σήσας καὶ τοῖς τηκτοῖς μίξας χρῶ. προποτίσματα δὲ τὰ τῷ αὐτῷ πάθει πρόσφορα καθ’ ἑκάστην δίδου ἢ τὸ διὰ πέντε ξηρίον ἢ ἄλλα πόματα, ἅπερ εἰσὶ τῇ προειρημένῃ νόσῳ ἀναγκαῖα. πρὸς λοιμόν.
4 1-3 (t) Πελαγωνίου. Τὰς θεραπείας καὶ τοὺς ποτούς, δι’ ὧν οἱ λοιμοὶ ἀποσοβοῦνται, χρὴ μαθεῖν.
4 1 [5] ἐμπίπτουσι γὰρ πολλάκις καὶ ἵπποι εἰς λοιμὸν ἢ ἐξ ἀτονίας ἢ ἐκ καύσωνος, οὐ μὴν ἀλλὰ καὶ ἐκ ψύχους καὶ λιμοῦ, ἔσθ’ ὅτε δὲ καὶ ἂν εἰς δρόμον ἐπειχθῶσι μετὰ πολλὴν ἄνεσιν, ἢ ὅταν ἐπιτηδείῳ καιρῷ μὴ οὐρήσωσιν, ἢ ἀπὸ ἱδρῶτος καὶ πολλῆς κινήσεως πίωσιν. οἷς θεραπείας τετυπωμένας παρὰ τῶν προηγουμένων ἡμῶν καὶ συμβαλλομένας ἐπιγινώσκομεν, καὶ ἡμεῖς δὲ αὐτοὶ τῇ πείρᾳ μεμαθήκαμε ν. ἡ λεγομένη διὰ πέντε ἀντίδοτος συνίσταται ἀπὸ γεντιανῆς, ἀριστολοχείας, κόκκων δάφνης, σμύρνης, πρίσματος ἐλεφαντίνου.
4 2 [5] ταῦτα ἐξ ἴσου σταθμοῦ κατακοπέντα καὶ σησθέντα ἑνοῦται, ἐξ ὧν γενόμενον ξηρίον ἀποτίθεται. ὅταν οὖν τὸ ζῷον ἐμπέσῃ τῷ ῥηθέντι νοσήματι, ἐκ τούτου κοχλιάριον ἓν λαβὼν μεστόν, καὶ ταράξας εἰς οἶνον, εἰς τὴν φάρυγα τοῦ ἵππου καθ’ ἑκάστην ἐπίχεε, ἕως ἂν ὑγιὴς γένηται. ἔστι δὲ τὸ βοήθημα τοῦτο πάνυ χρήσιμον· ἀγριοσικύου τὰς ῥίζας λεάνας καὶ σήσας, καὶ νίτρου οὐγκίας ἓξ καὶ αὐτοῦ καλῶς τετριμμένου μίξας ἐν οἴνου 𐆅 εʹ, ἐγχυμάτιζε τὸ ζῷον ἐξ αὐτοῦ ἐπὶ ἡμέραις πέντε.
4 3 [5] καὶ παρεκτὸς δὲ τούτου ἐκ τοῦ τετριμμένου ἀγριοσικύου ἐπίρραινε τὸ ὕδωρ, ὅθεν μέλλει πίνειν τὸ λοιμῶττον ζῷον. ἄλλο.
4 4 (t) [1] Σαβίνης βοτάνης ἤτοι βράθυος λίτραν μίαν, χαμαίδρυος γ ο γʹ, κενταυρίου γ ο βʹ, ἀριστολοχείας γ ο γʹ, ὁμοῦ κατακόψας καὶ σήσας, ὅταν χρεία γένηται, ἓν κοχλιάριον μεστὸν εἰς οἴνου 𐆅 μίξας, ἐγχυμάτιζε τὸ ζῷον. ἄλλο Πιστηρίου Σικελοῦ.
4 5 (t) [1] Ῥίζας χαμαιάκτης καὶ ῥίζας κνίδης ἐξ ἴσου κό ψας καὶ σήσας, εἰς γάρου ποσότητα τριῶν ᾠῶν ἔγχει, καὶ τοῦτο διηθήσας ἐν ὀθόνῃ, ἐγχυμάτιζε διὰ τῶν ῥινῶν τοῦ ζῴου ὡσεὶ μέτρον ἑνὸς ᾠοῦ ἐπὶ τρισὶν ἡμέραις. ἄλλο ξηρίον Πελαγωνίου πρὸς λοιμόν.
4 6 (t) [5] Πελαργοῦ νεοσσὸν μηδέπω πτῆναι δυνάμενον, ἔχοντα δὲ πτίλα, ζῶντα ἔμβαλλε εἰς χύτραν ὀστρακίνην, καὶ ταύτην γύψῳ περιχρίσας βάλλε εἰς φοῦρνον, καὶ μετὰ τὸ ὀπτηθῆναι καλῶς, ἐν ὅλμῳ κόψας, ξηρίον ποίει, καὶ ἀπόθου εἰς βικίον ὑέλινον, καὶ ὅτε χρεία γένηται, κοχλιάριον πεπληρωμένον μετὰ οἴνου τῇ φάρυγι ἐπίχεε, ἕως ἂν ὑγιάνῃ. ὑγιεινὸν γὰρ τοῦτο ξηρίον ἐστίν. ἄλλο.
4 7 (t) [10] Γάρου πρωτείου ποτήριον μεστὸν ἔγχει εἰς τὰς ῥῖνας τοῦ ἵππου, ἵνα εἰς ὕπνον ἔλθῃ, καὶ ἐν ψυχροτέρῳ τόπῳ τοῦτον στῆναι παρασκεύασον. ἔπειτα κοριάννου καὶ ἀγροσυκίου φύλλα καὶ ῥίζας κόψας, μετὰ ἀρκοῦντος μέλιτος καὶ οἴνου δίδου, καὶ μετὰ τοῦτο χυλὸν πράσων ὅσον ὀξύβαφον ἔγχει εἰς τὴν αὐτοῦ φάρυγγα ἢ ἐρεγμὸν ὀρόβου ἐν οἴνῳ μεμιγμένον ἐπὶ τρισὶν ἡμέραις δίδου, ἢ κυάμων καλῶς ἀληλεσμένων ἄλευρον μετὰ οἴνου ὡσαύτως ἐπὶ τρισὶν ἡμέραις. ἵνα δὲ πρὸ μιᾶς ἐμβραχῇ τὸ ἄλευρον καὶ τῇ ἄλλῃ λεανθῇ ἅμα τῷ οἴνῳ, μίγνυε δὲ αὐτῷ καὶ ὀλίγου μέλιτος καὶ βουτύρου ἴσου, ἅτινα μετὰ χλιαροῦ οἴνου μέμνησο διδόναι. ἄλλο.
4 8 (t) [5] Ἀγριοσυκίου ῥίζας κατακόψας ὡς 𐆅 γʹ καὶ ἐμβρέξας εἰς ὕδατος ὡς 𐆅 δʹ πρὸ μιᾶς καὶ ταράξας διήθησον, ἔπειτα μίξας νίτρου Ἀλεξανδρίνου γ ο δεκαὲξ καλῶς λεανθέντος δίδου ἐπὶ ἡμέραις ἑπτά. εἰ δὲ ἐλλείπει τὸ βοήθημα, ὕδωρ ἐπίβαλλε καὶ διὰ κέρατος ἔγχει τῷ στόματι. ἄλλο πρὸς λοιμὸν ἀρθριτικόν.
4 9 (t) [5] Ἐκ πάντων τῶν ἄρθρων ἀφαιμάξας τὸ ζῷον, 〈εἶτα ἀγριαμπέλῳ περίδησον, οὐ μὴν ἀλλὰ καὶ〉 ὑγροπίσσῳ αὐτὰ 〈τὰ ἄρθρα〉 περιάλειφε, καὶ συνεχέστερον ἀναπατεῖν παρασκεύαζε, τῆς τροφῆς δηλαδὴ ἀφαιρουμένης, κριθῶν μέντοι ἀληλεσμένων καὶ σησθεισῶν δίδου 𐆅 δʹ μετὰ ἀγριοσυκίου. καὶ τοῦτο γὰρ ἱκανῶς συμβάλλεται. ἄλλο.
4 10 (t) [1] Ἀφαιμάξας τὸ ζῷον, καὶ κριθὰς ἐν ὕδατι ἢ οὔρῳ βρέξας, ὄξος τε μετὰ κόπρου βοὸς καὶ κυμίνου καὶ σινωπίδος μίξας, ἐπιτίθει τοῖς ἄρθροις. ἄλλο.
4 11 (t) [1] Σπέρμα κολοκύντης Ἀλεξανδρινῆς φρύξας καὶ κόψας ὅσον ὀξύβαφον, σῆσον καὶ μῖξον ἐν οἴνῳ εὐώδει λευκῷ, καὶ διηθήσας κέρατι ἐμβαλών, ἔγχει διὰ τῶν ῥινῶν ἐπὶ ἡμέρας πέντε. ἄλλο.
4 12 (t) [5] Τοὺς λοιμοὺς χρὴ βοηθήμασι προφθάνειν. ὅθεν πανακείας καὶ [ἀφθάστου] ἠρυγγίου ῥίζας, οὐ μὴν ἀλλὰ καὶ μαράθου σπέρμα συμμίξας ἀλεύρῳ σιτίνῳ, ζεστῷ ὕδατι ζύμωσον. πρὸς τούτοις κασίας, σμύρνης, λιβάνου τὴν αὐτὴν ποσότητα αἵματι χελώνης θαλασσίας συμμίξας, καὶ οἴνου παλαιοῦ 𐆅 γʹ διὰ ῥινῶν δίδου. τούτου δὲ τοῦ βοηθήματος τὰς δύο γ ο εἰς τρία ποιήσας, προσένεγκε ἐπὶ ἡμέραις τρισίν. ἄλλο.
4 13 (t) [5] Σταφυλίνου γ ο εʹ, ἀγαρικοῦ γ ο ιʹ, κασάμου γ ο γʹ, νάρδου γ ο γʹ, βοτάνης χαμαιπίτυος γ ο γʹ, βεττονικῆς γ ο ἕξ, ἴρεως Ἰλλυρικῆς γ ο αʹ, θρύου [φύλλου] γ ο γʹ, πεπέρεως λευκοῦ γ ο αʹ, ἀβροτόνου γ ο ιʹ, πρασίου γ ο γʹ, σανδονικοῦ γ ο γʹ, ταῦτα πάντα λεάνας καλῶς, καὶ διυλίσας ἐν οἴνῳ, ἐν προποτισμῷ δίδου. ἕτερον εἰς τὸ αὐτὸ Αἰμιλίου Σπάνου.
4 14 (t) [5] Ἐκ τῶν ποδῶν ἀφαίμαξον τὸ ζῷον, εἶτα σμύρνης τρωγλίτιδος γ ο δʹ, κρόκου γ ο ἕξ, κενταυρίου γράμματα δʹ, νάρδου στάχυος Ἰνδικῆς γ ο αʹ, πεπέρεως λευκοῦ γ ο γʹ, σελινοσπέρμου κοχλιάρια εʹ, μήκωνος γ ο αʹ, προπόλεως γ ο αʹ, μέλιτος ξέστην ἕνα, καὶ νίτρου τὸ ἀρκοῦν συμμίξας, καὶ ποιήσας ὡς μέγεθος λεπτοκαρύου, καὶ λύσας ἐν ὕδατι χλιαρῷ ἑνὸς ξέστου, δίδου τῷ κάμνοντι ζῴῳ. ἄλλο Λιτορίου Βενεβεντάνου.
4 15 (t) [5] Χρὴ τοῦ λοιμῷ κάμνοντος ἵππου πρότερον ἐκ τοῦ στήθους αἷμα ἀφαιρεῖν, ἔπειτα ἐκ τῶν σκελῶν· εἰ δὲ ἀνάγκη ἐπείγοι, καὶ ἐκ τῶν κροτάφων. καλὸν δὲ καὶ ποικίλην τροφὴν αὐτῷ διδόναι, τοῦτ’ ἔστιν ἄλευρον κριθῆς καὶ πυροῦ, οὐ μὴν ἀλλὰ καὶ πίτυρα, χόρτου δὲ ὀλίγον, καὶ ποιεῖν πρὸς ἐπὶ τούτοις ποτὸν καὶ διὰ τῶν ῥινῶν ἐγχεῖν, κενταύριον καὶ ἀψίνθιον ἐξ ἴσου σταθμοῦ σὺν οἴνου τῷ ἀρκοῦντι ἑψήσαντα. ἄλλο.
4 16 (t) [5] Ἐὰν τοὺς ἐμπροσθίους ἄρξηται χωλαίνειν, αἷμα ἀφαίρει ἀπὸ τῶν ἐμπροσθίων βραχιόνων· ἐὰν δὲ τοὺς ὀπισθίους, ἀπὸ τῶν μηρῶν· ἐὰν δὲ ἕλκῃ τὰς λαγόνας καὶ τοὺς μυκτῆρας ἀνεῳγότας ἔχῃ, ἀπ’ ἀμφοτέρων τῶν κροτάφων. εἶτα κυνάριον ἑπταήμερον ἑψήσας καλῶς, καὶ μίξας οὖρον παιδὸς ἀφθόρου καὶ οἴνου πλῆθος κοτύλην μίαν, ἐγχυμάτιζε. ἄλλο.
4 17 (t) [5] Ζῷον ὅταν ἄρξηται χωλαίνειν τοῖς ἔμπροσθεν ποσίν, πρῶτον τὸ σῶμα αὐτοῦ οἰνελαίῳ χρῖσον καθόλου, ἔπειτα προποτίσον τούτῳ τῷ βοηθήματι· ἄρκτου στέατος γ ο δʹ, κενταυρίου γ ο ἕξ, βουνιάδος τῆς οὕτω καλουμένης βοτάνης γ ο αʹ, ἑρπύλλου γ ο ἕξ, ὑσσώπου γ ο γʹ, χαμαίδρυος γ ο αʹ, ἀρτεμισίας 〈πνεούσησ〉 γ ο αʹ, τριφυλλίου ὀξέος γ ο αʹ, πηγάνου ἀγρίου ῥίζης γ ο ἕξ, ἱερᾶς βοτάνης γ ο γʹ, βεττονικῆς γ ο γʹ. πάντα ταῦτα οἰνομέλιτι ἑψήσας, διὰ στόματος δίδου [προσθεὶς τούτοις καὶ ἑρπύλλου γ ο ϛʹ, ὑσσώπου γ ο γʹ χαμαίδρυος γ ο αʹ]. περὶ πνεύμονος.
5 1 (t) [5] Ἱεροκλέους. Ἐάν ποτε πνεύμονα ἵππος ἀλγήσῃ, τὸ μὲν πάθος πολυχρόνιον, καὶ ἐν τῷ ἔαρι μάλιστα ἀσθενεῖ. σημεῖα δέ· συμπίπτει τὸ σῶμα, καὶ βήττει, ὡς δοκεῖν ὀστάριον καταπεπωκέναι, μύξας τε ἀνάγει καὶ ῥέγχει, καὶ πολὺ πίνει, καὶ τὴν τροφὴν πλείονα ἐπιζητεῖ. θεραπεία οὖν τούτου· κρόκου, σμύρνης, κασίας, κινναμώμου, ταῦτα πάντα τρίψας καὶ λειώσας ἅμα μέλιτι, καὶ οἶνον ἐπιβαλὼν ἐγχυμάτιζε. ἀναγκαῖον δὲ προλαμβάνειν αὐτὸν τῇ θεραπείᾳ. ἐὰν γὰρ φθάσῃ πληρωθῆναι ὁ πνεύμων πύου, τελευτᾷ. Τιβερίου εἰς τὸ αὐτό.
5 2 (t) [5] Λαβὼν μέλι καὶ πέπερι καὶ στρόβιλον ἔχοντα τὴν ῥητίνην καὶ οἶνον κατάζεσον, καὶ οὕτως ἐγχυμάτισον διὰ τοῦ στόματος ἡμέρας τρεῖς. τροφαῖς δὲ χρῶ μάλιστα χόρτῳ πλείονι, καὶ κυλίστραις, τὰ σημεῖα καταμανθάνων. συμβαίνει γὰρ καὶ μεταβολὰς ποιεῖν εἰς ἕτερον νόσημα. Εὐμήλου εἰς τὸ αὐτό.
5 3 (t) [15] Τῶν πνευμονικῶν σημεῖα τάδε· τὰ σκέλη καὶ αἱ φλέβες οἰδαίνουσιν, οἵ τε ὄρχεις πυκνότερον ἅλλονται. ἐπιγίνεται δὲ καὶ πυρετὸς τῷ σώματι, ὃς τῆς χειρὸς πλησίον τῆς μασχάλης προσαχθείσης εὑρίσκεται. τούτου τοίνυν αἷμα ἀπὸ τοῦ τένοντος λάμβανε, καὶ μίξας αὐτὸ θέρους μὲν ὄξει καὶ ἐλαίῳ, χειμῶνος δὲ οἴνῳ, τούτῳ τὸ σῶμα ὅλον ἀπόχριε. τῷ αὐτῷ δὲ καὶ προπότισμα δίδου ναρδοστάχυος, κρόκου, σμύρνης, σχοίνου, κασίας σύριγγος, πεπέρεως λευκοῦ ἀνὰ γ ο μίαν μίξας, εἶθ’ οὕτως ὀρόβων τὸ ἴσον προσβαλὼν ἀληλεσμένων, καὶ πάντα ἐν ταυτῷ λειώσας καὶ σήσας, μέλιτι ἀναλάμβανε καὶ φύλαττε, καὶ ἐκ τούτου ἐν τῇ χρείᾳ ὀβολοῦ μέγεθος ὕδατι λειώσας, ἔγχει διὰ τοῦ ἀριστεροῦ μυκτῆρος. πρὸ δὲ τοῦ δοῦναι τὸν ἐγχυματισμόν, ἀψινθίῳ καὶ νίτρῳ καὶ μέλιτι καὶ ὀξυκράτῳ τὸ στόμα ἀπότριβε. ἐὰν δὲ μὴ ὠφεληθῇ, καὶ καυτῆρα τούτῳ πρόσαγε, μέχρις οὗ πυοφορήσῃ. Κασσίου εἰς τὸ αὐτό.
5 4 (t) [10] Ἐὰν ἵππος πνεύμονα ἀλγῇ, ἀφίησι πνεῦμα διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων, καὶ τὰς πλευρὰς τῷ πνεύματι διίστησι, δεινότερόν τε βλέπει, καὶ τὰ σιτία καταλείπει διαμασώμενος ἐν φάτνῃ, καὶ δυσῶδες ὄζει. ἐγχυματίζεται δὲ συνθέματι τοιῷδε· δαφνίδων ξηρῶν καὶ τερεβινθίνης ὅσον δύο κυάμους καὶ μέλιτος τὸ ἀρκοῦν ἐν ὄξει λειώσας, ἔγχει διὰ μυκτῆρος. οὐρήσει γὰρ ὕφαιμον μετὰ ταῦτα καὶ πυῶδες, καὶ μετὰ ταῦτα βαλὼν στυπτηρίας γ ο αʹ καὶ νίτρου τὸ ἴσον καὶ ὑδρομέλιτος ἐγχυμάτιζε, εἶθ’ οὕτως μόνῳ ὑδρομέλιτι, καὶ παράβαλλε χόρτον καλόν. Ἱπποκράτους εἰς τὸ αὐτό.
5 5 (t) [10] Ἵππος τῷ πνεύμονι συνεχόμενος ὑγρὰ ῥεῖ διὰ τῶν ῥινῶν, καὶ διὰ τοῦ στόματος βαρὺ πνεῖ, καὶ τὰς λαγόνας ἀνεσταλμένας ἔχει. ἐγχυματίζεται δὲ οὕτως· ἀκροδρύων τὰ στυπτικώτατα καθεψήσας ἐν οἴνου κοτύλῃ μιᾷ, καὶ ἐλαίου ὡσαύτως, δίδου διὰ τοῦ στόματος, καὶ τροφῇ δὲ χρῷ λείᾳ, καὶ τῇ κριθῇ παράμισγε ὀρόβους, ἢ ἐγκέφαλον χοίρειον καθεψήσας ἐν οἴνου κοτύλῃ μιᾷ, καὶ ἐλαίου κοτύλης τῷ ἡμίσει συμμίξας, ἐγχυμάτιζε τὸ ἀρκοῦν, καὶ τῇ ἀρωματικῇ δὲ ὡσαύτως, ἢ ἀλεκτρυόνα ἑψήσας, μέχρις ἂν διαλυθῇ, καὶ συμμίξας γλυκέος οἶνου ξέστην ἕνα, ἐγχυμάτιζε. ποίει δὲ καὶ αἵματος ἀφαίρεσιν κατὰ δύναμιν τοῦ ζῴου. δίδου δὲ καὶ ἄγρωστιν ἢ μηδικήν, καὶ τὸ ποτὸν διάρραινε ἀλεύρῳ, ἵνα τὴν δύναμιν τοῦ ζῴου εὐτραφῆ τηρήσῃ ... ἐὰν ὁ και 〈ρὸς ἐπιτρέπῃ. ἢ ἶριν Ἰλλυρικὴν κόψας μετὰ ὕδατος καὶ ᾠῶν καὶ ἐλαίου ἐγχυμάτιζε.〉 περὶ πνευμόρρωγος.
6 1-3 (t) Αψύρτου. Ἄψυρτος Διονυσίῳ Τομεῖ χαίρειν.
6 1 [5] ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι, ὅτι πνευμόρρωξ ἐὰν γένηται, 〈ὁ〉 τράχηλος ἀπισχναίνεται καὶ τὸ στῆθος ὡσαύτως, καὶ πνεῖ βαρὺ καὶ βήσσει καὶ ῥέγχει καὶ ἀποβράσσεται πυῶδες παχύ, καὶ τὰ ἐμπρόσθια σκέλη χωλεύει. θεραπεύεται δὲ βραδύ, καὶ θεραπευθεὶς οὐχ ὑπομένει πόνους ἰσχυρούς. θεραπεύειν δὲ δεῖ οὕτως· ὀρόβων ἐρεγμὸν ποιήσαντα βρέχειν ἐν ὕδατι νύκτα καὶ ἡμέραν, καὶ πλύνοντα αὐτὸν ψῦξαι καὶ ἄλευρα ποιῆσαι λεπτά, καὶ σήσαντα μετὰ οἴνου μέλανος εὐώδους καὶ ὕδατος θερμοῦ ἴσον ἑκατέρου διδόναι πιεῖν· ἐὰν δὲ μὴ θέλῃ πιεῖν, καταλαμβανόμενον τὴν γλῶσσαν ἐγχυματίζειν.
6 2 [10] καὶ μὴ περιπατείτω πολλά, ἀλλ’ ἔστω ἐν στάσει θερμῇ ἐσκεπασμένος. τὸ δὲ τοῦ ἐρεγμοῦ ἀπήθημα χλιαίνοντα ποτίζειν, καὶ εἰς τὸ λοιπὸν δὲ ποτὸν θερμὸν ὂν μιγνύειν νίτρον. ἁρμόζει δὲ τούτῳ καὶ ὠμὴ λύσις κριθίνων λεπτῶν ἀλεύρων καταρραινομένη τῷ νίτρῳ καὶ διδομένη φαγεῖν. τῇ αὐτῇ δὲ θεραπείᾳ καὶ ὁ τὴν ἀρτηρίαν ἐσπασμένος θεραπεύεται, καὶ ἔστι πολυχρονιώτερος.
6 3 [5] τούτους ἀναφυσᾶν δεῖ τῷ ἐλαίῳ καὶ οἴνῳ ἀμφοτέρους, καὶ τὴν τρῖψιν ποιεῖσθαι πᾶσαν κατὰ τρίχα. ὠφέλιμον δὲ τῷ πνευμόρρωγι ἐγχυματίζειν καὶ ὄξος δριμὺ χλιαίνοντα ἢ οὖρον ἀνθρώπινον μετὰ στέατος ὑείου τετηκότος ὁλκῶν εἴκοσιν ἐκτὸς γυναικείου, ὅταν ἐν τοῖς κατὰ φύσιν ᾖ. Εὐμήλου εἰς τὸ αὐτό.
6 4 (t) [t3] Ἐνίων συμβαίνει τοὺς πνεύμονας ῥήγνυσθαι ἢ ἀπὸ τοῦ πάνυ πολὺ δραμεῖν ἀναγκασθέντων ἢ ὑπὸ τοῦ συνεχῶς βήσσειν. τὰ τοιαῦτα οὖν ζῷά τινες ὀστέα καταπεπωκέναι νομίζουσι, διότι καὶ τροφὴν καὶ ποτὸν ἀπληστότερον προσίενται, καὶ πῦα φέρουσιν. προπότιζε τοίνυν οὕτως· κρόκου, κασίας, νάρδου, σμύρνης, κινναμώμου σταθμὸν ἴσον λειώσας καὶ μίξας μετ’ οἴνου μέλανος κοτύλης μιᾶς δίδου. εἰ δὲ ταῦτα μὴ εὑρίσκοιτο, ὄροβον ἀληλεσμένον μίξας οἴνῳ καὶ ὕδατι θερμῷ, τὸ ἀρκοῦν δίδου. Προπότισμα πρὸς τοὺς ῥῆξιν τοῦ πνεύμονος ὑπομένοντας ἢ καὶ ἀπὸ δρόμου εἰς πνευμονίαν περιπίπτοντας.
6 5 (t1) [5] Ναρδοστάχυος, κρόκου, σμύρνης, κόστου, σχοίνου, κασίας σύριγγος, πεπέρεως λευκοῦ ἀνὰ οὐγκίαν μίαν λαβών, καὶ ἀλεύρου ὀροβίνου τὸ ἀρκοῦν, πάντα λεάνας καὶ σήσας, μέλιτι ἀναλάμβανε, καὶ ἐπὶ τῆς χρείας λύσας, διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔγχει. πρὸ τοῦ δὲ τοῦτο ποιῆσαι, ἀψινθίῳ καὶ νίτρῳ καὶ μέλιτι καὶ ὀξυκράτῳ τὸ στόμα τοῦ ἵππου ἀπόπλυνε. περὶ περιπνευμονίας ἤτοι βουλσῶν.
7 1 (t) [t2] περιπνευμονίας ἴασις. Λαβὼν θείου οὐγκίας ἕξ, σμύρνης γ ο ἓξ τρίψας, καὶ ἐπιχέας οἴνου ὅσον ἡμικοτύλιον, ἐλαίου ὅσον κύαθον, ἔγχει εἰς τοὺς μυκτῆρας, καὶ τὴν λοιπὴν ἐπιμέλειαν πρόσφερε. ἐὰν δὲ μὴ ὑπὸ τούτων ὑγιάζηται, καῦσον αὐτὸν ὑπὸ τὰς μασχάλας ἐπὶ κοιλίαν, ὑποβαστάζων τὸν σίδηρον, μὴ καθικέσθαι τοῦ βάθους. ἐὰν δὲ πῦον ῥέῃ, παῦε καὶ τὸ καῦμα θεράπευε πίσσῃ καὶ κηρῷ καὶ ἐλαίῳ. Πελαγωνίου πρὸς βουλσοὺς ἤτοι περιπνευμονίας.
7 2 (t1) [1] Χοιρίδιον γαλαθηνὸν σφάξον, παρεστῶτος ἐκεῖσε ἑτοίμου τοῦ κακουμένου ζῴου, καὶ εὐθέως ζέον τὸ αἷμα ἔγχει τῇ φάρυγι αὐτοῦ. ἄλλο εἰς τὸ αὐτό.
7 3 (t) [1] Ἀπὸ ζύμης σιτίνης, ὅθεν μέλλει λοιπὸν ἄρτος γίνεσθαι, σφαιρία ποιήσας μετὰ ἑψήματος, τῷ ζῴῳ δίδου ἐφ’ ἱκαναῖς ἡμέραις, ἕως ἂν ὑγιάνῃ. ποτίζων δὲ αὐτὸ μέμνησο τῷ ὕδατι μιγνύειν ἄλευρον. ἄλλο.
7 4 (t) [1] Σκόροδα Γαλλικὰ καθαρίσας καὶ ἐν ὅλμῳ κόψας, ἀξουγγίῳ παλαιῷ μῖξον καὶ ποίησον παστίλους, εἶτα μέλι καὶ ἕψημα καὶ ᾠὰ μίξας, ἐν ταύτῃ τῇ μίξει τοὺς παστίλους βάψας, ἐπὶ τρισὶν ἡμέραις δίδου. ἄλλο Ἠμερίτου.
7 5 (t) [1] Φάβατος ἀληλεσμένου γ ο ἕξ, βρέξας εἰς ἑψήματος 𐆅 γʹ, καὶ πεπέρεως κόκκους λαʹ ἐν θυίᾳ καλῶς λεάνας, καὶ προσμίξας στέατος τραγείου λίτραν αʹ, καὶ αὖθις συλλεάνας, ἐπὶ τρισὶν ἡμέραις διὰ κέρατος ἐγχυμάτιζε. Θεομνήστου εἰς τὸ αὐτὸ πάθος.
7 6 [15] Ἀκολούθως μετὰ τὴν βῆχα καὶ περὶ πνευμο νίας ἔγραψ α · μάλιστα γὰρ ἀπὸ τῆς τάσεως ταύτης ὁ πνεύμων ῥήγνυται. γίνεται δὲ πολλάκις καὶ ἀπὸ δρόμου ῥῆγμα ἢ πηδήματος, ὅταν ἑρκίον ἢ τάφρον ὑπερβῇ. πολλάκις δὲ τοῦτο συμβαίνει κατὰ τοὺς ἐν θήρᾳ διωγμούς· ἔσθ’ ὅτε δὲ καὶ πολὺ διψήσας ἵππος ἢ ἄλλο ὑποζύγιον, ἀθρόως σὺν πολλῷ πνεύματι σπασάμενος τοῦ ποτοῦ, ῥήγνυσι τὸν πνεύμονα δι’ αἰτίαν τοιαύτην· ὁ πνεύμων πάντων τῶν ἐντοσθίων λεπτότατον ἔχει τὸν ὑμένα καὶ πνεύματος οἰκείου πεπλήρωται πᾶς. τὸ δὲ ἐν αὐτῷ ὑγρόν, διὰ τὴν συνεχῆ κίνησιν ἀφρῶδες ὄν, λεπτότατον ὑπάρχει σφόδρα. νεῦρον δὲ ἢ σαρκίον ἢ μῦς οὐδὲν αὐτῷ τυγχάνει, ἀλλ’ ἔστι μαλακώτατος. ἡ γὰρ φύσις αὐτὸν τῇ ἀειπαλεῖ καρδίᾳ ὑπεστήρισε τοιοῦτον, ὡς ἂν μήποτε πρὸς ἀντιτυπὲς πελάσασα καὶ πληγεῖσα θανάτου παραιτία γένηται τῷ ζῴῳ. ὁ τοιοῦτος οὖν ἐν ὀλίγῃ τάσει ῥῆξιν ὑπομένει. καὶ ὅταν μὲν ἐν ἀρχαῖς ᾖ ῥῆγμα ἐν πνεύ μονι, ἀκολουθεῖ τὸ πάθος, ὃ χρὴ θεραπεύειν. ὅταν δὲ λάθῃ, ὑπόπυος γίνεται καὶ λέγεται ἐμπυϊκός. χρὴ οὖν ἄλλως μὲν τὸ ῥῆγμα, ἄλλως δὲ τὸ ἐμπυϊκὸν θεραπεύειν. ἐκθησόμεθα οὖν ἀμφοτέρων καὶ γνωρίσματα καὶ θεραπείας, 〈ἐπεὶ τρόπον ἕνα τοῦ χειροποιήτου σοι πνευμονικοῦ μηνύσαντες καὶ αὐτοὶ καὶ θεασάμενοι καὶ〉 θεραπεύσαντες 〈ἐφυλαξάμεθα 〉.
7 7 [20] στρατιώτης, δοκῶν εἶναι φιλόκαλος, ἴδιον ἵππον ἅπαξ τῆς ἡμέρας ἁλῶν ὑπέρκορον ἐποίει τοῦτον τὸν τρόπον· κέρας ἔχων κοῖλον, ἁλῶν ἐπλήρου τοῦτο, καὶ ἀνατείνων τὸν ἵππον καὶ διανοίγων αὐτοῦ τὸ στόμα, ἐνέχει τοὺς ἅλας εἰς τὴν φάρυγα ἀθρόον, καὶ πάλιν ἀνεκρέμα, ἵνα ἐμπίπτωσιν ἅλες. τοῦτο γὰρ ἐρωτηθεὶς ἀπεκρίνατό μοι. ὅπερ δρῶν φθισικὸν ἀπεργάσατο τὸν ἵππον, σφόδρα εὐγενῆ τε καὶ δόκιμον ὄντα. τὸ γὰρ ἅλας ὂν λεπτυντικόν, ἀθρόως ἐμβληθὲν διὰ τοῦ κέρατος, ἐπὶ σχήματος γενομένου τοῦ ἵππου κατὰ τὴν κρέμασιν, κατερρύη τῷ πνεύμονι, καὶ καταστάζοντες ἰχῶρες δριμύτατοι διέφαγον εἰς βάθος τὸν ὑμένα τοῦ πνεύ μονος, καὶ ἕλκος ἐργασάμενοι φθίσει περιέβαλον τὸ ζῷον, καὶ ἐφ’ ἑκάστης ἡμέρας ἰσχνοῦτο. σημειωσάμενος οὖν καὶ γνούς, ὅ τι πέπονθεν, καὶ ὡς οὐκ ἀλλαχόθεν ἢ ἐκ τοῦ ἁλός, κλαίοντι καὶ ὀλοφυρομένῳ ἔδωκα ἵππον, εὐγενῆ μὲν οὐδαμῶς, ὑγιῆ δέ. καὶ ἔλαβον τὸν ἵππον, καὶ θεραπεύσας ἔσχον πάλιν ἀγωνιστήν, ὡς ἀρέσαι τε βασιλεῖ καὶ ὑπ’ αὐτοῦ κατασχεθῆναι. ἐκθήσομαι οὖν καὶ τὴν ἐπίγνωσιν καὶ τὴν θεραπείαν.
7 8 [10] ἐπίγνωσις δὲ πνευμόρρωγος αὕτη· ἀναπνεῖ μικρόν, καὶ τὸ μέρος τὸ κατὰ τὴν πλευρὰν δείκνυσι τῷ στόματι, στένει κολοβόν, ἐν τῷ ἀναπνεῖν ἀλγῶν, βήσσειν φοβεῖται, καὶ οὕτως βήσσει ὡς ὀστέον καταπιών· χρὴ οὖν αὐτὸν ἐᾶν ἐφ’ ἡσυχίας, φλεβοτομεῖν δὲ ἐν τῇ κατὰ τὴν κοτύλην προβολῇ. ἰσχνοῦται γὰρ ἀθρόως ἐν τῇ ῥήξει τοῦ πνεύμονος. δεῖ οὖν ἐγχυματίζειν ἐπὶ ἡμέραις ἑπτὰ αἰγείῳ γάλακτι σὺν χυλῷ πτισάνης, κάλλιον δὲ εἰ βρόμου. εἰ δὲ καιρὸς οὐκ ἔστι γάλακτος, ἄκρωνα χοίρειον πιότατον καθεψῆσαι καὶ τράγειον σὺν αὐτῷ στέαρ καὶ ἐγχυματίζειν σὺν τοῖς χυλοῖς ἐπὶ ἑπτὰ ἡμέραις. πινέτω δὲ ὕδωρ γαλακτῶδες 〈τῇ κράσει〉 χειμῶνος ἀπὸ ἀλεύρου πυρίνου, θέρους δὲ πτισάνην 〈κριθίνην〉· οὕτω γὰρ συναφθήσεται ἡ ῥῆξις. εἰ δὲ φθάσει ἐμπυϊκὸς γενέσθαι, σημεῖα αὐτοῦ ταῦτα· ὕδωρ προσίεται πολύ, τρώγει πλέον παρὰ τὴν συνήθειαν, καὶ βήσσων ἠρέμα πολλάκις πῦον ἀνάγει, ἔσθ’ ὅτε δὲ καὶ αὐτὰς τὰς ἐφελκίδας.
7 9 [10] ἐγχυματίσεις οὖν τὸν τοιοῦτον ἐγχυματισμῷ τοιῷδε· ἀνδράχνη λάχανόν ἐστιν ἄγριον κηπουρικόν. ταύτης τὸν χυλὸν μετὰ ῥοδίνου ἐπὶ ἡμέραις τρισὶν ἢ ἑπτὰ ἐγχυμάτισον, ἐπεμβάλλων τραγάκανθαν ἀποβραχεῖσαν διὰ γλυκέος Κρητικοῦ καὶ γάλακτος αἰγείου, εἰ δὲ μὴ ᾖ γάλα, πτισάνης χυλοῦ ἢ βρόμου, μάλιστα ὅταν ὁ ἐμπυϊκὸς ὄζῃ διὰ τῶν μυκτήρων δυσωδέστατα. ἀποθεραπεύσεις δὲ αὐτὸν ἐπὶ ἡμέραις ἑπτά, ἐγχυματίζων τούτοις· κόστου γ ο βʹ, κασίας γ ο δʹ κόψας, σῆσον λεπτῷ κοσκίνῳ, καὶ βαλὼν 〈σταφίδας σὺν οἴνῳ ἐγχυμάτιζε. γυμνασιῶν δὲ ἀπεχέσθω, ὀλίγοις δὲ μόνον περιπάτοις δι’ ἀγωγέως χρήσθω.〉 περὶ κριθιάσεως 〈καὶ λαβροποσίασ〉.
8 1-3 (t) Αψύρτου. Ἄψυρτος Ἀμμωνίῳ Ἀλεξανδρεῖ χαίρει ν .
8 1 [5] ἔγραψάς μοι πυνθανόμενος, πόθεν συμβαίνει κριθίασις τοῖς ἵπποις, καὶ τίς ἡ πρὸς αὐτὴν θεραπεία; ὅπερ ἐστὶν εὔγνωστον, ἐκ τοῦ συμβαίνοντος γὰρ ἡ προσωνυμία διείληπται. ὅταν ἐξ ὁδοιπορίας ὢν ἢ δρόμου ὑπὸ τὸ ἆσθμα λάβῃ τὰς κριθάς, ἄπεπτος γίνεται, καὶ ὑποτρέχει ἡ ὠμότης ὑπὸ τὴν βύρσαν, καὶ ὑποτέταται περὶ πᾶν τὸ σῶμα, καὶ συσπᾶται καὶ οὐ προβαίνει, οὐδὲ τὰ ἄρθρα κάμπτειν δύναται, καὶ τὰ οὖρα μετὰ βίας προΐεται, ῥίπτει τε ἑαυτόν καὶ διεγείρεσθαι οὐ θέλει, ἀλλ’ ἐσθίει κατακείμενος. θεραπεύεται δὲ οὕτως· αἷμα ἀφαίρει, διακόπτων τὰς ἐν τοῖς μεσοκυνίοις τοῖς ἐμπροσθίοις φλέβας ἐκ τοῦ ἐντὸς μέρους ἢ τοῦ ἐκτός, καὶ ἔασον ἀπορρυῆναι τὸ ἱκανόν, εἶτα καταλαβόμενος δεσμῷ τὰ ἀγγεῖα, κατάντλει αὐτὰ θερμῷ ὀξυκράτῳ πλήθει τοσούτῳ· ὕδατος λͅ ρʹ καὶ ὄξους οὐγγίας κʹ ἀναμίξας, σπόγγῳ πρόσφερε πρὸς τὴν ἔκφυσιν τοῦ ὤμου, ἵνα ἡ ῥύσις κατὰ τοῦ βραχίονος ᾖ.
8 2 [20] εἰς ἀμφοτέρους δὲ τοὺς τόπους τοῦτο ποιήσεις. καὶ τῇ ἐχομένῃ ἡμέρᾳ ἀφαίρει ὡσαύτως ἀπὸ τῶν αὐτῶν τόπων τῶν ὀπισθίων ποδῶν, καὶ κατάντλει, ὡς προείρηται. κριθὰς δὲ τούτῳ μὴ προσενέγκῃς μέχρι ἡμερῶν δεκατεσσάρων. ἐὰν δὲ ᾖ χόρτος χλωρός, μάλιστα ἐκείνῳ χρῶ. ἀνάγκαζε δὲ καθ’ ἡμέραν περιπατεῖν, προάγων ἐπὶ τὸν ἥλιον, συγχρίων ὄξει καὶ ἐλαίῳ, ἵνα ἡ βύρσα εὐένδοτος γένηται. οἶνον δὲ μὴ μίξῃς (ἀναψύχων γὰρ ἐπισυνδεσμεύει) καὶ τρῖψιν ποιοῦ κατὰ τρίχα εἰς τὰ κάτω μέρη· δοκεῖ γὰρ διὰ τῶν ποδῶν ἐκπίπτειν τὸ ἀρρώστημα. διὸ καὶ τὰς ὁπλὰς ἀλλάσσει, ἐν αἷς οἱ βάτραχοι ἁπαλοὶ γίνονται καὶ αἱμορροοῦσιν. οὓς δεῖ ἀποχαράσσειν κάτωθεν καὶ περικόπτειν. ὅταν δὲ δοκῇ βέλτιον ἔχειν ἐν τῷ περιπάτῳ, ἄγε αὐτὸν ἐπὶ τὸ κύλισμα καὶ ῥόϊζε. ἐν ἀρχῇ δὲ μὴ ῥοΐσῃς, ἵνα μὴ πυκνώσῃς τοὺς πόρους. συμβαίνει δὲ καὶ τοῦτο πολλάκις ἐν τῇ ὁδοιπορίᾳ ἢ καὶ ἐλθόντι ἐπὶ ποτὸν λάβρως ἐφελκύσασθαι τοῦ πόματος, καὶ ὡσαύτως συνδεσμεῖται.
8 3 [10] καὶ ἐν τούτῳ δὲ χρήσῃ τῇ αὐτῇ θεραπείᾳ. συντόμως δὲ ὁ τοιοῦτος ἀποκαθίσταται, καὶ τούτου οὐκ ἀλλάσσονται αἱ ὁπλαί. τὸν δὲ κριθιῶντα καὶ τῷ νίτρῳ ποτίζειν λέγεται, καὶ σκορπίουρον βοτάνην, τὴν καὶ ἡλιοτρόπιον καλουμένην, τρίψαντας ἐν οἴνῳ, δι’ ἑκατέρων τῶν μυκτήρων ἐγχεῖν· οὕτω γὰρ τὰς ὁπλὰς τάχιον ἀλλάσσεσθαι. περιγενόμενος δὲ ἐκ τοῦ πάθους τούτου, εἰς τὴν χρῆσιν οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τὸν λοιπὸν χρόνον. εἰ δὲ φλεβοτομουμένου τοῦ ἵππου τὸ αἷμα βουληθῇς στῆσαι, στυπτηρίαν καύσας καὶ τρίψας κατάδησον, καὶ στήσεται. Ἱεροκλέους εἰς τὸ αὐτὸ καὶ περὶ λαβροποσίας.
8 4 [5] Περὶ κριθιάσεως ἐντελέστερον διελθεῖν χρήσιμον. ὅταν ἐξ ὁδοιπορίας ὢν ἢ δρόμου ἔτι ἀσθμαίνων φάγῃ κριθάς, ἀπεπτεῖ, καὶ ἡ ὠμότης ὑπὸ τὴν βύρσαν ὑπελθοῦσα περιτρέχει πᾶν τὸ σῶμα. συσπᾶται οὖν καὶ οὐ προβαίνει, οὐδὲ τὰ ἄρθρα δύναται κάμπτειν, τά τε οὖρα μετὰ βίας προΐεται, ἱδροῖ τε τοὺς μηροὺς καὶ τὰς πλευράς, καὶ ἡ τροφὴ ὑπὸ τὸ ἆσθμα διδομένη ἕλκεται τῷ πνεύματι, καὶ οὐ θέλει ἐγείρεσθαι, ἀλλ’ ἐσθίει κατακείμενος. θεραπευθήσεται δὲ οὕτως· φλέβα διελὼν ἀπὸ τῶν ἐν τοῖς ἐμπροσθίοις μεσοκυνίων ἐκ τοῦ ἐντὸς μέρους ἢ τοῦ ἐκτός, καὶ ἐάσας ἱκανὸν ῥυῆναι, ἀπόσφιγξον δεσμῷ τὰ ἀγγεῖα, καὶ κατάντλει αὐτὸν ὀξυκράτῳ, ὕδατος χοὰς δέκα καὶ ὄξους χοὰς δύο μίξας, σπόγγῳ πρόσφερε πρὸς τὴν ἔκφυσιν τοῦ ὤμου, ἵνα ἡ ῥύσις ἐπὶ τὸν βρα χίονα φέρηται.
8 5 [15] ποίει δὲ τοῦτο ἐπ’ ἀμφοτέρων τῶν ποδῶν. τῇ δὲ ἑξῆς ἡμέρᾳ ἀπὸ τῶν ὀπισθίων ποδῶν τῶν αὐτῶν τόπων ὁμοίως ἀφελὼν αἷμα κατάντλει, ὡς προείρηται. κριθὰς δὲ μὴ πρόσφερε ἕως ἡμερῶν δεκατεσσάρων. ἐὰν δὲ χόρτος ᾖ χλωρός, μάλιστα ἐκείνῳ χρῶ. ἀναγκαζέσθω δὲ περιπατεῖν καθ’ ἡμέραν, καὶ τριβέσθω εἰς τὰ κάτω κατὰ τρίχα· δοκεῖ γὰρ διὰ τῶν ποδῶν ἐκχωρεῖν τὸ ἀρρώστημα. διὸ καὶ τὰς ὁπλὰς ἀλλάσσει, ἐν αἷς οἱ βάτραχοι ἁπαλοὶ γίνεσθαι εἰώθασιν. οὓς χρὴ ἀποχαράσσειν κάτωθεν καὶ περικολάπτειν. ὅταν γε μὴν ὑπὸ τοῦ περιπάτου βελτίων γίγνηται, κυλιέσθω καὶ ῥοϊζέσθω. ἐν ἀρχῇ δὲ οὐ συμφέρει ῥοΐζεσθαι, ὡς μὴ στεγανωθέντας ἐμφραχθῆναι τοὺς πόρους. ἔνιοι δέ φασι δεῖν, ἐὰν εὐθὺς αἴσθηταί τις κεκριθιακότα τὸν ἵππον, ἁλῶν δράκα εἰς ὄξους δριμέος ξέστην βαλόντα διὰ στόματος ἐγχυματίζειν.
8 6 [5] ἐὰν μέντοι κατὰ ὁδοιπορίαν ὅμοιόν τι αὐτῷ συμβῇ λάβρως τοῦ ποτοῦ ἐφελκυσαμέ νῳ δοκῇ τε συνδεδέσθαι, τῇ αὐτῇ οὖν δεῖ χρήσασθαι θεραπείᾳ. οὔτε γὰρ ἀλλάσσονται αὐτοῦ αἱ ὁπλαί, καὶ θᾶττον ἀποκαθίσταται. γνώσῃ γε μὴν τὸ πάθος τοῦτο φρίττοντος τοῦ ἵππου, καὶ ἐν τῇ ὑπερώᾳ τοῦ δέρματος ἠρέμα διοιδοῦντος. ἀρέσκει δέ τισιν τὸν κριθιάσαντα καὶ τῷ νίτρῳ ποτίζειν.
8 7 [5] εἰ δὲ βούλοιο αὐτὸν θᾶττον τὰς ὁπλὰς ἀλλάσσειν, πόαν τὴν καλουμένην ἡλιοτρόπιον τρίψας ἐν οἴνῳ διὰ μυκτήρων ἀμφοτέρων ἐγχυμάτιζε. ἴσθι γε μήν, ὡς περιγενόμενος ἐκ τούτου τοῦ πάθους οὐκ ἔχει τὴν αὐτὴν δύναμιν εἰς τὴν χρῆσιν τὸν ἐπίλοιπον χρόνον. ἐὰν δὲ πυροὺς πολλοὺς φαγὼν ἀτόπως διατεθῇ, χρὴ φλέβας σχάζειν τὰς ἐν τῷ στήθει παρὰ τοὺς ὤμους καὶ τὰς ἐν τοῖς βραχίοσιν.
8 8 [5] τὰς δὲ ἐν τῷ αὐχένι οὐ δεῖ σχάζειν, διὰ τὸ εἶναι σφαγίτιδας καὶ καρωτίδας καὶ τὸν νωτιαῖον μυελὸν ἀπὸ τούτων τρέφεσθαι. ἔνιοι δὲ συνέταξαν μὴ ποτίζειν αὐτόν, ἀλλὰ κλύζειν οὕτως· πίτυρα πύρινα καὶ νίτρου τὸ ὄγδοον μέρος καὶ ἐλαίου ἡμικοτύλιον μίξαντα καὶ ὕδωρ, ὡς γενέσθαι δύο χοάς, ἐγχεῖν διὰ τῆς ἕδρας καὶ ποιεῖν περιπατεῖν.
8 9 [5] πειρᾶσθαι δὲ καὶ τῇ χειρὶ ἀληλιμμένῃ ἐλαίῳ τὰ κόπρια ἐκκενοῦν, εἶτα ἠπειγμένως τρέχειν πρὸς ἀνάβασιν ποιεῖν. καὶ γὰρ τοῦτο πρὸς τὴν ἴασιν συντελέσει αὐτοῖς. εἰς τὸ αὐτὸ πάθος πρόγνωσις καὶ ἴασις.
8 10 [10] Κριθιάσεως τάδε σημεῖα· τὰ ὄμματα οὐ καλῶς ἔχει, τὸ στόμα ἄφθης μεστόν, ἡ ζέα ἤτοι γραμμὴ μετέωρος, πνεῖ θερμόν, αἱ φλέβες αἵματος πλήρεις, ἐπιγίνεται δὲ αὐτῷ καὶ ἀχλύς. σκέπτεσθαι δεῖ οὖν πάντα ταῦτα τὸν τὸν ἵππον πιαίνοντα, καὶ ἐὰν βούληται, παραστήσαντα καθ’ ἓν ἕκαστον ὁρᾶν τῶν σημείων. καὶ πρῶτον μὲν ἀφαιρεῖν αὐτοῦ αἷμα ἀπὸ τοῦ οὐρανίσκο υ , διαριθμησάμενον τὴν ζέαν τὴν τρίτην ἢ τὴν τετάρτην ἐκ τοῦ κατὰ τὰ ἀριστερὰ μέρους ὡσεὶ κοτύλας τρεῖς. ἀφελεῖν δὲ καὶ ἀπὸ τῶν ἐμπροσθίων σκελῶν ἀπὸ τοῦ ἔσω μέρους ἐπάνω τοῦ γόνατος καὶ ἐᾶσαι ῥυῆναι ὅσον κοτύλας τρεῖς. καὶ μὴ χορτάζειν ταύτης τῆς ἡμέρας κριθὰς μηδὲ ἄχυρα, ἀλλὰ πόαν ἁπαλὴν κατατέμνειν καὶ ἐν ὕδατι τέγγειν.
8 11 [10] πινέτω δὲ τούτου τοῦ ὕδατος μὴ πλέον χοῆς πρὸς τὸ μὴ ῥιγοῦν. καὶ τῇ ὑστεραίᾳ κριθῶν μετεχέτω μὴ πλέον δύο χοινίκων, τῆς δὲ πόας πλέον διδόσθω, καὶ τοῦ ποτοῦ χοὴ ἐφ’ ἑκάτερον, τῇ δὲ τρίτῃ ἡμίολα πάντα, ταῖς δὲ λοιπαῖς ἡμέραις ὅσον εἰώθει. ἐὰν δὲ εἰς τὰ ὀπίσθια τὸ ἀρρώστημα κλίνῃ, σχάσας ἀπὸ ἀμφοτέρων τῶν σκελῶν ὑποκάτω τοῦ βουβῶνος, ἄφελε ὅσον κοτύλας ἕξ. ἡ δὲ θεραπεία αὕτη καὶ ἐπὶ τῶν προτέρων γέγραπται. ἄλλο εἰς τὸ αὐτό.
8 12 (t) [5] Ὑοσκυάμου, εἰ μὲν ἐν θέρει, ὅταν ἔχῃ φύλλα χλωρά, λαβὼν ὡς δέκα ἢ ιεʹ φύλλα καὶ τρίψας καλῶς εἰς ἴγδιν μετὰ οἴνου Ἰταλικοῦ, τὸ ἥμισυ ἐγχυμάτισον, καὶ εὐθέως αὐτὸν διακίνησον, καὶ παραχρῆμα ἰαθήσεται. εἰ δὲ ἐν χειμῶνι, ὅτε μὴ εὑρεθῇ φύλλα χλωρά, λαβὼν τοῦ σπέρματος αὐτοῦ, ὅσον αἴρουσιν οἱ τρεῖς δάκτυλοι, τρίψας ὁμοίως χρῶ μετὰ οἴνου Ἰταλικοῦ. περὶ φλεβοτομίας.
9 1-4 (t) Αψύρτου. Ἄψυρτος Τορανίῳ Βάρωνι χαίρειν.
9 1 [15] πυνθανομένῳ, τίνες εἰσὶν ἐν τοῖς ἵπποις φλέβες, ἃς δεῖ σχάζειν, δι’ ὧν τὰ πάθη ῥᾳδίως ἐκκομισθήσεται, ἀναγκαῖον ἡγησάμην ἐπιδεῖξαί σοι. δεῖ πρῶτον ἐκ τῆς ὑπερῴας ποιεῖσθαι τὴν ἀφαίρεσιν, δι’ ἣν μόνην καὶ πρώτην δυνατὸν ἐν ὑγείᾳ διατηρεῖσθαι τὰ κτήνη. ἐὰν 〈δὲ〉 ᾖ πλεονεκτούμενος τῷ σώματι καὶ λίαν ἐπίσωμος ἢ κνήθων ἑαυτόν, ὥστε καὶ παρατρίβειν πρὸς τὰς φάτνας καὶ τοὺς τοίχους, καὶ τοὺς ὀδόντας ἐπεβάλλων ἑαυτῷ ἢ σείων τὴν κεφαλήν, ἢ τὰ ὦτα καταβάλλων, ἢ χασμώμενος πυκνά, προβάλλων τε τὰ σκέλη τὰ ἐμπρόσθια ἐναλλάξ, ἢ ὀφθαλμοὺς λιπαρωτέρους ἔχειν δοκῶν καὶ λήμας φέρων, ἢ καθεύδων ἐπὶ τῆς φάτνης πλέον , ἢ αἷμα ἀφοδεύων ἢ καὶ οὐρῶν· τούτου διακόπτειν δεῖ τὴν ἐν τῇ ὑπερῴᾳ τρίτην ἢ τετάρτην φλεβώδη ἐξοχή ν. αἱ δὲ παρὰ τὸν κυνόδοντα κεντήσεις δύσσταλτοί εἰσιν ἐν τῇ στάσει τοῦ αἵματος. ὁμοίως καὶ τοῦ πυρέσσοντος ἐπιγνώσῃ τὴν κεφαλὴν κάτω ῥέπουσαν ἐπὶ τὴν γῆν.
9 2 [10] καὶ τούτου αἷμα ἀφαιρεῖν ἐκ τῶν κροτάφων καὶ τοῦ προσώπου. τῶν δὲ ὀπισθοτονικῶ ν, ὑπό τινων λεγομένων τετανικῶ ν, οὐ δεῖ αἷμα ἀφαιρεῖν. παραξηραίνεται γὰρ τὸ νευρῶδες ἐν τῇ ἀφαιρέσει τοῦ αἵματος. οὐ μόνον δὲ τούτου ἅπτεται, ἀλλὰ καὶ τοῦ πάθους ἀσιτίαν παρεχομένου ἀδικεῖται φλεβοτομούμενος. συμβαίνει δὲ τούτῳ ἀπὸ συντονίας δρόμου καὶ πλείονος ἐλασμοῦ ἀδυνατεῖν μὲν ἑστάναι, κατακλιθῆναι δὲ μὴ δύνασθαι βουλομένῳ, ἄκροις δὲ τοῖς ποσὶν ἐπιβαίνειν φλεγμαινομένοις. τούτου δεῖ ἐξαιματίζειν τὰς ἐν τοῖς μεσοκυνίοις ἐναλλὰξ τῶν ἐμπροσθίων καὶ τῶν ὀπισθίων φλέβας. 〈 κριθίασις δὲ λέγεται δυσίατον πάθος, ἐν ᾧ ἔκστυψις ἄρθρων, καὶ πολυχρόνιον.
9 3 [10] καὶ τούτου σχάζειν δεῖ τὰς ἐν τοῖς μεσοκυνίοις ὡσαύτως. συμβαίνει δὲ τὸ πάθος τροφῆς διδομένης ὑπὸ τοῦ ἄσθματος· ἕλκεται τῷ πνεύματι, ῥώθωνας ἀναπεπταμένους ἔχει, ἱδρὼς ἐν τοῖς μεσομηρίοις καὶ νόθαις πλευραῖς γίνεται. πυροὺς δὲ βεβρωκὼς παρὰ φύσιν ἕξει τὰ αὐτὰ παρεπόμενα. τοῦτον φλεβοτομεῖν δεῖ τὰς ἐν τῷ στήθει παρὰ τοὺς ὤμους καὶ τὰς ἐν τοῖς βραχίοσι. τὰς δὲ ἐν τῷ αὐχένι φλέβας οὐ δεῖ σχάζειν διὰ τὸ εἶναι σφαγίτιδας καὶ καρωτίδας, ἔτι καὶ τὸν νωτιαῖον μυελὸν ὑπὸ τούτων τρέφεσθαι. τινὲς δὲ λέγουσιν ἐν τοῖς μαινομένοις ποιεῖσθαι τὴν ἀφαίρεσιν ἐκ τούτων τῶν τόπων, ἡμῖν δὲ ἀρέσκει ἐκ τῶν σκελῶν καὶ βραχιόνων, ἔστι γὰρ ὑποκάτω τοῦ πάθους καὶ ἀκινδυνότερον. Προσπαίσαντος δὲ τὸν πόδα ἢ στρέμμα ποιήσαντος ἢ θλάσμα, προσφάτου ὄντος τοῦ συμβεβηκότος, διαιρεῖν τὰ ἐν τῇ στεφάνῃ ἐκ τοῦ ἐντὸς μέρους ἢ ἐκ τοῦ ἐκτός, τὸ δὲ κατ’ ὄνυχα μή.
9 4 [5] ὑπόκειται γὰρ τῷ ἀγγείῳ σύνδεσμος νευρώδης τῆς χοινικίδος, καθὼς καὶ οἱ πρὸ ἡμῶν εἶπο ν . ἡμῖν δὲ οὐκ ἀρέσκει κεντεῖσθαι τοὺς τόπους τούτους. ψωρίασις δὲ ἐὰν γένηται καθ’ ὅλου τοῦ σώματος ἢ ἐν οἱῳδήποτε 〈τόπῳ〉 ἢ λειχῆνες ἢ ἐξανθήματα, καὶ τούτων σχάζειν τὰς ἐν τοῖς μεσοκυνίοις καὶ βραχίοσιν.〉 Ἱεροκλέους εἰς τὸ αὐτό.
9 5 [10] Πάντας τοὺς ἀπὸ πλησμονῆς καὶ ὠμότητος πάσχοντας ἄριστον φλεβοτομεῖν ἐκ τῶν ἀγκώνων καὶ βραχιόνων. θερμὴ γὰρ οὖσα τοῦ ζῴου ἡ φύσις, ταχέως ἀπὸ τῆς ὠμότητος τῶν σιτίων πυροῦται, καὶ εὐπετῶς διὰ ταῦτα πυρετὸς αὐτῷ ἐπιγίνεται. χρὴ μὲν οὖν γινώσκειν, ὡς τὸ φλεβοτομεῖν τοὺς ὑγαίνοντας ἵππους οὔτε Ἄψυρτος δοκιμάζει οὔτε Εὔμηλο ς . εἰ μέντοι οὖν εἰθισμένος εἴη, βέλτιον ἐκ τῆς ὑπερῴας ἀφαιρεῖν, δι’ ἧς ἀκινδυνότερον τὰ κτήνη διατηρηθήσεται. προσέχειν δὲ χρὴ ταῖς φλεβοτομίαις, μὴ λεπτὰ πάνυ καὶ δυσθεώρητα εἴη τὰ ἀγγεῖα τοῦ ζῴου. συμβαίνει γὰρ ἔσθ’ ὅτε ἐν τοῖς πλαγίοις μέρεσι λεγομένοις παρὰ τὰ γόνατα καὶ ἐν τοῖς ὤμοις ἐγγίγνεσθαι φλεγμονὴν ἐκ τῆς φλεβοτομίας καὶ χωλεύειν ποιεῖν. θεραπευθήσεται δὲ οὕτως· καταντλούμενος ὕδατι θερμῷ τρὶς ἢ τετράκις τῆς ἡμέρας, καὶ καταχριόμενος κιμωλίᾳ μετὰ ὄξους, περιπατῶν τε κατ’ ὀλίγον.
9 6 [5] διὸ πειρᾶσθαι προσήκει μὴ διαμπερὲς κρούειν τὰς φλέβας μηδὲ ἐξελκοῦν, καὶ οὐκ ἂν τοῦτο συμβαίῃ. μάλιστα δὲ προσέχειν χρή, ἐπὰν ἀπὸ τραχήλου ἢ στόματος αἷμα ἀφαιρῆται. αὗται γὰρ αἱ φλέβες εἰσὶν ἐπικινδυνότεραι. εἰ ἀρίστη ἡ φλεβοτομία τοῖς ἵπποις.
10 1 (t) [t2] Αψύρτου. Ἄψυρτος Ἀχαϊκῷ Νικαεῖ χαίρει ν . ἐσπουδακότος σου περὶ τὴν ἰατρικὴν καὶ ζητοῦντος, εἰ ἀρίστη ἐστὶ τοῖς ἵπποις ἡ φλεβοτομία, λέγω μὴ εἶναι ἀρίστην. εἴρηται δὲ καὶ Εὐμήλῳ ἱπποϊατρῷ μάλιστα δεῖν μὴ ἐθίζειν τοὺς ἵππους αἷμα ἀφαιρεῖν, οὐκέτι δὲ προσέθηκεν τὴν αἰτίαν. ἐπαγόμεθα γὰρ τὴν ζέσιν, ποιοῦντες τὴν ἔξοδον τοῦ αἵματος, καὶ νοσοποιοῦμεν. ἐὰν δὲ ὦσιν εἰθισμένοι, οὕτως ἀφαιρετέον, ὡς εἰρήκαμεν ἐν τῇ πρὸς Πούπλιον Οὐάρωνα ἐπιστολ ῇ. τοῦ αὐτοῦ, ὅτι οὐ συμφέρει τὰς ἐντὸς τῶν μηρῶν φλέβας τέμνειν.
10 2 (t1) [t2] Ἀσύμφοροι ἐν τῇ φλεβοτομίᾳ αἱ ἐντὸς τῶν μη ρῶν φλέβες. ἐξαιματιζόμεναι γὰρ συμπάθειαν παρέχουσι τοῖς βουβῶσι παὶ πόνον. ἐπιγνώσεται δὲ ὁ ποιούμενος τὴν φλεβοτομίαν τῇ ἐπαύριον καὶ ταῖς ἐχομέναις σκάζοντα αὐτὸν καὶ ἐπιβαίνοντα μόλις. ἐὰν δέ τις ἀνωτέρω παρὰ τοὺς διδύμους διακόψῃ τὴν λεγομένην ὀφιώδη φλέβα, θάνατον ἐπιφέρει. ὅταν δέ τι συμβῇ ἀρρώστημα ἐν τοῖς ὀπισθίοις, καὶ χρήζῃ ἀφαίρεσιν αἵματος, ἀφαιρεῖν δεῖ ὑποκάτω τῶν ἀγκυλῶν παρὰ τοὺς ἀστραγάλους λεγομένους ἐκ τοῦ ἐντὸς μέρους ἢ τοῦ ἐκτὸς ἢ τῶν μεσοκυνίων. ἄθετοι δὲ καὶ αἱ ἐν τῇ στεφάνῃ τοῦ ποδὸς κεντήσεις· οὐ μόνον γὰρ ἐπιφέρουσι πῶρον τὸν λεγόμενον μάρμαρον, ἀλλὰ καὶ ἡ ὁπλὴ αἰτιᾶται. γίνεται γὰρ ἐν αὐτῇ φοῖνιξ ἐκ τοῦ νύγματος, καὶ διὰ τοῦτο ἔσθ’ ὅτε χωλαίνει. τοῦ αὐτοῦ περὶ τοῦ μὴ δεῖν ἀπὸ κόπου φλεβοτομεῖν.
10 3 (t1) [t2] Ἄψυρτος Σέξτῳ Νουμηνίῳ χαίρει ν . γινώσκειν σε θέλω, ὅτι ἐὰν ᾖ ἐξ ὁδοιπορίας ὁ ἵππος καὶ ὑπόκοπος, μὴ δεῖν αἷμα ἀφαιρεῖν ἐξ αὐτοῦ. οὐ γὰρ τὰς φλέβας κοπιᾷ, ἀλλὰ τὰ νεῦρα. ἐὰν οὖν αὐτὰς νύξῃς, τὰ νεῦρα ἀποξηραίνεται. αἱ γὰρ φλέβες ἔμπυροι οὖσαι ἁπαλὰ τὰ νεῦρα παρέχουσι. δεῖ οὖν ἀναφυσᾶν οἴνῳ καὶ ἐλαίῳ τοὺς ὤμους καὶ τὰ σκέλη καὶ χειροτριβεῖν μαλακαῖς ταῖς χερσίν, καὶ εἰς τόπον μὴ σκληρὸν ἑστάναι, ἀλλ’ ὅπου κόπρια ὑπόκειται ἢ ἄλλα ὑποβλήματα ἁπαλά. ἐὰν δὲ ὑπέρτονος γένηται τῷ κόπῳ, μηδὲ δεῖπνον κριθὰς διδόναι. τὸ αὐτὸ δὲ καὶ Εὐμήλῳ δεδήλωτα ι . παρῆλθε δὲ αὐτὸν τοῦτο, ὅτι ὁδοιποροῦντος τοῦ ἵππου χωρίς εἰσιν οἱ ἰχῶρες καὶ οὐ μεμιγμένοι τῷ αἵματι. παραυτὰ οὖν ἐὰν φλεβοτομῇς, ὄψει τὴν ῥύσιν μόνου τοῦ αἵματος, καὶ πρὸς τὸ μηδὲν ὠφελῆσαι ἀδικήσεις τὸ ζῷον. παραξηραίνεται γὰρ ἡ σύστασις αὐτοῦ τῆς θέρμης ἀποκεκρουσμένης, καὶ ἐπισυνδεσμεῖται. δεῖ οὖν τῇ ἐπαύριον ἢ τῇ ἐχομένῃ τὴν ἀφαίρεσιν ποιεῖσθαι. τότε γὰρ προσεπιτρέχουσιν εἰς τὰς φλέβας οἱ ἰχῶρες ζητοῦντες τὴν ἔξοδον. ἐπιγνώσεται δὲ τοῦτο ὁ ποιούμενος τὴν ἀφαίρεσιν. τοῦ αὐτοῦ, ὅτι οὐ δεῖ ἐπὶ πολὺν χρόνον ἀποκρατεῖν τὸ ποτὸν τῷ φλεβοτομηθέντι.
10 4 (t1) [10] Μη〈δέποτε〉 δὲ φλεβοτομήσας τι τῶν μώνυχας ὁπλὰς ἐχόντων τοῦ ποτοῦ ἀποκράτει πλείονα χρόνον. διψήσαντα γὰρ ἐὰν 〈μὴ〉 ποτίσῃς, ῥᾳδίως ῥῆξιν λήψεται. ὅταν δὲ συμβῇ ἐν τοῖς γόνασι καὶ ταῖς κνήμαις χαλάσματα γενέσθαι καὶ τὰ μεσοκύνια χθαμαλά, γινώσκειν δεῖ, ὅτι ἡ περόνη ἀφίσταται ἐν αὐτοῖς, καὶ ἔστι χωλός. ὅσοι δὲ τὰ ὑποκάτω τῶν γονάτων, ἃ λέγεται κνῆμαι, παχέα ἔχουσι καὶ σαρκώδη, ῥᾳδίως οὗτοι ἐν τῇ στάσει τοὺς πόδας ῥήσσουσι, καὶ εἰσὶν οἱ λεγόμενοι ψελλισταί. οὓς δεῖ φλεβοτομεῖν ἐκ τῶν μεσοκυνίων κατὰ μῆνα. Ἱεροκλέους εἰς τὸ αὐτό.
10 5 (t) [10] Ἐὰν ἵππος ἐξ ὁδοιπορίας ἢ κόπου ᾖ, μὴ φλεβοτομείσθω μὲν παραυτίκα. εἰ γὰρ καὶ Εὐμήλῳ δοκεῖ φλεβοτομί α , ἀλλὰ Ἄψυρτος ἀποδοκιμάζε ι . προσφυσάσθω δὲ ἐλαίῳ καὶ οἴνῳ τὰ σκέλη, καὶ ταῖς χερσὶν ἁπαλῶς ἀποτριβέσθω, μὴ ἑστὼς ἐπὶ τόπου σκληροῦ, ἀλλ’ ἐν κοπρίοις ἤ τισιν ὑποβλήμασιν ἁπαλοῖς. ἐὰν δὲ ὑπέρτονος ἀπὸ κόπου γένηται, μὴ χρῆναι κριθὰς παραβάλλειν, ὥσπερ Ἀψύρτῳ καὶ Εὐμήλῳ δοκε ῖ. τρίτῃ δὲ ἡμέρᾳ δύναται καὶ φλεβοτομία προσληφθεῖσα παρασχεῖν ὄνησίν τινα. χρήσιμον δὲ κἀκεῖνο· τῷ ἐξ ὁδοῦ καὶ δρόμου κεκοπωμένῳ ἄλφιτα μίξαντα οἴνῳ εὐώδει καὶ ποιήσαντα μάζας ἐντιθέναι διὰ στόματος. ἐὰν δὲ ἕλκηται διὰ τῶν λαγόνων, ἐγχυμάτιζε κρόκου ὁλκῇ τριωβόλου μετὰ ὕδατος κοτύλης. Ὅτι τῶν εὐνούχων οὐ δεῖ αἷμα ἀφαιρεῖν.
10 6 (t1) [t2] Αψύρτου. Ἄψυρτος Δημητρίῳ Πάππῳ ἱπποϊατρῷ χαίρειν. ἐπὶ τὴν ἱπποτροφίαν σε προθύμως ἐρχόμενον γινώσκειν βούλομαι, ὅσοι εἰσὶ τῶν ἵππων ὠρχοτομημένοι, μὴ δεῖν τούτων αἷμα ἀφαιρεῖν. συμβαίνει γὰρ ἐλάσσονας γίνεσθαι τῇ δυνάμει ἐν τῇ χρήσει, καὶ φλεβοτομουμένοις δὲ ἐν τῇ κεντήσει φλεγμοναὶ ἐπιγίνονται. Ἱπποκράτους πῶς δεῖ φλεβοτομεῖν, καὶ περὶ γραστισμοῦ.
10 7 [10] Ἄριστον εἰδέναι, πότε δεῖ τῶν ἵππων αἷμα ἀφαιρεῖν καὶ ἐν αἷς ὥραις καὶ ὅπως καὶ ἀπὸ ὅσων φλεβῶν, καὶ διαγινώσκειν τὰς φύσεις καὶ τὰς ἕξεις. οἱ μὲν γάρ εἰσιν εὖ διακείμενοι, οἱ δὲ ἰσχνοί, οἱ δὲ νοσεροί, καὶ τὸ αἷμα οὐκ ἔστι τὸ αὐτὸ οὐδὲ ὅμοιον τοῖς πάθεσι πᾶσιν, ἀλλὰ διαφέρει τοῖς χρώμασι πρὸς ἕκαστον πάθος. τὸ μὲν γὰρ ἀπὸ τῶν εὖ ἐχόντων ἵππων αἷμά ἐστιν εὔκρατον καὶ πολὺ καὶ ξανθόν. ἀφαίρει τοίνυν, ἵνα μὴ πάθος ἐπιστῇ. τὸ δὲ τῶν μαλακιζομένων αἷμά ἐστι ποικίλον καὶ ἀφρῶδες, τὸ δὲ τῶν κριθιώντων αἷμά ἐστι μέλαν καὶ ἰξῶδες. δεῖ οὖν πρῶτον ποιῆσαι τὸν ἱππον ἐπὶ ἡμέρας ἓξ χλωροφαγῆσαι ἐπὶ πεδίον σύρριζον, ἐφ’ ὅσον ἡ γράστις προσηνὴς τυγχάνει, καὶ λοιπὸν συλλέξει αἷμα νεαρὸν εἰς τὰς φλέβας, καὶ ἔσται εὐρωστότερος. ἀφαίρει δὲ τῆς ἡμέρας ὥρᾳ δευτέρᾳ. ἐπεὶ δὲ διεληλύθαμεν τὸν περὶ τούτου λόγο ν , λοιπὸν ἀρξώμεθ α, πῶς δεῖ τοῦ ἵππου αἷμα ἀφαιρεῖν.
10 8 [5] αὐχενίζειν χρή, τὸν δὲ τόπον περιβάλλειν αὐχενιστῆρι [ἤτοι τὸν τράχηλον] καὶ προσανατείνειν, ἕως ἂν προσαναστῶσιν αἱ φλέβες· μὴ μέντοι καθιέναι τὸ φλεβοτόμον κατὰ βάθος, ἐπεὶ οὐ δυνήσῃ στῆσαι τὸ αἷμα εὐχερῶς, ἐὰν διαμπερὲς τὴν ἀρτηρίαν διέλῃς. κροτάφους δὲ ἐὰν βούλῃ λῦσαι, περίβαλλε αὐχενιστῆρα περὶ τὴν κεφαλὴν πρὸς τὰ ὦτα, μέχρις ἂν διαναστῶσιν αἱ φλέβες, καὶ ὑπότεμνε, ὡς εἴρηται, μὴ κατὰ βάθος. Ἀψύρτου περὶ φλεγμονῆς ἐκ φλεβοτομίας.
10 9 (t) [t2] Ἄψυρτος Ἀπίωνι Ἀλεξανδρεῖ χαίρει ν . συμβαίνει ἐν τοῖς πλαγίοις μέρεσι λεγομένοις παρὰ τὰ γόνατα καὶ ἐν τοῖς ὤμοις ἐκ φλεβοτομίας φλεγμονὴν γενέσθαι καὶ χωλαίνειν. θεραπεύεται δὲ οὕτως· καταντλῶν ὕδατι θερμῷ συνεχῶς τῆς ἡμέρας τρὶς ἢ τετράκις, κατάχριε κιμωλίᾳ μετὰ ὄξους, καὶ περιπατείτω κατ’ ὀλίγον, καὶ ἔσται ὑγιής. πειρῶ δὲ μὴ διαμπερὲς κρούειν τὰς φλέβας μηδὲ ἐξελκοῦν, καὶ οὐ συμβήσεται τοῦτο. ὅσοι δέ εἰσιν ἔχοντες κεκρυμμένα τὰ ἀγγεῖα καὶ οὐκ εὔσημα, ἀλλὰ λεπτὰ καὶ ζητούμενα, ἐν τούτοις γίνεται. διὸ δεῖ τοὺς τοιούτους περικάμπτειν. Πελαγωνίου πρὸς φλέβα ὑπὲρ τὸ μέτρον ἀπὸ φλεβοτόμου αἷμα προχέουσαν.
10 10 (t1) [t2] Ἀφόδευμα αὐτοῦ τοῦ ἵππου ταῖς ῥεούσαις φλεψὶν ἐπίθες. εἰ δὲ ἐπιμείνοι τὸ αἷμα φερόμενον, εὐφυῶς ἐρέας μαλλὸν βρέξας εἰς ἔλαιον, τῇ φλεβὶ προσένεγκε, ἢ νοῦμον ξύλινον ποιήσας, ἐπὶ τῇ αἱμορροούσῃ φλεβὶ ἐπιτίθει, καὶ χρῶ ὡς καλλίστῳ καὶ προχείρῳ βοηθήματι. κατάπλαστος πρὸς τὰς ἐκ φλεβοτομίας φλεγμονὰς ἡ δι’ ἀσβέστου.
10 11 (t1) [5] Ἐὰν γένηται ἐπιρρευματισμὸς καὶ φλεγμονὴ ἐκ φλεβοτομίας τῆς ἐκ βραχίονος, ἁρμόζει ἀσβέστου χαλκίτιδος, μέλιτος, ἀριστολοχείας τὸ ἴσον ἐμπλάσσοντας εἰς ὀθόνιον ἐπιδεσμεῖν, ἢ κάνναβιν ἀγρίαν ξηράναντας καὶ κόψαντας χρῆσθαι σὺν μέλιτι. Πελαγωνίου πρὸς παντοίαν φλεγμονήν.
10 12 (t) [1] Κιμωλίαν Κρητικὴν ἐλαίῳ Σπάνῳ καὶ ὄξει 〈πρόσμιξον〉, καὶ λιβάνου ἀλεύρου γ ο δʹ, καὶ βολβοὺς καὶ κοχλίας λελειωμένους προσμίξας, τοῖς φλεγμαίνουσι τόποις πρόσαγε. καὶ ἐὰν χειμὼν ᾖ, χρῶ θερμῷ τῷ βοηθήματι, εἰ δὲ θέρος, ψυχρῷ. περὶ ὀφθαλμῶν λευκώματος.
11 1 (t) [5] Αψύρτου. Ἐὰν εἰς ὀφθαλμὸν ἐμπέσῃ ῥεῦμα, ἢ γένηται γλαύκωμα ἢ ἄργεμος ἢ ἀχλὺς ἢ παράτριψις ἢ πληγή, ὥστε λευκανθῆναι τὸν ὀφθαλμόν, τούτων διακόπτειν τὴν ἐν τῷ προσώπῳ φλέβα, ὑπὸ τὸ μῆλον λεγομένην, ἥτις κατάγει ἀπὸ τοῦ ὀφθαλμοῦ. ὅσοι δὲ διακόπτουσι τούτων συμβεβηκότων τὴν ἐν τῷ κροτάφῳ φλέβα, κακοῖς περιβάλλουσι τὸν ὀφθαλμόν. γλαυκώματος δὲ γεγονότος, περίεργον καὶ τὸ φλεβοτομεῖν, ἔστι γὰρ ἀθεράπευτον. συμβαίνει δὲ ἐκ τούτου, ὃ καλεῖται ὑάλωμα, ὅμοιον ψηφῖδι λευκῇ. Ἱεροκλέους εἰς τὸ αὐτό.
11 2 (t) [10] Ἐὰν λευκωθῇ ὀφθαλμὸς ἀπὸ πληγῆς ἢ παρα τρίψεως, σηπίας χρὴ ὄστρακον ξέσαντα καὶ τρίψαντα μετὰ σμύρνης καὶ μέλιτος ὑποχρίειν· ἢ ἅλας ὀρυκτὸν ἢ Ἰνδικὸν λεάναντα μετὰ κρόκου καὶ μέλιτος ἡψημένου ὑποχρίειν· ἢ ψιμυθίου καὶ μέλιτος Ἀττικοῦ μίξαντα ὑποχρίειν· ἢ σταφυλίνου ἀγρίου τὸ ἄνθος καὶ ἀνεμώνης τρίψας, ἔνσταζε δὶς τῆς ἡμέρας. εἰ δὲ ἡλκωμένος εἴη, σμύρναν καὶ σχοίνου ἄνθος τρίψας ὡς λειότατα καὶ μέλι παραχέας ὑπόχριε. εἰ δὲ λευκώματα γένοιτο, αἷμα ἀφαιρεῖν χρὴ ἀπὸ τῶν κροτάφων καὶ ἀπὸ τῶν ἐν τῷ προσώπῳ φλεβῶν ὑπὸ τὸ μῆλον μᾶλλον, ὡς Ἄψυρτος δοκιμάζε ι, καὶ ψυχρῷ ὕδατι ὑπαντλήσαντα ὑπαλείφειν, κρομύου τὴν ἐντεριώνην τρίψαντα μετὰ νίτρου ἀφροῦ, καὶ διέντα ἐλαίῳ, μάλιστα δὲ ἀγριελαίῳ, εἰ δὲ μή, παλαιοτάτῳ. ἄλλο εἰς τὸ αὐτό.
11 3 (t) [5] Βαλσάμου, σμύρνης, κρόκου, καδμείας, πηγάνου ἀνὰ γ ο μίαν, ναρδοστάχυος γ ο δύο ἥμι συ, πεπέρεως λευκοῦ γ ο βʹ μέλιτος Ἀττικοῦ γ ο ἥμισυ, ἀσπαράγου ῥίζης γ ο ἥμισυ, οἴνου παλαιοῦ γράμματα δύο, ἀλκυονίου γ ο εʹ ἐν ὕδατι ὀμβρίῳ ἢ ποταμίῳ μίξας καλῶς τε προλεάνας, χρῶ. ἄλλο εἰς λεύκωμα ὀφθαλμοῦ.
11 4 (t) [1] Ἀφρόνιτρον μετὰ σμύρνης καὶ μέλιτος χρηστοτάτου, μάραθόν τε συλλέξας καὶ ξηράνας, κόψας καὶ σήσας καὶ μίξας, χρῶ. ἄλλο.
11 5 (t) [1] Σμύρνης ὁλκήν, κρόκου γ ο γʹ, μέλιτος ὀξύβαφον τρίψας λεῖα, χρῶ πρὸς τὰ λευκώματα. ἄλλο.
11 6 (t) [1] Λυκίου γ ο βʹ, χαλβάνης γ ο βʹ, πεπέρεως λευκοῦ γ ο ἕξ, λιβάνου ἄρρενος τὸ ἴσον, χαλκοῦ κεκαυμένου γράμμα ἕν καὶ μέλιτος τὸ ἱκανόν μίξας, χρῶ. πρὸς λευκώματα ἡμιόνων.
11 7 (t) [1] Κισσὸν διαμασησάμενος, τῷ χυλῷ προσφύσησον τὸν ὀφθαλμόν, καὶ ὑγιανεῖ. Εὐμήλου εἰς τὸ αὐτό.
11 8 (t) [1] Λευκώματα θεραπεύσεις, ἀπὸ τῶν κροτάφων αἷμα λαμβάνων, καὶ κρομύων χυλὸν μετὰ νίτρου μιγνύων καὶ προσάγων. ἄλλο.
11 9 (t) [1] Κυάμους μέλανας κατακαύσας, καὶ ἐν ἴσῳ μέλιτι μίξας, ὑπόχριε. ἄλλο εἰς λεύκωμα νεαρόν.
11 10 (t) [1] Ἔλαιον ῥόδινον μετὰ μέλιτος καὶ ᾠοῦ καὶ ἐρίου ἁπαλοῦ ἐπίθες. πρῶτον δὲ ἐκ τῆς ὑπὸ τῶν ὀφθαλμῶν φλεβὸς αἷμα λάμβανε. βοήθημα εἰς τὸ αὐτό.
11 11 (t) [1] Οἴνου Ἀμιναίου ξέστας γʹ, γάρου ἄνθους ξέστην ἕνα, μέλιτος γ ο γʹ, πάντα συνεψήσας, χρῶ. ἄλλο.
11 12 (t) [1] Χελιδόνων κεφαλὰς κατακαύσας καὶ λειοτριβήσας μετὰ μέλιτος χρῶ. πρὸς τοὺς ἤδη πεποιηκότας λευκώματα.
11 13 (t) [1] Ζύμην κριθίνην ξηρὰν καύσας καὶ λειοτριβήσας, ἀναλάμβανε χυλῷ μαράθου καὶ νίτρῳ καὶ μέλιτι, καὶ οὕτως ἔγχριε. ἄλλο Θεομνήστου εἰς τὸ αὐτὸ ἔγχρισμα.
11 14 (t) [1] Πεπέρεως λευκοῦ γ ο βʹ ἢ μέλανος γ ο δʹ, ἀμμωνιακοῦ γ ο δʹ, σμύρνης δραχμὰς βʹ, κρόκου δραχμὰς γʹ, ὀποβαλσάμου τὸ ἀρκοῦν, μίξας καὶ ποιήσας ὑγρὸν ἔγχρισμα, ἐπίθες, καὶ οὐκ ἐάσεις συστῆναι τὸ λεύκωμα. ἄλλο.
11 15 (t) [1] Βοτάνην σιδηρῖτιν, ἣν ἔνιοι ἀχάλιον, ἔνιοι δὲ ἀλθαίαν καλοῦσι, λαβὼν καὶ ταύτης τὸν καρπὸν τρίψας, ἐμφύσα, περικαταλαβὼν τὸν ὀφθαλμόν, εἶτα πρόσκλυζε ψυχρῷ ὕδατι ὀμβρίῳ. ἄλλο.
11 16 (t) [1] Ὀθόνιον καθαρὸν καύσας καὶ ἅλας φρύξας, ὁμοῦ βαλὼν σὺν μέλιτι ἐκλείου καὶ ὑπόχριε. Πρὸς λευκώματα.
11 17 (t) [1] Κυκλαμίνου χυλὸν μέλιτι Ἀττικῷ συμμίσγων, καλῶς ἐπίχριε. ἄλλο.
11 18 (t) [1] Στέαρ χήνειον μετὰ ῥοδίνου τρίψας καὶ σηπίας ὄστρακον μετὰ μέλιτος ἀκαπνίου ἐπίχριε. κολλύριον εἰς λευκώματα.
11 19 (t) [1] Σηπίας ὄστρακον καὶ μαράθου χυλόν, κρόκου καὶ σμύρνης καὶ νάρδου Συριακοῦ τὸ ἴσον μέλιτι μίξας, καὶ λειοτριβήσας, χρῶ. 〈ἢ ὀθόνιον καὶ σακίον ἐνδήσας κατάκαυσον καὶ τὴν σποδὸν λειοτριβήσας ἐμφύσα〉. Πρὸς ὑπόχυμα κολλύριον ξηρόν.
11 20 (t) [1] Νίτρου γ ο βʹ κόψας, καὶ προσμίξας πεπέρεως λευκοῦ κόκκους εʹ ἢ μέλανος κόκκους ιʹ, καὶ ψυλλάριον ὀλίγον ὁμοῦ συλλειώσας, χρῶ. ἄλλο.
11 21 (t) [1] Μέλιτος καὶ ἐλαίου παλαιοῦ ἴσον ἑκατέρου μίξας, χρῶ. ἄλλο.
11 22 (t) [5] Ἁλῶν Ἀττικῶν γ ο α c ʹ, σηπίας ὀστράκου ἐξεσμέ νου τὸ ἴσον, καὶ κροκοδείλου κόπρου. ταῦτα ὁμοῦ λειώσας, ἐπεμβαλὼν κρόκον καὶ φυλλάριον, ἔτι δε καὶ ἐλύδριον, κἀκεῖνα λειώσας καὶ σήσας κοσκίνῳ ὀφθαλμικῷ, ἀναλάμβανε καὶ ἀποτίθει εἰς βικίον ὑέλινον, καὶ ἐν καιρῷ χρείας ὑπάλειφε. ἐὰν δέ ποτε ἀναλυθῇ ἢ ὑγρὸν γένηται, κομμίδιον μικρὸν λελειωμένον πρόσμισγε. τοῦτο καὶ ἀναπλασσόμενον ποιεῖ καλῶς καὶ ἀνιέμενον ὕδατι καὶ οὕτως ἐπαλειφόμενον. κολλύριον πρὸς λευκώματα.
11 23 (t) [5] Μέλιτος γ ο αʹ, λιβάνου ἀρσενικοῦ γ ο αʹ, φύλλου γ ο αʹ, σμύρνης τρωγλίτιδος γ ο αʹ, πεπέρεως λευκοῦ γ ο αʹ, κρόκου γ ο αʹ, ἀλόης ἡπατίτιδος γ ο αʹ, ἀμμωνιακοῦ θυμιάματος γ ο βʹ, ἅλατος ἀμμωνιακοῦ γ ο αʹ, στύρακος καθαροῦ γ ο αʹ, στυπτηρίας σχιστῆς γ ο αʹ, νίτρου Ἑλληνικοῦ γ ο αʹ. ταῦτα λειοτριβήσας ἐπιμελῶς, χρῶ κατὰ παντὸς λευκώματος. ἄλλο.
11 24 (t) [1] Ἀμμωνιακοῦ καὶ μαράθου τὸ ἴσον βαλὼν εἰς θυίαν, τρῖβε ἡμέρας γʹ, τῇ δὲ τετάρτῃ ἐπιχέας ὕδωρ ποταμιαῖον ἢ ὕδωρ κρηναῖον, δὶς τῆς ἡμέρας τρῖβε ἐπὶ ἡμέραις ηʹ, ἐπιχέας μέλιτος γ ο ἕξ. ἄλλο πρὸς πόνον ὀφθαλμῶν.
11 25 (t) [1] Κηροῦ ἢ ῥητίνης, ἀμμωνιακοῦ, ἀφρονίτρου, ταῦτα πάντα ἴσον κόψας ἕκαστον χρῶ. ὀφθαλμικοῦ σκευασία.
11 26 (t) [1] Νάρδου στάχυος ὁλκὰς βʹ, κρόκου ὁλκὴν μίαν, ἀμύλου ὁλκὰς βʹ, μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. εἰς ὀφθαλμὸν ἡλκωμένον.
11 27 (t) [1] Σμύρναν, κρόκον καὶ σχοίνου ἄνθος τρίψας ὡς λεπτότατα, μέλι παρεγχέων ἐπάλειφε. πρὸς ὀφθαλμίαν.
11 28 (t) [5] Ὀφθαλμίαι εἰώθασι γίγνεσθαι ἐκ βράσεως αἵματος καὶ πολυτροφίας. τὸν τοιοῦντον οὖν δεῖ θεραπεύειν αἵματος ἀφαιρέσει ἐκ τῶν κροτάφων, ἐνστάζειν δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ μέλι καὶ γάλα ἐπὶ ἡμέραις τρισίν. ἐὰν δὲ ῥευματίζωνται, λαβὼν μέλι καὶ ἀλόην ἡπατικήν, ἔγχριε αὐτόν, καὶ ἀναστέλλει τὸ ῥεῦμα τὸ ἐπικείμενον, καὶ ὑγιαίνει. ἄλλο ὀφθαλμικόν.
11 29 (t) [5] Μυελὸν ἐλάφειον καλῶς καθάρας, ὅπως μή τι τῶν ἔσωθεν ὀστάριον παραμείνῃ, τρῖψον ἐν θυίᾳ μαρμαρίνῃ, καὶ πρόσβαλλε αὐτῷ κρόκου τετριμμένου δραχμὴν μίαν, καὶ ἀποθεὶς ἐν σκεύει ξυλίνῳ ἢ κερατίνῳ, χρῶ πρὸς τὰ ἕλκη τῶν ὀφθαλμῶν. ἄλλο.
11 30 (t) [1] Χλωρῶν καλάμων κεφαλὰς καύσας ἐπιμελῶς, ἐπιβαλών τε σμύρνης ἡδυτάτης ὀβολοὺς γʹ καὶ νάρδου Συριακῆς τὸ ἴσον, τρῖψον πάντα εἰς ἕν, καὶ ἀπόθες ἐν πυξίδι χαλκοῦ, καὶ χρῶ πρὸς λευκώματα. ἄλλο.
11 31 (t) [1] Πράσον τρίψας εἰς λεπτὰ καὶ ἀποθλίψας, βάλε τὸν χυλὸν εἰς σκεῦος χαλκοῦν, καὶ χρῶ ἐναλείφων. 〈Ἀνατολίου〉 πρὸς αὐτό.
11 32 (t) [1] Ἐὰν ὀφθαλμὸς φλεγμαίνῃ, λιβανωτοῦ, ἀμύλου, ἀρνείου μυελοῦ ἀνὰ δραχμὴν μίαν, ἐλαίου ῥοδίνου γ ο αʹ, ᾠῶν τὸ λευκὸν μίξας ἐν ταὐτῷ, ἐνάλειφε. ἄλλο.
11 33 (t) [1] Ἅλας Θούριον τρίψας, ἐμφύσα κατὰ τῶν ῥωθώνων. ἐὰν δὲ μὴ ἀνοίγῃ τὸν ὀφθαλμόν, ἐκστρέψας αὐτοῦ τὰ βλέφαρα, σμιλαρίῳ κατάσχασον, εἶτα οἴνῳ ἐμφύσα, εἶτα αἷμα ἀπὸ τῶν κροτάφων αὐτοῦ λάμβανε, καὶ ἔσται ὑγιής. πρὸς λευκώματα ἄλλο.
11 34 (t) [1] Μαράθου χυλοῦ τὸ ἀρκοῦν, κισσοῦ πετραίου φύλλων τρυφερῶν χυλοῦ τὸ ἴσον, γάλα κυνὸς ἢ ὄνου, αἷμα περιστερᾶς ἡμέρου, δρόσον κράμβης μέλιτι Ἀττικῷ συμμίξας χρῶ. Εὐμήλου πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς.
11 35 (t) [t2] Ἅλας ἔτι νῆστις ὢν διαμασησάμενος, τὸν ὀφθαλμὸν πρόσπτυσον, καὶ ἀπολεπτυνεῖς. ἢ σηπίας ὄστρακον ξύσας χρῶ. ἢ ἀγριοσταφυλίνου σπέρμα κεκομμένον καὶ ἀρνογλώσσου χυλὸν μέλιτι Ἀττικῷ μίξας χρῶ. πρὸς πεπληγμένον ὀφθαλμὸν καὶ πρὸς ἐπιφοράς.
11 36 (t1) [1] Τὸν μὲν ὀφθαλμὸν ὕδατι ψυχρῷ κατάντλει, τὰς δὲ ἐπιφορὰς ἰάσῃ, ἅλας εἰς οἶνον καλὸν ἑψήσας, καὶ προσβαλὼν σμύρναν λελειωμένην καὶ μέλι Ἀττικὸν προσμίξας· ἔγχριε καὶ μετὰ ταῦτα ψυχρῷ ὕδατι ἐπάντλει. πρὸς τὰ ἐν ὀφθαλμοῖς τραύματα.
11 37 (t) [5] Τὰ ἐν ὀφθαλμοῖς τραύματα θεραπεύσεις οὕτως· λαβὼν κρόκου, πεπέρεως λευκοῦ, ἅλατος ἀμμωνιακοῦ, ὀπίου, σκορόδου ἀνὰ γ ο μίαν, καὶ λειώσας ἕκαστα, μέλιτι ἀναλάμβανε καὶ ἀπ’ αὐτοῦ ἔγχριε. ποιεῖ δὲ καὶ κόπρος ἀνθρωπίνη ξηρανθεῖσα καὶ λεαν θεῖσα, ἢ κινάρας ἀγρίας ῥίζα μετὰ ἁλὸς μιχθεῖσα καὶ προσπασθεῖσα τῷ ὀφθαλμῷ. πρὸς ἀρχομένας ὑποχύσεις ἔγχρισμα.
11 38 (t) [1] Μέλιτος Ἀττικοῦ, ὑαίνης ἢ ἀλώπεκος χολῆς τὸ ἴσον τῷ μέλιτι, ὀποβαλσάμου τὸ ἴσον, πεπέρεως τὸ ἥμισυ. ταῦτα λειώσας καὶ ἀνελόμενος εἰς βικίον ὑάλινον ἢ κασσιτέρινον, ἔγχριε. πρὸς πτερύγια.
11 39 (t) [15] Πτερύγιά εἰσι παχέων χυμῶν, αἵματος καὶ φλέγματος κατὰ κεφαλὴν συστάντων, ἀνωτερικαί τινες ἐπιχύσεις ἐπιφερόμεναι τοῖς ὀφθαλμοῖς, σώματά τινα ὑμενώδη, ὧν αἱμαχθέντων αἱ ῥίζαι φαίνονται, καὶ καταλαβοῦσαι τὴν κόρην ἀλλοτριοῦσι τοῦ φωτός, νέφους δίκην αὐτὴν ὥσπερ ἀστέρα καλύπτουσαι. ὧν ἴαμα σύντομον καὶ εὐπόριστον ἐκθήσομα ι· ἑκατέρωθεν χρὴ τὸν ὀφθαλμὸν παρασύραντα ὡς καὶ τὸ πρόσωπον ῥυσῶσαι, τὸ ἐξεπιπολῆς πτερύγιον ὑμενῶδες ἀνακρεμάσαι ἰατρικῷ ἀγκίστρῳ ἄνευ γλωσσίδος, καὶ περιτεμεῖν σμίλῃ κύκλῳ. οὐ φοβηθήσῃ δὲ τοῦτο ποιῶν, κερατοειδοῦς τοῦ ὑμένος ὑπάρχοντος. τμηθέντος δὲ αὐτοῦ, σπόγγισον μετὰ ὀξυκράτου. ἂν δὲ σφόδρα πιέζηται ὁ ἵππος, δεσμῷ σύνεχε, τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἀποθεράπευε φαρμάκῳ τῷδε· κιμωλίας γ ο αʹ, πομφόλυγος γ ο ϛʹ, ἴρεως δραχμὰς βʹ, μέλιτος τὸ ἀρκοῦν, ἀναλαβὼν ἔγχριε, ἕως ἀποθεραπεύσεις. πρὸς ὑφαίμους ὀφθαλμοὺς καὶ σταφυλώματα.
11 40 (t) [t2] Ὠιοῦ τὸ λευκόν, ἔλαιον ῥόδινον, ψιμύθιον, ταῦτα γλοιοῦ πάχος ποιήσας, ἔγχριε. πρότερον δὲ αἷμα ἀφαίρει ἀπὸ τῶν κροτάφων. ἐὰν δὲ ἐπιμένον τὸ ῥεῦμα πτερύγιον ποιήσῃ ἢ σταφύλωμα, διαλιπὼν τὸ ἐναλείφειν ἐπὶ δύο ἡμέρας, οἴνῳ ἐμφύσα καὶ κλύζε τὸν ὀφθαλμὸν διὰ τοῦ στενοῦ πόρου τοῦ προσκειμένου τοῖς μυκτῆρσιν. οὗτος γὰρ ὁ πόρος διήκει μέχρι τοῦ ὀφθαλμοῦ. καὶ μετὰ ταῦτα πάλιν ἐνάλειφε τῷ εἰρημένῳ φαρμάκῳ. τοῦτο γὰρ καὶ ἀναπλασσόμενον καὶ ἐναλειφόμενον θέρους μὲν μετὰ ὕδατος ψυχροῦ, χειμῶνος δὲ χλιαροῦ οἰνομέλιτος ὠφελεῖ. Πελαγωνίου πρὸς τὰ ἐν ὀφθαλμοῖς πλήγματα κολλύριον.
11 41 (t1) [1] Σμύρνης τρωγλίτιδος γ ο αʹ, κρόκου ὀβολὸν ἕνα λειώσας καὶ ἑψήσας ἐν μελικράτῳ, πρόσθες ἔτι μέλιτος γ ο γʹ, καὶ χρῶ. πρὸς ὑπόχυσιν φυσικόν.
11 42 (t) [t2] Νοσσιὰν χελιδόνος καθελών, ὥστε μηδὲν τὸ σύνολον ἐκεῖθεν ἀπολέσθαι, βάλε ἐν ἀγγείῳ, καὶ ἐπιβαλὼν ὕδωρ, τάραξον καὶ τοῦτο διήθησον, καὶ τὸ ἀπήθημα δίδου διψῶντι τῷ ζῴῳ πιεῖν ἢ καὶ διὰ κέρατος ἐγχυμάτιζε. ἄλλο πρὸς λευκώματα θερμότερον τῶν ἄλλων καὶ ἐνεργέστερον.
11 43 (t1) [1] Βαλσάμου, σμύρνης, κρόκου, καδμίας, πηγά νου ἀνὰ γ ο αʹ, ναρδοστάχυος γ ο β c ʹ, πεπέρεως λευκοῦ γ ο βʹ, μέλιτος Ἀττικοῦ γ ο ϛʹ, ἀσπαράγου ῥίζης γ ο ϛʹ, οἴνου παλαιοῦ γράμματα βʹ, ἀλκυονίου γ ο εʹ, ὕδατος ὀμβρίου ἢ ποταμίου γ ο βʹ. Πρὸς ὑπόχυσιν ὀφθαλμῶν.
11 44 (t) [5] Πρὸ πάντων ἐν θερμοτέρῳ τόπῳ ἱστάσθω, ἀπεχέσθω τε κριθῶν, μόνοις δὲ πιτύροις καὶ ἀχύροις τρεφέσθω. λαβὼν δὲ ἀλεύρου σιτίνου ξέ. τὸ ἥμισυ, καὶ ὑδρομέλιτος ξέ. αʹ, λιβάνου ἀλεύρου ξέ. αʹ, ῥητίνης γ ο αʹ, ᾠὰ βʹ καὶ οἶνον τὸν ἀρκοῦντα, ἕψει, καὶ πᾶσαν τὴν ὄψιν ἐγχρίων ἐπίδησον, καὶ μεινάτω νύκτα μίαν μετὰ τοῦ βοηθήματος. τὸ δὲ πρωῒ ἀφελόμενος αὐτό, τὰς προειρημένας τροφὰς παράβαλλε. τετάρτῃ δὲ ἡμέρᾳ ἔγχριε τοὺς ὀφθαλμοὺς μέλιτι Ἀττικῷ. Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς.
11 45 (t) [1] Βαλσάμου γ ο βʹ, πεπέρεως γ ο βʹ, μυελοῦ προβατείου ἐκ τῶν ποδῶν γ ο αʹ, σκορόδων Γαλλικῶν τὸ ἀρκοῦν, μαράθου δεσμήν, ᾠοῦ λέκιθον αʹ. πρὸς τραῦμα ὀφθαλμοῦ.
11 46 (t) [1] Σμύρναν, κρόκον, σχοίνου ἄνθος συλλειώσας, καὶ μέλι ἐπιβαλών, ἐπίχριε. κολλύριον νάρδινον.
11 47 (t) [1] Ὀποπάνακος γράμματα τέσσαρα, ἴων ξηρῶν γ ο βʹ ναρδοστάχυος γ ο ϛʹ, κασίας, σμύρνης, ἐλαίου ἀνὰ γ ο ϛʹ, πεπέρεως γράμματα ϛʹ, οἴνου γράμματα εʹ. πρὸς σίμβλωσιν ὁδοιπορικόν.
11 48 (t) [5] Ἀκάνθης λευκῆς χυλὸν οἴνῳ παλαιῷ μῖξον ἐν ἴσῳ σταθμῷ. βέλτιον δὲ εἰ τὴν ἄκανθαν καύσας ἀποτεφρώσεις, καὶ μέλι Ἀττικὸν ἐπιβαλὼν καὶ ἔλαιον, χρῶ πρὸς πᾶν ὀφθαλμοῦ πάθος. ἢ πεπέρεως λευκοῦ τὸν ἴσον σταθμὸν μετὰ σποδιᾶς λευκῆς ἀκάνθης καὶ μέλιτος μίξας, πτερῷ τὸν ὀφθαλμὸν ἐπίχριε. κολλύριον ὀφθαλμικόν.
11 49 (t) [5] Ἰὸν καὶ ἅλας ἐν ἴσῳ σταθμῷ λαβὼν πρόσμιξον ὄξους τὸ ἀρκοῦν. 〈ἢ〉 ἐλαίου γ ο αʹ, ἀλκυονίου γ ο αʹ, κρόκου γ ο c ʹ, πεπέρεως λευκοῦ γ ο αʹ, πεπέρεως μακροῦ γ ο αʹ, βοτάνης Σαβίνης ἤτοι βράθυος γ ο αʹ, λιβάνου ἀλεύρου γ ο αʹ, σμύρνης γ ο αʹ, ἕκαστα ταῦτα λειώσας καὶ λεπτῷ κοσκίνῳ σήσας, χρῶ μετὰ μέλιτος οὐγκιῶν ἕξ. ἐὰν σκύλῃ τὸν ὀφθαλμὸν ἵππος.
11 50 (t) [5] Ἔριον μετὰ ἐλαίου ῥοδίνου καὶ ᾠοῦ ἐντὸς τοῦ ὀφθαλμοῦ ἔμβαλλε, τῇ δὲ ἄλλῃ τήλεως ἀφηψημένης χυλῷ χλιαρῷ ἀπάντλει, καὶ πληρώσας σπόγγον ἐπίθες καὶ δῆσον, καὶ πάλιν ἔριον ἀπὸ τῶν προγεγραμμένων. καὶ ὅταν βέλτιον ἔχῃ, κολλύριον ἐπίχριε. πρὸς τὰ ἐν ὀφθαλμοῖς καρκινώματα.
11 51 (t) [1] Ὄροβον ἀληλεσμένον, ἔλαιον ῥόδινον καὶ ᾠὸν μετὰ μέλιτος Ἀττικοῦ μίξας τὸ τραῦμα ἔγχριε. πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς.
11 52 (t) [1] Δορὰν παλαιᾶς βύρσης καύσας καὶ ξηρίον ποιήσας ἔμβαλλε κατὰ τοὺς ὀφθαλμούς. πρὸς τὰς ἐν ὀφθαλμοῖς φλεγμονάς.
11 53 (t) [1] Ἐὰν ἐξαίφνης ὀφθαλμὸς φλεγμαίνῃ, σπόγγον ὄξει βρέξας, περίθες τῷ ὀφθαλμῷ καὶ ἐπιδέσμει. Ἀψύρτου σύνθεσις κολλυρίων ἐπὶ λευκωμάτων.
11 54 (t) [5] Λιβάνου ἄρρενος γ ο βʹ, σμύρνης τρωγλίτιδος γ ο βʹ, κρόκου Κυρηναϊκοῦ γ ο αʹ, μαράθου χυλοῦ γ ο βʹ, μέλιτος ἀκαπνίου γ ο αʹ, ῥόδων φύλλων γ ο βʹ, πεπέρεως λευκοῦ πεπέρεως μακροῦ κροκομάγματος ἀνὰ γ ο αʹ, χυλοῦ κισσοῦ γ ο βʹ, οἴνου Ἰταλικοῦ κοτύλην μίαν, ὀποβαλσάμου τὸ ἀρκοῦν. περὶ διακοπῆς ὀφθαλμῶν.
12 1-3 (t) Αψύρτου. Ἄψυρτος Ἱπποκράτει ἱπποϊατρῷ χαίρει ν .
12 1 [15] ἐπειδὴ ῥᾳδίως πέφυκε τὸ ἱππικὸν γένος ἀδικεῖσθαι ἐν τῷ ὁρατικῷ, ἱπποτροφοῦντά σε ἀναγκαῖον εἰδέναι τὰ βοηθήματα. ἐὰν διακοπὴ γένηται ἐν αὐτῷ καὶ φέρῃ λήμας παχείας, γινώσκειν δεῖ, ὅτι ἐκρεῖ ὁ ὀφθαλμός. θεραπεύεται δὲ οὕτως· μυελὸν προβάτειον τὸν μηριαῖον τρίψαντα ἐναλείφειν καὶ κατέχειν τῇ χειρί, ἐπέχοντα ποσῶς δὶς τῆς ἡμέρας. ἄριστον δέ, εἰ ὁ μυελὸς πρόσφατος ᾖ. ἐὰν δὲ μυελὸς μὴ ᾖ, στέαρ χήνειον ἢ ὀρνίθων τῶν κατοικιδίων τρίψαντα ὑποχρίειν. καὶ ὁ μυελὸς δὲ μιχθεὶς τῷ χηνείῳ συλλελειωμένος ἁρμόζει. ἀναπληρωθέντος δὲ τοῦ τρυπήματος καὶ τῆς διακοπῆς ἀπουλωθείσης, ὥστε μηκέτι φέρεσθαι λήμας, ἐναλείφειν τῇ συνθέσει ταύτῃ· χαλκάνθης ὀβολὸν αʹ, σμύρνης βʹ, κρόκου δραχμὴν μίαν, μυελοῦ προβατείου τοῦ προγεγραμμένου στατῆρα, ταῦτα τρίψαντα ἐν ταὐτῷ καὶ μέλι Ἀττικὸν ἐπιχέαντα, χρῆσθαι καὶ ἀποσμήχειν τὴν οὐλήν. ἔστω δὲ ὁ μυελὸς προλελειωμένος. ἐὰν δέ ποτε συμβῇ θολερὸν γενέσθαι τὸν ὀφθαλμὸν ὑπὸ πληγῆς ἢ ἐξ ἄλλης τινὸς αἰτίας ἢ παρατρίψεως, ἢ ἀχλὺς ἐπιδράμῃ, ἄριστον φλεβοτομεῖν διακόπτοντα τὴν ἐν τῷ προσώπῳ φλέβα ὑπὸ τὸ μῆλον, καὶ τῇ ἐπαύριον ἐναλείφειν τῷ προτέρῳ.
12 2 [10] χρηστοτέρα δὲ πρὸς τοῦτο ἡ σύνθεσις αὕτη· ἰοῦ ὀβολὸν αʹ, σμύρνης 〈ὀβολὸν αʹ〉, ἀφρονίτρου Ἀλεξανδρίνου 〈ὀβολοὺσ〉 βʹ τρίψαντα ὡς λεπτότατα, καὶ μέλιτι Ἀττικῷ συλλεάναντα χρῆσθαι. πρὸς τὴν διακοπὴν δὲ τῷ διὰ τοῦ μυελοῦ συγκειμένῳ χρῶ. ὠφέλιμον δὲ καὶ τοῦτο· ὀρόβους ἀλέσαντα καὶ σήσαντα ἐν ὀθονίῳ, καὶ μέλιτι μίξαντα Ἀττικῷ ἢ Κρητικῷ, καὶ συλλεάναντα ὑπαλείφειν ἐκτὸς τῆς διακοπῆς. εὔχρηστον δὲ βοήθημα καὶ πρόσκαιρον ἐπὶ παντὶ τῷ συμβαίνοντι, ἐμφυσᾶν οἴνῳ, διαστέλλοντα τὸν ὀφθαλμόν.
12 3 [10] φλεγμονῆς δὲ γενομένης, χρῆσθαι τούτῳ τῷ βοηθήματι· ἄλφιτα μάσσοντα ἐν οἴνῳ, καταπλάσσειν καὶ ἐπιδεσμεῖν. ὅταν δὲ ῥευματίζηται καὶ μὴ ἱστῆται τὸ ῥεῦμα, περικαυστέον τὸν ὀφθαλμόν, τὸ ὁρατικὸν σπόγγῳ κατέχοντα. ὑποτρέχει γὰρ τὸ καυτήριον. ἄριστον δὲ τοῦτο πρὸς τοὺς ῥευματιζομένους· λιθάργυρον πλύναντα καὶ τρίψαντα, καὶ ὑοσκυάμου χυλὸν ἴσον ἑκατέρου, καὶ ὀποῦ μήκωνος τρίτον, ἰοῦ τὸ ἴσον τῷ ὀπῷ· τρίψαντα καθ’ ἕν, καὶ πάλιν ἐν ταὐτῷ οἴνω γλυκεῖ διέντα παχεῖ ἐγχρίειν τὸν ὀφθαλμόν. Ἱεροκλέους εἰς τὸ αὐτὸ καὶ περὶ πτερυγίων.
12 4 [10] Ἐὰν ὀφθαλμὸς διακοπῇ καὶ λῆμαι φέρωνται παχεῖαι, καὶ δέος, μὴ ἐκρεύσῃ ὁ ὀφθαλμός, θεραπεύεται οὕτως· μυελὸν προβάτειον ἀπὸ τῶν μηρῶν τρίψας ἐνάλειφε, καὶ κάτεχε τῇ χειρὶ ἐπί τινα χρόνον δὶς τῆς ἡμέρας. καλὸν δέ, εἰ ὁ μυελὸς εἴη πρόσφατος. ἐὰν δὲ μὴ ἔχῃς μυελόν, στέαρ χήνειον ἢ καὶ τῶν κατοικιδίων ὀρνίθων τρίψας ἐπίχριε. καὶ ὁ μυελὸς δὲ μετὰ χηνείου στέατος μεμιγμένος ὠφελεῖ. ὅταν δὲ ἀναπληρωθῇ τὸ τραῦμα καὶ ἡ διακοπὴ ἀπουλωθῇ, ὡς μηκέτι λήμας φέρεσθαι, ἐνάλειφε τῷ φαρμάκῳ τῷ ὑπογεγραμμένῳ· χαλκάνθης ὀβολὸν αʹ, σμύρνης ὀβολοὺς βʹ, κρόκου δραχμὴν μίαν, μυελοῦ προβατείου στατῆρα, προλειώσας τὸν μυελόν, εἶτα τρίψας ἅμα πάντα, καὶ ἐπιχέας Ἀττικοῦ μέλιτος, χρῶ καὶ ἀπόσμηχε τὴν οὐλήν. ἐὰν δὲ θολερός ποτε γένηται ὁ ὀφθαλμὸς ἐξ οὐλῆς ἢ ἄλλης αἰτίας ἢ παρατρίψεως, ἢ ἀχλὺς αὐτὸν ἐπιδράμῃ, κείρας τὴν ἐν τῷ προσώπῳ φλέβα τὴν ὑπὸ τὸ μῆλον, τῇ ὑστεραίᾳ ἐνάλειφε, ὡς προείρηται.
12 5 [10] ἔνιοι δὲ ἰοῦ, σμύρνης, ἀφρονίτρου Ἀλεξανδρίνου τρίψαντες καὶ μέλιτι Ἀττικῷ συλλεάναντες, χρῶνται. εὔχρηστον γε μὴν βοήθημα, καὶ παραυτίκα τοῦ συμβαίνοντος ἐμφυσᾶν οἴνῳ, διαστείλαντα τὸν ὀφθαλμόν. εἰ δὲ φλεγμονὴ γένοιτο, ἄλφιτα ἀναμίξαντα οἴνῳ καταπλάσσειν καὶ ἐπιδεσμεῖν. ὅταν δὲ ῥευματιζομένου μὴ ἱστῆται τὸ ῥεῦμα, σπόγγῳ τὸ ὑποτρέχον ἀπόμασσε διακαθαίρων. καὶ τοῦτο δὲ ῥευματιζομένοις χρήσιμον· λιθάργυρον τρίψαντα καὶ πλύναντα, καὶ ὑοσκυάμου χυλόν, ἴσον ἑκάτερον, καὶ ὀποῦ μήκωνος τὸ τρίτον, καὶ ἰοῦ καὶ θείου ὁμοίως τρίψαντα καθ’ ἕν, εἶτα κοινῇ, καὶ οἴνῳ διέντα γλυκεῖ παχυτέρῳ ἐγχρίειν. τὸ δὲ τῶν πτερυγίων πάθος οὐκ εὐίατόν ἐστιν.
12 6 [5] γίνεται γάρ τινα οἱονεὶ διφθέρια ἐπὶ τῶν βλεφάρων λευκά, καὶ ἀποτυφλοῖ τὸ ζῷον. ὑποβαλὼν οὖν τὸν δάκτυλον, ἀποπόρπασον καὶ ἔκτεμε, εἶτα χρῖσον τὸ περίτμημα ἁλσὶ καὶ ἐλαίῳ, καὶ ταῖς ἓξ ἡμέραις ἐνάλειφε μυελῷ προβατείῳ τῷ ἐκ τῶν καλουμένων νυμφιδίων. κολλυρίων δὲ διαφόρους συνθέσεις εὑρήσεις γεγραμμένας ἐν τῷ δευτέρῳ μου βιβλί ῳ. περὶ ἑτεροφθάλμου καὶ ἀλφορύγχου.
13 1 (t) [10] Αψύρτου. Ἄψυρτος Φλαμμαρουντίῳ 〈Ὁμήρῳ〉 χαίρει ν . οἱ ἑτερόφθαλμοι τῶν ἵππων οὐ τὸ αὐτὸ βλέπουσι τοῖς ὀφθαλμοῖς. ὅνπερ γὰρ τρόπον ὁ ἑτεροσκελὴς καὶ ὁ ἑτερόπους σκάζει καὶ λείπεται τῷ περιπάτῳ, οὕτω καὶ οὗτοι τῷ ὁρατικῷ. εἰσὶ δὲ καὶ πονηροὶ καὶ ἐπτοημένοι διὰ τὴν ἑτεροφθαλμίαν. παραλαμβάνουσι δὲ αὐτοὺς 〈οἱ〉 Πάρθοι ὡς εὐγενεστάτους. δοκεῖ δὲ καὶ παρ’ ἐκείνοις πρώτοις γεγενῆσθαι. καὶ ὅσοι δὲ ποικίλοι τῷ χρώματί εἰσιν, καὶ οὗτοι δοκοῦσιν παρ’ ἐκείνοις πρώτοις γεγονέναι, διὸ καὶ οἱ ἀρχαῖοι Πάρθους αὐτοὺς ὠνόμασα ν. ἴσθι δὲ καὶ τοῦτο, ὅτι τῶν ἵππων οἱ ἀλφόρυγχοι καὶ ἀλφοπρόσωποι καὶ περὶ τοὺς ὀφθαλμοὺς 〈οὕτωσ〉 ἔχοντες, οὗτοι ἀπὸ τῆς γενέσεως εἰς τὸν καταγηρασμὸν πολυχρονιώτεροί εἰσιν. περὶ ὀχείας.
14 1 (t) [t2] Αψύρτου. Ἄψυρτος Καριστανίῳ Φρόντωνι χαίρει ν . σπουδαίως ἔχοντός σου ἐν τῇ ἱπποτροφίᾳ καὶ ζητοῦντος, ἐκ τίνων δεῖ καὶ ποταπῶν τὸ ὀχεῖον ποιεῖσθαι, ἀναγκαῖον εἰδέναι σε καὶ τοῦτο· τῶν ἐχόντων ἐν τῷ ὁρατικῷ λεύκωμά τι οὐχ ὑπὸ πληγῆς, ἀλλ’ ἐκ τοῦ αὐτομάτου, τούτων οὐ δεῖ τὰ ὀχεῖα λαμβάνειν. ζῳογονηθὲν γὰρ καὶ ἐλθὸν εἰς τὴν αὐτὴν ἡλικίαν πηροῦται ὡσαύτως. τῇ δὲ ἐκ τοῦ τοιούτου ἱππάδι γενομένῃ οὐ γίνεται τοῦτο διὰ τὸ ἔχειν αὐτὴν ἐνιαυσιαίαν κάθαρσιν. τῷ δὲ ὑπ’ αὐτῆς γεννηθέντι ἄρρενι ὡσαύτως συμβήσεται. ὅσοι δέ εἰσι δυσκατάρτιστοι ἐν τῇ ἐπιβάσει καὶ νωχελεῖς, ἀποκριτέον καὶ τούτους, ἥσσονας ὄντας ἐν τῷ ἔργῳ. καὶ τοὺς μονόρχεις δὲ οὐ δεῖ παραλαμβάνειν, ἀγόνους ὄντας κατὰ τὸ πλεῖστον ἢ ὅμοιον γεννῶντας. καὶ ὅσοι δὲ κατὰ τῶν διδύμων κρισσοὺς ἔχουσιν, οἳ λέγονται κρισσοκάβωνες, ἄθετοί εἰσιν. δεῖ γὰρ τὸν ὀχευτὴν ἄρτιον εἶναι, κεχωρισμένον παντὸς αἰτίου. τοῦ αὐτοῦ περὶ τοῦ ποταπὸν δεῖ εἶναι τὸν ἱπποβάτην ὄνον.
14 2 [10] Εὔχρηστον εἰδέναι τοῖς ποιουμένοις τὴν σύστασιν ἐκ τοῦ ἱππικοῦ καὶ ὀνικοῦ ζῴου, ὅτι δεῖ ὑπάρχειν τὸν ἀναβάτην ὄνον μέγαν τῇ ἕξει, καὶ πολὺν τῇ περιοχῇ τοῦ σώματος, τὴν κεφαλὴν μεγάλην ἔχοντα καὶ μὴ ἱππώδη, πρόσωπον ὡσαύτως, καὶ τὰς ἐν αὐτῷ γνάθους καὶ χείλη μεγάλα, ὀφθαλμοὺς μὴ μικροὺς μηδὲ κοίλους, μυκτῆρας μεγάλους, ὦτα μὴ μικρὰ μηδὲ κλαμβά, αὐχένα πλατύν, μὴ βραχύν, στῆθος ὡσαύτως πλατὺ καὶ σαρκῶδες, μεμυωμένον, στερρὸν πρὸς τὸ ὑπομένειν τὰ ὑπὸ τῆς ὀργῆς λακτίσματα, ὠμοπλάτας μεγάλας, καὶ τὰ ὑποκάτω τούτων, ἐπάνω δὲ τῶν γονάτων παχέα καὶ σαρκώδη καὶ ἰσχυρὰ καὶ ὡς μάλιστα διάστασιν ἔχοντα. δεῖ γὰρ αὐτὸν ἐν τῇ ἐπιβάσει τὴν ὀχευομένην εὐπερίληπτον ἔχειν. τὸν δὲ νῶτον μέγαν, καὶ τὴν ἐν αὐτῷ ῥάχιν πλατεῖαν, μὴ κυρτὴν δὲ ἢ κοίλην, καὶ τὴν ἐν αὐτῇ γραμμὴν στενὴν ἐχέτω καὶ μὴ σκολιάν.
14 3 [10] ἔστω δὲ μὴ κάτωμος, συνωμίαν τε ὑψηλοτέραν ἐχέτω καὶ ἴσην, καὶ τὸν ἐν αὐτῇ κατάγραφον κόκκυγα πλατὺν μεστὸν διάμηκον, μὴ στενὸν δὲ μᾶλλον καὶ πνιγώδη, κοιλίαν δὲ μὴ ἄγαν εὔογκον, μικρὰς λαγόνας, πλευρὰς πλατείας, ἰσχία μεγάλα καὶ ἴσα, μὴ παράγλουτος μηδὲ ὀξύπυγος. οὐραὶ δὲ καλλίονες αἱ μείουροι. μηροὺς μὴ μεγάλους, σαρκώδεις μᾶλλον μηδὲ ἔξω ἀπεστραμμένους, διαβεβηκότας δέ. ἑδραιότερος γὰρ ὑπάρχει ἐν τῇ ἐπιβάσει. εἰσὶ δὲ καὶ ἰσχυρότεροι οὗτοι τῶν συμμήρων. τοὺς δὲ ὄρ χεις ἴσους καὶ μὴ μεγάλους, γόνατα 〈μὴ〉 μεγάλα καὶ στρογγύλα, καί τὰ ὑπ’ αὐτὰ σκέλη καὶ κνήμας [μὴ μεγάλα] ὀστώδη, ἄσαρκα καὶ νευρώδη μᾶλλον, μὴ βλαισὰ μηδὲ ταινίας ἔχοντα ἑτεροχρώμους.
14 4 [10] τὰ μεσοκύνια μὴ λίαν ὑψηλὰ μηδὲ ταπεινά, μηδὲ κυνοβάτης ἔστω. ἐχέτω δὲ πόδας μὴ σκαύρους μηδὲ ταπεινούς, παχὺν τὸν ὄνυχα, καὶ κάτωθεν κοίλην τὴν ὁπλήν, καὶ χελιδόνα μικρὰν ἔχουσαν. ἔστω δὲ καὶ τῇ φωνῇ μὴ μογγός, ἀλλὰ λαμπρός, συμβάλλεται γὰρ καὶ τοῦτο πρὸς τὸ καταπλαγῆναι τὴν ἵππον καὶ εὐπάροχον εἶναι. τῇ χρόᾳ δὲ καλοὶ οἱ λαμπροὶ καὶ οἱ πορφυρίζοντες καὶ ἐν τῷ προσώπῳ λευκοὶ καὶ οὐ φαιοί.
14 5 [5] πάντων δὲ καλλίονες οἱ μέλανες, καὶ μὴ πολιὰν ἔχοντες τὴν κοιλίαν ἀλλ’ ὁμόχρωμον. εἰ δὲ τύχοι τὸ ἐντὸς τοῦ στόματος μέλαν ἔχων καὶ τὴν γλῶσσαν, πρόδηλός ἐστιν ὅμοια γεννήσων. τοὺς δὲ λευκοψάρους, οὓς καλοῦσι μάρονας, μὴ παραλαμβάνειν μηδὲ ποιεῖσθαι ἐξ αὐτῶν τὸ ὀχεῖον. χρόᾳ γὰρ ἄτιμοι ὡς ἐπιτοπολὺ γίνονται ἐκ τούτων. Ἄλλο.
14 6 (t) [t2] ὥστε ἵππον κήλωνα πολλὰ ὀχεύειν. Οὐρὰν ἐλάφου καύσας, τρῖψον μετὰ οἴνου, καὶ χρῖσον τοὺς ὄρχεις καὶ τὸ αἰδοῖον. ὅτε δὲ θέλεις παῦσαι, ἐλαίῳ χρῖε. Ἀνατολίου περὶ ἡλικίας ἵππων τῶν πρὸς ὀχείαν ἐπιτηδείων.
14 7 (t1) [10] Ἐπιλεκτέον εὐγενεῖς ἵππους τούς τε ἄρρενας καὶ τὰς θηλείας, κα θ ’ ὃν ἀναγραψόμεθα τρόπο ν. ἔστω ὁ εἰς ὀχείαν παραλαμβανόμενος ἵππος πενταέτης, καὶ παυέσθω τῆς ὀχείας πεντεδεκαέτης. ὁ αὐτὸς δὲ χρόνος καὶ ἐπὶ τῶν θηλειῶν ὡρίσθω. ἐπιγνωσόμεθα δὲ τὴν ἡλικίαν οὐκ ἀπὸ τῶν ὀδόντων μόνον, αὕτη γὰρ οὐκ ἀκριβὴς ἂν εἴη δοκιμασία. οὐ γὰρ οἱ ὀδόντες τὴν ἡλικίαν δηλοῦσιν. τινὲς δὲ καὶ ἐκ τῶν γνάθων δοκιμάζουσι, καὶ εἰ μὲν τὸ δέρμα, ἀρθὲν εὐκόλως τοῦ λοιποῦ σώματος διὰ χειρὸς καὶ ἀφ[αιρ]εθὲν αὖθις, ἐπανέλθοι ῥᾳδίως, νέον αὐτὸν ἀποφαίνουσιν. εἰ δὲ ἐπαρθέντος τοῦ δέρματος βραδέως κολλήσει ἐν τῇ σαρκί, γέροντα αὐτὸν διαβεβαιοῦνται. τοῦ αὐτοῦ περὶ ὀχείας καιροῦ.
14 8 (t) [20] Καιρὸς τῆς ὀχείας ἀπ’ ἐαρινῆς ἰσημερίας ἕως τροπῶν θερινῶν. τὴν θήλειαν δὲ ἵππον ἰσχνὴν καὶ ῥυπῶσαν ὀχεύεσθαι παρορατέον. δοκεῖ γὰρ παρὰ τὰς τοιαύτας ὁ ἵππος θᾶττον ἐπείγεσθαι, ὥσπερ τῇ ῥυπαρίᾳ αὐτῆς χαίρων. ὅταν δὲ ἀναβιβάζωμεν ἐπὶ τὴν θήλειαν τὸν ἄρρενα, κείρομεν αὐτῆς τὴν οὐράν. τινὲς δὲ ἐπετήδευσαν ἐρωτικοὺς τοὺς ἵππους πρὸς τὰς θηλείας ποιῆσαι, καὶ κοσμοῦσιν αὐτὰς κόσμῳ τῷ ἀπὸ τῶν οἰκείων τριχῶν καὶ ἄλλοις περικαλλέσι πυκάσμασι, καὶ εἴ τι ἄλλο πρὸς ἐπιθυμίαν ἐπακτικόν, καὶ σύνδρομον αὐτὴν ἵππῳ ποιήσαντες καὶ ὥσπερ ἁμιλλωμένην, δοκοῦσι διεγείρειν τὸν ἵππον εἰς τὸν τῆς προκαλουμένης ἔρωτα. δεῖ δὲ τοὺς ἄρρενας πρὸ πέντε μηνῶν χωρίζειν ἀπὸ τῶν θηλειῶν, προδιαιτᾶν δὲ αὐτοὺς σίτῳ καὶ ὀρόβῳ πεφρυγμένοις ἐπ’ ὀλίγον καὶ σεμιδάλει ὕδατι βραχείσῃ ἀρκούντως, σφοδρότεροι γὰρ πρὸς τὴν ὀχείαν γίνονται. ἐὰν δὲ μὴ προσίηται τὸν ἵππον ἡ θήλεια, νίτρον καὶ ὀρνίθων τῶν μικρῶν κόπρον σὺν ῥητίνῃ τερεβινθίνῃ τρίψας, τὰ μόρια τῆς ἵππου ἐπίχριε, πολλῷ δὲ μᾶλλον σκίλλῃ περίχριε, εὐκολωτέρα γὰρ γίνεται πρὸς ὀχείαν ἡ ἵππος. ἐὰν δὲ ἅπαξ ὀχευθεῖσα μὴ προσίηται πάλιν, ὑπερθετέον ἡμέρας κʹ καὶ πάλιν ἐπαφετέον. ἐὰν δὲ μηδὲ οὕτως ἀνέχηται, χώριζε λοιπόν, πιστεύων ἐγκύμονα εἶναι. Τοῦ αὐτοῦ περὶ ὄνων εἰς ὀχείαν ἐπιτηδείων.
14 9 (t) [15] Ὄνους εἰς ὀχείαν ἐπιτηδείους τούτους ἐπιλεξόμεθα, οὓς σὺν τοῖς ἵπποις ἀνεθρέψαμεν. ἔνιοι δὲ καλῶς ποιοῦντες καὶ τοὺς ἀγρίους ἡμεροῦσι, καὶ ἔστιν αὐτῶν ἡ παιδοποιΐα καλλίστη, ἅτε δὴ μὴ κατακεκλεισμένων, ἀλλὰ ἀφέτων. κάλλιον δὲ ἱππάδας ὑπὸ ὄνων ὀχεύεσθαι ἢ ὄνους ὑπὸ ἵππων. φιλοκαλώτερον δέ τινες ποιοῦντες ταῖς θηλείαις ἱππάσιν ὑποβάλλουσι τοὺς τῶν ὄνων πώλους. κρείττονί τε γὰρ ἐκτραφήσονται γάλακτι, καὶ συντραφέντες φιλοστοργότερον ἕξουσι πρὸς τὰς ἱππάδας ἐκ τῆς ἀνατροφῆς, ὥστε καὶ ἐφορμᾶν προθύμως. ἔστω δὲ τῆς γαλουχίας ὁ χρόνος διετής, ὥσπερ καὶ ἵπποις. ὄνοι δὲ ἐπὶ τὴν ὀχείαν ἀπὸ τριῶν ἕως δέκα ἐτῶν ἔστωσαν. .... τοιαῦτα γὰρ ἔσται καὶ τὰ γεννώμενα. τινὲς δὲ φιλοκαλώτερον ποιοῦσι· τὸν ἀναβάτην ὄνον ἢ ἵππον ἢ ἄλλό τι ζῷον, χρώματος οἵου βούλονται γίνεσθαι τὸ τικτόμενον, τοιούτῳ καὶ ἱματίῳ περικαλύπτουσιν. ὁποῖον γὰρ ἂν ᾖ τὸ τοῦ ἱματίου χρῶμα, ᾧ ὁ ἱπποβάτης περικαλύπτεται, τοιοῦτο καὶ τὸ τικτόμενον ἔσται. Πελαγωνίου περὶ κήλωνος.
14 10 (t) [10] Εἰ θέλεις γνῶναι κήλωνα χρήσιμον καὶ ἐν τῷ τίκτειν ἐσόμενον δόκιμον, λαβὼν τοῖς δυσὶ δακτύλοις ἐκ τοῦ σπέρματος αὐτοῦ, κλωνίῳ ἀπὸ ἐρέας διάσυρον, καὶ εἰ στέξει μὴ ἐκκοπῆναι, ποιήσει χρήσιμον κήλωνα. τοῦτο γὰρ Ἵππαρχος διαβεβαιοῦται. εἰ δὲ εὐθέως ἐκκοπῇ τῇ θίξει διασυρόμενον τὸ σπέρμα καὶ μὴ ὡς ἰξὸς κολληθῇ, ἀχρήσιμος ἔσται ἡ γονή, καὶ οὐκ ἔστιν ὁ τοιοῦτος κήλων προσδεκτέος. τρόποι δὲ ἵππων ἐπαινετοί εἰσιν, ὅταν ἀπὸ πραοτέρων διεγηγερμένοι εὑρεθῶσιν, καὶ πάλιν ὅταν ἀπὸ κεκινημένων πραεῖς γένωνται. οὗτοι καὶ εἰς τὴν τοιαύτην ὑπηρεσίαν χρήσιμοι τυγχάνουσι καὶ εἰς καμάτους ἱκανοί. Ἀψύρτου περὶ ἐμβρύου διαφθορᾶς.
14 11 (t) [10] Ἄψυρτος Οὐήρῳ Μαρκέλλῳ χαίρει ν . χρήσιμον εἰδέναι σε τὰς τῶν ἐμβρύων διαφθοράς. πολλάκις γὰρ οὐ λυσιτελεῖ διενεγκεῖν τὴν ἵππον, ἐὰν κακογενὲς ὀχεῖον ἐπιβῇ, ἢ πρὸς ἀγῶνά τινα γυμναζόντων ἡμῶν αὐτὴν κυήσῃ. δεῖ δὲ κατὰ τοῦ αἰδοίου ἐνθεῖναι τὴν χεῖρα καὶ παρεῖναι εἰς τὴν μήτραν. καὶ ἐὰν μὲν δὴ λάσιον ᾖ τὸ πωλίον, λαβόμενον τοῦ στόματος ἀποπνῖξαι, καὶ τὴν κεφαλὴν ἐνθλῖψαι. ἐὰν δὲ ἁπαλὸν ᾖ τὸ ἀμνίον, διακνίσαι αὐτό. φαρμάκῳ δὲ διαφθείρεται οὕτως· λαβόντα δᾷδα ὡς πιοτάτην, ποιῆσαι λεπτὰ ὡς μάλιστα, καὶ ἐπιχέαι οἴνου γλυκέος κοτύλας ηʹ, καὶ ἀναζέσαι, ὥστε τὸ τρίτον ἀφεψηθῆναι, καὶ τοῦτο ἐγχυματίζειν ἐφ’ ἡμέραις τρισὶ διαιροῦντα. καὶ τροχαζέτω μὴ συντόνως. λέγεται δὲ καὶ βρυωνίας τὰς ῥίζας τρῖψαι ἐν οἴνῳ, καὶ τὸ αὐτὸ ποιεῖν. τινὲς δὲ τόρδιλον κό ψαντες, μετὰ τοῦ οἴνου ἐγχυματίζουσιν. Ἀψύρτου περὶ προπτώσεως μήτρας.
14 12 (t) [15] Χάρις τῷ εὑρηκότι ἐν ταῖς θηλείαις τὸ περὶ τὴν μήτραν βοήθημ α . λέγει γὰρ βοηθεῖν οὕτω ς, ἐὰν ἐκπέσῃ μήτρα· κατακλῖναι δεῖ τὴν ἵππον, ὥστε ὑπτίαν κεῖσθαι ἐπὶ τὴν κεφαλὴν ῥέπουσαν, καὶ καταντλῆσαι ὕδατι θερμῷ πολλῷ τὴν μήτραν, καὶ κατακεντῆσαι αὐτὴν ῥαφίδι λεπτῇ, εἶτα οἴνου αὐστηροῦ καὶ ἀμόργης ἴσον καὶ ἐλαίου τὸ ἥμισυ καὶ σίδια ἐν τῷ αὐτῷ ἑψήσας, ὦσον ἔσω· εἶτα καινὴν κύστιν λαβὼν ἐντίθει, καὶ ποίησον αὐτὴν πεφυσημένην ἐγκεῖσθαι, καὶ ἀπόδησον αὐτήν, ἵνα τὸ πνεῦμα κατάσχῃ, καὶ τὸ αἰδοῖον ἐπίδησον τρὶς ἐκ διαστήματος, ἵνα ἡ μὲν κύστις ἔνδον μείνῃ, τὸ δὲ οὖρον ἐκκρίνηται. ἔγχει δὲ καὶ δάφνης φύλλα κατακαύσας μετὰ οἴνου μέλανος αὐστηροῦ, δώδεκα δὲ ἡμέρας διαλιπὼν τὸ ῥάμμα ἕλκε, καὶ τὴν κύστιν κέν τησον. καὶ τοῦ πνεύματος ἐκπεσόντος, ἔξελε αὐτήν, καὶ τὴν ἵππον καλῶς τρέφε μετὰ ἡσυχίας. συμφέρει γὰρ αὐτὴν εὐσαρκοτέραν εἶναι. περὶ κυήσεως καὶ ἐμβρύου διαφθορᾶς.
15 1-2 (t) Ἱεροκλέους. Ὡς μὴ δοκεῖν ἠγνοηκέναί τι τῶν τοιούτω ν , βραχέα περὶ κυήσεως καὶ διαφθορᾶς ἐμβρύου λέξομε ν .
15 1 [5] ἀπὸ τῆς συλλήψεως τοίνυν ἵππος κύει μησὶν ιαʹ καὶ ἡμέραις ιʹ. ἐὰν δὲ συμβῇ ταύτην θᾶττον ἀποκυῆσαι, τουτέστι μηνῶν θʹ καὶ ἡμερῶν κʹ, ἀνατρέφεσθαι μὲν εἴωθε τὸ πωλίον καὶ τελειοῦσθαι. χρὴ δὲ αὐτὸ τῆς ἀγέλης ἀποκρίνειν τῷ μὴ σπουδαῖον εἶναι. ἐάν γε μὴν τὸ οὖθαρ χαλάσῃ ἐπίτεξ οὖσα τοῦ δεξιοῦ μέρους καὶ τὴν θηλήν, σημαίνει αὐτὴν ἄρρεν τέξεσθαι. εἰ δὲ μὴ ἀπὸ σπουδαίου ἵππου συλλάβῃ καὶ μὴ χρησίμου πρὸς ἀγῶνα, χρὴ καθέντα ἀπὸ τοῦ αἰδοίου τὴν χεῖρα ἐπὶ τὴν μήτραν, ἂν μὲν ᾖ λάσιον τὸ πωλίον, τοῦ στόματος λαβόμενον ἀποπνῖξαι καὶ τὴν κεφαλὴν θλῖψαι.
15 2 [t2] ἐὰν δὲ ἁπαλὸν ᾖ καὶ ψιλόν, φαρμάκῳ διαχρίσαντα οὕτω διαφθεῖραι. ἔστι δὲ τὸ φάρμακον τοιοῦτον· δᾷδα λαβὼν ὡς πιοτάτην, καὶ κατατεμὼν ὡς λεπτότατα, ἐπίχεε οἴνου εὐώδους κοτύλας ηʹ, καὶ ἑψήσας ἐπὶ τρίτης, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισὶ διαιρῶν. εἶτα τροχαζέτω μὴ συντόνως. φασὶ δὲ καὶ βρυωνίας ῥίζαν ἐν οἴνῳ τρίψαντα ἐγχυματίζειν. εἴ τις μέντοι μὴ θέλοι τὰς ἐγκύμονας ἐξαμβλίσκειν, φυλασσέσθω, μὴ λύχνου σβεσθέντος τῆς κνίσης αἴσθωνται. εἴωθε γὰρ ἐκ τούτου ἐξάμβλωσις γίνεσθαι. Ἀνατολίου περὶ ἐπιμελείας τῶν κυουσῶν ἵππων.
15 3 [10] Τῶν κυουσῶν ἵππων ἐπιμέλειαν ποιησόμεθα τὴν προσήκουσαν, ὥσπερ τοῦ βάρους αὐτὰς κουφίζοντες, καὶ μὴ βαστάζειν συγχωροῦντες, ποιοῦντες ἠρέμα βόσκεσθαι, καὶ τροφὴν παρατιθέντες κουφοτέραν, χόρτον ἔτι χλωρὸν τμηθέντα (οὗτος γάρ ἐστι γλυκύτατος), κριθήν τε βεβρεγμένην, καὶ ὅσα τοιαῦτα, δίς τε τῆς ἡμέρας ποτίζοντες, ἐν ἱπποστασίῳ τε ἱστάντες θερμῷ χειμῶνος, θερείας δὲ ἀναψύχοντες, ὑποστρωννύντες τε καὶ ξύλα στρογγύλα εὐαρμόστως συγκείμενα ὑπὸ τοὺς πόδας αὐτῶν, ἵνα ἐν μὲν τῇ κοίτῃ ἁπαλότητα ἔχωσιν, ἐν δὲ τοῖς ποσὶ σκληρότητα διὰ τὰς ὁπλάς, τά τε οὖρα καταρρῇ εὐχερῶς. τὰς δὲ φάτνας ὑψηλοτέρας εἶναι δεῖ, ὡς ἀνηρτῆσθαι ἀπ’ αὐτῶν τὰς φορβεὰς καὶ ἀνανευούσας λαμβάνειν τὴν τροφήν, μάλιστα δὲ τοῦτο ἐπὶ τῶν πώλων παρατηρητέον.
15 4 [15] ὑψαύχενας γὰρ αὐτοὺς εἶναι συνεθίζομεν, ὅπερ τῷ ἱππικῷ μάλιστα κάλλος ἐστίν. οὐ χρὴ δὲ αὐτὰς τῇ ποικιλίᾳ τῶν νομῶν καὶ τῶν ὑδάτων ξενίζειν. ἀμβλίσκουσι γὰρ ἐπὶ τοῖς τοιούτοις ξενισμοῖς. τεκούσαις δὲ αὐταῖς τὴν μηδικὴν παραβαλοῦμεν, καὶ τὴν προειρημένην ἐπιμέλειαν προσαγάγωμεν πολλῷ μᾶλλον. μετὰ δύο που καὶ τρεῖς μῆνας γυμναστέον τὴν ἵππον, ἵνα αὐτῇ κάλλιον ἐγγίνηται τὸ γάλα τῇ ποιότητι, καὶ ὁ πῶλος ἀκολουθῶν γυμνάζηται τοῖς δρόμοις. ἐὰν δὲ ἁπαλὰς ἔχωσι τὰς ὁπλὰς οἱ πῶλοι, ἐν τραχέσιν αὐτοὺς χωρίοις γυμνάσομεν, ὑποστρωννύντες αὐτῶν τοῖς ποσὶ καὶ ψηφῖδας, οὕτω γὰρ ἂν αἱ ὁπλαὶ σκληρύνοιντο. καλὸν δὲ θεραπεῦσαι τὴν ὁπλὴν αὐτῶν τὴν ἁπαλὴν οὕτω· στέαρ χοίρειον παλαιὸν καὶ τράγειον καὶ θεῖον ἄπυρον καὶ σκόροδα μίξαντα, χρίειν τὰς ὁπλὰς καὶ τὰς χελιδόνας αὐτῶν. Εὐμήλου πρὸς εὐτοκίαν.
15 5 (t) [1] Ἐὰν φορὰς βράδιον ἀποτίκτῃ, τοὺς μυκτῆρας αὐτῆς ἠρέμα κατέχων πίλου, καὶ παραυτὰ τέξεται. Πρὸς τὸ ἐκβάλλειν τὰ δευτερεῖα τὰς φοράδας.
15 6 (t) [1] Μαράθου δεσμὴν μικρὰν μίαν εἰς ὕδωρ ἀφέψησον, καὶ τοῦ ὕδατος αὐτοῦ κυάθους ηʹ μετὰ οἴνου παλαιοῦ κυάθων ηʹ καὶ ἐλαίου κυάθων βʹ χλιάνας, διὰ τῶν μυκτήρων ἔγχει. Ἱπποκράτους πρὸς σύλληψιν φορβάδος.
15 7 (t) [t2] Εἰ βούλει συλλαβεῖν φορβάδα, κνίδας ὦσον εἰς τὸ στόμα τοῦ ἵππου. Εἰ τεκοῦσα ἅπαξ καὶ δὶς φορὰς στῇ τοῦ τίκτειν, οὕτω ποίει, ἵνα συλλάβηται.
15 8 (t1) [10] Ἀννήσου ὀξύβαφον αʹ, σμύρνης δραχμὰς ιβʹ, κρόκου δραχμὰς δʹ λειώσας ἐπιμελῶς καὶ καθαρίως, καὶ ἀναπλάσας εἰς εἶδος βαλάνων ἁδρῶν, προσώθει κατὰ μίαν πρὸς τὴν φύσιν τῆς ἵππου ἕως τῆς μήτρας. προκατάντλει δὲ τὴν φύσιν θαλαττίῳ ἀνεζεσμένῳ καὶ ἐλαίῳ ὅσον κοτύλῃ μιᾷ, καὶ γλοιῷ διάτριβε τὴν ὀσφὺν καὶ τὰ αἰδοῖα καὶ τὰ παραμήρια δὶς τῆς ἡμέρας, ἕως συλλήψεται. καὶ παρ’ ἡμέρας πέντε ἢ ἑπτὰ γάλακτος κοτύλας τρεῖς, ῥοδίνου τέταρτον, ἱππορίζου δραχμὴν μίαν, πεπέρεως κόκκους εʹ, σμύρνης ὁλκὰς δύο διαζέσας ἐγχυμάτιζε τὴν μήτραν χλιαρῶς, αὐλίσκον μακρὸν προστιθείς. καὶ κρίθινον δὲ ἄλευρον ἑψήσας ἐν ὕδατι δίδου πίνειν, ἕως οὗ τέκῃ. Περὶ ἱππάδος στείρας συλλήψεως.
15 9 (t) [5] Ἐὰν βούλῃ στεῖραν ποιῆσαι ἵππον συλλαβεῖν, πράσων δεσμὴν κόψας ἐν ὅλμῳ, παρέγχει οἴνου κύαθον αʹ καὶ κανθάρια τῶν ποικίλων ιβʹ, καὶ τούτοις προσμίξας ὕδωρ ἐπὶ δυσὶν ἡμέραις κλύσον τὴν μήτραν, τῇ δὲ τρίτῃ ἄφιε τὸν ἵππον. καὶ ὀχευέτω, καὶ λοῦσον μετὰ τὸ ὀχεῖον δίς. ἄλλο.
15 10 (t) [1] Λαβὼν νίτρον καὶ κόπρον στρουθῶν καὶ ῥητίνην τερεβινθίνην καὶ εἰς ἓν συλλειώσας, εἰς τὸ αἰδοῖον τῆς ἵππου ἔμβαλλε ἐκ τούτου. περὶ παρωτίδος.
16 1-2 (t) Αψύρτου. Ἄψυρτος Δεγμίῳ Πλαστικῷ χαίρει ν .
16 1 [5] ἐσπουδακότα σε περὶ τοὺς ἵππους ἀναγκαῖον εἰδέναι καὶ τοῦτο. συμβαίνει τῷ ἵππῳ οἴδημα γενέσθαι κατὰ τὸν σύνδεσμον τῆς κεφαλῆς καὶ τοῦ τραχήλου, παρὰ τὸ οὖς σκλήρωμα ἔχον, λέγεται δὲ παρωτί ς . ἣν δεῖ θεραπεύειν οὕτω ς· σπόγγον βρέχοντας ἐν ὄξει θερμῷ δὶς τῆς ἡμέρας ἐπιδεσμεῖν ἄχρι τοῦ διαπυῶσαι, καὶ τότε τέμνειν καθ’ ὑπόρρυσιν, ἐκκόπτοντας μυρσινοειδῶς ὅσον ἐξαρκεῖ, καὶ ἐκλαμβάνοντας τὸ ὑγρὸν παρασμήχειν ἁλσὶ λεπτοῖς, καὶ τῇ ἐχομένῃ ἡμέρᾳ ἀποπυριᾶν ὕδατι θερμῷ τὸν τόπον καὶ ἀνακαθαίρειν. ὡς ἂν δὲ καθαρὸν γένηται, τὸ ὀρόβινον ἐμπλάσσειν μέλιτι μίξαντας, καὶ ἔσται ὑγιής. οὐ δεῖ δὲ τὸν δάκτυλον ἐντιθέναι, εὐχερῶς γὰρ συριγγοῦται ὁ τόπος. ὅταν δὲ γένηται κατὰ τὴν λεγομένην σφαγὴν ἢ ὑπὸ τὸν βράγχον ἢ τὸν λεγόμενον ἰσθμόν, καὶ ἐσθίειν οὐ δύναται ἢ καταπίνειν, καὶ ἡ γλῶσσα οἰδεῖ καὶ παραπέπτωκεν εἰς τὸ ἔξω μέρος καὶ πελία γένηται, καὶ σίελα ἀφίησι, θεραπεύεται ὡσαύτως, λέγεται δὲ παρίσθμι α.
16 2 ἐὰν δέ ποτε συμβῇ εἰς τὸ ἐντὸς μέρος τὴν ἔκρηξιν γενέσθαι, καὶ πῦα φέρῃ διὰ τοῦ στόματος, ἔγκλυζε ὀξυκράτῳ διὰ τοῦ ὠτὸς καὶ τῆς ῥινός, ἐγχυματίζειν δὲ διαστόλιον ἐνθέντας, καὶ τὸν διωστῆρα, μέλιτι χρίσαντας δαψιλῶς, καθιέναι καὶ παρατρίβειν τὸν τόπον. Ἱεροκλέους εἰς τὸ αὐτό.
16 3 (t) [5] Τὴν παρωτίδα σημειώσῃ, ὅταν οἴδημα κατὰ τὸν σύνδεσμον τῆς κεφαλῆς καὶ τοῦ τραχήλου σκληρὸν γένηται ἴσον καρύο υ. σπόγγον οὖν ὄξει θερμῷ διαβρέχων δέσμει δὶς τῆς ἡμέρας μέχρι τοῦ διαπυῶσαι, καὶ τότε τέμνε καθ’ ὑπόρρυσιν ὅσον ἀρκεῖ, καὶ ἐκβαλὼν τὸ ὑγρόν, παράσμηχε ἁλσὶ λεπτοῖς. τῇ δὲ ἐπιούσῃ πυριάσας ὕδατι θερμῷ τὸν τόπον καὶ ἀποκαθάρας, ὀρόβινον ἄλευρον ἐπίπασσε, μέλιτι ἐπιχρίων. τὸν δὲ δάκτυλον οὐ χρὴ ἐντιθέναι, συριγγοῦται γὰρ οὗτος ὁ τόπος. Εὐμήλου πρὸς παρωτίδας καὶ χοιράδας.
16 4 (t) [15] Ἐὰν συμβῇ ζῴῳ ἔχειν παρωτίδας ἢ χοιράδας, ἅσπερ τινὲς ἰδιώτερον γλανδούλας προσαγορεύουσι ν, ἰχῶρα πυώδη διὰ στόματος ἀποπέμπει. χρὴ τοίνυν θεραπεύειν, ἄλευρον κρίθινον μετὰ ὄξους προσφέροντα. εἰ δὲ μὴ ὠφελήσῃ, τέμνειν τὸ δέρμα καὶ αὐτὰ τὰ λεγόμενα γλάνδουλα ἐκβάλλειν πάντα σιδήρῳ, χειρὶ μὴ ἁπτόμενον. εἰ δὲ μὴ οὕτω θεραπευθῇ, ἐπικαίειν τοὺς τόπους, μέχρις οὗ ὁ συνηγμένος ἰχὼρ ἐκφορηθῇ. τὰ δὲ κεκαυμένα τῷ προειρημένῳ τρόπῳ θεράπευ ε . κάλλιστον δὲ τυγχάνει ἐν ταῖς τοῦ πάθους ἀρχαῖς, ἡνίκα τῷ τοιούτῳ νοσήματι φλεγμονὴν τὸ ζῷον ὑφίσταται, καὶ σφαῖραν μολυβδίνην ἀπὸ τῆς φορβεᾶς ὑπὸ τὸ τῆς γένυος μέρος ἀποκρεμᾶν, ὥστε παντὶ τρόπῳ τὸ τῆς καταπόθρας καταγυμνάζεσθαι μέρος τῷ μολύβδῳ πληττόμενον. ἔχει δὲ τὴν αὐτὴν τοῦ θεραπεύειν δύναμιν καὶ σικύου ἀγρίου ῥίζα μετὰ ἀλεύρου κριθίνου καὶ ὄξους δριμυτάτου μιγεῖσα καὶ καταπλασσομένη. Περὶ παρωτίδων ἤτοι κορδυλωμάτων.
16 5 (t) [5] Εἰ κορδυλώματα σχῇ καὶ παρωτίδας, ἐπιθέματα πρόσαγε, ἵνα πεπανθῇ τὸ πάθος καὶ ἀνοιγῶσιν. εἶτα ἀνοιγεῖσι μοτάρια μετ’ ἐλαίου καὶ ὄξους τοῖς τραύμασιν ἐπίθες, ἕως ἂν καθαρισθῶσιν. ὅταν δὲ ἰαθῇ τὰ τραύματα, ἀπὸ ῥοῶν ξηρῶν ποιήσας ξηρίον, ἐπιρράντισον, καὶ θεραπεύσεις. Πρὸς παρωτίδας καὶ χοιράδας.
16 6 (t) [1] Κηροῦ δραχμὰς κηʹ, ῥητίνης τερεβινθίνης δραχμὰς κϛʹ, μέλιτος δραχμὴν μίαν, χαλβάν ης δραχμὰς δʹ, ἀμμωνιακοῦ δραχμὰς ιδʹ, ἐλαίου ἐν μὲν θέρει κυάθους ἕξ, ἐν δὲ χειμῶνι κυάθους ηʹ συμμίξας, θεραπεύσεις. Ἄλλο περὶ παρωτίδος.
16 7 (t) [1] Κατάπλασσε τὰς παρωτίδας ἀλεύρῳ σιτίνῳ καὶ ῥητίνῃ καὶ ὄξει καὶ ἀξουγγίῳ, ἐν ταὐτῷ πάντα συμμίξας. μετὰ δὲ τὸ πεπανθῆναι ταύτας ἀπόκοπτε. περὶ ἕλκους ἐν ὠτίῳ.
17 1 (t) [5] Αψύρτου. Ὅταν γένηται ἐν τῷ ὠτίῳ ἕλκος ἢ ἀπόστασις ἐν τῇ διπλοΐδι, συμβαίνει ὑγρὸν ἔχειν πυῶδες ἢ ὅμοιον τῇ μελικηρίδι. ὃ δεῖ τέμνειν ὄρθιον, καθὼς πέφυκεν. θεραπεύεται δὲ διὰ τοῦ μέλιτος καὶ τῆς στυπτηρίας. ἀνάγκη δὲ αὐτὸν κλαμβὸν γενέσθαι. Ἱεροκλέους εἰς τὸ αὐτό.
17 2 (t) [5] Ἐὰν ἕλκος ἐν ὠτίῳ ἢ ἀπόστημα γένηται, συντραφέντος ὑγροῦ πυώδους ἢ ὁμοίου μελικηρίδι, τεμνέσθω ὄρθιον, καθὼς εἴθιστα ι, καὶ θεραπευέσθω· διὰ τοῦ μέλιτος καὶ τῆς στυπτηρίας. ἐὰν δὲ ἐντὸς γένηται τό ἕλκος, κλύσας αὐτὸ ἐλαίῳ καὶ ἀκράτῳ, εἶτα κόψας πράσα, καὶ τῷ χυλῷ αὐτῶν ἐπιχέας ἔλαιον, καὶ ἀναδεύσας ἔγχει εἰς τὸ οὖς, κλύσας χλιαρῷ ὕδατι. καὶ κεν ταύριον δὲ διεὶς ἐν οἴνῳ, ἔγχει εἰς τὸ οὖς ὁμοίως. Ἄλλο πρὸς ὠταλγίαν.
17 3 (t) [5] Τὸν πόνον τοῦ ὠτίου θεραπεῦσαι δεῖ, μή πως εἰς μανίαν ἐμπέσῃ τὸ ζῷον. καὶ πρὸ πάντων τὰ τούτου ὦτα καθᾶραι, μή τι ἔνδον ἐγκαθίσαν βλάβην ἢ πόνον παρέξῃ. καὶ καθάραντα διὰ σπόγγου ἁπαλοῦ μέλι καὶ νίτρον καὶ ὕδωρ διυλισθὲν εἰς τὸ οὖς ἔμβαλλε, πρότερον τοῦτο ἀπομάξας. ἔασον δὲ τὸ σπογγάριον εἰς τὸ οὖς ἐμμεῖναι μιᾷ νυκτί, τῇ δὲ ἄλλῃ κατάντλει ὕδατι θερμῷ καὶ νίτρῳ, ἕως οὗ ὑγιάνῃ. εἰ εἰς τὸ οὖς ὕδωρ εἰσέλθῃ.
17 4 (t) [1] Ἔλαιον παλαιὸν καὶ νίτρον ἐξ ἴσου βαλὼν εἰς τὸ οὖς ἐπίχεε καὶ ἐπίθες ἐρέαν. τούτῳ δὲ τῷ τρόπῳ, καὶ εἰ τραύματα σχῇ, ἰαθήσονται. περὶ παρισθμίων.
18 1 (t) [5] Ἱεροκλέους. Παρίσθμιά ἐστιν, ὅταν κατὰ τὴν λεγομένην σφαγὴν καὶ τὸν βράγχον γένηταί τι οἴδημα, ὅτε δὴ μάλιστα καὶ ἡ γλῶττα ὅλη εἰς τὸ ἔσω παραπίπτει, πελιδνὴ γενομένη, καὶ σίελον ἀφίησιν, ὥστε ἐσθίειν ἢ καταπίνειν μὴ δύνασθα ι. ἴασις δὲ ἡ αὐτὴ ἡ καὶ ἐπὶ τῆς παρωτίδος. ἐὰν μέντοι σύμβῇ τὴν ἔκκρισιν κατὰ τὸ ἐντὸς γενέσθαι, καὶ πῦον διὰ τοῦ στόματος φέρεσθαι, ἐγκλυζέσθω ὀξυκράτῳ διὰ τῶν ῥινῶν, καὶ διαστόλιον θείς, καὶ τὸν διωστῆρα μέλιτι χρίσας, κάθες καὶ παράτριβε τὸν τόπον. ἄλλο.
18 2 (t) [t2] Ἐὰν παρίσθμια γένηται καὶ φλεγμονὴ περὶ τὰ ὦτα, θεραπεύσεις ζεστῷ ὕδατι τὸν τόπον ἀντλῶν, καὶ καταπλάσσων τὸ διὰ κριθίνης, καὶ ὅταν συστῇ ἐν τόπῳ, περίτεμε σμίλῃ, καὶ ἐπιμελοῦ. ἐὰν δὲ μὴ ὑπακούσῃ, καυτηριάσας θεραπεύσεις. ἄλλο Εὐμήλου πρὸς γνάθων πόνον καὶ φλεγμονάς.
18 3 (t1) [t2] Ὄξει θερμῷ καὶ παλαιῷ ἀξουγγίῳ πυρία. καὶ εἰ ἐπιμένοι ὁ πόνος, ἐπίκαιε. τὸ δὲ αὐτὸ βοήθημα καὶ πρὸς φλεγμονὰς προσαγόμενον ὠφελεῖ. Ἀψύρτου περὶ λίθων γινομένων ἐν ταῖς γνάθοις.
18 4 (t1) [5] Ἄψυρτος Δαμνάτῳ Τομεῖ χαίρει ν . ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι, ὅτι δεῖ τοὺς ἐπιγινομένους λίθους ἐν ταῖς γνάθοις ἐγχειρίζειν, ἐπιμένοντες γὰρ μείζονες γίνονται. διὸ δεῖ καταλαμβανόμενον τὸν ἵππον ἐκτέμνειν, εἶτα ἐπιλαβόμενον ἐξελεῖν τὸν λίθον, σκοποῦντα ἐμμελῶς τὴν τομήν, μή τι τοῦ λίθου ἐναπομεῖναν αὐξηθῇ πάλιν καὶ δεήσῃ δευτέρας ἰατρείας. περὶ κυνάγχης.
19 1-2 (t) Αψύρτου. Ἄψυρτος Ἱστορικῷ ἱπποϊατρῷ χαίρει ν .
19 1 [5] κυνάγχης γενομένης ἐν τῷ ἵππῳ, ῥᾳδίως διαφωνήσει. ἔστι δὲ ταύτης σημεῖα τάδε· σύνδεσμος γίνεται τῶν κροτάφων, καὶ ἡ γλῶσσα ἐκπίπτει ἔξω καὶ οἰδεῖ, ἡ κεφαλὴ ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ οἰδοῦσι, καὶ συμφράσσεται ὁ βράγχος καὶ ἡ ἀρτηρία, καὶ οὔτε τρώγειν δύναται οὔτε πίνειν. θεραπεύεται δὲ συγχριόμενος τὴν κεφαλὴν ἢ τοὺς κροτάφους καὶ τὴν γλῶσσαν ταύρου χολῇ, καὶ προσκαταντλούμενος θερμῷ ὕδατι, καὶ ἐγχυματιζόμενος διὰ μυκτήρων οἴνῳ καὶ ἐλαίῳ.
19 2 [10] ἔστω δὲ τὸ ἔλαιον παλαιόν, εἰ δὲ οὐκ ἔστι, τῷ ὄντι χρῷ. λέγεται δὲ καὶ σῦκα ἕψειν, καὶ τῷ νίτρῳ μετὰ τοῦ ἀφεψήματος ἐγχυματίζειν ὡσαύτως. ἁρμόζει δὲ καὶ τὸ διὰ βδελλίου ἀνιέντας συγχρίειν αὐτόν. ἐνδόσεως δὲ γενομένης, καὶ ἐπιζητοῦντος φαγεῖν, διδόναι χόρτον χλωρόν, κάλλιον δὲ βόσκειν αὐτόν. εἰ δὲ οὐκ ἔστι, τὸν ξηρὸν καταρραίνειν νίτρῳ καὶ τὰς κριθὰς ὡσαύτως παραβάλλειν. ἀσύμφορος δὲ ἡ τοῦ αἵματος ἀφαίρεσις ἐκ τῶν ἄλλων τόπων, ἐκ δὲ τῆς ὑπερῴας μόνης ἁρμόζει. ὡς ἂν δὲ καλῶς ἔχοι, καθαίρειν αὐτὸν διὰ τοῦ σικύου καὶ τοῦ νίτρου. Ἱεροκλέους εἰς τὸ αὐτό.
19 3 [5] Ἔστιν ἡ κυνάγχη τῶν σφαλερῶν νοσημάτων καὶ κινδυνωδεστάτων, ἧς σημεῖα τάδε· ἡ κεφαλὴ οἰδεῖ, καὶ οἱ ὀφθαλμοὶ καὶ τὰ χείλ η, καὶ ἡ γλῶσσα προπίπτει ἔξω διοιδοῦσα, καὶ ἡ φάρυξ συμφράσσεται καὶ ἡ ἀρτηρία, ὡς μήτε φαγεῖν μήτε πιεῖν δύνασθαι. θεραπευέσθω δὲ τὴν κεφαλὴν κατὰ τοὺς κροτάφους καὶ τὴν γλῶτταν συγχριόμενος ταύρου χολῇ, καὶ προσκαταντλούμενος ὕδατι θερμῷ, ἐγχυματιζόμενός τε διὰ μυκτήρων οἴνῳ καὶ ἐλαίῳ παλαιῷ.
19 4 [10] ἁρμόσει δὲ καὶ τὸ διὰ βδελλίου ἀνιέντα συγχρίειν. ἐνδόσεως δὲ γενομένης καὶ τροφὴν ἐπιζητοῦντος, παραβάλλειν χλωρὸν χόρτον, ἄμεινον δὲ βόσκειν. ἐὰν μέντοι μὴ ᾖ χλωρός, τὸν ξηρὸν καταρραίνειν τῷ νίτρῳ, καὶ τὰς κριθὰς ὁμοίως καταπάσσειν ἀλεύρῳ πυρίνῳ καὶ ποτίζειν. αἷμα δὲ ἀπὸ μόνης ὑπερῴας ἀφαιρεῖν. ἐπὶ τὸ βέλτιον δὲ προχωροῦντα καθαίρειν τῷ σικύῳ καὶ τῷ νίτρῳ. ἔνιοι δ έ , ὧν ἐστι Στρατόνικο ς, μετὰ τὴν κατάντλησιν συμβουλεύουσι καταπλάσσειν ἀλεύρῳ ἐν οἴνῳ κεκραμένῳ συνεψηθέντι. ἄλλο.
19 5 (t) [1] Νίτρῳ καὶ ἐλαίῳ καὶ μέλιτι παράτριβε τὴν γλῶσσαν, εἶτα κατάπλασσε ἀλεύρῳ μετὰ οἴνου συμφυραθέντι. ἄλλο.
19 6 (t) [1] Χοιρείαν κόπρον μέλιτι μίξας περίχριε. ἔστω δὲ τὸ μέλι τοσοῦτον, ὅσον καλύπτειν τὴν κόπρον. περὶ χοιράδων θλίψεως.
20 1-5 (t) Αψύρτου. Ἄψυρτος Δάμᾳ Λαοδικεῖ ἱπποϊατρῷ χαίρει ν .
20 1 [10] χοιράσι ταῖς γινομέναις τοῖς ἵπποις πολλοὶ συνετάξαντο βοηθήματα πολλὰ ἀδύνατα καὶ ἀνωφελῆ· λέγουσι γὰρ οἱ μὲν ὠμῇ λύσει ἑφθῇ, ἤτοι ἀλεύρῳ κριθίνῳ καὶ ῥητίνῃ καταπλάσσειν. τινὲς δὲ ἐν ὄξει καθέψοντες, ἕτεροι δὲ πυρίνῳ μετὰ οἴνου τοῦτο ποιοῦντες καὶ σπόγγον ἐν ὄξει θερμῷ βάψαντες, ἐπιδεσμοῦσιν. ἄλλοι δὲ ἐντέμνειν, καὶ ἐπιτιθέναι ἐρινεὸν κόψαντας ἢ τιθύμαλλον ἢ σικύου ἀγρίου ῥίζαν. κάκιστα δὲ ποιοῦσι καταχρίοντες τῷ καυστικῷ. συμβαίνει γὰρ ἀδύνατον γενέσθαι τοῦ διαπυῶσαι καὶ ἔκρηξιν λαβεῖν, σκλήρωσίς τε ἐπιγίνεται, μᾶλλον κατασφιγγομένης τῆς βύρσης, καὶ οὐκ ἐᾷ ἅψασθαι τοῦ τόπου ἐκεί νου τῇ χειρί, ἀλλὰ βαρύνεται ὅλῃ τῇ κεφαλῇ, καὶ οἴδησις ἐπιγίνεται τῇ ὄψει, τάς τε φλέβας ἐπηρμένας ἔχει ἐν αὐτῇ ὡσαύτως, καὶ τὸ ῥύγχος οἰδεῖ. ἀρίστη δὲ θεραπεία ἐστὶν αὐτῶν ἡ ἐκτομή, ἥτις γίνεται παρὰ Ἀλεξανδρεῦσ ι.
20 2 [15] δεῖ δὲ ἐκτέμνειν οὕτως· κατακλίναντα καὶ καταλαβόμενον τοὺς πόδας κρατήσαντά τε τὴν κεφαλήν, καὶ τὴν χοιράδα ἐπιλαβόμενον σαρκολαβίδι, τὴν βύρσαν ἀποτέμνειν σμιλίῳ στρογγυλοειδῶς, ὅσον ἱκανόν ἐστι, δι’ οὗ ἐκκομισθήσεται. ὡσαύτως καὶ τοὺς χιτῶνας ἀποσπᾶν τῇ σαρκολαβίδι καὶ περιτέμνειν. γυμνώσαντα δὲ τὴν χοιράδα, ὑπορρίπτειν τὸ σπαθίον ὑπὸ τοὺς χιτῶνας, καὶ τὴν βύρσαν ὑποδέρειν, εἶτα εὐτόλμως καθιέντα τὸν δάκτυλον πρῶτον ἐκ τοῦ ἄνωθεν μέρους τοῦ κατὰ γένυν ἀποσπᾶν, καὶ ἐκλαμβάνειν αὐτὴν τῷ δακτύλῳ πάντοθεν μέχρι τοῦ διαβράγχου παρ’ ἑκάτερα. κάλλιον μέν, ἂν ὑγιῆ τηρήσῃ τις αὐτήν· εἰ δὲ μή γε, κατὰ μέ ρος, μηδὲν ἀπολιπόντα αὐτῆς. ἀπολειφθὲν γάρ, κἂν μικρὸν ᾖ, ἔσται μέγα, καὶ δεήσει χειρίζειν πάλιν. φυλάσσεσθαι δὲ τὰς φλέβας καὶ διακρίνειν. αἱμορράγια δὲ ἐὰν γένηται χειριζομένου, μὴ εὐλαβεῖσθαι, οὐκ ἔχει γὰρ κίνδυνον. διεγείραντα δὲ αὐτὸν θεραπεύειν οὕτως· τίλματα ῥάκους ἐρίου διάβροχα ποιήσαντα ὄξει δριμυτάτῳ καὶ ἅλατι, ἐντιθέναι εἰς τὴν ἐκτομήν, καὶ στήσεται τὸ αἷμα.
20 3 [10] ἐὰν δὲ μὴ αἱμορρυήσῃ, ἔλαιον μιγνύειν τῷ ὄξει, τὸ δὲ ἅλας οὐχί, καὶ τριταῖον λύειν. εἶτα ἐξαντλήσαντα ὕδατι θερμῷ, ὡσαύτως μοτοῦν τίλμασι τοῖς αὐτοῖς μετὰ οἴνου καὶ ἐλαίου μέχρις ἡμερῶν τεσσάρων καθ’ ἡμέραν, καὶ προσαντλεῖν θερμῷ τὰ οἰδήματα καὶ τὴν ἐκτομήν. ἐστυμμένων δὲ αὐτῶν, χρῆσθαι τίλμασι μετὰ μέλιτος. ἐπὰν δὲ καθαρὸν γένηται καὶ ἀναπληρωθῇ. ἐᾶν λελυμένον, καὶ καταχρίειν τῇ λιπαρᾷ, καὶ ἔσται ὑγιής. τηρεῖν δὲ ἄποτον αὐτὸν πρὸ τοῦ χειρισθῆναι, καὶ οὐ συμβαίνει αἱμορραγεῖν. καὶ ἐν τῇ πρώτῃ ἡμέρᾳ κριθὰς μὴ διδόναι, ἀλλὰ τὸν χόρτον μόνον. ἐν κινήσει γὰρ γινόμενα τὰ χελύνια εὐτονωτέραν μᾶλλον ἐπιφέρει φλεγμονήν. ἀναγκαῖον δὲ ἔχει ἐξαιρεῖσθαι αὐτάς, ὡς ἔστιν ἐν τῇ πωλικῇ ἡλικίᾳ πρωτοβόλος ἢ καὶ μέλλων λαβεῖν τὸν δευτεροβόλον.
20 4 [10] δοκοῦσι γὰρ τότε φαίνεσθαι. συμβαίνει δὲ ἐν αὐτῷ μάλεως γενομένης τῆς ἀρθρίτιδος ἔνστασιν γενέσθαι ἐν τῇ κεφαλῇ. ὑποτρέχει γὰρ ὁ ἰχὼρ εἰς τὰς φλέβας τὰς ὑποκειμένας αὐταῖς, καὶ οἴδησιν λαμβάνουσι καὶ πληροῦνται αἱ ῥῖνες καὶ ἐμφράσσονται, δι’ ὧν φυσᾷ, ἥ τε γλῶσσα συνδεσμεύεται, καὶ διαφωνεῖ διὰ τὴν ἀσιτίαν. τοῖς δὲ ὀρχοτομουμένοις οὐ συμβαίνει μετεωρίζεσθαι αὐτὰς οὐδὲ ὑποτρέχειν τὸν ἰχῶρα, ἀλλὰ καὶ τὰς ἐκ γενετῆς ἐγξηραίνεσθαι. Ἐπινενότηται δὲ παρὰ Σαρμάται ς, ἔτι νεογνῶν ὄντων θλίβειν καὶ οὕτως εὐνουχίζειν, ἵνα μὴ τοῦτο συμβῇ.
20 5 [10] ὧν καὶ λέγεται τοὺς ἀπὸ γενετῆς ὀδόντας μένειν καὶ μὴ ἑτέρους ἐκφύειν. συμβαίνει δὲ πώλοις τοῖς ἐν ταῖς ἀγέλαις πενταμηνιαίοις καὶ ἑξαμηνιαίοις μετεωρίζεσθαι τὰς χοιράδας καὶ φλεγμαίνειν, ἀδυνατεῖν δὲ τὴν πόαν ἕλκειν καὶ τὸν μασθὸν λαμβάνειν. οὓς δεῖ τέμνειν, καθὼς γέγραπται, καὶ ἐξαίρειν τὴν χοιράδα καὶ παρασμήχειν ἁλσὶ λεπτοῖς, καὶ ἀφιέναι εἰς τὴν ἀγέλην, καὶ τὸν διαπεπυωκότα δὲ θεραπεύειν καὶ ἀπολύειν, τῇ δὲ τρίτῃ ὑποχρίειν ἀμόργῃ ἑφθῇ ἢ πισσελαίῳ, ἵνα μὴ σκώληξ ἐγγένηται. Ἱεροκλέους εἰς τὸ αὐτό.
20 6 [5] Τὰς χοιράδας θεραπεύειν Ἱερώνυμός φησιν οὕτ ω· καταντλεῖν ὕδατι θερμῷ, εἶτα καταπλάττειν ἀλεύρῳ κριθίνῳ ἑφθῷ ἐν ὕδατι μετὰ νίτρου δὶς τῆς ἡμέρας. ὅταν δὲ τετανὴ γένηται, καθέντα τὸ μαχαίριον τέμνειν καὶ τὸν χιτῶνα διαιρεῖν, εἶτα κόψαντα συκῆς φύλλα ἢ τιθύμαλλον ἢ πράσιον μετὰ ἁλῶν καὶ οἴνου ἀναδεύσαντα ἐπιτιθέναι, ἕως ἂν τὸ ἕλκος καθαρὸν γένηται. καὶ σικύου δὲ ἀγρίου κόψαντα τὰς ῥίζας ὡσαύτως χρῆσθαι, ἕως ἂν σαρκωθῇ, εἶτα ὀρόβοις λεπτοῖς, ἕως ἂν ὑγιὴς γένηται, ἢ ἰρίνῳ μετὰ μέλιτος χρῆσθαι. ἕτεροι δὲ ἐντέμνειν φασὶ χρῆναι, καὶ ἐντιθέναι φύλλα ἐρινεοῦ κεκομμένα ἢ σικύου ἀγρίου ῥίζαν. Ἄψυρτος μέντοι ταύτην ἀποδοκιμάζει τὴν μέθοδο ν· σκλήρωσιν γὰρ ἐγγίγνεσθαι, καὶ σφιγγομένης τῆς βύρσης ὀδυνᾶσθαι τὸ ζῷον, καὶ μὴ ἐᾶν ἅψασθαι τοῦ τόπου τῇ χειρί, βαρύνεσθαί τε ὅλην τὴν κεφαλήν, καὶ διοιδαίνειν τό τε πρόσωπον καὶ τοὺς μυκτῆρας τῶν φλεβῶν ἐπηρμένων.
20 7 [15] λέγει οὖν ἀρίστην εἶναι θεραπείαν ταύτη ν· κατακλίναντα τὸ ζῷον καταλαβεῖν τοὺς πόδας, καὶ τὴν κεφαλὴν κρατήσαντα, καὶ αὐτὴν τὴν χοιράδα ἐπιλαβόμενον σαρκολαβίδι τὴν βύρσαν ἀποτέμνειν τῷ σμιλίῳ στρογγυλοειδῶς τοσοῦτον, δι’ οὗ ῥᾳδίως ἡ χοιρὰς ἐκκομισθήσεται. ὡς αύτως καὶ τοὺς χιτῶνας ἀποσπάσαντα σαρκολαβίδι περιτέμνειν, γυμνώσαντά τε τὴν χοιράδα, καὶ τῷ σπαθίῳ ὑπὸ τὴν βύρσαν ὑποδείραντα, εὐτόνως καθέντα τὸν δάκτυλον, πρῶτον ἐκ τοῦ ἄνωθεν μέρους ἀποσπᾶν, καὶ ἐκλαμβάνειν αὐτὴν τῷ δακτύλῳ πάντοθεν μέχρι τοῦ διαβράγχου παρ’ ἑκάτερα. κάλλιον μέν, εἰ ὑγιῆ· εἰ δὲ μή, κατὰ μέρος μέχρι τοῦ μηδὲν αὐτῆς καταλιπεῖν. ἂν γὰρ μικρὸν ἀπολειφθῇ, ἔσται μέγα, ὡς ἀναγκασθῆναι πάλιν χειρίζειν. τὰς φλέβας δὲ φυλάσσειν χρὴ καὶ διακρίνειν ἀκριβῶς. ἐὰν δὲ αἱμορραγία γένηται, τίλμα ῥάκους ἢ ἐρίδια διάβροχα ποιήσαντα ὄξει δριμυτάτῳ τιθέναι εἰς τὴν ἐκτομήν, καὶ σταλήσεται.
20 8 [15] ἐὰν δὲ μὴ αἱμορραγῇ, ἔλαιον μῖξον τῷ ὄξει καὶ ἅλας, καὶ ἐπιθείς, τριταῖον λύε, εἶτα ἐξαντλήσας ὕδατι θερμῷ, τὰ τίλματα τοῦ ῥάκους ποιήσας μότους μετὰ οἴνου χλιαροῦ, ἐπίθες μέχρι τεσσάρων ἡμερῶν πρὸς ἡμέραν, καὶ προσάντλει θερμῷ τὰ οἰδήματα καὶ τὴν ἐκτο μήν. ἐστυμμένων τε αὐτῶν, τὰ τίλματα μέλιτι δεύσας ἐπιτίθει. ἐὰν δὲ ἀναπληρωθῇ καθαρὸν γενόμενον, κατάχριε τῇ λιπαρᾷ. τῇ δὲ πρώτῃ ἡμέρᾳ κριθὰς μὴ παράβαλλε. τῷ γε μὴν ὠρχοτομημένῳ οὐκ ἐπαίρονται αἱ χοιράδες, ἀλλ’ εἰ πρόσθεν ἦσαν, παραξηραίνονται. ἐὰν δὲ πώλῳ πενταμηνιαίῳ χοιράδες ἐπαχθῶσιν, ὡς διὰ τὴν φλεγμονὴν μὴ δύνασθαι νέμεσθαι, δεῖ τέμνειν, καθὼς προγέγραπται, καὶ ἐξελόντα τὴν χοιράδα παρασμήχειν ἁλσὶ λεπτοῖς, καὶ ἀφιέναι εἰς τὴν ἀγέλην, τῇ δὲ τρίτῃ ὑποχρίειν ἀμόργῃ ἑφθῇ ἢ πισσελαίῳ, ἵνα μὴ σκώληξ γένηται. Θεομνήστου περὶ χοιράδων καὶ παρισθμίων.
20 9 (t) [10] Εἰ ἐν τῷ ἰσθμῷ εἴη τῆς σφαγῆς ὑπὸ τὸν βράγχον ἡ χοιράς, μὴ χειρουργεῖν, ἀλλὰ καταπλάσσειν, ξέσαντας τὸν τόπον, τοῖς διαπυῶσαι δυναμένοις, πρῶτον ὠμῇ λύσει, ἀξουγγίῳ παλαιῷ χοιρείῳ, ἀλθαίᾳ ἑφθῇ καὶ σκορόδοις λελειωμένοις. εἰ δὲ μὴ εἴη ἐρρηγμένος ὁ τόπος, καυτῆρας διδόναι 〈πυρῆνασ〉, ὡς μόνην τὴν βύρσαν διακαῦσαι, ἵν’ ἐκρεύσωσιν αἱ χοιράδες, καὶ χρῆσθαι φαρμάκῳ ἐφελκτικῷ τῷδε· σάπωνος Γαλλικοῦ λίτραν μίαν, ἀξουγγίου παλαιοῦ λίτρας δύο, κηροῦ καὶ πίσσης τὸ ἀρκοῦν, ἔλαιον παλαιόν, ἰσχάδας πιμελεῖς, καὶ ἰξοῦ δρυΐνου γ ο βʹ. Ἱπποκράτους εἰς τὸ αὐτό.
20 10 (t) [5] Συμβαίνει τὸ τῶν χοιράδων πάθος ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ὑδάτων μεταβολῆς, οἷον καρύου τὸ μέγεθος. τῷ τοιούτῳ καυτήριον πρόσαγε σκληρόν. εἰ δὲ βήσσει καὶ συντάσεως γενομένης πνεύματα δυσώδη ἐκφέρει, ἐγχυμάτιζε τοῖς λεαντικοῖς, ἵνα μὴ ἡ βὴξ παροξυνθῇ. εἴωθε γὰρ κακοῦσθαι ἡ ἀρτηρία ἐρεθισθεῖσα. κεδρέαν οὖν καθεψήσας καὶ ῥάκει διηθήσας, ἐνάλειφε καὶ ἐγχυμάτιζε. ὑστάτως δὲ χρῆσαι ποτίσματι τῷ ἀρωματικῷ μετὰ οἴνου καὶ ἐλαίου καὶ ᾠῶν καὶ μέλιτος ἐγχυματίζων. ἀφαίρει δὲ πρῶτον καὶ ἀπὸ τοῦ αὐχένος αἷμα. σύνθεσις πρὸς χοιράδας.
20 11 (t) [1] Σύκων λίτραν μίαν, νίτρου γ ο ἕξ, χαλβαίνης γ ο ἕξ, προπόλεως γ ο ἕξ, πίσσης οὐγκίας δύο. ἄλλο.
20 12 (t) [t2] Ἐὰν ὑπὸ γένυν χοιράδες γένωνται ἢ φύματα, πυρία πρότερον, εἶτα μίξας σῦκα καὶ νίτρον, κοπέντα εἰς ἓν μετὰ ἀξουγγίου ἢ κριθίνου ἀλεύρου, καὶ ἑψήσας ἐν ὑδρομέλιτι καὶ ἐλαίῳ κατάπλασσε. ἐὰν δὲ μὴ θεραπεύηται, τέμνε καὶ τὴν τομὴν καῦσον. μάλαγμα πρὸς ἄρθρα κεκλασμένα καὶ χοιράδας καὶ δοθῆνας.
20 13 (t1) [5] Ἴρεως Ἰλλυρικῆς γ ο ἕξ, κηροῦ γ ο αʹ, ἰρίνου γ ο ἕξ, ἀμμωνιακοῦ γ ο γʹ, σιλφίου γ ο δʹ, μίξας μετὰ κηροῦ ἐν ἰρίνῳ ἐλαίῳ τηχθέντος χρῶ. ἐὰν δὲ τὸ μάλαγμα ἄκοπον βούλῃ ποιῆσαι, χαλβάνης, ὀποπάνακος, κηροῦ, σιλφίου, ἀμμωνιακοῦ ἀνὰ γ ο δύο, ῥητίνης φρυκτῆς γ ο αʹ, ῥητίνης πιτυΐνης γ ο αʹ, ῥητίνης Κολοφωνίας γ ο βʹ συμμίξας, θεράπευε. ἄλλο σκορπιστικόν.
20 14 (t) [1] Κηρύκια θαλάσσια καύσας καὶ μέλιτι συνεψήσας, κατάπλασσε. περὶ πολύποδος ἐν τῇ ῥινί.
21 1-2 (t) Αψύρτου. Ἄψυρτος † Ἀρκαδιΐτῃ χαίρει ν .
21 1 [10] 〈εἰδέναι σε βούλομαι ὄντα σπουδαῖον περὶ τὴν ἱππικήν, ὅτι πολύπους ἐστὶν ὄγκος παρὰ φύσιν ἐν ταῖς ῥισὶν γενόμενος, ἐοικὼς κατὰ τὴν οὐσίαν τῇ τοῦ πολύποδος τοῦ θαλασσίου σαρκί, ἐκ παχέων καὶ γλίσχρων χυμῶν ἔχων τὴν γένεσιν. ἡ δὲ θεραπεία κοινὴ μὲν ἀμφοῖν τοῦ τε πολύποδος καὶ τῶν ὀζαινῶν. γενομένου δὲ τοῦ πάθους τοῦ πολύποδοσ〉 ἐν τῷ μυκτῆρι τοῦ ἵππου, ὀχλεῖται τὸ ζῷον. συμφράσσεται γὰρ ὁ ῥώθων, καὶ φέρεται πῦα ἐξ αὐτοῦ ὀσμὴν ἔχοντα σαπράν, καὶ φυσᾷ δεινόν, ἀτροφεῖ δὲ ὅλῳ τῷ σώματι, καὶ σκυθρωπός ἐστι πάντοτε, καὶ χρεμετίζειν οὐ δύναται. ἔστι δὲ ὁ πολύπους τῷ μεγέθει ὡς συκάμινον τῇ περιοχῇ 〈τῶν〉 ἐλάσσ〈όν〉ων. θεραπεύεται δὲ, ὅταν ἔξω φαινόμενος ᾖ ἢ μέρος τι ἐξ αὐτοῦ, ἐκτεμνόμενος καὶ χαλκίτιδι ὠμῇ καταπασσόμενος.
21 2 [5] ἁρμόζει δὲ ἡ αὐτὴ καὶ μετὰ ὄξους πάχος ἔχουσα, καταχριομένη πυκνότερον, ἢ ἀμόργη ἑφθὴ μετὰ ἀριστολοχείας μιγεῖσα. ὅταν δὲ ᾖ ἐνδοτέρω καὶ μετέωρος, οὐκ ἔστιν αὐτοῦ θεραπεία. λέγεται δὲ ὑπό τινων καὶ μολίβῳ παρατρίβειν αὐτόν. συμβαίνει δὲ τοῦτο μᾶλλον ἐν τοῖς κατὰ Σαρματίαν τόποι ς. Ἱεροκλέους εἰς τὸ αὐτό.
21 3 [5] Πολύπους ἐν τῷ μυκτῆρι γίνεται, ὡς συκάμινον τῇ περιοχῇ, πάνυ δὲ ἐνοχλεῖ τὸ ζῷον. συμφράσσονται γὰρ οἱ μυκτῆρες, καὶ πῦα ἐξ αὐτῶν δυσώδη φέρεται, καὶ φυσᾷ δεινόν, λεπτύνεταί τε καὶ σκυθρωπάζει διηνεκῶς, μηδὲ χρεμετίζειν δυνάμενος. ὅταν οὖν ὅλος ὁ πολύπους ἢ μέρος αὐτοῦ φαίνηται, ἐκτεμνόμενον χαλκίτιδι ὠμῇ περιπάσσεται. ἁρμόζει δὲ καὶ μετὰ ὄξους πάχος ἔχουσα ἡ χαλκῖτις καταχριομένη πυκνότερον, ἢ ἀμόργη ἑφθὴ μετὰ ἀριστολοχείας μιγεῖσα. ὅταν μέντοι εἴη ἐνδοτέρω καὶ μετέωρος, δυσθεράπευτός ἐστι.
21 4 [5] φασὶ δὲ ἔνιοι χρῆναι παρατρίβειν αὐτὸν μολύβδῳ. τὸ δὲ νόσημα τοῦτο ἐν τοῖς κατὰ Σαρματίαν μάλιστα ἐπιπολάζει τόποις. ἔνιοι δέ φασι βελόνας τρεῖς μακρὰς συνδήσαντας, ἀναστρέψαντάς τε τὴν κεφαλήν, πρῶτον αὐτὴν κατακεντεῖν, ἕως τοῦ ἐξελθεῖν πᾶν, ἔπειτα κλύζειν οἴνῳ καὶ ἐλαίῳ παραχρῆμα καὶ ταῖς ἄλλαις ἡμέραις ὁμοίως, καὶ ὑγιαίνει. ἄλλο εἰς τὸ αὐτό.
21 5 (t) [1] Λιβάνου γ ο ἕξ, νίτρου, ὀπίου, πηγάνου τὸ ἴσον, ἐν οἴνου αὐστηροῦ ξέστῃ ἑνὶ μίξας, ἐγχυμάτιζε. περὶ βηχός.
22 1 (t) [15] Αψύρτου. Ἄψυρτος Σεκούνδῳ ἱπποϊατρῷ χαίρει ν . εἰδέναι σε θέλω, ὅτι τοῖς ὑπὸ βηχὸς ὀχλουμένοις ἁρμόζει πρῶτον ἡ κάθαρσις τοῦ σώματος ὅλου διὰ τοῦ σικύου τοῦ ἀγρίου καὶ τοῦ νίτρου, εἶτα σκίλλης τοὺς παχυτέρους φλοιοὺς τέσσαρας τρίψαντας, καὶ ὀποῦ Κυρηναϊκοῦ ἡλίκον κύαμον διέντας οἴνῳ λευκῷ καὶ ἐλαίῳ παλαιῷ, καταλαμβανομένους τὴν γλῶσσαν, ἐγχεῖν διὰ τοῦ στόματος. δεῖ δὲ καὶ ὑποθυμιᾶν αὐτὸν ἐπ’ ἀνθράκων συνθέματι τοιούτῳ· σκορόδων Κυπρίων καὶ κρομύων τὸ ἴσον, σανδαράχης ὁλκὴν μίαν, ἀσφάλτου τὸ ἴσον, πάντα ταῦτα ἐν ταὐτῷ τρίψαντα λίαν, διελεῖν εἰς τρία μέρη, καὶ τούτων ἓν τῇ ἡμέρᾳ ὑποθυμιᾶν, τὴν κεφαλὴν κατακαλύψαντας καὶ τοὺς ὀφθαλμοὺς περιδήσαντας. μετὰ δὲ τὴν θυμίασιν ἐν οἴνῳ γλυκεῖ στέαρ ἐλάφειον ἢ προβάτειον καὶ κηρὸν τήξαντας, τὴν γλῶσσαν καταλαμβανομένους, ἐγχυματίζειν. ἢ πράσιον τρίψαντας μετὰ ἐλαίου καὶ ἁλὸς οἴνῳ διέντας ὁμοίως ἐγχυματίζειν. ἔστι δὲ καὶ ἕτερα πολλά, ἄριστα δὲ πάντων ταῦτα. Ἱεροκλέους εἰς τὸ αὐτό.
22 2 (t) [20] Ἐὰν βὴξ ἐνοχλοίη, πρῶτον καθαίρειν χρὴ διὰ τοῦ σικύου καὶ τοῦ νίτρου τὸ σῶμα ὅλον, εἶτα σκίλλης τῆς παχυτέρας φλοιοὺς τέσσαρας τρίψαντα, καὶ ὀποῦ Κυρηναϊκοῦ ὅσον κυάμου μέγεθος διέντα οἴνῳ λευκῷ καὶ ἐλαίῳ παλαιῷ, καταλαβόντα τὴν γλῶτταν, διὰ στόματος ἐγχυματίζειν, καὶ ὑποθυμιᾶν δὲ αὐτὸν ἐπ’ ἀνθράκων σκευάσματι τοιῷδε· σκορόδων Κυπρίων καὶ κρομύων τὸ ἴσον, καὶ σανδαράχης τρίψαντα ὁμοῦ καὶ λεάναντα, διελεῖν εἰς τρία μέρη, καὶ καθ’ ἡμέραν ἓν μέρος ὑποθυμιᾶν, τὴν κεφαλὴν καλύψαντα καὶ τοὺς ὀφθαλμοὺς περιδήσαντα. μετὰ δὲ τὴν ὑποθυμίασιν, οἴνῳ γλυκεῖ, στέαρ ἐλάφειον ἢ προβάτειον καὶ κηρὸν τήξαντα, καὶ τὴν γλῶτταν καταλαβόντα ἐγχυματίζειν. ἢ πράσιον τρίψαντα μετὰ ἐλαίου καὶ ἁλῶν οἴνῳ διέντα ἐγχυματίζειν ὁμοίως. ἢ τραγάκανθαν εἰς ὕδωρ χλιαρὸν ἀποβρέξαντα μετὰ ἑψήματος καὶ ἐλαίου παλαιοῦ ἐγχυματίζειν. ἢ ἐρεγμὸν ἑψήσαντα διηθῆσαι τὸ ὕδωρ, καὶ τρίψαντα μετὰ στέατος χοιρείου διδόναι πίνειν. ἢ στακτὴν κονίαν καὶ νίτρον καὶ ἔλαιον καὶ ᾠὸν καὶ μέλι μίξαντα ἐγχυματίζειν. ἢ κράμβης τὰ τρυφερὰ καὶ σκόροδον καὶ στέαρ χοίρειον ἐξ ἴσου ἐμβρέξαντα εἰς κεδρέαν βώλους πέντε ἐγχυματίζειν, ἢ ἀληθινῆς σμύρνης γ ο αʹ, καὶ μὴ ποτίζειν ἕως τρίτης ὥρας. Τιβερίου εἰς τὸ αὐτό.
22 3 (t) [1] Ἀξούγγιον μετὰ ὑγροπίσσης δίδου πιεῖν εἰς κοίτην ἐπὶ ἡμέραις τρισὶν ἐν τῇ τρίτῃ καὶ πέμπτῃ καὶ ἑβδόμῃ. ἔλιγμα εἰς τὸ αὐτό.
22 4 (t) [1] Πεπέρεως γ ο αʹ, γεντιανῆς γ ο αʹ, ἀριστολοχείας γ ο αʹ, σμύρνης γ ο μίαν, δαφνίδων γ ο βʹ, ῥητίνης γ ο αʹ, ὀποῦ γ ο ἕξ, ὀποπάνακος γ ο ἕξ. ἄλλο.
22 5 (t) [1] Κενώσας τὸ ᾠὸν παντελῶς, βάλε ἔνδον κεδρέαν καὶ σχιστὸν ἀρσενίκιον, συνκόψας σκόροδον καὶ ἀξούγγιον χοίρειον, καὶ ἐγκλείσας εἰς τὸ ᾠόν, δίδου τρίς. ἄλλο.
22 6 (t) [1] Τοῦ παλιούρου τὸ σπέρμα τρίψας πότιζε. ἄλλο Εὐμήλου πρὸς πρόσφατον βῆχα.
22 7 (t) [5] Τὴν νεαρὰν βῆχα ἰᾶται φακῆς ἀληλεσμένης καὶ ἀπολελεπισμένης ἄλευρον, ἢ πίσσου ὁμοίως ἀληλεσμένου καὶ κεκαθαρμένου ἐν ὕδατος θερμοῦ ξέστῃ ἑνὶ διὰ κέρατος διδόμενον. τὰ μέντοι νοσοῦντα ζῷα ἢ χλόῃ ἢ δένδρων ἁπαλοῖς ἀκρεμόσι τρεφέσθω μέχρι τῆς κατὰ φύσιν ὑγιείας. ἄλλο πρὸς νεαρὰν βῆχα.
22 8 (t) [5] Τὸ τῆς βηχὸς πρόσφατον τῇ τῶν ἀρτηριῶν ἑλκώσει καὶ τραχύτητι γίνεται. ταύτην καταπαύσεις, νίτρον λειώσας καὶ σὺν οἴνου ξέστῃ ἑνὶ διὰ μυκτήρων ἐγχέας· ἀπόχριε δὲ καὶ πᾶν τὸ σῶμα οἰνελαίῳ. ἢ λιβάνου γ ο δʹ, σμύρνης γ ο αʹ, κρόκου γ ο αʹ κόψας καὶ σήσας ἐν οἴνου κοτύλαις τρισὶ καὶ ἐλαίου κοτύλης ἡμίσει, ἐν πολλαῖς ἡμέραις διὰ τῶν μυκτήρων ἔγχει ὅσον ἡμικοτύλιον. ἢ ἀνήθου καὶ ἴρεως κεκομμένης τὸ ἴσον καὶ πηγάνου λελειωμένου δραχμὰς τέσσαρας ἐν οἴνου κοτύλαις τρισὶ μίξας ἔγχει. Θεομνήστου εἰς τὸ αὐτό.
22 9 [10] Αἱ βῆχες μάλιστα τοῖς πώλοις γίνονται, ὅταν πρῶτον λάβωσι τὸν χαλινόν. χαίνοντες γὰρ ἐξ ἀνάγκης παρὰ συνήθειαν τὰ στήθη καταψύχονται. καὶ θερείας δὲ τῷ χαίνειν δεχόμενοι τὴν κόνιν ἐμφράσσονται τὰς τοῦ πνεύμονος ἀρτηρίας, καὶ βῆχες αὐτοῖς ἐπιγίνονται. τελειουμένοις δὲ ὀλιγάκις τοῦτο συμβαίνει ἢ κατὰ ψύξιν ἢ κατὰ ἔμφραξιν. γίνεται δὲ καὶ ὅταν ὕδωρ ἔμπηλον πίῃ ἢ κριθὴν σὺν κόνει προσενέγκηται, ἢ ἐξ ὁδοιπορίας θέρους ὅταν πολλὴν δέξηται. ἡ δὲ ἀγρία λεγομένη βὴξ πολλάκις καὶ ῥήγνυσι τὸν οὐρανίσκον καὶ αἷμα ἀνάγει. τότε δὲ ἀγρίως βήσσει, ὅταν ἀπὸ τῆς τάσεως ἀποπέρδηται καὶ ὑπουρῇ. μάλιστα δὲ τοῖς ἀγωνισταῖς ἵπποις τοῦτο συμβαίνει. ὅταν οὖν ἀπὸ ψύχους κάμνῃ, τοῖς χαλῶσι καὶ θερμαίνουσι δεῖ χρῆσθαι.
22 10 [5] ὅταν δὲ ἀπὸ κόνεως, τοῖς ἐκφράττουσιν καὶ καταλεαίνουσιν. ὅταν δὲ ἀγρίως βήσσῃ, ἑκατέροις τούτοις ἐγὼ χρησάμενος ἐπί τινων μὲν ἐθεράπευσ α , τινῶν δὲ οὐ περιγέγον α. καὶ σφόδρα φροντίσας ἐπὶ δρομέως ἵππου συνδιατιθέμενος, καὶ μονονουχὶ ῥηγνυμένου βήσσοντος, ἐπενόησα φάρμακο ν, ὃ καὶ τοὺς ἐκ βηχὸς ῥηγματίας ἐθεράπευσεν. ἁρμόζει δὲ καὶ πρὸς πᾶσαν βῆχα προσαγόμενον. 〈τὸ δὲ πολὺ τρὶς ἐὰν προσαγάγῃς, θεραπεύσεις. καὶ ὅλως τοῦτο κατασκευάζων ἄλλο ἔχειν μὴ θελήσῃς ἀποδιωκτέου βηχὸς φάρμακον. πολλὰ γὰρ πάνυ πειράσα ς , τοῦτο μόνον ἂν εὗρον ἀεὶ περιγινόμενον τοῦ νοσήματος 〉. ἡ δὲ τούτου σύνθεσις αὕτη· σταφίδων λευκῶν, μέλιτος καλοῦ, δαφνίδων ἀνὰ ξέστου ἡμίσεως, σαμψύχου γ ο βʹ, ὀριγάνου γ ο αʹ, ἀξουγγίου παλαιοῦ χοιρείου ἀνάλου λίτρας εʹ, σκορόδων μεγάλων κεφαλὰς θʹ, τὰ ξηρὰ κόψας καὶ τὰ τηκτὰ τήξας καὶ μίξας, ποίει κολλύρια, καὶ μερίσας τὸ φάρμακον εἰς τρία μέρη, δίδου τῷ ζῴῳ ἐπὶ ἡμέραις τρισίν.
22 11 ὅταν μέντοι μέλλῃς διδόναι, ἔμβρεχε αὐτὰ ἐν ἑτέρῳ μέλιτι καὶ οὕτω χρῶ. πρὸς βῆχα τὴν ἐξ ἐκκαύσεως καὶ κονιορτοῦ.
22 12 (t) [10] Ὠιὰ πέντε μετὰ τῶν ἐλύτρων εἰς ὄξος δριμὺ ἀπὸ ἑσπέρας βρέξας, εὑρήσεις αὐτὰ ἕωθεν οὕτω λεπτυνθέντα, ὡς εἶναι μαλακά, οἷα τὰ ἀωρότοκα φαίνεται, μὴ ἀντιτυποῦντος τοῦ ἔξωθεν ἐλύτρου πρὸς τὴν ἁφήν, ἀλλὰ κύστεως δίκην τὸ ὑγρὸν περιέχοντος. ταῦτα, διαστείλας τοῦ ζῴου τὸ στόμα καὶ καταλαβόμενος τὴν γλῶσσαν, ὁλόκληρα διὰ τῆς φάρυγος ὤθει καθ’ ἓν ἕκαστον, ἐπαίρων εἰς ὕψος τὴν κεφαλήν, μέχρις οὗ καταπίῃ ἕκαστον τῶν ᾠῶν. τούτοις ἐπεγχυμάτιζε τήλεως χυλὸν ἢ πτισάνης μέλιτι κεκραμένον, οἷς χρησάμενος ἐπὶ τρισὶν ἡμέραις θεραπεύσεις. ἄλλο πρὸς τὴν ἐκ καταψύξεως βῆχα.
22 13 (t) [5] Σκόροδα καὶ ἀξούγγιον παλαιὸν κόψας, δίχα ἕκαστον καὶ ὁμοῦ πάλιν, εἶτα κράμβας ἑφθὰς καὶ πράσα συμμίξας, ποίει κολλύρας πέντε χειροπλήθεις. καὶ διανοίξας τὸ στόμα τοῦ ζῴου καὶ καταλαβόμενος τὴν γλῶσσαν, δεύσας πισσελαίῳ τὰς κολλύρας, οὔσας ἐπιμήκεις, δίδου κατὰ μίαν ἐν οἴνῳ μέλανι, 〈καὶ τῇ τετραφαρμάκῳ τῇ διὰ σμυρνῶν καὶ δαφνοκόκκων, ἀριστολοχείας στρογγύλης, γεντιανῆς τὸ ἴσον.〉 σύνθεσις ἐγχυματισμοῦ εἰς τὸ αὐτό.
22 14 (t) [5] Χοιρείους πόδας μετὰ πτισάνης ξέστου ἑνὸς ἕψει, μέχρις ἂν τακεροὶ γένωνται, καὶ διηθήσας ἐγχυμάτιζε. εἰ δὲ ἐπιμένοι βήσσων, αἰγείου στέατος λίτραν μίαν καὶ πτισάνης ξέστην ἕνα καθεψήσας, τὸ αὐτὸ ποίει, ἢ προβατείου στέατος λίτραν μίαν καὶ κόγχου ξέστην ἕνα. ἑκάστῳ δὲ τῶν προγεγραμμένων χρήσῃ ἐπὶ ἡμέραις τρισίν. ἢ χοιρείου στέατος λίτραν μίαν καὶ οἴνου γλυκέος ξέστας τρεῖς συνεψήσας ἐγχυμάτιζε. ἀρτηριακὴ πρὸς βῆχα.
22 15 (t) [1] Σμύρνης, κρόκου, κινναμώμου, κασίας, ναρδοστάχυος, δαφνίδων, ἀκόρου ἀνὰ 𐆄 δʹ, πεπέρεως λευκοῦ 𐆄 τρεῖς, καὶ τερεβινθίνης ἕξ. ἄλλο.
22 16 (t) [5] Λυκίου Ἰνδικοῦ 𐆄 δʹ, ναρδοστάχυος 𐆄 δʹ, σμύρνης, στύρακος, κρόκου, πεπέρεως λευκοῦ, ἀμώμου βότρυος, πεπέρεως μακροῦ ἀνὰ 𐆄 εʹ, κινναμώμου 𐆄 αʹ, πάνακος 𐆄 αʹ, ἀκόρου 𐆄 βʹ, μέλιτος 𐆄 βʹ, σελίνου σπέρματος 𐆄 αʹ, κασίας δαφνίτιδος 𐆄 βʹ, λιβάνου ἀρρενικοῦ, καλάμου ἀρωματικοῦ, νάρδου Κελτικῆς ἀνὰ 𐆄 γʹ, ῥόδων ξηρῶν λίτραν μίαν, ἀννήσου, πετροσελίνου ἀνὰ ξέστην ἕνα, κροκομάγματος λίτραν μίαν, καὶ Λημνίας 𐆄 δʹ. ἄλλο εἰς τὸ αὐτό.
22 17 (t) [1] Μέλιτος ξέστας δʹ γάλακτι αἰγείῳ ἢ βοείῳ μίξας ἐγχυμάτιζε. ἄλλο πρὸς βῆχα καὶ βουλσούς.
22 18 (t) [1] Κινναμώμου λίτραν μίαν 𐆄 δʹ, καστορίου 𐆄 δʹ, στύρακος 𐆄 δʹ, ὀπίου 𐆄 βʹ, σμύρνης 𐆄 δʹ, 〈κόστου 𐆄 δʹ〉, κασίας 𐆄 δʹ, ἀκόρου 𐆄 δʹ, βαλσάμου σπέρματος 𐆄 βʹ, ἁλυσάθρου 𐆄 ἕξ, πεπερέως μακροῦ καὶ πεπέρεως λευκοῦ ἀνὰ 𐆄 βʹ. Ἀνατολίου εἰς τὸ αὐτό.
22 19 (t) [1] Ἀρχομένῳ βήσσειν ἄλευρα κρίθινα μετὰ ὀρόβων ἢ κυάμων ἀληλεσμένων μίξας ἐν οἴνῳ δίδου πιεῖν. εἰ δὲ ἐπιτείνοι τὸ πάθος, μέλιτος κοτύλας δύο ἢ πίσσης ὑγρᾶς διὰ στόματος ἔγχει τὸ ἀρκοῦν. ἄλλο.
22 20 (t) [1] Βήσσοντι ὑποζυγίῳ χαλεπῶς καὶ χρονίως ἰξὸν ἀναλύσας καὶ μαλάξας 𐆄 αʹ, ἐπιβαλών τε ἐλαίου 𐆄 δʹ καὶ οἴνου ξέστην αʹ Ἰταλικὸν ἐπὶ ἡμέραις τρισὶν δίδου διὰ στόματος. Ἱπποκράτους εἰς τὸ αὐτό.
22 21 (t) [10] Τραγάκανθαν ὡς λεπτότατα κατατεμὼν καὶ πλύνας, μίξας τε κριθαῖς καὶ ὀρόβοις, δίδου φαγεῖν. ἢ τὴν αὐτὴν τραγάκανθαν βρέξας ἐν οἰνομέλιτος κοτύλῃ μιᾷ ἐπὶ ἡμέραις τρισίν, ἔλαιον προσμιγνὺς ἐγχυμάτιζε. ἢ πηγάνου ῥίζαν καθεψήσας ἐν ὕδατος κοτύλῃ μιᾷ κλύζε καὶ τῷ ἴσῳ ἐγχυμάτιζε. ἐπίρραινε δὲ καὶ τὰς κριθὰς χυλῷ μυρίκης κεκομμένης. ἐὰν δὲ πυώδη ἀναβάλλῃ διὰ τοῦ στόματος ἢ τῶν ῥωθώνων, στέαρ ὕειον βρέξας ἐν οὔρῳ παιδικῷ ἐπὶ ἡμέραις τρισί, καὶ ἐπιβαλὼν οἴνου καὶ ἐλαίου ἀνὰ κοτύλην μίαν καὶ συνεψήσας ἐγχυμάτιζε. ἢ δαφνίδας ἑψήσας, κόψον καὶ ἄλφιτα καὶ ἀξούγγιον παλαιόν, οἴνῳ γλυκεῖ δεύσας καὶ μίξας καθ’ ἡμέραν ψώμιζε. ἢ τὴν ἀρτεμισίαν βοτάνην καθεψήσας ἐν ὕδατι καὶ ἐλαίου κοτύλῃ μιᾷ ἐγχυμάτιζε. καὶ ἡ μαλάχη δὲ ἐν οἴνῳ γλυκεῖ καὶ ἐλαίῳ ἑψηθεῖσα τὸ αὐτὸ ποιεῖ. 〈Ἱεροκλέους πρὸς αὐτό.
22 22 (t) [1] 〉 Πρασίου δεμάτιον χειρόπληθες, οἴνου λευκοῦ ξέ. αʹ, τῆλιν ἀποβεβρεγμένην, ἰσχάδων 𐆅 αʹ, ἢ φοίνικας κατ’ ἀναλογίαν ἑψήσας εἰς τρίτον, δίδου ἐπὶ ἡμέραις τρισί. χρῖε δὲ καὶ τῶν πονούντων τὸ σῶμα μέχρι τῶν ὀνύχων. ἄλλο.
22 23 (t) [1] Πίτυρα ἀφεψήσας καὶ σαβάνῳ καλῶς ἐκπιέσας, διήθησον, καὶ μίξας ὀμφάκινον ἔλαιον δίδου, φυλαττόμενος, μὴ λέπος ἐναπομείνῃ τῶν πιτύρων. ἄλλο.
22 24 (t) [1] Μάζας ἀπὸ χοιρείου στέατος ποιήσας, καὶ περιχρίσας ἔξωθεν βουτύρῳ καὶ μέλιτι, διὰ στόματος δίδου. ἄλλο.
22 25 (t) [1] Κράμβης χυλῷ Ἀμιναίου οἴνου αὐτάρκως βληθέντος, ἐγχυμάτιζε. ἄλλο Γρηγορίου.
22 26 (t) [1] Κριθῆς ξέστας βʹ, πράσα ἑπτά, κράμβας εʹ, μέλιτος ἡμικοτύλιον, προβάτειον στέαρ, ἐλαίου καθαροῦ γ ο δʹ, καὶ σέλινα. Πελαγωνίου πρὸς καθημερινὴν βῆχα.
22 27 (t) [5] Πράσα ἑψήσας μετὰ τῆς οὕτω λεγομένης βοτάνης σιδηρίτιδος, κόψον καὶ ποίησον παστίλους ὡσεὶ ᾠά, καὶ ἐλαίῳ ῥοδίνῳ ἑψήματι συμμιγέντι καὶ μέλιτι ἐμβάψας, ἐπὶ τρισὶν ἡμέραις δίδου. οὐδὲν δὲ κωλύει ἐν αὐταῖς ταῖς τρισὶν ἡμέραις καὶ τῷ χυλῷ τῆς αὐτῆς βοτάνης μετὰ τοῦ ἀφεψήματας τῶν λοιπῶν εἰδῶν ἐγχυματίζειν. πρὸς βῆχα ὁδοιπορινήν.
22 28 (t) [1] Λασάρου κόκκον, ὡσεὶ λεπτοκάρυον μικρόν, εἰς οἶνον λῦσον, καὶ τοῦτον ἐν μιᾷ μόνον ἡμέρᾳ διὰ κέρατος δίδου. πρὸς βῆχα ἐκ τοῦ πνεύμονος ἀναδιδομένην.
22 29 (t) [5] Ἔστι βήξ, ἣ ἐκ τοῦ πνεύμονος ἀναδίδοται, ὃ συμβαί νει ἀπὸ πολλοῦ ἱδρῶτος. χρὴ οὖν θεραπεύειν ταύτην οὕτως· κόστου γ ο δʹ, ὑσσώπου δεμάτιον ἓν μικρόν, πάνακος ῥίζης γ ο γʹ, σμύρνης τρωγλίτιδος γ ο δʹ, πρασίου ἀρρενικοῦ γ ο αʹ, κενταυρίου γ ο γʹ, ὁμοῦ πάντα κόψας καὶ σήσας καὶ μετὰ μέλιτος ἡμίνης μιᾶς ἑψήσας, παστίλους ἐκ τούτου ποίησον καὶ τῷ πάσχοντι ζῴῳ δίδου. πρὸς βῆχα καὶ βουλσούς.
22 30 (t) [1] Σκόροδον Γαλλικὸν κόψας, καὶ σιδηρῖτιν [καὶ] βοτάνην, ἣν Ῥωμαῖοι καλοῦσι περδίκιον, καὶ ἀξουγγίῳ παλαιῷ συμμίξας, ποίησον ἐκ τούτων παστίλους, καὶ τούτους εἰς μέλι καὶ βούτυρον ἐμβάψας, δίδου τῷ ζῴῳ ἐπὶ τρισὶν ἡμέραις. πρὸς βῆχα τὴν ἐκ τοῦ πνεύμονος ἀναδιδομένην.
22 31 (t) [5] Ὑσσώπου δεμάτιον ἕν, λασάρου γ ο εʹ, δαύκου Κρητικοῦ γ ο βʹ, βοτάνης βράθυος, ἣν Ῥωμαῖοι Σαβῖναν καλοῦσιν, γ ο βʹ, δικτάμνου γ ο γʹ, καστορίου γ ο ϛʹ, ὀπίου γ ο αʹ, καρδάμων γ ο αʹ, μάννης λιβανωτοῦ γ ο αʹ, σμύρνης τρωγλίτιδος γ ο αʹ, ἐν ὀξυμέλιτι μίξας, πρόσαγε τῷ ζῴῳ. πρὸς βῆχα ἐκ τοῦ φάρυγος τικτομένην.
22 32 (t) [5] Σμύρνης γ ο βʹ, λινοσπέρμου φρυγέντος ξέστην αʹ, καρδάμου γ ο c ʹ, σταφίδων ξέστην αʹ, στροβίλων ξέ. αʹ, μέλιτος λίτρας βʹ, ταῦτα πάντα λειώσας ἐπιμελῶς, ποίει παστίλους εἰς καρύου μέγεθος, καὶ δίδου τρεῖς καθ’ ἑκάστην ἡμέραν τῷ ζῴῳ ἐπὶ ἡμέραις πέντε ἢ ἑπτά. ἄλλο.
22 33 (t) [1] Ὄρνιν σφάξας καὶ εὐθέως ῥαχίσας, λάβε αὐτῆς τὴν κοιλίαν, ὡς ἔστι μετὰ τῆς κόπρου, καὶ εἰλήσας αὐτὴν ἐν μέλιτι, δίδου τῷ ζῴῳ ἔτι θερμὴν οὖσαν διὰ τῆς φάρυγος. πρὸς βῆχα βαρείαν.
22 34 (t) [5] Σφαιρία κυπαρίσσου ἑψήσας καλῶς, κόψον ἐν ὅλμῳ, καὶ ἐπιβαλὼν φύλλα βοτάνης σιδηρίτιδος, ἣν Ῥωμαῖοι παριταρίαν καλοῦσι, καὶ σκόροδα Γαλλικὰ καὶ ἀξούγγιον, ποίησον παστίλους, οὓς ἐπὶ τρισὶν ἡμέραις, ἐμβαλὼν εἰς ἔλαιον καὶ οἶνον, καὶ προσμίξας ἕψημα καὶ ᾠά, δίδου. εἰ δὲ μὴ βουληθῇς τὰ σφαιρία ἑψῆσαι, φύλλα τῆς κυπαρίσσου κόψας, καὶ ποιήσας ξηρίον, μετὰ τῶν προγεγραμμένων χρῶ. ἄλλο.
22 35 (t) [5] Πρὸ πάντων χρὴ καθαίρειν τὸ σῶμα τοῦ ζῴου ἀγριοσικύῳ μετὰ νίτρου Ἀλεξανδρίνου λειωθέντος καὶ οἴνου παλαιοῦ προσμιγέντος καὶ διὰ κέρατος ἐγχυματιζομένου. μετὰ δὲ τρεῖς ἡμέρας προσάγειν βοήθημα τόδε· σκίλλης παχυτέρας μέρη τέσσαρα κόψας, καὶ προσβαλὼν λασάρου ὅσον κυάμου μέγεθος καὶ οἴνου παλαιοῦ ξέστην ἕνα καὶ ἐλαίου παλαιοῦ λίτραν μίαν, διὰ κέρατος ἐγχυμάτιζε. ὑποθυμίασις εἰς βήσσοντας ἵππους.
22 36 (t) [5] Σανδαράχης γ ο αʹ, ἀσφάλτου γ ο αʹ, σκόροδα καὶ κρόμυα ἐξ ἴσου λειώσας, ποίησον μέρη τρία, καὶ ἑνὶ τούτων ἑκάστης ἡμέρας ὑποθυμία τὸ ζῷον, σκέπων τὴν κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς περιδεσμῶν. μετὰ δὲ τὸ ὑποθυμιᾶσαι στέαρ ἐλάφειον ἢ προβάτειον ἐν οἴνῳ γλυκεῖ ἀρκοῦντι συμμίξας καὶ λύσας, καὶ ἐπιβαλὼν ὀλίγον κηρίου λελειωμένου καὶ θερμάνας, διὰ κέρατος ἐγχυμάτιζε. κατασκευὴ παστίλλων εἰς τὸ αὐτό.
22 37 (t) [5] Πετροσελίνου Μακεδονικοῦ γ ο α c ʹ, δαύκου γ ο ϛʹ, σμύρνης γ ο αʹ, ναρδοστάχυος γ ο αʹ, κρόκου, πεπέρεως, ἀκόρου, στάγματος ἀμμωνιακοῦ, κασίας ἀνὰ γ ο αʹ, κόψας καὶ σήσας, καὶ ὕδατι συμμίξας καὶ μέλιτι, ποίει παστίλλους, καὶ ἐμβάπτων ἐν ἑψήματι δίδου, τὴν δὲ τραγάκανθαν πρὸ μιᾶς ἐν ὑδρομέλιτι ἀπόβρεχε. προπότισμα εἰς τὸ αὐτὸ πάθος.
22 38 (t) [1] Τραγακάνθης, κυμίνου, ναρδοστάχυος, σμύρνης, πεπέρεως ἀνὰ γ ο μίαν, ὁρμίνου σπέρματος λίτραν αʹ, ἑψήματος ξέσταις δυσὶ μίξας, διὰ κέρατος ἐγχυμάτιζε. ἄλλο.
22 39 (t) [1] Αἰθάλην καθαρίως λεάνας, καὶ ἐκ ταύτης κοχλιάριον μεστὸν ἐμβαλὼν εἰς κέρας, καὶ οἶνον παλαιὸν συμμίξας, ἐπὶ τρισὶν ἡμέραις ἐγχυμάτιζε. πρὸς βῆχα παλαιὰν καὶ συνάγχην.
22 40 (t) [1] Στύρακος πυρροῦ γ ο γʹ, σμύρνης τρωγλίτιδος, ὀποπάνακος, ἴρεως Ἰλλυρικῆς, χαλβάνης ἀνὰ γ ο βʹ, ῥητίνης τερεβινθίνης γ ο δʹ, ὑοσκυάμου συμφωνιακῆς γ ο αʹ, ὀπίου γ ο c ʹ, συγκόψας καὶ οἴνῳ μίξας, ἐγχυμάτιζε. ἄλλο.
22 41 (t) [1] Μέλιτος Ἀττικοῦ λίτραν αʹ, ἀξουγγίου λίτραν α c ʹ, ἰσχάδας ιβʹ, στρόβιλον κεκαυμένον ὁλόκληρον, κράμβης ἡψημένης χυλὸν συμμίξας, καὶ ἐπιβαλὼν ἡμίναν γάρου καλοῦ, ποίησον σφαιρία καὶ δίδου τῷ βήσσοντι. ἄλλο.
22 42 (t) [1] Κισσοῦ φύλλα καὶ λεύκης λευκῆς, οὐ τῆς τυχούσης, λειώσας, καὶ μίξας οἴνῳ παλαιῷ λευκῷ διὰ ῥινῶν ἐγχυμάτιζε. ἄλλο.
22 43 (t) [1] Ὀξυσχοίνου σπέρμα τῷ χόρτῳ τῷ παραβαλλομένῳ τῷ ζῴῳ σύμμιξον. ἄλλο.
22 44 (t) [5] Πηγάνου φύλλα τὰ ἁπαλὰ τρῖψον καὶ μετὰ οἴνου παλαιοῦ διὰ ῥινῶν ἔγχει, καὶ τὸν χόρτον, ὃν ἐσθίει, χυλῷ ἀγρίου σικύου ῥάντιζε. βέλτιον δὲ αὐτοῦ τοῦ ἀγριοσικύου τὸ σπέρμα καὶ τὰς ῥίζας ξηρὰς συμμῖξαι μετὰ κριθῶν καὶ οὕτω παραβάλλειν. ἄλλο.
22 45 (t) [1] Θεῖον ἄπυρον καὶ βράθυος τὸ ἀρκοῦν μέλιτι καὶ οἴνῳ μίξας διὰ τῆς ἀριστερᾶς ῥινὸς ἐγχυμάτισον, ἢ πάνακος ῥίζαν κόψας καὶ ἐπιβαλὼν οἴνου ἡμίναν μίαν καὶ ἐλαίου κυάθους τρεῖς, τὸ αὐτὸ ποίει. ἄλλο.
22 46 (t) [1] Βράθυος γράμματα δʹ, σμύρνης γράμμα αʹ, κρόκου γράμματα βʹ, οἴνου ξέστην α c ʹ, ἐλαίου ξέστου τὸ ἥμισυ συμμίξας, δίδου πρωῒ ἡμίναν καὶ μετὰ τὸ ἄριστον ἡμίναν διὰ ῥινῶν, ἢ ῥαφανίδας λειωθείσας μετὰ ἡμίνης οἴνου. ἄλλο.
22 47 (t) [1] Μόρου ῥίζης γράμματος τρίτον, ἡλιοτροπίου ἡμίγραμμον καθαρίως λειώσας, μετὰ ἡμίνης οἴνου θερμοῦ διὰ τοῦ στόματος ἐπίβαλλε. ἄλλο.
22 48 (t) [1] Φακῆν ἐκλεπισθεῖσαν καὶ εἰς λεπτὰ ἀλεσθεῖσαν εἰς ἴσην ποσότητα θερμοῦ ὕδατος ἐπίβαλλε καὶ εἰς τὰς φάρυγας ἐπὶ ἡμέραις τρισὶν ἔγχει. πρὸς παλαιὰν βῆχα.
22 49 (t) [1] Πράσου χυλοῦ κυάθους τρεῖς μίξας μετὰ ἡμίνης ἐλαίου, δίδου ἐπὶ πολλαῖς ἡμέραις διὰ στόματος. ἄλλο.
22 50 (t) [1] Πτελέας ξύλου μέρος καύσας, τὴν κόνιν λαβών καὶ διηθήσας εἰς ὕδωρ, καὶ μετὰ ἴσου μέτρου ἔλαίου συμμίξας καὶ τριῶν ᾠῶν, δίδου. πρὸς παλαιὰν βῆχα.
22 51 (t) [5] Χυλὸν πρασίου σταθμὸν δηναρίου ἑνός, σῦκα κβʹ, μέλιτος Ἀττικοῦ ἢ Σικελοῦ λίτραν α c ʹ, εἰς χύτραν βαλὼν ἕψησον, ἕως ἡμισευθῇ. καὶ μετὰ ταῦτα προσθεὶς σμύρνης τρωγλίτιδος γ ο αʹ, κασίας γ ο α c ʹ, κινναμώμου γ ο α c ʹ, λιβανωτοῦ ἀρρενικοῦ γ ο αʹ, ἀριστολοχείας γ ο βʹ, ὀποπάνακος ῥίζης γ ο αʹ, μετὰ τὸ συνεψηθῆναι καλῶς ἐμβαλὼν εἰς ἀγγεῖον ξύλινον ἢ μολύβδινον, ἀπόθου καὶ χρῶ ἐπὶ τῆς χρείας, διδοὺς κοχλιάρια δύο. ἄλλο.
22 52 (t) [1] Φακῆν φρύξας καὶ ἀλέσας, καὶ λινόσπερμον καὶ τῆλιν ἀλέσας, σῆσον, καὶ ἀφ’ ἑκάστου κοχλιάριον συμμίξας, καὶ σκόροδα Γαλλικὰ τὰ ἀρκοῦντα, μετὰ οἴνου ἐγχυμάτιζε. ἄλλο συμβαλλόμενον καὶ ἀνθρώποις.
22 53 (t) [1] Σχοίνου ἄνθους σταθμὸν δηναρίων δʹ, ὀποπάνακος, ναρδοστάχυος, σμύρνης, ὀπίου, κρόκου Σικελοῦ, φύλλων νάρδου, κόστου ἀνὰ δηνα ρίων δʹ, μέλιτος Ἀττικοῦ σταθμὸν δηναρίων δύο συμμίξας, δίδου. ἄλλο προπότισμα.
22 54 (t) [5] Ἀβροτόνου γ ο ἕξ, ὑσσώπου Κρητικοῦ τὸ ἴσον, ὀπίου ὀβολὸν αʹ, κόστου γ ο βʹ, ναρδοστάχυος γ ο βʹ, [ὀπο]πάνακος ῥίζης γ ο μίαν, παστίλου κεκαυμένου γ ο ϛ c ʹ, κινναμώμου γ ο αʹ, σμύρνης γ ο βʹ, λιβάνου ἄρρενος, πεπέρεως λευκοῦ, σχοίνου ἄνθους ἀνὰ γ ο βʹ, πεπέρεως μέλανος γ ο αʹ, κασίας γ ο βʹ, καρδαμώμου γ ο c ʹ, καστορίου γ ο c ʹ, μέλιτος πρωτείου λίτρας εʹ, κρόκου γ ο βʹ. ἄλλο.
22 55 (t) [5] Βοτάνην τὴν λεγομένην λάπαθον ἑψήσας ἐπιμελῶς, ποίησον σφαιρία, καὶ τούτοις πρόσθες ἔλαιον Ἱσπάνιον, ὄξος τε ἅμα βαλὼν καὶ κύμινον καὶ ἅλας συμμέτρως, δίδου τῷ ζῴῳ, τῇ μὲν πρώτῃ ἡμέρᾳ σφαιρία τρία, τῇ δὲ δευτέρᾳ δʹ, τῇ τρίτῃ εʹ, καὶ γνώσῃ τὴν τοῦ βοηθήματος ὠφέλειαν. ἄλλο.
22 56 (t) [15] Πολλάκις βήσσουσιν ἵπποις καὶ ἡμιόνοις συνελθών, ὥστε θεραπεῦσαι διὰ βοηθημάτων, καὶ προποτίσμασι δὲ οὐχ ἧττον χρησάμενος, καὶ ἔτι τῆς νόσου παραμενούσης, μόλις κατελαβόμην χρήσιμον εἶναι καὶ λυσιτελὲς ὑπὲρ πάντα τόδε πρὸς βῆχα τὸ βοήθημα, ὃ ἐπὶ τρισὶν ἡμέραις ἢ πέντε διὰ κέρατος χρὴ δίδοσθαι· φάβατος πεφρυγμένου ξέ. αʹ ἑψήσας καὶ μετὰ τὸ ἑψηθῆναι λειώσας ἐν θυίᾳ, καὶ βαλὼν βουτύρου γ ο γʹ, στέατος τραγείου γ ο βʹ, ἐν χύτρᾳ καινῇ λῦσον ἐν θερμῇ σποδιᾷ, καὶ σύμμιξον τῷ φάβατι. καὶ μετὰ ταῦτα τῆλιν ἐν χαλκείῳ μεθ’ ὕδατος ἀποζέσας, τὸ μὲν πρῶτον αὐτῆς ἔκχεε ζέμα, καὶ ἄλλο ἐπιβαλὼν ὕδωρ ὅσον ξέστας δʹ, πρόσμιγε εἰς τὸ αὐτὸ χαλκεῖον ἰσχάδας κʹ, καὶ γλυκυρίζου γ ο βʹ, καὶ ποίησον ζέσαι τοσοῦτον, ὅσον ἀπὸ τεσσάρων ξεστῶν τρεῖς ἐναπομεῖναι. καὶ τοῦτο τὸ ἀφέψημα τοῖς προγεγραμμένοις, τοῦτ’ ἔστι τῷ λελειωμένῳ κυάμῳ καὶ τῷ βουτύρῳ καὶ τῷ τραγείῳ στέατι μίξας, λείωσον. εἰ δὲ ἔτι σκληρότερον εὑρεθῇ, ἐπίβαλλε ἕψημα τοσοῦτον, ὅσον δύναται τοσαύτην ὑγρότητα ἐμποιῆσαι, ὥστε διὰ κέρατος προχωρῆσαι, καὶ ἐγχυμάτιζε. περὶ αὐχένος ὑποζυγίου ἐπαρθέντος.
23 1 (t) [10] Ἱεροκλέους. Ἐὰν αὐχὴν ὑποζυγίου παρατριφθῇ καὶ ἐπαρθῇ, καλὸν χρῆσθαι τῇ θεραπείᾳ, ἣν ἐν τοῖς Κλεομένους τοῦ Λίβυος εὕρομε ν· μυρίκης καὶ σκίλλης ἴσον ἑκατέρου τρίψας, παράμισγε στέατός τε χοιρείου καὶ κηροῦ τὸ ἴσον τήξας, πρόσμιγε καὶ θείου καὶ λιθαργύρου καὶ μάννης, λιβάνου τε τὸ ἴσον καὶ ψιμυθίου καὶ κεδρέας. τρίψας τὰ ξηρὰ πάντα, παρέγχει τὴν κεδρέαν, καὶ συναναμίξας κατάχριε λιπαρώτερον. ἢ ψιμυθίου καὶ λιθαργύρου ἴσον ἑκατέρου τρίψας, ἐπίχεε ἔλαιον ῥόδινον, καὶ κηρωτῆς τὸ πάχος ποιήσας, χρῶ. ἐὰν δὲ ὑπὸ μάστιγος ἤ τινος ἄλλου τοιούτου ἔπαρμα σχῇ, θεῖον τρίψας καὶ ἀναζέσας μετὰ ὄξους, κατάχριε τὸν πεπονθότα τόπον. περὶ παραγωγῆς τραχήλου.
24 1 (t) [15] Αψύρτου. Ἄψυρτος Ὠρίωνι Ἀλεξανδρεῖ χαίρει ν . ἔγραψάς μοι ζητῶν, ποίᾳ μεθόδῳ τὴν ἔκπτωσιν τοῦ τραχήλου ἐν τοῖς ἵπποις εἰς τὸ κατὰ φύσιν καταστήσεις. γινώσκειν οὖν σε θέλω, ὅτι οὐκ ἔστιν ἐκβολή, ἀλλὰ παραγωγή. ἐν οἷς τινες ἐπιδέσμοις χρώμενοι διὰ τῶν πλαστίγγων καὶ κειριῶν οὐδὲν ἀγαθὸν ποιοῦσιν. ἡμέτερον δὲ εὕρημα τοῦτ ο · δεῖ ἑστῶτος τοῦ ἵππου τὸ παρηγμένον μέρος τοῦ τραχήλου καὶ κεκυρτωμένον ἀνώσασθαι, εἶθ’ οὕτως πόρπακας ποιήσαντας μυρικίνους ἐπιτιθέναι τῷ τόπῳ παρὰ βύρσαν, ἀντιπόρπους τρυπῶντας τῷ σχαστηρίῳ. τὸ δὲ ἅμμα ποιεῖν βρόχον τὸν καλούμενον λύκον, καὶ οὕτως συλλαμβά νειν τοὺς πόρπακας καὶ καταδεσμεῖν, καταβρέχειν τε ὄξει καὶ ἐλαίῳ δὶς τῆς ἡμέρας τὸν τόπον, ἄχρις ἂν ἀποπέσωσιν, καταντλεῖν τε ὕδατι θερμῷ καὶ θεραπεύειν τὰ ἕλκη τῇ λιπαρᾷ, καὶ ἔσται ὑγιής. ἔστω δὲ τὸ σφήκωμα λινοῦν ἢ καννάβινον, τὸ πάχος ἔχον χορδῆς τοξικῆς. Ἱεροκλέους περὶ τραχήλου ἐκπτώσεως.
24 2 (t) [10] Τὸ μὲν ὄνομα τούτῳ ἐστὶ τῷ πάθει τραχήλου ἔκπτωσις. λέγει δὲ Ἄψυρτος μὴ εἶναι ἐκβολήν, ἀλλὰ παραγωγήν· τοὺς γοῦν ἐπιδέσμους τοὺς διὰ τῶν πλαστίγγων μέμφεται. φησὶ δὲ δεῖν ἑστῶτος τοῦ ἵππου τὸ παρηγμένον μέρος τοῦ τραχήλου καὶ κεκυρτωμένον ἀνώσασθαι εἰς τάξιν, εἶτα οὕτως πόρπακας ποιήσαντα μυρικίνους ἐντιθέναι τῷ τόπῳ παρὰ βύρσαν, ἀντιπόρπους τρυπῶντα τῷ σχαστηρίῳ. τὸ δὲ εἶδος τοῦ δέματος ποιεῖν βρόχον τὸν καλούμενον λύκον, καὶ οὕτως συλλαβόντα τοὺς πόρπακας ἀποδεσμεῖν, καταβρέχειν τε ὄξει καὶ ἐλαίῳ δὶς τῆς ἡμέρας τὸν τόπον, ἄχρις οὗ ἀποπέσωσιν, καταντλεῖν τε ὕδατι θερμῷ καὶ θεραπεύειν τὰ ἕλκη τῇ καλουμένῃ λιπαρᾷ. ἔστω δὲ τὸ σφήκωμα λινοῦν ἢ καννάβινον, ἔχον τὸ πάχος χορδῆς τοξικῆς. Θεομνήστου περὶ παραγωγῆς τραχήλου.
24 3 (t) [15] Συμβαίνει ἵππῳ καὶ ἄλλῳ ὑποζυγίῳ παραγωγὴν τραχήλου παθεῖν, ὅταν πρῶτον δεθῇ καὶ πρὸς δένδρον προσαφθῇ, ἀγανακτοῦντι καὶ διαστρεφομένῳ, ἢ κακουργῶν ἐν ζυγῷ, ἢ καταστραφέντος ὀχήματος ἐκτραπείσης τῆς ζεύξεως· καὶ γίνεται τοῦ τραχήλου αὐτοῦ τὸ ἓν μέρος κοῖλον, τὸ δὲ ἕτερον κυρτόν. τοῦτον θεραπεύσομεν, τιθέντες ἐπὶ τὴν γῆν τὸ κοιλότερον τοῦ τραχήλου καὶ τὸ κυρτὸν ἐπάνω, καὶ βαροῦντες ἰσχυρῶς ἀνωθούμεθα, ἕως οἱ σπόνδυλοι τῆς παραγωγῆς εἰς τὸ κα τὰ φύσιν ἔλθωσιν, εἶθ’ οὕτως πόρπακας μυρικίνους ποιεῖν τρεῖ ς, καὶ τῷ σχαστηρίῳ τρυπᾶν τὸν τράχηλον κατὰ τὸ κυρτὸν γεγονὸς μέρος ἐκ διαστήματος ἴσου, καὶ διελεῖν αὐτοὺς ὑπὸ δέρμα, καὶ ἀποδεσμεῖν διὰ τῆς βύρσης σχοινίῳ εὐτόνως στραφέντι κανναβίνῳ, ἔχοντι πάχος νευρᾶς. τὸ δὲ ἅμμα ποιεῖν βρόχον τὸν καλούμενον λύκον, καὶ ἀποδεσμεύειν, ἀποβρέχειν τε ὀξελαίῳ τρὶς τῆς ἡμέρας, καὶ τούτῳ συλλαμβάνειν τοὺς πόρπακας, ἄχρις ἂν ἀποπέσωσιν, καταντλεῖν τε ὕδατι θερμῷ καὶ θεραπεύειν. οὕτω γὰρ οὐκέτι διαστραφήσεται. Εὐμήλου πρὸς τραχήλου παρακίνημα.
24 4 (t) [t2] Κόπρον προβάτου μετὰ οἴνου παλαιοῦ καὶ ἐλαίου μῖξον, καὶ θερμάνας πολλάκις ἀπότριβε τὸν τράχηλον, καὶ εἰς τὸν ποτὸν ὑδρόμελι χλιαρὸν ἔμβαλλε. εἰ δὲ κατὰ τὸν αὐτὸν τόπον ἐπιμένοι σκληρία, στέατος χοιρείου καὶ στέατος αἰγείου ἀνὰ λίτραν μίαν, ῥητίνης Κορινθίας δραχμὰς ἕξ, στέατος χηνείου μέρος τέταρτον, ἐλαίου Κυπρίνου κοτύλης ἥμισυ, πάντα μαλακῷ πυρὶ λύσας, ἔχε πρὸς σύγχρισιν. μέλι δὲ καὶ ἔλαιον μίξας, διὰ τῶν μυκτήρων ἔγχει. Πελαγωνίου πρὸς τράχηλον κεκλασμένον ἢ σκέλος.
24 5 (t1) [1] Ἀξουγγίου οὐγκίας βʹ, κηροῦ λίτραν μίαν, στυπτηρίας οὐγκίας δύο, σκορόδων κεφαλῶν οὐγκίας βʹ, λειώσας ἅπαντα ἐν ταὐτῷ καὶ ἑψήσας, χρῶ. πρὸς πύρωμα.
25 1 (t) [10] Αψύρτου. Πυρώματος γενομένου τῷ ἵππῳ ἢ ὑποζυγίῳ τινί, ὃ δὴ μάλιστα συμβαίνει τοῖς νωταγωγοῖς, καὶ ἔστιν ἐπισφαλὲς καὶ κίνδυνον ἔχον, οἰδήματα γίνεται περὶ τὸν τόπον μεγάλα, ἰχῶρας ἔχοντα, καὶ ἀποστρακοῦνται. θεραπεύεται δὲ περιτεμνόμενα τὰ τοιαῦτα οἰδήματα καὶ ἐντεμνόμενα. ἔχει δὲ φυσήματα ἄναιμα, καὶ εἰσβάλλεται εἰς τὰ τετμημένα ῥόα ἡ στύφουσα καὶ ἐπάνω τὰ ἄλφιτα. τῇ δὲ ἐχομένῃ ἡμέρᾳ κυπάρισον δεῖ κόψαι καὶ μῖξαι τοῖς ἀλφίτοις, καὶ μετὰ ὄξους φυρᾶσαι καὶ καταπλάσσειν, ἀποσύραντα τὰ προϋποκείμενα τῇ χειρί. ὕδωρ δὲ μὴ προσάγειν καὶ ὡσαύτως τῆς ῥόας ἐντιθέναι, τῇ δὲ τρίτῃ τὸ αὐτὸ ποιεῖν. ὁπόταν δὲ δοκῇ κεκρατῆσθαι, καταπλύναντας ὕδατι, καὶ κράμβης φύλλα κόψαντας, καὶ μίξαντας ἄλευρον κρίθινον, καταπάσσειν, καὶ ἔσται ὑγιής. Ἱεροκλέους εἰς τὸ αὐτὸ πάθος.
25 2 [10] Εἴωθε τοῖς ὑποζυγίοις πυρώματα γίγνεσθαι καὶ μάλιστα τοῖς νωταγωγοῖς. φέρει γοῦν κίνδυνον αὐτοῖς καὶ μάλιστα τὸ θῆλυ. ἔστι γὰρ καὶ ἄρρεν οἴδημα τὸ γινόμενον περὶ τὸν τόπον μέγα καὶ ἰχῶρας ἔχον καὶ ἀποστρακούμενον ἐντέμνεται οὖν τὰ οἰδήματα, ἅπερ ἐστὶ φυσήματα, αἷμα οὐκ ἔχοντα. χρὴ δὲ ἐμβαλεῖν εἰς τὰ τετμημένα ῥόαν τὴν στύφουσαν καὶ ἐπάνω ἄλφιτα. τῇ δὲ ἑξῆς ἡμέρᾳ κυπάρισσον κόψας καὶ μίξας τοῖς ἀλφίτοις, μετὰ ὄξους τε φυράσας κατάπλασσε, ἀποσύρας τὰ προϋποκείμενα τῇ χειρί. ὕδωρ δὲ προσφέρειν οὐ χρή, ἐντιθέναι μέντοι καὶ αὖθις τῆς ῥόας. καὶ ὅταν καλῶς ἡ θεραπεία προχωρήσῃ, κατάπλυνε ὕδατι, καὶ κράμβης φύλλοις μίξας ἄλευρον κρίθινον, κατάπλασσε, καὶ ἔσται καθαρόν. ἢ πράσα μίξας τῷ ἀλεύρῳ τῷ ὀροβίνῳ, κατάπλασσε ἕως γενέσθαι ὑγιῆ. ἐνίοις δὲ μετὰ τὴν ἐκτομὴν ὄξει καταβρέχειν δοκεῖ καὶ ἀναπληροῦν τὰς τομὰς ῥοιᾷ τῇ ἐσθιομένῃ.
25 3 [5] τῇ δὲ ἑξῆς καταπλάσσειν ἀλφίτοις φακοῖς τε τοῖς ἀπὸ τῶν λιμνῶν, προϋποβρέξαντα ὄξει, εἶτα σταλέντων τῶν οἰδημάτων, περιτρίψαντα καὶ περιπλύναντα θεραπεύειν τῷ τραυματικῷ φαρμάκῳ. περὶ ὤμου παθόντος.
26 1 (t) [5] Ἱεροκλέους. Ἐὰν ὦμος πάθῃ ἢ θλασθῇ, θεραπευέσθω, ὥς φησιν Ἱερώνυμο ς, οὕτως· αἷμα ἀφελόντα ἀπὸ τοῦ στήθους, ἐν μὲν τῷ θέρει ψυχρῷ καταντλεῖν, ἐν δὲ τῷ χειμῶνι θερμῷ, καὶ μὴ κινεῖν, ἕως οὗ καταστῇ. ἔνιοι δέ φασιν ἀρίστην εἶναι κατάντλησιν, εἰ πτελέας φύλλα ἐπὶ τρίτης ἐν ὕδατι ἑψήσας καταντλοίης. Θεομνήστου [περὶ] ὤμου θλασθέντος ἴασις.
26 2 (t) [1] Ἀσφάλτου, κώνης, ἀμμωνιακοῦ θυμιάματος, χαλβάνης, θείου ἀπύρου, βδελλίου, πάντα ἐξ ἴσου μίξας, κατάχριε τὸν τόπον τὸν πάσχοντα. Ἀψύρτου περὶ ἐκβολῆς ὤμου καὶ κοτύλης.
26 3 [5] Ἄψυρτος Ἀπελλᾷ Λαοδικεῖ ἱπποϊατρῷ 〈χαίρειν 〉 . ὅσοι λέγουσιν ἐν τοῖς ὤμοις ἐκβολὴν καὶ τοὺς γόμφους ἐν τοῖς ὀπισθίοις μέρεσι τεθεραπευκέναι, οὐκ ἔγνωσαν οὗτοι τὸ συμβεβηκός. ἐκβολὴ γὰρ ἐστίν, ὅταν ἐκραγῇ τὸ ἐχόμενον νεῦρον ἐκ τῆς ὠμοπλάτης ἢ κοτύλης ὁ κόνδυλος, ὃν λέγομεν γόμφον. τούτων δὲ οὐκ ἔστι θεραπεία οὐδεμία. ἐντιθέμενα γὰρ εἰς τάξιν οὐ μένει, ἀλλ’ ὀλισθαίνει μὴ ἔχοντα τὸ συναφές. θεραπεύεται δέ, ὅταν γένηται ἔκτασις τοῦ νεύρου καὶ χάλασμα τοῦ ὤμου, καὶ περιπατῶν ἐπισύρῃ τὸν ὄνυχα, ἢ ἄνωθεν παρηγμένον ἐκνεύῃ τὸ ἄρθρον βαδίζοντος. ἔστι δὲ ἡ θεραπεία τοιαύτ η· δεῖ ἀνώσασθαι κατὰ φύσιν τὸ ἄρθρον τοῦ ὤμου, καὶ πόρπακας ἐντιθέναι ἀντιπόρπους μυρικίνους, καὶ καταβρέχειν ὀξελαίῳ, προκαταντλοῦντα ὕδατι θερμῷ, ἄχρις οὗ ἀποπέσωσιν οἱ πόρπακες, καὶ τότε θεραπεύειν τὰ ἕλκη τῇ λιπαρᾷ.
26 4 ὑγιοῦς δὲ γενομένου, καίειν αὐτὸν ἐπὶ τὸ ἄρθρον γραφῇ στρογγύλῃ ἐγκεχιασμένῃ, καὶ ἔσται ὑγιής. τὰ δ’ ἐν τοῖς ὀπισθίοις μέρεσιν δυσεπίτευκτά εἰσι καὶ μένει χωλά, ἀτροφεῖ δὲ τὸ ἰσχίον καὶ παραξηραίνεται, καὶ τὴν ὁπλὴν ἐπισύρων ἐπιτρίβει.
26 5 [15] συμβαίνει δὲ τοῦτο, ὅταν τροχάζων ὀλισθήσῃ καὶ πεσὼν διασυρῇ, καὶ ὃ λέγουσι βατραχίσῃ. ἔσθ’ ὅτε δὲ καὶ συνέκρουσεν ἐν τῷ πεδίῳ πρὸς ἕτερον ἱππάζων, καὶ οὕτως ἔκτασις ἐγένετο τοῦ νεύρου καὶ σπασμὸς τοῦ ὤμου, εὐχερῶς δὲ γίνεται τοῖς νωταγωγοῖς. συμβαίνει δὲ λακτίζοντα εἰς τὸν τοῖχον ἢ λίθον ἢ ξύλον ἤ τι τοιοῦτο ἢ πτοηθέντα διά τινα αἰτίαν ἐκτινάξαι τὸ σφυρόν, ὃ γίνεται εἰς τὸ κατὰ φύσιν αὐτόματον. εὐθὺς δὲ δεῖ φλεβοτομεῖν ἀναγκαίως ἐκ τοῦ μεσοκυνίου, καὶ δεσμεύειν ὥσπερ καὶ τὰς θραύσεις μέχρις ἡμερῶν τεσσαρεσκαίδεκα, στερεώσαντα δὲ καίειν ἐμπλέκοντα μανδάκῃ. ἐὰν δὲ μὴ φλεβοτομη θῇ, ὑποτρέχει ὁ ἰχὼρ καὶ τὸ αἷμα, τοῦ τόπου διάστασιν εἰληφότος, καὶ ἄμορφον γίνεται παρὰ φύσιν τῇ περιοχῇ τὸ σφυρὸν καὶ μᾶλλον χωλεύει. Θεομνήστου εἰς τὸ αὐτό.
26 6 [5] Ἐὰν ἐν τῇ ἐλασίᾳ 〈ἢ〉 ὁδοιπορίᾳ ἵππος ἢ ἄλλο τι ὑποζύγιον ὦμον κατεαγῇ ἢ ἐκτραπῇ καὶ χωλαίνῃ, εἰ μὲν κατὰ φύσιν ἐκβῇ τῆς θέσεως, θεραπεύειν αἵματος ἀφαιρέσει ἀπὸ αὐτοῦ τοῦ ὤμου, καὶ δέχεσθαι τὸ αἷμα εἰς ἀγγεῖον, καὶ μιγνύναι ἐν αὐτῷ ἔλαιον καὶ ᾠὰ τρία, ἕψημα καὶ βολβοὺς ὠμοὺς καλῶς λεανθέντας καὶ κοχλίας μικροὺς νʹ, καὶ ἀναχρίειν θερμῷ καλῶς, καὶ χρῆσθαι ἀνακολλήματι, ὅπερ [εἰς τοῦτο κατεσκευάσθη] 〈 ἐπὶ τέλους τῇ συγγραφῇ ἐκτεθήσετα ι. ἐὰν δὲ ἐκβολὴ ᾖ, ψύχειν τὸν ὦμον καὶ καθιστᾶν, καὶ ταῦτα ποιεῖν οὕτως.
26 7 [15] ἐὰν δὲ ἴδῃς, ὅτι πεπηρωμένος ἦν ὁ ὦμος ἢ ἄλλο ἄρθρον, ποίησον κατακλιθῆναι τὸ ζῷον, καὶ νάρθηκι κρότησον τὸν τόπον τὸν πάσχοντα, ἵνα κενεοποιηθῇ ἡ βύρσα. καὶ τότε ὑποκάτω τοῦ πώρου ἀπὸ δακτύλων γʹ δίελε φλεβοτόμῳ τοσοῦτον, ὅσον καλαμισκάριον εἰσελθεῖν, καὶ ἐμβαλεῖν τὸν καλαμίσκον, φυσῶντος ἑτέρου τὸ πνεῦμα 〈καὶ〉 τῇ χειρὶ κύκλῳ ἐναπωθοῦντος μέχρι τῆς βύρσης, καὶ κεντᾶν σχαστηρίῳ τὸ μέρος αὐτῆς πυκνῶς, καὶ καταπλάσσειν ἅλας λευκὸν καὶ ὄξος καὶ ἀνατρίβειν σὺν τῷ αἵματι, καὶ καταχρίειν αὐτὸν ἐγκατακείμενον. ἔστω δὲ τοῦ μὲν ἁλὸς τέταρτον 𐆅 , τοῦ δὲ ὄξους 𐆅 c ʹ. τῇ δὲ γʹ ἡμέρᾳ ἀπαντλεῖν ὕδατι θερμῷ πολλῷ, καὶ ταῖς ἓξ ἡμέραις καθ’ ἡμέραν, ἕως μηκέτι χωλαίνει. ὑγιοῦς δὲ γενομένου, 〈ἐν〉 τοῖς ἔργοις ἐκ προσαγωγῆς χρῆσθαι χρή. κατάχριε δὲ αὐτὸν τονωτικῷ ἀνειμένῳ ἐλαίῳ μαλάγμα〈τι〉 τῷ διὰ βδελλίο υ. αὕτη δὲ ἡ θεραπεία μάλιστα θέρους ἐπιτυγχάνει.〉 Ἱπποκράτους περὶ ἐκβολῆς ὤμου.
26 8 (t) [5] Ἐὰν ἐν ταῖς συμβολαῖς τῶν ὤμων καὶ τῶν βραχιόνων γένηται χωλεία, σημεῖά ἐστι τάδε· οὐ προφέρει εἰς τὰ ἔμπροσθεν οὐδὲ συνάγει τὸν βραχίονα, ἀλλὰ ἐπισύρει τὸ σκέλος, ἐν δὲ τῇ καταβάσει καταφέρεται λίαν. θεράπευε οὖν· ἐναλείφειν οἴνῳ καὶ ἐλαίῳ, καὶ αἷμα ἀφαιρῶν ἐκ τῶν βραχιόνων καὶ πλύνων ἐπὶ ἡμέραις ἑπτά, ἔπειτα σύγχρισον ἐπὶ μιᾷ ἡμέρᾳ γλοιῷ παιδικῷ σὺν οἴνῳ καὶ ὄξει. Ἱεροκλέους περὶ ὤμου χρονίου.
26 9 [10] Ἐὰν χρονία ᾖ ἡ ἀλγηδὼν τοῦ ὤμου, χρηστέον τῇ Ἀψύρτου ὑφηγήσε ι. ἔστι δὲ αὕτη· κατικλίναντα τὸν ἵππον χρὴ κροτῆσαι τὸν ὦμον νάρθηκι ἢ σανδαλίῳ λεπτ ῷ , ἁπαλόν τι ῥάκος τῷ σανδαλίῳ περιβαλόντ α. ἐὰν δὲ ἀποστῇ κρουομένη ἡ βύρσα, τρυπᾶν δεῖ παρὰ βύρσαν τῷ σχαστηρίῳ παρὰ τὴν ἔκφυσιν τοῦ ὤμου εἰς τὸν κόκκυγα μέσον, ( Ἱερώνυμος δέ φησιν ἀπὸ δακτύλων τεσσάρων τῆς ἀκρωμίας) καὶ οὕτως διώσαντας τὴν σμίλην ὑποδέρειν αὐτόν, εἶτ’ ἐνθέντας αὐλίσκον ἐμφυσᾶν εὐρώστως, καὶ κατάγειν τῇ χειρὶ τὸ ἐμφύσημα κύκλῳ τοῦ ὤμου μέχρι τῆς νύμφης, καὶ κατακεντεῖν τὴν βύρσαν τῷ σχαστηρίῳ, καὶ καταπάσαντα ἁλσὶ λεπτοῖς καὶ ὄξει, ἀποτρίβειν σὺν τῷ αἵματι, καὶ καταχρίειν αὐτὸν ἐγκατακείμενον. ἔστω δὲ τῶν ἁλῶν πλῆθος 〈παροψίς,〉 τοῦ δὲ ὄξους ἡμικοτύλια τρία. τρίτῃ δὲ ἡμέρᾳ ἐξαντλεῖν αὐτὸν ὕδατι θερμῷ καὶ ἐφεξῆς καθ’ ἡμέραν, χρῆσθαι δὲ καὶ καταχρίσματι, ἀνιέντα ἐλαίῳ, τῷ διὰ βδελλίου μαλάγματι συγκειμένῳ.
26 10 [5] εἰ δὲ μή, οἴνῳ καὶ ἐλαίῳ ἀνατρίβειν, τηροῦντα ἀνεῳγότα τὰ κεντήματα, μέχρις ἂν μὴ χωλεύῃ. ὑγιεῖ δὲ γενομένῳ χρῆσαι ἐν τοῖς ἔργοις ἐκ προσαγωγῆς καὶ κατὰ λόγον. ἐν θέρει δὲ ἡ θεραπεία ἁρμόττει, ὡς τῷ γε χειμῶνι δυσχερῶς κατορθοῖ, ἐνίοτε δὲ καὶ βλάπτει. ὅταν γε μὴν ἐπ’ ἀμφοτέροις γένηται τοῦτο τοῖς ὤμοις, καλοῦσιν αὐτὸ συνωμίασιν, τὸν μέντοι τρόπον τὸν αὐτὸν θεραπεύεται.
26 11 [5] ἐν δὲ τῷ ἀγκῶνι τοῦ ὤμου παρὰ τὴν μασχάλην συμβαίνει γίνεσθαι οἴδημα ἐξ αὐτομάτου, ὅπερ φασί τινες ἐξ ὠμότητος. πρόσφατον μὲν οὖν θεραπεύεται καυστικῷ καταχριόμενον. ὅταν δὲ στε ατωθῇ καὶ σκληρὸν γένηται, ἐκτμηθὲν θεραπεύεται ὡς τὰ λοιπά. Ἱεροκλέους περὶ ἐν ῥάχει καὶ συνωμίᾳ ἑλκῶν.
26 12 (t) [5] Τῶν ἐν τῇ ῥάχει καὶ τῇ συνωμίᾳ γενομένων ἑλκῶν ἀρίστη θεραπεία, ὥς φησιν Ἄψυρτο ς, ἡ διὰ τοῦ καυστηρίου. τὰ γὰρ περιτεμνόμενα λειποσαρκεῖ καὶ λειποδερμεῖ καὶ δυσαπούλωτα μένει, ὡς γίνεσθαι ἐνίοτε σηπεδόνα κατὰ βάθους. ἧς ἁψαμένης τοῦ νευρώδους, ἀναπεσὼν ὁ ἵππος οὐ δύναται διεγείρεσθαι, ἀλλὰ διαφθείρεται. ἄλλο Ἱπποκράτους περὶ ὤμου ἐκβολῆς.
26 13 (t) [5] Ἐὰν ἵππου ὦμος ἐκβληθῇ ἤ τινος τῶν ὑποζυγίων, ῥῖψον αὐτὸν ἐπὶ τὸ ἔδαφος, ἵνα ὁ ἐκβεβλημένος ὦμος ἐπάνω ᾖ, καὶ δήσας τὸν πόδα, καὶ πρὸς δένδρον ἀποτείνας, ποκάριον ἐπιτίθει τῷ στήθει ... καὶ τρυπήσας τὸ δέρμα τοῦ ὤμου, μέχρις ἡμερῶν τεσσάρων βάλλε ἐπιούρους συκίνους, εἶτα ἐν οἴνῳ καὶ ἐλαίῳ βρέχε πολλῷ, περιθεὶς τοῖς ἐπιούροις ἔρια, καὶ μετὰ τέσσαρας ἡμέρας λῦσον, εἶτα ἐκσύρας τοὺς ἐπιούρους, πάλιν βρέχε τοῖς αὐτοῖς. κατάπλαστος εἰς συνωμίας πόνον.
26 14 (t) [1] Αὐτολύκιον ἢ ἐλλέβορον λευκόν, καὶ κέλυφα ᾠοῦ κατακαύσας, καὶ κολυκόνταν καὶ κεράσια τρία καὶ ἀγριοσίκυον, καὶ πάντα κόψας ἐν ταὐτῷ, ἐπίπασσε. Ἀψύρτου περὶ συνωμίας.
26 15 [5] Πρῶτον μὲν ἐν ὕδατι θερμῷ κατάντλησον πολλῷ, εἶτα ἐγκαταφύσησον οἴνῳ καὶ ἐλαίῳ θερμῷ τρῖψον, καὶ τῇ ἄλλῃ ἀπὸ τῶν ὤμων ἄφελε αἷμα μὴ πολύ, ἀλλὰ ὅσον κοτύλας ἕ ξ, μὴ εἰς μείζονα ἀρρωστίαν ἐμβάλῃς. καὶ ὡσαύτως ὡς ἔμπροσθεν κατάντλει τῷ ὕδατι καὶ τρῖβε. ἐὰν μὲν οὖν ἀπ’ αὐτῆς τῆς θεραπείας ὑγιὴς γένηται, εἰ δὲ μή γε, λαβὼν σχαστήριον, σχάσον παρὰ τὴν ἀκρωμίαν τὸ δέρμα διαμπερές, διαλιπὼν ἀπὸ τῆς ἀκρωμίας δύο δακτύλους. εἶτα ἐνθεὶς αὐλίσκον, ἐμφύσα, καὶ ἔπαγε τὸ δέρμα ἐπὶ τὸ ἄρθρον τῶν ὤμων, ἵνα πάντοθεν ὁμαλῶς ἀποστήσῃς.
26 16 [5] εἶτα ἐξελὼν τὸν αὐλίσκον, μότωσον τὴν τομὴν ἐρίῳ πιναρῷ, εἶτα ἐγκατάντλει ὕδατι θερμῷ, προσέχων, ἵνα μή τι παραρρυῇ τοῦ ὕδατος. εἶτα ἐὰν πῦον γένηται, πρόσεχε, ἵνα 〈μὴ〉 ἀποκλεισθῇ ἡμέρας δύο, τῇ δὲ τρίτῃ ἐξάγαγε τὸ ἔριον, καὶ ἔα ἀποκλείεσθαι. τὴν δὲ λοιπὴν θεραπείαν πρόσφερε, ὡς γέγραπται. εἰ δὲ μή γε, καῦσον αὐτὸν καυτηρίοις στρογγύλοις εἰς τοὺς ὤμους. Ἱεροκλέους περὶ συνωμίας καὶ ῥάχεως.
26 17 (t) [10] Ἐὰν ἀλγήσῃ τὴν συνωμίαν ἀπὸ δρόμου ἀμέτρου ἢ φορτίου, ἢ τοὺς ὤμους ὡς συνδεδεμένους ἔχῃ, καὶ τὸν τράχηλον πρὸς κατάβασιν ἀλγῇ, καταντλείσθω ὕδατι θερμῷ, καὶ ῥοϊζέσθω. ποίει δὲ αὐτῷ ἀνακολλήματα ἀλεύρου κριθίνου χοίνικα, ὄξους δριμέος τὸ ἀρκοῦν, μάννης στατῆρα, ᾠὰ δύο, ἀνακόψας εἰς τὸ αὐτό, καὶ κατάχριε τοὺς ὤμους καὶ τὸν τράχηλον. ἐὰν δὲ μὴ ἀνύῃ ἡ θεραπεία, καῦσον καυτηρίοις ὀρθοῖς, εἶτα χρῖσον ἅλατι καὶ ἐλαίῳ καὶ πάλιν γλοιῷ ἐπὶ ἡμέραις ἑπτά. ἐὰν δὲ ἐκπέσωσιν αἱ ἐσχάραι, χρῶ τῷ ὀροβίνῳ, καθὼς εἴθισται. Ἀψύρτου περὶ ἐχεδερμίας καὶ ὤμου χρονίου.
26 18 [15] Ἄψυρτος Ἐπιφανίῳ ἱπποϊατρῷ χαίρει ν . ἐσπουδακότα σε περὶ τὴν τῶν ἵππων χρῆσιν ἀναγκαῖον εἰδέναι· ἐχεδερμία λέγεται ἐν τῷ ἵππῳ, ὅταν ᾖ χρονίως τὸν ὦμον ἀλγῶν. θεραπεύεται δὲ οὕτως· δεῖ κατακλίναντα αὐτὸν κροτῆσαι τὸν ὦμον νάρθηκι ἢ ῥάβδῳ ῥάκει ἐρίου περιεστρεμμένῳ πρὸς ἀπόστασιν τῆς βύρσης, εἶθ’ οὕτως τρυπᾶν παρὰ βύρσαν τῷ σχαστηρίῳ παρὰ τὴν ἔκφυσιν τοῦ ὤμου εἰς τὸν κόκκυγα μέσον, καὶ τότε διωθεῖσθαι τὴν σμίλην καὶ ὑποδέρειν αὐτήν, εἶτα ἐντιθέναι αὐλίσκον καὶ ἐμφυσᾶν εὐρώστως, καὶ κατάγειν ταῖς χερσὶ τὸ ἐμφύσημα κύκλῳ τοῦ ὤμου μέχρι τῆς νύμφη ς, καὶ κατακεντεῖν τὴν βύρσαν τῷ σχαστηρίῳ, καταλαμβανόμενον τὴν βύρσαν, οὗ ἐμπεφύσηται, ποιεῖν τε κεντήματα, ὅσα ἱκανά ἐστι, μὴ λίαν ἀραιά, καὶ καταπάσσειν ἅλας λεπτὸν καὶ ὄξος. ἀνατριβέσθω δέ σὺν τῷ αἵματι καὶ καταχριέσθω ἐν αὐτῷ ἔτι κατακείμενος. ἔστω δὲ τοῦ ἁλὸς πλῆθος παροψίς, τὸ δὲ ὄξος ἡμικοτύλια τρία. τῇ δὲ τρίτῃ ἡμέρᾳ δεῖ ἐπαντλεῖν ὕδατι πολλῷ θερμῷ, καὶ ταῖς ἐπιούσαις καθ’ ἡμέραν κεχρῆσθαι καταχρίσματι, ἀνιέντα ἐλαίῳ μάλαγμα τὸ διὰ βδελλίου συγκείμενον.
26 19 [10] ἐὰν δὲ μὴ ᾖ τοῦτο, οἴνῳ καὶ ἐλαίῳ ἀνατρίβειν, τηροῦντα ἀνεῳγότα τὰ κεντήματα, ἄχρις οὗ ἡ βύρσα προσκαθίσῃ. τοῖς δὲ καταχρίσμασι χρῆσθαι καὶ τῇ πυρίᾳ, ἄχρις οὗ μὴ χωλαίνῃ. ὑγιεῖ δὲ γενομένῳ ἐν τοῖς ἔργοις ἐκ προσαγωγῆς χρῆσθαι. ταύτην δὲ τὴν θεραπείαν ποιεῖσθαι θερείας, χειμῶνος δὲ δυσκόλως ἐπιτυγχάνει, ἔσθ’ ὅτε δὲ καὶ ἀδικεῖται. ὅταν γε μὴν γένηται ἐν ἀμφοτέροις τοῖς ὤμοις τοῦτο, λέγεται μὲν συνωμίασι ς, θεραπεύεται δὲ ὁμοίως. ἀκρωμίας ἴασις.
26 20 (t) [5] Τοὺς δὲ ἐμπύους τὰς ἀκρωμίας ἔχοντας καῖε τὰ ἐμπλεύρια, καὶ τὰ ἀποστήματα πάντα τέμνε, καὶ ἐπίκλινε, ἵνα ἀπορρυῇ τὸ πῦον καὶ εὐρυχωρίαν σχῇ καὶ διαπνεύσῃ, καὶ μὴ μικρὰν τομὴν λαβοῦσα ἡ καῦσις συνουλωθῇ. ὅταν δὲ καύσῃς καὶ τέμῃς, ἐπιμέλειαν ποιοῦ, ὡς περὶ τῶν ἄλλων κεκαυμένων εἴρηται. Πελαγωνίου θεραπεία ὠμοπλάτης.
26 21 (t) [10] Εἰ βλαβῇ ἵππος ὠμοπλάτην, ἐκ τῶν φλεβῶν τῶν οὐσῶν ἐν μέσῳ τῶν ἀντικνημίων χρὴ τοῦτον φλεβοτομεῖν, καὶ λιβάνου ἀλεύρου μετ’ αὐτοῦ τοῦ ἐκρέοντος αἵματος συμμίσγειν καὶ ἀποχρίειν τὸ ἀλγοῦν μέρος. ἵνα δὲ μὴ ἔξαιμον γένηται τὸ ζῷον, ἐκ τοῦ ἀφοδεύματος αὐτοῦ ταῖς φλεψὶ παράθες καὶ ῥάκει ἐπίδησον. τῇ δὲ ἐπιούσῃ πάλιν ἐκ τῶν αὐτῶν τόπων ἀπόλυε τὸ αἷμα καὶ τῷ αὐτῷ τρόπῳ περιόδευε. ἀπεχέσθω δὲ τὸ ζῷον κριθῆς καὶ ἀρκείσθω ὀλίγῳ χόρτῳ, μετὰ δὲ τρίτην ἡμέραν ἕως ἕκτην πράσου χυλὸν ὅσον τρεῖς κυάθους μετὰ ἐλαίου λίτρας ἡμισείας τῇ φάρυγι διὰ κέρατος ἐπίχεε. καὶ μετὰ τὴν ἕκτην ἡμέραν διακινῆσαι ἀνάγκασον. καὶ ὅταν ἀναπατήσῃ, κολυμβησάτω. καὶ οὕτως ὁδῷ προβαίνων, στερροτέρας τροφῆς προσφερομένης, ὑγιανεῖ. ἄλλο εἰς τὸ αὐτὸ πάθος καλὸν καὶ ἁπλοῦν.
26 22 (t) [1] Ἀφρόνιτρον οἶνον ἔλαιον ἕψημα ἀξούγγιον καὶ βολβούς, ὁμοῦ πάντα συγκόψας, ἐκ τούτων τὰς ὠμοπλάτας ἀπότριβε. ἄλλο· εἰ ἐλαφρῶς πάσχῃ τὰς ὠμοπλάτας.
26 23 (t) [10] Ἵππος εἰ ἐλαφρῶς πάσχει τὰς ὠμοπλάτας, οἰνελαίῳ αὐτὸν ἀπότριβε. εἰ δὲ σφοδρότερον πάσχει, διάτρησον τὸ σῶμα αὐτοῦ, ἀρχόμενος ἀπὸ τῆς χαίτης μεταξὺ τοῦ δέρματος καὶ τοῦ τραγάνου ἀπὸ δακτύλων ὀκτώ, ὥστε αὐτοῦ μὴ ἅψασθαι, καὶ ἐμφυσήσας ἄνεμον ἔμβαλλε, καὶ λεπτῇ ῥάβδῳ ἁπαλῶς πλῆττε τὰς ὠμοπλάτας, καὶ ἅλατι καὶ ἐλαίῳ ἀπότριβε αὐτῇ τῇ ἡμέρᾳ. τῇ δὲ ἐπιούσῃ τράκτωμα ποίει, οὗ ἡ κατασκευὴ αὕτη· σεμιδάλεως ἢ ἀλεύρου σιτίνου ἢ κριθίνου ξέστας δύο, ᾠῶν δύο τὸ λευκὸν μόνον, λιβάνου γ ο α c ʹ, ὄξει φυράσας, τῇ χειρὶ μετ’ αὐτοῦ τὰς ὠμοπλάτας ἀπότριβε, καὶ ἐπὶ πολλαῖς ἡμέραις θερμῷ ὕδατι ταύτας ἀπάντλει, ἵνα καθυγρανθῶσιν, καὶ ἐφ’ ἑκάστης ἐκ τοῦ τρακτώματος ἐπιτίθει, προαποπλύνων οἴνῳ τὸν τόπον. ἄλλο.
26 24 (t) [5] Δαφνοκόκκων λίτρας τὸ ἥμισυ, οἴνου παλαιοῦ λίτραν μίαν, νίτρου τὸ ἀρκοῦν, τὸ νίτρον καὶ τὰ δαφνόκοκκα κόψας καὶ σήσας, καὶ ἐν ἑνὶ ἀγγείῳ πάντα συμμίξας, προαπάντλει τὰς ὠμοπλάτας θερμῷ ὕδατι, καὶ ἐν ἡλίῳ χρῖε τούτῳ τῷ βοηθήματι. εἰ δὲ ἡ ὠμοπλάτη ἐκβληθείῃ, εἰσάγων αὐτήν, τῇ αὐτῇ θεραπείᾳ χρήσῃ. ἥτις εἰ μὴ προχωροίη, καυτῆρα πρόσαγε. ἄλλο.
26 25 (t) [1] Κόκκων δάφνης λίτραν μίαν, θείου ἀπύρου γ ο γʹ, πίσσης ὑγρᾶς ξέστας βʹ, κόψας πάντα οἴνῳ καὶ ἐλαίῳ μῖξον καὶ οὕτως ἀπότριβε. Τιβερίου πρὸς ὠμοπλάτης χάλασμα.
26 26 (t) [t2] Πίσσης ξηρᾶς λίτρας βʹ, ῥητίνης Κολοφωνίας λίτρας βʹ, ῥητίνης τερεβενθίνης γ ο δύο, χαλβάνης γ ο βʹ, μίξας ἐν ταὐτῷ, χρῶ. Ἀψύρτου περὶ οἰδήματος ἐν ὤμῳ παρὰ τὸν ἀγκῶνα.
26 27 (t1) [10] Ἄψυρτος Μάρκῳ ἱπποϊατρῷ χαίρει ν . βούλομαί σε εἰδέναι, ὅτι ἐπὶ τῷ ὤμῳ τῷ λεγομένῳ ἀγκῶνι παρὰ τὴν μάλην ἢ ὑπὸ ζώνην συμβαίνει οἰδήματα γίγνεσθαι ἐκ ταὐτομάτου. οἱ δὲ πρὸ ἡμῶν εἶπον ἐξ ὠμότητος γίνεσθαι· οἷς ἐγὼ οὐ συγκατατίθεμα ι. θεραπεύεται δὲ πρόσφατα ὄντα καὶ ἐμφύσημα ἔχοντα καυστικῷ καταχριόμενα. ὅταν δὲ στεατωθῇ καὶ σκλήρωσιν ἔχῃ, ἐκτέμνεται καὶ θεραπεύεται, ὡς καὶ τὰ λοιπὰ ἕλκη τὰ ἐν τῇ ῥάχει γιγνόμενα, ἅτινα λέγεται κύστις. ἀρίστη δὲ θεραπεία ἡ διὰ καυτηρίου, ὡσαύτως καὶ τῶν ἐν τῇ συνωμίᾳ· περιτεμνόμενα γὰρ λειπόδερμα γίνεται καὶ δυσαπούλωτα μένει. ὅταν δὲ γένηται ἐν αὐτοῖς σηπεδὼν κατὰ βάθος καὶ ἅψηται τοῦ ὑποκειμένου νευρίου, ἀναπεσὼν οὐ δύναται ἐγείρεσθαι, ἀλλὰ διαφωνεῖ. Πελαγωνίου περὶ ἐκβολῆς σπονδύλου.
26 28 (t) [1] Πρῶτον σάπωνι ἀπόπλυνον, εἶτα ὕδατι ὀμβρίῳ βαλὼν ἔλαιον, καὶ ᾠῶν τὸ λευκὸν ταράξας, ποίει ἀνακόλλημα καὶ χρῶ. ἄλλο.
26 29 (t) [5] Συκῆς κλάδους ξηροὺς καύσας, καὶ τούτων τὴν τέφραν καθαρὰν λαβών, σῆσον, καὶ μετὰ τοῦτο βαλὼν εἰς θυίαν τὴν αὐτὴν τέφραν, σύμμιξον οἴνου τὸ ἀρκοῦν καὶ ἐλαίου τὸ ἴσον καὶ δύο ᾠῶν τὸ λευκόν, καὶ πάντα ἐν ταὐτῷ συνταράξας, ἐπὶ τῆς χρείας χρῶ. πρὸς σπονδύλους ἢ νώτους διερρωγότας.
26 30 (t) [5] Κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς γ ο δʹ, ἰοῦ γ ο βʹ ἐλαίῳ συνεψήσας χρῶ. ὥστε δὲ μὴ ῥῆξιν ὑπομεῖναι τραχήλους μουλῶν, τοῦτο ποίει· στέατος χοιρείου νεαροῦ λίτρας βʹ, ὄξους ξέστας βʹ, ἑψήσας ἕως οὗ ἀποτριτωθῶσιν, καὶ διυλίσας, χρῶ. πρὸς πόνον σπονδύλου.
26 31 (t) [t2] Αἷμα λαμβάνειν χρὴ καὶ θερμοῖς ἀλείμμασι χρῆσθαι, τοῦτ’ ἔστι κηρὸν ἔλαιον ἀξούγγιον παλαιόν, νίτρον πίσσαν ὑγράν, ἄσφαλτον κόκκους δάφνης ἐν οἴνῳ μίξας, τὸ σῶμα ὅλον ἀπότριβε, καὶ εἰ χρεία καλέσοι, καὶ εἰς λουτρὸν εἰσαγαγὼν λοῦσον. μετὰ δὲ τὴν θερα πείαν ταύτην προπότιζε οὕτως· ζιγγιβέρεως πετροσελίνου κυμίνου ὀπίου δαφνοκόκκων τὸ ἀρκοῦν μετὰ οἴνου καλοῦ καὶ μέλιτος συμμίξας, θερμὸν δίδου. πρὸς σπονδύλων πόνους καὶ σπασμοὺς τῶν ἐν αὐτοῖς νεύρων.
26 32 (t1) [1] Καυτηρίασον ἐξ ἑκατέρων τῶν μερῶν καθαρίως τὸν σπόνδυλον, καὶ μετὰ ταῦτα ἀξουγγίῳ ἐπάλειφε, καὶ μεθ’ ἡμέρας ζʹ ὕδατι θερμῷ ἀπόπλυνον, καὶ μετὰ τὸ ψυγῆναι ἀλείμμασι θερμαντικοῖς σύγχριε, καὶ δέρματι μετὰ ἐρέας περιδέσμει. Ἱεροκλέους πρὸς ἕλκος ἐπὶ ῥάχεως καὶ πλευρᾶς.
26 33 (t) [5] Ἐὰν ἐπιπόλαιον ᾖ τὸ ἕλκος καὶ ἐψιλωμένον τὸ μέρος, κυνὸς κεφαλὴν καύσας, τὴν τέφραν ἐπίπασσε· πρὸς γὰρ τῷ θεραπεῦσαι καὶ τριχώσει. ἐὰν δὲ εἰς βάθος 〈ᾖ〉 ἢ ἧλον ἔχῃ, ὀρόβινον ἄλευρον ἀναλαβὼν μέλιτι, ἐλλύχνιόν τε γεμίσας, ἐπιτίθει καὶ πλήρου, καὶ ἐκβάλλει τὸν ἧλον καὶ ἀπουλοῖ. ἄλλο εἰς ῥάχιν.
26 34 (t) [1] 〈 Οὔλπιος Φοῖβος ἐπαρχικό ς · 〉 Συκῆς φύλλα ἐμβληθέντα εἰς φοῦρνον, ἕως οὗ ξηρανθῇ, μέχρι τοῦ δύνασθαι κοπῆναι, κόψας καὶ σήσας, ἐπίπλασσε. τὸ αὐτὸ γὰρ ἀνακαθαίρει καὶ ἀπουλοῖ. ἄλλο.
26 35 (t) [1] Τιθύμαλλον χλωρὰν σὺν τῇ ῥίζῃ τρίψας καὶ σήσας, ἔμπλασσε· εἰ δὲ βραχὺ εἴη, σύγκοπτε αὐτῷ ἁλὸς αὔταρκες. ἀνακόλλημα εἰς ὠμοπλάτην.
26 36 (t) [1] Κώνης γ ο ἕξ, ῥητίνης πιτυΐνης ἕξ, κόλλης ταυρείας γ ο γʹ, μάννης γ ο ἕξ, γύρεως ξέστην ἕνα, οἴνου παλαιοῦ τὸ ἱκανόν, εἰς πατέλλιον βαλὼν καὶ ἑψήσας, ἀνάχριε ἀνὰ τρίχα. ἄλλο πρὸς ὦμον.
26 37 (t) [t2] Ὀποβαλσάμου γ ο αʹ, κρόκου γ ο αʹ, ὀποῦ Κυρηναϊκοῦ γ ο βʹ, νουμικίου οὐγκίαν αʹ, στίβε ως γ ο αʹ, κινναμώμου γ ο δʹ, λιβάνου ἄρρενος, νάρδου Συριακῇς, σμύρνης τρωγλίτιδος, πεπέρεως λευκοῦ, ὀποπάνακος, ῥητίνης πιτυΐνης ἀνὰ γ ο αʹ, μέλιτος Ἀττικοῦ λίτραν μίαν, ταῦτα συμμίξας χρῶ. Θεομνήστου μάλαγμα καυστικὸν καὶ τονωτικὸν εἰς τὰ κατὰ ῥάχιν ἕλκη καὶ εἰς πᾶν ἄρθρον.
26 38 (t1) [15] 〈μάλαγμα καυστικὸν καὶ τονωτικὸν οὐ μόνον ἐπὶ τοῖς θεραπευομένοις ὑποζυγίοις 〈εἰσ〉 τὰ κατὰ τὴν ῥάχιν ἢ τὰς συνωμίας ἕλκη ἢ κατ’ ἄρθρον ἢ κατὰ ἐπίνεφρα, ὅταν μείνῃ μὴ τονωθέντα. ὀλίγῃ γὰρ ἀφορμῇ πάλιν εἰς τὴν αὐτὴν ἐπανάγει διάθεσιν. δεῖ δὲ καὶ τῆς προλαβούσης ὑπομιμνήσκειν θεραπεύσεως. ἔστιν οὖν τῶν τοιούτων ἁπάντων τονωτικὸν φάρμακον τὸ ὑποτεταγμένον· ἀποχύματος,〉 ῥητίνης φρυκτῆς, ἀσφάλτου Ἰουδαϊκῆς, πίσσης, κηροῦ, ἰοῦ, ἑκάστου ἀνὰ λίτραν μίαν, ἀμμωνιακοῦ θυμιάματος γ ο ἕξ, λιβάνου γ ο δʹ, χαλβάνης γ ο θʹ, ὀποπάνακος γ ο βʹ, τήξας τὰ τηκτά, καὶ κινῶν τῷ σπαθίῳ, ἐπίχριε, ἕως ἂν ᾖ θερμά. ἐὰν δὲ σκληρὸν γένηται, βάλε ἀξούγγιον παλαιὸν κεκομμένον, καὶ [οὕτω ποίει μαλακώτερον, καὶ χρῶ.] 〈πρόσβαλε καὶ ἀμμωνιακοῦ θυμιάματος. καὶ ἄνευ δὲ τοῦ ἰξοῦ καλῶς ποιεῖ. καύματος ὄντος, ἵνα μὴ λυθῇ τὸ χρῖσμα, προσβαλὼν πλοίου ξύσματος καὶ ἀνθήλης παλαιᾶς γ ο δʹ, χρῶ θαυμαστῷ φαρμάκῳ.〉 ἄλλο τοῦ αὐτοῦ τονωτικόν.
26 39 (t) [5] Οὐχὶ τοῦ προτέρου κατηγοροῦντες ἀδυναμίαν, τὸ δεύτερον γράφομεν φάρμακον, ἀλλὰ τὸ ἐκ περιουσίας καὶ μᾶλλον εὐπόριστον καὶ δυνατὸν πενιχροτέροις κατασκευάσαι ἐκθησόμεθα· ἀσφάλτου Ἰουδαϊκῆς, στυπτηρίας σχιστῆς ἀνὰ γ ο ἕξ, ἀξουγγίου παλαιοῦ λίτραν αʹ, λιθαργύρου γ ο γʹ, χαλβάνης γ ο αʹ, ὀποπάνακος γ ο αʹ, ὄξους σκιλλιτικοῦ ξέστην αʹ, ἐλαίου ξέστου τὸ ἥμισυ ἑψήσας, καλῶς κατάχριε. ἄλλο πρὸς νῶτον βλαβέντα.
26 40 (t) [1] Ἄλφιτα μετὰ οἴνου καὶ ἐλαίου συμφύρασον καὶ περίπλασον τὸν τραυματισθέντα τόπον. εἰ δὲ πνεύμονα ποιήσει, τοῦτον σιδήρῳ ἀπότεμνε, καὶ ἐπιτίθει ἀφόδευμα ἵππου μετὰ ἐλαίου καὶ ὄξους καὶ ἅλατος φρυκτοῦ. ἄλλο πρὸς πόνον ῥάχεως.
26 41 (t) [5] Εἰ τὴν ῥάχιν ἵππος ἀλγεῖ, τοῦτον φλεβοτόμησον, καὶ θερμοῖς ἀλείμμασι τοῖσδε θεράπευσον· δαφνόκοκκα καὶ θεῖον καὶ ἔλαιον καὶ ἀξούγγιον καὶ νίτρον μετὰ κεδρέας καὶ οἴνου μίξας, ἅπαν τὸ σῶμα τοῦ ἵππου ἀπό τριβε, ἐν ἡλίῳ ἢ θερμοτάτῳ τόπῳ στήσας. ἄλλο· εἰ τραύματα ἐν τῷ νώτῳ ποιήσει.
26 42 (t) [1] Τὰ ὄστρακα τῶν ὀστρέων λειώσας κἀκεῖθεν ξηρίον ποιήσας, ἐπίπασσε τὸν πάσχοντα τόπον, ἢ παγούρων κεκαυμένων λίτραν μίαν ἐπίπασσε. Ἄλλο εἰς νῶτον.
26 43 (t) [1] Σκωρίας σιδήρου γ ο αʹ καὶ ἰοῦ χαλκοῦ γ ο αʹ ἀναμίξας καὶ ξηρίον ποιήσας, πρότερόν τε τὸν νῶτον τοῦ ἵππου οἴνῳ ἀποπλύνας, ἐπίπασσε ἐκ τοῦ αὐτοῦ ξηρίου. ἄλλο· εἰ τραῦμα ἐν νώτῳ σχῇ.
26 44 (t) [t2] Κηκῖδας Συριακὰς τρίψας καὶ μέλιτι ἀναδεύσας, τῷ τραύματι ἐπιτίθει. πρὸς τραῦμα νώτου κατὰ ἀπειρίαν τοῦ καθεζομένου γινόμενον.
26 45 (t1) [5] Τὸν ἀπόδεσμον τῶν κρομύων, ἐξ οὗ ταῦτα ἠρτημένα ἐτύγχανεν, τοῦτ’ ἔστι τὰ ξηρανθέντα φύλλα εἰς θερμὸν ἐμβαλὼν καὶ ζέσας, ἐπίθες ἐπάνω τῆς φλεγμονῆς τοῦ ζῴου, ἕως θερμὰ εἴη, καὶ ἐπίδησον μετὰ φασκίας, ἤ, εἰ βούλει, καὶ αὐτὴν τὴν σέλλαν τῷ ἵππῳ ἐπίθες, ὥστε μίαν ἡμέραν καὶ νύκτα οὕτω μεῖναι. περὶ ὀρθοπνοίας.
27 1 (t) [10] Αψύρτου. Ἄψυρτος Σεκούνδῳ ἱπποϊατρῷ χαίρει ν . ὀρθοπνοίας γενομένης σημεῖα τάδε· περιπατῶν ἀφίσταται, καὶ ἀναπνεῖ διόλου ὁ ἵππος βαρύ, καὶ εἰς τὸ πρόσαντες περιπατεῖν οὐ δύναται, ἀλλὰ ἀποκλίνεται, ὥστε καὶ πίπτειν. ἀναπεσὼν δὲ οὐκ ἐκτείνει ἑαυτὸν οὐδὲ πλατύνεται, μᾶλλον δὲ ἀνεγείρεσθαι θέλει. θεραπεύεται δὲ οὕτως· λιβανωτοῦ ὁλκας βʹ, θείου ὁλκὴν αʹ δεῖ τρίβειν λίαν καὶ διέντα οἴνῳ λευκῷ εὐώδει καὶ μέλιτι ἐγχυματίζειν διὰ τῶν μυκτήρων. ἢ πίσσης ὀρὸν καὶ νίτρον ὀπτὸν λεῖον μίξαντα μέλιτι καὶ οἴνῳ ἐγχεῖν, μέχρις ἂν παύσηται τὸ συνεχὲς πνεῦμα. καὶ μὴ ῥιγούτω μηδὲ γυμνασίοις χρήσθω. καὶ νίτρον δὲ εἰς τὸ ποτὸν βάλλειν καὶ τὸν χόρτον περιρραίνειν αὐτῷ, καὶ ἂν μὴ πρὸς ταῦτα παύηται, τῷ καθαρτικῷ χρῆσθαι. Ἱεροκλέους περὶ ὀρθοπνοίας.
27 2 (t) [5] Σημεῖα ὀρθοπνοίας τάδε· δυσπνοεῖ, καὶ οἱ μυκτῆρες διαπέπρηνται, καὶ ἐκ τῶν λαγόνων ἕλκεται. δεῖ τοίνυν θερμαντικὰ τούτῳ προσφέρειν, ὥς φησι Κλεομένης ὁ Λίβυ ς· ὀρόβους βεβρεγμένους, ἐρεβίνθους βρόμους κριθάς, καὶ τῷ ποτῷ παραμίσγειν ἄλευρον, καὶ ἐγχυματίζειν τραγακάνθης καὶ θείου ἀπύρου βραχεῖ διὰ γλυκέος οἴνου. τοῦ αὐτοῦ εἰς τὸ αὐτό.
27 3 (t) [1] Σκυλάκιον σφάξας, ἔγχει διὰ στόματος τὸ αἷμα θερμόν, ἐπιπάσσων κυμίνου Αἰθιοπικοῦ λείου κοχλιάρια βʹ ἐπὶ ἡμέραις θʹ. ἄλλο τοῦ αὐτοῦ.
27 4 (t) [5] Σύμφυτον, ὃ καλοῦσιν ἵππουρον, θλάσας ἐκ πίασον τὸν χυλὸν εἰς κοτύλας βʹ, καὶ κυμίνου Αἰθιοπικοῦ κοχλιάρια βʹ, διεὶς οἴνου κοτύλῃ ἐγχυμάτιζε, καὶ λιβανωτὸν τρίψας καὶ θεῖον, ἐν μέλιτι καὶ οἴνῳ διείς, ἔγχει διὰ τοῦ ἀριστεροῦ μυκτῆρος. περὶ δυσπνοίας.
27 5 (t) [15] Τοῦ δυσπνοοῦντος ἵππου σημεῖα ταῦτα· τὸν δεξιὸν ὀφθαλμὸν ὑπόχλωρον ἔχει, ἐξ ἑκατέρου μυκτῆρος ὀσμὴν δυσώδη πέμπει, τὰς λαγόνας ἕλκει, ὑπὸ τὰς γνάθους κορδυλώματα τίκτει. τὸν οὖν περίπατον αὐτοῦ κατανόησον· καὶ ἐὰν εἰς τὸ δεξιὸν μέρος ἐπιρρεπέστερος ᾖ, οὐκ εὐχερῶς θεραπεύεται. εἰ δὲ τὸ πάθος νεαρὸν ᾖ, ταύτῃ κέχρησο τῇ μεθόδῳ· αἷμα αὐτοῦ ἀφαίρει ἐπὶ ἡμέραις τρισίν, εἶτα προπότιζε οὕτως· οἴνου παλαιοῦ ξέστην ἕνα, ἐλαίου δαφνίνου ξέ. τὸ ἥμισυ, κρόκου γ ο αʹ, ἐλαίου ῥοδίνου λίτραν αʹ, ἐλαίου σχινίνου ξέστου τὸ ἥμισυ, σμύρνης τρωγλίτιδος γ ο αʹ, ὑδρομέλιτος ξέ. γʹ· ταῦτα πάντα εἰς χαλκεῖον καινὸν βαλὼν καὶ σὺν αὐτοῖς ἀλεκτρυόνα καθεψήσας, ἀποτρίτωσον, καὶ ἀπ’ αὐτοῦ ἀνὰ ἡμίναν μίαν δίδου μετὰ ὑδρομέλιτος καὶ ᾠοῦ ἑνὸς διὰ μυκτήρων ἐπὶ ἡμέραις ἕξ. ἐκ τούτου δὲ τοῦ προποτίσματος, εἰ βούλει, καὶ εἰς τὴν κεφαλὴν ἐπίβαλλε καὶ ἐπιδέσμει πρὸς πόδα, καὶ θεραπεύσεις. ἄλλο Μάγωνος.
27 6 (t) [15] Ἐὰν ἰσχυρᾷ δυσπνοίᾳ ὁ ἵππος συνέχηται, κρεμνᾷ τὰς λαγόνας, καὶ τοὺς ὀφθαλμοὺς ἀμφοτέρους ἢ τὸν ἕνα τὸν δεξιὸν κεχρωσμένον ἔχει καὶ τὴν γνάθον οὐδὲν ἧττον φλεγμαίνουσαν καὶ τὸ βῆμα οὐκ ὀρθόν. τοῦτο τὸ πάθος ἐν ἀρχῇ εὐχερῶς θεραπεύεται, εἰ καὶ μετὰ πολλῆς τῆς ἐπιμελείας. τὸ σχῆμα τοίνυν αὐτοῦ κατάμαθε λεπτομερῶς· καὶ εἰ μὲν εἰς τὸ δεξιὸν κεκύρτωται μέρος, ἰαθήσεται, εἰ δὲ εἰς τὸ ἀριστερόν, δυσχερέστατα ζήσεται. ὅμως προσφέρειν δεῖ ταῦτα· τὰς δώδεκα φλέβας τοῦ ἵππου λύσας, οὕτω μέντοι, ἵνα ἐπὶ ἡμέραις τρισὶ λύῃς ἀνὰ φλέβας δʹ, μετὰ τοῦτο δίδου τὸ προπότισμα τοῦτο· κρόκου, σμύρνης τρωγλίτιδος, ναρδοστάχυος, πεπέρεως λευκοῦ ἀνὰ γ ο αʹ, ὑδρομέλιτος ξέ. γʹ, ἐλαίου παλαιοῦ ξέ. αʹ, ἐλαίου ῥοδίνου λίτρας c ʹ, φακῆς ξέ. c ʹ, πάντα ἐν ἀγγείῳ βαλὼν καινῷ καὶ ἑψήσας ἅμα σκυλακίῳ ὅσον ἡμερῶν δέκα, ἐπιβαλὼν μέλι ἢ ὑδρόμελι καὶ ᾠὸν ἕν, ἐπὶ ἡμέραις συναπταῖς καὶ πολλαῖς ἐγχυμάτιζε. ἄλλο Πελαγωνίου.
27 7 (t) [5] Ἑψήματος Κρητικοῦ ξέ. αʹ, ἴρεως Ἰλλυρικῆς, πεπέρεως, κρόκου, σμύρνης τρωγλίτιδος, λιβάνου ἀλεύρου, τραγακάνθης ἀνὰ γ ο αʹ, σταφίδων τὸ ἀρκοῦν. ταῦτα πάντα συμμίξας δίδου, καὶ τὰς φάρυγας αὐτοῦ μέλιτι βουτύρῳ ἀξουγγίῳ καὶ ἅλατι μετὰ ταῦτα καταλέαινε. ἄλλο.
27 8 [10] Τοῦτο καὶ Ἕλληνες ὀρθόπνοιαν ἐκάλεσα ν . γνωρίζεται δέ, ἡνίκα ὀρθὰ φέρει τὸ ζῷον τὰ ὦτα, καὶ πυῶδες ἐκπέμπει ὑγρόν, καὶ συνεχέστερον τὰς λαγόνας ἕλκει τούς τε ὀφθαλμοὺς ἠνεῳγμένους ἔχει. ἡ δὲ θεραπεία ἐστὶ τοιαύτη· αἷμα ἐκ τοῦ σπονδύλου λαβών, καὶ ὄξει καὶ ἐλαίῳ συμμίξας, ἐνάλειφε τὸ ζῷον. ἀπεχέσθω δὲ καὶ τροφῆς ὅσον δυνατόν, ἢ κεχρήσθω τοῖς θερμαίνειν δυναμένοις, ὀρόβοις ἢ ἐρεβίνθοις ἢ ἀλεύρῳ σιτίνῳ χειμῶνος, τῷ δὲ θέρει κριθίνῳ. βαλὼν δὲ τραγάκανθαν καὶ ἕψημα καὶ ἄσφαλτον, πρόσθες καὶ αἷμα κυνός, καὶ κυμίνου λελειωμένου τοσοῦτον, ὅσον τρισὶ δακτύλοις δυνηθῇς ἆραι, καὶ ἐπεμβαλὼν οἴνου, δίδου. ἢ ᾠοῦ τὸ λευκὸν μετὰ μέλιτος καὶ στροβίλων λελειωμένων ἐπὶ ἡμέραις κʹ ἢ καὶ πλείοσιν, ἄχρις οὗ ὁ πνεύμων θεραπευθῇ. εἰ δὲ μὴ ὠφεληθῇ, ἐλλεβόρου ῥίζαν τοῦ μέλανος εἰς τὸ στῆθος ἐπιτίθει ἢ καὶ εἰς τὰς τῶν ὤτων ἀρχὰς ἢ καὶ εἰς τὰς τῶν μυκτήρων, δι’ ὧν πᾶσα ἡ νόσος ἐκβληθήσεται.
27 9 [5] δίδου δὲ καὶ παστίλλους μετὰ ὑδρομέλιτος καὶ πικρῶν ἀμυγδάλων καὶ ἀγρίου σικύου ῥίζης, μέλιτι ἀναλαβών. ἢ ῥίζαν συκαμίνου ὡς ὀβολοὺς τρεῖς λειώσας, μετὰ οἴνου θερμοῦ εἰς τοὺς μυκτῆρας ἔγχει. τῶν δὲ δυσπνοϊκῶν ζῴων πρότερον ἐλαίου κυάθῳ ἑνὶ καὶ οἴνου ξέ. ἑνὶ τὴν κεφαλὴν ἀπόσμηχε, δι’ ὧν τοῖς ἀβοηθήτοις πάθεσιν θεραπεία κατεπαγγέλλεται. ἄλλο.
27 10 (t) [5] Ἡ δύσπνοια γίνεται ἐκ πλείστου ἱδρῶτος καὶ ἐκ κόπου καὶ ἄσθματος. ὁ δὲ τῷ πάθει τούτῳ συνεχόμενος ἵππος διὰ τῶν μυκτήρων ὑπόπυον ἰχῶρα φέρει. χρησιμώτατον δὲ πρὸς τὸ πάθος προπότισμα τόδε· ἑψήματος Κρητικοῦ ξέστην ἕνα ἥμισυ, κόστου γ ο γʹ, ὑσσώπου ἄνθους, κασίας σύριγγος, τραγακάνθης ἀνὰ γ ο βʹ, ἀβροτόνου γ ο γʹ, λιβάνου ἄρρενος ξηροῦ γ ο βʹ· ταῦτα πάντα κόψας ἐπιμελῶς, καὶ μίξας τῷ ἑψήματι, διὰ τῆς φά ρυγος ἐγχυμάτιζε. Τιβερίου εἰς τὸ αὐτό.
27 11 (t) [5] Τῆς δυσπνοίας σημεῖα ταῦτα· αἱ λαγόνες τοῦ ἵππου σφάλλουσι σφόδρα, αἱ ῥῖνες αὐτοῦ φυσῶσι, καὶ λύπη τούτῳ προσγίνεται, ὀχλουμένῳ ὑπὸ τοῦ πάθους. θεράπευε οὖν οὕτως· ᾠὰ βρέξας εἰς ὄξος τρία τῇ αʹ ἡμέρᾳ, τῇ δὲ δευτέρᾳ εʹ καὶ τῇ τρίτῃ ζʹ, δὸς ἐν τῷ στόματι, ἐκπιέζων τὸ λέπος αὐτῶν. πρὸς σηπεδόνας τὰς ἐν τῇ γνάθῳ.
28 1 (t) [1] Αψύρτου. Συμβαίνει πάθος ἐν τῷ ψαλίῳ. χαλκῖτιν οὖν ὀπτήσας ἐν τῷ πυρί, ἵνα γένηται διάπυρος, καὶ τρίψας μετὰ μέλιτος, ὥστε λεῖα γενέσθαι, βαλὼν εἰς πυξίδα, χρῶ πρὸς τὰς σηπεδόνας καὶ νομὰς τὰς ἐν στόμασι καὶ πανταχοῦ. Ἱεροκλέους εἰς τὸ αὐτό.
28 2 [10] Ἐὰν σηπεδὼν γένηται, ἀναπτύξας αὐτὴν καὶ φανερὰν ποιήσας, πρόσκαυσον, φυλασσόμενος, μὴ παράψῃ τοῦ τένοντος. ἐν δὲ τῇ ῥάχει ἐὰν ᾖ, τεμὼν ταχέως τὸν χιτῶνα, πρόσκαυσον. ἐὰν δὲ ᾖ ἐν τῇ πλευρᾷ, τέμνε ἕως τοῦ ὀστέου, προσέχων ἀσφαλῶς. εἶτα κατάπλασσε κυπάρισον, κόψας λίαν, καὶ ἀλφίτων μίξας ἴσον, ὄξει τε φυράσας προϋπόχριε ἐλαίῳ τὸν τόπον. μὴ περιπλύνῃς μέντοι τὸ ἕλκος ἐπὶ ἡμέραις τρισίν. τῇ δὲ τετάρτῃ περίπλυνον, μὴ προσάγων τὴν χεῖρα. ἢ κράμβης φύλλα κόψας, καὶ ἄλφιτα ἐπιβαλών, ὕδατι φυράσας κατάπλασσε. ἢ πράσα ἄγρια καὶ ἥμερα κόψας, ἐπιβαλών τε ἄλευρον κρίθινον καὶ λειώσας, κατάπλασσε. ἐὰν δὲ αἱ ἐσχάραι ἐκπέσωσι, καὶ φανερὰ γένηται ἡ σηπεδών, προϋποχρίσας τῷ τραυματικῷ φαρμάκῳ ἀριστολοχείαν κόψας ἢ πίσσαν ὠμὴν ἐπὶ τὴν σηπεδόνα ἐπίθες, 〈ἢ〉 ἄγχουσαν ἢ χαλκῖτιν τρίψας ἢ φλόμου φύλλα ἢ σιδηρῖτιν βοτάτην.
28 3 [5] ἔχεις δὲ πρὸς σηπεδόνας ἐν τῷ δευτέρῳ μου βιβλίῳ ἐν ταῖς σκευασίαις τῶν φαρμάκων συντάγματ α . ἄλλο.
28 4 (t) [1] Ῥόαν ὀξίνην κόψας μετὰ ἀλφίτων ἐπίπας σε, καὶ ἐν ὄξει φυράσας κατάχριε. ἢ κυπάρισον κόψας καὶ ἀλφίτοις καὶ ὄξει δεύσας, κατάπασσε. ἄλλο.
28 5 (t) [1] Χαμελαίας κεκομμένης καὶ σεσησμένης, καὶ ἀριστολοχείας τῆς στρογγύλης ὡσαύτως κεκομμένης καὶ σεσησμένης τὸ ἴσον ὕδατι φυράσας, ἐπιδέσμει. περὶ καρδιακοῦ.
29 1-3 (t) Αψύρτου. Ἄψυρτος Ἀγαθοκλεῖ ἱπποϊατρῷ χαίρει ν .
29 1 [5] ἱπποτροφοῦντά σε εὔχρηστον εἰδέναι τῶν καρδιακῶν τὰ σημεῖα 〈καὶ τὰ πρὸς αὐτὰ βοηθήματα. ἔστι δὲ ταῦτα·〉 λαγαρὸς γίνεται καὶ ἀνεσπακὼς τὴν γαστέρα 〈καὶ〉 κατωπός ἐστι καὶ λελυπημένος, οἵ τε ὄρχεις οἰδοῦσιν [καί], 〈ὁμοίως ὑπὸ〉 τὸ γόνυ 〈πονεῖ καὶ οἰδεῖ.〉 γινώσκεται μὲν ἐκ τούτων, θεραπεύεται δὲ οὕτως· δεῖ τούτοις τὰ θερμαίνοντα διὰ τῶν μυκτήρων ἐγχεῖν, ἢ καὶ τὴν γλῶτταν καταλαμβανόμενον διὰ τοῦ στόματος, πέπερι καὶ οἶνον καὶ ἔλαιον καὶ σκίλλαν ὡσαύτως, ἢ δαφνίδας ἢ λιβανωτὸν ἢ ἀριστολοχείαν ἤ σμύρνην ἢ θύμον, ἢ καὶ τοῖς ἄλλοις θερμαντικοῖς τοῖς ἁρμόζουσι χρῆσθαι.
29 2 [10] τροφὴν δὲ παραβάλλειν τὴν ξηρὰν καὶ μηδὲν τῶν χλωρῶν, καὶ τρῖψιν ποιεῖσθαι οἴνῳ καὶ ἐλαίῳ. ἔστω δὲ ἐσκεπασμένος τὴν κοιλίαν, μάλιστα δὲ τὸ στῆθος, καὶ τρίβειν θείῳ μετὰ ἐλαίου [καὶ διδόναι]. καὶ τὴν ἱπποστασίαν δὲ δεῖ καθαρὰν εἶναι, καὶ κεῖσθαί τι ἐν αὐτῇ τῶν εὐωδίαν ἐχόντων· μυρσίνας, δάφνας ἢ τὰ τοιαῦτα. ὅταν δὲ γένηται πρὸς τοῖς γεγραμμένοις σημείοις, 〈ὅτι〉 ἀδυνατεῖ τοῦ περιπατεῖν, ἀναγκαζόμενος δὲ παραφέρεται εἰς τοὺς τοίχους, καὶ τῷ ἀπαντῶντι ἐμπίπτει, καὶ κατωπός ἐστιν, ὡς προείρηται, καὶ ἱδροῖ τὴν κοιλίαν καὶ τοὺς ὤμους, ὡς καὶ τρόμον ἐν αὐτῷ καὶ σπασμὸν γίνεσθαι, καὶ πίπτειν ἀθρόως καὶ μὴ πλατύνεσθαι, ἀλλ’ ἐπὶ τὴν κοιλίαν κατακεῖσθαι, ὀδυνώμενον σφόδρα, καὶ μὴ ὑπομένειν, ἐγείρεσθαι δὲ θέλοντα μὴ δύνασθαι ἀλλ’ 〈ἢ〉 μετὰ βίας, καὶ ἀνεσπακότα τοὺς διδύμους εἶναι, τό τε αἰδοῖον προβάλλειν, καὶ προΐεσθαι τὸ οὖρον κατ’ ὀλίγον, γινώσκειν δὲ δεῖ, ὡς τοῦ τοιούτου παρεμπέπτωκεν εἰς τὰς ἀρτηρίας ἡ χολὴ καὶ ἐπὶ τὴν καρδίαν ἐνήνεκται, καὶ ζῆν οὐ δύναται.
29 4-5 (t) Ἱεροκλέους εἰς τὸ αὐτό. Καρδιακὸν ἵππον γνώσῃ ἀπὸ τῶνδε· ἀνασπᾷ τὴν γαστέρα καὶ τὰς λαπάρα ς, καὶ ἔστι κατηφής, καὶ ἱδροῖ μάλιστα τὴν κεφαλήν.
29 4 [10] ὠφελεῖ γε μὴν αὐτὸν τὰ θερμαίνοντα, διά τε τῶν μυκτήρων καὶ τοῦ στόματος ἐγχεόμενα· πέπερι μετὰ οἴνου καὶ ἐλαίου ἢ σκίλλα ἢ λιβανωτὸς ἢ ἀριστολοχεία ἢ δαφνὶς ἢ σμύρνα ἢ θύμος ἤ τι τῶν ἄλλων τῶν θερμαντικῶν. τροφὴ δὲ παραβαλλέσθω ξηρά, καὶ τριβέσθω οἰνελαίῳ, ἐσκεπασμένος τὴν κοιλίαν, μάλιστα δὲ τὸ στῆθος, καὶ τριβέσθω θείῳ μετὰ ἐλαίου. ἔστω μέντοι καὶ ἡ ἱππόστασις καθαρά, καὶ κείσθω ἐν αὐτῇ τῶν εὐωδεστέρων· μυρσίναι ἢ δάφναι ἢ τὰ τοιαῦτα. ὅταν μέντοι ὑπὸ τοῦ καρδιακοῦ πάθους σφοδρῶς κατακρατῆται, περιπατεῖν ἀδυνατεῖ.
29 5 [5] εἰ δὲ ἀναγκάζοιτο περιπα τεῖν, φέρεται εἰς τοὺς τοίχους, ἐμπίπτει τε τοῖς ἀπαντῶσι, καὶ ἱδροῖ τὴν κοιλίαν, καὶ τρέμει τοὺς ὤμους μάλιστα, καὶ σπασμός ἐστιν ἐν αὐτῷ, πίπτων τε ἀθρόως, ἐγείρεσθαι θέλων οὐ δύναται εἰ μὴ μετὰ βίας, τούς τε ὄρχεις ἀνασπᾷ, ὡς καὶ τὰ οὖρα κατ’ ὀλίγον προΐεσθαι. τοῦ δὲ τοιούτου παρεμπέπτωκεν ἤδη ἡ χολὴ εἰς τὰς ἀρτηρίας καὶ ἐπὶ τὴν καρδίαν, καὶ ζῆν οὐκ ἂν δύναιτο. Θεομνήστου 〈ἤτοι Κασσίου〉 εἰς τὸ αὐτό.
29 6 (t) [10] Ἐὰν ἵππῳ ἐπὶ τὴν καρδίαν ῥεῦμα ἐπιγένηται ἢ ἕτερός τις πόνος, παρακολουθεῖ σπασμός, καὶ πίπτει ἐπὶ γόνυ, πάσχει τε τὸ σῶμα καὶ μάλιστα τὴν κεφαλήν. ἐὰν οὖν ταῦτα ποιῇ, ἐγχυμάτιζε τούτοις· σιλφίου ὅσον κύαμον, καὶ μέλιτος γ ο δʹ, καὶ νίτρου γ ο γʹ, καὶ ὕδατος ξέ. βʹ τεθερμασμένου, ὄξους ξέ. αʹ μίξας ἐν ταὐτῷ ἐγχυμάτισον. καὶ περιβαλὼν αὐτὸν διακίνει, καὶ ἐγχυματιζέ σθω δι’ ἡμερῶν τριῶν, χόρτῳ δὲ κεχρήσθω χλωρῷ ἢ ἀγρώστει ἢ μηδικῇ. ἐὰν δὲ μὴ ὑγιάνῃ, αἷμα ἄφελε αὐτοῦ ἀπὸ τῶν ἐμπροσθίων ποδῶν ἔσωθεν τῶν γονάτων καὶ τῶν ὀπισθίων, καὶ ὑγιάσεις. 〈δεδοκίμασται.〉 Πελαγωνίου εἰς τὸ αὐτό.
29 7 (t) [10] Τὸν καρδιακὸν ἐπιγινώσκομεν καὶ καταμανθάνομεν, ἐὰν συνεχέστερον εἰς τὴν γῆν ἐγκρούῃ τὴν κεφαλήν, ἢ πλειστάκις ἑαυτοῦ τὰς λαγόνας δάκνῃ, καὶ ἐὰν ἑστὼς ἁπλῶς ἱδροῖ. χρὴ δὲ τοῦτον θεραπεύειν οὕτως, ἐὰν ὄγκον ὑπομένῃ· σινήπεως καὶ λασάρου κυάμου μέγεθος, μέλιτος ὀξύβαφα βʹ, ὕδατος θερμοῦ κυάθους δύο, ὄξους κυάθους δʹ εἰς ἓν λειώσας προπότιζε. καὶ διακίνει, καὶ χλωρὰν τροφὴν παράβαλλε. μετὰ δὲ τὴν τῆς ὑγιείας ἀποκατάστασιν χρὴ τὰς τῶν τενόντων λύειν φλέβας, καὶ ἀπὸ τῶν ὀπισθίων μερῶν ἀφαιμάσσειν, ὥστε διηνεκῆ τὴν ὑγιείαν παραμένειν. Εὐμήλου πρὸς καρδίας πόνον.
29 8 (t) [10] Καρδίας πόνος διαγινώσκεται, ἡνίκα ὁ ἵππος τὸν δεξιὸν ὀφθαλμὸν δακρύει, 〈καὶ βαρύτερον ἀναπνεῖ〉, καὶ ἐπὶ τὰ γόνατα πίπτει. τούτου, καθὼς προείρητα ι, αἷμα ἀφαιρείσθω. ἐγχυματιζέσθω δὲ διὰ τοῦ ἀριστεροῦ μυκτῆρος οὕτως· μαράθου σπέρματος ὅσον ὀξύβαφον, ἀννήσου τὸ ἴσον, οἴνου λευκοῦ κοτύλην μιάν μίξας, ἐπὶ ἡμέραις τρισὶν ἐγχυμάτιζε· ἐὰν δὲ ἐπιμείνῃ, αἷμα ἀπὸ τῶν σκελῶν λάμβανε, καὶ μετὰ ταῦτα λασάρου ῥίζης ὡς κυάμου μέγεθος, καὶ νίτρου τὸ ἴσον, μέλιτος ὀξύβαφα βʹ, καὶ ὕδατος θερμοῦ κοτύλας δʹ ἐν ὄξους κοτύλῃ μιᾷ συμμίξας ἐγχυμάτιζε. ἢ σκίλλαν καὶ ἀριστολοχείαν ὀλίγην καὶ λίβανον καὶ σμύρναν καὶ θύμον ἐν οἴνῳ μίξας, διὰ μυκτήρων ἔγχει. τὸ δὲ ζῷον στρώμασι σκεπαζέσθω, καὶ ἡ ἱππόστασις ἔστω καθαρά, καὶ θυμιάσθω ἢ σμύρνῃ ἢ φύλλοις δάφνης, κριθῶν δὲ ἀπεχέσθω. περὶ νεφρίτιδος.
30 1 (t) [5] Αψύρτου. Νεφρῖτις λέγεται, ἧς σημεῖά ἐστι τάδε· ἐπισύρει τὰ ὀπίσθια καὶ βαταλίζει, καὶ ἐν τῷ βαδίζειν περιφέρεται εἰς τοὺς τοίχους. τοῦτον οὖν καύσομεν κατὰ τὸν σύνδεσμον τῶν ἰσχίων καὶ τῆς κύστεως γόμφοις ὀρθίοις μὴ πλέον τῶν κδʹ, παρ’ ἑκάτερα τῆς ῥάχεως τοὺς ἡμίσεις, τριστοιχίαν ποιούμενοι, ἀπέχοντας ἀπ’ ἀλλήλων πάχος δακτύλων γʹ. Ἱεροκλέους εἰς τὸ αὐτό.
30 2 (t) [15] Νεφρίτιδος σημεῖα τάδε· οἱ ὄρχεις μετέωροί εἰσι, καὶ τοῖς ὀπισθίοις ποσὶν οὐκ ἐπιβαίνει, οὐρεῖ τε μέλαν ὡς ὕφαιμον καὶ παχύ. θεραπεύεται δὲ οὕτως· πυριᾶται τὰ ἰσχία καὶ τὰς ψύας, καταλείφεταί τε κηρωτῇ, καὶ σκεπάζεται ἱματίοις, καὶ παραβάλλεται διουρητικοῖς μαράθῳ καὶ σελίνῳ. δίδου δὲ καὶ μηδικὴν χλωρὰν καὶ ἐρεβίνθους λευκοὺς ἐν οἴνῳ, ἔπειτα ἐγχυματιζέσθω σελίνου ὅσον κοχλιαρίοις δύο, καὶ δαύκου τῷ ἴσῳ καὶ ἀνήθου δυσὶ μέρεσι, καὶ σμύρνης τριωβόλῳ τριβεῖσιν ἐν οἴνου γλυκέος κοτύλῃ, καὶ περιπάτοις χρήσθω πραέσι. κλυζέσθω μέντοι ὕδατι χλιαρῷ μὴ ἐλάττονι χοός, καὶ στρώννυε ἁπαλῶς εἰς κοίτην, ἔστ’ ἂν ἴδοις τὰ οὖρα καθαρὰ καὶ τοὺς ὄρχεις ἰσχνοὺς καὶ τοὺς ὀπισθίους πόδας ὑπερβαίνοντας ἧσσον δακτύλων ἕξ. Κλεομένης δὲ ὁ Λίνδιός φησιν δεῖν φλόμου ῥίζαν καύσαντα ἐν οἴνῳ συντρῖψαι, καὶ ὕδωρ ἴσον μίξαντα, κλύζειν διὰ τῆς ἕδρας. ἄλλοι συντάσσουσιν ἀλεύρου πυρίνου παραβάλλειν καὶ χόρτου καλοῦ καὶ ἄρτου ὅσον ἂν ἐθέλῃς καὶ ἐρεβίνθου, καὶ περιπάτοις χρῆσθαι ἐλαφροῖς. Τιβερίου εἰς τὸ αὐτό.
30 3 (t) [10] Τῆς νεφρίτιδός ἐστι σημεῖα τάδε· οἱ κρεμαστῆρες μεστοί, ἡ λαγὼν σφάλλει, κοῦφος τοῖς ποσίν, ὀφθαλμοὶ μετέωροι, καὶ περιπατεῖν οὐ δύναται διὰ τὴν ἔπαρσιν τῶν ἐπικειμένων νεφρῶν. θεραπείᾳ οὖν χρῶ τοιαύτῃ· ἐκ τῶν βουβώνων αἷμα ἀφαίρει, εἶτα τὰς τροφὰς στέλλε, καὶ ἐγχυματισμῷ χρῶ τοιῷδε· λαβὼν λιβάνου γ ο βʹ, ἐρεγμοῦ τέταρτον, καὶ τὰ δύο ὁμοῦ λειοτριβήσας μετὰ μέλιτος ἔγχει ἐπὶ ἡμέραις ἱκαναῖς διὰ ῥινῶν, τοῖς τε περιπάτοις πυκνοτέροις χρῶ. εἶτα ἐγχυματισμῷ τοιούτῳ χρῶ· λαβὼν σκύλακα ἔμβρυον, κατάζεσον μετὰ πτισάνης, καὶ διϋλίσας μετὰ μέλιτος ἔγχει διὰ στόματος ἐπὶ ἡμέραις ἱκαναῖς, καὶ ὑγιαίνει. νεφριτικοῦ πρόγνωσις καὶ ἴασις.
30 4 (t) [5] Ἐὰν ἵππος ἢ ὑποζύγιον τούτῳ περιπέσῃ τῷ ἀρρωστήματι, ἔχει σημεῖα τάδε· οὐ χασμᾶται τὸ παράπαν, καὶ τοῖς ὀπισθίοις σκέλεσιν ἑστάναι οὐ δύναται, ἀλλὰ μετακινεῖ. ἔτι δὲ καὶ ἐν τῇ πορείᾳ ἀπολείπεται ἀπὸ τῶν ἐμπροσθίων καὶ τοῖς ὀπισθίοις ἐγκυκλίζει, ὁτὲ μὲν ἀμφοτέροις, ὁτὲ δὲ οὐχί, τὰ δὲ σφυρὰ παχέα γίνονται καὶ βραδύτερα. θεραπεία δὲ τούτου τοῦ νοσήματος αὕτη· ὕδωρ θερμὸν ποιήσας, δαψιλῶς κατάντλει κατὰ τῆς ῥάχεως, ὡς δέχεται .. ἄλλο 〈Εὐμήλου πρὸς νεφρῶν πόνον.
30 5 (t) [5] 〉 Νεφρὸν ἵππος ἐὰν ἀλγῇ, τάς τε λαγόνας καὶ τοὺς διδύμους σφύζει, καὶ μόλις οὐρεῖ, καὶ τοῖς ὀπισθίοις ποσὶ κονδότερον μᾶλλον ἢ τοῖς ἐμπροσθίοις ἐπιβαίνει, χρεμετίζει τε συνεχέστερον. θεράπευε οὖν οὕτως· ἀσφοδέλου ῥίζαν οἴνῳ καλῷ συνεψήσας καὶ λειώσας, εἰς ὕδωρ χλιαρὸν ὕπαγε τὴν γαστέρα, καὶ τοὺς νεφροὺς θερμοτέροις ἀλείμμασιν κατάθαλπε. ἄλλο.
30 6 (t) [5] Ἵππος ἐὰν τοὺς νεφροὺς ἀλγῇ, 〈σημεῖα φέρει διὰ τῶν οὔρων καὶ προσσύρει τὰ ὀπίσω.〉 ἐγχυματιζέσθω γάλακτι προβατείῳ ὅσον κοτύλῃ μιᾷ ἐπὶ ἡμέραις τρισίν, ἢ μυελῷ ἐλαφείῳ ἑψηθέντι κοτύλῃ μιᾷ, καὶ ἐλαίου τῷ ἴσῳ, ἢ ἀρωματικῇ μετὰ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ ᾠῶν. χρῶ δὲ καὶ ἐμβροχῇ οἰνελαίῳ καὶ ἀφρονίτροις, καὶ ῥάκιον ἐπιτίθει κατὰ τοῦ νώτου μετὰ ἐμβροχῆς θερμῆς. γίνεται δὲ τὸ πάθος ἀπὸ δρόμου σφοδροῦ. ἀντίδοτος νεφριτική.
30 7 (t) [5] Πεπέρεως γ ο δʹ, πετροσελίνου γ ο δʹ, σμύρνης τρωγλίτιδος γ ο δʹ, ναρδοστάχυος γ ο αʹ, σελινοσπέρμου γ ο αʹ, καστορίου γ ο αʹ, ὀπίου γ ο βʹ, ἀννήσου γ ο δʹ, κασσίας γ ο δʹ. ταῦτα κόψας καὶ σήσας, δίδου κοχλιάριον μεστὸν κονδίτῳ κεκραμένον. ἄλλο.
30 8 (t) [5] Ἁλίσκεται ἵππος τῇ νεφρίτιδι, ἢ ὅταν πολλῷ βάρει ἐπιφορτισθῇ ἢ λάκκον ὑπερπεδήσῃ, καὶ συμβῇ αὐτῷ τοὺς ὀπισθίους πόδας ὑποκαθεσθῆναι. γίνεται δὲ καὶ ὑπὸ πολλοῦ κρύους. θεραπεύσεις οὖν θερμῷ τὰς ψύας ἐπαντλῶν, καὶ μετὰ ταῦτα καυστικῷ κεχρημένος. προπότισμα εἰς νεφριτικούς.
30 9 (t) [1] Κηκῖδας κυπαρίσου χλωρὰς καύσας καὶ λειώσας ἀριθμῷ ἕνδεκα, ἐπίβαλε νίτρου πεφρυγμένου καὶ λελειωμένου γ ο γʹ. ἐλαίου καλοῦ γ ο γʹ, οἴνου παλαιοῦ ξέ. δʹ, καὶ ἐν ταὐτῷ μίξας δίδου ἐπὶ ἡμέραις τέσσαρσιν. ἄλλο· εἰ ἐπὶ πλέον ἀλγήσει.
30 10 (t) [1] Λῦσον τὰς τῶν ὀνύχων φλέβας, καὶ τὸ ἀπορρέ ον αἷμα λαβών, ἀξουγγίῳ καὶ ἐλαίῳ συμμίξας ἐπιτίθει κατὰ τῶν νεφρῶν. εἰ δὲ ἀνάγκη καταλάβοι, χρῆσαι καὶ μαλάγματι. ἄκοπον νεφριτικόν.
30 11 (t) [5] Ἐλαίου λίτρας ιʹ, εὐφορβίου γ ο ιʹ, χαμαιλέοντος ῥίζης ξηρᾶς γ ο δʹ, ἐλαίου κυπρίνου λίτρας δʹ, θείου ἀπύρου γ ο δʹ, πεπέρεως γ ο γʹ, στρουθίου γ ο γʹ, πυρέθρου γ ο βʹ, σταφίδος ἀγρίας γ ο δʹ, θαψίας χυλοῦ γ ο δʹ, σικύου ἀγρίου ῥίζας ξηράς, τὰ ξηρὰ πάντα κόψας καὶ σήσας καὶ τῷ ἐλαίῳ δεύσας, ποίει πάχος μέλιτος, καὶ κένου ἐν ἀγγείῳ ὑελίνῳ, καὶ χρῶ. περὶ ψυῶν.
30 12 (t) [10] Ἐὰν δὲ τὰς ψύας πονέσῃ ἵππος, σημεῖα τάδε· περιστρέφει τὰ ὀπίσθια, καὶ ἐν τῷ στρέφειν τὰ ὀπίσθια σφάλλεται, καὶ τοῖς σκέλεσιν βαταλίζει τοῖς ὄπισθεν. ἰάσασθαι δὲ χρὴ οὕτως· ὀρθοῖς καυτηρίοις ἀρξάμενος ἀ πὸ τοῦ ἀγκῶνος ἕως τῶν γονάτων ἐξ ἑκατέρου μέρους καῦσον, ὠθῶν τὸ καυτήριον, ὥστε ὅλον κατιέναι τὸ πυρωθέν. ὁ γὰρ τόπος βαρύσαρκός ἐστι. καὶ λοιπὸν λεάνας ἅλας εἰς λεπτὸν κατάπαττε ψιλῶς, εἶτα ἀποσμήξας θερμῷ ὕδατι, ἐμφύσα οἴνῳ καὶ ἐλαίῳ, ἄρτον τε κρίθινον καθαρὸν κατακαύσας τρῖβε, καὶ ἐν αὐτῷ τῷ κεκαυμένῳ τόπῳ κατάπαττε, καὶ μὴ κίνει, ἕως ἂν ἀπὸ τῆς καύσεως ἡμέραι γένωνται ἱκαναί, καὶ δίδου τροφὴν ὡς πλείστην. σύγχρισμα εἰς τὸ αὐτό.
30 13 (t) [1] Ὄξους ἀσφάλτου θείου ἀπύρου ὀποπάνακος ἴσον ἴσῳ μίξας χρῶ. πρὸς ψυῶν πόνον.
30 14 (t) [1] Κράμβην λειώσας καὶ βαλὼν οἴνου μίαν ἡμίναν σὺν ὕδατι ψυχρῷ ἐπίθες. ἄλλο.
30 15 (t) [1] Κυπαρίσσου φύλλα λειοτριβήσας καὶ ποιήσας μέτρον ἡμίνης, ἐπίβαλε ἀλφίτων λίτραν αʹ, ὄξει τε φυράσας τῷ πονοῦντι πρόσαγε. ἄλλο.
30 16 (t) [1] Ῥητίνης ξηρᾶς γ ο βʹ ἕψει μέχρι τοῦ διαλυθῆναι, καὶ κρίθινον ἄλευρον ἐπίβαλε, καὶ στέαρ αἴγειον, ἄχρις οὗ πυκνὸν ποιήσῃς, καὶ τῷ ἀλγοῦντι μέρει θερμὸν ἐπιτίθει, καὶ τοῦτο ποίει συνεχέστερον. ἰσχίου ἴασις.
30 17 (t) [5] Ἐὰν ἵππος ἰσχίον ἀλγῇ, πορεύεται τοῖς ὀπισθίοις σκέλεσιν ὥσπερ δεδεμένος. ἄφελε οὖν ἐξ ἑκατέρων τῶν βουβώνων αὐτοῦ αἷμα ὡσεὶ κοτύλας δʹ, καὶ ὕδατι θερμῷ πολλῷ κατάντλει, καὶ καταφυσῶν οἴνῳ καὶ ἐλαίῳ ἀνάτριβε. κἂν μὲν οὕτως ὑγιὴς γένηται· εἰ δὲ μή, καῦσον αὐτὸν στρογγύλως ἐν ἑκατέρῳ ἰσχίῳ τρίτον, καὶ ἐπιμελοῦ, καθὼς γέγραπτα ι . ἄλλο.
30 18 (t) [1] Ἐὰν ἵππος ἀπὸ ὀπισθοτόνου ἢ ἄλλοθέν ποθεν τὸ ἰσχίον ἀλγῇ, τὴν οὐρὰν ἀνατείνας διάσκεψαι τὰς φλέβας, καὶ τὴν κατατεταμένην τῇ οὐρᾷ, ἂν ᾖ μετέωρος, σχάσον φλέβα, καὶ ὑγιαίνει. ἄλλο.
30 19 (t) [5] Ὅταν συνέχηται ἵππος τῷ πάθει τούτῳ, συνεχέστερον ἀναπνεῖ, καὶ πόνους περὶ τὰς ψύας ἔχει καὶ τὴν ῥάχιν. θεραπείᾳ οὖν ταύτῃ χρηστέον· ἀπὸ τῶν μηρῶν ἄφελε αἷμα καὶ ἀπὸ τῆς ὁπλῆς, ἀνακολλήματί τε καὶ πυρίᾳ χρῶ, καὶ ἵστα ἐν τόπῳ θερμῷ. ἄκοπον ἰσχιαδικοῖς.
30 20 (t) [1] Κολοφωνίας λίτραν μίαν, τερεβινθίνης, ἐλαίου παλαιοῦ ἀνὰ λίτρας μιᾶς ἡμισείας, ὀποπάνακος γ ο α c ʹ, χαλβάνης οὐγγίας βʹ. ἄλλο εἰς τὸ αὐτό.
30 21 (t) [1] Εὐφορβίου λίτρ. αʹ, ἀδάρκης, λίτρ. α c ʹ, ἀλκυονίου λίτρ. α c ʹ, κηροῦ λίτρ. γʹ, δαφνίδων λίτρ. δʹ, πεπέρεως λίτρ. αʹ, Κυπρίνου ἐλαίου λίτρ. βʹ. περὶ ἰσχίου ῥῆξιν παθόντος.
30 22 (t) [5] Ἀσθμαίνει πυκνά, καὶ στένει, καὶ τὴν κοιλίαν πεφυσημένην ἔχει. διαψηλάφησον οὖν τὴν ὀσφύν, καὶ τοὺς ἀλγοῦντας τόπους σημειοῦ, καὶ συμποδίσας τὸν ἵππον, καυτηρίασον, καὶ ἐπακολουθήσει τὸ ὑγρὸν ὥσπερ ᾠοῦ διεφθαρμένου κρόκος. ἅλας οὖν λεπτὸν λειώσας καὶ πίσσῃ δεύσας, ἐπιτίθει τῷ κεκαυμένῳ τόπῳ. περὶ κοιλίας ἀλγούσης.
31 1-3 (t) Ἱεροκλέους. Ὅταν κοιλίαν ἵππος ἀλγῇ, μάλιστα προσέχειν χρὴ τοῖς σημείοις.
31 1 [10] ἔνιοι γά ρ, ὡς δυσουρίᾳ συνεχομένους θεραπεύοντες, ῥῆξιν ἐνεργάζονται τῷ ζῴῳ. δεῖ δὲ ἀνέσεως τῇ κοιλίᾳ. ἱδροῖ τοίνυν τὰς πλευράς, τάς τε λαγόνας καὶ τοὺς ὄρχεις, ἥ τε γαστὴρ μετέωρός ἐστιν, καὶ τύπτει τοῖς ποσὶν τὸ ἔδαφος, καὶ ἐπιστρέφεται καθ’ ἑκάτερα πρὸς τὸ πάσχον, οἱονεὶ δεικνὺς τὸν ἀλγοῦντα τόπον, ἐνίοτε δὲ τρέμει ὅλῳ τῷ σώματι. ἀλλὰ ταῦτα μὲν καὶ τῷ δυσουριῶντι γίνεται, τὰ δὲ λοιπὰ οὐ ποιεῖ, ἀφ’ ὧν ὁ δυσουριῶν γνωρίζετα ι , περὶ οὗ ἐφεξῆς ἐροῦμε ν. νῦν δὲ πρόκειται περὶ τοῦ κοιλίαν ἀλγοῦντος εἰπεῖν, ὡς θερα πεύεται. διακόψας τὰς ἐν τῷ στήθει φλέβας, αἷμα ἀφαίρει τὸ ἀρκοῦν, καὶ τὴν χεῖρα ἀλείψας καὶ καθεὶς διὰ τῆς ἕδρας τά τε παρακείμενα ἐμφράγματα ἐκκομίσας, καὶ ἁλῶν λεπτῶν ὅσον ὀξύβαφον ἐνιεὶς ἐρέθιζε, ὥστε διατιλῆσαι, καὶ ἀνώδυνος ἔσται.
31 2 [10] καὶ καταντληθῆναι δὲ αὐτὸν χρήσιμον ὕδατι θερμῷ πολλῷ κατὰ τοῦ νώτου καὶ τῶν ἰσχίων, καὶ ἐγχυματίζειν σεύτλου ἀφεψήματι μετὰ οἴνου γλυκέος βʹ κοτυλῶν διὰ τοῦ ἀριστεροῦ μυκτῆρος. ἢ σῦκα ἑψήσαντας ἐν οἴνου κοτύλαις τέτρασιν καὶ νίτρου τετριμμένου οὐγκίαν μίαν μίξαντας ἐγχυματίζειν, ἢ πολιόφυλλον ὁμοίως ἐν οἴνου κοτύλῃ μιᾷ καὶ ἡμισείᾳ ἑψήσαντα. περιπατείτω τε ἐπιτροχάζων μὴ συντόνως, καὶ κριθὰς μὴ ἐσθιέτω ἐπὶ ἡμέρας γʹ. ἐν ᾗ δὲ συμβέβηκεν ἡμέρᾳ, μηδὲ ποτιζέσθω. τόν γε μὴν χόρτον μάλιστα χλωρὸν ἐσθιέτω καὶ κριθὰς μετὰ τὰς ἡμέρας ἐκ προσαγωγῆς. καλὸν δὲ καὶ τὴν αἰτίαν τῆς ἀλγηδόνος μαθεῖν· ὅταν ἐκ πολλοῦ δρόμου στὰς καὶ φαγὼν κριθάς, μὴ καταπέψῃ, ἀλλ’ αἱ πλείους ἐμμείνωσιν ἀδιοίκητοι, ἐπιπλεῖον στροφεῖται.
31 3 [10] ἢ εἰ ἐμπεσὸν εἰς τὸν χόρτον φάγῃ ἀράχνιον μικρὸν ὅμοιον φαλαγγίῳ, ὃ καλοῦσι βούπρηστιν. πίμπραται γὰρ ἐπὶ τοῦτο, ὡς καὶ ῥίπτειν ἑαυτὸν εἰς γῆν ὑπὸ τῆς ἀλγηδόνος. βοηθεῖται οὖν κράμβης φύλλοις λειωθεῖσι καὶ οἴνου κοτύλαις τέτρασι καὶ ἐλαίου κοτύλῃ μιᾷ ἐγχυματισθεὶς διὰ μυκτῆρος ἀριστεροῦ, ἢ ἀψινθίῳ ἑψηθέντι ἐν οἴνῳ. ἀλειφέσθω δὲ καὶ ἡ κοιλία θείῳ τριφθέντι ἐν ἐλαίῳ γενομένῳ ὑγρῷ, αἱ δὲ κριθαὶ ἀλειφόμεναι ὕδατι σευτλίῳ παραβαλλέσθωσαν. τὸ δὲ αὐτὸ καὶ τοῖς ἑλμίνθας ἔχουσι βοηθεῖ. Θεομνήστου εἰς τὸ αὐτό.
31 4 [5] Ἀλγεῖ τὴν κοιλίαν ἵππος, εἰ μὴ πέψῃ τὰ σιτία, ἀλλ’ ὁλοκλήρους τὰς κριθὰς ἀποβάλῃ, ἢ καὶ εἰ τούτων ἔτι τινὲς ἐμμείνωσι τῇ γαστρί. πίνει γὰρ ἀπὸ τῆς δυσπεψίας πλεῖον, καὶ μᾶλλον αἱ κριθαὶ ἀνοιδαίνουσιν ἐκ τῆς ὑγρασίας, καὶ ἐμπίμπλαται καὶ στροφεῖται, καὶ ἐὰν μὴ διαχωρήσῃ θᾶττον, κινδυνεύει. δεῖ οὖν χρῆσθαι κλυσμοῖς διὰ τῆς ἕδρας ἐνιέντας ὑδρέλαιον, καὶ αὐτῇ δὲ τῇ χειρὶ ἀληλιμμένῃ ἐλαίῳ ἐκκοπρίζειν αὐτὸν προσεχόντως, ἐντιθέναι τε καὶ πάστιλλον μετὰ σκαμωνίας, ὡς ᾠόν, εἰς τὴν ἕδραν, καὶ λυθήσεται ἡ γαστήρ. σημεῖα δὲ τούτῳ τὰ μὲν ἄλλα ὅμοια τῷ δυσουριῶντι. ἰδίως δὲ δάκνει ἑαυτὸν καὶ τὴν γαστέρα περιρρήγνυσιν, ἀδημονῶν τῇ δυσαρεστίᾳ. δεῖ δὲ ἐγχυματίζειν αὐτὸν διὰ τῆς ἀριστερᾶς ῥινὸς κράμβης χυλῷ δι’ οἰνελαίου, ἔστω δὲ τὸ πλῆθος οἴνου ξέ. εἷς καὶ ἐλαίου ξέ. τέταρτον καὶ κράμβης χυλοῦ τὸ ἴσον. συμβαίνει δὲ πολλάκις καὶ ἀπὸ ἑτέρων πλείονων αἰτιῶν ἀλγεῖν τὴν κοιλίαν· ὅταν βούπρηστιν φάγῃ ἐν τῷ χόρ τῳ (ἔστιν δὲ ὅμοιος φαλαγγίῳ σκώληξ), ἢ ὅταν ἀράχνιον 〈φάγῃ〉 ἢ τὸν λεγόμενον λύκον φαλάγγιον, ὅπερ πολλάκις ἐν τῷ χόρτῳ γεννᾶται.
31 5 [10] συμβαίνει δὲ καὶ διὰ φαυλότητα ὑδάτων καὶ ξενισμόν. καὶ τούτου τοῦ πάθους προσφάτου ὄντος ὁ ἐγχυματισμὸς ἁρμόζει. ἀλγεῖ δὲ τὴν κοιλίαν καὶ ἀπὸ ἑλμίνθων. ὅτε οὖν ἀλγεῖ καὶ συνεχῶς κυλίεται, χρὴ ἐγχυματίζειν αὐτὸν ψυλλίου ξηροῦ κεκομμένου γ ο αʹ, ὀποπάνακος γ ο c ʹ, ἐλαφείου κέρατος πρίσματος γ ο αʹ, μεμιγμένα ἐν ὑδρομέλιτι. ἐχέτω δὲ τὸ ὕδωρ ἡδυόσμου ἀφέψημα καὶ ἀκρεμόνων ἁπαλῶν δάφνης. ἐὰν δὲ ἐκ τούτου τοῦ πάθους δυσουρία ἐπιγένηται, ἐγχυμάτιζε δι’ ἐλαίου καὶ 〈γλυκέοσ〉 Κρητικοῦ ὀποπάνακος δραχμὴν μίαν. Εὐμήλου πρὸς κοιλίας πόνον ἀπὸ ἑλμίνθων.
31 6 (t) [5] Ἐν τῷ πινομένῳ παρ’ αὐτοῦ ὕδατι καὶ τῷ ἐσθιομένῳ χόρτῳ νίτρον ὀλίγον ἐμβαλών, καὶ κράμβης χυλὸν οἴνου γλυκέος κοτύλῃ μιᾷ συμμίξας, καὶ διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἐγχυματίσας θεραπεύσεις, ἢ χαμαίμηλον οἴνῳ καὶ ἐλαίῳ συλλειωθὲν διὰ κέρατος ἐγχυματίσας. ἄλλο πρὸς σκώληκας κοιλίας καὶ στρόφους.
31 7 (t) [5] Τῇ κοιλίᾳ πόνος πέφυκεν τίκτεσθαι, ἡνίκα δήγμασι τὰ πλησιάζοντα μέλη σκώληκες ἐπινέμονται. βασανίζεται δὲ συνεχῶς τὸ ζῷον, καὶ κυλίεται, καὶ ἡ κοιλία διογκοῦται, καὶ τὴν ὄψιν ἢ τὸ στόμα πλειστάκις περὶ τὴν γαστέρα φέρει. θεραπεία οὖν τῇ προγεγραμμένῃ χρῶ, πρόσμιγε δέ, εἰ βούλει, καὶ κενταύριον ἢ καὶ σικύου ἀγρίου ῥίζαν. ἄλλο.
31 8 (t) [5] πρὸς ὀδύνας κοιλίας κλύσμα. Νίτρον καὶ ἔλαιον ἐξ ἴσου μίξας σευτλίῳ χλωρῷ, καὶ κεφαλῆς αἰγὸς ἑψηθείσης καὶ ἀλέκτορος ζωμὸν καὶ πτισάνης χυλόν, καὶ ποιήσας πλῆθος κοτυλῶν δύο, κλύζε τὸ ζῷον. ὀδύνης δὲ ἐπιγενομένης, πυρία, ἢ σελίνου καρπὸν καὶ χαμαίδρυον τρίψας καὶ ξηράνας, μετὰ σμύρνης ἐν οἴνῳ λευκῷ εὐώδει λειώσας ἐγχυμάτιζε. Πελαγωνίου πρὸς ὀδύνας κοιλίας καὶ πόνους.
31 9 (t) [1] Πάνακος ῥίζης γράμματα δύο, ἀριστολοχείας γράμμα ἓν ἐν οἴνῳ εὐώδει λεάνας ἐγχυμάτιζε, ἢ πηγάνου σπέρματος ὀξύβαφον αʹ μετὰ οἴνου παλαιοῦ. ἄλλο.
31 10 (t) [5] Στρύχνου καὶ καρδάμου σπέρμα, ἐν οἴνῳ καὶ ἐλαίῳ λειώσας καὶ χλιάνας, δίδου. ἢ στακτὴν μετὰ οἴνου παλαιοῦ ξέ. αʹ, καὶ ὀλίγου ἁλὸς μίξας, ἐμβαλὼν ἐν αὐτῇ τῇ κατασκευῇ σίδηρον πεπυρακτωμένον καὶ οὕτως χλιάνας, δίδου. ἢ κόπρῳ ἀνθρωπίνῃ τὸν οὐρανίσκον τοῦ ζῴου καθαρίως περίτριβε. ἄλλο.
31 11 (t) [5] Κόπρον λαγωῶν μετὰ κοχλιαρίων μέλιτος θʹ καὶ πεπέρεως κόκκων ιεʹ εἰς θυὰν λειώσας, σὺν χυλῷ κράμβης διὰ κέρατος ἐγχυμάτιζε. ἢ ἀστραγάλους χοιρείους τρεῖς, ὧν ὀδόντες ἀνθρώπων οὔπω ἥψαντο, καύσας καὶ ἐν οἴνῳ καὶ ἐλαίῳ ὅσον πλῆθος ἡμίνης λειώσας, ἐγχυμάτιζε. περὶ τοῦ ἧπαρ ἀλγοῦντος.
32 1-2 (t) [5] Αψύρτου. Ἧπαρ ἵππος πονῶν ἐπιστρέφεται πυκνά, βλέπων τὸν ἀλγοῦντα τόπον καὶ οἷα δεικνύς, στένει δέ, καὶ τὸ στόμα κατάξηρον ἔχει τήν τε γλῶσσαν τραχεῖαν καὶ ἐπηρμένην, καὶ ἀναπίπτων ἐπιστρέφεται, μὴ κατακλινόμενος ἐπ’ ἐκεῖνο τὸ μέρος, καὶ κυλιόμενος πόνους ἔχει, καὶ διεγείρεται πυκνά.
32 2 [15] θεραπεύεται δὲ περιπάτοις ὀλίγοις ἐσκεπασμένος ὑποβλήμασι πλείοσιν εἰς τὴν κατάκλισιν, καὶ τρίψει δι’ οἴνου καὶ ἐλαίου, καὶ πόματι οὐ ψυχρῷ μετὰ νίτρου, μὴ καθ’ ἡμέραν δὲ τὸ νίτρον. ὠφέλιμον δὲ καὶ τὸ πολιόφυλλον ἐν οἴνῳ ἑψόμενον καὶ ἐγχυματιζόμενον διὰ τοῦ στόματος ἢ τοῦ δεξιοῦ μυκτῆρος. δεῖ δὲ καὶ ἶριν Ἰλλυρι κὴν ἕψοντας ἐν ὕδατι κεκραμένῳ ἐν οἴνῳ εἰς πλῆθος κοτυλῶν δύο τὸ αὐτὸ ποιεῖν. ἄριστον δὲ καὶ τὴν πολεμώνιον βοτάνην τρίβειν μετὰ οἴνου καὶ ὡσαύτως ἐγχυματίζειν, ἥτις ἐστὶν ὁμοία καλαμίνθῃ τῇ πλατείᾳ, πολιωτέρα δὲ μᾶλλον καὶ πικροτέρα, ὀσμὴν ἔχουσα βαρεῖαν, γίνεται δὲ ἐν τοῖς ὑγροῖς λειμῶ σιν. ἢ κόνυζαν τὴν ὑπό τινων κνύζαν λεγομένην δεῖ ἕψειν καὶ μετ’ οἴνου καὶ ἐλαίου ἐγχυματίζειν. ἔστωσαν δὲ αἱ κριθαὶ βεβρεγμέναι ὕδατι θερμῷ, ἃς παραβάλλειν δεῖ. ἁρμόζει δὲ ἡ πολεμώνιος καὶ ἐπ’ ἀνθρώπων κοπτομένη ὡσαύτως καὶ καταπλασσομένη. καὶ ἡ κόνυζα δὲ τὸ αὐτὸ ποιήσει, προσβαλλομένου καὶ ἐλαίου. ἄλλο 〈Κασσίου ἐν τοῖσ〉 Θεομνήστου.
32 3 (t) [10] Ἐὰν τὸ ἧπαρ ἀλγήσῃ ἵππος, βήσσων στένει, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ γίνονται μοχθηροί, καὶ ἐσθίων λαβρότερον ποτὸν οὐ προσίεται. τῷ οὖν οὕτως πάσχοντι ἔσται ἁρμόδιος ἐγχυματισμὸς οὗτος· μέλιτος λίτραν αʹ, νίτρου λίτρας τὸ ἥμισυ, οἴνου λευκοῦ κοτύλην, ὕδατος κοτύλας βʹ μίξας ἐν ταὐτῷ, ἐγχυμάτιζε διὰ τοῦ δεξιοῦ μυκτῆρος ἐπὶ ἡμέραις εʹ. ἐὰν δὲ μὴ ὑγιάνῃ, ἄφελε αὐτοῦ αἷμα ἀπὸ τῶν ἐμπροσθίων ποδῶν, καὶ καῖε αὐτοῦ τὴν τρίτην πλευρὰν ἀπὸ τῆς μασχάλης ῥάβδῳ, καὶ ἐπὶ ἀμφοτέρων τῶν καμπτῶν διαλιπὼν πλευρὰν μίαν. ἐχέτω δὲ ἐπὶ ἕκαστον καμπτὸν ἡ ῥάβδος τοῦ καυτηρίου δακτύλους δʹ. ἄλλο Ἀγαθοτύχου.
32 4 (t) [5] Τὸ ἧπαρ ἀλγῶν ὁ ἵππος σημεῖα ποιεῖ τάδε· ὀγκοῦται τὴν λαγόνα τὴν δεξιάν, καὶ ἀναπνοὴν ἀγρίαν ἔχει, ἐν τοῖς δρόμοις τε ὑστερεῖ, καὶ ἐν τῷ περιπάτῳ βράδιον κινεῖ τὰ ὀπίσθια σκέλη, καὶ τὴν κοίτην ἀποφεύγει. διαιτηθήσεται δὲ μάλιστα τῇ ὑγιαζούσῃ καὶ ὑγροτέρᾳ τροφῇ καὶ περιπάτοις κουφοτέροις, ἀπεχόμενός τε γυμνασίας. τὴν τροφὴν δὲ αὐτῷ δίδου κατ’ ὀλίγον, καὶ κοίτην εὐτρέπιζε μαλακωτάτην, καὶ ἐνάλειφε λιπαρῶς, τὸ δὲ ὕδωρ δίδου συνηψημένον ἀβροτόνῳ. διὰ γὰρ τῶν ποτῶν μᾶλλον ἢ τῶν ἐγχυματισμῶν θεραπεύεται. ἄλλο Ἱπποκράτους.
32 5 (t) [10] Ἐὰν ἵππος τὸ ἧπαρ ἀλγήσῃ ἀπὸ δρόμου, οἵ τε κενεῶνες ἑλκοῦνται, κατὰ τὸν πνεύμονα ῥῆγμα γίνεται, καὶ συμπίπτει τὸ σῶμα, καὶ τροφὴν οὐ προσίεται, τό τε αἷμα ἐν ταῖς φλεψὶν ἀνατρέχει. θεραπεύσεις οὖν ἀφαιρῶν αἷμα ἀπὸ τοῦ αὐχένος καὶ ἐγχυματίζων σμύρνης καὶ λιβάνου ὁλκὴν μετὰ οἴνου κοτύλης μιᾶς. σύγχριε δὲ καὶ οἰνελαίῳ, καὶ δίδου ποτὸν σεμίδαλιν διακεχυλωμένην ὕδατι, καὶ τροφήν, εἰ ὀρέγεται. εἰ δὲ ἐπιμένοι τὸ πάθος, καὶ ἀπὸ τῶν μασχαλῶν ἀμφοτέρων αἷμα λάμβανε. γίνεται δὲ ἐνίοις τοῦτο, ὅταν ἐν ψηφῖσι καὶ τραχέσι καὶ λιθοστρώτοις χωρίοις σφοδρότερον δράμωσιν. καὶ τούτοις δὲ κυμίνου ὀξύβαφον μετὰ οἰνελαίου ἐγχυμάτιζε. ἄλλο.
32 6 (t) [5] Μέλιτος καὶ νίτρου ἀνὰ ὀξύβαφον, κυμίνου ὀξύβαφα βʹ, διεὶς οἴνῳ ἐν ταὐτῷ, καὶ ἐλαίου καὶ ὕδατος ἐπιχέας κοτύλας βʹ, ἔγχει εἰς τὸν μυκτῆρα. ἐὰν δὲ μὴ ὑγιὴς γένηται, αἷμα ἄφελε ἀπὸ τῶν σκελῶν τῶν ἐμπροσθίων ὑποκάτω τῶν γονάτων. ἐὰν δὲ 〈μὴ〉 οὕτως ὑγιὴς γένηται, καῖε κατὰ τὴν πλευρὰν τὴν τρίτην ὑποκάτω τῆς μασχάλης ἀνὰ μέσον τῶν πλευρῶν ῥάβδοις, τέσσαρας δακτύλους ἀπὸ ἀμφοτέρων τῶν καύσεων διαλιπών. ἄλλο.
32 7 (t) [1] Βατράχους λιμναίους μετὰ οἴνου χλιάνας, διὰ τοῦ στόματος ἐγχυμάτιζε ἐπὶ τρισὶν ἡμέραις. προπότισμα ἡπατικόν.
32 8 (t) [5] Στροβίλους λεπτοτάτους, κρόκου γ ο αʹ, καὶ κυμίνου Αἰθιοπικοῦ τὸ ἴσον ἐπιμελέστατα διηθήσας, ἐν οἴνῳ δίδου. ἢ πολεμώνιον τὸ ἐν τοῖς ἕλεσι τικτόμενον, ὅπερ ἔοικεν καλαμίνθῃ, ποιότητα ἔχον πικράν. ἢ καὶ ὀρίγανον ἀγρίαν μετὰ πεπέρεως λείου, καὶ δι’ οἴνου δίδου. ἢ βούτυρον καὶ μέλι καὶ ὀποπάνακα καὶ σμύρναν, ἐν ἴσῳ σταθμῷ λειώσας καὶ οἴνῳ μίξας, διὰ μυκτήρων ἐγχυμάτιζε. περὶ δυσουρίας καὶ κοιλίας ἀλγήματος καὶ στραγγουρίας καὶ ἰσχουρίας.
33 1-10 (t) Αψύρτου. Δέσποτα Αἰλιαν έ, ἐδηλώθη μοι ἐπεζητηκέναι σε, ὅτι οἱ πλεῖστοι τῶν ἱπποϊατρῶν τινα πάθη τῶν συμβαινόντων ἐν τοῖς ἵπποις μὴ ἀφορισάμενοι, τἀναντία προσφέρουσι βοηθήματα.
33 1 [5] ἀλγοῦντι γὰρ τὴν κοιλίαν ὡς δυσουριῶντι βοηθοῦσι, καὶ ῥῆξιν λαμβάνει τὸ ζῷον. συμβαίνει δὲ ἐν τῷ ἀλγεῖν τὴν κοιλίαν [καὶ] σημεῖα φέρειν τάδε· ἱδροῖ τὰς πλευρὰς καὶ τοὺς διδύμους καὶ τὰς λαγόνας, καὶ ἡ γαστὴρ μετέωρος, καὶ τοῖς ποσὶ τύπτει τὴν γῆν, καὶ ἐπιστρέφεται παρ’ ἑκάτερα, οἱονεὶ δεικνύων τὸν ἀλγοῦντα τόπον, ἔσθ’ ὅτε δὲ καὶ τρόμος ἐπιγίνεται ὅλῳ τῷ σώματι. ταῦτα δὲ καὶ τῷ δυσουριῶντι συμβαίνει, ὃς ἐπιγνωσθήσεται πρὸς τούτοις, ὅταν ᾖ τρέχων καὶ μαστίζων ὑπὸ τοὺς μηροὺς τῇ οὐρᾷ ἑαυτὸν, καὶ κυλιόμενος, συγκαθιεὶς τὰ ἰσχία, προβάλλων τὸ αἰδοῖον, καὶ κατὰ σταλαγμὸν προϊέμενος, καὶ ἔμφασιν ἔχων μέλλοντος οὐρεῖν. τὰ μὲν οὖν παρεπόμενα ταῦτα. θεραπεύεται δὲ ὁ δυσουριῶν ἵππος δι’ ἐγχυματισμῶν· πράσων καθεψήσας δεσμὴν σὺν τοῖς φύλλοις, χρώμενος τῷ χυλῷ, καὶ ἐκπιέζων ὅσον κοτύλας βʹ, μιγνύων τε οἴνου εὐώδους κοτύλην καὶ ἐλαίου ὀξύβαφον, διὰ τῆς ῥινὸς τῆς δεξιᾶς ἐγχυμάτιζε.
33 2 [15] καὶ περιπατείτω καὶ ἐντροχαζέτω, καὶ οὐρήσει ἀκωλύτως. ὁμοίως ἀψίνθιον ἑψήσαντα ἐν οἴνου ὅσον κοτύλῃ ἐγχυματίζειν, ὡσαύτως ὀποπάνακος ὅσον κεφαλὴν δακτύλου τοῦ μικροῦ τρίβοντα ἐν οἴνου μέτρῳ τῷ αὐτῷ, καθὼς προγέγραπται ποιεῖν. ἢ ῥαφάνης σπέρματος τῆς τρωξίμης κυάθους δύο τρίψας, οἶνον ἐπίχεε καὶ χρῶ, ὡς προείρηται. ἢ σελίνου καρποῦ κύαθον κόψας ὡσαύτως, κάλλιον δέ, ἐὰν ᾖ τὰ ἱπποσέλινα, ἑψήσαντα διδόναι ἐν τῷ οἴνῳ, καὶ ἱππομαράθου τὰς ῥίζας ὡσαύτως ἐγχυματίζειν. ἐνεργεῖ δὲ καὶ τοῦτο· κρόμυα τὰ μακρά, ἅτινά ἐστι δριμύτερα, ἀποκαθάραντα καὶ θλάσαντα, ὅσον εʹ ἐντιθέναι εἰς τὴν ἕδραν, καὶ περιπατείτω καὶ ἐντροχαζέτω· καὶ οὐρήσει. βοηθεῖ δὲ καὶ ἡ τοῦ θερμοῦ ὕδατος κατάντλησις διὰ τῶν ἰσχίων γινομένη. οὐκ ἀληθεύουσι δέ τινες ἐν τοῖς τοιούτοις λέγοντες διορθῶσαι δεῖν τὴν κύστιν, καὶ καθιᾶσι τὴν χεῖρα διὰ τῆς ἕδρας καὶ τοῦ ἀπευθυσμένου ἐντέρου.
33 3 [10] καὶ τῆς κύστεως μὲν ἅψασθαι οὐ δύνανται, τὴν χεῖρα ἔχοντες ἐν τῷ ἐντέρῳ, καὶ αὐτὴ δὲ πρόσκειται τῷ ἱερῷ ὀστέῳ λεγομένῳ ἐν τῇ τάξει, ἐξ ἧς οὐδέποτε παρανεύει. κνησμὸν δὲ παρέχεται ἡ χεὶρ ἐμβεβλημένη τῷ οὐρητικῷ πόρῳ, καὶ ἔσθ’ ὅτε ἀπούρησεν. καὶ μέχρι μὲν τῆς ἕδρας ἁπτόμενοι, κακὸν οὐδὲν δύναν ται ποιῆσαι· ἐνδοτέρω δὲ διωθούμενοι, ἀγαθὸν μὲν οὐδὲν ποιοῦσι, κακὸν δὲ μέγα· διὰ γὰρ τὴν χειροτριβίαν τοῦ ἐντέρου φλεγμονὴ μεγάλη γίνεται, καὶ οὐχ ὑπομένει τὸν πόνον, διαφωνεῖ δὲ κατὰ τὸ πλεῖστον τὸ ζῷον παραχρῆμα ἢ μετ’ ὀλίγον. τρία γάρ εἰσι ταῦτα πάθη ὀξύτατα ἔν τε ἵππῳ καὶ τοῖς ἄλλοις ὑποζυγίοις, ὅσα μώνυχας ὁπλὰς ἔχει· κύστις καὶ ἐπίστρεψις ἐντέρου, ὃ καλεῖται εἰλεός, καὶ καρδιακός.
33 4 [20] τὰ δὲ ἄλλα πάθη ὑπομένει ἡμέρας ἱκανάς. καὶ ταῦτα δὲ συντόμως ἀναιρεῖ τοὺς ἵππους, ἐὰν μὴ τάχιστα βοηθῆται· κριθίασις, πνῖγμα, κοιλίας πόνος. τῷ δὲ τὴν γαστέρα ὀδυνωμένῳ χρὴ βοηθεῖν οὕτως· διακόπτειν τὰς ἐν τῷ στήθει φλέβας καὶ ἐξαιματίζειν τὸ ἀρκοῦν. δεῖ δὲ καὶ τὴν χεῖρα λιπάναντα καθεῖναι εἰς τὴν ἕδραν, καὶ τὰ παρακείμενα ἐμφράγματα ἐκκομίσασθαι, καὶ ἁλὸς λεπτοῦ ὅσον ὀξύβαφον καὶ μέλιτος ἐνεῖναι. ἐρεθισμὸν γὰρ παρέχεται τοῦ διατιλῆσαι, καὶ οὕτως ἀνώδυνος ἔσται. ὡς αύτως δὲ καὶ τοῦτον ὕδατι θερμῷ πολλῷ δεῖ καταντλεῖν κατὰ τοῦ νώτου καὶ τῶν ἰσχίων. ἐγχυματισμῷ δὲ κεχρῆσθαι σευτλίου ἀφεψήματι μετὰ οἴνου γλυκέος κοτυλῶν δύο, κοτύλην μίαν μίσγοντα διὰ τῆς ἀριστερᾶς ῥινός, σῦκά τε ἑψήσαντα ἐν ὕδατος κοτύλαις τέτρασι, τρίψαντα καὶ μίξαντα νίτρον ὅσον γ ο αʹ ἐγχυματίζειν, ὡσαύτως πολιόφυλλον ἑψήσαντα ἐν οἴνου κοτύλῃ μιᾷ τὸ αὐτὸ ποιεῖν. καὶ ἐντροχαζέτω δὲ καὶ περιπατείτῳ δρόμῳ μὴ συντόνῳ. ὑποστολῇ δὲ τῶν κριθῶν χρήσῃ, τὸ ὅλον μὴ διδοὺς μέχρι ἡμερῶν τριῶν· ἐν ᾗ δὲ συμβέβηκεν, ποτὸν μὴ διδόναι. εἰ δὲ χόρτος χλωρός ἐστι, μάλιστα ἐκείνῳ χρῶ. τὰς δὲ κριθὰς ἐκ προσαγωγῆς πρόσφερε διελθουσῶν τῶν ἡμερῶν. ἄριστον δὲ καὶ τὰς αἰτίας εἰδέναι, δι’ ἃς γίνεται τὰ πάθη τῆς δυσουρίας, ἃ οὐδενὶ γέγραπτα ι.
33 5 [15] συμβαίνει δυσουρία ἐπὶ πλεῖστον, ὅταν ὁδοιπορῶν ἢ τροχάζων δι’ ὅλης ἡμέρας μὴ οὐρήσῃ διὰ τῆς ὁδοῦ. διὸ δεῖ ἀναγκάζειν ἐκνεύοντα καὶ ἐκκαλεῖσθαι πρὸς τὸ οὐρεῖν. τὸν γὰρ ἀπὸ τῆς φύσης πόρον ἐπὶ τὸν οὐρητῆρα συμβαίνει φλεγμαίνειν, καὶ μετὰ βίας προϊέναι τὸ οὖρον, δι’ ἣν αἰτίαν ἀλγεῖ καὶ ὀδυνᾶται. ἔσθ’ ὅτε δὲ καὶ διὰ τὸ ἑστάναι καὶ μὴ γυμνάζεσθαι γεννᾷ χυμοὺς δριμυτάτους, οἵτινες φερόμενοι ἐπὶ τὴν κύστιν δηγμὸν παρέχουσι τῇ διόδῳ τῆς οὐρήσεως, καὶ διὰ τοῦτο στραγγουριᾷ. πολλάκις δὲ καὶ χειμῶνος δι’ ὑπερβολὴν ψύχους γίνεται. διὸ δεῖ τῷ τοιούτῳ πῦρ παρακαίειν, καὶ οὐρήσει. καὶ τοῦτο δὲ γίνωσκε, ὅτι καὶ ἡμίονος ἐὰν φάγῃ ῥοδοδάφνας, πλείονα ῥῆξιν λαμβάνει ἡ κύστις, διὰ τὸ παραλύεσθαι καὶ ψύχεσθαι τὰς ἐντὸς ἀρτηρίας τὰς λεγομένας ἐπιρραχίτιδας, αἷς πρόκειται ἡ φύσα, καὶ διὰ τοῦτο ῥήγνυται καὶ διαφωνεῖ. ἵππῳ δὲ οὐ δύναται τοῦτο συμβῆναι, διὰ τὸ θερμοτέραν ἔχειν τὴν σύστασιν τοῦ σώματος, καὶ ταχὺ καταπέττειν τὰ σιτία. τὴν δὲ γαστέρα συμβαίνει πονεῖν δι’ ὠμότητα, ἤτοι ὅταν μὴ καταπέττων τὰς κριθὰς ὅλας ἀφοδεύῃ, ἢ καὶ τούτων ἐμμείνωσι πλείονες.
33 6 [15] ἐμπλησθεὶς γὰρ τοῦ ποτοῦ τὴν γαστέρα ὀδυνᾶται καὶ στροφεῖται. ἢ ὁπόταν ἐν τῷ προσφερομένῳ χόρτῳ ἐμπέσῃ ἐσθίοντι στρουθίου πτερόν, καὶ τοῦτο γὰρ πλησμονὴν παρέχει καὶ στρόφον. γίνεται δὲ καὶ ὃ καλοῦσι βούπρηστιν, ὅμοιον φαλαγγίῳ, ὃ ἐγγεννᾶται ἐν τῷ χόρτῳ. ὃ ἐὰν προσλάβῃ τρώγων, ὡσαύτως ἐμπρησθήσεται καὶ κινδυνεύσει. γίνεται δὲ καὶ διὰ φαυλότητα ὑδάτων καὶ ξενισμόν. ἔσθ’ ὅτε δὲ καὶ ἐὰν σκώληκας σχῇ ἢ ἕλμινθας, καὶ διὰ τοῦτο πονεῖ τὴν κοιλίαν. καὶ διὰ μὲν τὰς ἕλμινθας οὐχ οὕτως κινδυνεύει, διὰ τὸ εἶναι αὐτὰς ἐν τοῖς ἐντέροις καὶ εὐεξόδους· διὰ δὲ τοὺς σκώληκας καὶ διὰ τὴν τραχύτητα τῆς κοιλίας, τῷ μὴ εὐχερῶς ἐκκαθαίρεσθαι αὐτούς. ὃν ἐπιγνώσῃ ἐν τῷ συμβαίνειν ῥίπτειν ἑαυτὸν καὶ δάκνειν τὴν γῆν διὰ τὸν πόνον. τούτῳ δὲ τῷ βοηθήματι χρηστέον· τρίβοντας κράμβης φύλλα λειότα τα, καὶ οἴνου ἐπιχέαντας πλῆθος ὡς τέσσαρας κοτύλας, καὶ ἐλαίου μίαν ἐγχυματίζειν διὰ τῆς ἀριστερᾶς ῥινός, καὶ θεῖον τρίψαντας μετὰ ἐλαίου, ἐπαλείφειν τὴν κοιλίαν.
33 7 [10] καὶ ἀψίνθιον δὲ τούτῳ ἁρμόζει, ἑψόμενον ἐν οἴνῳ. βοηθεῖ δὲ καὶ τὰς κριθὰς ἀλείφοντας ἐλαίῳ παραβάλλειν, καὶ μάλιστα τῷ τὰς ἕλμινθας ἔχοντι. καὶ τοῦτο δὲ βοηθεῖ τῷ δυσουριῶντι· περιστερέας ὅσον ὀξύβαφον οἴνου κοτύλῃ διέντα ἐγχυματίζειν. ὁμοίως ὀπὸν Συριακὸν ὅσον μέγεθος κυάμου καὶ νίτρου ὀπτοῦ ὁλκὴν μίαν διέντας ἐν οἴνῳ ἐγχυματίζειν, ὡς προγέγραπται. προκαλούμενον δὲ αὐτὸν ἄγειν ἐπὶ ἀπούρησιν, ὅπου ἕτερα κτήνη ἐκ τῆς οὐρήσεως σύστημα πεποίηνται· ἐφ’ ἣν ἐὰν ἔλθῃ, ὡς τάχιστα οὐρήσει. εἰ δὲ οὐκ ἔστιν ἔγγιστα, τοῦτο δεῖ εἰς πηλὸν εἰσάγειν, καὶ ὡσαύτως οὐρήσει. καὶ τοῦτο δὲ ἐκ τῶν Γεωργικῶν Μάγωνος τοῦ Καρχηδονίου εὕρητα ι .
33 8 [10] λέγει γὰρ τοῦ δυσουριῶντος ἵππου τοὺς ἐμπροσθίους πόδας κάτωθεν ὑποξύσαντα ἐκ τοῦ κατ’ ὄνυχα μέρους, τὰ ὑποξύσματα αὐτῆς τῆς ὁπλῆς τρίβειν ἐν οἴνῳ ὅσον κοτύλῃ καὶ ἐγχυματίζειν διὰ τῆς ῥινός, καὶ οὐρήσει. ἔγνων δὲ ἐγὼ καὶ τοῦτο παρὰ Σαρμάται ς · δεῖ στήσαντα τὸν ἵππον καταπετάσαι ἀπὸ τοῦ τραχήλου μέχρι τῶν ἰσχίων ἱμάτιον, καὶ ὑποθυμιᾶν ὑπὸ τὴν κοιλίαν καὶ τοὺς διδύμους καστόριον ἐπ’ ἀνθράκων, εἶτα ὑφελόντα τὸ ἀγγεῖον, ἐν ᾧ ὑποθυμῖαται, ποιῆσαι διακινῆσαι τὸ κτῆνος, καὶ ὡς τάχιστα οὐρήσει. δεῖ δὲ καὶ βάλανον ποιῆσαι ἐξ ἁλὸς καὶ μέλιτος ἑφθοῦ ἡλίκον ᾠὸν καὶ ἐνθεῖναι εἰς τὴν ἕδραν. τοῦτο γὰρ βοηθεῖ ἀμφοτέροις, τῷ τε τὴν κοιλίαν ἀλγοῦντι καὶ ἐμπεπρησμένῳ καὶ τῷ δυσουριῶντι· ποιήσει γὰρ αὐτὸν οὐρῆσαι. τῆς δὲ ἐν τῇ οὐρήσει ὀδύνης εἰσὶ γένη τρία, ὧν κατὰ τὸ συμβαῖνον ἡ προσηγορία παραλαμβάνεται.
33 9 [5] δυσουρία γὰρ λέγεται, ὅταν ᾖ δυσκόλως οὐρῶν· στραγγουρία δέ, ὅταν κατὰ στράγγα ᾖ προϊέμενος· ἰσχουρία δέ, ὅταν καθόλου μὴ δύνηται οὐρῆσαι. ὧν αἱ μὲν δύο βοηθοῦνται, καθὼς γέγραπται. ὁ δὲ καθόλου μὴ δυνάμενος οὐρεῖν οὐ ῥᾳδίως βοηθεῖται, ἀλλὰ κινδυνεύει. προσφερομένων δὲ τῶν διουρητικῶν δριμέων ὄντων, ἐπιτείνεται τὸ πάθος, κνησμονὴν ἔχοντος τοῦ πόρου. δεῖ δὲ τῷ τοιούτῳ τὰς πυρίας προσάγειν τὰς διὰ θερμοῦ ὕδατος σπόγγῳ περὶ τὴν χώραν λεγομένην, καὶ ἐγχυματισμοῖς χρῆσθαι γλυκέσι κεκραμένοις ἐν θερμῷ ὕδατι ἴσον ἑκατέρου μὴ πλείω κοτυλῶν δύο. τὸ αὐτὸ δὲ καὶ δι’ ὑδρομέλιτος ποιοῦντα, ὡσαύτως ἐγχυματίζειν διὰ τῆς ἀριστερᾶς ῥινός. ἁρμόζει δὲ τῷ τοιούτῳ καὶ τὸ ἀφέψημα τοῦ σεύτλου καὶ τῆς μαλάχης διὰ τοῦ γλυκέος ἐγχυματίζειν, καὶ τὸν χλωρὸν χόρτον διδόναι· εἰ δὲ οὐκ ἔστιν, μελικράτῳ καταρραίνειν τὸν ξηρόν, ὡσαύτως καὶ τὴν λοιπὴν τροφὴν καταρραίνοντα παραβάλλειν.
33 10 [t2] τοιούτων γὰρ προσφερομένων, λύσις γίνεται τοῦ κνησμοῦ, καὶ οὐκ ἐπαίρεται ὁ καυλός. δεῖ δὲ καὶ τὰς κριθάς, ποιοῦντα πτισάνην, καταρραίνειν τῷ μελικράτω καὶ οὕτως διδόναι. ἐὰν δέ ποτε συμβῇ δυσουριᾶσαι τὴν θήλειαν, παραστατέον αὐτῇ ἄρρενα ἵππον ὡς λαγνότατον, καὶ ἐρεθιζομένη τάχιστα οὐρήσει. ὡς ἐν κεφαλαίῳ δὲ εἰπεῖ ν , αὕτη σοι ἐπίδειξις τούτων τῶν παθῶν καὶ θεραπεί α . ἄλλο περὶ τοῦ μὴ στραγγουρεῖν ὑποζύγιον ποταμὸν διαβαῖνον.
33 11 (t1) [5] Ὅταν γένηται χειμῶνος ὁδοιποροῦντα τὰ ὑποζύγια ἐλθεῖν ἐπὶ ποταμόν, ἐν ᾧ ἐστι μέγα ῥεῦμα καὶ βαθύ, ὥστε ἐπικλύζεσθαι τοὺς νώτους αὐτῶν, δεῖ ἀποζεύξαντας ἀναγκάζειν οὐρῆσαι, καὶ οὕτως ἐμβιβάζειν. εἰ γὰρ μὴ τοῦτο γένηται, ῥᾳδίως συμβαίνει ἔν τισι τῶν ὑδάτων ἰσχουρίαν γίνεσθαι καὶ στρόφους. Ἱεροκλέους εἰς τὸ αὐτό.
33 12 [15] Δυσουρίας εἴδη ἐστὶ τρία. δυσουρία, ὅταν χαλεπῶς οὐρῇ· στραγγουρία, ὅταν κατὰ σταλαγμόν· ἡ δὲ τρίτη, ὅταν καθόλου μὴ οὐρῇ. καὶ συμβαίνει τὸ πάθος, ὅταν ὁδοιπορῶν καὶ δραμὼν δι’ ὅλης ἡμέρας μὴ οὐρήσῃ. ἐπὶ τούτῳ γὰρ ὁ ἀπὸ τῆς κύστεως πόρος ἐπὶ τὴν οὐρήθραν ἄγων φλεγμαίνει, καὶ τὰ οὖρα οὐ προΐησιν εὐχερῶς, ἀφ’ οὗ ἡ ἀλγηδὼν ἐπιτείνει. καὶ ἀπὸ τοῦ στῆναί τινα χρόνον καὶ μὴ γυμνασθῆναι δριμεῖς χυμοὶ φερόμενοι ἐπὶ τὴν κύστιν, ἀναδάκνουσι τὰς διόδους τῆς οὐρήσεως. ἔσθ’ ὅτε δὲ ἡ στραγγουρία καὶ δι’ ὑπερβολὴν κρύους τῷ χειμῶνι συμβαίνει. διόπερ τῷ τοιούτῳ πῦρ πλησίον καυθὲν βοηθεῖ. ἀπὸ δὲ βρώσεως ῥοδοδάφνης οὐχ ὁμοίως ὄνῳ καὶ ἡμιόνῳ βλάπτεται ἵππος, τῷ θερμοτέραν ἔχειν τὴν σύστασιν τοῦ αἵματος. τὰ δὲ σημεῖα ταῦτα ἴδοις ἂν καὶ ἐν τούτῳ καὶ ἐν τῷ τὴν γαστέρα ἀλγοῦντι. ὁ γὰρ τῇ δυσουρίᾳ συνεχόμενος τρέχειν βούλεται καὶ σοβεῖ τὴν οὐρὰν ὑπὸ τοὺς μηρούς, καὶ κυλιόμενος συγκαθίζει ἐπὶ τὰ ἰσχία, τό τε αἰδοῖον προβάλλων κατ’ ὀλίγον, ὡς μέλλων οὐρεῖν ἐμφαίνει. θεραπεύεται οὖν οὕτως· πράσων δεσμὴν σὺν τοῖς φύλλοις καθεψήσας, καὶ τὸν χυλὸν ἐκπιάσας ὅσον εἰς κοτύλας δύο, καὶ μίξας οἴνου εὐώδους κοτύλην καὶ ἐλαίου ὀξύβαφον, διὰ τῆς δεξιᾶς ῥινὸς ἐγχυμάτισον.
33 13 [20] εἶτα περιπατείτω ἠρέμα ἐπιτροχάζων, καὶ οὐρήσει. καὶ ἀψίνθιον δὲ ὁμοίως ἐν οἴνου κοτύλῃ ἑψήσας ἐγχυμάτιζε. ἢ καὶ ὀποπάνακος κεφαλὴν ὅσον δακτύλου μέγεθος, τρίψας ἐν οἴνου μέτρῳ τῷ προειρημένῳ, ἐγχυμάτισον. ἢ σελίνου τοῦ καρποῦ κύαθον κόψας, μετὰ οἴνου εὐώδους κοτύλης ποίει ὁμοίως. κάλλιον δέ, εἰ ἑψήσας ἱπποσέλινα δοίης καὶ ἱππομαράθου τὰς ῥίζας. ἐνεργεῖ δὲ καὶ τοῦτο· κρόμυα μακρὰ τὰ δριμέα καθαρίσας καὶ θλάσας ὅσον πέντε, ἔνθες εἰς τὴν ἕδραν. εἶτα περιπατείτω ἐντροχάζων, καὶ οὐρήσει. βοηθεῖ δὲ καὶ ἡ τοῦ θερμοῦ κατάντλησις κατὰ τῶν ἰσχίων. ἢ οὕτως· ἐρεβίνθους τρίψας τοὺς λευκοὺς ἢ τοὺς μέλανας ἕψει, εἶτα ὕδωρ ἐπιχέας καὶ ἑρπύλλου δεσμίδια δύο ἐμβαλών, καὶ ποιήσας κοτύλας τρεῖς, ἔγχει διὰ τοῦ στόματος. οὐκ ἐπαινεῖ δὲ Ἄψυρτος τοὺς καθιέντας τὰς χεῖρας διὰ τῆς ἕδρας ὡς διορθώσοντας τὴν κύστιν· μέχρι μὲν γὰρ τῆς ἕδρας οὐκ ἀδικοῦσιν, ἐνδοτέρω δὲ διωθοῦντες, ἐνίοτε κακόν τι ἐργάζονται, φλεγμονῆς ἐγγινομένης τῷ ἐντέρῳ σφοδρᾶς, ὡς μὴ ὑπομένειν τὴν ἀλγηδόνα, καὶ παραχρῆμα τελευτᾶν ἢ μετ’ ὀλίγον. τρία γὰρ ὀξύτατα πάθη ἐστὶν ἵπποις τε καὶ τοῖς ἄλλοις, ὅσα μώνυχας ὁπλὰς ἔχει· κύστις καὶ ἐπίστρεψις ἐντέρων, ὃ καλεῖται εἰλεός, καὶ καρδιακή.
33 14 [5] τὰ δὲ ἄλλα πάθη ἐπιμένει ἐπὶ ἡμέρας. εἴωθεν δὲ καὶ κριθίασις καὶ πνῖγμα καὶ κοιλίας πό νος συντόμως ἀναιρεῖν, ἐὰν μὴ τάχος βοηθηθῇ. χρήσιμον δὲ κἀκεῖνο τῷ δυσουριῶντι· πέπερι ὅσον ὀξύβαφον οἴνου κοτύλῃ διέντα ἐγχυματίζειν, ἀπάγοντα εἰς πηλόν, ἢ μᾶλλον, ἔνθα ἕτερα κτήνη οὔρησεν, καὶ προτρέπεσθαι οὐρεῖν. ἢ κισσοῦ φύλλα ἑψήσαντα ἐν οἴνου γλυκέος λευκοῦ κοτύλαις δύο, καὶ νίτρον λευκὸν ἐπεμβαλόντα, χλιάναντά τε καὶ διὰ μυκτῆρος ἀριστεροῦ ἐγχέαντα, ποιῆσαι διαβαδίζειν. Μάγων δὲ ὁ Χαλκηδόνιος ἐν τοῖς Γεωργικοῖς φησιν ἐκ τῶν ἐμπροσθίων αὐτοῦ ποδῶν κάτωθεν ὑποξύσαντα ἐκ τοῦ κατ’ ὄνυχα μέρους τὰ ὑποξύσματα αὐτὰ τῆς ὁπλῆς τρίβειν ἐν οἴνῳ, καὶ ἐγχυματίζειν διὰ τῆς ῥινός, οὐρήσει γάρ.
33 15 [20] καλὸν δὲ κἀκεῖνο, ᾧ Σαρμάται χρῶνται· καλύψαντες τὸν ἵππον ἄνωθεν ἀπὸ τοῦ τραχήλου μέχρι τῶν ἰσχίων ἱματίῳ, ὑποθυμιῶσιν ὑπὸ τὴν κοιλίαν καὶ τοὺς ὄρχεις καστόριον ἐπ’ ἀνθράκων· εἶτα ποιοῦσιν περιπατεῖν, καὶ οὐρεῖ. ὅταν δὲ καθόλου μὴ οὐρῇ, προσάγειν χρὴ πυρίας τὰς διὰ τοῦ θερμοῦ ὕδατος, καὶ ἐγχυματίζειν οἴνου γλυκέος κεκραμένου θερμῷ ὕδατι μὴ πλέον κοτυλῶν δύο, καὶ ὑδρόμελι δὲ ὁμοίως ἐγχυματίζειν διὰ τοῦ ἀριστεροῦ μυκτῆρος. μάλιστα δὲ ἀφεψήματι σεύτλου καὶ μαλάχης διὰ γλυκέος οἴνου ἐγχυματίζειν, καὶ τὸν χόρτον δὲ χλωρὸν διδόναι· εἰ δὲ μὴ ᾖ, μελικράτῳ καταρραίνειν τὸν ξηρὸν καὶ τὴν ἄλλην τροφὴν ὁμοίως, πτισάνην καὶ τὴν κριθὴν ποιοῦντα. ταῦτα γὰρ χαλάσει τὸ ζῷον. καὶ θηλείας δὲ παρισταμένης, ἐνίοτε ἐρεθιζόμενον οὐρεῖ. δεῖ γε μὴν πείθεσθαι Ἀριστοτέλε ι , ὅς φησιν ἵππον μόνον περιπίπτειν τῷ τῆς δυσουρίας πάθε ι. ἄλλο.
33 16 (t) [5] Κράμβης δεσμίδια μετ’ αὐτῶν τῶν φύλλων καθεψήσας ἐν ὕδατι ξέστου ἑνός, κἀκεῖθεν ἀποπιάσας τὰ φύλλα καὶ ῥίψας, τὸ ὕδωρ, ἐν ᾧ ἡ κράμβη ἡψήθη, μίξας ἐν οἴνου ἡμίνῃ μιᾷ καὶ ὀξυβάφῳ ἐλαίου ἑνί, διὰ τῆς δεξιᾶς ῥινὸς ἐγχυμάτισον, καὶ οὐρήσει. ἄλλο.
33 17 (t) [1] Ἀψίνθιον μετὰ οἴνου λίτρας μιᾶς καθεψήσας, διὰ τῆς ῥινὸς ἐγχυμάτιζε. ἄλλο.
33 18 (t) [1] Ὀποπάνακος ὅσον ἐστὶ πάχος τὸ τελευταῖον τοῦ μικροῦ δακτύλου μίξας μετὰ οἴνου ἐγχυμάτιζε. ἄλλο.
33 19 (t) [1] Ῥαφανίδος σπέρμα τρίψας, δίδου διὰ ῥινός. ἄλλο.
33 20 (t) [5] Κρόμυα μακρὰ πέντε, ἅτε δριμύτερα ὄντα, καθαρίσας, ἔμβαλλε εἰς τὸν δακτύλιον τοῦ ἵππου, καὶ ποίησον ἀναπατῆσαι. συμβάλλεται δὲ μετὰ τοῦτο καὶ θερμῷ ὕδατι τὰς ψύας τοῦ ζῴου ἀπαντλῆσαι. πλανῶνται δέ τινες λέγοντες, ὅτιπερ χρὴ ἐμβάλλειν τῷ ἐντέρῳ τὴν χεῖρα καὶ τὴν φύσαν αὐτοῦ διαστρέφειν· βλάπτουσι γὰρ μάλιστα ταύτην τοῖς ὄνυξι κατα κνίζοντες. δώσεις δέ, εἰ οὐρεῖ βράδιον, ἀφόδευμα κυνὸς μετὰ ἅλατος καὶ ἀμμωνιακοῦ καὶ οἴνου μιγέν. ἄλλο.
33 21 (t) [1] Σκορόδου κεφαλὰς κεκαθαρισμένας δύο καὶ λειωθείσας, ἐν οἴνῳ μίξας ἐγχυμάτισον, εἶθ’ οὕτως δραμεῖν ποίησον τὸν ἵππον. ἄλλο.
33 22 (t) [1] Ἐβούλου, ἣν Ἕλληνες χαμαιάκτην ὀνομάζουσι ν, ῥίζαν λειώσας μετὰ οἴνου παλαιοῦ καὶ ἐκθλίψας καὶ διὰ ὀθόνης διηθήσας, ἔμβαλλε τοῦτο δι’ ἀμφοτέρων τῶν ῥινῶν. δίδου δὲ καὶ μετὰ γλήχωνος ὕδωρ πιεῖν. ἄλλο.
33 23 (t) [1] Βράθυν τὴν βοτάνην καθεψήσας, ἐξ αὐτοῦ τοῦ θερμοῦ τὰ αἰδοῖα τοῦ ἵππου ἀπάντλησον. εἰ δὲ βραδύτερον οὐρήσει, κόριν ζῶντα εἰς τὸ οὖς αὐτοῦ ἔμβαλλε, καὶ ἄλλον ἐπάνω τοῦ αἰδοίου, ὅθεν οὐρεῖ, ἐπίτριψον, καὶ εὐθέως προχωρήσει. ἄλλο.
33 24 (t) [1] Πράσα ἑψήσας καὶ ἐκπιέσας τὸν χυλὸν ὡσεὶ ξέστην αʹ, καὶ συμμίξας οἴνῳ παλαιῷ καὶ ἐλαίου ὀξυβάφῳ, διὰ ῥινὸς ἐγχυμάτιζε, καὶ διακινεῖν παρασκεύαζε. ποίει δὲ τοῦτο ἐπὶ τρισὶν ἡμέραις. ἄλλο.
33 25 (t) [1] Πηλὸν ἀπὸ οὔρου οἱουδήποτε ἵππου γενόμενον οἴνῳ μιγέντα καὶ διηθηθέντα ἔγχει εἰς τὰς ῥῖνας. ὁ δὲ ἐξ οὔρου τοιούτου γενόμενος πηλός, εἰ καὶ ξηρανθῇ, ὅμως μετὰ οἴνου τὴν αὐτὴν ἐνέργειαν ἔχει. ἄλλο.
33 26 (t) [5] Σελίνου ῥίζαν τρίψας μετὰ οἴνου γλυκίζοντος ἢ μελικράτου, διὰ στόματος ἐγχυμάτιζε. ἄλλο. Κασίας γ ο βʹ, κόστου γ ο βʹ, ναρδοστάχυος γ ο αʹ, κυπέρου 𐆃 αʹ, ὑσσώπου Κρητικοῦ γ ο ἕξ, ἀψινθίου Ποντικοῦ γ ο ἕξ, σμύρνης γ ο αʹ· ταῦτα ὕδατι καθεψήσας, ἐγχυμάτιζε ἐπὶ ἡμέ ραις τρισί. ποιεῖ δὲ τοῦτο καὶ πρὸς θηρίων ἐκβολὰς καὶ πρὸς τετάνους καὶ βῆχα 〈καὶ πρὸς διέγερσιν δι’ ὅλου τοῦ σώματος. τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἔλαιον δίδου, ἵνα καταλεάνῃ καθαρίως.〉 ἄλλο.
33 27 (t) [1] Ἀράχνην λειώσας, μετὰ οἴνου ἐγχυμάτιζε. ἄλλο πρὸς στραγγουρίαν.
33 28 (t) [1] Λαβὼν ὑείας κόπρου γ ο τέσσαρας, οἴνου ξέ. αʹ, καὶ εἰς ἓν ἀναμίξας καὶ διϋλίσας, δὸς πιεῖν, καὶ εὐθέως οὐρήσει. ἄλλο.
33 29 (t) [5] Χελιδονίας γ ο αʹ, κόπρου σαύρας γ ο γʹ περσέας χυλοῦ γ ο ἕξ, ὀποβαλσάμου γ ο γʹ, ἀλόης γ ο γʹ, μέλιτος Ἀττικοῦ γ ο δʹ, λιβάνου ἀρσενικοῦ γ ο γʹ, ἀσβέστου κεκαυμένης γ ο γʹ, πεπέρεως λευκοῦ γ ο γʹ, στέατος ἑρπετοῦ γ ο δʹ, μυελοῦ προβατείου ἐκ τῶν ποδῶν γ ο βʹ, στέατος χηνείου γ ο γʹ, αἵματος περιστερᾶς γ ο γʹ, ταῦτα πάντα εἰς θυὰν τρίψας δίδου. προπότισμα εἰς τὸ αὐτό.
33 30 (t) [15] Ἀκόρου ὀβολοὺς τρεῖς, σπέρματος σταφυλίνου ὀξύβαφον μετὰ οἴνου γλυκέος κοτυλῶν βʹ λειώσας, διὰ τοῦ μυκτῆρος ἔμβαλε, καὶ μετὰ τοῦτο εἰς ἁπαλώτερον τόπον τῇ ἐξ ἔθους προτροπῇ τὸ ζῷον ἀπουρεῖν παρασκεύαζε. τοῦτο δὲ ποιεῖ καὶ ἡ ῥίζα αὐτοῦ, ἢ τὸ σπέρμα λελειωμένον καὶ μετὰ οἴνου διδόμενον, ἢ σίκυς ἥμερος ὅσον ὀξύβαφον, καὶ κόρις ἐμβληθεὶς εἰς τὸ οὖς, τοῦ μὲν ἄρρενος εἰς τὸ ἀριστερόν, τῆς δὲ θηλείας εἰς τὸ δεξιόν. ἰᾶται δὲ καὶ ἀσπαράγου ῥίζα κεκομμένη καὶ εἰς οἶνον παλαιὸν ἀποζεσθεῖσα καὶ κατὰ τῶν μυκτήρων χεομένη· ἢ ἄλευρον σίτινον μετὰ στέατος προβατείου, προσβαλὼν ὕδωρ καὶ καθεψήσας ὡσεὶ ξεστῶν δύο πλῆθος, διὰ τοῦ στόματος ἔγχει. ἢ κυμίνου σπέρματος ξέ. δʹ οἴνῳ παλαιῷ μίξας, ἐπὶ τρισὶν ἡμέραις διὰ κέρατος δίδου. ἢ καὶ πράσου χυλὸν ὡς κυάθους ἕξ, καὶ ὄξους σκιλλιτικοῦ κυάθους γʹ, καὶ μέλιτος τὸ ἴσον μίξας, διὰ κέρατος ἐν στόματι δίδου, ἢ ὀποπάνακος ξέ. εʹ οἴνῳ καὶ μέλιτι μίξας ἐπὶ ἡμέραις πέντε. τρεφέσθω δὲ κριθαῖς ἐπιπολὺ βεβρεγμέναις ἐν ὕδατι καὶ χόρτῳ κεκομμένῳ. ἐγχυματισμὸς πρὸς δυσουρίαν.
33 31 (t) [1] Ἐὰν κύστις ἐμφραγῇ, μαράθου χυλὸν καὶ ὁδυρήσσου καὶ ἀννήσου μίξας καὶ ᾠὰ καὶ οἶνον γλυκάζοντα μεθ’ ὕδατος κεχλιασμένου ἔγχει εἰς τὴν κύστιν, καὶ ἀνοιχθήσεται. ἄλλο.
33 32 (t) [1] Ἵππουριν βοτάνην λειώσας μετὰ οἴνου ἐγχυμάτιζε, ἢ καὶ πηλῷ ἐξ οὔρου παλαιοῦ τὴν γαστέρα ὑπόχριε. πρὸς στραγγουριῶντας ἄλλο.
33 33 (t) [1] Νίτρου ὀπτοῦ, ὀποῦ Κυρηναϊκοῦ ἀνὰ ὁλκὴν μίαν μίξας, καὶ φοίνικας δύο, καὶ καλῶς καταζέσας, τὸ ἀφέψημα δίδου. περὶ τετανικοῦ καὶ ὀπισθοτονικοῦ.
34 1-5 (t) Αψύρτου. Ἄψυρτος Νουμηνίῳ Ἡφαιστίωνος υἱῷ Καλλιπολίτῃ χαίρει ν .
34 1 [20] ἱπποτροφοῦντά σε ἐθέλω εἰδέναι, 〈ὅτι〉 ὅσοι λέγουσιν ἐν τοῖς ἀρρωστήμασι τῶν ἵππων τετανικοὺς εἶναι καὶ ὀπισθοτονικούς, οὗτοι τεθελήκασι πλείοσιν ὀνόμασι περιβάλλειν τὸ συμβαῖνον καὶ περιέργοις. ἔστι δὲ ὀπισθότονος, ᾧ παρέπεται τράχηλον ἀποτεταμένον ἔχειν 〈καὶ〉 κεφαλὴν ὡσαύτως, ὦτα ὀρθὰ 〈καὶ〉 κάμπτεσθαι μὴ δυνάμενα, ὀφθαλμοὺς ὑποδεδυκότας, αἵ τε ἐπικανθίδες αἱ ἐκ τῶν παρὰ τοὺς μυκτῆρας τόπων ἐπισπώμεναι εἰς τοὐπίσω γυμνοῦνται, καὶ τὰ χελύνια πεπέδηνται, καὶ τὸ στόμα χαίνειν οὐ δύναται, καὶ ἡ γλῶσσα ἔχεται, καὶ οὔτε τρώγει οὔτε πίνει ὁμοίως. ἔστι δὲ τὸ οὐραῖον ἀνεσταλμένον, καὶ ἡ ῥάχις σκληρά, ἐπιστρέφεσθαί τε οὐ δύναται, καὶ περιπατῶν τοῖς ὀπισθίοις σκέλεσιν ὑπερβαίνειν ἀδυνατεῖ, ἀλλὰ ἀποτεταμένας ἐπισύρει τὰς ὁπλάς, καὶ οὐδὲ τοὺς ἐμπροσθίους κάμπτει, πάντοθέν τε συντέταται εἰς τοὐπίσω, καὶ οὐκ ἐκτινάσσει ἑαυτὸν ἢ μόγις, καὶ ἐπὶ τὸ πρόσαντες χωρίον περιπατεῖν οὐ δύναται, ἀλλ’ ὀπίσω πίπτει. συμβαίνει δὲ καὶ τοῦτο αὐτῷ, τῶν ἐν τῷ νώτῳ νεύρων ἀποτεταμένων, συμπάσχειν τὴν κύστιν, καὶ μετὰ βίας τὰ οὖρα ἐκκρίνειν. ἀναπεσὼν δὲ ἐγείρεσθαι πάλιν τοῖς ὀπισθίοις ἀδυνατεῖ, ἀλλ’ ἀνακαθίζει ὡς κύων τοῖς ἐμπροσθίοις, ὅθεν καὶ λέγεται ὀπισθότονος. ἀναφέρει δὲ οὐ ῥᾳδίως χειμῶνος, θερείας δέ τις βοηθῶν τάχα ἂν ἐπιτυγχάνοι.
34 2 [5] ὡς λέγουσ ι, συγχρίων αὐτὸν ὑείῳ στέατι, καὶ ῥητίνῃ τερεβινθίνῃ, καὶ κηρῷ καὶ πεπέρει τετριμμένῳ ἀναμεμιγμένοις ἐλαίῳ. ἕτεροι δὲ ὀρόβους ἑψήσαντες, τῷ ὕδατι καταντλοῦσι τὴν κεφαλήν, καὶ ἀπὸ κριθῶν δὲ τὸ αὐτὸ ποιοῦσι. τινὲς δὲ γῦρον ὀρύξαντες ἐν κοπρίᾳ καταχωννύουσι τὸν τοιοῦτον, ἢ εἰς ἄμμον ζεστὴν τὸ αὐτὸ ποιοῦσι. καὶ τοῦτο δὲ λέγετα ι · πεπέρεως κόκκους δέκα, κάχρυος τὸ ἴσον, νίτρου ὁλκὴν μίαν, ὀποῦ Κυρηναϊκοῦ ἡλίκον κυάμου, ταῦτα τρῖψαι καθ’ ἕν, καὶ πάλιν ἐν ταὐτῷ, μίξας ἐλαίου ἡμικοτύλιον, καὶ οἴνου εὐώδους κοτύλην μίαν ἐγχυματίζειν διὰ μυκτήρων δὶς τῆς ἡμέρας. καὶ αἵματος δὲ βοείου προσφάτου ἐγχυμάτισον, εἰ δὲ μὴ ᾖ τοῦτο, οἷον ἂν εὑρεθῇ. ἢ λιβανωτοῦ ὁλκὰς τρεῖς, ἁλὸς τὸ ἴσον οἴνῳ διεὶς ἔγχει. παλαιούμενον δὲ τοῦτο βέλτιον τὸ φάρμακον. καὶ ὑγραίνειν δὲ αὐτὸν λέγουσι ν, οἴνῳ καὶ ἐλαίῳ καὶ νίτρῳ συγχρίοντας καὶ τρίψει ἐπὶ πλεῖον χρῆσθαι, τά τε πιναρὰ κώδια τούτῳ καταρραίνοντας ἐπιδεσμεῖν, καὶ εἰς τὸν ποτὸν οἶνον μίσγοντας καὶ νίτρον διδόναι. ταῦτα μὲν 〈οὖν〉 ἐκείνοις εἴρηται μεγάλοις ἀνδράσι ν . ἡμεῖς δὲ ἐχρησάμεθα βοηθήμασι 〈καὶ〉 τούτοι ς · στέατος ὑείου στατῆρας ιϛʹ, καὶ ἀρκείου καὶ αἰγείου τὸ ἴσον, ῥητίνης τερεβινθίνης στατῆρας δʹ, στέατος χηνείου στατῆρας ηʹ, κεδρίνου ἐλαίου ἡμικοτύλιον, ἐλαίου καθαροῦ κοτύλας δʹ, ταῦτα συντήξαντες καὶ συναναδεύσαντες αὐτοῖς ἄλευρον προηψημένον ἐν ὕδατι, καὶ νίτρου καὶ ἁλὸς ἑκάστου στατῆρας ηʹ, τούτῳ θερμῷ συγχρίομεν.
34 3 [5] καὶ διὰ τῶν ῥινῶν δὲ ἐγχυματίζειν στέαρ χοίρειον καὶ μέλι καὶ ἔλαιον συντήξαντας. πρῶτον δὲ δεῖ τήκειν τὸ στέαρ, καὶ τὸ μέλι τετηκὸς χωρὶς ἐπιχεῖν καὶ τὸ ἔλαιον, καὶ πάλιν οἴνῳ συναναζέσαντας διδόναι. ἐχρησάμεθα δὲ καὶ τῷ διὰ βδελλίου συγκειμένῳ μαλάγματι, ἀνιέντες αὐτὸ ἐλαίῳ ἐπ’ ἀνθράκων, κάλλιον δὲ Κυπρίνῳ, μεθ’ οὗ τὴν κεφαλὴν δεῖ καὶ τὸν αὐχένα καὶ πάντα τόπον τοῦ σώματος ὑπαλείφειν, τρίψει χρωμένους, καὶ σκεπάσαντας αὐτὸν ἐπιβλήμασι, καὶ χαλι νώσαντας ἄγειν εἰς τόπον εὐήλιον, γυμνάζοντας δρόμῳ τῷ διὰ τῆς κάλπης, ἐπικαθημένου τινὸς αὐτῷ, ὥστε ποιεῖν ἱδρῶσαι ἐπὶ πλεῖστον, καὶ τὴν ὑγρασίαν πᾶσαν ἀπομάττειν καὶ ἀποτρίβειν κατὰ τρίχα, καὶ τούτῳ χρωμένους συγχρίειν καθ’ ἡμέραν, καὶ ἐπὶ τὴν νομὴν ἀπολύειν, ἕως ἂν ἐνδῷ τὸ πάθος. καὶ τῇ λοιπῇ δὲ τροφῇ χρῆσθαι παντοδαπῇ, μάλιστα ταῖς κριθαῖς μίσγοντας ἐρεβίνθους, ἵνα ᾖ τὰ χελύνια ἐν κινήσει, κυάμους δὲ μὴ βάλλειν, ἀπαυδᾷ γὰρ ἁψάμενος αὐτῶν, καὶ τὸ ποτὸν δὲ διδόναι κραματοποιοῦντας τῷ οἴνῳ, καὶ τὸ νίτρον ἐμπάσσοντας.
34 4 [15] δαψιλεστέραν δὲ ποιεῖν τὴν σύγχρισιν τοῦ φαρμάκου, καὶ ἱστᾶν χειμῶνος ἐν τόπῳ θερμῷ ἐσκεπασμένον. ἐν δὲ τῇ μίξει τοῦ οἴνου τῇ εἰς τὸ ἔλαιον ἄθετον τὴν σύγχρισιν ἐπέγνων· ἀναψύχων γὰρ ὁ οἶνος ἐπισυνδεσμεύει. ὠφέλιμον δὲ τούτῳ καὶ τὸ ἀλείφειν αὐτὸν πισσελαίῳ καὶ γυμνάζειν ὡσαύτως. ἔστω δὲ ἡ πίσσα μὴ πολλή· στενοῦνται γὰρ οἱ πόροι, καὶ οὐ συμβαίνει ἱδρῶσαι. ἐπὶ δὲ τῶν τοιούτων αἵματος ἀφαιρέσει οὐ χρηστέον, καὶ μηδεὶς λεγέτω, ὅτι οἱ πρὸ ἡμῶν ἐχρήσαντ ο . παρῆλθεν γὰρ αὐτοὺς τοῦτ ο · διακοπτομένων γὰρ τῶν ἐν τοῖς κροτάφοις ἀγγείων καὶ ἐξαιματιζομένων, παραξηραίνεται τὸ νευρῶδες τῶν χελυνίων καὶ οὐκ ἔστιν ἐν κινήσει, καὶ μένει ἄσιτος. οἱ δὲ ταῖς καυτηρίαις χρώμενοι πρὸς τὰ τοιαῦτα, εἰς κόπον φέρουσιν· καὶ περιγενόμενος γὰρ ὁ τοιοῦτος ἐλάττων ἐστὶν εἰς τὴν ὑπηρεσίαν τὸν ἐπίλοιπον χρόνον. ἐπιδείξωμεν δέ, διὰ τί καὶ πόθεν συμβαίνει ὀπισθότονος, ὃ οὐδενὶ γέγραπτα ι· ὅταν ὁδοιπορῶν ἡλόπληκτος γένηται τῷ ἐμπροσθίῳ ποδὶ καὶ χωλαίνων ἐλαύνηται καὶ ἱδρώσῃ, εἰς τοῦτο ἐμπίπτει.
34 5 [15] καὶ ἐὰν ἐξ ὁδοιπορίας γένηται ἱδρωκὼς χειμῶνος καὶ ψύχους καὶ στῇ ὕπαιθρος ἐν λιθοστρώτῳ, καὶ διὰ τοῦτο συμβαί νει· κἂν ἐπὶ πάγου στῇ ἐκ τῆς ὁδοιπορίας ἱδρωκὼς καὶ ἀσιτήσῃ, ὥστε μὴ ἔχειν ἐν κινήσει τὰ χελύνια τῇ νυκτὶ ἐκείνῃ, συμβήσεται αὐτῷ. καὶ ἐὰν ἔλθῃ ἐσπασμένος τὸν ὦμον, καὶ κατακλιθῇ εἰς πλείονα χρόνον, καὶ καταρτιζόμενος ἱδρώσῃ, τὸ αὐτὸ 〈ἐπι〉γίνεται. καὶ ἐάν ποτε τρωθῇ ἐξ οἱαςδήποτε αἰτίας εἰς τὸν βουβῶνα παρὰ τὴν χώραν, εὐχερῶς καὶ οὗτος ὀπισθοτονικὸς γίνεται. ἵνα δὲ μὴ δόξωμεν τῶν πρὸ ἡμῶν μεγάλων ἀνδρῶν ἐκβάλλειν τοὺς ἀφορισμού ς, ἔστω καὶ τέτανος ἐν τοῖς προγεγραμμένοις σημείοις. 〈κατέχεται δὲ ἡμέρας μβʹ〉. Ἱεροκλέους εἰς τὸ αὐτό.
34 6 [5] Ὀπισθοτονικὸς ἤτοι τετανικός ἐστιν, ὅταν ἔχῃ τὸν τράχηλον ἀποτεταμένον, τὴν κεφαλὴν καὶ τὰ ὦτα ὀρθά, ὀφθαλμοὺς ὑποδεδυκότας, αἵ τε παραγναθίδες αἱ παρὰ τοὺς μυκτῆρας ἐπισπῶνται εἰς τοὐπίσω, καὶ τὰ χελύνια πεπίασται καὶ τὸ στόμα, καὶ ἡ γλῶσσα ἔχεται, καὶ οὔτε ἐσθίειν οὔτε πίνειν δύναται. ὁμοίως ἐστὶν αὐτοῦ καὶ ἡ ῥάχις τεταμένη καὶ σκληρά, ἐπιστρέφεσθαί τε οὐκ ἔστιν οἷός τε, καὶ περιπατῶν τοῖς ὀπισθίοις σκέλεσιν ὑπερβαίνειν ἀδυνατεῖ, ἀλλὰ καὶ ἀποτεταμένας ὑποσύρει τὰς ὁπλάς, οὐδὲ τοὺς ἐμπροσθίους μέντοι κάμπτει, καὶ πάντοθεν δὲ συντέταται εἰς τοὐπίσω, καὶ οὐ τινάσσει ἑαυτόν, εἰ μὴ μόγις. συμβαίνει δὲ τοῦτο, τῶν νεύρων ἀποτεταμένων· συμπάσχει δὲ καὶ ἡ κύστις, ὥστε μετὰ βίας τὰ οὖρα ἐκκρίνεσθαι. πεσὼν δὲ τοῖς ὀπισθίοις ἐγείρεσθαι οὐ δύναται, ἀλλ’ ἀνακαθίζει ὡς κύων. τῷ μὲν οὖν χειμῶνι χαλεπὸν ἀπὸ τοῦ πάθους τούτου διασωθῆναι, τῷ δὲ θέρει καὶ σώσεις ἄν, συγχρίσας αὐτὸν ὑείῳ στέατι, καὶ ῥητίνῃ [καὶ] τερεβινθίνῃ καὶ πεπέρει τετριμμένοις, ἀνεὶς αὐτὰ ἐλαίῳ. ἔνιοι δὲ ὀρόβους ἑψήσαντες καταντλοῦσι τῷ ὕδατι τὴν κεφαλήν. Ἱερώνυμός γε μὴν τάδε συντάσσε ι · κηρῷ, ῥητίνῃ, μάννῃ, θείῳ, νί τρῳ ἔλαιον ἐπιβάλλειν, καὶ ἐν χύτρᾳ διατήξαντα, τὸ πλῆθος στοχαζόμενον ὡς πάντα χωρῆσαι, ἀνατρίβειν πάνυ, καὶ τὴν κεφαλὴν πυριᾶν ὀρόβοις ἑφθοῖς, εἰ δὲ μή γε, κριθαῖς· καὶ τὸ σῶμα σκεπάζειν κωδίοις ἀπλύτοις.
34 7 [10] παραβάλλειν δὲ φαγεῖν συνεχῶς, ὅπως ἡ σιαγὼν τὴν κίνησιν διηνεκῶς ἔχῃ, διδόναι δὲ καὶ ἐρεβίνθους ὠμούς. Ἄψυρτος δὲ τὰς θεραπείας δοκιμάζει ταύτα ς · στέατος ὑείου στατῆρας ἑκκαίδεκα, ῥητίνης τερεβινθίνης στατῆρας τέσσαρας, στέατος χηνείου στατῆρας ὀκτώ, κεδρίνου ἐλαίου ἡμικοτύλιον, ἐλαίου κοινοῦ κοτύλας δʹ· ταῦτα μίξαντας καὶ ἀναζέσαντας καὶ προσμίξαντας αὐτοῖς ἄλευρον προηψημένον ὕδατι, καὶ νίτρου καὶ ἁλῶν ἑκάστου στατῆρας ηʹ, τούτῳ θερμῷ συγχρίειν, διά τε τῶν ῥινῶν ἐγχυματίζειν στέαρ προτήξαντα, εἶτα μέλι χωρὶς τετηκὸς ἐπιχέαντα, καὶ ἔλαιον οἴνῳ συναναζέσαντα διδόναι.
34 8 [20] χρησόμεθα δ έ, προχωρού σης τῆς θεραπείας, καὶ μαλάγματι τῷ διὰ βδελλίου συγκειμένῳ, ἀνιέντες αὐτὸ ἐλαίῳ ἁπλῶς ἐπ’ ἀνθράκων, ἢ μᾶλλον Κυπρίνῳ. εἶτα τὴν κεφαλὴν καὶ τὸν αὐχένα καὶ πάντα τόπον τοῦ σώματος ἀνατρίψαντας, χρὴ σκεπάσαι αὐτὸν ἐπιβλήμασιν, εἶτα χαλινωθέντα αὐτὸν ἐπικαθεσθῆναί τινα καὶ ἐν τόπω εὐηλίῳ τρέχειν ποιεῖσθαι, μέχρις ἂν ἱκανῶς ἱδρώσῃ. τότε δὲ καταμάσσοντα τὴν ἰκμάδα πᾶσαν, ἀποτρίβειν κατὰ τρίχα, καὶ πάλιν τῷ αὐτῷ συγχρίσαντα βόσκεσθαι ποιεῖν· τοῦτό τε ἐπὶ ἡμέρας γίνεσθαι, ἕως ἂν ἐνδῷ τὸ πάθος. καὶ τὴν λοιπὴν δὲ τροφὴν προσφέρειν παντοδαπήν, μάλιστα ταῖς κριθαῖς μιγνύντα ἐρεβίνθους, ἵνα τὰ χελύνια ἐν κινήσει ᾖ ....... καὶ τούτοις χρῶ ἐπιβάλλων καὶ ἐπιπάσσων. χειμῶνι δὲ ἐν θερμοτάτῳ ἱστάσθω τόπῳ ἐσκεπασμένος. ἡ δὲ ῥητίνη τότε πολλὴ μὴ ἐπιμισγέσθω, ἵνα μὴ ἐμφραττόμενοι οἱ πόροι τὸν ἱδρῶτα ἐκκό ψωσιν. ὁ αὐτὸς Ἄψυρτος οὐ δοκιμάζει ἐπὶ τούτῳ τῷ πάθει φλέβα κείρειν· παραξηραίνεσθαι γὰρ ἀπὸ τούτου μᾶλλον τὸ νευρῶδες.
34 9 [10] ἀλλ’ οὐδὲ καυτηρίοις ἐνίοτε χρῆσθαι συμφέρειν φησ ί, καὶ περιγενόμενον δὲ πολὺ καταδεέστερον τὸ ζῷον πρὸς τὴν ὑπηρεσίαν γίνεται. συμβαίνει δὲ τὸ πάθος τόδε ἀπὸ αἰτιῶν κατὰ τὸ πλεῖστον τοιούτων· ὅταν ὁδοιπορῶν ὁ ἵππος προσπταίσῃ τῷ ἐμπροσθίῳ ποδί, καὶ χωλεύων ἐλαύνηται καὶ ἱδρώσῃ. ἢ ὅταν ἐξ ὁδοιπορίας ἱδρωκὼς ἐν κρυμῷ στῇ ὕπαιθρος ἐν λιθοστρώτῳ. ἢ ἐὰν ἐξ ὁδοιπορίας ἱδρωκὼς ἄσιτος στῇ τὴν νύκτα ἐκείνην, ὡς μὴ ἔχειν ἐν κινήσει τὰ χελύνια. ἢ ἐάν ποτε τρωθῇ ἐξ οἱαςδηποτοῦν αἰτίας τοὺς βουβῶνας, ὀπισθότονος γίνεται. ἔνιοι δὲ καὶ τούτῳ τῆς βοηθείας ἐχρήσαντο τῷ τρόπῳ, ὅταν αἴσθωνται κατ’ ἀρχὰς τοῦ πάθους· εἰσαγαγόντες εἰς βαλανεῖον καὶ ποιήσαντες ἱδρῶσαι, καταμάσσουσιν ἔνδον ξηροῖς σα βάνοις.
34 10 [10] καὶ μικρὸν ἐξαγαγόντες, καὶ πάλιν εἰσαγαγόντες, ὁμοίως καταμάσσουσι, εἶτα ἔνδον χρίσαντες θερμῷ χρίσματι τῷ δι’ ὄξους καὶ νίτρου καὶ ἑψήματος καὶ ᾠῶν καὶ ἐλαίου, σκεπάσαντες στρώμασι θερμοῖς, ἄγουσιν εἰς τὴν ἱπποστασίαν, καὶ λοιπὸν τοῖς ἑτέροις βοηθήμασι χρῶνται, οἷς εἰρήκαμεν. ἐὰν δὲ θερμὴν βούλῃ 〈τὴν ἱπποστασίαν〉 ποιῆσαι, ἄνθρακας καλῶς προεκκεκαυμένους εἰσκόμισον. ἐὰν γὰρ καπνὸς γένηται, προσεπιτρίβει τὸ ζῷον καὶ διαφθείρει· 〈ἄριστον δὲ καὶ τὸ αἴγειον στέαρ διδόναι αἰγὸς νεοδάρτου, ὡς εἶναι τὸ στέαρ θερμόν.〉 Θεομνήστου εἰς τὸ αὐτό.
34 11 [5] Ὁ τέτανος τοῖς ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις οὐκ ἄλλως ἢ ἀπὸ ψύχους γίνεται, ὅταν τὰ στερεὰ πάθη καὶ νευρικὴν συμπάθειαν ὑπομείνῃ. καλεῖται δὲ τέτανος ἀπὸ τοῦ τετάσθαι ὅλον τὸ σῶμα, μάλιστα μὲν ἀπὸ τῆς κεφαλῆς καὶ ὤτων καὶ τραχήλου. μέχρι δὲ τότε ζῇ, ἕως ἡ καρδία οὐ ψύχεται, ψυχείσης δὲ διαφωνήσει. τοῦτο δὲ ἔγνων ἐγὼ γενόμε νος ἐπὶ 〈.
34 12 [15] . ἡμέρας κατὰ Κάρνον τῆσ〉 Παννονία ς , βασιλεῖ παρεπόμενος καὶ ὡς φίλος σὺν αὐτῷ διάγων. 〈ἀθρόως οὖν ἠπείχθη διὰ γάμον, καὶ ἀπὸ τῆς Κάρνου κατ’ ἀρχὰς τοῦ φεβρουαρίου μηνὸς ὥδευσε τεταμένως εἰς τὴν Ἰταλία ν, ὡς δύο καὶ τρεῖς μονὰς μίαν ποιῆσαι. διελθόντων δὲ ἡμῶν πᾶσαν τὴν Νωρικὸν καὶ λοιπὸν ἐπὶ τὰς Ἄλπεις ἐπιβάντων τὰς Ἰουλίας καλουμένας,〉 χιὼν ἐξαίφνης κατερράγη πολλὴ περὶ πρώτην ὥραν, 〈ἀναβαινόντων τὰς Ἄλπει ς. τότε〉 καὶ οἱ στρατιῶται ἐπὶ τοῖς ἵπποις παγέντες ἀπώλλυντο, καὶ ἔμενον ἐπὶ τῶν ἵππων συντεταμένοι. σημεῖον δὲ ἦν τοῦ τεθνηκέναι αὐτούς· σπωμένων γὰρ τῶν χειλῶν, οἱ ὀδόντες ἐφαίνοντο, καὶ συνέβαινεν τὸν ἵππον ἔτι ζῆν. ἔφερεν δὲ τὸν νέκυν τοῦ στρατιώτου καὶ εἵπετο, ὁ δὲ νέκυς κατεῖχεν καὶ τὸ ὅπλον καὶ τὴν ἡνίαν, καὶ τεταμένος ἔμενεν, τρόπον τινὰ συμπεφυκὼς τῷ ἵππῳ, ὡς ἔργον εἶναι τοῖς ζῶσι καθελεῖν αὐτόν. εἰ δὲ καὶ ὁ ἵππος συντεθνήκοι, παγεὶς εἱστήκει καὶ ἀπέμενεν. ταῦτα μὲν ἔπαθον 〈πολλοὶ〉 καὶ ἄνδρες καὶ ἵπποι 〈καὶ ἡμιόνοι. μόνοι δέ, ὅσοι πρὸ βασιλέως εἰς τὰς πόλεις προεπέμποντο ἡμεροδρόμοι, οὔτε αὐτοὶ ἀπέθανον οὔτε οἱ ἵπποι αὐτῶν.
34 13 [15] φανερὰ δὲ ἦν ἡ αἰτία· ἡ γὰρ συνεχὴς κίνησις ἔθαλπε τὸ ψυχρὸν καὶ ἐζῳοποίει.〉 ἵππος οὖν τότε ἐμὸς τῶν σπουδαίων, ἐφ’ ᾧ νεανίσκος ἐκάθητο, ἐλήφθη τῷ τετάνῳ. καὶ σφόδρα με τὸ πρᾶγμα ἐλύπει, οὐδὲν γὰρ ἵππου καλοῦ καὶ γοργοῦ προκριτέον. ἦν δὲ ὁ ἵππος Γαλλικὸς ἐτῶν ὀκτώ, τῷ δρόμῳ ἀκατάσχετος 〈περὶ τοὺς ἐλάφουσ〉. σφόδρα οὖν ἐμέλησέ μοι σῶσαι τὸν ἵππον. καὶ ἐπειδὴ κατελθόντες ἐμείναμεν εἰς πόλιν 〈ἡμῶν πρώτην, εὐθὺς μὲν〉 ξύλα δαψιλῆ 〈σχών〉, ἦν γὰρ βέλτιστος ὁ ξένος μου, 〈ὃς παρέσχεν ἄκαπνα〉, ἔστησα αὐτὸν ἐν στάβλῳ μικρῷ 〈μόνον〉 καὶ ἐν κύκλῳ ξύλα αὐτοῦ παρέκαυσα [ἄκαπνα] νεκρῷ σχεδὸν ὄντι. περὶ ὥραν οὖν ἀλεκτρυόνος ἤρξατο κινεῖσθαι. ἔχων δὲ ἐν τῷ βουττίῳ ἔντρυγον κονδῖτον, καὶ ἐπειδὴ τρώγειν οὐκ ἠδύνατο οὐδὲ κινῆσαι τὰς σιαγόνας, ἄρτους καθαροὺς ἐμβρέξας εἰς αὐτὸν ἀνακειμένῳ ἐνεχυμάτισα τρίτον. ἦν δὲ καὶ ἄκοπον σκευάσας ἐμαυτῷ διὰ τούτους τοὺς χειμῶνας ἀπὸ τῶν ἁπλῶν φαρμάκων, ὅπερ ἀναλύσας ἐλαίῳ Κυπρίνῳ, ἔχρισα τὸν ἵππον.
34 14 [25] ἱδροῦν τε εὐθὺς ἤρξατο καὶ κινεῖσθαι καὶ ἐσθίειν. οὗ δὴ καὶ τὴν δύναμιν καὶ τὴν συσταθμίαν ἐκθήσομαι. ἐν δὲ τούτῳ θεραπεύσεις μὲν πάντα τέ τανον ἵππων καὶ τῶν ἄλλων ὑποζυγίων, πάντα δὲ κρυμὸν 〈ἀπελάσεισ〉 καὶ τοὺς κατεψυγμένους ἰάσῃ, καὶ ἡμιξήρους γεγονότας ἀποκαταστήσεις εἰς τὸ κατὰ φύσιν. καὶ ὅλως τούτου θερμότερον οὐδὲν οὐδενὶ οὐδὲ ἰατρῷ οὐδὲ ἱπποϊατρῷ ἀνεγράφη φάρμακον οὐδὲ ἀναγραφήσετα ι. ἔστι δὲ τοῦτο· εὐφορβίου γ ο βʹ, καστορίου γ ο δʹ, ἀδάρκης γ ο ἕξ, βδελλίου γ ο τρεῖς, πεπέρεως λίτραν αʹ, ἀλώπεκος στέατος γ ο βʹ, ὀποπάνακος γ ο δʹ, ὀποῦ λασάρου γ ο γʹ, ἀμμωνιακοῦ θυμιάματος γ ο ἕξ, 〈στέατος παλαιοῦ χοιρείου 𐆃 αʹ〉, κόπρου περιστερᾶς γ ο ἕξ, χαλβάνης γ ο βʹ, νίτρου γ ο εʹ, ἀφρονίτρου γ ο γʹ, λαδάνου λίτραν αʹ, πυρέθρου 〈γ ο αʹ〉, δαφνίδων γ ο γʹ, καρδαμώμου γ ο ηʹ, πηγάνου σπέρματος γ ο ἕξ, ἄγνου σπέρματος γ ο δʹ, πετροσελίνου γ ο βʹ, ἴρεως ξηρᾶς γ ο εʹ, ὑσσώπου γ ο γʹ, καρποβαλσάμου γ ο γʹ, ὀποβαλσάμου λίτραν αʹ, ἐλαίου ἰρίνου ξέ. αʹ, ἐλαίου νάρδου ξέ. βʹ, ἐλαίου δαφνίνου ξέ. αʹ, ἐλαίου Κυπρίνου ξέ. γʹ, ἐλαίου σφόδρα παλαιοῦ ξέ. δʹ, πισσοκάπνου ξέ. αʹ, ῥητίνης τερεβινθίνης λίτραν αʹ. τὰ τηκτὰ πάντα τήξας χωρίς, εἶτα ὁμοῦ βαλὼν μετὰ τῶν λοιπῶν καὶ ζέσας συμμέτρως, διηθήσας εἰς ἀγγεῖον, χρῶ τῷ φαρμάκῳ δι’ οἴνου, 〈κἂν ἄλλο γένηται πρὸς νευρικὴν ψύξιν καὶ νευροπάθειαν. ὅσῳ δὲ χρόνιον γίνεται, μᾶλλον ἰσχύει.〉 εἰ δὲ τῷ χρόνῳ σκληρὸν γένηται, ἐλαίῳ Κυπρίνῳ λῦσον γλοιοῦ πάχος, καὶ χρῶ. καθαίρει δὲ τοῦτο καὶ κεφαλὴν 〈ἔνρινον ὑπερτόνῳ〉 διὰ μυκτήρων διδόμενον. Ἱπποκράτους εἰς τὸ αὐτό.
34 15 (t) [5] Κασίας ὁλκὰς γʹ, σμύρνης τρωγλίτιδος ὁλκὰς βʹ, τραγακάνθης ὁλκὴν μίαν, ταῦτα λειοτριβήσας, βάλε εἰς ἑκάστην πόσιν ὁλκὰς γʹ καὶ ᾠῶν τὰ λευκὰ καὶ ἐλαίου κοτύλην μίαν καὶ οἴνου παλαιοῦ τὸ ἴσον, μέλιτος κοτύλας βʹ καὶ ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί. πρὸ τοῦ δὲ τροφὴν λαβεῖν, δίδου ὀρόβων πεφρυγμένων κοτύλην μίαν ἢ ἐρεγμοῦ ὁμοίως. ἄλλο.
34 16 (t) [5] Ἐὰν ὑπὸ ὀπισθοτόνου ἐνοχληθῇ ἵππος, ἀνακάθηται ὥσπερ κύων, καὶ 〈οὐκ〉 ἀκολουθεῖ τὰ ὀπίσθια τοῖς ἐμπροσθίοις. τοῦτον οὖν φλεβοτόμει ἐκ τῶν βουβώνων, καὶ πυρία ὕδατι θερμῷ, εἶτα καταμίξας σύγχριε οἰνελαίῳ καὶ δαφνίσιν. ἐπικείσθω δὲ ἐπὶ τῆς κεφαλῆς νάκος ἢ τῶν ψυῶν τῆς αὐτῆς ἐμβροχῆς. ἐγχυμάτιζε δὲ βαλὼν σμύρνης γ ο γʹ, κρόκου ὁλκὴν μίαν, ἐλαίου κοτύλας δʹ, οἴνου ξέ. αʹ. ἄλλο.
34 17 (t) [1] Κηρόν, ἀμμωνιακόν, ῥητίνην Κολοφωνίαν, χαλβάνην, βδέλλιον, ὀποπάνακα, ἀξούγγιον, θεῖον ἄπυρον, μυελοῦ ἐλαφείου τὸ ἀρκοῦν βαλὼν ἐγχυμάτιζε. ἄλλο.
34 18 (t) [5] Ἐὰν ἵππος ὑπέρτονος γένηται, ὅλῳ τῷ σώματι τρέμει, καὶ ἐπαναστὰς εἰς τοὐπίσω ἀπέρχεται, ἔπειτα ὀρθῶς ἀνίσταται, καὶ τρέμει ὅλως καὶ ἱδροῖ. ἰᾶται δὲ οὕτως· δεῖ λῦσαι τὰς φλέβας τὰς ἐν τῷ στήθει, εἶτα τὰς περὶ τὴν ἕδραν, καὶ λούειν θερμῷ πολλῷ, εἶτα κηρωτῇ τὸ σῶμα ἐναλείφειν καὶ στρωννύειν ἐν σκότει, καὶ ἠρεμεῖν ἐν τῇ ἱπποστασίᾳ ποιεῖν. ἐπὰν δὲ ἄνεσις γένηται τοῦ στεναγμοῦ, φαγεῖν δίδου χόρτον, καταρραίνων αὐτὸν νίτρῳ, κριθῶν δὲ ποίει ἀπέχεσθαι, ἕως ἂν ἀσφαλῶς σχῇ. τετάνου πρόγνωσις καὶ ἴασις.
34 19 (t) [5] Ἐὰν ἵππος τετάνῳ συσχεθῇ, ἡ κεφαλὴ αὐτοῦ ἐν τῷ τραχήλῳ πήγνυται, καὶ οὐ περιστρέφεται, εἰ μὴ μόλις, αἵ τε νωτιαῖαι φλέβες συντέταντα ι, ὥσπερ ἐπὶ τῆς ποδάγρας, καὶ τὰ ὦτα βέβληται πλάγια, τό τε στόμα ξηρόν ἐστι καὶ ἄνικμον καὶ τὰ χείλη. κύαθον οὖν οἴνου ἀκράτου θερμαίνων, καὶ τοῦ ἀπὸ τῆς ποδάγρας φαρμάκου τὸ ἴσον, ὁποτέρου ἂν μᾶλλον μυκτῆρος τὸ πνεῦμα ἔχηται, εἰς τοῦτον ἔγχει. ἐὰν δὲ ἐγχέῃς, τροχασάτω παραχρῆμα. καὶ μὴ δίδου ἐκείνης τῆς ἡμέρας μηδὲν ἀλλ’ ἢ ἄλευρον πίνειν ἐφ’ ἑκάτερον, δεῖπνον καὶ ἄριστον. ὀπισθοτόνου πρόγνωσις καὶ ἴασις.
34 20 (t) [10] Πρῶτον μὲν τὰ ὦτα τοῦ ἵππου τείνονται ὀρθά, καὶ τὸ ὄμμα κατεστραμμένον ἔχει, καὶ οὐ δύναται στρέφεσθαι ἐν μικρῷ, ἀλλὰ περιάγει ὅλον τὸ σῶμα συγκλῶν, καὶ τοὺς πόδας οὐ φέρει κατ’ εὐθύ, καὶ ὁ τράχηλος δὲ σκληρός· εἰ οὖν φθάσει τὸ στόμα συγκλεῖσαι, ἀπολεῖται ἀπὸ λιμοῦ. ἐὰν οὖν προφθάσῃς, καῦσον αὐτὸν ἀρξάμενος ἀπὸ τῶν ὀφθαλμῶν καίων τὰ κύκλῳ, καὶ ἐν τῷ τραχήλῳ τρεῖς μακρὰς καὶ ἐπὶ τῆς λαγόνος χι καὶ ἐπὶ τῶν κενεώνων ὡσαύτως καὶ ἐπὶ τῆς ῥάχεως μακρὰς καὶ ἐπὶ τῆς ὀσφύος παρὰ τὴν ἕ δραν τρεῖς ἑκατέρωθεν. ἄλειφε δὲ τὰ τραύματα γλυκέσι, καὶ πυρία ὄξει, καὶ τὸ ἔγχυμα δίδου ἐπὶ ἡμέραις ἑπτά, τῇ δὲ ὀγδόῃ πλῦνε τὰ ἕλκη ὕδατι θερμῷ, καὶ θεράπευε τῷ λυκίῳ· μότους δὲ ἐρίων πιναρῶν ποίει, βρέχων ἐν μέλιτι. ἄλλο Πελαγωνίου πρὸς ὀπισθοτονικούς.
34 21 [20] Χρὴ τὸν ἐπιμελέστατον ἱπποτρόφον πρὸ πάντων τοῦτο παραφυλάττειν τὸ πάθος. πολλοὶ γὰρ περὶ ὀπισθοτόνου διάφορα εἰρήκασιν, ἀγνοοῦντες, ἐκ ποίας αἰτίας τὸ πάθος γίνεται, μήτε μὴν νοῆσαι δυνάμενοι τὰ τούτου σημεῖα, ὁποῖα τυγχάνει. ἅπερ ἡμεῖς πολλῷ καμάτῳ ἐπὶ πολὺ τὰ τῆς τοιαύτης νόσου γνωρίσματα ζητήσαντες εὕρομε ν. ἔστι δὲ ταῦτα· τράχηλος ἀποτεταμένος, κυρτωθῆναι μὴ δυνάμενος, κεφαλὴ ὁμοίως, ὦτα ἑστῶτα σκληρά, καμφθῆναι μὴ δυνάμενα, ὀφθαλμοὶ μικροί, τὰ τῆς ὄψεως ὀστέα φαινόμενα, δέρμα τεταμένον καὶ ἀπεσκληρυμμένον, χείλη πεφρυγμένα. ἔχει δὲ καὶ τὸ στόμα μεμυκὸς οὔτε ἀνοῖξαι οὔτε χασμήσασθαι δυνάμενος, τροφὴν ἢ ποτὸν· οὐ προσίεται, ἡ οὐρὰ ἀποσκληρυνθεῖσα ὀρθὴ καὶ ἀκαμπὴς διαμένει, προσσχεῖν δὲ διὰ τῶν πλαγίων οὐ δύναται, τὸ βῆμα ἀτάκτως ἀποτίθεται, τοὺς ὀπισθίους πόδας τῶν ἐμπροσθίων προβάλλει οὕτως, ὥστε τοὺς ὄνυχας ἀποξέειν, τοὺς ἐμπροσθίους πόδας κάμπτειν οὐ δύναται, καὶ σύμπαντα αὐτοῦ τὰ μέλη [ἢ] διατέταται ἐν τοῖς ὀπισθίοις μέρεσιν. ἢ οὐδέποτε ἢ δυσκόλως τινάσσεται, ἐπί τε τὰ πρόσω βιαζόμενος, ὀπίσω εἰς ἑαυτὸν ἐφέλκεται. οὗτος δυσχερῶς ἀπουρεῖ, καὶ κυλισθείς, ὁπότε ἀνίστασθαι βούλοιτο, δυσχερῶς μὲν ἐκ τῶν ὀπισθίων ἐγείρεται, ἐπὶ δὲ τοὺς νεφροὺς συγκαθέζεται, ὅθεν καὶ ἡ τοῦ ὀπισθοτόνου προσηγορία κατάγεται. θεραπεύσεις δὲ τὸ τοιοῦτο πάθος χειμῶνος μὲν δυσχερῶς, τῷ δὲ θέρει εἰ θελή σειας μετὰ τῆς δεούσης ἐπιμελείας, περιγενήσῃ.
34 22 [5] καὶ πρῶτον μὲν ἀλείμμασι χρήσῃ τοιούτοις· στέαρ χοίρειον, ῥητίνην τερεβινθίνην, κηρὸν λελειωμένον, ἐν ταὐτῷ ἐλαίῳ ἀναλάμβανε καὶ χρῶ. πολλοὶ δὲ καὶ ὀρόβους ἑψήσαντες, τῷ ὕδατι τὴν κεφαλὴν ἐπαντλοῦσιν, τὸ δ’ αὐτὸ καὶ ἀπὸ κριθῶν ποιοῦσιν. τινὲς δὲ καὶ ἐπὶ κοπρίας χωννύουσι τὸ κάμνον ζῷον ἢ εἰς θερμὴν ἄμμον. ποιοῦσι δὲ καὶ προπότισμα τόδε· πεπέρεως κόκκους δέκα, νίτρου γ ο αʹ, ὀποῦ Κυρηναϊκοῦ κυάμου μέγεθος· ταῦτα πάντα κατὰ μόνας λειώσας καὶ μίξας προστιθεὶς ἐλαίου καὶ οἴνου πρωτείου ξέστας δύο καθ’ ἑκάστην ἡμέραν προπότιζε. πολλοὶ δὲ καὶ τοῦτο συμβάλλεσθαι λέγουσιν, ὅπερ καὶ ἡμῖν διὰ πείρας ἐλήλυθε ν· στέατος χοιρείου γράμματα ιϛʹ, στέατος αἰγείου γράμματα ιϛʹ, ῥητίνης τερεβινθίνης γράμματα δʹ, ἐλαίου κεδρίνου ξέ. ϛʹ, ἐλαίου κοινοῦ ξέ. δʹ· ταῦτα πάντα μῖξον εἰς ὕδωρ, ἐν ᾧ πρῶτον νίτρον καὶ ἅλας ἀφήψηται. ἐξ οὗ ὡς θερμοῦ βοηθήματος ἀλείφομεν τὸ ἀσθενοῦν ζῷον, διὰ δὲ τῶν μυκτήρων ταύτην τὴν θεραπείαν ἐμβάλλομεν· στέατος χοιρείου τὸ ἀρκοῦν μετὰ ἐλαίου κοινοῦ καὶ μέλιτος ἀναζέσαντες, καὶ μίξαντες ἐν ταὐτῷ, κεχρήμεθα συνεχῶς. ἢ μάλαγμα λύσαντες εἰς ἄνθρακας ζῶντας ἐλαίῳ κοινῷ καὶ Κυπρίνῳ, ἐκεῖθεν τὴν κεφαλὴν καὶ τὸν αὐχένα καὶ ἅπαν τὸ σῶμα χρίομεν. μετὰ δὲ τὴν ἀγωγὴν ταύτην στρώμασι σκέπασον, καὶ εἰς ἥλιον θερμὸν ποίησον στῆναι, καὶ ἀναβάτην ἐπικαθίσαι ποιήσας, δρόμῳ τῷ διὰ κάλπης γύμναζε ἤτοι τῷ λεγομένῳ τριπήδῳ, ἄχρις οὗ ἱδρώσῃ, καὶ τὸν ἱδρῶτα σαβάνῳ ἀπόμασσε, καὶ τῷ προγεγραμμένῳ βοηθήματι τὸ τούτου σῶμα ἀπόχριε, καὶ λοιπὸν βόσκεσθαι ποίει, ἄχρις οὗ τῆς θεραπείας αἴσθηται.
34 23 [5] λοιπὸν δὲ καὶ τὰς κατὰ συνήθειαν τροφὰς πάρεχε, μίσγων καὶ ἐν ταῖς κριθαῖς ἐρεβίνθων τὸ ἀρκοῦν καὶ ἐν τῷ πόματι οἶνον. χειμῶνος δὲ ἐν θερμῷ ἱστάσθω τόπῳ, καὶ προποτίσμασι κεχρήσθω θερμοτέροις. συμβάλλεται δὲ τούτῳ καὶ ὑγρᾷ πίσσῃ ἀποχρίεσθαι, καὶ κατὰ τὸν εἰρημένον τρόπον γυμνάζεσθαι, οὕτω μέντοι, ὥστε μὴ ὑπὸ τῆς πίσσης τὸ δέρμα βλαβῆναι, ἱδρῶτος ἐπιγενομένου. ἐν δὲ τῇ τοῦ πάθους ἀνάγκῃ ἀφαιμάσσειν ἀχρήσιμον. πολλοὶ δὲ καὶ καυτῆρσι κέχρηνται· [ὁπότε] εἰ καὶ τὸν καυτῆρα ἐκφύγοι, ἄχρηστος ὑπὸ ἀτονίας εὑρεθήσεται, οὔτε γὰρ ὁδοιπορίας ἀνέξεται. ἐπιδείξω δὲ λοιπό ν, ἐκ ποίων αἰτιῶν ἡ τοιαύτη νόσος συνάγεται· ἡνίκα εἰς τραχεῖαν ὁδὸν βαδίζει, καὶ ὁδεύων ἔκ τινος αἰτίας τὸν ἔμπροσθε πόδα χωλεύοι, καὶ ἀναγκάζεται ἔτι περιπατεῖν καὶ ἱδροῖ, ἀναγκαίως τὰ κατὰ τὴν προλεχθεῖσαν ἀσθένειαν ἐπακολουθεῖ.
34 24 χειμῶνος δὲ ἡνίκα ἢ ἀπὸ μακρᾶς ὁδοῦ ἢ ἀπὸ γυμνασίας ὕπαιθρος ἐν τῷ κρύει ἢ ἐν τόπῳ ψυχροτέρῳ ἢ ὑγροτέρῳ στῇ. καὶ εἰ ἁρμὸν παθὼν μετὰ τὴν τούτου θε ραπείαν ἐπ’ αὐτὸν καθευδήσει, τούτῳ τῷ πάθει περιπεσεῖται. τοῦ αὐτοῦ εἰς τὸ αὐτό.
34 25 (t) [1] Πρὸ πάντων καυτηριάζειν χρή, συμβάλλονται δὲ καὶ τὰ θερμότερα προποτίσματα· λάσαρον ἢ κύμινον ἢ σκόροδον ἢ δαφνόκοκκα· τούτων ἕκαστον ὁδηποτοῦν καθ’ ἡμέραν μετὰ οἴνου διδόμενον εἰς ὑγείαν τὸ ζῷον ἀποκαθίστησι. ἄλλο πρὸς τετάνους καὶ σπασμοὺς καὶ πόνους.
34 26 (t) [10] Ἐὰν ἐν τοῖς ὀπισθίοις μέρεσι γένηται, σημεῖα ἔσται ταῦτα· τὰ σκέλη συμπλέκει, τοὺς ὤμους καὶ τὸν σπόνδυλον ἕως τῆς κεφαλῆς ψυχρὸν ἕξει, ὀφθαλμοὺς δακρυώδεις, τὴν οὐρὰν ψυχράν. βοηθήμασι δὲ τούτοις χρηστέον· τὸν σπόνδυλον καὶ τὰς ψύας ἐπίκαιε ἄχρι τῶν σκελῶν, μετὰ ταῦτα εἰς θερμοτάτην ἱπποστασίαν ἔγκλειε, καὶ ἄνθρακας ζῶν τας ἀκάπνους ἐκεῖσε ἀπόθου πρὸς τὸ πλείονα θέρμην ἐγγενέσθαι τῷ τόπῳ. εἶτα ἐν αὐτῷ τῷ οἰκήματι ἐλαίῳ καὶ ἅλατι ἀπόχριε ἐπὶ ἡμέραις ἑπτά. ἡνίκα δὲ τὰ κεκαυμένα τῶν τραυμάτων ἐκπέσῃ, ἀπόπλυνον οὔρῳ ἀνθρωπίνῳ, καὶ χλιαρῷ ὕδατι κατάντλει, καὶ ἀντὶ τροφῆς φύλλα συκῆς ἡμέρου παράβαλλε μετὰ κριθῶν πολλῶν καὶ σίτου ἐν ὕδατι ἀποβεβρεγμένου. τὸ δὲ πόμα ἔστω χλιαρώτερον. ἄλλο.
34 27 (t) [5] 〈Ἐὰν τὰ προγεγραμμένα μὴ εὑρεθῇ〉, ἄλευρον φυράσας σίτινον ὕδατι χλιαρῷ, δίδου νήστει. τὸ δὲ πόμα συμμέτρως πάρεχε, ὥστε μᾶλλον αὐτὸν διψᾶν. βέλτιον δὲ εἰ καὶ πυρέξει, ἐπειδὴ τῇ τῶν πυρετῶν εἰσβολῇ τὸ τοιοῦτο διαλύεται πάθος. μετέπειτα δίδου κυάμους ἀκεραίους· εἰ δὲ μὴ εὑρεθεῖεν. κἂν πτισάνας. εἰ δὲ τούτων μηδὲν ὠφελεῖ καὶ ἀνάγκη ἐπίκειται, λοιπὸν περὶ τὰ ὦτα καὶ τὸν τράχηλον ἐνδιηλλαγμένοις καυτῆρσιν ἐπίκαιε. ἄλειμμα πρὸς τὸ αὐτό.
34 28 (t) [5] Δαφνοκόκκων λίτρας βʹ, πίσσης ὑγρᾶς λίτραν μίαν, πανακείας ῥίζης γ ο αʹ, λιβάνου ἀλεύρου γ ο ἕξ, οἴνου παλαιοῦ ξέ. βʹ· ταῦτα πάντα μίξας, ἐν ἡλίῳ θερμῷ ἐνάλειφε. καὶ εἰ μηδὲν ὠφελήσει, τὴν κεφαλὴν ἐπίκαιε, καὶ δέρματι μετὰ τοῦ ἐρίου αὐτὴν περιδέσμει. 〈περὶ διαρροίας.
35 t 〉 Αψύρτου.
35 1 (t) [15] Ἄψυρτος Ἀμμωνίῳ ἱπποϊατρῷ 〈Ἀλεξανδρεῖ〉 χαίρει ν . ἔγραψά σοι τάχιον περὶ κριθιάσεως, ἀναγκαῖον δέ σε καὶ περὶ διαρροίας εἰδέναι, ἧς γενομένης ἐν τῷ ἵππῳ χρονίας, κινδυνεύει τὸ ζῷον. δεῖ οὖν θεραπεύειν οὕτως· τὰς κριθὰς καταρραίνοντα ὄξει, μίσγειν ἀχύροις πυρίνοις, ἢ ῥοῦν βυρσικὴν μὴ πολλὴν ἢ ῥάμνου φύλλα τρίβειν μετὰ ἀλφίτων, καὶ ψωμοὺς ποιοῦντα διδόναι. ἢ καρδαμώμου τὸν καρπὸν φρύγειν καὶ τρίβειν, καὶ ὕδατι διέντα ἐγχυματίζειν διὰ τοῦ στόματος μὴ πολλῷ, τήν τε ξηρὰν τροφὴν μὴ πολλὴν διδόναι, μήτε τὸ ποτόν. εἰς δὲ τὸ ὕδωρ βάλλειν σχῖνον κόψαντα ἢ βάτου τὰ ἁπαλὰ μὴ πολλά, ἵνα μὴ διαστυφθῇ, περιπατείτω δὲ ὀλίγον. Αὐξάνων δὲ ὁ ἱπποϊατρὸς εἶπεν δεῖν βάλλειν ῥοῦν Συριακὴν καὶ τὰς κριθὰς φρύγοντα καταρραίνειν τῷ ὄξει, κατὰ βραχὺ ὡς φρύ γωνται. ἐὰν γάρ, φησ ί, μετὰ τὸ φρυγῆναι αὐτὰς καταρράνῃς, οὐκ ἐσθίει ὁ ἵππος διὰ τὴν ὀσμήν. Ἱεροκλέους εἰς τὸ αὐτό.
35 2 (t) [5] Διάρροια δὲ εἰ γένοιτο χρονία, διαφθείρει τὸ ζῷον. κατάρραινε οὖν τὰς κριθὰς ὄξει, ἄχυρα πύρινα ἀναμίσγων, καὶ ῥοῦν βυρσικὴν μὴ πολλήν. καρδάμου τε τὸν καρπὸν διαφρύξας καὶ τρίψας, 〈καὶ〉 ὕδατι 〈διεὶσ〉 ἐγχυμάτιζε διὰ τοῦ στόματος μὴ πολλῷ, τὴν δὲ ξηρὰν τροφὴν δίδου μὴ πολλὴν μηδὲ τὸ ποτόν. εἰς δὲ τὸ ὕδωρ βάλλειν σχῖνον κόψαντα, ἢ βάτου ἀκρέμονας μὴ πολλούς, ἵνα μὴ διαστυφθῇ. περιπατείτω δὲ ὀλίγον. εἰς τὸ αὐτό· ἴασις.
35 3 (t) [5] Ἐὰν ἵππος ἢ ἄλλο τι ὑποζύγιον ἐνοχλῆται ὑπὸ διαρροίας, λαβὼν ἀλφίτων χοίνικα καὶ πυροῦ χοίνικα, καὶ γιγάρτου τὸ ἴσον φρύξας καὶ κόψας, σῆσον λεπτῷ κοσκίνῳ, εἶτα ἀνάμιξον ἐν ταὐτῷ, καὶ ἀναδεύσας ὕδατος καθαροῦ χοαῖς δυσί, δὸς πιεῖν. ἐὰν δὲ μὴ βούληται, εἰς κλυστῆρα βαλὼν ἔγχει εἰς τὸ στόμα. κριθὰς δὲ μὴ δίδου, ἀλλ’ ἄχυρα. Θεομνήστου εἰς τὸ αὐτό.
35 4 (t) [5] Τὸν διάρροιαν νοσοῦντα ἵππον θεραπεύσεις, τὰς κριθὰς ὄξει βρέχων, καὶ προσμιγνὺς αὐταῖς ῥοῦν βυρσικήν, καὶ οὕτω παραβάλλων. βοηθήσεις δὲ καὶ ῥάμνου φύλλα τρίβων καὶ μετὰ πυρίνων ἀλεύρων μάσσων δι’ ὕδατος, καὶ ποιῶν κολλύρας καὶ δι’ ὀξυκράτου διδούς. ἁρμόδιον δὲ καὶ εἰς ὃ πίνει ὕδωρ σχίνου καὶ βάτου τὰ ἁπαλὰ κόπτειν καὶ βάλλειν. Ἱπποκράτους εἰς τὸ αὐτό.
35 5 (t) [1] Ὀξυλαπάθου σπέρμα μετὰ οἴνου αὐστηροῦ ἐγχυμάτιζε. ἢ ῥάμνου φύλλα ἑψήσας μετὰ οἴνου αὐστηροῦ, τὸ αὐτὸ ποίει. καὶ πᾶν δὲ εἶδος, ὃ στύφειν δύναται, δίδου, καὶ πύρινα ἄλευρα καὶ ἄλφιτα μετὰ οἴνου διδοὺς ὠφελήσεις. ἄλλο· πρόγνωσις καὶ ἴασις.
35 6 (t) [5] Τοῦ διάρροιαν νοσοῦντος ἵππου ἡ κοιλία καταφέρει, καὶ ἱδρὼς αὐτῷ ἐπιγίνεται, καὶ δυσπνοεῖ. θεραπεύεται δὲ οὕτως· μύρτων τῶν μελάνων ὅσον χοίνικος μέρος τέταρτον τρίψας λίαν, ἐπιβαλὼν ἀνδράχνης τῆς κηπίας ὅσον κοτύλας βʹ, καὶ οἴνου γλυκέος τὸ ἴσον, τούτοις διεὶς τὰ μύρτα, ἔγχει διὰ τοῦ στόματος. καὶ ἐὰν μὴ βούληται πιεῖν, διὰ ἀμύλου δίδου, καὶ τὰς κριθὰς δὲ πεφρυγμένας παράβαλλε. Ἱπποκράτους ἐγχυματισμὸς εἰς τὸ αὐτό.
35 7 (t) [1] Ῥοδοπιτυΐνης λίτραν αʹ, ῥοὸς βυρσικῆς 𐆃 αʹ, κηκίδων Ἀλεξανδρίνων τὸ ἴσον, ἀψινθίου, ἀβροτόνου, ὑσσώπου, πηγάνου ἀνὰ γ ο ἓξ μίξας ἐν ταὐτῷ, δι’ οἴνου μυρσινάτου ἐγχυμάτιζε. ἄλλο.
35 8 (t) [1] Σιλφίου γ ο τὸ ἥμισυ μίξας εὐκράτου ξέ. ἑνὶ ἐγχυμάτιζε. περὶ βοηθημάτων ἐντέρου ἐπιστροφῆς.
36 1-2 (t) Αψύρτου. Ἄψυρτος Οὐάλεντι δεκουρίωνι χαίρει ν .
36 1 [5] ἔγραψάς μοι ἐπερωτῶν, τίνα τὰ βοηθήματα πρὸς τὴν ἐπιστροφὴν τοῦ ἐντέρου. γινώσκειν οὖν σε θέλω, ὅτι κάκιστα ποιοῦσιν οἱ διωθοῦντες τὴν χεῖρα ἐνδοτέρω. δοκοῦντες γάρ, ὅπερ ἀδύνατόν ἐστι, τῇ χειρὶ ἀναλῦσαι αὐτό, μᾶλλον φλεγμονὴν ποιοῦσι καὶ πνευμάτωσιν. βοηθεῖται δὲ περιπάτῳ καὶ δρόμῳ τῷ διὰ κάλπης, καὶ κυλιόμενον οὐκ ἐμποδίζουσι. γίνεται γὰρ ἐνίοτε ἀναλυθῆναι αὐτό. καὶ ἐγχυματίζουσι δὲ διὰ τοῦ στόματος καὶ τῶν μυκτήρων ὀπῷ Κυρηναϊκῷ μετὰ οἴνου γλυκέος. συμβαίνει δὲ τοῦτο τῷ μεγάλῳ ἐντέρῳ, ὃ λέγεται μονέντερον (τινὲς δὲ κῶλον λέγουσιν), διὰ τὸ μὴ ἔχειν σύνδεσμον τοῖς λοιποῖς ἐντέροις, ἀλλὰ κυλίεσθαι καθ’ ἑαυτό· διὸ καὶ ἦχον ἀποτελεῖ καὶ ψόφον ἐν τῷ περιπάτῳ καὶ δρόμῳ.
36 2 [10] σημεῖα δὲ φέρει τάδε· περιπατῶν τοῖς ἐμπροσθίοις διαβαίνει μικρά, καὶ τὰ ὀπίσθια προσφέρει αὐτοῖς, καὶ συγκάμπτει ἑαυτὸν ὀδυνώμενος. ἡ δὲ τῶν ἐντέρων φύσις οὐκ ἔστιν ἴση παρὰ πᾶσιν. οἱ μὲν γὰρ ἔχουσιν ἔντερα μεγάλα ποδῶν κβʹ, λεπτὰ δὲ ποδῶν ξβʹ (τινὲς δὲ λέγουσι νʹ καὶ βʹ), καὶ οὗτοι μὲν ἀφ’ οὗ ἂν τὸν καταρτισμὸν φύωσιν, ὁ δὲ τούτων νεώτερος ἐλάσσω καθ’ ἡλικίαν. Ἱεροκλέους εἰς τὸ αὐτό.
36 3 [10] Συμβαίνει ἐπίστρεψιν ἐντέρου γίνεσθαι, καὶ κινδυνεύει τὸ ζῷον. σημεῖον δὲ τοῦτο· ὅταν τοῖς ἐμπροσθίοις διαβαίνῃ μικρά, καὶ τὰ ὀπίσθια προσφέρῃ αὐτοῖς, συγκάμπτειν ἑαυτὸν μὴ δυνάμενος ὑπὸ τῆς ἀλγηδόνος. γίνεσθαι δὲ τὸ πάθος περὶ τὸ μονέντερον, ὃ καλεῖται κῶλον, διὰ τὸ μὴ συνδεδέσθαι τοῖς ἄλλοις ἐντέροις κατ’ ἀμφότερα, ἀλλὰ κυλινδεῖσθαι καθ’ ἑαυτό. διὸ καὶ ψόφον ἀποδίδοσθαι ἐπὶ τῷ δρόμῳ. οἱ μὲν οὖν τὴν χεῖρα διωθοῦντες, ὡς εἰς τάξιν αὐτὸ καταστήσοντες, ἁμαρτάνουσιν. οὔτε γὰρ τοῦτο δύνανται ποιῆσαι, καὶ φλεγμονὴν ἐνεργάζονται καὶ πνευμάτωσιν. βοηθείσθω δὲ περιπάτῳ καὶ δρόμῳ τῷ διὰ κάλπης, εἶτα κυλιέσθω.
36 4 [5] συμβαίνει γὰρ ἐνίοτε ἀναλύεσθαι αὐτό. ἐγχυματιζέσθω δὲ διὰ στόματος καὶ ῥινῶν ὀπῷ Κυρηναϊκῷ μετὰ οἴνου γλυκέος. ἐντέρου δὲ διασπασθέντος, ταχεῖα τελευτὴ γίνεται. διὰ γὰρ τῶν μυκτήρων τὴν τροφὴν καὶ τὸ ὕδωρ ἀναφέρει, καὶ ἀθρόως εἰς τὴν γῆν κατενεχθεὶς θνῄσκει. σύνθεσις πρὸς ἐντέρων πόνον.
36 5 (t) [1] Καλαμίνθης λίτραν αʹ, σελίνου τὸ ἴσον, στέατος ταυρείου, πηγάνου, θύμου, ὀριγάνου, γλήχωνος, σιλγαλλικοῦ ἀνὰ γ ο ἕξ, συνεψήσας, ἕως ἀποτριτωθῇ, δίδου ὡς πλεῖστον, ἵνα πίῃ. ἄλλο.
36 6 (t) [5] Ἐὰν τὰ ἔντερα αὐτοῦ πονέσῃ, οὕτω θεραπεύσεις· ἱκανά τινα θερμὰ περὶ τὴν κοιλίαν αὐτοῦ ἐντυλίξας καὶ συσφίγξας, ποίησον διακινῆσαι. καὶ αἵματος δὲ ἀφαίρεσιν ἐκ τῶν ὀπίσω σουφραγίνων ἱκανὴν ποίει, καὶ ἐν θερμῷ τόπῳ πρόσαγε, καὶ θερμῷ ὕδατι κατάντλει. δίδου δὲ καὶ ἡψημένου ἀλεύρου σιτίνου ὕδωρ πιεῖν, προσμίξας καὶ νίτρου γ ο βʹ, καὶ ἐλαίου γ ο αʹ. ἢ σταφυλὴν λαβὼν ἐξ ἀμπέλου καὶ ἑψήσας μεθ’ ὕδατος καὶ ἐλαίου γ ο ἕξ, εἰς τὸ στόμα αὐτοῦ ἔμβαλλε. ἄλλο.
36 7 (t) [5] Σμύρνης γ ο δʹ, πεπέρεως λευκοῦ γ ο αʹ, ὀποπάνακος γ ο αʹ, ῥητίνης τερεβινθίνης γ ο βʹ, κηροῦ λίτραν αʹ, τὴν πίσσαν καὶ τὸν κηρὸν προσβαλὼν εἰς χύτραν καινὴν καὶ τήξας σὺν ὄξει, ὀποπάνακα καὶ στύρακα λειώσας, ἐπίχεε, καὶ ἔξω τῆς πυρᾶς ἄρας χαλβάνην καὶ τερεβινθίνην, καὶ βδέλλιον μεμαλαγμένον καὶ ἄσφαλτον ἐπιβαλών, χρῶ μετὰ καὶ ἀμμωνιακοῦ λελειωμένου. περὶ χορδαψοῦ.
37 1-2 (t) Αψύρτου. Ἄψυρτος Ἀσκληπιάδῃ 〈Μειδίου Κλαζομενίῳ〉 χαίρει ν .
37 1 [5] ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι πρὸς τοὺς ἀναφέροντας 〈τὴν〉 τροφὴν διὰ 〈τοῦ〉 στόματος καὶ μυκτήρων, λεγομένου δὲ τοῦ πάθους χορδαψοῦ, τίσι δεῖ βοηθήμασι χρῆσθαι· καθιέντα τὴν χεῖρα ἐκρῖψαι τὰ ἀπεσφηνωκότα τοὺς πόρους, καὶ ἐγκλύζειν διὰ μυκτῆρος ὕδατι καὶ νίτρῳ, ἢ τεύτλου ἀφεψήματι μετὰ νίτρου καὶ ἐλαίου. καὶ λούειν αὐτὸν θερμῷ ὕδατι κατὰ 〈τοῦ〉 νώτου καὶ τῶν ἰσχίων, εἰς ψυχρὸν δὲ μὴ ἐμβιβάζειν. φαγεῖν δὲ διδόναι χόρτον χλωρὸν ἢ κριθὰς ἕψοντα καὶ ἄλευρα κρίθινα ἢ ὀλύρας ἀληλεσμένας καταρραίνοντα τῷ νίτρῳ. 〈ποίει δὲ καὶ κλυστῆρα· κύμινον, ἀλθαίας ῥίζαν ἢ τὰ φύλλα, τῆλιν, κενταύριον, σικύου ἀγρίου ῥίζαν, κυκλαμίνου χυλόν, νίτρον, ῥητίνην τερεβινθίνην, ἀψίνθιον, τὰς μὲν βοτάνας ἕψει καὶ τῷ τούτων ἀφεψήματι ἐπέμβαλε τὰ λοιπά, ἐλαίῳ τε πηγανίνῳ καὶ βουτύρῳ ἀναμιγνὺς χρῶ μετὰ εὐρυχωροτέρου αὐλίσκου.
37 2 〉 Ἱεροκλέους εἰς τὸ αὐτό.
37 3 (t) [5] Εἰ τὴν τροφὴν ἀναφέροι διὰ τοῦ στόματος ἢ τοῦ μυκτῆρος, καλεῖται χορδαψὸς τὸ πάθος. βοηθείσθω δὲ οὕτως· καθεὶς τὴν χεῖρα, ἔξαγε τὰ ἀπεσφηνωκότα τοὺς πόρους, εἶτα ἐγκλυζέσθω διὰ μυκτῆρος ὕδατι μετὰ νίτρου. καὶ λουέσθω ὕδατι θερμῷ κατὰ τοῦ νώτου καὶ τῶν ἰσχίων, εἰς ψυχρὸν δὲ μὴ ἐμβιβάζειν. φαγεῖν τε διδόναι χόρτον χλωρὸν ἢ κριθὰς ἕψοντα ἢ ἄλευρα κρίθινα ἢ ὀλύρας ἀλεσθείσας, καταρραίνοντα τῷ νίτρῳ. περὶ ἐκχύσεως καὶ ὑδέρου.
38 1-2 (t) Αψύρτου. Ἄψυρτος Ποσειδωνίῳ 〈Τομίτῃ〉 χαίρει ν .
38 1 [10] ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι, ὅταν ᾖ τὸ ζῷον παρέκχυσιν ἔχον, ὑδεριᾷ. ἐπιγνώσῃ δὲ ἔχον μεγάλην γαστέρα, οἰδοῦν τὰ σκέλη καὶ τοὺς διδύμους καὶ τῶν ἐμπροσθίων τοὺς ἀγκῶνας ἢ γόνατα λεγόμενα, ξηρὰν ῥάχιν, ἰσχία καὶ λαγόνας ὡσαύτως, αἵ τε κιθάραι παρ’ ἑκάτερα τοῦ νώτου ὀστοφανοῦσι, τάς τε ἐν τῇ κεφαλῇ φλέβας ἀδήλους ἔχει καὶ 〈τὰς ἐν〉 τῷ προσώπῳ, ὡσαύτως καὶ τὰς ὑπὸ τῇ γλώσσῃ. ἁψαμένῳ δὲ τοῦ οἰδήματος τῇ χειρὶ εἴκει καὶ ἐντυποῦται. καὶ κατακλινόμενος ἐπὶ τὴν κοιλίαν οὐ μένει, ἀλλ’ ἐκτείνει ἑαυτὸν καὶ πλατύνεται, καὶ ἐν τῇ τρίψει ἐκρεῖ τὰς τρίχας. θεραπεύεται δὲ περιπάτοις ἐκ προσαγωγῆς κατ’ ὀλίγον, τὸ πλέον ἐν τῷ ἡλίῳ, ἐσκεπασμένος σισύραις ἐξ ἐρίου, αἳ ἱδρῶτα κινοῦσι, τρίψει δὲ χρῆσθαι δι’ ὅλου τοῦ σώματος 〈κατὰ τρίχα〉.
38 2 [15] καὶ τροφὴν διδόναι ῥαφανίδας καὶ τὰ φύλλα αὐτῶν καὶ σέλινα, καὶ ὅσα καθαρτικά εἰσι 〈καὶ〉 διουρητικά, καὶ χόρτον χλωρόν, ἐὰν ᾖ καιρός, εἰ δ’ οὐχί, ξηρόν, καταρραίνοντα νίτρῳ. ἔστω δὲ μάλιστα ἡ τροφὴ μηδική, ἢ ἐρεβίνθους τοὺς λεπτοὺς βεβρεγμένους ἐν ὕδατι νύκτα καὶ ἡμέραν καὶ ἐστραγγισμένους παραβάλλειν. μὴ ἐνδιδόντος δὲ τοῦ πάθους, παρακεντεῖν τε ἀπὸ τοῦ ὀμφαλοῦ ἢ τῆς κεντρίτιδος λεγομένης ἀπὸ δακτύλων τριῶν τοῦ πρὸς τὴν χώραν μέρους, καὶ ἐντιθέναι καλαμίσκον, δι’ οὗ ῥύσις γίνεται τοῦ ὑγροῦ. ὅταν δὲ ἀπορρυῇ, ἀγκτηριάζεσθαι καὶ θεραπεύεσθαι ὡς τραῦμα. ἔστω δὲ ἡ διαίρεσις μὴ μεγάλη, ἵνα μὴ ὁ ἐπίπλους 〈συνεξ〉ακολουθήσῃ. γενο μένου δὲ ὑγιοῦς τοῦ τραύματος, ποιεῖν αὐτὸν μᾶλλον τρέχειν, ἵν’ ἐπὶ τὸ πλεῖον ἱδρῶτες γένωνται. ἐμποδίζειν δὲ αὐτὸν πίνοντα ἐπὶ πλεῖον, ἵνα μὴ οἱ κενεῶνες πληρωθῶσι. Ἱεροκλέους εἰς τὸ αὐτό.
38 3 [5] Συμβαίνει ποτὲ παρέκχυσις τῷ ζῴῳ καὶ ὑδερίασις, ᾧ τάδε σημεῖα· μεγάλην ἔχει τὴν γαστέρα, καὶ τὰ σκέλη διῳδηκότα (καὶ τοὺς ὀφθαλμοὺς μηλόχροας, ὥς φασιν ἔνιοι), καὶ τοὺς ὄρχεις οἰδοῦντας, τὰ δὲ γόνατα τῶν ἐμπροσθίων ποδῶν ξηρὰ καὶ τοὺς ἀγκῶνας ῥάχιν τε καὶ ἰσχίον ὡσαύτως, τά τε ὀστᾶ τῶν πλευρῶν φαίνεται, τὰς δὲ ἐν τῇ κεφαλῇ φλέβας καὶ ἐν τῷ προσώπῳ ἀδήλους ἔχει, ἔτι μέντοι καὶ τὰς ἐν τῇ γλώττῃ. ἁψαμένῳ δὲ τῇ χειρὶ εἴκει τὸ σῶμα καὶ ὑποχωρεῖ τοῖς δακτύλοις, αἵ τε τρίχες ἐν τῇ τρίψει ῥέουσι, καὶ κατακλιθεὶς ἐπὶ γαστέρα ἀποτείνει ἑαυτὸν καὶ πλατύνεται. ταῦτα μὲν τὰ σημεῖα. θεραπευέσθω δὲ οὕτω ς · περιπατείτω ἐν ἡλίῳ ἐκ προσαγωγῆς, ἐσκεπασμένος παχεῖ περιβολαίῳ, καὶ τριβέσθω τὸ σῶμα πᾶν κατὰ τρίχα, ἐσθιέτω δὲ ῥαφανίδας καὶ τὰ φύλλα αὐτῶν καὶ σέλινα καὶ πτελέας φύλλα, καὶ ὅσα καθαρτικά εἰσι καὶ διουρητικά, χόρτον τε χλωρόν, εἰ δ’ οὐκ ἔστι, τὸν ξηρὸν καταρρανθέντα νίτρῳ ἐσθιέτω, μάλιστα δὲ μηδικήν, ἢ ἐρεβίνθους τοὺς μικρούς, βραχέντας ἐπὶ ἡμέραν καὶ νύκτα παραβάλλειν ἐστραγγισμένου τοῦ ὕδατος.
38 4 [15] εἰ δὲ μὴ ἐνδῷ τὸ πάθος, παρακέντει αὐτὸν παρὰ τὸν ὀμφαλὸν ἀπὸ δακτύλων τεσσάρων τῷ πρὸς τὴν οὐρὰν μέρει, καὶ ἐντίθει καλαμίσκον, τρήσεις ἐκ πλαγίου ἔχοντ α, χαλκοῦν, δι’ οὗ ῥύσις γίνεται τοῦ ὑγροῦ. ὅταν δὲ ἀπορρυῇ, ἀγκτηριαζέσθω καὶ θεραπευέσθω ὡς τραῦμα. ἔστω δὲ ἡ διαίρεσις μὴ μεγάλη, ἵνα μὴ ὁ ἐπίπλους συνεξακολουθήσῃ. τοῦ δὲ δέρματος ἀπουλωθέντος, ποίει αὐτὸν μᾶλλον τρέχειν, ἵνα ἐπὶ πλέον ἱδρῶτες γίνωνται, ἐμπόδιζέ τε πίνοντα, ἵνα μὴ ἀθρόον οἱ κενεῶνες πληρῶνται. ἐὰν δὲ συμβῇ ἐξακολουθῆσαι τὸν ἐπίπλουν, λίνῳ αὐτὸν παρ’ αὐτὸ τὸ δέρμα ἀπόδησον, καὶ ἔα δεδεμένον, ἕως ἂν αὐτομάτως ἀπολύσῃ.
38 5 [5] ἀρχόμενον δὲ τὸ πάθος ἂν μάθῃς, καὶ τοῖς λοιποῖς ἐξαρκέσει χρῆσθαι χωρὶς τοῦ διελεῖν παρὰ τὸν ὀμφαλόν. ἄλλο εἰς τὸ αὐτό.
38 6 (t) [5] Ἐὰν ὑπὸ τὸ δέρμα ἔχῃ ὕδερον, συμποδίσας ἀνάκλινε, καὶ ἀπὸ τοῦ ὀμφαλοῦ διασχὼν ὅσον δακτύλους τρεῖς, τὸ δέρμα σχάσον προσέχων. καὶ ὅταν τὸ ὑγρὸν ἐκκλυσθῇ, θεράπευε τότε ἀρκούσαις θεραπείαις τὸ τραῦμα, καίων κύκλῳ καθόλου, ἀφιστάνων ἀπ’ ἀλλήλων τὰ καυτήρια, μήποτε ἐντέρου ἅψῃ, καὶ ἐπὶ πλευρὰν αὐτὸν νεύσας, ἄφες ἀπορρεῖν, καὶ λεπτῷ βελονίῳ νύξον. ἄλλο.
38 7 (t) [5] Ἐὰν ὑδρωπικὸν ᾖ τὸ κτῆνος, οὕτως θεραπευθήσεται· δίδου αὐτῷ πόσιν σινήπεως σπέρματος κυάθους τρεῖς, γάλακτος κοτύλην αʹ, ἐλαίου κυάθους γʹ. εἰ δὲ τοῦτο μηδὲν ὠφελήσῃ, ἀσπαράγου ἀγρίου ῥίζης, μαράθου, σελίνου ἀνὰ οὐγκιῶν δύο βαλὼν εἰς χυτρίδιον, καὶ ἐλαίου παλαιοῦ ξέ. ιαʹ συνεψήσας, ὥστε γενέσθαι αὐτὰ ξέ. αʹ, ἐγχυμάτιζε. ἢ πάνακος ῥίζης γ ο ἓξ συντρίψας, πότισον. 〈Ἱεροκλέους πρὸς αὐτό.
38 8 (t) [1] 〉 Ἄγρωστιν καθεψήσας, δίδου τοῖς ὑδεριῶσιν ἵπποις νήστεσι πίνειν. ἢ ταύρου βόλβιτον καύσας καὶ σταφυλίνου σπέρμα μίξας, λειώσας ἐν ὕδατι, ἐγχυμάτιζε. Πελαγωνίου περὶ ὑδεριῶντος καὶ τυμπανικοῦ.
38 9 [15] Ἵππους συνεχέστερον ὑπὸ ὑδέρου ὀχλεῖσθαι συμβαίνει καὶ ἐν τούτῳ χρονίζοντας τῷ πάθει κάμνειν. οὐ πᾶσι δὲ γνώριμον ὑπάρχει, καὶ πολλοὶ κατὰ τοῦτο τὸ μέρος ὡς ἐπὶ τὸ πλεῖστον ἀπατῶνται. τοὺς γὰρ ὑδεριῶντας ἢ πλησμονὴν σαρκῶν ἤ πνεύματος ὄχλησιν ἔχειν ὑπολαμβάνουσιν. καὶ γὰρ ἐπὶ τῶν σπληνικῶν τὴν τῆς γαστρὸς οἴδησιν φυσικὴν ὑποτοπάζουσιν αὔξησιν. τῶν δὲ ὑδεριώντων σημεῖά ἐστι τάδε· ἡ γαστὴρ μετὰ σκληρίας φλεγμαίνει, τὰ σκέλη ᾠδηκότα φαίνεται, ὁ τοιοῦτος ἐλαυνόμενος περικάμπτειν οὐ δύναται, ἀλλὰ θερμαινόμενος στενοχωρεῖται περὶ τὸ πνεῦμα, καὶ περιπατεῖ δυσχερέστερον. ὁ δὲ σπληνικὸς ἀνεπαισθήτως τὴν κοιλίαν αὐξανομένην ἔχει, καὶ γυμναζόμενος πταίρει τε συνεχῶς, καὶ τὴν κεφαλὴν ὑπὸ τῶν πόνων ὧδε κἀκεῖ μεταφέρει. ἐπὶ δὲ τῶν τυμπανικῶν ἄλλα σημεῖά ἐστιν· ἡ μὲν κοιλία αὔξεται, ἡ δὲ χαίτη καὶ ὁ σπόνδυλος ὀρθοῦνται, καὶ ὡς ἐπὶ τὸ πλεῖστον ἐν τῇ διαστάσει καὶ φλεγμονῇ τῶν ἐντέρων τῇ τῶν ἀφοδευμάτων παρόδῳ διασπᾶται. οἷς ἐπωφελῆ τὰ παρ’ ἡμῶν ὑποδεικνύμενα τυγχάνει· ἀπὸ τοῦ ὀμφαλοῦ ὡς ἐπὶ τὸ στῆθος ἀπὸ δακτύλων δύο κατ’ εὐθύ, μὴ ἐπὶ τὸ πλευρόν, παρακέντησον, καὶ αὐλίσκον ἔμβαλε, δι’ οὗ ὁ ἰχὼρ διαφορηθείη ἢ τὸ ὕδωρ τὸ ποιοῦν τὸν ὕδερον.
38 10 [15] ἐξελεῖν δὲ τὸν ἰχῶρα ὀφείλεις ὡς ὁλκὴν ξεστῶν τεσσάρων· εἰ δὲ ἔτι οἰδαίνει, πλέον λάμβανε. ἐπὶ τοσοῦτον δὲ τὸ ζῷον καταδεσμείσθω, ἐφ’ ὅσον καὶ ἐκοπώθη. προποτίσμασι δὲ κέχρησο διουρητικοῖς, καὶ συνεχέστερον ἀποτριβέσθω, ἕως οὗ καὶ ἱδρὼς αὐτῷ ἐπιγένηται. ἡ τροφὴ δὲ αὐτοῦ χλωρὸς ἔστω χόρτος ἢ ἐρέβινθοι ἀποβεβρεγμένοι, καὶ ἀπὸ ποταμοῦ πινέτω διὰ τὸ γεγυμνάσθαι τὸ ὕδωρ, ἢ καὶ ἀποβρέγματι ἐρεβίνθων περιχριέσθω, καὶ ἀναπατοῦντος αὐτοῦ καλαβρικοῖς τὰ σκέλη ποίει καταδεσμεῖσθαι. λέγουσι δέ τινες συμβάλλεσθαι τοῖς τοιούτοις ἵπποις τὸ συνεχέστερον περὶ τὰ μυρεψεῖα ἀναπα τεῖν, διὰ τὸ τὴν τῶν ὀσμῶν διαφορὰν ἀνεπαισθήτως τῷ πνεύμονι συμβάλλεσθαι. ἔστι δὲ τοῖς τοιούτοις καὶ προπότισμα ἐπιτηδειότατον πετροσέλινον μετὰ οἴνου λελειωμένον, ἢ ῥοιὰ μετὰ οἴνου κεκομμένη. καὶ σέλινον δὲ ὅσον δύναται τρωγέτω. προπότισμα πρὸς ὑδρωπικούς.
38 11 (t) [5] Παστίλλους ἀπὸ μέλιτος καὶ βουτύρου ποιήσας εἰς ἴγδιν μετ’ ἐλαίου κυάθου ἑνὸς λείου, καὶ μετὰ οἴνου ξέ. α c ʹ διὰ στόματος ἐγχυμάτιζε. ἢ ἀσπαράγου ἀγρίου ῥίζης γ ο βʹ μετὰ οἴνου παλαιοῦ ξέ. α c ʹ καθεψήσας, ἕως ἀποτριτωθῇ, διὰ κέρατος δίδου, ἢ πάνακος ῥίζης γ ο τὸ ἥμισυ λειώσας μετὰ οἴνου ἐγχυμάτιζε. συμβάλλεται δὲ αὐτῷ καὶ τὸ ὀλίγα πίνειν, ὥστε μᾶλλον διψᾶν. πρὸς τυμπανικοὺς Τιβερίου.
38 12 (t) [5] Πρὸς δὲ τοὺς τετυμπανωμένους χρήσῃ οὕ τως· κολοκυντῶν ἀκρέμονας ἀποζέσας, ἐγχυμάτιζε διὰ στόματος. ἀναγκαῖον δὲ καὶ ῥαφάνου τὸν χυλὸν ἐγχυματίζειν διὰ ῥινῶν, ἐὰν ᾖ ἀκμάζων ὁ καρπός. κάλλιον δὲ εἰ τῷ σπέρματι χρήσῃ τῶν προγεγραμμένων. ἄλλο.
38 13 (t) [5] Ἁρμόζει τῷ τυμπανικῷ θερμὴν σποδιὰν μετὰ ἀξουγγίου εἰς ῥάκος ἢ ὀθόνιον ἐπιπλασθεῖσαν κατὰ τῆς γαστρὸς ἤτοι τοῦ ὀμφαλοῦ προσενεχθῆναι. κατέχεσθαι δὲ παρὰ πλειόνων ἀνθρώπων ὀφείλει, μή ποτε ἀντιμαχόμενος ἑαυτῷ σκυλμὸν ὑπομείνῃ. τὸ δὲ λοιπὸν χρὴ πανακείας ῥίζαν μετὰ σεσέλεως Γαλλικοῦ λειωθεῖσαν, συγκραθέντος οἴνου καὶ ἐλαίου, χλιαίνειν καὶ διὰ κέρατος διδόναι. ἄλλο.
38 14 (t) [5] Θύμου ἀγρίου, κυμίνου σπέρματος, μέλιτος ὀξύβαφον, λασάρου ὅσον κυάμου τὸ μέγεθος, ὄξους κοτύλην μίαν εἰς ὕδατος ξέστας τρεῖς ἐμβαλὼν καὶ λειώσας, διὰ στόματος ἔγχει. διὰ δὲ τῆς νυκτὸς ἀπεχέσθω τροφῆς. εἰ δὲ τοῦτο μὴ ὠφελήσει, εἰς τὸ ἀριστερὸν μέρος πλησίον τῆς τελευταίας πλευρᾶς μῆκος ὡς δακτύλων τεσσάρων ἔγκαυσον μὴ πλέον δακτύλου τὸ βάθος. τὸν δὲ καυθέντα τόπον θεραπεύσεις, ὡς εἴρηται. περὶ δυσεντερίας.
39 1 (t) [10] Αψύρτου. Ἄψυρτος Χαιρέᾳ 〈Ἀρίονι〉 Ἀλεξανδρεῖ 〈ἱπποϊατρῷ χαίρειν 〉 . δυσεντεριῶντος τοῦ ἵππου, ἐκτροπὴ γίνεται καὶ πρόπτωσις τοῦ πρὸς τὴν ἕδραν ἐντέρου. ἣν δεῖ θεραπεύειν περιτέμνοντα, καὶ προσέχοντα, μὴ τοῦ σφιγκτῆρος περιτέμῃ τι. οὐκέτι γὰρ δύναται εἰς τὸ ἐντὸς ἐπιστρέφειν, ἀλλὰ μένει ἀνεῳγμένος, καὶ προπίπτει τὸ ἔντερον τὸ προσκείμενον τῇ ἕδρᾳ, οὗ συμβεβηκότος ζῆν οὐ δύναται. μετὰ δὲ τὸ χειρίζειν ἐγχυματίζειν δεῖ σιδίοις ἡψημένοις ἐν ὀξυκράτῳ πλήθει κοτύλης διὰ στόματος, ἢ κηκῖδα κόψαντα καὶ σήσαντα καὶ φυράσαντα ἐν ὀξυκράτῳ, ποιήσαντα μάζας, καθιέναι διὰ τοῦ στόματος, καὶ παραβάλλειν κιττοῦ πέταλα μιγνύντα ταῖς κριθαῖς. ἔστω δὲ λεπτὰ κεκομμένα μαχαίρᾳ ἢ τοιούτῳ τινί. συμβαίνει δὲ τοῦτο ἵππῳ, οὐχ οὕτως δὲ 〈ὡσ〉 ὄνῳ καὶ ἡμιόνῳ. Ἱεροκλέους εἰς τὸ αὐτό.
39 2 (t) [t4] Δυσεντεριῶντος δὲ ἵππου ἐκτροπὴ γίνεται τῆς ἕδρας καὶ πρόπτωσις. ἣν δεῖ θεραπεύειν, ὥς φησιν Ἄψυρτο ς, περιτέμνοντα τὸ ἔξωθεν καὶ οἱονεὶ περιττόν, καὶ προσέχοντα, μὴ τοῦ σφιγκτῆρος περιτέμῃ τι. οὐκέτι γὰρ δύναται εἰς τὸ ἐντὸς ἐπιστρέφειν ἡ ἕδρα, ἀλλὰ μένει ἀνεῳγυῖα, καὶ ἀπὸ τούτου θνῄσκει. μετὰ δὲ τὸ χειρουργηθῆναι αὐτόν, χρὴ σιδίοις ἀφηψημένοις ἐν ὀξυκράτῳ διὰ στόματος ἐγχυματίζειν, ἢ κηκῖδας κόψαντα καὶ σήσαντα καὶ φυράσαντα ὀξυκράτῳ, καὶ μάζαν ποιήσαντα διὰ στόματος καθεῖναι, καὶ παραβάλλειν κιττοῦ πέταλα μίσγοντα ταῖς κριθαῖς. ἔστω δὲ λεπτὰ διῃρημένα μαχαιρίῳ ἢ τοιούτῳ τινί. δεῖ δὲ εἰδέναι, ὅτι ἧττον τοῦτο ἵππῳ συμβαίνει, μάλιστα δὲ ὄνῳ καὶ ἡμιόνῳ. ἄλλο· πρὸς κωλικοὺς καὶ δυσεντερικοὺς καὶ στροφουμένους καὶ ἡπατικοὺς καὶ δυσουρίᾳ κατεχομένους καὶ φαλαγγιοδήκτους καὶ λυσσοδήκτους τροχίσκος.
39 3 (t1) [5] Κρόκου γ ο αʹ, σμύρνης γ ο βʹ, ἄνθους ἀβροτόνου γ ο δʹ, πετροσελίνου γ ο αʹ, πηγάνου ἡμέρου γ ο δʹ, πυρέθρου γ ο βʹ, ὑσσώπου γ ο βʹ, κασίας γ ο αʹ. ταῦτα κόψας καὶ σήσας ἀνάλαβε ὄξει δριμεῖ, ἕως ἂν ἡ μάζα διατριβῇ, καὶ οὕτως διάπλασσε τροχίσκους γραμμιαίους. καὶ ψύξας ἐν σκιᾷ, καὶ μετὰ χυλοῦ πτισάνης λειώσας, δίδου κωλικοῖς καὶ δυσεντερικοῖς. στροφουμένοις δὲ καὶ δυσουριῶσι καὶ ἡπατικοῖς μεθ’ ὕδατος θερμοῦ κοτυλῶν βʹ, σκορπιοπλήκτοις δὲ καὶ φαλαγγιοδήκτοις καὶ λυσσοδήκτοις μετὰ οἴνου ἀκράτου. περὶ σπληνός.
40 1 (t) [10] Αψύρτου. Ἄψυρτος Εὐημέρῳ ἱπποϊατρῷ χαίρειν. τὸν σπληνιῶντα ἐπιγνώσῃ ἐν τῷ μεγάλην ἔχειν τὴν γαστέρα κατὰ τὸ εὐώνυμον μέρος καὶ σκληροτέραν, καὶ πνευστιᾶν πυκνότερον. θεραπεύεται δὲ περιπάτοις πλείοσι καὶ δρόμοις ἐκ προαγωγῆς, ἵνα ἱδρῶτες γένωνται, καὶ ἐγχυματιζόμενος διὰ τοῦ ἀριστεροῦ μυκτῆρος μυροβαλάνου ἀποπιάσματι τριβέντι μετὰ ὀξυκράτου, ἢ μυρίκης καρπῷ κοπέντι μετὰ ὀξυκράτου, ἢ χαμελαίᾳ τετριμμένῃ μετὰ οἴνου, ἔστω δὲ τὸ πᾶν κοτύλη. καὶ τοῦτο δὲ γινέσθω ἐπὶ πλείονας ἡμέρας. ἔστι γὰρ δυσθεράπευτον τὸ πάθος. ποτίζων δὲ αὐτόν, νίτρον βάλε εἰς τὸ ὕδωρ, καὶ τὸν χόρτον δὲ καὶ τὰς κριθὰς αὐτοῦ κατάρραινε. ἔνιοι μέντοι ἀντὶ τοῦ νίτρου στυπτηρίαν ἐμβάλλουσι τῷ ποτῷ. λέγεται δὲ ὑπό τινων καίειν αὐτόν. ἡμῖν δὲ οὐκ ἀρέσκει. θυροειδοῦς γὰρ ὑπάρχοντος τοῦ τόπου, ὑποτρέχει τὸ καυτήριον. Ἱεροκλέους εἰς τὸ αὐτό.
40 2 (t) [10] Τὸν σπληνιῶντα ἐπιγνώσῃ τῷ διογκοῦσθαι τὴν γαστέρα κατὰ τὸ εὐώνυμον μέρος καὶ σκληροτέραν εἶναι, πνευστιᾶν τε συνεχέστερον, καὶ ἐσθίειν πολλά. θεραπεύειν δὲ περιπάτοις καὶ δρόμοις ἐκ προαγωγῆς πλείοσιν, ὡς ἱδρῶτα κινεῖσθαι. ἐγχυματίζειν τε διὰ τοῦ ἀριστεροῦ μυκτῆρος μυροβαλάνῳ ἀποπιεσθέντι καὶ τριφθέντι μετὰ ὀξυκράτου, ἢ χαμελαίᾳ τετριμμένῃ μετὰ οἴνου, ἔστω δὲ τὸ πᾶν κοτύλη. καὶ τοῦτο δὲ γινέσθω ἐπὶ πλείονας ἡμέρας. ἔστι γὰρ δυσθεράπευτον τὸ πάθος. ποτίζων δὲ αὐτὸν νίτρον βάλλε εἰς τὸ ὕδωρ, καὶ τὸν χόρτον δὲ καὶ τὰς κριθὰς αὐτοῦ κατάρραινε. ἔνιοι μέντοι ἀντὶ τοῦ νίτρου στυπτηρίαν ἐμβάλλουσι τῷ ποτῷ. τὴν δὲ διὰ τῆς καύσεως θεραπείαν Ἄψυρτος ἀποδοκιμάζε ι. Εὐμήλου πρὸς σπληνὸς πόνον.
40 3 (t) [t2] Κυμίνου σπέρματος ὀξύβαφον, καὶ μέλιτος τὸ ἴσον, λασάρου κυάμου μέγεθος, ὄξους κοτύλην μιάν, εἰς ὕδατος ξέστας τρεῖς λύσας ἀφ’ ἑσπέρας, ἔμβαλε διὰ στόματος, διὰ δὲ τῆς νυκτὸς τροφῆς ἀπεχέσθω. εἰ δὲ τοῦτο μὴ ὠφελήσῃ, τὸ ἀριστερὸν πλευρὸν πλησίον τῆς τελευταίας σπάθης μῆκος ὡς τεσσάρων δακτύλων ἔγκαιε μὴ πλέον δακτύλου τὸ βάθος. τὰ δὲ ἀπὸ τοῦ καυτῆρος ἕλκη θεράπευε, ὡς προείρηται. ἄλλο Θεομνήστου πρὸς σπληνικούς, κἂν ὦσιν ἐσκιρρωμένοι.
40 4 (t1) [1] Καππάρεως ῥίζης φλοιὸν μεθ’ ὕδατος ξεστῶν η c ʹ καὶ ὄξους ξέστου ἑνὸς ἕψει, ἕως εἰς ἐλά χιστον ἔλθῃ, καὶ δίδου εὐπέπτῳ ὄντι. ἄλλο.
40 5 (t) [5] Ἀπὸ τῶν ὤμων ἀφαιμασσέσθω, κριθῶν ἀπεχέσθω, ὥστε αὐτῷ λεπτότερον τὸ σῶμα γενέσθαι. ποίει δὲ καὶ προπότισμα τοιοῦτον· σκόροδον νίτρον πράσιον λελειωμένον μετὰ ἀψινθίου καὶ οἴνου αὐστηροῦ συμμίξας, διὰ κέρατος ἐγχυμάτισον, καὶ ποίει περιπατεῖν. τὸ πρωῒ δὲ σπόγγοις μετὰ χλιαροῦ ὕδατος θαλπέσθω, καὶ πεπιλημέναις χερσὶν ἀνατριβέσθω. εἰ δὲ ὁ τῆς γαστρὸς ὄγκος ἐπιμένοι, καυτηριάζειν προσῆκε, μετὰ τρεῖς ἡμέρας ἑκατέρωθεν ἀνὰ τρεῖς δακτύλους ἐπιμετροῦντα, καὶ παραφυλαττόμενον ἐπιμελῶς, τοῦ μὴ φλέβα καῦσαι. σπληνὸς πρόγνωσις καὶ ἴασις.
40 6 (t) [5] Ἐὰν περὶ τὸν σπλῆνα ᾖ τὸ πάθος, ἥ τε γαστὴρ μεγάλη γίνεται, καὶ στένει σφόδρα, καὶ ὀδυνᾶται. ἐὰν δὲ βούλῃ βοηθεῖν, λαβὼν καυτήριον διάπυρον, παλαιστὴν ἀποστήσας ἀπὸ τῆς σφαίρας καῦσον ἐξ ἀμφοτέρων τῶν πλευρῶν· ἔστι δὲ ὁ τόπος, ᾗ πτερνίζομεν. τὸ μὲν οὖν πρῶτον καῦμα ἔστω ἐν τῷ προειρημένω τόπῳ, ἕτερον δὲ ἔμβαλε ἀποστήσας τοῦ προτέρου ὡς τρεῖς δακτύλους. ὅταν δὲ καύσῃς, ὡς προείρηται, θεράπευε τὸ ἕλκος τῷ προειρημένῳ φαρμάκῳ. περὶ τερηδόνων.
41 1 (t) [10] 〈Ἀψύρτου〉. Τὸ τῶν τερηδόνων γένος ἐστὶν οἱ σκώληκες, οἱ γινόμενοι ἐν τοῖς ἐντέροις καὶ ἐν τῇ κοιλίᾳ, οἵτινες ἐν τοῖς κοπρίοις ἀφοδευόμενοι ἐμπλέκονται τῇ ἐκστροφῇ τοῦ σφιγκτῆρος καὶ πρόσκεινται. σημεῖα δέ ἐστι τάδε· προστρίβει τὴν οὐρὰν καὶ τὴν ἕδραν πρὸς τὴν φάτνην καὶ τοὺς τοίχους. δεῖ οὖν καθιέναι τὴν χεῖρα, καὶ ἀφαιρεῖν, καὶ κονίαν ἀπὸ τῆς ἑστίας ἐμπάσσειν, ὅταν ἀφοδεύῃ. οὐκ ἔχει δὲ κίνδυνον ἐν τούτῳ. συμβαίνει δὲ καὶ ταῖς ἐλάφοις ἐγγίνεσθαι τοὺς σκώληκας ἐν τῇ κοιλίᾳ, καὶ μηρυκομένων αὐτῶν ἀναφέρεσθαι, καὶ ἐμπλέκεσθαι αὐτοὺς εἰς τὸν βράγχον καὶ μένειν. καὶ οὐχ ἕστηκεν ἐν ἑνὶ τόπῳ, ἀλλὰ περιτρέχει. ἐπινενόηται δὲ τῷ ζῴῳ τι τοιοῦτον· τρώγειν τὰ ἑρπετὰ θηρία καὶ θεραπεύεσθαι οὕτως. Ἱεροκλέους εἰς τὸ αὐτό.
41 2 (t) [5] Γίγνονται τερηδόνες καλούμεναι ἐν τοῖς ἐντέροις καὶ τῇ κοιλίᾳ. εἰσὶ δὲ σκώληκες, οἳ σὺν τῇ κόπρῳ ἀποπατούμενοι ἐμπλέκονται κατὰ τὴν ἔκστρεψιν τῆς ἕδρας. σημεῖα δὲ τούτῳ τὸ προστρίβειν τὴν ἕδραν καὶ τὴν κέρκον πρὸς τὴν φάτνην καὶ τοὺς τοίχους. βοηθείσθω οὖν, καθιέντος τὴν χεῖρά τινος καὶ ἐξαιροῦντος καὶ κονίαν τὴν ἀπὸ τῆς ἑστίας ἐμπάσσοντος ἢ ἅλας λεπτόν. ἄλλο.
41 3 (t) [1] Εὐμήλου εἰς τὸ αὐτό. Ἐὰν τερηδόνας, τοῦτ’ ἔστι λεπτοὺς σκώληκας ἔχῃ, φρίττει πᾶν τὸ σῶμα, καὶ κνησμοὺς ἔχει. χαμαιλέοντος οὖν ῥίζαν εἰς ὕδωρ ἀποτριτώσας, καὶ μίξας ὀποπάνακος γ ο βʹ καὶ οἴνου ξέ. τὸ ἥμισυ, διὰ τοῦ ἀριστεροῦ μυκτῆ ρος ἔμβαλλε. ἄλλο Θεομνήστου.
41 4 (t) [5] Αἱ τερηδόνες καὶ τὰ θηρία σκώληκές εἰσι λευκοὶ τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις ἐντικτόμενοι. ταῦτα δὲ σημεῖα ποιοῦσιν οἱ ὑπ’ αὐτῶν ὀχλούμενοι ἵπποι· τρίβουσι τὴν οὐρὰν καὶ τὸν σφιγκτῆρα παρὰ τοὺς τοίχους. θεραπεία δὲ αὐτῶν ἐστι· τὰ μὲν φαινόμενα ἐκκομίζεσθαι διὰ τῆς χειρὸς ἐναλειφομένης ἐλαίῳ, εἶτα καθαρθὲν τὸ ζῷον ἐγχυματίζειν ὀποπάνακα μετ’ οἰνελαίου. ἔπειτα κόψας ὀρίγανον καὶ ψύλλιον, ἅλατί τε συμμίξας ἐπίχυσον εἰς πλάκα, καὶ τοῦτο ποίει φαγεῖν. με τὰ δὲ κέρατος ἅλας κωλύομεν δίδοσθαι. ἄλλο Πελαγωνίου.
41 5 (t) [1] Συνάγει ἑαυτὸν τῷ παντὶ σώματι, φρίττει τὰ πολλά. λαβὼν οὖν χαμαιλέοντος ῥίζαν, ἕψησον καὶ ἀποτρίτωσον, καὶ ταύτην μετὰ ὀποπάνακος γ ο βʹ καὶ οἴνου ξέ. αʹ μίξας, διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔγχει. ἄλλο· τερηδόνων πρόγνωσις καὶ ἴασις.
41 6 (t) [1] Ἐξαπίνης ἀναστὰς τρέχει ἢ κάθηται ἢ ἀνακλιθεὶς κέχηνε. λαβὼν οὖν σκορόδων Κυπρίων, εἰ δὲ μή, γῆς ἐντέρων δραχμὴν μίαν, τρίψας ἐν ὄξει ὅσον κοτύλῃ, εἰς τοὺς μυκτῆρας ἔγχει. περὶ αἵματος διὰ τῆς ἕδρας ἐκφερομένου.
42 1 (t) [15] Αψύρτου. Ἄψυρτος Στατιλίῳ Στεφάνῳ ἰατρῷ χαίρει ν . ἔγραψάς μοι ἐπερωτῶν, πῶς δεῖ βοηθεῖσθαι τῶν ἵππων τοὺς αἷμα ἀποκρίνοντας διὰ τῆς ἕδρας καὶ τῆς οὐρήσεως. θεραπεύονται δὲ οὗτοι αἵματος ἀφαιρέσει ἐκ τῆς ὑπερῴας, καὶ ἐγχυματισμῷ διὰ τοῦ στόματος ἀσφοδέλου ῥίζῃ τετριμμένῃ μετὰ οἴνου γλυκέος λευκοῦ κοτύλαις δυσί· ἵνα δὲ ᾖ ὑγρὸν τὸ ἔγχυμα. μετὰ δὲ τοῦτο ἄλευρα πύρινα καθαρὰ μετὰ στέατος ὑείου καὶ ῥόας ἐν ὕδατι πολὺν χρόνον ἑψήσαντας, μὴ παχὺ τὸ ἕψημα, ὡσαύτως εἰς τὸ στόμα ἐγχεῖν. περιπάτοις δὲ συντόνοις καὶ τροχασμοῖς περιφέρειν, καὶ τὴν κοιλίαν ὑγροτέραν ποιεῖν, ποτίζον τας τὸ νίτρον καὶ τὰς κριθὰς καταρραίνοντας αὐτῷ καὶ τὸν χόρτον, καὶ μὴ ῥιγούτω. ὅταν δὲ ᾖ φερόμενον διὰ τῶν μυκτήρων, βοηθοῦνται καταντλούμενοι τὴν κεφαλὴν ψυχρῷ ὕδατι, ἅλας ἔχοντι μὴ πολύ. ἔστω δὲ τὸ ὕδωρ ὡς ὅτι ψυχρότατον. Ἱεροκλέους εἰς τὸ αὐτό.
42 2 (t) [10] Οἱ δὲ αἷμα διὰ τῆς ἕδρας ἀποκρίνοντες καὶ τῆς οὐρήθρας ἑτέρων σημείων εἰς τὴν γνῶσιν τοῦ πάθους δῆλον ὡς οὐ προσδέονται, δεικνύντες τῷ αἵματι, ὃ πάσχουσι. τοῖσδε δὲ ἴασις· διὰ τῆς ὑπερῴας ἀφαιρείσθω αἷμα, καὶ ἐγχυματιζέσθωσαν ἀσφοδέλου ῥίζῃ τετριμμένῃ μετὰ οἴνου γλυκέος κοτυλῶν δύο· ἵνα δὲ ὑγρὸν ᾖ τὸ ἔγχυμα. μετὰ δὲ τοῦτο ἄλευρα πύρινα καθαρὰ μετὰ στέατος χοιρείου, καὶ ῥόας ἐν ὕδατι ἐπιπλεῖον ἑψηθέντα, ἐγχυματιζέσθωσαν διὰ τοῦ στόματος, μὴ παχέος ὄντος τοῦ ἐγχυματισμοῦ. περίπατον δὲ συντόνον χρὴ παραλαμβάνειν. τῷ δὲ νίτρῳ καὶ τὰς κριθὰς καταρραίνειν καὶ τὸν χόρτον, ἐπιμελεῖσθαί τε, ὅπως μὴ ῥιγῶσιν. ὅταν δὲ διὰ μυκτήρων αἷμα φέρηται, καταντλεῖν δεῖ τὴν κεφαλὴν ὕδατι ψυχρῷ, ἅλας ἔχοντι μὴ πολύ. χρῆσθαι δὲ τῷ ὕδατι ψυχρ〈οτάτ〉ῷ. ἄλλο Ἀνατολίου πρὸς τοὺς αἷμα ἀπουροῦντας.
42 3 (t) [t3] Ἐρεγμῷ κεκαθαρμένῳ ἑφθῷ, στέατος ἐλαφείου μιχθέντος καὶ ὀλίγου οἴνου, ἐπὶ ἡμέραις τρισὶ διὰ τοῦ στόματος ἐγχυμάτιζε. ἢ γάλακτος αἰγείου κοτύλην μίαν, καὶ ἀμύλου ὅσον ᾠῶν τριῶν πλῆθος, ἐλαίου γ ο γʹ, μίξας διὰ κέρατος ἐγχυμάτισον. Πελαγωνίου πρὸς τοὺς αἷμα ἀπουροῦντας ἢ διὰ μυκτήρων ἀνάγοντας ἢ ἐμοῦντας ἢ ἀπὸ φλεβοτομίας ἐξαίμους γινομένους.
42 4 (t1) [10] Πελαγώνιος Ἀρζυγίῳ ἰδίῳ χαίρει ν . πολλάκις καὶ ὑγιαίνοντας ἵππους πλῆθος αἵματος βλάπτει. δῆλον γὰρ ὡς ὁ τούτου πλεονασμὸς δι’ οὑδηποτοῦν ἀπορρήγνυται τόπου· ὅπερ ἵνα μὴ τοῖς ἵπποις ἐπισυμβαίνῃ, παραφυλάξομεν. πολλάκις δὲ καὶ ταλαιπωροτέρου ἵππου τὸ οὖρον αἷμα εὑρίσκεται· ἀλλὰ τοῦτο τοῖς ἀσθενεστέροις ἢ καὶ ἐκ μακρᾶς ὁδοῦ ἢ ἐκ πολλοῦ βάρους ἐπιγίνεται ἢ ἐκ πολλῆς πιμελῆς· χρὴ οὖν θεραπεύειν οὕτως· αἷμα ἐκ τῆς γαστρὸς λάμβανε, καὶ προπότιζε γάλακτι αἰγείῳ, καὶ ἀμύλῳ, καὶ τρισὶν ᾠοῖς, καὶ χυλῷ βοτάνης περδικίου. τοῦτο δὲ ποίει ἐπὶ τῶν ἄγαν λιπαρῶν. τοὺς δὲ λεπτοὺς δίχα τῆς ἀφαιμάξεως περιόδευε. οὐ γὰρ συμβάλλεται αὐτοῖς ἡ τοῦ αἵματος ἀφαίρεσις. προπότισμα πρὸς τὰ τοιαῦτα πάθη.
42 5 (t) [5] Προποτίσμασι δὲ πρὸς τὰ τοιαῦτα πάθη τοῖσδε χρήσῃ· τραγακάνθης οἴνῳ ἀποβεβρεγμέ νης γ ο τὸ ἥμισυ, ὀπίου γρά. δʹ, στύρακος τὸ ἴσον, στροβίλια ἀριθμῷ ιβʹ, ταῦτα πάντα λειώσας καὶ ποιήσας καρύου Ποντικοῦ μέγεθος μετὰ οἴνου ξέ. ἑνὸς διὰ κέρατος ἔγχει ἐπὶ ἡμέραις ἑπτά. τοῦτο δὲ καὶ ἀνθρώποις ἐστὶν ἐπωφελές, εἴ γε κυάμου μέγεθος εἰς ᾠὸν δώσεις. ἄλλο.
42 6 (t) [1] Πράσου χυλὸν μετὰ οἰνομέλιτος καὶ ᾠοῦ εἰς τὸν λαιμὸν ἔμβαλλε, προσμίσγων καὶ στακτὴν ὀλίγην. ἄλλο.
42 7 (t) [5] Αἷμα πρῶτον ἀπὸ τοῦ οὐρανίσκου λάμβανε, εἶτα ἀσφοδέλου ῥίζαν εἰς οἴνου γλυκέος ξέ. βʹ λείωσον, καὶ λαβὼν ἄλευρα σίτινα σῆσον ἐπιμελῶς, εἶτα ῥοῦν Συριακὴν εἰς ὕδωρ ἕψησον ἐπὶ πολύ, καὶ ταῦτα συμμίξας διὰ τοῦ στόματος ἔγχει. μὴ πολλὰ δὲ περιπατείτω. πρὸ δέ γε πάντων τὴν γαστέρα αὐτοῦ ὕδατι καὶ νίτρῳ, καὶ τὰς κριθὰς ὁμοίως κατάβρεχε. ἄλλο.
42 8 (t) [1] Ἐὰν αἷμα διὰ τῶν μυκτήρων φέρῃ, 〈ἐπικίνδυνον. ὅπερ〉 ἐπέχειν [αὐτὸ] χρὴ προσφυσῶντα εἰς τοὺς μυκτῆρας κοριάνου χλωροῦ χυλόν ...... 〈ὕδατι ψυχροτάτῳ τὴν κεφαλὴν αὐτοῦ ἀπάντλησον, προσμίξας εἰς τὸ ὕδωρ ἅλατος ὀλίγον.〉 ἄλλο πρὸς τοὺς αἷμα ἐμοῦντας.
42 9 (t) [1] Ἀψίνθιον καὶ ναρδόσταχυ ἐν χαλκείῳ καινῷ μετὰ ὕδατος ἀφεψήσας προπότιζε. περὶ ἐμφράγματος.
43 1 (t) [10] Αψύρτου. Ἄψυρτος Ἱστορικῷ ἱππιατρῷ χαίρει ν . ἐμφράγματος γενομένου σημεῖα τάδε· οὐρὰν ἀποτεταμένην ἔχει, ῥώθωνας διεσταλμένους καὶ τῷ ποδὶ τύπτει τὴν γῆν καὶ τῆς κόπρου ὀσφραίνεται, ἱδροῖ τε τὰς μα〈σχά〉λα ς, καὶ τρόμος περὶ τοὺς ὤμους ἐνίοτε γίνεται, καὶ ὡς οὐρητιῶν προχαλᾶ τὸ αἰδοῖον, καὶ κυλίεται. συμβαίνει δὲ τοῦτο, ὅταν ἀπὸ τῆς κοιλίας τὸ ἐπὶ τῆς ἐξόδου ἔντερον ἐπιστροφὴν λάβῃ, καὶ τὰ ἐν αὐτῷ ἐγκείμενα εὐέξοδα μὴ γένηται. θεραπεύεται δὲ ἐγχυματιζόμενος οἴνου καὶ ἐλαίου κοτύλαις δυσί, καὶ περιπάτῳ πλείονι καὶ χόρτῳ χλωρῷ χρώμενος, καὶ ποτιζόμενος τῷ νίτρῳ. κυλιόμενον δὲ μὴ κωλύειν. ὁ δὲ τοιοῦτος δυσχε ρῶς περιγίνεται. Ἱεροκλέους εἰς τὸ αὐτό.
43 2 (t) [15] Ἔμφραγμα γίνεται, ὅταν τὸ ἐπὶ τῆς κοιλίας τοῦ πόρου ἔντερον ἐπίστρεψιν λάβῃ, καὶ τὰ ἐν αὐτῷ ἐγκείμενα μὴ ἔχῃ τὴν διέξοδον, τὴν οὐρήθραν δὲ ἀνατεταμένην ἔχῃ καὶ τοὺς μυκτῆρας διεστῶτας, καὶ τῷ ποδὶ τύπτῃ τὴν γῆν, καὶ ἐπιστρέφηται ἐπὶ τὴν κοιλίαν, καὶ τὰ κόπρια ὀσφραίνηται, ἱδρῶτές τε παρὰ τὰς μασχάλας γίγνωνται καὶ τρόμοι ἐνίοτε περὶ τοὺς ὤμους, καὶ ὡς οὐρεῖν μέλλων ἐμφαίνῃ, καὶ κυλίεσθαι βούληται. θεραπεύεται δὲ ἐγχυματιζόμενος οἴνου καὶ ἐλαίου κοτύλαις βʹ, καὶ περιπάτῳ χρώμενος πλείονι. ἢ ὀποπάνακα τρίψας μετὰ σελίνου ἐν οἴνῳ λευκῷ, ἐπιχέας οἴνου τὸ τεταρτημόριον, ἐγχυμάτιζε διὰ μυκτῆρος τοῦ εὐωνύμου. χόρτος δὲ διδόσθω χλωρός, καὶ κυλιόμενος δὲ μὴ κωλυέσθω ἀπὸ πρώτης ἡμέρας. ἐγχυματιζέ σθω δὲ ἀλεύρῳ πυρίνῳ ἐν ὕδατι χλιαρῷ. ἔνιοι δὲ πρὸ τοῦ ἐγχυματισμοῦ δοκιμάζουσιν, ἀλείψαντας τὴν χεῖρα καὶ καθιέντας διὰ τῆς ἕδρας τὰ παρακείμενα κόπρια ἐκβάλλειν· οὗ γινομένου οὐρεῖ. περὶ αἱμορροίας.
44 1 (t) [15] Αψύρτου. Ἄψυρτος Ἀρουντίῳ Κορινθίῳ χαίρει ν . ἔγραψάς μοι ἐπερωτῶν, πόθεν συμβαίνει τοῖς ἵπποις καὶ ὑποζυγίοις αἱμορροεῖν ἐκ τοῦ νώτου. συμβαίνει δέ, ὅταν ἐνστῇ ὁ καιρὸς ἀπὸ τῶν ξηρῶν πρὸς τὰ χλωρὰ κατὰ τὴν ἐαρινὴν ὥραν, χωρὶς γίνεσθαι τὸν ἰχῶρα τοῦ αἵματος, καὶ ὑποτρέχειν ὑπὸ τὴν βύρσαν τοῦ νώτου, καὶ τὴν ἔξοδον ποιεῖσθαι διὰ τῆς ἐπιφανείας κατὰ τρίχα, ὃ λέγουσιν αἱμορροΐδα. τούτου δὲ ἐπιγενομένου, καθαίρεται τὸ κτῆνος καὶ εὔρωστον ὑπάρχει. διὸ οὐ δεῖ φλεβοτομεῖν τὸν τοιοῦτον ἐξ οὐδενὸς τῶν τόπων· μετάγεται γὰρ πάλιν ἀπὸ τῆς ἐξόδου εἰς τὰς φλέβας, καὶ νοσοποιεῖ. δεῖ οὖν τῇ τροφῇ πιαίνειν αὐτὸν καὶ μάλιστα τῇ χλόῃ. δοκεῖ γὰρ τότε μᾶλλον ἐπὶ πλέον τὴν ῥύσιν ποιεῖσθαι καὶ τὴν ἔκκρι σιν. ἔστιν δὲ τούτῳ ἐν τῇ κυβερνήσει ἡ τρῖψις ἀσύμφορος, διὰ τὸ στεγανοῦσθαι τοὺς πόρους. ἐὰν γάρ ποτε γενομένης τῆς ἀναχύσεως ἔξοδος μὴ ἐπακολουθήσῃ, ὡς προγέγραπται, ψωρίασις γίνεται. Ἱεροκλέους εἰς τὸ αὐτό.
44 2 (t) [10] Συμβαίνειν αἱμορροίαν γίνεσθαί φαμεν πολλάκις ἀπὸ τοῦ νώτου τοῖς ὑποζυγίοις, ὅταν τὸ ἔαρ ἐπιστῇ. ὁ γὰρ τοῦ αἵματος ἰχὼρ συνιὼν ὑπὸ τὴν βύρσαν τοῦ νώτου ὑποτρέχει, καὶ διὰ τῆς ἐπιφανείας ἔξοδον ποιεῖται κατὰ τρίχα, καὶ τοῦτό τινες αἱμορροΐδα ὀνομάζουσιν. ἔστι δὲ κάθαρσις τοῦ κτήνους, καὶ εὐρωστότερον γίνεται. διόπερ οὐ χρὴ φλεβοτομεῖν ἐπὶ τοῦτο ἐξ οὐδενὸς τόπου. εἰ δὲ μή, νόσος αὐτῷ ἐγγενήσεται. δεῖ οὖν αὐτὸ ταῖς τροφαῖς παρηγορεῖν καὶ μάλιστα τῇ χλόῃ. δοκεῖ γὰρ μᾶλλον τότε τὴν ῥύσιν καὶ τὴν ἔκκρισιν ποιεῖσθαι. καθὸ κυβερνάσθω μέν, μὴ τριβέσθω δέ, ἵνα μὴ στενῶνται οἱ πόροι. ἐὰν δὲ ἔμφραξις ὑποδράμῃ καὶ ἐπίδοσις μὴ ᾖ τοῦ αἵματος, ἀλλ’ ἐπισχεθῇ αὐτομάτως, ταχέως εἴωθεν ψωρίασις γίνεσθαι. περὶ στρόφου.
45 t πρόγνωσις καὶ ἴασις. Αψύρτου.
45 1 (t) [10] Ὁ στροφούμενος ἵππος πρῶτον μὲν σκάλλων τῷ ποδὶ καταπίπτει, καὶ κυλίεται, καὶ ἑστηκὼς στροφεῖται, τήν τε κεφαλὴν στρέφει πρὸς ἑκατέρας τὰς λαγόνας, καὶ ἱδροῖ. λιπαρὰν οὖν τὴν χεῖρα ποιήσας, κάθες εἰς τὴν ἕδραν .... εἶτα ἐντρίψας μάλιστα κενταύριον [καὶ] ὅσον τοῖς τρισὶ δακτύλοις, ἐπιχέας οἴνου τε καὶ ἐλαίου κύαθον χλιάνας, ἔγχει, εἶτ’ ἐντροχασάτω. εἰ δὲ μή, ὀποπάνακος ἢ σμύρνης ἢ σελίνου καρπὸν ἢ τὸ βρύον τὸ ἀπὸ τῶν Ἰνδῶν ἢ χελιδόνιον, ὅ τι ἂν τούτων σχῇς. εἰ δὲ μή, οὐρήσας ἔγχει, καὶ τρίψας οἴνῳ καὶ ἐλαίῳ καὶ καταφυσήσας, λοῦσον θερμῷ, καὶ πιεῖν δίδου ὠμὴν λύσιν. Ἱεροκλέους.
45 2 (t) [1] Ἁπλοῦν ἐστι τὸ πρὸς στρόφον βοήθημα· ᾠὸν κατάξας αὐτοῦ πρὸς τοὺς ὀδόντας, χάλασον, ὡς ἀξούγγιον, καὶ ἰάσῃ, 〈ἢ νίτρον λειώσας καὶ θερμάνας μετὰ οἴνου ἐγχυμάτιζε〉. ἄλλο Ἱπποκράτους.
45 3 [10] Ὁ στροφούμενος ἵππος ἐπιγινώσκεται οὕτως· ὧδε κἀκεῖσε ῥίπτει ἑαυτὸν πολλάκις ἐς τοὔδαφος, καὶ πάλιν διεγείρεται, καὶ παρασύρεται τὴν κοιλίαν τῷ ἐδάφει, σπᾶταί τε καὶ στενάζει, καὶ ἱδροῖ τοὺς διδύμους, καὶ οἷον δεδακρυμένῳ ἔοικε, καὶ τὴν οὐρὰν τείνει, καὶ ἀπὸ τόπου εἰς τόπον ἀποχωρεῖ, ἀναπνεῖ τε θερμόν, καὶ τὸ στόμα μέμυκε, καὶ κατάξηρον ἔχει τὴν γλῶσσαν καὶ τραχεῖαν καὶ τὰ ὦτα κεχαλασμένα, καὶ νυστάζει. θεραπεύεται δὲ λουτρῷ θερμῷ καὶ σκεπάσμασι θερμαινόμενος, ἐγχυματιζόμενός τε διὰ τοῦ στόματος ἢ τῶν ῥινῶν σμύρνης δραχμαῖς εʹ ἐν οἴνου παλαιοῦ κοτύλαις ἓξ κεκραμέναις. μετὰ δὲ τὸν ἐγχυματισμὸν ἔξαγε εἰς δρόμον, μὴ πολὺν διαστήσας χρόνον, μηδὲ σύντονον τὸν δρόμον ποιῶν.
45 4 [10] τροφήν τε παράβαλλε σέλινα ἱκανά, ἐὰν ᾖ· δίδου δὲ καὶ ποτὸν θερμὸν ὕδωρ, καὶ κενώσας τὴν κοιλίαν, ποίει πάλιν ἐντροχάσαι, ἵνα ἱδρώσῃ. ἢ καρδάμου σπέρμα τετριμμένον μεθ’ ὕδατος ἐγχυμάτιζε διὰ τοῦ ἀριστεροῦ μυκτῆρος, περιβλήμασί τε περίστελλε, καὶ τροφὴν δίδου τὴν λεγομένην μηδικὴν πόαν. εἶτα ἀποξύσματα τῶν ἐμπροσθίων ὀνύχων τρίψας ἐν ὕδατος κοτύλαις τέσσαρσιν ἐγχυμάτιζε, ἢ ἀπὸ ὀρύγματος μυγαλῆς λελειωμένου. ἄλλο Ἀνατολίου.
45 5 (t) [5] Ἵππον στροφούμενον ἰάσῃ, ὕδατι θερμῷ λούσας αὐτὸν καὶ συγκαλύψας ἱματίοις, ἔπειτα σμύρνης δραχμὰς εʹ καὶ οἴνου παλαιοῦ κοτύλας ἓξ καὶ ἐλαίου κοτύλας γʹ ὁμοῦ διηθήσας, καὶ ἐπὶ τρισὶν ἡμέραις ἐγχυματίσας. καὶ τὴν κοιλίαν δὲ ὕδατι θαλας σίῳ θερμῷ κλύσον, μύρτων ἐν αὐτῷ ἀφεψηθέντων. ἢ πολιόφυλλον καὶ ἀβρότονον, ἢ πικρὰ ἀμύγδαλα καὶ οἶνον μέλανα αὐστηρὸν μίξας, ἢ σίδια ῥοιᾶς μετὰ ὕδατος ἐγχυμάτιζε. ἢ νίτρον λειώσας καὶ θερμάνας μετὰ οἴνου, τὸ αὐτὸ ποίει. ἄλλο.
45 6 (t) [t2] Τέσσαρα ᾠὰ εἰς τὸ στόμα αὐτοῦ κατάξας, ποιήσον μετὰ τῶν λεπῶν τὸ ζῷον καταπιεῖν. ἄλλο· εἰ ἐπικρατὴς γένηται ὁ στρόφος καὶ μὴ προχωρῇ ἡ κοιλία.
45 7 (t1) [1] Ὅταν τὴν οὐρὰν ὁ ἵππος μεταξὺ τῶν σκελῶν ἐμβάλλῃ καὶ ἐπικλίνηται ἐπὶ τὴν ἑαυτοῦ κοιλίαν, πηγάνου ἀγρίου σπέρμα μετὰ ἡμίνης οἴνου προπότιζε. ἄλλο.
45 8 (t) [1] Κρόμυα λειώσας ιʹ ἢ σύκων ξηρῶν γράμματα θʹ, νίτρου γράμμα ἕν, κόπρου περιστερᾶς γράμματα δʹ· ταῦτα πάντα μίξας καὶ ποιήσας κολλούρια δύο ἢ τρία, εἰς τὴν ἕδραν αὐτοῦ ἔμβαλλε. ἄλλο.
45 9 (t) [1] Χλιαρὰν στακτὴν μετὰ ἐλαίου καὶ μέλιτος ὀλίγου ταῖς φάρυξιν ἔμβαλλε, καὶ εἰ χρεία ἀπαιτήσοι, διὰ τοῦ δακτυλίου τὴν χεῖρα ἐμβαλών, τὴν κόπρον ἐκκόμισον. ἄλλο.
45 10 (t) [5] Κυμίνου καθαροῦ κοχλιάριον ἓν μεστόν, πηγάνου σπέρματος κοχλιαρίου τὸ ἥμισυ, ὀποπάνακος ὅσον κυάμου τὸ μέγεθος, λασάρου ὅσον κυάμου τὸ ἥμισυ, οἴνου παλαιοῦ ξέ. Ἰταλικὸν ἕνα, ἐλαίου ὀμφακίνου τὸ ἀρκοῦν, δίδου ἐπὶ τρισὶν ἡμέραις τῷ ζῴῳ. κριθὰς δὲ μὴ ἐσθιέτω. 〈Ἱπποκράτους περὶ στρόφου.
45 11 (t) [10] 〉 Ὁ στροφούμενος ἵππος διαγινώσκεται οὕτως· κυλίεται συνεχῶς, καὶ ἡ γαστὴρ φυσᾶται, καὶ κατακλιθεὶς στενάζει καὶ στρέφεται ὧδε κἀκεῖσε, τὰ δὲ ἔντερα βομβεῖ. θεράπευε οὖν οὕτως· πυρία καὶ χειροτρίβει, καταφυσῶν οἴνῳ καὶ ἐλαίῳ θερμῷ ὅλον, καὶ ἐγχυμάτιζε στύρακι καὶ οἴνῳ καὶ ἐλαίῳ καὶ ἀριστολοχείᾳ, ἢ πράσου χυλῷ μετὰ οἴνου καὶ ἐλαίου. κλύζε δὲ οἰνελαίῳ, καὶ τὴν χεῖρα πιαίνων ἐλαίῳ ἔμβαλλε εἰς τὴν ἕδραν καὶ ἔκβαλλε τὰ παρακείμενα κόπρια. καὶ τὴν κύστιν δὲ διάτριβε προσηνῶς, δίδου τε φαγεῖν ὀρόβους ἢ βρόμον, μίξας τοῖς ὀρόβοις, καὶ πότιζε χλιαρόν. περὶ κενοπρήσεως.
46 1-2 (t) Αψύρτου. Ἄψυρτος Κοΐντῳ Λολλίῳ Μαρυλλίῳ χαίρει ν .
46 1 [10] ἱπποτροφοῦντά σε εὔχρηστον εἰδέναι, τίνα τὰ σημεῖα τῆς κενοπρήσεως, καὶ διὰ τί συμβαίνει. γίνεται δὲ διὰ τοῦτο, ὅταν ᾖ κατακρατούμενος ὑπὸ τῆς ξηρᾶς τροφῆς, ἥτις αὐτὴ μὲν καταπέσσεται, δύσπνοιαν δὲ παρέχει καὶ πρησμονήν· καὶ ἐκ τούτου περιτέταται τὰς λαγόνας, καὶ ἀφοδεύων σκληροτέραν ἔχει τὴν κοιλίαν, καὶ ἀποκρίνει μικρά, καὶ φυσᾶται ἡ ἕδρα. λέγεται δὲ κενόπρησις, ὑπὸ δέ τινων πνεῦμα ἐν κιθάρᾳ· οἵτινες εὑρήκασι τὸ μέσον τρυπᾶσθαι ὀστέον τῆς κιθάρας τρυπάνῳ λεπτῷ· ἕτεροι δὲ ἐγκλύζειν αὐτόν, σικύου ἀγρίου ῥίζαν ἀποχυλίζοντας κοτύλαις τρισί, καὶ οἴνου τὸ ἴσον μίξαντας ἐλαίου κοτύλῃ χρῆσθαι. ἡμεῖς δὲ ἐχρησάμεθα βοηθήμασι καὶ τούτοις· κόπρον περιστερᾶς ἢ τῶν κατ’ οἶκον ὀρνίθων ὅσον χειρὸς πλήρωμα, διέντες οἴνῳ καὶ νίτρῳ, ἐνεκλύσαμεν.
46 2 [10] καὶ τὴν τροφὴν βρέχοντες τῷ οἴνῳ δεδώκαμεν, καὶ εἰς τὸν ποτὸν δὲ ἐβάλομεν, καὶ μὴ κόπον γίνεσθαι αὐτῷ παρηγγείλαμεν. περιπατείτω δὲ ὀλίγα, καὶ τρῖψις ἔστω δι’ οἴνου καὶ ἐλαίου κατὰ τρίχα μὴ σκληρῶς. ἁρμόζει δὲ ἡ φλεβοτομία γινομένη ἀπὸ τῆς οὐρᾶς τῆς ἐκφύσεως, ἀπέχουσα τῆς ἕδρας δακτύλους δʹ. ἕτεροι δὲ πνευματοῦνται, ὧν οἱ ῥώθωνες ἀνεπτυγμένοι εἰσί, καὶ δυσπνοοῦσι, καὶ ἐν τῷ ἀναπνεῖν τῇ κοιλίᾳ συμπίπτουσι καὶ ταῖς πλευραῖς· καὶ οὗτοι κατακρατοῦνται ὑπὸ τῆς ξηρᾶς τροφῆς. θεραπεύονται δὲ ἀνατάσει δίψους ἐγγινομένου καὶ χλωρῷ χόρτῳ διδομένῳ. ἄλλο εἰς τὸ αὐτὸ Ἱεροκλέους.
46 3 [5] Κενόπρησις συμβαίνει, ὅταν ᾖ κατακρατούμενος ὑπὸ ξηρᾶς τροφῆς, ἥτις αὐτὸν καταβλάπτει καὶ δύσπνοιαν ποιεῖ, καὶ πίπρησι τὰς λαγόνας μάλιστα, καὶ ἡ γαστὴρ ἐπέχεται σκληροτέρα οὖσα, ἀποπατεῖ τε μικρὰ τῆς ἕδρας ὑποφυσωμένης. ἔνιοι δὲ προσηγόρευσαν τὸ πάθος πνεῦμα ἐν κιθάρᾳ. προσήκει τοίνυν σικύου ἀγρίου τὴν ῥίζαν κόψαντα, τὸν χυλὸν ποιῆσαι εἰς κοτύλας τρεῖς, καὶ οἴνου εὐώδους τὸ ἴσον, καὶ ἐλαίου κοτύλην, καὶ νίτρου δραχμὰς ὀκτώ· ταῦτα μίξαντα καὶ ἀναλαβόντα κλύζειν. Ἄψυρτος δὲ ἐκεῖνα δοκιμάζε ι · κόπρον περιστερῶν ἢ τῶν κατοικιδίων ὀρνίθων χειρὸς πλήρωμα οἴνῳ διέντα καὶ νίτρῳ κλύζειν, ῥαίνειν τε ἔσθ’ ὅτε νίτρῳ τὴν τροφὴν καὶ εἰς τὸν ποτὸν βάλλειν.
46 4 [10] περιπατείτω δὲ ὀλίγα, καὶ τρῖψις ἔστω δι’ ἐλαίου καὶ οἴνου κατὰ τρίχα. εἰ δὲ δεῖ, καὶ φλέβα διελεῖν. διαιρήσεις δέ, ὥς φησιν Ἄψυρτο ς, ἀπὸ τῆς ἐκφύσεως τῆς οὐρᾶς, ἀπεχέτω δὲ τῆς ἕδρας δακτύλους δʹ. ἔστι δὲ καὶ ἄλλη ἁπλουστέρα ἐμπνευμάτωσις, ὅταν ἀναπτύσσῃ μὲν τοὺς μυκτῆρας, ἐν δὲ τῷ ἀναπνεῖν συμπίπτει τῇ κοιλία καὶ ταῖς πλευραῖς. τούτους ἀπείργειν δεῖ τοῦ πολλοῦ ποτοῦ, χλωρὸν αὐτοῖς χόρτον παραβάλλοντας. περὶ στήθους διακοπῆς.
47 1-2 (t) Αψύρτου. Ἄψυρτος Ἀντιπάτρῳ ἱπποϊατρῷ Ἀλεξανδρεῖ χαίρει ν .
47 1 [10] ἐάν ποτε συμβῇ ἐν τῷ στηθυνίῳ διακοπὴν γενέσθαι ὑπὸ σιδήρου ἢ ἐξ ἄλλης τινὸς αἰτίας, θεράπευε οὕτως· πόρπακας λινοῦς ἢ κανναβίνους μὴ λεπτοὺς ἐπιτίθει παρ’ ἑκάτερα τοῦ τραύματος εἰς τὴν βύρσαν, ὅσοι ἱκανοί εἰσι, καὶ μότα ποιήσας ἔρια 〈διάβροχα〉 οἴνῳ καὶ ἐλαίῳ ἐντίθει, καὶ οὕτως ἐπίδησον, καταλαβόμενος τοῖς πόρπαξι. καὶ διὰ τρίτης λύσας, κατάντλει θερμῷ ὕδατι ὡς πλείστῳ, καὶ τὸ αὐτὸ ποίει καθ’ ἡμέραν, προσαντλῶν μέχρις ἡμερῶν ἄλλων τεσσάρων. διελθουσῶν δὲ 〈τούτων〉, λῦε τοὺς πόρπακας, καὶ τῷ ὀροβίνῳ πρόσπασσε, προσβρέχων ὕδατι χειμῶνος καὶ θέρους θερμῷ. ἂν δὲ ἀνακαθαρθῇ, ὑπόχριε τῇ λιπαρᾷ, καὶ ἔσται ὑγιής. ἔσθ’ ὅτε δὲ συμβαίνει ἐκφυσήματα γενέσθαι δι’ ὅλου 〈τοῦ σώματοσ〉 τοῦ ἵππου ὑπὸ βύρσαν, ὥστε ὑπολαμβάνειν φλεγμονὴν εἶναι τῶν ἐντός.
47 2 [5] διὸ δεῖ ἐν τῷ στήθει ἐκκόπτειν τῆς βύρσης ἀπέχοντα ἀλλήλων ἐν τρισὶ τόποις τῇ περιοχῇ τοῦ ἀντίχειρος τῷ ὄνυχι διπλάσιον, καὶ οὕτως διελεύσεται τὰ ἐμφυσήματα, κίνδυνον δὲ οὐχ ἕξει. γενομένης δὲ τῆς διακοπῆς ἐν τῷ τόπῳ διαμπερές, μὴ θεράπευε. οὐ δύναται γὰρ ζῆν διὰ τὸ παρακεῖσθαι τὴν καρδίαν καὶ ψῦξιν λαμβάνειν. Ἱεροκλέους εἰς τὸ αὐτό.
47 3 (t) [10] Ἐάν ποτε συμβῇ ἐν τῷ στηθυνίῳ διακοπὴν γενέσθαι ὑπὸ σιδήρου ἢ ἄλλης τινὸς αἰτίας, οὕτως θεραπευέσθω· πόρπακας ἐνθεὶς μὴ λεπτοὺς παρ’ ἑκάτερα τοῦ τραύματος, τὴν βύρσαν διαλαβών, ἐφ’ ὅσον ἱκανοί εἰσιν, καὶ μότα ποιήσας ἔρια διάβροχα οἰνελαίῳ ἐντίθει, καὶ ἐπιδέσμει οὕτως, καταλαβόμενος τοῖς πόρπαξι. καὶ διὰ τρίτης ἡμέρας λύσας, κατάντλει θερμῷ ὕδατι, καὶ τὸ αὐτὸ ποίει καθ’ ἡμέραν προσαντλῶν μέχρις ἡμερῶν δʹ. διελθουσῶν δὲ τούτων, λύε τοὺς πόρπακας, καὶ ὀρόβινον προσκατάπλασσε, ὕδατι θερμῷ βρέχων, ἕως ἀνακαθαρθῇ. εἶτα ἐπίχριε τῇ λιπαρᾷ, καὶ ἔσται ὑγιής. διακοπῆς μέντοι διαμπερὲς ἐν τῷ τόπῳ γενομένης, οὐκ ἂν δύναιτο ζῆσαι διὰ τὸ παρακεῖσθαι τὴν καρδίαν καὶ ψῦξιν διὰ τοῦ τραύματος λαμβάνειν. περὶ αἰδοίου προπτώσεως.
48 1 (t) [10] Αψύρτου. Ἄψυρτος Νουμηνίῳ Ἀλεξανδρεῖ χαίρει ν · αἰδοῖον τὸ προπεσόν, εἰ μὴ δύναται πάλιν εἰς τὴν χώραν ἀποκαταστῆναι, παραγγέλλουσι ῥοΐζειν αὐτὸν ἐν ποταμῷ πρὸς τὸ πρόσαντες ἢ ἐν θαλάσσῃ. ἕτεροι δὲ κατακλίναντες καὶ τῶν σκελῶν ἀνακρεμάσαντες, κηρωτῇ προσανατρίβουσι μετὰ στέατος ὑείου καὶ νίτρου λεπτοῦ, καὶ καταντλοῦσιν ὕδατι ψυχρῷ πολλῷ, καὶ καθιστᾶσιν οὕτως εἰς τὴν χώραν· κάλλιον δέ, ἐὰν ᾖ θαλάσσιον· εἰ δ’ οὐκ ἔστιν, ἐμπάσσειν εἰς τὸ ὕδωρ ἅλας. ἡμεῖς δὲ ἐχρησάμεθα καὶ τούτῳ· ἑστῶτος τοῦ ἵππου, ῥαφίδι λεπτῇ ἀκροθιγῶς κεντοῦντες τὸ παρὰ τὸν καυλὸν δέρμα, ὄξος δριμὺ προσραίνομεν τοῖς κεντήμασι, καὶ οὕτως ἄνεισιν εἰς τὸ κατὰ φύσιν. τὸ αὐτὸ δὲ καὶ κνῖδαι παρατριβόμεναι ποιοῦσιν. καὶ ἡ ἕδρα δὲ καὶ τὸ ὑποταύριον κεντούμενα τῇ ῥαφίδι καθιστᾶσιν εἰς τὴν χώραν. Ἱεροκλέους εἰς τὸ αὐτό.
48 2 (t) [10] Αἰδοῖον προπεσόν, εἰ μὴ δύναιτο εἰς τάξιν καταστῆναι, ῥοϊζέσθω ἐν ποταμῷ εἰς ἀνάρρουν ἢ ἐν θαλάσσῃ. τινὲς δὲ κατακλίναντες καὶ τῶν σκελῶν ἀνακρεμάσαντες, ἀνατρίβουσι κηρῷ μετὰ στέατος αἰγείου, καὶ νίτρου λεπτοῦ καὶ καταντλοῦσιν ὕδατι πολλῷ ψυχρῷ· κάλλιον δέ, ἐὰν ᾖ θαλάσσιον· εἰ δὲ μή, ἅλας τῷ ὕδατι ἐμβάλλουσιν. Ἄψυρτος δὲ δοκιμάζει καὶ τοῦτο· βελόνῃ λεπτῇ ἀκροθιγῶς κεντεῖν τὸ περὶ τὸν καυλὸν δέρμα, καὶ ὄξος προσραίνειν δριμὺ τοῖς κεντήμασιν· ἀνασπάσει γὰρ οὕτως εἰς τὸ κατὰ φύσιν. τὸ αὐτὸ δὲ καὶ κνῖδαι παρατριβόμεναι ποιοῦσι, καὶ ἡ ἕδρα καὶ τὸ ὑποταύριον κεντούμενα τῇ ῥαφίδι καθιστᾶσιν αὐτὸ εἰς τὴν χώραν. Πελαγωνίου εἰς τὸ αὐτό.
48 3 (t) [5] Λιβανωτὸν καὶ ᾠὸν καὶ κύμινον μετὰ οἴνου μίξας, ἐγχυμάτισον. ἢ κόπρον χοιρείαν μετὰ ὄξους μίξας καὶ διηθήσας, ἢ πάνακος ῥίζης γρά. βʹ μετὰ οἴνου τρίψας, τὸ αὐτὸ ποίει. ἢ πηγάνου ἀγρίου ῥίζαν μετὰ χυλοῦ κράμβης μίξας, πρόσαγε δι’ ἐγχυματισμοῦ. τοῦτο δὲ καὶ πρὸς στρόφους ποιεῖ. ἄλλο.
48 4 (t) [5] Ἔλαιον μετὰ οἴνου μίξας, ἐπὶ τὰς ψύας ἐπίχεε. εἰ δὲ μὴ ὠφελήσῃ, ἐκ μέλιτος ἑψηθέντος καὶ ἁλὸς ποιήσας κολλούριον λεπτότατον, ἔμβαλλε τῇ ὀπῇ, ὅθεν τὰ οὖρα διαφοροῦνται. ἢ μυῖαν ζῶσαν ἢ ψῖχα λιβανωτοῦ ἢ ἀσφάλτου κολλούριον ἢ σκορόδου μέρος τῷ αὐτῷ τρόπῳ, ὡς ἔφημεν, ἔμβαλλε. περὶ ὄρχεων φλεγμονῆς καὶ οἰδήσεως.
49 1 (t) [10] Αψύρτου. Ἄψυρτος Μέμνονι ἱπποϊατρῷ χαίρει ν . ἱπποτροφοῦντά σε δεῖ γινώσκειν, ὡς τὰς τῶν ὄρχεων φλεγμονὰς γινομένας ἐκ τραύματος ἢ δήγματός τινος θηρίου, ἢ ὅταν χαλεπαίνωσι πρὸς ἀλλήλους, θεραπεύουσιν οὕτως· σικύου ἀγρίου ῥίζαν θλάσαντες καὶ ἑψήσαντες ἐν ὕδατι καὶ ἅλατι, πυριῶσι σπόγγῳ χρώμενοι, καὶ ψιμύθιον καὶ ἔλαιον καὶ στέαρ αἴγειον καὶ ᾠοῦ τὸ λευκὸν τρίψαντες, καταχρίουσι, καὶ ὑγιάζουσιν. ὅταν δὲ ὦσιν ἐξ ἄλλης αἰτίας φλεγμαίνοντες 〈καὶ μὴ τραύματοσ〉, βοηθεῖν δεῖ οὕτως· προσαντλεῖν ὕδατι θερμῷ δὶς τῆς ἡμέρας, καὶ τοῦ ἁλὸς ἐμπάσσοντας τῷ ὕδατι καταχρίειν τῇ κιμωλίᾳ μετ’ ὄξους ἢ κεραμεικῆς γῆς ὡσαύτως ἢ ἀψινθίου χλωροῦ κεκομμένου τῷ χυλῷ ἢ τοῦ κωνείου τοῦ φυομένου ἐν ταῖς κοπρίαις ἢ στρύχνου τῷ χυλῷ. ὁμοίως δὲ καὶ τὸ ψιμύθιον λειούμενον ἁρμόζει μετὰ τοῦ ὕδατος καταχριόμενον. Ἱεροκλέους εἰς τὸ αὐτό.
49 2 (t) [5] Ἐὰν οἰδήσωσιν οἱ ὄρχεις, καταντλείσθωσαν ὕδατι θερμῷ, νίτρου παραμεμιγμένου βραχέος, καταχριέσθωσαν δὲ ὄξους ὕλῃ. εἰ δὲ μὴ ὑπακούοι ἐν τῇ θεραπείᾳ ταύτῃ, αἷμα ἀφαιρείσθω ἀπὸ τῶν σκελῶν ἐγγὺς τῶν ὄρχεων. εἰ δὲ μὴ οὕτως παύοιτο, καυτηριαζέσθω διὰ μέσου φυλαττομένων, μὴ τῶν ὄρχεων παράψωνται. Ἱπποκράτους πρὸς ὄρχεων φλεγμονάς.
49 3 (t) [5] Τὰς τῶν ὄρχεων φλεγμονὰς χρῖε κεραμεικῇ γῇ πεφυραμένῃ ὄξει ἢ στρύχνῳ μετὰ ὄξους καθεψηθέντι. φλεβοτόμει δὲ ἀπὸ τῶν βουβώ νων, καὶ πότιζε ὕδατι ψυχρῷ. εἰ δὲ μὴ παύηται, πυρία οὔρῳ θερμῷ παιδικῷ, ὑποτιθεὶς μυλίτας λίθους πεπυρωμένους, ἕως ὑπὸ τῶν λίθων οἱ μηροὶ ἱδρώσουσι. κατάντλει δὲ καὶ ὕδατι θερμῷ, καὶ σύγχριε ἰρίνῳ ἐλαίῳ καὶ ποίει περιπατεῖν. πρὸς οἴδησιν ὄρχεων.
49 4 (t) [1] Κρητάριον μετὰ κόπρου βοείας καὶ κυμίνου καὶ ὀξυκράτου λειώσας, χρῖε μέχρι θεραπείας. Πελαγωνίου.
49 5 (t1) [1] πρὸς τοὺς ἀπὸ αἰδοίων πύον φέροντας. Ἀλεκτρυόνα καὶ σκυλάκιον κατὰ ταὐτὸ ἑψήσας μεθ’ ὕδατος, ἔπειτα διηθήσας τὸ ὕδωρ, καὶ προσβαλὼν ἀσφάλτου λελειωμένης δραχμὴν μίαν, προπότιζε ἐπὶ ἡμέραις θʹ. περὶ ἐντεροκήλης.
50 1 (t) [5] Αψύρτου. Ἄψυρτος Δίῳ ἱπποϊατρῷ πολίτῃ χαίρει ν . ἔγραψάς μοι περὶ ἐντεροκήλης· ἐὰν οὖν ἵππῳ τοῦτο γένηται, ὅπερ μάλιστα παλαιοτέροις εἴωθε συμβαίνειν, τὸν ὄσχεον, τουτέστι τὴν καλουμένην θυλάκην ἀποπιέσαντα, χρή, καθὸ τὸ βάρος νένευκε, 〈ἐμ〉βαλόντα πόρπακα ἀποδῆσαι στερρῶς, καὶ καταβρέχειν ὄξει καὶ νίτρῳ. εἰ δὲ κατασαπῇ ὁ πόρπαξ, καταπλύνειν ὕδατι ψυχρῷ τοὺς μηροὺς καὶ τὸ ἕλκος καὶ θεραπεύειν φαρμάκῳ ἁπαλῷ. ἀναλαμβανέσθω δὲ καὶ ἀναληπτρίδι ὁ τόπος, καὶ ἰαθήσεται. Ἱεροκλέους εἰς τὸ αὐτό.
50 2 (t) [5] Ἐὰν ἐντεροκήλη γένηται, ὅπερ μάλιστα 〈τοῖς παλαιοτέροισ〉 περὶ τὸ πλατὺ ἔντερον συμβαίνει, τὸν ὄσχεον, τουτέστι τὴν καλουμένην θυλάκην ἀποπιέσαντα, χρή, καθὸ τὸ βάρος νένευκε, 〈ἐμβαλόντα〉 πόρπακα ἀποδῆσαι ὡς στερεώτατα, καὶ καταβρέχειν ὄξει καὶ νίτρῳ. ἐὰν δὲ ἐκσαπῇ ὁ πόρπαξ, καταντλεῖν ὕδατι ψυχρῷ τούς τε μηροὺς καὶ τὸ ἕλκος καὶ θεραπεύειν 〈φαρμάκῳ μαλακῷ〉. ἀναλαμβανέσθω δὲ καὶ 〈ἀναληπτρίδι〉 ὁ τόπος, καὶ ἰαθήσεται. περὶ ῥευματισμοῦ ἐν γόνατι.
51 1-3 (t) Αψύρτου. Ἄψυρτος 〈Σι〉σέννᾳ ἑκατοντάρχῃ χαίρει ν .
51 1 [5] ἐσπουδακότα σε περὶ τοὺς ἵππους ἀναγκαῖον καὶ τοῦτο εἰδέναι, 〈ὅτι〉 ῥεύματα εἰς τὰ γόνατα ἐμπίπτοντα, ἅτινα ῥωμαϊστὶ λέγεται φλέμινα, οὐ δεῖ τέμνειν. ῥυσοῦται γὰρ τὸ γόνυ διὰ τὴν οὐλήν. χεῖρον δὲ τούτου ποιοῦσιν οἱ καυτηρίοις χρώμενοι· ἐπάγονται γὰρ μᾶλλον τὴν ἐπιφορὰν τοῦ ῥεύματος, στεγνοῦντες τὸν τόπον. θεραπεύεται δὲ οὕτως· σφαίρας τὰς ὑπὸ τῆς θαλάσσης ἐξερριμμένας εἰς λεπτὰ κατατίλλοντες, καὶ τὴν κιμωλίαν μίξαντες, καὶ βρέξαντες ἐν ὕδατι ἐπὶ ἡμέρας πέντε, καταπλάσσουσι καὶ ἐπιδεσμοῦσιν ἕως ἡμερῶν δύο.
51 2 [10] τῇ δὲ τρίτῃ λύουσι καὶ πάλιν τὸ αὐτὸ ποιοῦσι, ἐκπιέζει γὰρ τὸν ἰχῶρα. 〈ἢ〉 τέφραν ἐκ χαλκείου τὴν ἀναπεπταμένην ἐπὶ τὴν κάμινον μέλιτι ἡψημένῳ μίσγειν, καὶ ἐπιπλάσσοντα εἰς ῥάκος ἐπιδεσμεῖν. ἢ ἄλευρον κρίθινον ἐν ὕδατι μίξαντα τὸ αὐτὸ ποιεῖν. ἢ ἐρινεὸν κόψαντα ἐπιδεσμεῖν καὶ εἰς ψυχρὸν ἐμβιβάζειν. καὶ τὸ ξηρὸν δὲ μάλαγμα ὠφέλιμον αὐτοῖς. χρῆσθαι δὲ τούτοις, ἐφ’ ὅσον ὑγρός ἐστιν ὁ ἰχώρ. ὅταν δὲ παγῇ καὶ παρέλθῃ εἰς τὸ ἐντὸς μέρος τοῦ γόνατος, γίνεται στραγγαλιά.
51 3 [5] ἣν δεῖ θεραπεύειν, ὡς προείρηται, τῷ ξηρῷ μαλάγματι, ἄχρις οὗ καταβῇ κάτω καὶ γένηται παρακερκίς. ἄριστον δὲ εἰς τοῦτο καὶ τὸ δ ι ’ ἀξουγγίου μάλαγμα. ἔστι δὲ ῥεύματος γένος καὶ τοῦτο, ὅταν ᾖ ἔχων τὰ σκέλη οἰδοῦντα καὶ μεγάλα, καὶ μάλιστα τὰ ὀπίσθια, ἃ φλεβοτομούμενα μᾶλλον ἐπιφέρει πληθύν. συμφέρει δὲ περιπάτοις καὶ δρόμοις χρῆσθαι μὴ συντόνοις, καὶ εἰς ψυχρὸν ἐμβιβάζειν. Ἱεροκλέους εἰς τὸ αὐτό.
51 4 (t) [15] Ἐμπίπτει τῷ γόνατι ῥεῦμα. καλοῦσι δὲ αὐτὸ ῥωμαϊστὶ φλιμέλιον. ὃ οὐ δεῖ τέμνειν, ῥυσοῦται γὰρ ἡ ὁπλή, ἀλλ’ οὐδὲ καίειν· ἐπάγονται γὰρ μᾶλλον τὴν τοῦ ῥεύματος φοράν, στεγανοῦντες τὸν τόπον. θεραπεύεται δὲ οὕτως· σφαίρας τὰς ὑπὸ τῆς θαλάσσης ἐξερριμμένας εἰς λεπτὰ κατατίλλοντα, χρὴ κιμωλίαν μίξαντα βρέχειν ἐν ὕδατι ἡμέρας εʹ, εἶτα καταπλάσσειν καὶ ἐπιδεσμεῖν ἐπὶ ἡμέραις δυσί, τῇ δὲ τρίτῃ λύειν καὶ πάλιν τὸ αὐτὸ ποιεῖν, ἀναποθήσεται γὰρ ὁ ἰχώρ. ἢ τέφραν ἐκ χαλκείου τὴν ἀναπεπταμένην τῇ καμίνῳ μέλιτι ἡψημένῳ μίσγειν, καὶ ἐπιπλάσσοντα εἰς ῥάκος ἐπιδεσμεῖν. ἢ ἄλευρον κρίθινον ἐν ὕδατι μίξαντα τὸ αὐτὸ ποιεῖν. ἢ ἐρινεὸν κόψαντα καὶ μίξαντα ὁμοίως ἐπιδεσμεῖν. ἔστι 〈δὲ〉 καὶ τὸ ξηρὸν μάλαγμα ὠφέλιμον. χρῆσθαι δὲ τούτοις, ἐφ’ ὅσον ὑγρός ἐστιν ὁ ἰχώρ· ὅταν δὲ παγῇ καὶ παρέλθῃ εἰς τὸ ἐντὸς μέρος καὶ γένηται στραγγαλιά, δεῖ θεραπεύειν, ὡς προγέγρα πται, τῷ ξηρῷ μαλάγματι, ἄχρις οὗ καταβῇ κάτω, καὶ παρακερκὶς γένηται. ἔστι δὲ χρήσιμον πρὸς τούτοις καὶ τὸ δι’ ἀξουγγίου μάλαγμα, συμφέρει τε περιπάτοις χρῆσθαι καὶ δρόμοις μὴ συντόνοις, εἰς ψυχρόν τε ἐμβιβάζειν λυσιτελεῖ. πῶς ἂν φλεγμοναὶ αἱ ἐν τοῖς γόνασι διαλυθῶσιν.
51 5 (t) [1] Ῥοδοδάφνης ἀσφάλτου νίτρου ἀξουγγίου παλαιοῦ ἀνὰ γ ο γʹ συμμίξας καὶ φάρμακον ποιήσας, χρῷ. περὶ ῥεύματος ἐν ποσίν, ἤτοι χιράματος.
52 1-3 (t) Αψύρτου. Ἄψυρτος Ἀπολλωνιάδῃ ἱπποϊατρῷ χαίρει ν .
52 1 [10] ῥεύματα ἐμπίπτει εἰς τοὺς πόδας, ἅ τινες εἶπον σείρας, ἕτεροι δὲ χιράματα. ἐξ οὗ λέγεται σειριᾶν τοὺς πόδας (ῥωμαϊστὶ δὲ λέγεται σουφράγινα). θεραπεύεται δὲ οὕτως· αἷμα ἀφαίρει ἐξ αὐτῶν τῶν ποδῶν, διακόπτων τὴν φλέβα τὴν ἐν τῷ μεσοκυνίῳ ἐκ τοῦ ἐκτὸς μέρους ἢ τοῦ ἐντὸς ὡσαύτως, ἐκ δὲ τῆς ἐκφύσεως τῆς ὁπλῆς οὐ δεῖ. καὶ ἀποχάρασσε κάτωθεν καὶ ἀπόξυε, ἵνα ἐκεῖθεν ἐκπίπτῃ, καὶ ἀπόσμηχε οἴνῳ, καὶ ἀκακίας χυλὸν τῆς κιρρᾶς τρίψας μετὰ ὕδατος καὶ ποιήσας μέλιτος τὸ πάχος, κατάχριε. ἢ στέαρ ὕειον τρίψας μετὰ πίσσης ὑγρᾶς τὸ αὐτὸ ποίει. καὶ περιπατείτω, εἰς ὕδωρ δὲ μὴ ἐμβίβαζε. συμβαίνει δὲ τὸ πάθος τοῦτο χειμῶνος, θερείας δὲ ἀποκαθίσταται καὶ ὑγιάζεται.
52 2 [10] οὐ ῥᾳδίως δὲ ἐμπίπτουσιν οἱ τοιοῦτοι εἰς τὸ τῆς μάλεως πάθος τῆς ἀρθρίτιδος, ἀλλ’ οὐδὲ οἱ ὀρχοτομούμενοι γίνονται ῥευματικοί. ὠφέλιμα δὲ 〈καὶ〉 πρόσκαιρα ταῦτα· ἄλευρον ὀρόβινον οἴνῳ ἀναμάξας ἢ μέλιτι, κατάπλασσε καὶ περιδέσμευε. τὸ δὲ αὐτὸ καὶ δι’ ἐρεγμοῦ ὡσαύτως ποίει, ὑείαν κόπρον οἴνῳ φυράσας. μετὰ δὲ οἴνου σίδια ἑψήσας καὶ τρίψας, κατάπλασσε καὶ περιδέσμευε. ὠφέλιμος δὲ καὶ ἡ κηκὶς κοπτομένη καὶ καταπλασσομένη. εὔχρηστον δὲ καὶ τοῦτο· ἀμόργην καὶ οἶνον αὐστηρὸν ἀναζέσας ἀποπυρία, ἢ ἀσφοδέλου ῥίζαν ἑψήσας ἐν ὕδατι τὸ αὐτὸ ποίει, 〈ἢ〉 ἁλὶ καὶ ἐλαίῳ καὶ μέλιτι τρῖβε. ἔστι δὲ τοῦ ῥεύματος τοῦ ἐν τοῖς ποσὶ γένη τρία.
52 3 [10] ὧν ἓν μὲν τὸ προγεγραμμένον. ἕτερον δὲ εἰς ὕψος αἶρον τὴν ὁπλήν· ἐν ᾧ δεῖ μάλιστα κάτωθεν ἀποχαράσσειν, ἵνα μὴ ἔκτριψιν λαμβάνῃ ἡ ὁπλή· τὸ δὲ τρίτον, ὅτε δὴ θραύεται ἡ ὁπλή. τοῦτο δὲ συμβαίνει, ὅταν ᾖ προβεβηκὼς τῇ ἡλικίᾳ. ῥευματικοὶ δὲ καὶ οὗτοί εἰσιν, οἷς ἐμπίπτει σίελον εἰς τὸ στόμα, μάλιστα τοῖς πρεσβυτέροις, ὅταν λαμβάνωσι τὰς κριθάς, ὥστε [καὶ] ὑγραίνειν αὐτάς, οἵτινες καὶ πολυχρονιώτεροι διαμένουσι. καὶ νεωτέροις δὲ συμβαίνει, οὐχ οὕτως δὲ πολὺ οὐδὲ συνεχῶς ὡς τοῖς παλαιοῖς. ἄλλο· ῥεύματος πρόγνωσις καὶ ἴασις.
52 4 (t) [5] Πρῶτον μὲν οἰδαίνουσι τὰ γόνατα, καὶ χωλαίνει καὶ οὐ δύναται ἐπιβαίνει ν , ἀλ λ ’ ὅταν τῇ χειρὶ πιέζῃ ς , ἀνίσταται ὀρθό ς. ἐὰν οὖν ἐν τοῖς ὀπισθίοις ᾖ, καῦσον αὐτὸν καυτηρίοις στρογγύλοις ἔσωθεν μὲν καύμασι πέντε ἐπὶ τῆς ἀγκύλης, ἔξωθεν δὲ πλατέσιν ἀμφοτέρωθεν. ἐὰν δὲ ἐν τοῖς ἐμπροσθίοις κάτωθεν ᾖ τοῦ γόνατος, καύσας μανδακηδὸν ἐπιμελοῦ ὥσπερ καὶ τὰ λοιπὰ καύματα. Ἱεροκλέους εἰς τὸ αὐτό.
52 5 [10] Ῥεύματά ἐστιν ἐν τοῖς ποσὶν ἐμπίπτοντα, ἅ τινες προσαγορεύουσι σείρας. ἕτεροι δὲ χιράματα· σειριᾶν γοῦν τὸν ἵππον φασίν, ὡς καὶ Ἄψυρτος λέγε ι. θεραπεύεται δὲ οὕτως· ἀφαιρείσθω αἷμα ἐκ τῶν ποδῶν, διακοπτομένης τῆς φλεβὸς ἐν τῷ μεσοκυνίῳ ἐκ τοῦ ἐκτὸς μέρους ἢ τοῦ ἐντός· ὅρα δέ, μὴ κατὰ τὴν ἔκφυσιν τῆς ὁπλῆς. καὶ ἀποχαρασσέσθω κάτωθεν καὶ ὑποξυέσθω. ἀποσμηχέσθω δὲ οἴνῳ, εἶτα ἀκακίας χυλὸν τρίψαντα τῆς κιρρᾶς μετὰ ὕδατος καὶ ποιήσαντα μέλιτος πάχος, καταχρίειν. τὸ αὐτὸ δὲ καὶ μετὰ πίσσης ὑγρᾶς καὶ στέατος ὑείου ποιεῖν. καὶ περιπατεῖν προάγειν αὐτόν, εἰς ὕδωρ δὲ μὴ ἐμβιβάζειν. συμβαίνει μέντοι τὸ πάθος χειμῶνος, ἐν δὲ τῷ θέρει καθίσταται καὶ ὑγιοῦται.
52 6 [10] οὐ ῥᾳδίως μέντοι οἱ ὀρχοτομούμενοι γίνονται ῥευματικοὶ οὐδὲ ἐμπίπτουσιν εἰς τὸ τῆς ἀρθρίτιδος μάλεως νόσημα. Ἄψυρτος δὲ πρόσκαιρα καὶ ταῦτα λέγει βοηθήματ α · ἄλευρον ὀρόβινον οἴνῳ καὶ μέλιτι μίξαντα, καταπλάσσειν καὶ ἐπιδεσμεῖν. τὸ αὐτὸ δὲ καὶ ἐρεγμοῦ ἄλευρον ποιεῖ καὶ ὑεία κόπρος. (ἔστι δὲ γνῶναι τὸ ῥεῦμα, ὅταν ἔχῃ ὁ ἵππος τὰ σκέλη οἰδοῦντα καὶ μεγάλα καὶ μάλιστα τὰ ὀπίσθια, ἃ φλεβοτομούμενα μᾶλλον ἐπιφέρει πλῆθος). οἴνῳ οὖν φυράσας σίδια καὶ ἑψήσας ἐν ὕδατι, κατάπλασσε. ὠφελεῖ δὲ καὶ ἡ κηκὶς κοπτομένη καὶ καταπλασσομένη. εὔχρηστον δὲ καὶ τοῦτο· ἀμόργην καὶ οἶνον αὐστηρὸν ἀναζέσας, ἀποπυρία. ἢ ἀσφοδέλου ῥίζαν ἐν ὕδατι ἑψήσας, τὸ αὐτὸ ποίει, ἢ ἁλὶ καὶ ἐλαίῳ καὶ μέλιτι τρῖβε. ἔστι δὲ τούτου τοῦ πάθους εἴδη τρία.
52 7 [10] ὧν ἓν μὲν τὸ προγεγραμμένον, ἕτερον δὲ εἰς ὕψος ἔχον τὴν ὁπλήν, ἐν ᾧ δεῖ μάλιστα τὰ κάτω ἀποχαράσσειν, ἵνα μὴ ἔκτριψιν λαμβάνῃ ἡ ὁπλή. τὸ δὲ τρίτον ὅτε δὴ θραύεται ἡ ὁπλή. τοῦτο δὲ συμβαίνει ἐπὶ τῶν προβεβηκότων τῇ ἡλικίᾳ. ῥευματικοί γε μὴν καὶ οὗτοί εἰσιν, ὅσοις ἐκπίπτει τὸ σίελον ἐκ τοῦ στόματος, ὥστε λαμβάνοντας τὰς κριθὰς ὑγραίνειν αὐτάς. ὃ συμβαίνει μάλιστα τοῖς πρεσβυτέροις συνεχεστέρως, οἳ καὶ πολυχρονιώτεροι διαμένουσι. καὶ νεωτέροις δὲ συμβαίνει, οὐχ οὕτως δὲ συνεχῶς. ἄλλο· Εὐμήλου πρὸς τὰ ἐν σκέλεσι ῥεύματα.
52 8 (t) [t2] Δεῖ τὰ τοιαῦτα πάθη πεπυρωμένῳ σιδήρῳ καίοντα θεραπεύειν. τὰ δὲ ἀπὸ τοῦ καυτῆρος τραύματα ὑγιάσεις, σπογγιὰν ὄξει καὶ λασάρῳ βρέξας καὶ ἐπιθείς, καὶ μετὰ τὴν ἄλλην ἡμέραν κολλύριον ἐμβάλλων, ὅπερ τὸ μυξῶδες ἐκβάλλει. τοῦ δὲ κολλυρίου ἡ σύνθεσίς ἐστιν αὕτη· κόμμεως ἀμμωνιακοῦ τὸ ἴσον ὄξει δριμυτάτῳ συμμίξας καὶ λειώσας καὶ πρὸς ἥλιον ξηράνας, ποίει κολλύρια. ἄλλο· πρὸς τὸ δίχα σιδήρου νεαρὰ ῥεύματα θεραπεῦσαι.
52 9 (t1) [10] Κάχρυος λίτρας βʹ, χαλβάνης γ ο ἕξ, ῥητίνης 〈τερεβινθίνησ〉 λίτρας δʹ, λιβάνου ἀλεύρου λιπαρωτέρου κυάθους δʹ, νίτρου γ ο ἕξ, ἅλατος ξέστην ἕνα, μίξας καὶ λειώσας καὶ ἐπιβαλὼν ὄξος, ζέσαι ποίησον, καὶ θερμὸν ἐπιπλάσας ῥακίῳ μαλάγματος τρόπῳ, κατὰ τῶν γονάτων ἐπίθες ἐπὶ τρισὶν ἡμέραις. καθ’ ἡμέραν δὲ θερμαίνων ἀνακαινοποίει, καὶ οὕτως ἐπιτίθει. ἢ ἀσφάλτου Ἰουδαϊκῆς λίτραν αʹ, σινήπεως σπέρματος λίτραν αʹ, ῥοδοδάφνης λίτραν αʹ ἀξουγγίῳ προσμίξας, κατὰ τῶν γονάτων ἐπίπλαττε. ἢ βλάχνου ῥίζαν καὶ ὄροβον καὶ ἀξούγγιον παλαιὸν μετὰ ὄξους δρι μέος λειωθέντα πρόσαγε. ἢ σινήπεως Ἀλεξανδρίνου γ ο ἕξ, καρδάμου γ ο ἕξ, ἰσχάδων Ἄφρων γ ο ἕξ, ἅλατος οὐγκίας βʹ, ἀξουγγίου παλαιοῦ λίτραν αʹ, ὄξους τὸ ἀρκοῦν μίξας, πάντα χρῶ. ἄλλο· Ἱπποκράτους πρὸς ῥεῦμα.
52 10 (t) [1] Ἅλας λειοτριβήσας μετὰ μέλιτος χρῶ. Πελαγωνίου πρὸς νεαρὰν φλεμίναν.
52 11 (t) [5] Καυστικὸν συγκέρασον ἐν ὕδατι ψυχρῷ, καὶ δι’ αὐτοῦ καθάρισον τὸ τραῦμα, ἔπειτα ἐπίθες σπογγιὰν ὄξει βεβρεγμένην ἐπὶ τέτρασιν ἡμέραις. τῇ δὲ πέμπτῃ ἄλευρον κρίθινον μετὰ ὕδατος φυράσας, ἐπίθες, ἕως ἂν τὸ τραῦμα οὐλὴν ἐπαγάγῃ· 〈κἀκεῖθεν〉 ῥόας φλοιὸν κατακόπτων μετὰ λυκίου ἐπιτίθει τῷ ἀνεῳγμένῳ τόπῳ. πρὸς φλεγμονὰς καὶ ὑδατίδας.
52 12 (t) [5] Θερμοσποδιᾶς γ ο αʹ, ἀσβέστου ζώσης γ ο αʹ μετὰ οἴνου φυράσας καὶ μέλιτος, παραφυλαξά μενος πρὶν ἢ ξηρανθῆναι, οὕτω τῷ τραύματι ἐπίχριε. ἐπίμεινον δὲ οὕτω θεραπεύων, εἰ νεαρὰ τὰ κορδυλώματα ᾖ· εἰ δὲ παλαιά, εὐφυῶς καυτηριάσας θεράπευε, καθὼς καὶ τὰ λοιπά. αὕτη δὲ ἡ αἰτία καμάτῳ ἐπιγίνεται, ὅτε ἵππος ἐν ξηρῷ τόπῳ ἢ ἐν συλλίθῳ ἰσχυρῶς ἐλασθῇ ἢ μετὰ πολλοῦ βάρους νωτοφορῶν ὁδεύσῃ. ἄλλο.
52 13 (t) [1] Ῥοδοδάφνης γ ο γʹ, ἀσφάλτου γ ο γʹ, νίτρου γ ο γʹ, ἀξουγγίου γ ο γʹ διηθήσας καὶ συμμίξας, καὶ ἐκ τούτων φάρμακον ποιήσας, ἐπίχρισον. ἄλλο πρὸς νεύρων πόνον καὶ ὑδατίδας.
52 14 [5] Τὰ ἀπὸ συναγωγῆς ἀποστήματα σιδήρῳ χρὴ διανοίγεσθαι, εἶθ’ οὕτως θεραπεύεσθαι· στέατος ταυρείου, χαλβάνης, βδέλλης, πεπέρεως λευκοῦ, ἀμμωνιακοῦ, ἐκ πάντων ἀνὰ γ ο γʹ, ἀλεύρου λιβανωτοῦ γ ο δʹ, δαφνοκόκκων γ ο αʹ, συμμίξας ποίησον φάρμακον, ἐξ οὗ πᾶν τραῦμα εἴωθε θεραπεύεσθαι. θεραπεύσεις δὲ καὶ οὕτω· κυκλαμίνου ῥίζης τέφραν μετὰ ἀλεύρου ὀροβίνου καὶ μέλιτος καὶ ὄξους φυράσας, ἐπιτίθει τῷ τραύματι.
52 15 [5] εἰ δὲ τὰ αὐτὰ τραύματα ἔσται βαθύτερα, μίλτον μετὰ μέλιτος μίξας, μοταρίοις τὸ τραῦμα ἀναπλήρωσον, εἶτα ἐπάνω ῥάκος ἢ σπογγιὰν μετὰ ὀξυκράτου ἐπίθες. πολλοὶ δὲ καὶ κηκῖδας τετριμμένας ἢ χυλὸν πρασίου μετὰ αἰθάλης ἐπιτιθέασιν. ἄλλο· ὥστε φλεμίναν δίχα σιδήρου θεραπεῦσαι.
52 16 (t) [5] Σινήπεως, ἅλατος Ἀλεξανδρίνου ἀνὰ γρά. δʹ, καρδάμου γ ο αʹ, ὄξους γρά. βʹ, ἀξουγγίου παλαιοῦ λίτραν α c ʹ· πάντα λειώσας καὶ εἰς ὀθόνιον ἐπιπλάσας, ἐπίθες ἐπὶ ἡμέραις τρισί. καὶ μετὰ ταῦτα λύσας καὶ ἀποσπογγίσας σπόγγῳ ἐπιρρανθέντι λασάρῳ Κυρηναϊκῷ, οὕτω τὰς ἐφελκίδας ἀνοίξεις. ἄλλο· ἐὰν τὰ σφυρὰ φλεγμαίνῃ.
52 17 (t) [1] Ἄνθος χόρτου καύσας μετὰ ὀξυκράτου ψυχροῦ πρόσαγε, ἄχρις οὗ ἡ φλεγμονὴ καταμαρανθῇ. καὶ μετὰ ταῦτα σκόροδα λειώσας, κατὰ τῶν σφυρῶν ἐπίθες. ἔστι δὲ δοκιμώτατον. ἄλλο πρὸς ἄρθρα κεχαλασμένα καὶ ὑδατίδας.
52 18 (t) [5] Ἀλόην, σμύρναν, μάνναν λιβάνου, πίσσαν Βρυττίαν, πάντα ἐν ταὐτῷ λεάνας, ἐπίβαλλε καὶ σίτινον ἄλευρον, προσμίσγων καὶ τῶν ᾠῶν τὸ λευκόν, ἔπειτα ἀναλάμβανε καὶ χρῶ κατὰ τῶν ἄρθρων, ἐπιδήσας χάρτῃ ἐπιμελῶς, καὶ μετά τινας ἡμέρας λύσας, πάλιν τὸ αὐτὸ βοήθημα προσάγων θεράπευε. ἄλλο πρὸς θεραπείαν ἰγνύων φλεγμαινουσῶν.
52 19 (t) [1] Κηροῦ, ἀσφάλτου, θείου ἀπύρου ἰσόσταθμα πυρὶ λύσας, ἕως θερμά εἰσι, τὴν ἰγνὺν κατάχριε. ἐπιτίθει δὲ καὶ πίτυρα μετὰ ὄξους. ἄλλο.
52 20 (t) [10] Ἐὰν ἵππος ἐν τοῖς ἁρμοῖς ἢ τοῖς ποσὶ παχύτερα σχῇ νεῦρα ἢ κορδυλώματα, ἀναγκαῖόν ἐστιν ἐπικαίειν τὰ τοιαῦτα. εἰ δὲ καὶ τὴν τῶν ἄρθρων ὑπεξέλθοι τάξιν, ἐξ ἀναγκαίου δηλονότι καὶ ἀφαιμάσσειν προσήκει, καὶ αὐτὰ τὰ μέλη ἁπαλῶς ἀνατρίβεσθαι. χρήσῃ δὲ καὶ τοιαύτῃ θεραπείᾳ· ὀξέλαιον ἐρίῳ ἀναλαβών, κατὰ τῶν ἄρθρων ἐπίθες ἐπὶ ἡμέραις τέτρασιν. οὕτω δὲ καθ’ ἡμέραν ἡ τοιαύτη προσαγέσθω θεραπεία. μετὰ δὲ ταῦτα θερμῷ βοηθήματι στερεοῦσθαι χρὴ τὰ ἄρθρα. τοῦ δὲ βοηθήματος ἡ σκευασία αὕτη· σινήπεως κεκαθαρμένου λίτραν αʹ, χαλβάνης γ ο γʹ, μυελοῦ ἐλαφείου γ ο γʹ καὶ ὄξους τὸ ἀρκοῦν. ἄλλο.
52 21 (t) [5] Εἰ ῥεῦμα ἐν τοῖς ποσὶ τοῦ ἵππου ἐμπέσοι, οἰ δαίνει τὰ τούτου γόνατα, καὶ χωλεύει. ἐὰν οὖν ἐν τοῖς ὀπισθίοις ᾖ, καῦσον αὐτὸν καυτηρίοις στρογγύλοις ἔσωθεν ἐπὶ τῆς ἀγκύλης καύμασι πέντε, ἔξωθεν δὲ πλατέσιν ἀμφοτέρωθεν. ἐὰν δὲ ἐν τοῖς ἐμπροσθίοις κάτωθεν ᾖ τοῦ γόνατος, καύσας μανδακηδὸν ἐπιμελοῦ ὡς καὶ τὰ λοιπὰ καύματα. πρὸς νεύρων παχύτητα.
52 22 (t) [1] Τῆλιν μετὰ σύκων Ἄφρων κεκομμένων καὶ οἴνου μίξας ἀπόθου καὶ μετὰ τρεῖς ἡμέρας λύε. ἄλλο.
52 23 (t) [5] Ἐὰν φλεγμονὴ περὶ τὰ σκέλη ἢ τὰ γόνατα γένηται ἀπὸ μακρᾶς ὁδοῦ ἢ δρόμου πολλοῦ, συμβάλλεται ψυχρῷ ὕδατι τὰ φλεγμαίνοντα μέρη καταντλεῖν, ἢ εἰς ποταμὸν ἢ εἰς ῥεῖθρον εἰσάγειν καὶ ἀναπατεῖν ἐκεῖσε ποιεῖν, ἔπειτα σπόγγον μετὰ λασάρου καὶ ὄξους καὶ ἰξοῦ καὶ οἴνου ἀφηψημένου καὶ ἀξουγγίου προσφέρειν. περὶ μαρμάρων.
53 1 (t) [15] Αψύρτου. Ἄψυρτος Ἰουλίῳ Φαύστῳ δεκουρίωνι χαίρει ν . κτηνοτροφοῦντά σε εὔχρηστον εἰδέναι τοῦτο, ὅτι συμβαίνει ἐν τοῖς ποσὶ μάλιστα τοῖς ἐμπροσθίοις κατὰ τὴν ἔκφυσιν τῆς ὁπλῆς, ἣν καλοῦσι στεφάνην, μάρμαρα οἴδησιν ἔχοντα καὶ κορδυλώματα σκληρὰ καὶ πωρούμενα. ἐν οἷς διατελοῦσιν οἱ ἵπποι χωλεύοντες, χειμῶνος μὲν διὰ τοὺς πηλούς, θερείας δὲ διὰ τοὺς αὐχμούς, καὶ ὑποτρίβουσι καὶ ἀκονῶσι τοῖς ποσί, καὶ θερμοπλῶσι συνεχῶς. γίνεται δὲ τοῦτο, ὅταν ἐξ ὁδοιπορίας καὶ τραχείας ὁδοῦ θερμόπλησις γένηται, οἵ τε ἰχῶρες ὑποδράμωσιν εἰς τὸν σύνδεσμον τῆς χοινικίδος τῶν νεύρων. ὁμοίως τοῦτο συμβαίνει τοῖς παρασφύροις καὶ νευρικοῖς, διὰ τὸ τὰς ἐν τῷ κυνὶ φλέβας ἐμπύρους εἶναι. ἐν δὲ τοῖς τοιούτοις αἵματος ἀφαιρέσει οὐ χρηστέον ἐκ τῶν τόπων. κεντούμενοι γὰρ μᾶλλον πῶρον ἐπιφέρουσι καὶ φλεγμονήν. εὐτρεπίζεται δὲ εἰς τὸ κάλλιον ἐν τῇ χρήσει ὑπάρχειν μαλάγματι τῷ εἰς τὰ στρέμματα συγκειμένῳ. μόνῳ δὲ ἡμιόνῳ τοῦτο συμβαίνει, ὄνῳ δὲ οὐ ῥᾴδιον, ἵππος δὲ οὐ γίνεται μαρμαρωσσός, ἀλλὰ ποδαγρός. Ἱεροκλέους εἰς τὸ αὐτό.
53 2 (t) [10] Καλοῦσί τι πάθος οἱ ἔμπειροι μάρμαρον. συμβαίνει δὲ μάλιστα ἐν τοῖς ἐμπροσθίοις ποσὶ ... τῆς ὁπλῆς, ὃ καλεῖται στεφάνη. ἔστι δὲ κορδυλώματα σκληρά, ὡς τελείως χωλεύειν διὰ μὲν οὖν χειμῶνος τῶν πηλῶν ἕνεκα, διὰ δὲ θέρους τῶν αὐχμῶν ἕνεκα, καὶ ὑποτρίβει 〈τοῖς ποσὶ〉 συνεχῶς. γίνεται δὲ τοῦτο, ὅταν ἐξ ὁδοιπορίας καὶ τραχείας ὁδοῦ θερμόπλησις γένηται, οἵ τε ἰχῶρες εἰς τὸν δεσμὸν τῶν νεύρων κατὰ τὴν χοινικίδα συντρέχωσι. τοῦτο δὲ συμβαίνει καὶ τοῖς παρασφύροις καὶ νευρικοῖς. τότε οὖν οὐ δεῖ θεραπεύειν αἵματος ἀφαιρέσει. κεντουμένων γὰρ τῶν τόπων, πῶρος συνίσταται μᾶλλον, καὶ φλεγμονὴ γίνεται. βέλτιον τοίνυν τῷ μαλάγματι κεχρῆσθαι τῷ εἰς τὰ στρέμματα συγκειμένῳ. ἡμιόνῳ δὲ τοῦτο συμβαίνει, καὶ ὄνῳ σπανίως, ἵππος δὲ οὐχ ὑποπίπτει τούτῳ τῷ πάθει. ἄλλο.
53 3 (t) [1] Σύκων Ἄφρων, ἀσβέστου, ἀξουγγίου παλαιοῦ ἀνὰ λίτρας μιᾶς, ὑσσώπου ἄνθους κυάθους τρεῖς, εἰς ταὐτὸ συντρίψας ἐπίθες. περὶ ποδάγρας.
54 1-3 (t) Αψύρτου. Ἄψυρτος Ἀρτεμᾷ τῷ Τομεῖ 〈χαίρειν 〉 .
54 1 [5] ἱπποτροφοῦντά σε εὔχρηστον εἰδέναι, ποδάγρᾳ εἰ ἐμπέσοι ἵππος, οὔτε ἑστάναι δύναται οὔτε περιπατεῖν, ἀλλὰ κατακλίνεται ἐοικὼς τῷ κεκριθιακότι, καὶ ἔστιν ἀνόρεκτος πρὸς πᾶν τὸ προσφερόμενον, καὶ τὸ στόμα θερμὸν ἔχει καὶ κατάξηρον τήν τε ὑπερῷαν μετέωρον, οἵ τε ὄρχεις αὐτοῦ ἐνάλλονται ἐναλλὰξ καθ’ ἕνα, καὶ ὁ καυλὸς προπίπτει καὶ ἐπαίρεται, καὶ οἱ πόδες ἐν τῇ στάσει προσλαμβάνονται τὰ κόπρια διὰ τὴν πύρωσιν ὡς καὶ ἐν τῇ ὑποτρίψει. θεραπεύεται δὲ οὗτος κωλυόμενος κατακεῖσθαι, καὶ ἐλαυνόμενος κατ’ ὀλίγον ἐν σκέπῃ μέχρι τοῦ ἱδρῶσαι, τρίψει τε τοῦ σώματος, καὶ αἵμα τος ἀφαιρέσει ἐκ τῆς ὑπερῴας μὴ πολλῇ, καὶ πάλιν δι’ ἡμερῶν ἑπτὰ ἐκ τῶν ὀπισθίων ὑποκάτω τῶν ἀγκυλῶν παρὰ τοὺς ἀστραγάλους ὡσαύτως μὴ πολλῇ τῇ ῥύσει, ἔκ τε τῶν ἐμπροσθίων.
54 2 [10] ποτίζειν δὲ αὐτὸν θερμῷ μετὰ νίτρου καὶ ἀλεύρων πυρίνων καθαρῶν. ἔστι δὲ καὶ τοῦτο· ἰρανθέμου ῥίζης δράκα, καὶ μάννης ὀξύβαφον διέντα οἴνῳ, ἐγχυματίζειν διὰ τῶν ῥινῶν καθ’ ἡμέραν κοτύλην μέχρι ἡμερῶν τριῶν, καὶ πτελέας φλοιὸν κόπτοντα ἐν ὅλμῳ καὶ οἴνῳ πλύνοντα ἐγχυματίζειν ὁμοίως. ἄριστον δὲ καὶ τοῦτο· σεῦτλα ἑψήσαντα ἐν ὕδατι, καὶ τῷ ἀφεψήματι ἐκπιεσθέντι μίξαντα ἐλαίου κυάθους τρεῖς κοτύλαις τρισὶν ὡσαύτως ἐγχυματίζειν, καὶ γυμνάζειν αὐτόν. πᾶσι μὲν οὖν τούτοις ἐχρησάμεθα.
54 3 [5] μάλιστα δὲ ἡμῖν ἀρέσκει ποιεῖσθαι τὴν κάθαρσιν ἐν αὐτῷ. τοῦ γὰρ σώματος ὅλου εὖ διακειμένου, τὰς εἰς τοὺς πόδας ἐπιρροίας βελτίους εἶναι συμβήσεται. μετὰ δὲ τὴν κάθαρσιν ἰρανθέμου ὀξύβαφον οἴνῳ διέντα γλυκεῖ καὶ εὐώδει ὅσον εἰς κοτύλην, ἐγχεῖν εἰς τοὺς μυκτῆρας, χόρτον τε χλωρὸν παραβάλλειν· εἰ δὲ οὐκ ἔστι, τὸν ξηρὸν τῷ νίτρῳ καταρραίνοντα· καλλίων δὲ ὁ χλωρός. μὴ παυομένου δὲ τοῦ πάθους, τοὺς ὄρχεις ἐκτέμνειν, καὶ ὑγιὴς γίνεται. Ἱεροκλέους εἰς τὸ αὐτό.
54 4 [5] Εἴωθε ποδάγρα ἐνοχλεῖν ἵππῳ. οὔτε οὖν ἑστάναι οὔτε περιπατεῖν δύναται, ἀλλὰ κατακλίνεται ὥσπερ οἱ κεκριθιακότες, τροφῆς τε οὐκ ὀρέγεται, καὶ τὸ στόμα θερμὸν ἔχει καὶ κατάξηρον, τὴν δὲ ὑπερῴαν μετέωρον, οἵ τε ὄρχεις αὐτοῦ καθ’ ἕκαστον ἐναλλάττουσι, καὶ ὁ καυλὸς προπίπτει καὶ ἐπαίρεται, οἵ τε πόδες ἐν τῇ στάσει προσλαμβάνουσι τῶν κοπρίων διὰ τὴν πύρωσιν, αἵ τε φλέβες ἀπὸ τῶν [ν ]ώτων κατατέτανται κατὰ τὴν χαίτη ν . θεραπεύειν δὲ χρὴ μὴ ἐῶντα κατακεῖσθαι, ἀλλ’ ἐ λαύνοντα κατ’ ὀλίγον μέχρι τοῦ ἱδρῶσαι, καὶ τρίβοντα τὸ σῶμα, καὶ αἷμα ἀφαιροῦντα ἐκ τῆς ὑπερῴας μὴ πολύ, μετὰ δὲ ἡμέρας ἑπτὰ ἐκ τῶν ὀπισθίων ὑποκάτω τῶν ἀγκυλῶν παρὰ τοὺς ἀστραγάλους ὁμοίως αἷμα ἀφαιρεῖν μὴ πολύ, καὶ ἐκ τῶν ἐμπροσθίων κατὰ τὰ αὐτά.
54 5 [10] ποτίζειν δὲ αὐτὸν θερμῷ ὕδατι μιγέντι νίτρῳ καὶ ἀλεύρῳ πυρίνῳ καθαρῷ. ἔνιοις δὲ δοκεῖ καὶ τοῦτο χρησιμεύειν· ἰρανθέμου δράκα καὶ μάννης ὀξύβαφον διέντα οἴνῳ, ἐγχυματίζειν κατὰ τῶν μυκτήρων καθ’ ἡμέραν κοτύλην μέχρις ἡμερῶν τριῶν, καὶ πτελέας φλοιὸν κοπτόμενον ἐν ὅλμῳ καὶ οἴνῳ πλύνοντα ἐγχυματίζειν. ἤ, ὡς ἔνιοι, σεῦτλα ἀφεψήσαντα ἐλαίου κυάθοις τρισὶν ἐγχυματίζειν. ἀρέσκει δὲ Ἀψύρτῳ μάλιστα ποιεῖσθαι τὴν κάθαρσιν, τοῦ γὰρ σώματος ὅλου εὖ διακειμένου, μηδὲ εἰς τοὺς πόδας ἐπιρροὰς ἀτόπους ἔσεσθαι.
54 6 [5] μετὰ δὲ τὴν κάθαρσιν ἰρανθέμου ὀξύβαφον οἴνῳ διέντα εὐώδει γλυκεῖ ὅσον εἰς κοτύλην ἐγχεῖν εἰς τοὺς μυκτῆρας. χόρτον δὲ χλωρὸν παραβάλλειν· εἰ δὲ οὐκ ἔστι, τὸν ξηρὸν τῷ νίτρῳ καταρραίνοντα. εἰ δὲ μὴ παύοιτο αὐτοῦ τὸ πάθος, ἔκτεμνε αὐτοῦ τοὺς ὄρχεις, καὶ ὑγιανεῖ. σύνθεσις ἀκόπου εἰς τὸ αὐτὸ πάθος.
54 7 (t) [5] Τερεβινθίνης, πιτυΐνης, ἐλαίου δαφνίνου, κηροῦ, νίτρου, στέατος ταυρείου, σταλάγματος ἀμμωνιακοῦ, μυρσίνου ἐλαίου, ἰρίνου ἀνὰ λίτραν μίαν, ἐλαίου κοινοῦ ξέστας ἕξ, οἴνου παλαιοῦ ξέ. βʹ, καστορίου, ἀδαρκίου, στυρακίνου ἐλαίου, πεπέρεως ἀνὰ γ ο αʹ, μυελοῦ ἐλαφείου, κυπέρου ἀνὰ γ ο γʹ, ἑρπύλου, φύλλων Περσικῶν, λινοσπέρματος, ἐλελισφάκου ἀνὰ γ ο δʹ, ὀποπάνακος, χαλβάνης, θείου ἀπύρου, σαμψύχου, βδελλίου, μάννης ἀνὰ γ ο βʹ, ἐλαίου Κυπρίνου γ ο ἕξ· ταῦτα μίξας ἐν ταὐτῷ χρῶ. Εὐμήλου εἰς τὸ αὐτό.
54 8 (t) [1] Αἵματος ταυρείου κοτύλης Ἀττικῆς c ʹ, λιβάνου δραχμὰς ιʹ, ἁλὸς Σπάνου δραχμὴν μίαν λειώσας, καὶ ἐπιβαλὼν οἴνου κοτύλην αʹ καὶ θερμάνας, διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔμβαλε. περὶ φθορᾶς τριχῶν.
55 1 (t) [5] Αψύρτου. Φθορᾶς γενομένης τριχῶν ἐν τῷ μειούρῳ τῆς οὐρᾶς, ἀποσμήχειν δεῖ τῷ οὔρῳ, καὶ τὰς πιτυρίας ἀποπλύνειν καλῶς καὶ καταβρέχειν οἴνῳ καὶ ἐλαίῳ. λέγεται δὲ καὶ ἀλείφειν τὸν τόπον στέατι κυνὸς ἢ ἀλώπεκος, ὠφελεῖ γὰρ ἄκρως. ἄριστον δὲ καὶ τῆς ἀλθαίας τὴν ῥίζαν ἑψῆσαι καὶ καταβρέχειν καὶ πλύνειν τῷ ἀφεψήματι, πράως προαποσμήξαντα δηλονότι· ποιήσει γὰρ τὰς τρίχας εὐμήκεις καὶ πυκνάς. τοῦτο ποιεῖ καὶ ἐπὶ ἀνθρώπω ν , ἐπὶ ἀνδρῶν τε καὶ γυναικῶ ν . ἐὰν γὰρ ὦσιν ἀραιαί, ἔσονται πυκναί. Ἱεροκλέους εἰς τὸ αὐτό.
55 2 (t) [10] Ἐὰν φθορὰ γένηται τριχῶν ἐν τῷ μειούρῳ τῆς κέρκου, ἀποσμηχέσθω ὁ ἵππος οὔρῳ, καὶ πλυθεὶς καλῶς, καταβρεχέσθω οἴνῳ, εἶτα στέατι χοιρείῳ ἢ ἀλώπεκος ἀλειφέσθω. ἄριστον δὲ ῥίζαν ἀλθαίας ἑψήσαντα καταβρέχειν τῷ ἀφεψήματι προαποσμήξαντα, ποιήσει γὰρ εὐμήκεις τρίχας καὶ πυκνάς. Ἐὰν δὲ ἑλκωθῇ ἡ χαίτη, κείρας αὐτόν, ἀπόσμηξον νίτρῳ ὀπτῷ, καὶ καταφύσησον ἀκράτῳ, εἶτα οὔρῳ ἀποσμήξας, κατάχρισον τῷ τραυματικῷ ἕως ἡμερῶν εʹ, τῇ δὲ ἕκτῃ ὕδατι καὶ τῷ μαλακῷ φαρμάκῳ. κἂν ἡ κέρκος ἐκπυώσῃ, ὅμως θεραπεύσεις, καὶ ὑγιασθήσεται. Θεομνήστου εἰς τὸ αὐτό.
55 3 (t) [5] Αἱ τῆς οὐρᾶς τρίχες ἐὰν ῥυῶσι καὶ ᾖ ἄσχημος, θεραπεύσομεν, οὔρῳ τὸν καυλὸν ἀποσμήχοντες πρῶτον, εἶτα μαλάχης καὶ κράμβης χυλῷ καὶ ἀλθαίας ἀφεψήματι, καὶ οὕτως ἀποβρέχειν ἑκάστοτε οἰνελαίῳ. ἄλλοι δὲ ἀλώπεκος στέατι χρίοντες, μετὰ τὸ ἀποσμῆξαι τρι χοποιοῦσιν. ἄλλο Ἱπποκράτους.
55 4 (t) [1] Τριχῶν αὔξησιν τῶν ἐν χαίτῃ καὶ οὐρᾷ εἰ βούλει ποιῆσαι, πρῶτον οὔρῳ παιδικῷ ἀπόπλυνε, εἶτα ἀσβέστου κονίαν καὶ ψιμύθιον καὶ λιθάργυρον τρίψας, καὶ ὕδατι φυράσας καὶ ἑψήσας, χρῶ. ἄλλο Πελαγωνίου.
55 5 Χάρτην ἢ πάπυρον καύσας, καὶ μετὰ βουτύρου συμμίξας, ἐπίχριε· ἔστι γὰρ χρήσιμον. Εἰ δὲ βούλει θᾶττον ταύτας αὐξῆσαι, χελώνην ἐπάνω κληματίδων καύσας, κἀκεῖθεν ξηρίον ποιήσας, ἐν χύτρᾳ καινῇ ἔμβαλλε.
55 6 [5] πρόσμιξον δὲ αὐτῇ καὶ στυπτηρίας ὠμῆς γ ο γʹ, οὐ μὴν ἀλλὰ καὶ μυελοῦ ἐλαφείου τὸ ἀρκοῦν μετὰ οἴνου λειώσας, τῇ χύτρᾳ ἐπίβαλλε, καὶ ἐπίχρισον ἐξ αὐτοῦ ἐπὶ ἡμέραις πολλαῖς. καὶ οὕτω ποιήσεις αὐτὰς αὐξηθῆναι. ἄλλο.
55 7 (t) [1] Ἀπὸ θέρμων καυθέντων ξηρίον ποιήσας ἢ φά βατος ὡσαύτως φρυγέντος, ἐπίπασσε τῷ τόπῳ. ἄλλο.
55 8 (t) [1] Ναρδόσταχυν μετὰ ἀσταφίδων συγκόψας, ὄξει ζέσον, καὶ οὕτω θερμοῦ ὄντος τοῦ βοηθήματος, τὸ σῶμα τὸ φαλακρὸν ἀπότριβε. ἄλλο περὶ χαυνότητος καὶ κινήσεως οὐρᾶς.
55 9 (t) [5] Ἐὰν τὴν σόβην πάνυ κεκινημένην ὁ ἵππος ἔχῃ, τὸ τῆς οὐρᾶς ἄκρον ἐπὶ τὴν ῥάχιν ἀναγαγών, ἀπότεμε ὡς τὸ ἥμισυ, φυλαττόμενος, μὴ ἁρμονίαν ἀποκόψῃς. ὅταν δὲ τὸ τραῦμα θεραπευθῇ, ἕξει σόβην καὶ ἰσχυρὰν καὶ ὀρθήν. οἱ γὰρ τὰ προειρημένα ἔχοντες οὔραια, ὡς ἐπιπλεῖστον ἄχρηστοι νομίζονται. πρὸς ῥεῦσιν οὐράς.
55 10 (t) [1] Τήλεως σπέρμα καὶ λινοσπέρμου τὸ ἀρκοῦν οἴνῳ ἀφεψήσας, καθ’ ἡμέραν τούτῳ τὴν οὐρὰν ἀπόπλυνε, καὶ τάχιον θεραπεύσεις. ἄλλο πρὸς τρίχωσιν.
55 11 (t) [t2] Κυνὸς κεφαλὴν καύσας, προχρίων τὸν τόπον βουτύρῳ ἐπίπασσε. Τιβερίου πρὸς ἕλκη κτηνῶν, ἵνα ὁμοιόχρους γένηται ἡ θρίξ.
55 12 (t1) [5] Κριθὰς ἄλεσον ὡσεὶ ξέστας βʹ καὶ φύρασον, προσβαλὼν καὶ ἀφρονίτρου καὶ ἅλατος μικρόν, ἄρτους τε πλάσας, ἀπόθου εἰς φοῦρνον, ἄχρις οὗ ἄνθρακες γένωνται, καὶ κόψας καὶ λειώσας ἐλαίῳ τε φυράσας, περίχριε τὰ ἕλκη. τοῦτο ποίει ἐπὶ ἡμέραις κʹ, καὶ ἔσται ὁμοιόχρους. ἄλλο.
55 13 (t) [5] Στοιβὴν (ἔστι δὲ φλοιός, ᾧ χρῶνται εἰς τὰ σάγματα ἔσωθεν τὰ ἐπιτιθέμενα τοῖς νωτοφόροις ζῴοις) καύσας καὶ λειώσας, ἐπὶ μὲν τῶν μελάνων ζῴων ἐμβάλλων, ἐλαίῳ κατάχριε· ἐπὶ δὲ τῶν ξανθῶν λειώσας τὴν στοιβὴν ἄρκειόν τε στέαρ συμμίξας ὤχρᾳ κεκαυμένῃ, οὕτω χρῶ. ἐὰν δὲ λευκὸν ᾖ, ἀντὶ ὤχρας ψιμμύθιον προσβαλών, ἐπίχριε. τὴν δὲ οὐλὴν προθεράπευε, πρὶν ἀνελθεῖν τρίχας, ἵνα νεαρὰ οὖσα προσδέξηται τὸ χρῖσμα. πρὸς αὔξησιν τριχῶν ἐν ὁδοιπορίᾳ.
55 14 (t) [1] Βλάχνον τὴν βοτάνην καύσας κἀκεῖθεν ξηρίον ποιήσας καὶ οἴνῳ συμμίξας, ἐπίχριε. πρὸς οὐλήν, ἵνα τρίχας ἐνέγκῃ.
55 15 (t) [t2] Αἰθάλην ἀπὸ χόρτου ποιήσας ἐπίτριψον. 〈Πελαγωνίου〉 εἰ θέλεις λευκὴν τρίχα μέλαιναν ποιῆσαι.
55 16 (t1) [1] Μέλανος καλλιγραφικοῦ γρά. αʹ, ῥοδοδάφνης χυλοῦ γρά. δʹ, στέατος αἰγείου τὸ ἀρκοῦν· συμμίξας καὶ λειώσας ἐπίχρισον. εἰ θέλεις λευκὴν τρίχα ποιῆσαι.
55 17 (t) [1] Ἀγριοσικύου ῥίζης ποσότητα δηναρίου ἑνός, νίτρου ποσότητα δηναρίων βʹ, μέλιτος ξέ. τὸ ἥμισυ, ἐλαίου τὸ ἴσον συμμίξας, ἀπότριβε τὸ μέρος, ὃ βούλει λευκᾶναι. περὶ ἵππων τιλώντων.
56 1 (t) [1] Τιβερίου. Κυνείαν κόπρον ἐκλειώσας μετὰ οἴνου παλαιοῦ καὶ διυλίσας ἐπιμελῶς, ἐγχυμάτιζε διὰ στόματος ἐπὶ ἡμέραις τρισί. ἄλλο.
56 2 (t) [10] Ὠνόμασάν τινες πάθος ἱππότιλον ἀπὸ τοῦ συμβαίνοντος. τιλᾷ γὰρ καὶ ἔκλυσις αὐτῷ ἐπιγίγνεται ἀπὸ τούτου, καὶ τὰ σκέλη αὐτοῦ συνδέδεται. τὸ μὲν δὴ εἶδος τοῦ ἀρρωστήματος ἐπικίνδυνον. θεραπεύεται δὲ οὕτως· ποιήσας τὸν ἵππον διψῆσαι, ὑσσώπου ὅσον ὀξύβαφον εἰς τὸ ὕδωρ ἐγχέας, δίδου αὐτῷ πιεῖν. καὶ ἐὰν περισωθείῃ, τὴν πρώτην ἄφελε αἷμα ἀπὸ σκελῶν καὶ γονάτων, καὶ εἰς ψυχρὸν ὕδωρ ἐμβαλών, ἔασον μεῖναι ἡμιώριον, εἶτα βάτου φύλλα ξηράνας καὶ κόψας, ἔμβαλλε τῷ ποτῷ. βοηθήσεις δὲ καὶ δι’ ἐγχυματισμῶν· ῥοιὰν τὴν ἐσθιομένην καὶ ἄλφιτα καὶ οἴνου εὐώδους ὅσον κοτύλην ταράξας, ἐν ταὐτῷ μεθ’ ὕδατος ἴσου τὸ πλῆθος ποιήσας ὡσεὶ κοτύλην, καὶ ἐγχέας διὰ στόματος. περὶ κερκίδος.
57 1 (t) [5] Ἱεροκλέους. Ἐὰν κερκὶς θραυσθῇ, χρῶ τῇ θεραπείᾳ ταύτῃ· σπέρμα τήλεως καὶ λίνου καὶ ἀλεύρου κριθίνου ἑκάστου τὸ ἴσον, ὡς λεπτότατα ποιήσας ἐν οἴνῳ ἕψει κεκραμένῳ, ἄχρις ἂν ταῦτα συστῇ καὶ κολλώδη γένηται· εἶτα καταντλήσας ὕδατι θερμῷ, κατάπλασσε ἐπὶ ἡμέραις ἑπτά. καὶ ἐὰν μὴ πείθηται τῇ θεραπείᾳ ταύτῃ, 〈μάλαγμα ἐπίθες, ἕως οὗ καταστῇ. ἐὰν δὲ μὴ εἴκῃ τῇ θεραπείᾳ,〉 καῦσον, ὡς καλοῦσι, μανδακηδὸν μέχρι τῆς βύρσης, μὴ εἰς πλεῖον βαθύνων τὴν καῦσιν, διὰ τὸ εἶναι τὰ μέρη ψιλὰ καὶ κατάνευρα. περὶ ἑρπηστοῦ.
58 1 (t) [5] Ἱεροκλέους. Γίνεταί τι διφθέριον ὑπὸ τὴν βύρσαν λευκόν, ὡς μυδᾶν τὸν τόπον, ἔνθα ὑπόκειται ὁ ἑρπηστής. περίτεμνε οὖν κύκλῳ. προσεπιλάμβανέ τε καὶ τοὺς ὑγιεῖς τόπους, καὶ ἐπίθες ῥόαν τὴν ἐσθιομένην. καταπλασσέσθω δὲ ἀλφίτοις τοῖς ἀπὸ τῶν κριθῶν καὶ φακοῖς τοῖς ἀπὸ τῶν λιμνῶν, καὶ προϋποβρεχέσθω ὄξει ὁ τόπος. ἔνιοι δὲ μετὰ τὴν περιτομὴν πρῶτον καθαίρουσι σκίλλῃ καὶ κράμβῃ κοπείσαις μετὰ ἐλαίου. μετὰ τοῦτο δὲ εὐτόνως σμήξαντες, ἐπιπάσσουσιν ἄλευρον ὀρόβινον. ἄλλο· ἑρπηστοῦ ἴασις.
58 2 (t) [1] Λαβὼν σταφίδα ἡλιόπεπτον, ἐξελὼν τὰ γίγαρτα, τρῖβε λίαν τὴν σάρκα, καὶ οὕτως χρῶ, μέχρις ἂν ὑγιάνῃ· ἀγαθὸν δὲ καὶ ἀσφοδέλου τὴν ῥίζαν ἐν οἴνῳ ἕψειν καὶ τρίβοντα καταπλάσσειν. περὶ ὑστριχίδων.
59 1 (t) [5] Ἱεροκλέους. Γίνονται τρίχες ἐν τῇ οὐρᾷ ὑείαις παραπλήσιοι· τρίβων οὖν τὴν οὐρὰν πρὸς τὸν τοῖχον ἕλκος ποιεῖ. ἐκλέξας τοίνυν καθαρίως τὰς τρίχας, ὀπὸν ὄξει διείς, κατάχριε τὸν τόπον, προαποσμήξας νίτρῳ. ‘μέτρον ἄριστον‘ εἶπεν τοῦτο σοφῶν τις ἐν ἀποφθέγμασιν· ᾧ χρὴ πειθομένους, τοῦτο πέρας ἐπιθεῖναι τῇ πρώτῃ βίβλῳ. Ἱεροκλέους ἵππων θεραπείας Βʹ.
59 2 [5] Ἡσίοδος μὲν ἥμισυ τοῦ παντός φησιν εἶναι τὴν ἀρχήν, προτρέπων, οἶμαι, καὶ διὰ τούτου τῶν ἀρίστων ἐπιτηδευμάτων ἅπτεσθαι, ὡς τοῖς γε ἀρξαμένοις ἐξ ἡμισείας ἤδη προηνυσμένου τοῦ σπουδάσματος. οὐ πολλοῦ δὲ ὄντος τοῦ τῆς ἡμισείας μοίρας πλείονος, ὅμως δεῖ τοῦ λειπομένου πρὸς τὴν τοῦ παντὸς συμπλήρωσιν. ἐγὼ δὲ οὐχ ἥκιστα ἐν τῷ περὶ τῆς ἵππων θεραπείας συγγράμματι τοῦτό μοι δοκῶ δείξειν γεγενημένον. ἀρξάμενος γὰρ τὸ πρῶτον συγγράφειν βιβλίον καὶ τοῦτο πληρῶσαι οὐκ εὐμαρῶς ἐλπίσας, ἀντίστροφον ἀτεχνῶς τινα κατὰ τοὺς τῶν μελῶν ποιητὰς ἀποτείνω βίβλον ταυτηνὶ δευτέραν, μηδὲν ἐλλείπειν τῷ συντάγματι θέμενος διὰ σπουδῆς.
59 3 ὥσπερ γὰρ ἥρμοττεν μέτρον αὔταρκες ἐπιθεῖναι τῇ πρώτῃ, τὸν ἐπὶ τῷ πολλῷ φυλαξάμενον μήκει κόρον, οὕτω προσῆκον ἦν, μὴ ἀτελῆ τὴν πραγματείαν καταλιπεῖν, ἄλλως τε καὶ περὶ σπουδαίων συνταττομένην πραγμάτων. τοῦτο γάρ, οἶμαι, κάλλιστον καὶ πανταχῆ περισπούδαστον ζῷον ἀνθρώποις ἵππος ἂν εἰκότως εἶναι νομίζοιτο.
59 4 [5] ὁδοιποροῦντι μὲν ἐπελαφρύνων τῷ δεσπότῃ τοὺς πόνους, πομπεύοντι δὲ σεμνοτέραν ἀποφαίνων καὶ περιβλεπτοτέραν τὴν πομπήν, ἔν γε μὴν τοῖς κατὰ πόλεμον ἀγῶσιν συγκινδυνεύων καὶ μετέχων τῶν ἔργων, ὡς ἑλεῖν μὲν τοὺς φεύγοντας τῶν πολεμίων, διασώσασθαι δὲ τῶν φιλίων τοὺς σωτηρίας δεομένους. διόπερ εἰκότως πρὸς μὲν ἀνθρώπων οὕτως τετίμηται, ὡς Ὀλυμπιάσι τε καὶ Πυθοῖ καὶ πανταχοῦ τῶν ἀγώνων ἵπποις, ὥσπερ ἀνδράσι, τάχους ἁμίλλης προκεῖσθαι γέρα.
59 5 [5] παρὰ δὲ τοῖς θεοῖς τοσαύτης ἠξίωται σπουδῆς, ὡς μὴ μόνον ὑποζεύγνυσθαι τοῖς θείοις αὐτῶν ἅρμασιν, ἀλλ’ ἤδη καὶ τῷ τῶν ἄστρων κατ’ οὐρανὸν συντετάχθαι χορῷ. οὐκ ἀσυντελὲς μὲν οὖν ἴσως ἄν τινι δόξειεν εἶναι πρὸς τὴν τοῦ συγγράμματος πρόθεσιν τὸ καὶ τῶν ὑπὸ τοῦ φιλοσόφου Ἀριστοτέλους ἱστορηθέντων μνήμην ἐν μέρει ποιήσασθαι, ὡς οὐ στέαρ ἵππος ἀλλὰ πιμελὴν ἔχει, πνεύμονά τε τρίλοβον οὐκ ἔχοντα προσπεφυκυῖαν τὴν χολήν, κεῖσθαι γὰρ αὐτὴν παρὰ τὸ ἔντε ρον πολλὴν καὶ δυσώδη, καὶ ἔτι πρὸς τούτοις ὡς ἵππων καὶ ἡμίονων ἐστίν, ὧν ὀστέον εὑρέθη ἐν τῇ καρδίᾳ.
59 6 [5] καίτοι πολλοῖς τὰ τοιαῦτα ἠγνοήθη, ὥσπερ Μίκ[κ]ωνι τῷ παλαιῷ, ὃς ᾤετο ἵππου καὶ τὸ κάτω βλέφαρον ἔχειν τρίχας, ἃς καλοῦσιν Ἕλληνες βλεφαρίδας· καθάπτεται γοῦν αὐτοῦ Σίμων τὴν ἄγνοιαν ταύτην αἰτιώμενος. ἐπεὶ δὲ οὐ περὶ τῆς φύσεως τοῦ ζῴου πρόκειται λέγειν, ἀλλὰ τὰς ἐφ’ ἑκάστῳ τῶν παθῶν θεραπείας παριστάναι, ταῦτα παρίημι· κἀκεῖνα νὴ Δία, ὁπόσα φιλοκάλως Ἀριστοτέλης ἱστορεῖ, τῇ τοῦ ζῴου μαρτυρῶν συνέσει τε ἅμα καὶ σωφροσύνῃ, καὶ ὡς οὐκ ἂν τῇ μητρὶ μιχθείῃ· φησὶ γοῦν ἱπποφορβὸν ἕνα τῶν ἵππων ἐπαγαγεῖν τῇ μητρί, καλύψαντα αὐτὴν ἀκριβῶς καὶ λαθεῖν σπουδάσαντα.
59 7 [10] τὸν δὲ μιχθῆναι μὲν ὑπ’ ἀγνοίας ὀρεχθέντα, γνόντα δέ πως ἐν ὑστέρῳ κατὰ κρημνῶν ἀποτόμων ἑαυτὸν ἐπαφεῖναι, οὐκ ἐνεγκόντα ζῆν ἐπὶ τοιούτῳ δυσσεβήματι. ἀλλὰ ταῦτα μὲν ἑτέρων δεῖται συγγραμμάτων, ἡμεῖς δὲ ἑξόμεθα τῶν προκειμένων. περὶ στόματος ἑλκωθέντος.
60 1 [5] Ἐὰν στόμα ἑλκωθῇ καὶ ὁ λαιμὸς καὶ ἡ ἀρτηρία, λαβὼν σίδια ξηρά, κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, διάπασσε τὸ στόμα, ἀποδήσας ἔξω τὴν γλῶτταν ἐπὶ ἡμιώριον, ὥστε τὴν στῦψιν ἱκανὴν γενέσθαι. εἶτα λύσας καὶ ἀπολαβὼν τὴν γλῶσσαν ἔξω τοῦ στόματος, ἔκπλυνον οἴνῳ ἀκράτῳ. ἐὰν δὲ τοῦτο μὴ ἔχῃς, ἐλαίας φύλλα ξηράνας, κόψον καὶ σήσας πυκνῷ κοσκίνῳ ἔμπασσε, ἀποδήσας πρῶτον τὴν γλῶσσαν ἐπὶ ἡμιώριον, εἶτα ἔκπλυνον ὕδατι, μέχρις ἂν ὑγιάνῃ. περὶ ἀφθήσεως.
61 1 (t) [5] Ἱεροκλέους. Ἐὰν ἀφθήσῃ, οὕτως γὰρ καλοῦσι τὸ πάθος, ὄζει καὶ ἀφρὸν ἀναφέρει, καὶ ἐκπυροῦται τὸ στόμα. ῥόαν οὖν τὴν ἐσθιομένην κόψας καὶ σήσας, διάχριε τὸ στόμα, ἀποδήσας πρῶτον τὴν γλῶτταν ἐπὶ ἡμιώριον, εἶτα λύσας ἔκπλυνον ὕδατι. καὶ τοῦτο ποίει, ἕως ἂν ὑγιὴς γένηται. ἄλλο.
61 2 (t) [5] Τὸ πάθος τοῦτο εἴωθε τοῖς ἵπποις ἀπὸ χλωροῦ χόρτου γίνεσθαι ἐν τοῖς στόμασιν μάλιστα ἐν ἦρος ὥρᾳ. ἔστι δὲ γένος ἕν, ἔχον διαφορὰς δύο. ὁτὲ μὲν γὰρ ἄνευ σήψεως δυσῶδες ἐπιγίνεται τῷ στόματι, ἀφροὺς πυρώδεις ἐκπέμπον, ὁτὲ δὲ μεθ’ ἑλκώσεως ἐναίμου ἐν αὐτῇ τῇ φάρυγι καὶ τῷ στόματι, ὧν τὴν θεραπείαν ἐνταῦθα ἐκθήσομαι· ἄφθης ἄνευ ἑλκώσεως θεραπεία.
61 3 (t) [5] Ἄφθαν τὴν δυσώδη καὶ ἀφρώδῃ καὶ διάπυρον θεραπεύσεις οὕτως· ῥόας τὰς ἐσθιομένας κόψας ξηρὰς ὡς λειότατα, ἔπειτα τὴν γλῶσσαν ἑλκύσας τοῦ ζῴου καὶ ταύτην τελαμῶνι τῇ φορβιᾷ προσδήσας, τὸ τοῦ ζῴου διάπασον στόμα, καὶ διατρίψας μικρὸν ἀνακρέμασον ἐπὶ ἡμιώριον καὶ οὕτως ἀπόπλυνον ὕδατι τοῦτο δὲ ποίει ἐπὶ ἡμέραις ἑπτὰ καὶ θεραπεύσεις τὸ ζῷον. ἔστω δέ σοι τῆς θεραπείας σημεῖον ἡ τῆς δυσωδίας ἀπαλλαγή. ἄλλο· ἄφθης μεθ’ ἑλκώσεως θεραπεία.
61 4 (t) [10] Ἄφθα ἐπειδὰν λάθῃ γενομένη, ἑλκοῖ τὸν λαιμὸν καὶ τὴν φάρυγα καὶ τὴν ἀρτηρίαν, ἣν θεραπεύσεις οὕτως· καταλαμβανόμενος ὁμοίως τῷ 〈ἐρινῷ〉 τελαμῶνι τὴν γλῶτταν καὶ ἀποδεσμῶν ἔξω, καὶ μέλιτι διαχρίων τὰ ἑλκωθέντα, καὶ ἐῶν ἡμιώριον, ὅπως ἐν αὐτῇ τῇ γλώσσῃ περιλείχων τὰ ἕλκη γυμνώσῃ αὐτὰ τῶν ἐφελκίδων, καὶ οὕτω πάλιν καταλαμβανόμενος τὴν γλῶσσαν, ἔχων ἐν ἑτοίμῳ ῥοιὰν ξηρὰν ἐς ἄκρον λελειωμένην, καὶ ἐλαίας φύλλα ξηρὰ ὁμοίως λελειωμένα, ἑκάστου ἴσον ἐγκαταμίξας, διάπασον τὰ ἡλκωμένα, καὶ ὥσπερ ἐπὶ τοῦ προτέρου πάθους ἡμιώριον ἀνακρεμάσας, ὅπως ἀποστυφθῇ, ἀπόπλυνον οἴνῳ, καὶ τοῦτο ποίει καθ’ ἡμέραν ἐπὶ ἡμέραις ἐννέα. περὶ τῶν ἐξ ὁδοῦ ἢ δρόμου κεκοπωμένων καὶ περὶ τῶν ἑλκομένων ἐκ τῶν λαγόνων.
62 1 (t) [5] Αψύρτου. Ἄψυρτος Μάρκῳ Αἰμιλίῳ δεκουρίωνι 〈χαίρειν 〉 . ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι τοῖς ἐκ τῆς ὁδοῦ κεκοπωμένοις ἢ δρόμου ὠφέλιμον χρῆσθαι ταύτῃ τῇ θεραπείᾳ· ἄλφιτα λεπτὰ μίξαντας μετὰ οἴνου εὐώδους καὶ ποιοῦντας μαγδαλέας, καταλαμβανομένους τὴν γλῶσσαν διδόναι. ἐὰν δὲ ᾖ ἑλκόμενος ἐκ τῶν λαγόνων, διὰ ῥινῶν ἐγχυματιζέσθω κρόκου ὁλκῇ τριωβόλου μετὰ ὕδατος κοτύλης καὶ διὰ τοῦ στόματος. ἄλλο· κόπου πρόγνωσις καὶ ἴασις.
62 2 (t) [t2] Πρῶτον μὲν ἑστάναι ὁ ἵππος οὐ δύναται, ἀλλ’ ἕστηκε τρέμων, καθειμένην ἔχει τὴν κεφαλὴν καὶ τὰ ὦτα, ὀφθαλμοὶ κοῖλοι εἰσί, καὶ ὁ τράχηλος συντέταται καὶ σκληρός ἐστι. καὶ ἐὰν ἐνοχλῇς αὐτόν, ἐπαίρει τὴν κεφαλὴν καὶ καθίησι. χρὴ οὖν πρῶτον ἱστᾶν αὐτὸν ἐν τόπῳ μὴ σκληρῷ, ἀλλὰ μαλακῷ, ἔνθα εἰσὶ κόπρια, περιβεβλημένον ἱμάτια. εἶτα οἶνον καὶ ἔλαιον λαβόντα καὶ χλιάναντα καταφυσᾶν καὶ τρίβειν, εἶτα ἐν ὕδατι θερμῷ λούειν δαψιλῶς καὶ περιξύσαντα ἀλείφειν καὶ τρίβειν καὶ περιβάλλειν ἱμάτια καὶ ἐν σκέπῃ ἱστᾶν. ἄλλο πρὸς τοὺς ἀποτεταμένους τῷ πνεύματι ἐξ ὁδοιπορίας.
62 3 (t1) [10] Πρὸς δὲ τοὺς ἀποτεταμένους τῷ πνεύματι ἐξ ὁδοιπορίας ἢ δρόμου χρῆσθαι τῷ οἴνῳ μετὰ τοῦ ὕδατος, ἴσον ἑκατέρου κρᾶμα ποιοῦντας εἰς πλῆθος κοτυλῶν δύο, καὶ καθ’ ἡμέραν ἐγχυματίζειν διὰ τοῦ στόματος μεχρὶ ἡμερῶν ἑπτά. ἐὰν δὲ ᾖ ἑλκόμενος ἐκ τῶν λαγόνων καὶ ὑπέρτονος, τούτῳ οἶνον μὴ διδόναι, ὕδατος δὲ κοτύλῃ μιγνύειν κρόκου τριώβολον καὶ ἀνατρίψαντας ἐγχυματίζειν διὰ τῆς ἀριστερᾶς ῥινός. συμβαίνει δὲ τῆς καθάρσεως γενομένης ἔν τε ἵππῳ καὶ τοῖς ὑποζυγίοις ἔκλυσιν γίνεσθαι τῆς δυνάμεως, καὶ τῶν μὲν ἐντοσθιδίων συμπάσχειν οὐδέν. ἡ δὲ τοῦ αἵματος ῥύσις συμπτώσεως γινομένης ἀδυναμίαν παρέχει τῷ σώματι, διὸ δεῖ τροφῇ χρῆσθαι παντοδαπῇ καὶ πλείονι. ἀντίδοτος ἑτέρα εἰς τὸ αὐτό.
62 4 (t) [t2] Πρὸς τοὺς ἑλκομένους ἐκ τῶν λαγόνων ἢ ἄλλο τι ἀσθένημα ἐν πνεύμονι ἔχοντας ἢ ἀπισχναινομένους χρήσῃ συνθέματι τοιούτῳ· κρόκου στατῆρας δύο, ἴρεως Ἰλλυρικῆς κεκομμένης καὶ σεσησμένης στατῆρας δώδεκα, πεπέρεως στατῆρας ἕξ, μέλιτος κοτύλης τὸ ἥμισυ, σταφίδος ἡμιχοίνικον τῶν γιγάρτων ἐξῃρημένων, στροβιλίων καθαρῶν τὸ ἴσον τῆς σταφίδος· ἐκ τούτου ἐγχυμάτιζε κοχλιάρια δύο ἐν οἴνου ἡμικοτυλίῳ καὶ ἐλαίου τετάρτῳ τῆς κοτύλης διὰ τοῦ στόματος. Πελαγωνίου πρὸς τοὺς ἐξατονοῦντας τοῖς μέλεσιν.
62 5 (t1) [t2] Ἐσθ’ ὅτε ἵππος ἢ βουλιμιάσας ἢ ἀτονήσας σχεδὸν λύεται τοῖς μέλεσι, καὶ εἰσὶ διάφορα τὰ πάθη, ἀλλὰ τὰ σημεῖα τῆς ἀρρωστίας πλειστάκις ὅμοια τυγχάνουσι καὶ τοῖς βουλομένοις θεραπεῦσαι πλάνην ἐγγεννῶσι. καὶ γὰρ εὑρίσκομεν ἐν τοῖς ζῴοις σημεῖα ἄλλης ἀνωμαλίας, ἤπερ ἂν ἡμεῖς ὑπολαμβάνομε ν. καὶ γὰρ ὅτε βουλόμεθα εἰδέναι ἵππον πυρεταίνοντα, ὁρῶμεν τὴν τούτου κεφαλὴν περὶ γῆν φερομένην, καὶ συνεχέστερον ἀσθμαίνοντα. ταῦτα δὲ τὰ σημεῖα οὐ μόνον πυρεταίνοντος, ἀλλὰ καὶ ἀλγηδόνας ὑπομένοντος. ἔστι δὲ πάλιν ὀπισθοτονικοῦ νομιζόμενα σημεῖα, ἃ συμβαίνει ἐκείνοις τοῖς ζῴοις, ἅτινα ἀπὸ πολλοῦ ἡλίου ἢ καμάτου ἐξατονήσουσι, στῆναι μὴ δυνάμενα, ἀλλὰ συνημμένοις εἰς ταὐτὸ τοῖς ποσὶ καταπίπτουσι. μὴ τοίνυν νομίσῃς αὔτως πόνον εἶναι κοιλίας ἢ στρόφον, καὶ οὕτως θεραπεύσεις, ἀλλὰ τῷ πάθει μᾶλλον τὴν ἁρμόζουσαν προσένεγκε θεραπείαν. πολλὰ τοίνυν σημεῖα ὅμοιά εἰσι τῶν πλησίον παθῶν, πολλὰ δὲ τῶν μὴ καθ’ ἓν κεχωρισμένων· ἅτινα εὐχερῶς γνωρίσεις, εἰ ἐπιμελέστερον προσσχῇς. πρὸς ἐκεῖνα τὰ ζῷα, ὧν τὰ μέλη ἐξατονοῦσι, θεραπεία.
62 6 (t1) [5] Ἤρεσε Κέλσῳ τὰ οὕτω κάμνοντα ζῷα ἀπέχεσθαι τοῦ ποτοῦ, ὥστε αὐτὰ ὑπέρδιψα ποιῆσαι, καὶ μετὰ τὴν τοσαύτην ἔκκαυσιν τῆς δίψης στῆναι αὐτὰ παραγγέλλει ἐν ψυχρῷ ὕδατι ὥραν μίαν· ὅπερ διαβεβαιοῦται ἰσχυρῶς βοηθεῖν. Φλῶρος δὲ παραγγέλλει πτελέας φύλλα κατακόπτειν μετὰ οἴνου καὶ ἐγχυματίσαι διὰ κέρατος. ἡμεῖς δὲ ἐπιστάμεθα ἄλευρον σίτινον μετὰ ὕδατος διδόναι, ἢ τρία ᾠὰ μετὰ γλήχωνος καὶ ὀξυκράτου καὶ ἐλαίου ἐγχυματίζειν. περὶ ἀρτηρίας ἑλκωθείσης.
63 1 (t) [1] Ἱεροκλέους. Ἐὰν ἀρτηρία ἑλκωθῇ, βήσσει σκληρῶς καὶ τροφὴν οὐ προσδέχεται. ἐγχυματιζέσθω οὖν ὕδατι, σύκων εἰς αὐτὸ ἑψηθέντων ὡσεὶ κοτύλαις τέσσαρσι, μιχθέντων ᾠῶν δύο διὰ στόματος, ἢ πτισάνης χυλῷ ᾠοῦ συνηψημένου. ἄλλο περὶ ἀρτηρίας ῥαγείσης.
63 2 (t) [10] Ἐὰν ἀρτηρία ῥαγῇ, ἀναπνεῖ βαρὺ καὶ ῥέγχει καὶ βήσσει, καὶ διὰ μυκτήρων φέρεταί τι πυῶδες, καὶ τοῖς ἐμπροσθίοις ποσὶ χωλεύει [οἵ τε ὄρχεις πυκνὰ πάλλονται, καὶ οἱ κενεῶνες ἕλκονται, τὰ σκέλη ναρκᾷ καὶ τρέμει, αἱ φλέβες ἰσχυρῶς ξηραὶ ἢ πλήρεις τοῦ αἵματος, τὸ στόμα ἄφθας ἔχει, καὶ τῆς σαρκὸς οὐκ ἐᾷ τὴν χεῖρα θιγγάνειν]. ὀρόβους οὖν χρὴ βρέχειν ἡμέρας δύο καὶ νύκτας καὶ ἀπηθῆσαι, ὅταν διάβροχοι γένωνται. ὅταν δὲ ὡς μάλιστα ξηρὰ γένηται, κατακόψαι λεπτά, καὶ σήσαντα τιθέναι ἐν τῷ ποτῷ οἴνου ἡδέος μέλανος μέρη δύο, καὶ ὕδατος μέρη πέντε μίξαντα. ἔσται γὰρ ὑγιὴς καὶ πίων ἐν ἡμέραις ξʹ βοηθούμενος. ἄλλο Πελαγωνίου κατασκευὴ ἀρτηριακοῦ.
63 3 (t) [1] Σμύρνης τρωγλίτιδος γ ο δʹ, κρόκου, σχοίνου ἄνθους ἀνὰ γ ο γʹ, κινναμώμου γ ο εʹ, πεπέρεως λευκοῦ γ ο εʹ, πεπέρεως μέλανος γ ο δʹ, κασίας γ ο τὸ ἥμισυ, ῥητίνης Κολοφωνίας γ ο εʹ, ἀριστολοχείας γ ο δʹ, ἀκόρου γ ο γʹ, δαφνίδων γ ο γʹ. ἄλλο.
63 4 (t) [5] Σμύρνης γ ο ιʹ, πεπέρεως γ ο γʹ, λινοσπέρμου φρυκτοῦ λίτραν αʹ, σταφίδων ξέ. αʹ, στροβίλων ξέ. αʹ, τὰ τηκτὰ ἑψήσας, ἐπίβαλλε τὰ ξηρά, προσμίσγων μέλι. ἐπὶ δὲ τῆς δόσεως ποίει σφαιρία καρύου μέγεθος, καὶ διὰ στόματος ἐπὶ ἡμέραις ὀκτὼ ἐμβαλὼν ἀποθεραπεύσεις. ἄλλο.
63 5 (t) [5] Σμύρνης γ ο γʹ, κινναμώμου γ ο α c ʹ, κρόκου γ ο γʹ, λιβάνου ἄρρενος γ ο δ c ʹ, νάρδου Συριακῆς, ῥητίνης τερεβινθίνης, πεπέρεως λευκοῦ, ἀμμωνιακοῦ ἀνὰ γ ο δʹ, νάρδου γ ο βʹ, τραγακάνθης λίτραν μίαν, μέλιτος πρωτείου λίτραν μίαν· πάντα λειώσας καὶ μίξας οἴνῳ, διὰ μυκτήρων ἔγχει. περὶ τῶν ἀπὸ ὁδοῦ κεκαυσωμένων.
64 1 (t) [5] Ἱεροκλέους. Ἐὰν ἀπὸ ὁδοῦ ἢ δρόμου καυσωθῇ ἵππος, στέατος χοιρείου παλαιοῦ μάζας ποιήσας καὶ οἴνῳ βρέξας εὐώδει παλαιῷ, δίδου τρεῖς διὰ στόματος. ἄλλο. Εἰ καύσωνα ἵππος ὑπομείνῃ, γάλακτος αἰγείου ξέ. αʹ, τραγακάνθης γ ο βʹ, ἀρίου Γαλλικοῦ γ ο βʹ, στροβίλων γ ο βʹ, σταφυλίνου γ ο βʹ, ὑσώπου δεμάτιον ἕν, πρασίου κεκομμένου γ ο βʹ. ἐκ τούτων πάντων καθ’ ἑκάστην ἐγχυμάτιζε λίτραν μίαν μετὰ οἰνελαίου. ἄλλο.
64 2 (t) [5] Πτισάνης χυλὸν καὶ στέαρ αἰγειον καὶ ἀκρονάρια προβάτεια μετὰ κοριάννου καὶ ἀ νήθου παλαιοῦ ἀφεψήσας, εἶτα κορίαννον χλωρὸν καλῶς λεάνας καὶ τῷ χυλῷ τῆς πτισάνης, ὡς καὶ τὰ λοιπά, συμμίξας καὶ διηθήσας, ἐπὶ τρισὶν ἡμέραις δίδου. ἄλλο.
64 3 (t) [1] Κράμβης φύλλα μετὰ σελίνου κατακοπέντα καὶ ξέστῃ οἴνου συμμιγέντα, διὰ τῆς ἀριστερᾶς ῥινὸς διδόσθωσαν. ἄλλο.
64 4 (t) [1] Πετροσελίνου σπέρμα, δαύκου, σεσέλεως Γαλλικοῦ, ἁβροτόνου καὶ σχοίνου ἐξ ἴσου λειώσας, μετὰ ὑδρομέλιτος ἐγχυμάτισον. περὶ τῶν ὑπὸ κονίας καέντων.
65 1 (t) [5] Αψύρτου. Ἐάν ποτε συμβῇ ὑπὸ ἀσβέστου κατακαῆναι τὸν ἵππον ἢ κονίας τῆς λεγομένης ὑπό τινων τιτάνου ἐν ᾡδήποτε τόπῳ τοῦ σώματος, ἢ ἐμβῇ εἰς κοπρίαν τὴν ἐκ τοῦ αὐτομάτου καιομένην καὶ κατακαῇ τὰ σκέλη, ἢ ἄλλως πως συμβῇ· θεραπεύεται ὕδατι ψυχρῷ θερείας, χειμῶνος δὲ θερμῷ, καὶ καταχριόμενος τῇ λιπαρᾷ, εἰ θέλεις, μετὰ ἀξουγγίου, ἢ αὐτῇ τῇ ἀσβέστῳ μετ’ ἐλαίου. εἰς θάλασσαν δὲ μὴ ἐμβιβαζέσθω, ἄχρις ἂν ἀπουλωθῇ. ἄλλο Ἱεροκλέους.
65 2 (t) [5] Ἐὰν συμβῇ ὑπὸ ἀσβέστου ἢ κονίας κατακαῆναι ἐν οἱῳδηποτοῦν μέρει τοῦ σώματος ἢ καὶ ὑπὸ κοπρίας τῆς καιομένης ἢ καὶ ἄλλως πως· θέρους μὲν ὕδατι 〈ψυχρῷ〉 καταντλείσθω, χειμῶνος δὲ θερμῷ. καὶ καταχριέσθω τῇ λιπαρᾷ, ἐὰν βούλῃ, μετὰ στέατος, ἢ αὐτῇ τῇ ἀσβέστῳ μετὰ ἐλαίου. εἰς θάλασσαν δὲ μὴ ἐμβιβαζέσθω, μέχρις ἂν ἀπουλωθῇ. περὶ τῶν τὰ ἐντὸς ἐσπακότων.
66 1 (t) [10] Αψύρτου. Ὅσοι εἰσὶν ἐσπασμένοι τι τῶν ἐντός, ὀφθαλμοὺς κοίλους ἔχουσι παρὰ τὸ πρότερον καὶ ὑποδεδυκότας καὶ κατωπούς, καὶ τὰς λαγόνας ἀνεσπασμένας ἔχουσι, καὶ τρώγοντες καὶ πίνοντες ἀπισχναίνονται. περιπατοῦντες δὲ μικρὰ διαβαίνουσιν, ἑστῶτές τε συνεστήκασι τοῖς ὀπισθίοις πρὸς τοὺς ἐμπροσθίους πόδας. οἱ δὲ τοιοῦτοι παρέλκουσι χρόνον, ἐὰν μὴ ὦσιν αἷμα οὐροῦντες ἢ ἀφοδεύοντες. ἐὰν δέ τι τούτων ᾖ, τάχιον διαφωνοῦσιν. ἐντέρου δὲ διεσπασμένου ἢ εἰς δύο διῃρημένου, σημεῖά ἐστι τάδε· φέρεται διὰ τῶν μυκτήρων ἡ τροφὴ καὶ τὸ ὕδωρ ἐκ τῶν ἐντέρων, καὶ ἀθρόως πίπτει, καὶ συντόμως διαφωνεῖ. ἀντίδοτος εἰς τὸ αὐτό.
66 2 (t) [t2] Ἴρεως Ἰλλυρικῆς κεκομμένης καὶ σεσησμένης στατῆρας ιβʹ, πεπέρεως στατῆρας ἕξ, μέλιτος κοτύλην α c ʹ, σταφίδος ἀγιγάρτου ἡμιχοίνικον· μίξας ἐν ταὐτῷ καὶ ποιήσας σύνθεμα, ἐγχυμάτιζε ἐκ τούτου, ἐμβαλὼν γ ο ϛʹ μετὰ οἴνου κοτύλης μιᾶς καὶ ἐλαίου κοτυλῶν δʹ διὰ στόματος ἐπὶ πάντων τῶν ἔσωθεν ἀλγημάτων. ἄλλο περὶ ἐρρωγότος τι τῶν ἐντός, ὅπερ ἐστὶν ἐπικίνδυνον.
66 3 [5] Ἐπειδὴ ἄδηλόν ἐστι τῷ μὴ τεχνίτῃ, ὅτι ποτέ ἐστι τὸ ῥαγέν, ἀνάγκη τοῦτο μηνῦσαι, ἐκ τίνων σημείων ἐπιγινώσκεται τῷ ἀγνοοῦντι. ἐὰν οὖν ἡ κοιλία ἢ ἔντερόν τι διαρραγῇ, σημεῖον γίνεται τοῦτο· φέρει τὴν κόπρον διὰ μυκτήρων καὶ ἱδροῖ. ἐὰν δὲ ἡ κύστις, ὑγρὰ παραχρῆμα διὰ τῆς ἕδρας ἐκκρίνει. ἐὰν δὲ τοῦ πνεύμονός τι ῥαγῇ, αἷμα διὰ τῶν μυκτήρων ἐκβάλλει. εἰ δὲ τὸ ἧπαρ πάθοι, τὸ αἰδοῖον οἰδεῖ καὶ ἡ κοιλία καὶ οἱ μηροί. ἐὰν δὲ ὁ σπλήν, κάμνει καὶ τροφὴν οὐ προσίεται. ἐὰν δὲ οἱ νεφροί, αἷμα οὐρεῖ. ἐὰν μὲν οὖν ἡ κοιλία ἢ ἔντερον ῥαγῇ ἢ κύστις, βοηθῶν οὐδὲν ἀνύσεις.
66 4 [15] ἐὰν δὲ ὁ πνεύμων πάθῃ, λευκῶν ὀρόβων χοίνικας δύο καὶ ἁλῶν ὀξύβαφον αʹ φυράσας μεθ’ ὕδατος καὶ πλάσας ἄρτον, καὶ μετὰ τὸ ξηρανθῆναι καύσας, τρῖψον λίαν, καὶ ἐν τῷ ποτίζειν ἐπίπασσε τῷ ποτῷ. ἐγχυμάτιζε δὲ καὶ διὰ στόματος οὕτως· κρόκον, σμύρναν, νάρδον Συριακήν, κασίαν, ἄμυλον, ἀριστολοχείαν τὴν λεπτήν, γλαύκιον, ἄγρωστιν, ἔλαιον· ταῦτα πάντα τὰ ξηρὰ λεάνας καὶ ἑνώσας τοῖς ὑγροῖς, ἐπίβαλλε μέλιτος ὀξύβαφον καὶ οἴνου πρωτείου κοτύλην μίαν, καὶ διὰ μυκτῆρος ἔγχει· ἢ χυλῷ τῷ διὰ πτισάνης ἐπὶ πλεῖστον ὡσαύτως χρῶ. ἧπαρ δὲ εἰ πάθοι, ῥόϊζε, καὶ ἄλευρα πύρινα πρόσβαλλε τῷ ποτῷ χειμῶνος, θέρους δὲ κρίθινα, καὶ ἐγχυμάτιζε σύκων παλαιῶν ἀφεψήματι. πρὸς δὲ τοὺς νεφροὺς ἐν ἀκινησίᾳ διαφύλαττε τὸ ζῷον, καὶ ἐνάλειφε ἠρέμα κηρελαίῳ, καὶ σχολαζέτω, ἕως ἂν θεραπευθῇ. ἄλλο.
66 5 (t) [15] Βοτάνη τίς ἐστιν ἐν τοῖς τείχεσι καὶ ταῖς πέτραις γενομένη, ἣν ἰατρῶν μὲν παῖδες πολύγονον ὀνομάζουσιν, ἰδιῶται δὲ σύμφυτον, καὶ Μακεδόνες ὀστεοκόλλον, προφῆται δὲ παλλάντιον 〈αὐτὴν καλοῦσιν.〉 ἣν καί φασι συνεψομένην διαμεμερισμένοις κρέασιν ἑνοῦν αὐτά. διὸ καὶ σύμφυτος λέγεται καὶ ὀστεοκόλλος, ἐξ οὗ δρᾷ, τὴν ὀνομασίαν λαχοῦσα. αὕτη χλωρὰ μέν ἐστιν ἀεὶ καὶ ζῶσα καὶ ἄφυλλος, τούς τε κλάδους σχοινίου δίκην ἐκκρεμεῖς ἔχει, λεπτοτέρῳ καὶ ἐπιμηκεστέρῳ σπαρτίῳ παρεοικότας. 〈οὐχ οὕτως πρὸς δεσμὸν ὡς σπάρτον εὐτονοῦσα διὰ πολυγονατίαν τῇ τάσει τῆς χειρὸς τῶν ἐπιλαμβανομένων αὐτῆς ῥᾷστα τῶν γονάτων ἀφίσταται. οὐ φείδεται δὲ καὶ ἡ πόα καὶ ἐπὶ δένδρων ἄρριζος φύεσθαι.〉 ταύτην λαμβάνοντες χλωράν, συνέψουσιν οἴνῳ, μέχρι τοῦ ἀποτριτωθῆναι, καὶ ἐγχυματίζουσι τὰς ἑαυτῶν ἱππάδας καὶ τοὺς ἵππους οἱ Σπάνοι. χρῶνται δὲ αὐτῇ καὶ προφυλακτικῷ νόσων φαρμάκῳ, καὶ εἴ τι τῶν ἐντὸς ὑποπτεύουσι διερρωγέναι, τούτῳ βοηθοῦσι. ἄλλο πρὸς πάντα τὰ ἐντὸς πάθη.
66 6 (t) [1] Βούτυρον, ὀποπάνακα, σμύρναν, μέλι, ἴσῳ σταθμῷ βαλὼν καὶ οἴνῳ συλλειώσας, διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔμβαλλε. ἐὰν ἀπὸ τραύματος ἔντερα προπέσῃ.
66 7 (t) [1] Πτερὸν γυπὸς ἐλαίῳ βρέξας, ἔμβαλε εἰς τὸ στόμα, μέχρις οὗ τῆς καταπόθρας ἁψάμενον ἔμετον ποιήσῃ. καὶ ἐὰν ἑλκύσῃ τὰ ἐντός, τότε τὸν τόπον ῥάπτε, συναγαγὼν τὰς ἑκατέρου ἀρχάς, τὸ δὲ ἕλκος τοῖς τραυματικοῖς βοηθήμασι θεράπευε. πρὸς τὴν τῶν ἐντὸς πρόπτωσιν.
66 8 (t) [15] Τὸ δέρμα, ὃ εἰς δύο μέρη διῄρηται, ἐπιδέσμει πάλιν, καὶ τὸ περιττεῦον ἀπότεμνε, καὶ τῷ τραυματικῷ βοηθήματι θεράπευε. ὠφελεῖ δὲ καὶ τὸ σκέπεσθαι τὸν ἵππον, ὥστε ἱδροῦν. περιπάτου δὲ ἀπεχέσθω καὶ ποτοῦ μάλιστα. καὶ τροφὴν ἐχέτω πτελέας φύλλα καὶ ἡδύοσμον χλωρὸν καὶ τρίφυλλον βοτάνην. ἐγχυμάτιζε δὲ οὕτως· καρδάμου λευκοῦ σπέρμα λειῶν μετὰ λιβάνου ῥίζης καὶ πεπέρεως κόκκων ἕξ, καὶ δαύκου Κρητικοῦ σπέρματος κυάθων τριῶν, μίξας οἴνῳ παλαιῷ καὶ μέλιτι, διὰ στόματος ἐπὶ ἡμέραις ἑπτὰ ἐγχυμάτιζε. ἢ ἀσπαράγου ῥίζαν ἢ σπέρμα μεθ’ ὕδατος ἑψήσας, ἕως ἀποτριτωθῇ, ἐπὶ ἡμέραις τέσσαρσι καθ’ ἑκάστην ἡμίναν μίαν διὰ μυκτήρων ἔγχει. καὶ μετὰ ταῦτα ὀποπάνακα, σαγάπηνον, μέλι, βούτυρον ἀνὰ γ ο βʹ μετὰ οἴνου παλαιοῦ ἡμίνης διὰ στόματος ἐπὶ ἡμέραις δίδου τρισί. βλάπτειν δὲ ὡς ἐπὶ τὸ πλεῖστον εἰωθε τὰ ζῷα φλοιὸς Κυρηναϊκὸς ἐν τῇ τροφῇ εὑρισκόμενος ἢ ἐν πόματι. θεραπεύσεις οὖν οὕτως· μέλι καὶ ἡδύοσμον ἄγριον λειώσας ἐν ταὐτῷ καὶ ἐν οἴνῳ χλιάνας, διὰ μυκτήρων ἔγχει. περὶ βουλιμιῶντος.
67 1 (t) [5] Αψύρτου. Ἄψυρτος Ἡρακλείωνι χιλιάρχῳ χαίρει ν . τῷ βουλιμιῶντι δεῖ βοηθεῖν οὕτως· ἄρτου τὸ ἁπαλὸν ἐμβρέξαντας ἐν οἴνῳ καὶ ἀνατρίψαντας, ἐγχυματίζειν διὰ τοῦ στόματος. καὶ τοῦτο μὲν ἐπὶ τῆς ὁδοῦ. ὅταν δὲ γένηται ἐν οἴκῳ, σεμιδάλεως κυάθους τρεῖς φυράσαντας καὶ διέντας ἐν οἴνῳ, ὡσαύτως ἐγχυματίζειν. ἢ στροβίλους καθαρῶς τρίψαντας μετὰ οἴνου διδόναι. Ἱεροκλέους εἰς τὸ αὐτό.
67 2 (t) [1] Τῷ βουλιμιῶντι τούτῳ βοηθοῦσι τῷ τρόπῳ· ἄρτου τὰ ἁπαλὰ βρέξαντες ἐν οἴνῳ διδόασι καὶ ἀνατρίβουσιν ἐγχυματίζουσί τε. καὶ διὰ στροβίλων δὲ ὁμοίως τοῦτο ποιοῦσι, τὸ αὐτὸ μέτρον ἐν οἴνῳ διδόντες. ἄλλο.
67 3 (t) [5] Ἔσθ’ ὅτε ἵπποι μὴ φέροντες τὸν λιμὸν καταπίπτουσιν. οἷς εὐχερῶς ἐκτὸς μεγάλης ζημίας βοηθῆσαί ἐστι δυνατόν. καὶ γὰρ ὅταν ἄρχηται ἀπὸ τοῦ τοιούτου λιμοῦ κινδυνεύειν, καθαροῦ ἄρτου μέρος εἰς οἶνον ἐμβρέξας καὶ ἐν αὐτῷ τῷ οἴνῳ λειώσας, ὥστε χυλὸν ἐκ τούτου ποιῆσαι, καὶ μετὰ κέρατος ἐγχυματίσας βοηθήσεις. ἀλλὰ τοῦτο ἢ ἐν τῇ ἀρχῇ τοῦ λιμοῦ ἢ ἐν ὁδῷ ποίησον, ὅπου οὐκ ἔστι τὰ χρειώδη εὑρεῖν. εἰ δὲ παραμείνῃ ἡ τοιαύτη νόσος, σεμιδάλεως κυάθους τρεῖς μετὰ οἴνου μίξας, διὰ κέρατος δίδου. ἄλλο.
67 4 (t) [1] Εἰ λιμὸν τὸ ζῷον ὑπομείνῃ, καὶ τὰ ἁρμόζοντα τῇ θεραπείᾳ ἐλλείψει, γῆν ἐν οἴνῳ φυράσας, ἔμβαλε τῇ αὐτοῦ φάρυγι, ἢ σφαιρία ποιήσας ἐξ αὐτῆς διὰ στόματος δίδου. περὶ τῶν ἰσχναινομένων ἐξ ἀδήλου αἰτίας.
68 1 (t) [15] Αψύρτου. Ἄψυρτος Φρόντωνι Βαλλερίῳ χαίρει ν . ἔγραψάς μοι ἐπερωτῶν, τίνι δεῖ βοηθήματι χρῆσθαι πρὸς τοὺς ἀπισχναινομένους ἐξ ἀδήλου αἰτίας. βοηθοῦνται δὲ οὗτοι ἐγχυματιζόμενοι οἴνῳ καὶ ἐλαίῳ καὶ σμύρνης τριωβόλου ὁλκῇ. ἢ πεπέρεως λευκοῦ κόκκους κʹ τρίψαντα διδόναι. ἢ πήγανον ἀναζέσαντα τῷ οἴνῳ ἐγχυματίζειν, ἢ ἐλελίσφακον τὸ αὐτὸ ποιεῖν, ἢ πολιόφυλλον ὡσαύτως. ἔστω δὲ ἐν παντὶ τὸ πλῆθος κοτύλη οἴνου εὐώδους καὶ ἐλαίου παλαιοῦ κύαθος. ἔστι δὲ οὐκ ἄδηλον τὸ πάθος, ἀλλὰ κατὰ ψῦξιν. οἱ πρὸ ἡμῶν δὲ εἶπον ἄδηλον. ὁ δὲ τοιοῦτος, ὅταν ᾖ μὴ τρώγων καὶ τῷ σώματι πεφρικὼς καὶ ὀρθὰς ἔχων τὰς τρίχας, ἐγχυματίζεται ὑὸς αἵματι μὴ παλαιᾶς μετὰ οἴνου ἴσον ἑκάτερον διὰ τοῦ στόματος. λέγεται δὲ ὑπό τινων κρόμυα καὶ εὐζώμου τὸν καρπὸν ἀνιέντας ἐν οἴνῳ ἐγχυματίζειν διὰ τοῦ στόματος. ἢ ἀρτεμισίας βοτάνης ποιοῦντας ἀπόβρεγμα διδόναι εἰς τὸ ποτόν, καὶ εἰς τὸ λοιπὸν δὲ ὕδωρ τοῦ νίτρου μιγνύντας διδόναι. ὠφέλιμον δὲ τούτοις καὶ τὴν γράστιν παραβάλλειν, ἐὰν ᾖ καιρός, πυρίνην. Ἱεροκλέους εἰς τὸ αὐτό.
68 2 [5] Πρὸς τοὺς ἐξ ἀδήλου αἰτίας ἰσχνοὺς γινομένους χρῆσθαι δεῖ ἐγχυματισμῷ τῷ δι’ οἴνου καὶ ἐλαίου καὶ σμύρνης ὁλκῇ τριωβόλου. ἢ πεπέρεως λευκοῦ κόκκους εἴκοσι τρίψαντα ἢ πήγανον ἐν οἴνῳ ζέσαντα ἐγχυματίζειν. ἔστω δὲ πανταχοῦ οἴνου εὐώδους κοτύλη καὶ ἐλαίου κύαθος. φησὶ δὲ Ἄψυρτος οὐκ ἄδηλον εἶναι τὴν αἰτίαν, ἀλλ’ ἀπὸ ψύξεως γίνεσθαι. ἐὰν μέντοι μὴ τρώγῃ, ἀλλὰ καὶ ὀρθὰς ἔχῃ τὰς τρίχας, ἐγχυμάτιζε διὰ στόματος αἵματι ὑὸς μὴ παλαιᾶς μετὰ οἴνου, ἐξ ἴσου ἀμφότερα μίξας. ἔνιοι δὲ κρόμυα καὶ εὐζώμου σπέρμα διέντες οἴνῳ, ἐγχυματίζουσι διὰ στόματος. καλὸν δὲ καὶ τὴν ἀρτεμισίαν βοτάνην ἀποβρέχοντα εἰς οἶνον διδόναι καὶ ὅλον δὲ τὸν ποτὸν τοιοῦτον παρέχειν. γράστιν δέ, ἐὰν ὁ καιρὸς ᾖ, παραβάλλειν πυρίνην. τῷ δὲ ἀπὸ κόπου συνεχοῦς ὄντι καὶ διὰ τοῦτο ἰσχνωθέντι βοηθήσεις οὕτως· ὀρόβους λευκοὺς ἐρείξας ὅσον εἰς χοίνικα, κατάβρεχε οἴνου λευκοῦ εὐώδους κοτύλαις τέτρασι, καὶ ἐάσας ἡμέραν μίαν δίδου τὸ τρίτον τῆς χοινικίδος καθ’ ἡμέραν, πρὶν ἢ ποτίζειν τὸν ἵππον, ἐπὶ ἡμέραις τριάκοντα, καὶ τὰς κριθὰς φρύγων παράβαλλε.
68 3 τὸ δὲ ἔρεγμα μὴ λεπτὸν γινέσθω. ἄλλο εἰς τὸ αὐτὸ Εὐμήλου.
68 4 (t) [5] Ἐὰν δίχα τινὸς ἀνωμαλίας ἴσχνωσις γένηται ζῴοις, σίτῳ καὶ κριθαῖς πεφρυγμέναις ἀναληφθήσονται. πολλάκις δὲ καὶ οἶνος ἐν τῷ παρ’ αὐτῶν πινομένῳ ὕδατι μιγνύμενος, μέχρις οὗ τὴν κατὰ φύσιν ἀναλάβωσι ῥῶσιν, ὠφελήσει. τὰ δὲ τῶν τοιούτων σώματα πολλῆς τῆς τρίψεως δέονται πρὸς τὸ δι’ αὐτῆς πλείονα τὴν ὄρεξιν τῆς τροφῆς λαμβάνειν. χρὴ δὲ καὶ ἐν τόπῳ ξηρῷ αὐτὰ ἵστασθαι· τοῦτο γὰρ καὶ τῷ σώματι καὶ τοῖς ὄνυξιν αὐτῶν συμβάλλεται. προσμιγνύσθω δὲ τῇ τροφῇ καὶ ὄροβος. καὶ καθεύδουσι δὲ αὐτοῖς ἄχυρον ὑποστρωννύσθω. Θεομνήστου εἰς τὸ αὐτὸ ἀντίδοτος.
68 5 (t) [5] Ἀντιδότῳ χρήσῃ πρὸς τὰ κρυπτόμενα πάθη ταύτῃ, ἣ Ἀρμενίων μέν ἐστιν εὕρημ α, ἐμοὶ δὲ διὰ πείρας πολλῆς ἔγνωσται· κρόκου στατῆρας δύο, ἴρεως Ἰλλυρικῆς κεκομμένης στατῆρας ιβʹ, πεπέρεως στατῆρας ἕξ, μέλιτος ἡμικοτύλιον, σταφίδων ἡμιχοίνικον τῶν γιγάρτων ἐξῃρημένων, στροβίλων καθαρῶν τὸ ἴσον τῇ σταφίδι, ἐν ταὐτῷ μίξας καὶ οἴνου εὐώδους ἡμικοτύλιον καὶ ἐλαίου κοτύλης τὸ τέταρτον, ἐγχυμάτιζε ἐκ τούτου τὸ ζῷον ὅσον κοχλιάρια δύο. Πελαγωνίου εἰς τὸ αὐτό.
68 6 (t) [10] Κριθῶν μοδίους τρεῖς, φάβατος ξέ. ϛʹ, ἐρεβίνθου ξέ. ηʹ, σίτου ξέ. ἕξ, φασιούλου ξέ. δʹ, τήλεως ξέ. γʹ, σταφίδων τε καὶ στροβίλων ἀνὰ ξέστην ἕνα λαβών, καὶ ἐκ τούτων ἁπάντων ποιήσας μόδιον αʹ, βρέξον εἰς καθαρὸν ὕδωρ πρὸ μιᾶς τῆς χρείας ἡμέρας, καὶ τὸ ὕδωρ κενώσας, ἔασον ξηρανθῆναι μικρόν, καὶ ἐκ τούτου τῷ ἵππῳ ἕωθεν δίδου ἡμιμέδιμνον, τὸ δὲ λοιπὸν τῇ ἑσπέρᾳ, καὶ τοῦτο καθ’ ἑκάστην μετὰ φιλοκαλίας ποίει. καὶ εἰ μὲν πάνυ λεπτός ᾖ, τριάκοντα συναπταῖς ἡμέραις ἐγκεκλεισμένον ἐν θερμῇ ἱπποστασίᾳ κάτεχε τοῦτον, ὥστε ἔνδον ἐσθίειν καὶ πί νειν. εἰ δὲ ἧττον λεπτός, ἐπὶ ἡμέραις εἴκοσιν οὕτω τρεφέσθω. εἰ δὲ πάνυ ἐκ ταύτης τῆς φιλοκαλίας πίων γένηται, χρὴ αὐτὸν ἀφαιμάσσεσθαι ἐκ τῆς κοιλίας, ὡς ἂν μὴ ἐπὶ πολὺ λιπανθεὶς ὑποπέσῃ θανάτῳ. ἄλλο.
68 7 (t) [1] Δελφάκιον μετὰ πτισάνης γαλαθηνὸν ἑψήσας, ἕως ἂν διαλυθῶσιν αὐτοῦ αἱ σάρκες, ἐκ τούτου διὰ κέρατος ἐπὶ ἡμέραις τρισὶν ἔγχει. ἄλλο.
68 8 (t) [1] Πηγάνου δεσμὴν μικράν, σμύρνης γ ο βʹ, δαφνόκοκκα ιεʹ, κυμίνου Αἰθιοπικοῦ γ ο γʹ, ἐλαίου καλοῦ κοτύλης τὸ ἥμισυ, συνεψήσας μετὰ οἴνου μέλανος παλαιοῦ ξέστου ἑνός, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισίν. ἄλλο.
68 9 (t) [1] Σῖτον πεφρυγμένον ὕδατι καὶ μέλιτι μιγέντα καθ’ ἑκάστην ἡμέραν ὅσον μοδίου ποσότητα δίδου ἐπὶ ἡμέραις εἴκοσιν. ἄλλο.
68 10 (t) [1] Θέρμους ἡψημένους καὶ γλυκεῖς, ὥστε καὶ ἄνθρωπον δύνασθαι αὐτοὺς ἐσθίειν, εἰς κόρον τῷ ζῴῳ πρόσαγε, μόδιον καθ’ ἡμέραν διδούς. εἰ δὲ μὴ ὦσιν οἱ θέρμοι γλυκεῖς, στρόφους ἐν τῷ ζῴῳ κινήσουσιν. ἄλλο.
68 11 (t) [1] Κάστανα εἰς φοῦρνον φρυγέντα ἐν ὅλμῳ κόψας, σύμμιξον ταῖς κριθαῖς μὴ πάνυ λεπτῶς τρίψας, καὶ τῷ ζῴῳ διδοὺς θεραπεύσεις. προπότισμα εἰς τὸ αὐτό.
68 12 (t) [1] Ὧιτινι ζῴῳ λεπτότης πρόσεστι καὶ ἀνωμαλία, θεραπεύεται οὕτως· θείου ἀπύρου γ ο c ʹ, ᾠὸν ἄνεφθον ἕν, σμύρνης ποσότητα ὀβολοῦ ἑνὸς μετὰ οἴνου μίξας, τῇ φάρυγι ἔμβαλε. τοῦτο δὲ καὶ πρὸς βῆχα καὶ πόνους κοιλίας ὠφέλιμον. ἄλλο περὶ ἰσχνότητος.
68 13 (t) [5] Ἐὰν ζῴου τινὸς τὸ δέρμα καταξηρανθῇ, καὶ τῆς τροφῆς μὴ αἴσθηται προκοπήν, ὅπερ εἴωθε συμβαίνειν ἀπὸ καμάτου πολλοῦ, θεραπεύσεις οὕτως· ἐλαίῳ πηγανίνῳ πρότερον τούτου ἀπόχρισον τὸ σῶμα ὅλον, καὶ μετὰ ταῦτα δίδου τὸ ὑποτεταγμένον προπότισμα· σταφυλίνου, τραγακάνθης, πηγάνου ἀγρίου, ἡδυόσμου ἀγρίου ἀνὰ γ ο αʹ, σελίνου, μελιλώτου καὶ ἀψινθίου Ποντικοῦ τὸ ἴσον, ὁμοῦ πάντα συμμίξας καὶ λεάνας καὶ μετὰ οἴνου καὶ ὕδατος ἑψήσας, προπότιζε. περὶ ψώρας.
69 1-2 (t) Αψύρτου. Ἄψυρτος Ἡγησαγόρᾳ κρατίστῳ ἰατρῷ χαίρει ν .
69 1 [10] ἱπποτροφοῦντά σε ἀναγκαῖον εἰδέναι· ψώραν τὴν ἐν τοῖς ἵπποις γενομένην οὐ δεῖ προσφάτως θεραπεύειν, ἀλλ’ ἐᾶν, ἄχρις οὗ ἔξω τραπῇ πᾶσα. ἔστι γὰρ ἀνάχυσις μάλεως τῆς ὑποδερματίτιδος, ἣν τάχιον θεραπεύων στεγνώσεις τὴν ἔξοδον· στυπτικῶν γὰρ ὄντων τῶν προσφερομένων, ἀναγκαῖον ἔσω τρέπεσθαι καὶ συμβαίνει κακοποιεῖσθαι. ὅταν οὖν ἀκμάζειν δοκῇ, τότε θεράπευε, αἷμα ἀφαιρῶν ἐκ τῶν μεσοκυνίων καὶ βραχιόνων, ὁμοίως καὶ ἐκ τῶν ὀπισθίων, καὶ κατάχριε, ἄσφαλτον τρίψας λίαν καὶ θείου μέρος καὶ πίσσης ὑγρᾶς καὶ γλοιὸν παιδικόν. ἄριστον δὲ βούτυρον μίσγειν· ἐὰν δὲ μὴ ᾖ, τότε γλοιὸν ἐν ταὐτῷ πάντα μίξας καὶ συντρίψας καὶ μέλιτος πάχος ποιήσας, χρήσῃ. καὶ τοῦτο δέ· ὄξος δριμύτατον καὶ γλοιὸν παιδικὸν καὶ κεδρέαν, ἀναζέσας ἐν ταὐτῷ, ξυλοσπόγγιον ποιήσας, θερμῶς κατάχριε.
69 2 [10] ἐὰν δὲ μὴ ᾖ κεδρέα, πίσσῃ χρῖε μὴ πολλῇ, προαπόσμηχε δὲ οὔρῳ παλαιῷ, μίσγων ὕδωρ θερμόν, καὶ ὅσα δὲ στυπτικὰ ἁρμόζει. ἐνεργεῖ δὲ καὶ τοῦτο· θείου καὶ ἀσφάλτου, ἑκάστου τὸ ἴσον τρίψας, ἔλαιον ἐπιχέας ψυχρόν, κατάχριε, καὶ στηκέτω ἐν τῷ ἡλίῳ, νυκτὸς δὲ ὕπαιθρος, ἐὰν ᾖ θερεία. ἄριστον δὲ καὶ τοῦτο· στέαρ χοίρειον καὶ πίσσαν καὶ κηρόν, ἴσον ἑκάστου τήξας, καὶ θεῖον τρίψας μῖξον, καὶ ἔλαιον ἐπιχέας θερμόν, ἐνάλειφε. ἁρμόζει δὲ καὶ ἡ κάθαρσις ἡ διὰ τοῦ νίτρου καὶ τοῦ σικύου τοῦ ἀγρίου. Ἱεροκλέους εἰς τὸ αὐτό.
69 3 [10] Εἰ ψώρα ἐπιγίγνοιτο, οὐ δεῖ παραχρῆμα αὐτὴν θεραπεύειν, ἀλλὰ ἐᾶσαι, μέχρις ἂν ἔξω τρα πῇ. ἔστι γὰρ διάχυσις μάλεως τῆς ὑποδερματίτιδος. ἣν εἰ θᾶττον θεραπεύσεις, στεγνώσεις τὴν ἔξοδον. στυπτικῶν γὰρ ὄντων τῶν προσφερομένων, ἀνάγκη τὴν κάκωσιν εἰς τὸ ἔσω τραπῆναι. ὅταν οὖν ἀκμάζειν δοκῇ, αἷμα ἀφαίρει ἐκ τῶν μεσοκυνίων καὶ βραχίονων, ὁμοίως καὶ ἐκ τῶν ὀπισθίων, καὶ κατάχριε ἄσφαλτον καὶ θεῖον τρίψας λίαν καὶ μέρος πίσσης ὑγρᾶς καὶ βούτυρον· ἐὰν δὲ μὴ ᾖ βούτυρον, γλοιὸν παιδικόν. πάντα οὖν συντρίψας καὶ ποιήσας μέλιτος τὸ πάχος, κατάχριε. ἢ ἄλλως· ὄξος δριμὺ καὶ γλοιὸν παιδικὸν καὶ κεδρέαν ἀναζέσας ἐν ταὐτῷ, κατάχριε θερμῶς, σπογγιὰν ξύλῳ προσδήσας. εἰ δὲ μὴ ᾖ κεδρέα, πίσσῃ χρῖε πλείονι. προαπόσμηχε δὲ οὔρῳ παλαιῷ, μίσγων ὕδατι θερμῷ. ἢ ἄλλως· θείῳ καὶ ἀσφάλτῳ λελειωμένοις, ἔλαιον ἐπιχέας ψυχρόν, κατάχριε.
69 4 [10] καὶ στηκέτω ἐν τῷ ἡλίῳ, ἐν δὲ τῷ θέρει καὶ νυκτὸς ὕπαιθρος. ἢ πίσσαν με τὰ ἐλαίου παλαιοῦ καὶ κηροῦ λεάνας ὁμοῦ, θεῖον λεπτὸν ἐπιμίξας χρῶ. ἄριστον δὲ καὶ τοῦτο· στέαρ χοίρειον καὶ πίσσαν καὶ κηρόν, ἴσον ἑκάτερον τήξας, καὶ θεῖον τρίψας καὶ μίξας, καὶ ἔλαιον ἐπιχέας θερμόν, ἄλειφε. ὠφελεῖ δὲ καὶ ἡ κάθαρσις ἡ διὰ τοῦ ἀγρίου σικύου καὶ τοῦ νίτρου. τῇ δὲ λιμοψώρᾳ καλουμένῃ καὶ πίτυρα γίνεται. βοήθει δέ, θέρμους ἑψήσας καὶ τῷ ὕδατι αὐτῶν καταντλήσας τὸ ζῷον. ψώρας πρόγνωσις καὶ ἴασις.
69 5 (t) [10] Πρῶτον μὲν τὸ σῶμα ψιλοῦται καὶ ἀπολευκοῦται καὶ συνέσπασται, καὶ λεπίδες ἀποξύονται, καὶ πορεύεται προβαίνων πυκνὸν καὶ μικρὸν διὰ τὸ συνεσπάσθαι. ἐκνίψας οὖν κονίᾳ, καὶ ὕδατι θερμῷ ἀπολούσας, χρῖσον τῷ φαρμάκῳ τὰ λεπριῶντα. ὅταν δὲ χριόμενος ῥιγώσῃ, σύστελλε ἐν οἴκῳ θερμῷ, καὶ πῦρ παράκαιε, καὶ φύλασσε, ἵνα μὴ κυλίηται, μηδὲ ἐν πηλῷ στηκέτω ἢ ἐν κόπρῳ. εἶτα ἐπισχὼν ἔκλουσον καὶ ἀνάτριβε, ἐμφυσήσας οἴνῳ καὶ ἐλαίῳ. καὶ ἐὰν μὲν ἱκανῶς ἔχῃ, ἔα. εἰ δὲ μή, τῷ φαρμάκῳ κατάχριε. τοῖς δὲ σιτίοις καὶ ποτοῖς ὡς βέλτιστα τὴν ἐπιμέλειαν ποιοῦ. ἄλλο.
69 6 (t) [1] Τὸν φλοῦν τῆς ἰτέας καύσας καὶ λαβὼν τὴν στακτήν, μίξας μετὰ ὕδατος χρῖε. ἢ τὴν τοῦ σαπωνᾶ κατασταλακτὴν λεγομένην κατάχριε. ἄλλο.
69 7 (t) [1] Βλάχνον φρύξας καὶ τρίψας μετὰ ἁλὸς καὶ ἐλαίῳ παλαιῳ δεύσας, κατάχριε. ἄλλο.
69 8 (t) [1] Θείου ἀπύρου, ῥητίνης τερεβινθίνης, ἀσβέστου ὀλίγον, τὸ θεῖον καὶ τὴν ἄσβεστον λεάνας, ἀναλάμβανε τῇ ῥητίνῃ, καὶ ποιήσας ἔμπλαστρον χρῶ. ἄλλο.
69 9 (t) [5] Ἀσφάλτου λίτρας βʹ, θείου ἀπύρου λίτρας βʹ, νίτρου λίτρας βʹ, ῥητίνης πιτυΐνης λίτρας βʹ, κηροῦ λίτρας δʹ, κεδρέας ξέ. βʹ, πίσσης ὑγρᾶς ξέ. ιʹ, ἐλαίου ξέ. ιβʹ, ὄξους ξέ. τρεῖς, ἀμόργης ἐλαίου παλαιοῦ ξέ. βʹ, ἀξουγγίου ξέ. δʹ· πάντα μίξας χρῶ. ἄλλο.
69 10 (t) [1] Ὄξους δριμέως ξέ. αʹ, πισσελαίου ξέ. αʹ, νίτρου λίτραν αʹ μίξας, τὸν ἵππον κατάχριε, πρότερον ἀπολούων δηλονότι, μιγνὺς καὶ τρυγελαίου ξέ. αʹ καὶ θείου ἀπύρου γ ο αʹ. ἄλλο.
69 11 (t) [5] Κέδρου Ἰταλικῆς γ ο ϛʹ, θείου ἀπύρου τὸ ἴσον, σανδαράχης γ ο γʹ, ὀροβίνου, κηκῖδος, ὀμφακίνου ἐλαίου ἀνὰ γ ο εʹ, ἐλαίου δαφνίνου ξέ. τὸ ἥμισυ, ὄξους δριμέος τὸ ἀρκοῦν, κόπρον κυνείαν, πάντα μίξας καὶ ἑψήσας, βάλε εἰς κοινὸν ἔλαιον, εἶτα ξυλοσπόγγιον ποιήσας, κατάχριε τὸν ψωριῶντα τόπον. ἄλλο.
69 12 (t) [5] Οἶνον μέλανα μεθ’ ὕδατος ἴσου κεράσας, προσμίξας καὶ κηκῖδας χρῶ. ἐὰν δὲ μὴ παύηται, δὸς αὐτῷ κυνείαν κόπρον μετὰ οἴνου αὐστηροῦ. ἢ κυνόπρασον βοτάνην κόψας καὶ ἀναζέσας μετὰ ἐλαίου, κατάχριε. ἄλλο.
69 13 (t) [1] Νίτρου, θείου ἀπύρου ἀνὰ γ ο βʹ, ἀφρονίτρου γ ο βʹ, πίσσης ὑγρᾶς ξέ. βʹ, ἐλαίου ξέ. αʹ, σανδαράχης γ ο τὸ ἥμισυ, ὄξους τὸ ἴσον, δαφνίδας κεʹ, μίξας πάντα καὶ λειώσας, εἶτα θερμάνας, σύγχριε ταῖς χερσίν. Εὐμήλου εἰς τὸ αὐτό.
69 14 (t) [15] Φρῦνον σφάξας, μετὰ οἴνου καὶ ὕδατος ἐν χαλκείῳ ἕψησον καὶ τῷ ἀποζέματι αὐτοῦ, ἤτοι τῷ ἰχῶρι, ἐνάλειφε. ἢ πίσσῃ μετὰ μέλιτος καὶ θείου ἀπύρου καὶ ἐλαίου παλαιοῦ τρυγὸς καὶ προβατείας κόπρου, ἀνὰ τρίχα ἀπότριβε. ἢ ἄσφαλτον καὶ κεδρέαν μετὰ λιβάνου ἀλεύρου καὶ ἀριστολοχείας καὶ νίτρου ἀνὰ γ ο βʹ. ἢ πίσσης ὑγρᾶς γ ο ἕξ, ἐλαίου ξέ. βʹ μετὰ ὄξους ξέ. ἑνὸς ἡμίσεος καθεψήσας, τὸ αὐτὸ ποίει, πρότερον τὸ δέρμα ψήκτρᾳ ἢ ὀστράκῳ ἀναδείρας καὶ ἐκτραχύνας. ἢ καλάμους καύσας, λαβὼν πρὸ τοῦ τεφρωθῆναι, καὶ κόψας καὶ σήσας κοσκίνῳ λεπτῷ καὶ μίξας ἔλαιον, ἀνὰ τρίχα κατάχριε. ἢ ἀγριοσικύου ῥίζαν ἑψήσας ἐν ὕδατι, μετὰ τὸ ἀποζέσαι ἐπιβαλὼν οἶνον καὶ βόλβιτον, ποίει ὥσπερ κατάπλασμα καὶ χρῶ. τῇ δὲ ἑξῆς ἡμέρᾳ εἰς θερμὸν ἥλιον ἐξαγαγὼν τὸ ζῷον, ὕδατι χλιαρῷ καὶ ἀφρονίτρῳ ἀπόπλυνε, ἔπειτα ἀξουγγίῳ παλαιῷ ἀπότριβε. τρίχα δὲ φέρουσι λείαν, ἐὰν χόρτον καύσας τῇ τέφρᾳ ἐπιχρίσῃς. Θεομνήστου εἰς τὸ αὐτό.
69 16 [5] Ἡ ψώρα ἐν τοῖς ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις οὐδέν ἐστιν ἢ χυμοῦ χολῶν καὶ αἵματος φθορὰ διὰ θερμότητα ὑποζεσάντων τοῦ βάθους καὶ ἔξω κεχωρηκότων εἰς τὴν ἐπιφάνειαν. καὶ ἔστι μὲν εὐίατος τῷ τεχνίτῃ καὶ ἀκίνδυνος, 〈βοηθεῖ γὰρ αὐτῷ τοῦ θερμοῦ φύσις.〉 τῷ δὲ ἀτέχνως θεραπεύοντι πολλάκις θάνατον ἐμποιεῖ τὰ προσφερόμενα. Ἄψυρτος γὰρ τοῦτο τὸ πάθος 〈ἐκ τοῦ τόπου〉 ὑποδερματῖτιν μάλιν καλεῖ. οὐ διαφέρομαι δὲ ὀνόματι τὸ γένος εἰπὼν 〈τοῦ πάθουσ〉. χρὴ δὲ αὐτὸ μὴ ἄλλως θεραπεύειν ἢ συνεργοῦντα τῇ φύσει τοῖς διαφοροῦσι, τοῖς χαλῶσι, τοῖς ἀμύσσουσι πρῶτον, καὶ οὐ τοῖς ἀπουλοῦσιν. ἔστω οὖν ἄλλο φάρμακον ἐν ἀρχῇ τῷ πάθει καὶ ἄλλο ἐν ἐπιτάσει καὶ ἄλλο ἐν παρακμῇ. καὶ ὅταν μὲν ἐν ἀρχῇ ᾖ, χρὴ φλεβοτομεῖν ἀπ’ αὐχένος καὶ βουβῶνος ἐν μιᾷ ἡμέρᾳ, μετὰ δὲ ταῦτα ἀπὸ τοῦ βουβῶνος μόνον, ἵνα μή, εἰς τὰ κάτω κατάγων τὸν χυμόν, δυσδιεξόδευτον ἐργάσῃ· μὴ μέντοι ἐξ αὐχένος, ἵνα μὴ μονωθεὶς ἐνσκήψῃ τῷ περικαρδίῳ τόπῳ.
69 17 [15] κατὰ γὰρ τὰς διαιρέσεις σφιγχθεῖσαι ἐγκαταρρέουσιν αἱ ὗλαι. μετὰ δὲ τὸ οὕτως ἀφαιμάξαι, πίσσῃ καὶ στακτῇ [καὶ] κονίᾳ καὶ νίτρῳ καὶ ἰῷ περίχρισον, ἵνα ταχέως εἰς ἐπι φάνειαν χωρήσῃ. ὅταν δὲ πᾶς ἑλκωθῇ, ἄλευρα κρίθινα ἑψήσας ἐν ὑδρελαίῳ, ἐπίχριε χλιαροῦ ὄντος τοῦ φαρμάκου. καὶ ὅταν γένηται τριταῖος, ἀπόπλυνον ὕδατι θερμῷ ἢ στακτῇ, καὶ ἄμυσσε μέχρις αἱμάξεως· εἶτα ἀπομάξας κιλικίῳ ἢ ῥάκεσιν, ἐπίχρισον πίσσῃ ὑγρᾷ καὶ ἀμόργῃ καὶ ἐλαίῳ ἐντρύγῳ καὶ θείῳ ἀπύρῳ. καὶ ἀφαιμάσσων ἀπ’ αὐχένος, ἐγχυμάτιζε σικύῳ ἀγρίῳ καὶ νίτρῳ, ἐξ ἴσου κοπεῖσι δι’ οἴνου ἢ μελικράτου. λαμβανέτω δὲ ὁ τέλειος ξέστας Ἰταλικοὺς τρεῖς, ὁ νεώτερος δύο, ὁ δὲ πῶλος ἕνα. Ἱεροκλέους εἰς τὸ αὐτὸ ἐμπλάστρου κατασκευή.
69 18 (t) [1] Ῥητίνης γ ο αʹ, κηροῦ γ ο βʹ, κόνεως γ ο αʹ, ἀσβέστου ἢ πτισάνης γ ο α c ʹ, μίξας ἐν ταὐτῷ καὶ ποιήσας ἔμπλαστρον ἐπιτίθει. Πελαγωνίου εἰς τὸ αὐτό.
69 19 (t) [5] Βοτάνην τὴν λεγομένην ῥοδοδάφνην, καὶ ἑτέραν βοτάνην περδίκιον τὴν ἐν τοῖς τοίχοις, ἤτοι σιδηρῖτιν, λαβὼν καὶ ποιήσας δεσμίδια τρία, ἀφέψησον εἰς ὄξος δριμὺ καὶ ἔλαιον χυδαῖον μετὰ ἀφρονίτρου, καὶ μετὰ τὸ ἀφεψῆσαι πρόσμιξον θείου ἀπύρου τὸ ἀρκοῦν, καὶ ἐπαλείφων εἰς ἥλιον ἅπαξ τῆς ἡμέρας, θεραπεύσεις. ἄλλο.
69 20 (t) [5] Ἐλαίου ξέ. ἕξ, κεδρέας ξέ. ἕξ, πίσσης ὑγρᾶς ξέ. ἕξ, θείου δραχμὰς ἕξ, μίσυος τὸ ἴσον, ἀσφάλτου δραχμὰς βʹ, κηροῦ δραχμὰς γʹ, στυπτηρίας σχιστῆς δραχμὰς γʹ, ῥητίνης, νίτρου τὸ ἴσον, σταφίδος ἀγρίας δραχμὰς ἕξ, ὄξους ξέ. βʹ συνεψήσας ἐνάλειψον. ἄλλο.
69 21 (t) [1] Οὔρου παλαιοῦ τρυγὸς γράμμα ἕν, κόπρου χοιρείας γ ο ἕξ, τρυγὸς ἐλαίου ξέ. τὸ ἥμισυ, θείου γ ο γʹ, πίσσης ὑγρᾶς κυάθους γʹ· συνεψήσας ἐν ταὐτῷ, θερμῶν ὄντων ἔτι ἐνάλειφε ἅπαξ τῆς ἡμέρας. Τιβερίου εἰς τὸ αὐτό.
69 22 (t) [1] Ἐὰν ἵππῳ ψώρα γένηται ἢ ἄλλῳ τινὶ τῶν ὑποζυγίων, θεράπευε οὕτως· λαβὼν βα τράχους λιμναίους καὶ ὄξος δριμύτατον καὶ ἔλαιον καὶ ἀφρόνιτρον· ταῦτα μίξας κατὰ συμμετρίαν ἑκάστου καὶ ἀναζέσας κατάχριε. ἄλλο.
69 23 (t) [1] Λαβὼν ἀβρότονον, καὶ φλοιὸν καλάμου καύσας, πρόσμιξον ἀλθαίας τὸ ἀρκοῦν καὶ ἐν ὕδατι ἀναλαβὼν κατάχριε. ἄλλο Διοσκορίδου.
69 24 (t) [1] Ἀμόργην ἕψων μέχρι μελιτώδους συστάσεως, καὶ συμμίσγων θέρμων ἀφέψημα καὶ χαμαιλέοντα βοτάνην καὶ στέαρ ὕειον, κατάχριε, καὶ θεραπεύσεις. ἄλλο.
69 25 (t) [5] Εἰς θερμότατον ἥλιον στήσας τὸν ἵππον, μετὰ ψήκτρας εἰς τοσοῦτον ἀπόξυε, ἄχρις οὗ αἵματος ῥύσις ἐπιγένηται. καὶ τηνικαῦτα λαβὼν κισσοῦ ῥίζαν ἀγρίου καὶ θεῖον 〈καὶ〉 πίσσαν ὑγρὰν καὶ στυπτηρίαν, καὶ μίξας πάντα καὶ ἀναθερμάνας, ἀπόχριε τὴν ψώραν. ἄλλο.
69 26 (t) [5] Ἡ ψώρα πολλάκις, εἰ μὴ βοηθείας τύχοι, θάνατον ἀπεργάζεται. χρὴ τοίνυν πρότερον ἐν οὔρῳ ἀνθρώπου ζεστῷ τὴν ψώραν ἀπολούειν, ἔπειτα δὲ ὕδατι, καὶ μετὰ ταῦτα ἡλίου θερμοτάτου τυγχάνοντος ἐλαίῳ σχινίνῳ ἢ κεδρίνῳ, ἢ κνιδῶν σπέρμα καὶ ὄξος καὶ ἅλμην μίξας, ἀπότριβε. εἰ δὲ ἐπικρατέστερον τὸ πάθος εὑρίσκοιτο, ἄσφαλτον μετὰ θείου καὶ πίσσης ὑγρᾶς καὶ ἀξουγγίου παλαιοῦ ἐν ἴσῳ σταθμῷ μίξας, καθέψησον. πρότερον δὲ τὴν ψώραν σιδήρῳ ἀποξύσας ἢ σμιλίῳ μέχρι τῆς ζώσης σαρκός, οὕτω τοῖς προγεγραμμένοις χρῶ. περὶ ὀστέων φλεγμονῆς.
70 1 (t) [10] Ἱεροκλέους. Ταῖς τῶν ὀστέων φλεγμοναῖς ταῖς ἀπὸ τραύματος γινομέναις ἢ δήγματος, ἤτοι ἀπὸ θηρίου τινὸς ἢ ἀπ’ ἀλλήλων δακνόντων, βοηθήσεις οὕτως· σικύου ῥίζαν ἀγρίου ἐν ὕδατι θαλασσίῳ ἢ πηγαίῳ ἅλας ἔχοντι ἑψήσας, καὶ καταντλήσας, σπογγία τὸν τόπον, εἶτα ψιμύθιον καὶ ἔλαιον καὶ στέαρ αἴγειον καὶ ᾠοῦ τὸ λευκὸν τρίψας, κατάχριε. εἰ δὲ ἐξ ἑτέρας αἰτίας καὶ μὴ ἐκ τραύματος φλεγμαίνοι, κατάντλει θερμῷ ὕδατι δὶς τῆς ἡμέρας, καὶ κατάχριε κιμωλίᾳ μετὰ ὄξους ἢ γῇ κεραμεικῇ τοὺς ὤμους αὐτῶν, ἢ ἀψινθίου χλωροῦ κεκομμένου τῷ χυλῷ, ἢ κωνείου τοῦ φυομένου ἐν ταῖς κοπρίαις, ἢ στρύχνου χλωροῦ χυλῷ ὁμοίως. καὶ τὸ ἀψίνθιον δὲ μόνον ἁρμόζει μετὰ ὕδατος καταχριόμενον. ἔμπλαστρος πρὸς φλεγμονάς.
70 2 (t) [1] Ἀφρονίτρου λίτρας δʹ, χαλκοῦ κεκαυμένου, ἀσφάλτου Ἰουδαϊκῆς, μάννης, ῥοδοδάφνης, χαλκάνθης, σπέκλου, ἰοῦ ἀνὰ λίτραν μίαν, ἀξουγγίου τὸ ἀρκοῦν· πάντα ταῦτα κόψας καὶ ἐμπλάσας εἰς ὀθόνιον πυκνόν, ἐπίθες τοῖς ἀλγοῦσι τόποις. Ἀνατολίου εἰς τό αὐτό.
70 3 (t) [t2] Πᾶσαν φλεγμονὴν ἁλσὶ καὶ ἐλαίῳ ἢ πολιοφύλλῳ ἢ φλόμῳ, καυθεῖσι καὶ ἀναμιχθεῖσιν οἴνῳ καταπλάσας θεραπεύσεις. σύνθεσις φλεγμονῶν λεπτυντικὴ καὶ σκελῶν ῥευματιζομένων ἀναξηρανθική.
70 4 (t1) [10] Ἰσχάδων, κυπαρισσίνων ἀκρεμόνων ἐξαμμένων, ὄξους ἀνὰ λιτρῶν τριῶν βρέξας καὶ ἀποχυλίσας, πρόσβαλλε νίτρου λίτραν μίαν, ἀμμωνιακοῦ γ ο ἕξ, ὀποπάνακος, ἀλόης ἀνὰ γ ο αʹ. ταῦτα συλλειώσας ὁμοῦ, μῖξον καὶ κατάπλασον, προβρέχων τοὺς ἐπιδέσμους τῷ περιττεύσαντι ὄξει ἀπὸ τῶν ἰσχάδων, καὶ ἔα ἐπὶ ἡμέρας τρεῖς δεδέσθαι, καὶ θεραπεύσεις. ἐὰν δὲ ῥυτίδας ἔχῃ τὰς λεγομένας ὀζαίνα ς, βαλὼν σιδίων γ ο γʹ, στυπτηρίας, μίσυος, χαλκίτιδος, σώρεως, χαλκάνθης, ἰοῦ ἀνὰ γ ο αʹ καὶ συλλειώσας εἰς ἕν, ὥστε γενέσθαι ἔμπλαστρον, ἀποσμήξας τὸ ζῷον πρότερον οὔρῳ κατάπλασσε, καὶ ἐπίδησον ἐπὶ τρισὶν ἡμέραις, εἶτα ποίησον διακινῆσαι ἐν κάλπῃ, καὶ ῥόϊζε. εἶτα πάλιν ἀπόσμηξον τῷ οὔρῳ, καὶ κατάπλασσε ἐκ τοῦ αὐτοῦ φαρμάκου ταῖς ἴσαις ἡμέραις, καὶ θεραπεύσεις. ἀνακόλλημα εἰς τὸ αὐτό.
70 5 (t) [1] Βόλβων Μεγαρικῶν λίτραν αʹ, ᾠὰ εʹ, κοχλίων Ἄφρων λίτρας βʹ, μάννης λιβάνου λίτραν αʹ, ἀλόης, χαλκοῦ κεκαυμένου, κορι άνου ἄνθους ἀνὰ γ ο ἕξ· ταῦτα πάντα συντρίψας ἐν ὅλμῳ ἐπίχριε. πρὸς φλεγμονῶν σκορπισμόν.
70 6 (t) [5] Φίλικος ῥίζης, καλάμου ῥίζης, σκορόδου Γαλλικοῦ, ἐβίσκου, σύκου Ἄφρου, κυπαρίσσου σφαιρίων, κηροῦ, ἴρεως, σηπίας ὀστράκου κεκαυμένου ἀνὰ λίτραν αʹ· πάντα ἐν ὅλμῳ συντρίψας καὶ εἰς τὰ γόνατα τοῦ κτήνους δήσας, θεραπεύσεις ἄνευ σιδήρου. ἄλλο.
70 7 (t) [1] Κηροῦ λίτρας ἕξ, στέατος ἐλαφείου, χαλβάνης, λευκοΐων, πεπέρεως λευκοῦ, ἀμμωνιακοῦ, ῥητίνης τερβινθίνης, γεντιανῆς ἀνὰ γ ο γʹ, ἕκαστον εἶδος συμμίξας καὶ λειώσας, χρῶ. περὶ τρώσεως ἐν κοίλοις τόποις.
71 1-2 (t) Αψύρτου. Ἄψυρτος Πουπλίῳ Κοκκηΐῳ Ἰούστῳ ἑκατοντάρχῃ χαίρει ν .
71 1 [10] ἔγραψάς μοι ἐπερωτῶν, πῶς δεῖ θεραπεύειν τοὺς τετρωμένους ἐν τοῖς κοίλοις. θεραπευτέον δὲ οὕτως· δεῖ γαστρορραφεῖν τὸ περιτόνιο ν , ὅνπερ τρόπον οἱ ἰατροὶ ἐν ἀνθρώπ ῳ, ῥάμματι ἐρεῷ κεκλωσμένῳ μὴ λεπτῷ, καὶ ἐκλαμβάνειν τὰς ἀρχὰς ἔξω, καὶ τότε ἀγκτηριάζειν τὴν πιμελὴν καὶ τὴν βύρσαν σφηκώματι κανναβίνῳ κεκηρωμένῳ, καὶ θεραπεύειν τῷ τραυματικῷ. φλεγμονῆς δὲ γενομένης, καταχρίειν τῇ κιμωλίᾳ μετὰ ὄξους. ἑβδομαίου δὲ γενομένου, λύειν τὴν γαστρορραφίαν καὶ ἐξαιρεῖν τὸ ῥάμμα. ἐὰν δὲ ἔντερον προπέσῃ, σπόγγῳ βεβρεγμένῳ ὕδατι θερμῷ καὶ ἐκπεπιεσμένῳ ἀνωθεῖσθαι· αἱ γὰρ τῶν χειρῶν προσαγωγαὶ φλεγμονὰς ποιοῦσιν. ἐὰν δὲ ᾖ τετρωμένον τὸ ἔντερον ἢ τετυμπανωμένον, ἀπογινώσκειν δεῖ. ὁ δὲ ἐπίπλους ἐὰν ᾖ προπεπτωκώς, ψαλίζειν αὐτὸν δεῖ καὶ μὴ ἀνωθεῖσθαι.
71 2 [10] ἐὰν δὲ ᾖ τετρωμένος, καὶ πρόπτωσις μὴ γένηται, προβάλλῃ δὲ τὸν ἐμπρόσθιον πόδα, καὶ ἢ κατωπὸς ἢ σκυθρωπὸς ᾖ, καὶ διατιλήσῃ διὰ τῆς ἕδρας, γινώσκειν δεῖ, ὅτι τῶν ἐντός τι τέτρωται, καὶ ζῆν οὐ δύναται. ἐὰν δέ τι τῶν βαθυσάρκων τρωθῇ, μοτοῦν δεῖ ὄξει αὐτὰ καὶ ἐλαίῳ, καὶ ἀγκτῆρας ἐπιτιθέναι, ἐν οἷς ἀποδεθήσεται τὰ μότα, ἔστωσαν δὲ ἔρια. καὶ τοῦτο ποιεῖν μέχρι ἡμερῶν τριῶν. καὶ τότε λύειν τοὺς πόρπακας, καὶ ἐξαντλεῖν ὕδατι θερμῷ, καὶ τῷ ὀροβίνῳ καταπλάσσειν. ὅσα δὲ ἐν τοῖς γόνασιν ὑποκάτω συμβαίνει τραύματα, δυσαπούλωτά εἰσι διὰ τὸ εἶναι λιπόσαρκα καὶ λιπόδερμα. τῷ δὲ τετρωμένῳ ἐν τοῖς ὀπισθίοις ὑποκάτω εἰς τὸν βουβῶνα ἢ παρὰ τὴν χώρα ν, εὐχερῶς ὀπι σθότονος γίνεται, καὶ διαφωνεῖ. Ἱεροκλέους εἰς τὸ αὐτό.
71 3 [10] Τοὺς τετρωμένους ἐν τοῖς κοίλοις θεραπεύειν χρὴ οὕτως· ῥάπτειν γαστρορραφίδι ῥάμματι ἐρεῷ κεκλωσμένῳ μὴ λεπτῷ, εἶτα ἐκλαμβάνειν δεῖ τὰς ἀρχὰς ἔξω, καὶ τότε ἀγκτηριάζειν τὴν πιμελὴν καὶ τὴν βύρσαν σφηκώματι κανναβίνῳ κεκηρωμένῳ. θεραπεύειν δὲ χρὴ τὴν φλεγμονὴν καταχρίοντα κιμωλίαν μετὰ ὄξους. ἑβδόμης δὲ ἐπιστάσης ἡμέρας, λύειν τὴν γαστρορραφίδα, καὶ ἐξαιρεῖν τὰ ῥάμματα. ἐὰν δὲ ἔντερον προπέσῃ, σπόγγῳ βεβρεγμένῳ ὕδατι θερμῷ καὶ ἐκπεπιεσμένῳ ἀνωθεῖσθαι αὐτὸ χρή· αἱ γὰρ τῶν χειρῶν προσαγωγαὶ φλεγμονὰς εἰώθασιν προσποιεῖν. ἐὰν δὲ τετρωμένον ᾖ τὸ ἔντερον ἢ τετυμπανωμένον, χρὴ ἀπογινώσκειν.
71 4 [10] ἐὰν δὲ ὁ ἐπίπλους ᾖ προπεπτωκώς, ἀποψαλίζειν αὐτὸν ἢ εἴσω ὠθεῖν ἁρμόζει. ἐὰν μέντοι τετρωμένος ᾖ ὁ ἵππος, καὶ πρόπτωσις μὴ γένηται, προβάλλῃ δὲ τὸν ἐμπρόσθιον πόδα, καὶ σκυθρωπάζῃ, καὶ ἀποτιλήσῃ τι αἱμοειδές, γιγνώσκειν χρὴ τῶν ἐντὸς τετρῶσθαί τι, καὶ δυσσῴστως ἔχειν αὐτόν. ἐὰν δέ τι τῶν βαθυσάρκων τρωθῇ, πόρπαξι χρὴ διαλαβόντα μοτοῦν αὐτόν, ἐλαίῳ διαβρέξαντα τὰ μότα καὶ ἐπιδήσαντα, εἶτα λύειν τοὺς πόρπακας, καὶ ἐπαντλεῖν ὕδατι θερμῷ, καὶ τότε ὀροβίνῳ ἀλεύρῳ καταπλάσσειν. ὁ δὲ τετρωμένος ἐν τοῖς ὀπισθίοις ὑποκάτω εἰς τοὺς βουβῶνας, εὐχερῶς ὀπισθοτόνῳ ληφθεὶς διαφθείρεται. περὶ τοῦ κατὰ κρημνοῦ ἢ εἰς τάφρον ἐμπεπτωκότος.
72 1 (t) [10] Αψύρτου. Ἐὰν δέ ποτε γένηται κατακρημνισθῆναι τὸν ἵππον ἀπὸ ὕψους τινὸς ἢ ἐμπεσεῖν εἰς τάφρον μεγάλην, ὃ συμβαίνει ἐν ταῖς παρεμβολαῖς, καὶ τῶν μὲν ἄρθρων καὶ σκελῶν μηδὲν πάθοι, ὑποψίαν δὲ ἔχῃ ἠδικῆσθαί τι τῶν ἐντός, χρήσῃ ἐγχυματισμῷ τῷδε· ὀποῦ Κυρηναϊκοῦ διπλάσιον κυάμου διεὶς ἐν ὀξυκράτῳ, ἴσον ἑκατέρου ὅσον κοτύλαις δυσί, διδόναι διὰ τῶν μυκτήρων. ἢ κονίαν ἀπὸ τῆς ἑστίας διέντα ἐν ὕδατος κοτύλαις τέσσαρσι διηθήσαντα δι’ ὀθονίου (ἔστω δὲ ἡ κονία δρυΐνη ἢ πρινίνη) ἢ ἀκακίας τὸν χυλὸν τῆς πυρρᾶς ὅσον οὐγκίαν μίαν διέντα οἴνου κοτύλαις δυσίν. ἢ ῥόαν τὴν ἐσθιομένην κόψαντας διδόναι με τὰ οἴνου κοτυλῶν δύο διὰ τοῦ στόματος. ἐὰν δὲ πεσὼν ἀφοδεύσῃ ἢ ὑγρὰ τιλήσῃ, περίεργον τὸ ἐγχυματίζειν, ζῆν γὰρ οὐ δύναται. Ἱεροκλέους εἰς τὸ αὐτό.
72 2 (t) [10] Ἐάν ποτε συμβῇ κατακρημνισθῆναι τὸν ἵππον ἀφ’ ὑψηλοῦ ἢ εἰς βάθος ἐμπεσεῖν, καὶ τῶν ἄρθρων μηδὲν πάθοι, ὑποπτεύηται μέντοι ἠδικῆσθαί τι τῶν ἐντός· ὀποῦ Κυρηναϊκοῦ διπλάσιον κυάθου τῷ μεγέθει διεὶς ὕδατος κοτύλαις δυσίν, ἐγχυμάτιζε διὰ τῶν μυκτήρων. ἢ κονίαν ἀπὸ τῆς ἑστίας διέντα κοτύλαις τέτρασιν οἴνου καὶ διηθήσαντα δι’ ὀθονίου χρὴ διδόναι· ἔστω δὲ ἡ κονία δρυΐνη ἢ πρινίνη. ἢ χυλοῦ ἀκακίας τῆς πυρρᾶς ἢ ῥοιᾶς τρωξίμης γ ο αʹ διέντα οἴνου κοτύλαις τρισί, διδόναι διὰ στόματος. ἐὰν δὲ πεσὼν εὐθὺς ἀποτιλήσῃ, περίεργον ἐγχυματίζειν, οὐ δυνάμενον ζῆν. ἄλλο εἰς τὸ αὐτό.
72 3 (t) [1] Ἀλεύρου ὀροβίνου, τηλίνου, θερμίνου ἀνὰ ξέ. αʹ· ταῦτα ἀλέσας καὶ σήσας λεπτῶς, ἐπίβαλε οἴνου Ἰταλικοῦ ξέ. αʹ, καὶ μέλιτος ἡμίναν, καὶ φυράσας ὁμοῦ, ποίησον μάζαν μίαν, καὶ ἐπὶ ἡμέραις ἓξ δίδου. περὶ ἵππου λακτισθέντος.
73 1 (t) [10] Αψύρτου. Ὅταν γένηται μαχομένων τῶν ἵππων πρὸς ἀλλήλους λακτίζειν τοῖς ὀπισθίοις τοὺς ἀμφοτέρους εἰς τὸ κενόν, συμβαίνει ῥῆξιν γίνεσθαι τοῦ περιτονίου κατὰ τὸν κρεμαστῆρα τῶν ὄρχεων, καὶ ἐμπεσεῖν τὰ ἔντερα εἰς τὸν κώρυκον ἢ θυλάκην λεγομένην, καὶ ζῆσαι οὐ δύναται. σημεῖα δὲ ἔστι ταῦτα· ὀγκοῦται ὁ κώρυκος, καὶ περιπατῶν ἐφίσταται, καὶ οὐ τρώγει, οὔτε στῆναι δύναται, ἀλλὰ ῥίπτει ἑαυτόν, καὶ κυλίεται ἀνανεύων ἐπὶ τὴν ῥάχιν. ἐπιζῇ δὲ ἡμέραν μίαν ἢ δύο, τῇ δὲ τρίτῃ διαφωνεῖ. οὐκ ἐμπίπτουσι δὲ αὐθημερὸν τὰ ἔντερα, ἀλλὰ τῇ ἐπαύριον. ἄλλο εἰς τὸ αὐτό.
73 2 (t) [1] Ἅλμην ποιήσας καὶ μίξας μετ’ ἐλαίου, ἐγχυμάτιζε, προσμίσγων καὶ ὕδωρ θαλάττιον καὶ οἴνου τὸ ἀρκοῦν. Ἱεροκλέους εἰς τὸ αὐτό.
73 3 (t) [10] Λακτισθεὶς δὲ ἵππος ὑφ’ ἑτέρου ἵππου εἰς τὸ κενόν, καὶ σφοδρῶς ῥαγέντος τοῦ περιτονίου κατὰ τὸν κρεμαστῆρα τῶν ὄρχεων, κινδυνεύει. περιπατῶν γὰρ ἐφίσταται 〈καὶ οὐ τρώγει〉, ἵστασθαι δὲ μὴ δυνάμενος, ῥίπτει ἑαυτὸν καὶ κυλίεται, καὶ ἀνανεύει ἐπὶ τὴν ῥάχιν. διαφθείρεται δὲ τῇ τρίτῃ ἡμέρᾳ. τότε γὰρ ἐμπίπτει τὰ ἔντερα αὐτοῦ εἰς τὸν λεγόμενον θύλακον, καὶ οὐκ αὐθημερόν. ἐὰν δὲ δηχθῇ ἵππος ὑφ’ ἑτέρου, καταβρέχειν χρὴ τὰ δήγματα ὀξάλμῃ. τὰ δὲ κατὰ τὰ νεῦρα γινόμενα εὐχερῶς χωλοὺς ποιεῖ. θεραπεύεται μέντοι τῇ ἀλθαίᾳ, ὡς ἄνω γέγραπται. περὶ καταγμάτων.
74 1-2 (t) Αψύρτου. Ἄψυρτος Φρόντωνι Ἐφεσίῳ ἱπποϊατρῷ χαίρει ν .
74 1 [15] ὅσα τῶν θραυσμάτων συμβαίνει ὑποκάτω τοῦ γόνατος ἐν τοῖς ὀπισθίοις καὶ ἐμπροσθίοις, θεραπεύεται οὕτω· δεῖ κατατάσσειν εἰς τάξιν τὸ κάταγμα, καὶ οὕτω δεσμεῖν, προϋποτιθέντα ἔρια ῥυπαρὰ τελαμῶσι λινοῖς διαβρόχοις ὄξει καὶ ἐλαίῳ, ὅσοι ἱκανοί εἰσιν, ἴσοις, μὴ διαρρόμβοις, ἠραιωμένοις καὶ ἀφεστηκόσι, καὶ ὡσαύτως ἐπιρρίπτειν τὰ ἔρια βεβρεγμένα καὶ καταλαμβάνειν. καὶ πλάστιγγας προστιθέναι τρεῖς, καὶ δεσμεύειν ἐξ ἑκατέρου μέρους ἅμματι τῷ λεγομένῳ λύκ ῳ, καὶ τηρεῖν ὀρθὸν ἡμέρας τεσσαράκοντα, ὧν ἐν ταῖς εἴκοσι λύειν δεῖ τρὶς καὶ πάλιν δεσμεῖν, καὶ καταβρέχειν τῷ ὀξελαίῳ καθ’ ἡμέραν, καὶ μετὰ ταῦτα λύειν, εἶτα πάλιν ἐπιδεσμεῖν, ὡσαύτως καὶ τὰς πλάστιγγας ἐπιθεῖναι. διελθουσῶν δὲ τῶν τεσσαράκοντα, ἐὰν ᾖ πεπηγὼς καὶ περιπατῶν, λύε καὶ χρῶ μαλάγματι τῷ διὰ τοῦ στέατος, καὶ περιπατείτω κατ’ ὀλίγον. ὅσα δὲ ἐπάνω τοῦ γόνατος κατάσσεται, μὴ ἅπτου· οὐ γίνεται γὰρ ὑγιῆ.
74 2 [10] καὶ ἐὰν ὁ μηρὸς κατεαγῇ, ἀπογίνωσκε. ὤμου δὲ θραυσθέντος, οὐκ ἔστι θεραπεία· ἐπιγίνεται γὰρ ὀπισθότονος. ἐὰν δέ ποτε συμβῇ θραῦσιν γενέσθαι μετὰ τραύματος, καὶ διακοπῇ ἡ βύρσα, μὴ ἅπτου μηδὲ τὰ ὑποκάτω δέσμευε· σηπεδὼν γὰρ ὑποτρέχει. ἐὰν δὲ ἡ πλευρὰ κατεαγῇ, ὑγιὴς γίνεται. μηδέποτε δὲ κατάγματι πῶρον πεποιηκότι καυτήριον ἐπιθῇς· ἀναβαλλομένων γὰρ τῶν ἐσχαρῶν, λύσις γίνεται τοῦ πώρου, καὶ ἔσται σοι πάλιν θεραπεύειν. Ἱεροκλέους εἰς τὸ αὐτό.
74 3 [10] Εἰ κάταγμα συμβῇ ὑποκάτω τοῦ γόνατος ἐν τοῖς ἐμπροσθίοις ποσί, θεραπεύεται οὕτως· τυπώσας εἰς τάξιν τὸ ἄρθρον, εἶτα περιθεὶς ἔρια ῥυπαρά, δέσμει ἐν ἅμμασι διαβρόχοις ὄξει καὶ ἐλαίῳ, ἴσοις ἀκριβῶς καὶ συνημμένοις. ἐπιθείς τε ὁμοίως ἔρια βεβρεγμένα, πλαστίγγιά τε προσθείς, ὡς ἔθος, δέσμει ἐξ ἑκατέρου μέρους ἅμματι τῷ καλουμένῳ λύκῳ, καὶ τήρει ὀρθὸν ἐπὶ ἡμέρας τεσσαράκοντα, ὧν ἐν ταῖς κʹ λύε τρίς, καὶ πάλιν δέσμει καταβρέχων τῷ ὀξελαίῳ καθ’ ἡμέραν, καὶ προστιθεὶς τὰ πλαστίγγια μετὰ κʹ ἡμέρας. διελθουσῶν μέντοι τῶν μʹ ἡμερῶν, ἐὰν ᾖ πεπηγὼς ὁ πῶρος, χρῶ μαλάγματι τῷ διὰ στέατος, καὶ περιπατείτω κατ’ ὀλίγον. εἰ δὲ ἐπάνω τοῦ γόνατος ἢ μηρὸς κατεαγῇ, δυσθεράπευτός ἐστι.
74 4 [5] καὶ ἐὰν συμβῇ τὴν θραῦσιν γενέσθαι μετὰ τραύματος καὶ διακοπῆς, ὁμοίως σφαλερόν. ἐὰν δὲ ἡ πλευρὰ κατεαγῇ, ῥᾳδία γίνεται ἡ ἴασις. μηδέποτε δὲ κατάγματι πῶρον πεποιηκότι καυτήριον προσαγάγῃς. λυθέντος γὰρ τοῦ πώρου, ὁ τόπος δυσθεράπευτός ἐστιν. εἰδέναι γε μὴν χρή, ὡς κερκὶς τοῦ ὀπισθίου ποδὸς κλασθεῖσα οὐ συμφύει, τῷ μυελὸν μὴ ἔχειν ἀλλ’ αἷμα, καὶ μάλιστα ὄνου καὶ ἡμιόνου. ἄλλο εἰς τὸ αὐτό.
74 5 (t) [10] Ὅταν σκέλος κατεαγῇ καὶ τὴν βύρσαν ἐκδαρῇ καὶ τὸ ἄρθρον ἐκπέσῃ, περιθεὶς τὴν βύρσαν καὶ ἁρμόσας τὸ ἄρθρον, κατάχρισον τῷ φαρμάκῳ μὴ λίαν ζεστῷ, καὶ ἐπίδησον, καὶ κρεμάσας τὸ κτῆνος ἐπάλειφε τὰ κύκλῳ οἰνελαίῳ. ἔστι δὲ τὸ φάρμακον τοῦτο· πίσσης ὁλκὰς κʹ, ὀποπάνακος, ῥητίνης τερεβινθίνης, ἰξοῦ δρυΐνου, κηροῦ ἀνὰ λίτρας ιʹ, ἀσφάλτου λίτρας εʹ, ἀμμωνιακοῦ θυμιάματος, ῥητίνης πιτυΐνης, χαλβάνης ἀνὰ λίτρας ἕξ, μάννης, βδελλίου ἀνὰ λίτρας δʹ, σμύρνης λίτρας βʹ, τὴν ἄσφαλτον καὶ τὴν ῥητίνην καὶ τὴν πίσσαν καὶ τὸν κηρὸν ὁμοῦ τήξας, καὶ τὸ ἀμμωνιακὸν πρὸς πῦρ θερμάνας καὶ πλατύνας, ἐπίβαλλε. τὴν σμύρναν δὲ καὶ τὸ βδέλλιον κόψας μίσγε τελευταῖα, εἶτα τὸν ὀποπάνακα βαλὼν εἰς κάκκαβον καὶ τὸν ἰξόν, εἶτα τὴν χαλβάνην, καὶ ἔσχατον τὰ κεκομμένα ἐπιπλάσσων ἐν ὀθονίῳ χρῶ. ἄλλο Ἱπποκράτους περὶ κατάγματος κεφαλῆς.
74 6 (t) [1] Κατάγματος γενομένου ἐν κεφαλῇ, ἐὰν διακοπῇ τὸ ὀστοῦν ἢ ἡ μῆνιγξ, οἱ ὀφθαλμοὶ ὕφαιμοι γίνονται καὶ αἵματος πλήρεις, καὶ βήττει, καὶ τὰ σκέλη ἔχει διῳδηκότα. ὁ τοιοῦτος δὲ σωθῆναι οὐ δύναται. Ἱεροκλέους ἔμπλαστρος εἰς τὸ αὐτό.
74 7 (t) [t2] Λιθαργύρου, ὄξους ἀνὰ λίτραν αʹ, ἐλαίου λίτρας α c ʹ, ἀμμωνιακοῦ γ ο γʹ, κηροῦ γ ο βʹ, ῥητίνης γ ο βʹ, τερεβινθίνης γ ο γʹ, ἀσφάλτου, πίσσης, ἰοῦ ἀνὰ γ ο ἕξ· ἕψει τὸ ὄξος καὶ τὸ ἔλαιον καὶ τὴν λιθάργυρον. εἶτα μέλλουσιν αὐτοῖς συστρέφεσθαι ἐπίβαλε τὴν πίσσαν, ἕως καὶ αὐτὴ λυθῇ καλῶς. καὶ ἄρας ἀπὸ τοῦ πυρὸς τὸ τρουλίον, ἐπίβαλλε τὴν ἄσφαλτον, μὴ κινῶν αὐτήν. ὅταν δὲ καὶ αὐτὴ λυθῇ, προστίθει καὶ τὰ λοιπά, καὶ ἕψει. εἶτα, ὡς ἂν συστραφῇ, λαβὼν διήθησον εἰς ἴγδιν. ἔμπλαστρος ἡ καλουμένη βαρβάρα, ποιοῦσα πρὸς κατάγματα.
74 8 (t1) [5] Ὄξους δριμέος, ἐλαίου κοινοῦ, λιθαργύρου ἀνὰ λίτραν αʹ, πίσσης ξηρᾶς γ ο ϛʹ, κηροῦ γ ο ϛʹ, ἀσφάλτου Ἰουδαϊκῆς γ ο δʹ, ἀμμωνιακοῦ γ ο βʹ· λειώσας τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου, ἕψει ἐπὶ πλέον. καὶ ἐπειδὰν ζέσῃ ἱκανῶς, ἐπίβαλλε τὰ τηκτά· πρῶτον τὴν πίσσαν τετριμμένην, καὶ ὅταν αὐτὴ διαλυθῇ, ἄρας τὸν κάκκαβον ἀπὸ τοῦ πυρός, προσεπίβαλλε καὶ τὴν ἄσφαλτον, καὶ ἔα λυθῆναι. εἶτα ἐπιθεὶς πάλιν ἐπὶ τοῦ πυρός, ὅταν ἀναζέσῃ, πρόσβαλλε καὶ τὰ λοιπά. ἔμπλαστρος ξανθὴ εἰς τὸ αὐτό.
74 9 (t) [5] Πίσσης ξηρᾶς λίτραν αʹ, κηροῦ γ ο βʹ, μάννης λιβανωτοῦ γ ο αʹ, ἀμμωνιακοῦ θυμιάματος γ ο δʹ, ῥητίνης ξηρᾶς γ ο αʹ, χαλβάνης γ ο αʹ, ὄξους κοτύλας βʹ. ἑψήσας τὴν πίσσαν καὶ τὸ ὄξος, ἐπίβαλλε τὸ ἀμμωνιακὸν πλατύνων εἰς τὸ πῦρ, ἢ κόπτων καὶ σήθων. ἄμεινον δὲ ποιεῖν ἐν ὄξει τήκεσθαι καὶ ἐγκατακενοῦν τῇ χύτρᾳ. ἔπειτα τὴν ῥητίνην καὶ τὴν μάνναν καὶ τὴν χαλβάνην ἐπίβαλλε. ἄλλο.
74 10 (t) [1] Ἐλαίου παλαιοῦ ξέ. αʹ, ἀξουγγίου, λιθαργύρου ἀνὰ λίτραν αʹ· ταῦτα ὁμοῦ ἕψει, ἕως οὗ πομφόλυγες ἐκβρασθῶσιν, καὶ χλιαρῷ ὄντι τῷ φαρμάκῳ κατάχριε. περὶ χολέρας ὑγρᾶς καὶ ξηρᾶς.
75 1-2 (t) Αψύρτου. Ἄψυρτος Ἰουλίῳ Φρόντωνι ἑκατοντάρχῃ χαίρει ν .
75 1 [5] ἔγραψάς μοι ἐπερωτῶν, τίνα τὰ σημεῖα χολέρας ξηρᾶς. ἔστι δὲ τάδε· θερμὸς ὅλος γίνεται τῷ σώματι, μάλιστα δὲ τῇ κοιλίᾳ, καὶ ἀφοδεύων μετὰ βίας ἐκκρίνει (διὸ καὶ ξηρὰ λέγεται) καὶ διαφεύγει τὸ κατακεῖσθαι, καὶ ὀδυνᾶται σφόδρα, τό τε στόμα θερμὸν ἔχει καὶ κατάξηρον. συμβαίνει δὲ τοῦτο, ὅταν μὴ εὐέξοδος γένηται ἡ χολὴ διὰ τοῦ πόρου τοῦ ἐπὶ τὴν κύστιν ἄγοντος, καὶ διὰ τῆς οὐρήσεως ἔκκρισιν λάβῃ, ἀλλ’ ἐμμείνῃ, καὶ ἐν ὁδοιπορίᾳ γένηται ἢ δρόμῳ. θεραπεύεται δὲ κλυζόμενος νίτρῳ καὶ ἐλαίῳ μεθ’ ὕδατος, καὶ τῶν ἔργων παῦλαν ἔχων καὶ ἐν ἡσυχίᾳ ἑστώς. ἐσθι έτω δὲ χόρτον χλωρὸν ἁπαλόν, εἰ δὲ οὐκ ἔστι, τὸν ξηρὸν καταρραίνοντας νίτρῳ ἢ γλυκεῖ ἢ ὑδρομέλιτι παραβάλλειν, καὶ μαλάχην ἀφεψήσαντας ὕδατι θερμῷ μετὰ οἴνου γλυκέος, ἐγχυματίζειν διὰ τῶν ῥινῶν. κριθὰς δὲ μὴ παραβάλλειν, ἄχρις οὗ καθαρθῇ, βρέχοντα δὲ διδόναι τὸ ἀπόβρεγμα πιεῖν μετὰ τοῦ νίτρου, καὶ τρίψει μὴ πολλῇ χρῆσθαι. ἔστω δὲ ὁ κλυστὴρ ἀσκίον, καλάμιον ἔχον ἐνδεδεμένον καὶ κεκηρωμένον, τὸ προστιθέμενον τῷ σφιγκτῆρι. δεῖ δὲ τὰ παρακείμενα κόπρια προεκκομίσασθαι τῇ χειρί. ὑγρᾶς δὲ ἐπιγενομένης ἐπιγνωσθήσεται διὰ τούτων· ὀφθαλμοὶ μήλινοι γίνονται καὶ στίλβοντες, ῥώθωνας διεσταλμένους ἔχει, ἱδροῖ τε τὰ ὦτα καὶ τὰς λαγόνας, τό τε στόμα θερμὸν ἔχει, καὶ αἱ ὑπὸ τὴν γλῶσσαν φλέβες ὡσαύτως μήλινοι, καὶ ἐκτινάσσων ἑαυτὸν στένει.
75 2 [10] ἐνίοτε δὲ καὶ χωλαίνει τινὰ τῶν σκελῶν καὶ οἰδοῦντα ἔχει. οὐρεῖ δὲ ὠχρὸν καὶ χολῶδες. κατακλιθεὶς δὲ καὶ ἐκτείνας ἑαυτὸν στένει. λέγεται δὲ βοηθεῖσθαι ἐγχυματιζόμενος ὀξυκράτῳ ἴσον ἑκατέρου κοτύλαις δυσί. ἡμεῖς δὲ ἐχρησάμεθα καὶ τούτοις· κύμινον καὶ θύμον ἴσον ἑκατέρου τρίψαντες, οἴνῳ καὶ μέλιτι πλήθει κοτύλης, καὶ ὕδατος τὸ αὐτὸ μιγνύντες, ἐγχυματίζομεν διὰ τοῦ στόματος, καὶ αἷμα ἀφαιροῦμεν ἐκ τῶν μεσοκυνίων. παραγγέλλουσι δέ τινες λούειν αὐτόν, ἕτεροι δὲ τῇ ἀπὸ τοῦ πυρὸς χρῶνται ἀλέᾳ καὶ καπνοῦ. Ἱεροκλέους εἰς τὸ αὐτό.
75 3 [5] Ἐὰν χολέρᾳ συνέχηται ὑγρᾷ, ἡ κοιλία ὑγραίνεται, καὶ στρόφοι ἐγγίγνονται, καὶ ἑστὼς ἐν τῇ ἱπποστασίᾳ τὸ στῆθος πρὸς τὸν τοῖχον ὠθεῖ, καὶ δυσκόλως παρίσταται, καὶ λακτίζει, καὶ πέφρικε, καὶ οὐρεῖ παχὺ καὶ μέλαν. κράμβης οὖν ἀγρίας φύλλα τρίψας καὶ ἀναζέσας ἐν οἴνου παλαιοῦ κοτύλαις δυσὶ καὶ μέλιτος ἡμικοτυλίῳ, ἐγχυμάτιζε διὰ στόματος. τὸ αὐτὸ δὲ ποιεῖ καὶ ὀποπάναξ καὶ πέπερι τριφθέντα μετὰ τοῦ παλαιοῦ οἴνου καὶ ἐγχυματισθέντα. τῇ δὲ τροφῇ τῇ εἰθισμένῃ χρήσθω, ὀλίγον μέντοι ἐλάττονι. ἡ δὲ ξηρὰ χολέρα θεραπεύεται οὕτως· κράμβης ἀγρίας ὁμοίως καὶ νίτρου τριφθέντων ἐν οἴνῳ, καὶ ἐγχυματισμοῦ προσενεχθέντος, προσαντλείσθω ψυχρῷ ὕδατι κατὰ τὸν ὀμφαλόν.
75 5 [5] Στρατόνικος δὲ συντάσσει μέλιτος ὀξύβαφον καὶ μαράθου σπέρματος ὀξύβαφον, μελιλώτου ὁλκὴν τρίψαντα ἐν οἴνου κοτύλῃ καὶ ὕδατος ξέσταις ἕξ, ἐγχεῖν διὰ στόματος. ἐὰν δὲ ἡ κοιλία ὑποστῇ, κλυστῆρα ἐνθέντα τὸ πνεῦμα ἐκβαλεῖν, ἢ καὶ παιδαρίου διὰ τῆς ἕδρας καθέντος τὴν χεῖρα ἐκκαθᾶραι τὰ κόπρια. ποτίζειν δὲ χλιαρῷ, κατὰ βραχὺ νίτρον παραβάλλοντα, καὶ χόρτον ἁπαλὸν διδόναι. ἄλλο.
75 6 (t) [5] Ἐχίου ῥίζης τέταρτον μνᾶς κόψας καὶ τρίψας, μετὰ οἴνου ἔγχει. ἢ κιττοῦ πέταλα οἴνῳ μεμιγμένα μέλανι, ἢ σίδια καὶ ἀγριέλαιον κόψας καὶ ὑγράνας οἴνῳ, πρόσαγε τῷ στόματι, ὥστε καταπιεῖν. ἐὰν δὲ μὴ πρὸς ταῦτα παύηται, τὰς ἐπάνω τῶν μυκτήρων φλέβας κεντήσας, αἷμα ἀφαίρει. ἄλλο περὶ χολέρας ὑγρᾶς.
75 7 (t) [1] Πυροὺς δίδου πεφρυγμένους, καὶ ἄλευρα πύρινα, καὶ τὴν Ἡράκλειον πόαν καλουμένην τρίβων καὶ οἴνῳ διείς, ἔγχει εἰς τὸ στόμα μετὰ γάλακτος καὶ οἴνου. ἄλλο.
75 8 (t) [8] Ἐὰν χολέρα ἐνοχλῇ τῷ ζῴῳ, καὶ οὐ δύναται κοιμᾶσθαι, μύρτον ἄγριον τρίβων καὶ οἴνῳ μίσγων, ἐγχυμάτιζε εἰς ἀμφοτέρους τοὺς μυκτῆρας, κριθάς τε μὴ χόρταζε 〈καὶ ὕδατος θερμοῦ συντετριμμένης ἀπὸ κριθῆς καὶ ἀπὸ τῆς τροφῆς αὐτοῦ ἥττω δώσεις, μέχρις ὅτου ἱλαρὸς γένηται〉. ποίει δὲ αὐτῷ καὶ κατάκλισιν καὶ στάσιν ἁπαλωτέραν. ἄλλο. Κισσὸν μέλανα τρίψας μετὰ οἴνου ἐγχυμάτιζε. Εὐμήλου πρὸς χολὴν ἐπαχθῆ.
75 9 (t) [11] Ἐπαχθὴς χολὴ διὰ τῆς κατὰ γαστέρα φλεγμονῆς διαγινώσκεται. δεῖ τοίνυν ἐμβάλλοντα τὴν χεῖρα τὴν κόπρον ἀφέλκειν ἔξω, καὶ μετὰ ταῦτα ὀρίγανον ἀγρίαν καὶ ἀγριοσταφίδα καὶ ἅλας λεπτὸν μετὰ μέλιτος ἡψημένου μῖξαι, καὶ ποιήσαντα κολλούρια ἐμβαλεῖν. τοῦτο καὶ κοιλίαν καθαίρει καὶ τὴν χολὴν ὑπάγει. τινὲς δὲ σμύρνης λελειωμένης γ ο γʹ μετὰ οἴνου εἰς τὸν λαιμὸν ἐμβάλλουσιν, καὶ τὸν δακτύλιον πίσσῃ ὑγρᾷ ἀλείφουσιν. ἕτεροι δὲ θαλαττίῳ ὕδατι τὴν γαστέρα κλύζουσιν. ἄλλοι δὲ νεαρᾷ ἅλμῃ τὸ αὐτὸ πράττουσιν. ἄλλο. Πράσων τὰς κεφαλὰς κόψας καὶ κριθαῖς χλωραῖς συνεψήσας, τὸν χυλὸν δίδου πιεῖν χλιαρόν. ἄλλο.
75 10 (t) [20] Χολὴ καὶ ὑγρὰ καὶ ξηρὰ τίκτεσθαι πέφυκεν, ἥτις μάλιστα ὄνων καὶ ἡμιόνων τὰ γένη λυμαίνεται. τῆς οὖν ξηρᾶς σημεῖα ταῦτα· σπᾶται κατὰ παντὸς τοῦ σώματος, καὶ τοῖς ὄνυξι τύπτει τὴν φάτνην, ὥσπερ ἐπτοημένος, καὶ τοὺς ὀφθαλμοὺς τετάρακται οὕτως, ὡς ἀντιβλέπειν ἀνθρώπῳ μὴ δύνασθαι, τήν τε φορβεὰν ἕλκειν ἐφ’ ἑαυτὸν βιάζεται, καὶ κυλίεται πυκνότερον. συμβαίνει δὲ τοῦτο, ἡνίκα τὰ περὶ τὴν καρδίαν χολῆς εἴη πεπληρωμένα. αἷμα τοίνυν ἀπό τε τοῦ τένοντος καὶ τῶν κροτάφων λάμβανε, καὶ μετ’ αὐτοῦ τὸ ζῷον ἀπότριβε, τέσσαράς τε ξέστας οἴνου διὰ τῶν μυκτήρων ἔμβαλλε πρὸς τὸ διὰ τῆς τοιαύτης πλησμονῆς εὐχερῶς αὐτὸν ἐμέσαι δυνηθῆναι· διὰ γὰρ τούτου καὶ τὴν γαστέρα λύεσθαι συμβαίνει. εἰ δὲ τοῦτο μὴ γένηται, ὑποκένου τὴν κοιλίαν, ἢ ἐλλεβόρου μέλανος δραχμὴν μίαν καὶ λινοσπέρματος τὸ ἴσον λειώσας, καὶ μίξας οἴνου κοτύλαις δυσί, διὰ στόματος δίδου. εἰ δὲ μὴ εὑρεθείη λινόσπερμα, ἀσκαμμωνίας δραχμὰς δύο βαλὼν δίδου, μετέπειτα δὲ ἀψίνθιον καὶ κενταύριον ἐν μελικράτῳ ἀποβρέξας. διὰ τῶν μυ κτήρων ἔγχει. λοῦε δὲ καθ’ ὅλου ὕδατι ψυχρῷ. ἢ λιβάνου μάννης, σμύρνης τὸ ἴσον λειώσας ἅμα, ἔγχει διὰ στόματος. ἢ μυγαλῆν μετ’ αὐτῶν λειώσας, καὶ μετ’ οἴνου λευκοῦ κοτύλης μιᾶς [καὶ] θερμάνας, διὰ τῆς ἀριστερᾶς ῥινὸς ἔμβαλλε. ἄλλο περὶ ὑγρᾶς.
75 11 (t) [5] Τῆς ὑγρᾶς χολῆς σημεῖα ταῦτα· κείμενος οὐκ εὐχερῶς ἐγείρεσθαι δύναται, διεγειρόμενος τρέμει καὶ συμπίπτει. συμβαίνει δὲ τοῦτο, εἰ κριθὴν νεαρὰν μήτε βεβρεγμένην μήτε κεκομμένην φάγοι, ἢ καὶ σφοδρότερον κινηθεὶς πίοι ὕδωρ ψυχρόν. θεράπευε δὲ οὕτως· κηκῖδος γ ο γʹ, πίτυος μίαν, ῥοῦ βυρσοδεψικοῦ τὸ ἴσον, φλοιοῦ μήλου ἐρυθροῦ τὸ ἴσον λειώσας καὶ προσβαλὼν οἴνου κοτύλην μίαν, καὶ χλιάνας καὶ διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἐγχέας, περιπατεῖν ἀνάγκαζε. ἄλλο.
75 12 (t) [10] Τῶν χολερικῶν σημεῖα ταῦτα· καθ’ ἕκαστον πόδα χωλεύουσι, τὸ δέρμα τεταμένον ἔχουσι, τὰς φλέβας γεμούσας αἵματος, πολλὴ δὲ τούτοις συμβαίνει θερμότης. θεραπεύειν οὖν χρὴ τρόπῳ τοιῷδε· αἷμα τοῦ τραχήλου λαμβανέσθω, καὶ τῇ ἑξῆς σμιλίῳ ἡ φλὲψ ἐπανοιγέσθω, καὶ εἰ μοχθηρὸν καὶ πελιδνὸν εἴη τὸ αἷμα, μέχρι καθαροῦ αἵματος ῥεύσεως ἀπορρεῖν συγχωρείσθω, καὶ μελίκρατον διὰ στόματος ἐμβαλλέσθω. τροφῇ δὲ χλωρᾷ καὶ ἀλεύροις τρεφέσθω, προσβαλλομένου μέλανος οἴνου. τὸ δέρμα κυλισμοῖς καὶ ἀνατρίψεσι χαυνούσθω. τινὲς δὲ καὶ κισσοῦ φύλλα τρίψαντες οἴνῳ τε μίξαντες καὶ χλιάναντες, διὰ μυκτῆρος ἐνέχεον. περὶ καρκινώματος.
76 1 (t) [5] Ἱεροκλέους. Τὰ καρκινώματά φησι δεῖν Ἱερώνυμος τέμνειν, ἐὰν ὁ τόπος ἐπιδέχηται· εἰ δὲ μή, καταπλάσσειν καρκίνους ποταμίους καύσαντα, καὶ μετὰ ὀξηρᾶς τρυγὸς τρίψαντα καὶ φυράσαντα ἐπιτιθέναι πίτυος φλοιὸν κεκομμένον καὶ ἶριν κεκομμένην καὶ κωνείου σπέρμα καὶ σικύου ἀγρίου ῥίζαν κόψαντα μετὰ ὕδατος ψυχροῦ καὶ ὄξους καταπλάσσειν. ἐὰν μέντοι ἑλκωθῇ, ὕδωρ μὴ προσάγειν, ἀλλὰ πλύνειν οἴνῳ. φαρμάκῳ δὲ χρῆσθαι· μολύβδαιναν καὶ χάλκανθον κεκομμένα, κονίᾳ ἀσβέστου μίξαντα ἐξίσης ξηρᾶς, ἐπιτιθέναι. τὰ δὲ κύκλῳ ἐλαίῳ ἐπαλείφειν. ἄλλο.
76 2 (t) [1] Ἐὰν καρκίνωμα σχῇ ζῷον, χρὴ τοῦτο περιτέμνεσθαι, καὶ μετὰ ταῦτα μέχρι τῆς ζώσης σαρκὸς ἐπικαίεσθαι, καὶ κανθαρίδας λελειωμένας μετὰ στυπτηρίας καὶ ἐλαίου κυπρίνου ἐπιτιθέναι. ἄλλο Ἱπποκράτους εἰς τὸ αὐτό.
76 3 (t) [10] Τῶν δὲ καρκινωμάτων ἀρίστη ἐστὶ καὶ ταχίστη ἡ διὰ τοῦ μαλάγματος τοῦ κωνείου καὶ ῥητίνης καὶ ἰξοῦ καὶ χαλβάνης σύνθεσις. ταῦτα ἑψήσας, χρῶ θερμῷ τῷ βοηθήματι, ἐὰν ὁ τόπος ἐπιδέχηται· εἰ δὲ μή, καταπλάσμασι ξηροῖς καὶ τηκτοῖς τούτοις· καρκίνους ποταμίους καύσας καὶ τρίψας, ἐπιτίθει μετὰ τρυγὸς ὀξηρᾶς πίτυός τε φλοιὸν κεκομμένον καὶ κίσηριν κεκαυμένην καὶ κωνείου σπέρμα καὶ σικύου ἀγρίου ῥίζαν κόψας ὁμοῦ, μεθ’ ὕδατος ψυχροῦ καὶ ὄξους κατάπλασσε, καὶ αὖθις περίπλυνε οἴνῳ. φαρμάκῳ δὲ χρῶ τούτῳ· τρύγα λευκὴν καύσας μετὰ μολυβδαίνης καὶ χαλκάνθης κεκομμένων, καὶ λαβὼν πρὸς ταῦτα κονίαν ἀσβέστου, ἄγαν ξηρὰ πρόσαγε. τὰ δὲ κύκλῳ ἐλαίῳ ἐπάλειφε. εἰ δὲ ἀποσκληρύνεται, ὀρόβους καὶ μέλι ἄλειφε. ἄλλο.
76 4 (t) [1] πρὸς τὰ ἐν ὀφθαλμοῖς καρκινώματα. 〈Ἐὰν θανάτου κίνδυνον ὑπομείνῃ τὸ ζῷον, οὕτω θεραπεύσεις·〉 ὀρόβους ἀληλεσμένους μετὰ ἐλαίου ῥοδίνου καὶ ᾠοῦ ἔμβαλλε, καὶ μετὰ τὸ καθαρθῆναι τὸ τραῦμα μέλιτι Ἀττικῷ ἔγχριε, ὥστε συνουλωθέντος τοῦ τραύματος ἰαθῆναι. περὶ μελικηρίδων.
77 1 (t) [10] Ἱεροκλέους. Τὰς μελικηρίδας καὶ τὰς πομφόλυγας καίειν Ἱερώνυμος συμβουλεύει καυτηρίοις ὀρθοῖς, ἕως ἂν διακαύσῃς τὸ δέρμα, τοῦ χιτῶνος φειδόμενος, τὸ ὑγρόν τε ἐκθλίβειν, ὥστε μηδὲν ἐξ αὐτοῦ ὑπολιπεῖν. τὰς δὲ καύσεις θεραπεύειν κηρῷ καὶ ἐλαίῳ καὶ στέατι συντήξαντα αὐτά. κἂν μὲν ᾖ θάλασσα, λούειν τῇ θαλάττῃ, εἰ δὲ μή, ὕδατι ψυχρῷ προσαντλεῖν. ἤρεσε δέ τισι καυτηριάζειν τὰς μελικηρίδας χαλκοῖς καὶ μὴ σιδηροῖς ὀργάνοις. ἔχεις καὶ ἐμπλάστρου σκευασίαν πρὸς μελικηρίδας ὑποτεταγμένην ἐν τοῖς συντάγμασι τῶν φαρμάκων πρὸς τῷ τέλει τοῦ βιβλίου τούτο υ. ἄλλο.
77 2 (t) [10] Παραπρήσματα δὲ λέγεται ἢ μελικηρίδες, ὑπό τινων δὲ ὑδατίδες, ἅτινα γίνεται ἐν τοῖς κυνόποσιν ἢ σφυροῖς λεγομένοις. ταῦτα οὐ δεῖ καίειν, εἰσὶ γὰρ κρισσοί. ἔστι δὲ καὶ ἕτερόν τι γένος κρισσῶν, ὃ γίνεται μὲν κρυπτῶς, ἐπιγινώσκεται δέ, ὅταν ἀναπέσῃ ἐν τῇ στάσει καὶ ποιήσῃ πλείονα χρόνον κατακείμενος. ἐγερθῆναι γὰρ οὐ δύναται, ἐὰν μήτις αὐτῷ βοηθήσῃ. ἀναστὰς δὲ ἀποτέτακε τὸν μηρὸν καὶ τὸ σκέλος καὶ ἐπισύρει μακρόν. μάλιστα δὲ αὐτῷ χειμῶνος τοῦτο συμβαίνει· ἀποκαθίσταται δὲ ἐλαυνόμενος καὶ περιπατήσας εἰς τὸ κατὰ φύσιν. Θεομνήστου εἰς τὸ αὐτό.
77 3 (t) [5] Ἡ μελικηρὶς ὄγκος ἐστὶ περὶ τὰ ἄρθρα γινόμενος ὑγρὸς καὶ παχύς, ἐν ᾧ καὶ μεταβαλλόμενος εἰς μέλιτος πάχος καὶ χρόαν, εἴληφε καὶ τὸ ὄνομα. θεραπεύεται δὲ τοιῷδε φαρμάκῳ· ἐλαίου λίτρας δʹ, ἀμμωνιακοῦ θυμιάματος, μολυβδαίνης, ψιμυθίου ἀνὰ 𐆃 αʹ, χαλκοῦ κεκαυμένου γ ο τὸ ἥμισυ, ἰοῦ γ ο ηʹ μίξας χρῶ. θερμοτέρῳ δὲ χρίων τῷ φαρμάκῳ θᾶττον διαφορήσεις. Ἱπποκράτους εἰς τὸ αὐτό.
77 4 (t) [5] Ἐὰν μελικηρίδας ἔχῃ ἵππος ἤ τι τῶν ἄλλων ὑποζυγίων, φλεβοτόμει περὶ τὰ γόνατα, καὶ σπόγγον ἐπιτίθει δι’ ὀξυκράτου μίσγων μέλι. ἐὰν δὲ ἐπιμείνωσι, κατάχριε. ἐὰν πλείονα χρόνον ὦσι, καῦσον αὐτὸν εἰς ἕκαστον γόνυ, μὴ κατὰ βάθος μέντοι, ἵνα μὴ τὴν ἁρμογὴν λύσῃς, ἀλλὰ μηδὲ ἐλλιπῶς μηδὲ ἐπισυνάψῃς. θεράπευε δὲ ὡς καὶ τὰ λοιπὰ καυτήρια ἀποδεσμεύων. ἄλλο.
77 5 (t) [1] Ἐλαίου λίτρας δύο, ἁλὸς ἀμμωνιακοῦ γ ο βʹ, μολυβδαίνης γ ο ηʹ, χαλκοῦ κεκαυμένου γ ο βʹ, λεπίδος χαλκοῦ γ ο βʹ, ἀφρονίτρου τὸ ἀρκοῦν, μάννης λιβάνου, ψιμυθίου ἀνὰ γ ο γʹ· πάντα μίξας ἐν ταὐτῷ χρῶ. ἄλλο.
77 6 (t) [5] Νίτρου γ ο γʹ, ῥοδοδάφνης φύλλα ξηρά, ἀξουγγίου παλαιοῦ, ἀσφάλτου ἀνὰ γ ο γʹ. ἢ ἁλὸς ἀμμωνιακοῦ, μολυβδαίνης, λιθαργύρου, ψιμυθίου ἀνὰ γ ο μιᾶς, χαλκοῦ κεκαυμένου γ ο βʹ, ἰοῦ τὸ ἴσον καὶ ἐλαίου γ ο ἕξ· πάντα μίξας χρῶ. ἄλλο.
77 7 (t) [1] Εἰ μελικηρίδας ἵππος ἔχοι, ἀνακολλήμασιν αὐτὸν θεραπεύσεις, καὶ τῇ πρώτῃ ἡμέρᾳ ἅλατι καὶ ἐλαίῳ τρίψεις, καὶ τῇ ἑξῆς θερμῷ ὕδατι ἀντλήσεις, ἐπιχρίων τοὺς ὄνυχας στέατι χηνείῳ καὶ βουτύρῳ. πρὸς κιρσούς.
77 8 (t) [1] Ἐὰν κιρσοὶ ἐνοχλῶσι τὸν ἵππον, οὕτω θεραπεύσεις· σμίλῃ ἀνοίξεις καὶ καύσεις καὶ τρίψεις ἅλατι καὶ ἐλαίῳ ἐπὶ δέκα ἡμέραις. εἰ δὲ ἔτι ἐνοχλεῖται, αἷμα αὐτοῦ ἀφαιρήσεις, καὶ θεραπευθήσεται. ἄλλο.
77 9 (t) [1] Ἐνίοτε κιρσοὺς ἔχει κτῆνος, καὶ ὅταν ἐξ ὕπνου ἀναστῇ, παρέλκει τὸν πόδα, ὡς δοκεῖν ἐκβεβλῆσθαι. χειροτριβήσας οὖν αὐτόν, ποίησον περιπατῆσαι, καὶ παραχρῆμα εἰς τάξιν κατασταθήσεται. Πελαγωνίου εἰς τὸ αὐτό.
77 10 (t) [1] Στυπτηρίᾳ 〈καὶ〉 λιπαρᾷ μετὰ ὄξους δριμυτάτου τοὺς πόδας συνεχῶς ἀπότριβε. ἄλλο.
77 11 (t) [1] Ἁλὸς ὀρυκτοῦ ὁλκὰς βʹ, ἀρρενικοῦ ὁλκὴν αʹ, ἐλλεβόρου ὁλκὰς βʹ, χαλκίτιδος ὀπτῆς τὸ ἴσον μέλιτι ἀναλαμβάνων χρῶ. ἄλλο πρὸς τὸ μελικηρίδας ἐκχέαι ἄνευ σιδήρου.
77 12 (t) [t2] Ἀκακίας βοτρυΐτιδος κεκαυμένης, ἰοῦ, ἐλλεβόρου μέλανος, ἀσφαλτοῦ Ἰουδαϊκῆς, νίτρου ἐρυθροῦ, χαλκάνθης κεκαυμένης, ἀξουγγίου παλαιοῦ, ἐλαίου 〈ἀπὸ ἀκόνης ἐρυθρᾶσ〉 χυλοῦ, ἀμμωνιακοῦ, χαλκίτιδος· πάντα ἴσα τὰ ξηρὰ κόψας καὶ σήσας ἅμα τῇ ἀσφάλτῳ καὶ αὐτῇ σεσησμένῃ, προκεκομμένου τοῦ ἀξουγγίου, ἐπίβαλλε τοῖς ὑγροῖς, μιγνὺς ἄμφω, καὶ ποιήσας ἔμπλαστρον, ὀθονίῳ ἐμπλάσας, περιτίθει περὶ αὐτῷ κυκλάριον 〈ἐξ〉 ἐριδίου πεποιημένον 〈καὶ θώρακα ἁπλοῦν περιθείς, ἐφ’ ᾧ πάλιν πλάκα ἐπιθείς, ἀμφότερον τὸν καλούμενον παιδικὸν〉 καὶ οὕτως δέσμευε. 〈ἐᾶν (δὲ) δεδέσθαι αὐτόν, ὅπως ἂν μηδὲ ἕλοιτο.〉 λύων δὲ παρ’ ἡμέραν χρῶ τῷ φαρμάκῳ, ἕως οὗ εὕρῃς τὸν τόπον κατατετρημένον ἴσα κοσκίνῳ, καὶ ἐξηθημένον τὸ ἐγκείμενον. καὶ μετὰ τοῦτο ἀναξήραινε αὐτὸ τῇ βαρβάρᾳ τῇ δι’ ὄξους καὶ ἐλαίου καὶ λιθαργύρου καὶ πίσσης ἀσφάλτου τε καὶ ἀμμωνιακοῦ. ἔμπλαστρος πρὸς μελικηρίδας ἐκκεχυμένας θερμὴ καταχριομένη.
77 13 (t1) [t2] Ἐλαίου κοινοῦ λίτρας δʹ, ἀμμωνιακοῦ λίτραν α c ʹ, μολυβδαίνης καὶ χαλκάνθης κεκαυμένης ἀνὰ λίτρας α c ʹ, ἰοῦ γ ο ἕξ, μίξας ψιμυθίου 𐆃 α c ʹ, ἑψήσας χρῶ. ἄλλο Ἑλένου ἱππιατροῦ μάλαγμα πρὸς μελικηρίδας.
77 14 (t1) [5] Βαλὼν εἰς κάκκαβον ὀλίγον ἔλαιον καὶ θερμάνας αὐτὸ πρόσβαλλε λιθαργύρου γ ο ἓξ καὶ ἀξουγγίου τὸ ἴσον, καὶ διυλίσας βάλλε κηροῦ λίτραν α c ʹ καὶ ῥητίνης λίτραν αʹ, κώνης γ ο ἕξ, χαλκίτιδος γ ο αʹ, μίσυος τετηγμένης γ ο ἕξ, ψιλώθρου τὸ ἴσον, ὀποπάνακος λίτρας δʹ, χαλβάνης γ ο δʹ, ἅλατος ἡμίνης ἔλαττον, ὄξους γ ο ἕξ. ἄλλο μάλαγμα θερμὸν εἰς τὸ αὐτό.
77 15 (t) [t2] Βαλὼν ἔλαιον εἰς κάκκαβον καὶ θερμὸν ποιήσας, πρόσβαλλε λιθαργύρου γ ο ἕξ, κηροῦ 𐆃 αʹ, μολυβδαίνης γ ο ἕξ, προπόλεως γ ο ἕξ· ταῦτα εἰς τροῦλαν σιδηρᾶν θερμάνας, ἐπίθες ἐπὶ τὸ γόνυ. ἄλλο μάλαγμα πρὸς μελικηρίδας τὰς νεαρὰς καὶ προσφάτους σκορπίζον.
77 16 (t1) [5] Ὄξους ἡμικοτύλιον, ἁλὸς ἀμμωνιακοῦ 𐆃 ἕξ, κισσοκορύμβου γ ο δʹ, κάχρυος σπέρματος κεκομμένου γ ο δʹ, κόπρου περιστερᾶς κόκκους ἕξ, μάνης γ ο βʹ, κονίας ἀσβέστου γ ο δʹ· ταῦτα βαλὼν πάντα εἰς χύτραν, πρῶτον δὲ ὄξος, εἶτα ἀμμωνιακὸν καὶ ῥητίνην καὶ τὰ λοιπὰ βαλών, ἕψει. ὅταν δὲ ἑψηθῇ, ἆρον ἀπὸ τοῦ πυρός, καὶ εἰς ὀθόνιον ἐπιχρίσας ἐπιτίθει, καὶ ἐπιδέσμει φασκίᾳ, καὶ λύε δι’ ἡμερῶν εʹ καὶ κατάντλει θερμῷ. εἶτα ἐκ τοῦ αὐτοῦ φαρμάκου θερμάνας ἐπίθες ἐπὶ ἡμέραις εʹ, καὶ θεραπεύσεις. ἄλλο· περὶ παραπρήσματος προγνώσεως.
77 17 (t) [1] Πρῶτον μὲν ἐπάνω τοῦ κυνὸς ἐπὰν ἑστήκοι, σηκοῦνται ἡλίκον νάπυες ἢ μικρῷ μεῖζον, ἓν τῷ ἑνὶ ἡνωμένα. ταῦτα δὲ συμβαίνει ἀπὸ δρόμου ἢ ὁδοῦ μακρᾶς ἢ φορτισμοῦ. ἄλλο· παραπρήσματος ἴασις.
77 18 (t) [1] Λαβὼν σχαστήριον, τρῆσον καὶ ἔγκοψον τὸ ἀγγεῖον, εἶτα λαβὼν ἔλαιον καὶ ἅλας τρῖψον, εἶτα πυρία καὶ τρῖβε κηρωτῇ. πρὸς παραπρήσματα κολλυρίων σκευασία.
77 19 (t) [5] Χαλκίτιδος γ ο γʹ, ἰοῦ τὸ ἴσον, μαράθου μέλανος γ ο δʹ, μίσυος τετηγμένου γ ο δʹ, χαλκάνθης γ ο γʹ, κηκῖδος μελαίνης, τρυγός, ψιλώθρου ἀνὰ οὐγκίας γʹ ... ἄνθους τὸ ἱκανόν, κυμίνου Ἀλεξανδρίνου τὸ ἱκανόν, βαλὼν ὄξος δριμύ, καὶ εἰς θυὰν τρίψας καὶ ποιήσας κολλύρια καὶ ξηράνας χρῶ. ἄλλο πρὸς ὑδατίδας ἆραι χωρὶς σιδήρου.
77 20 (t1) [5] Τιβερίου. Ῥοδοδάφνης φύλλων δραχμὰς δʹ, εὐφορβίου δραχμὰς ἕξ, κόπρου περιστερᾶς δραχμὰς δʹ, καρδάμου σπέρματος τὸ ἴσον, χαμελαίας βοτάνης ἀγρίας δραχμὰς βʹ, ἀδάρκης δραχμὰς γʹ· ταῦτα πάντα τρίψας ἐπιμελῶς, καὶ μίξας ὄξους, καὶ λεάνας μετὰ ἀξουγγίου, χρῶ κατὰ τοὺς τόπους. ἄλλο.
77 21 (t) [5] περὶ παραπρήσματος. Κινῶν τὴν φλέβα τὴν ἐπάνωθεν τοῦ μεσοκυνίου, ἔασον ἀπορρεῖν, καὶ ὀλύνθους ἁπαλοὺς ἐρινεοῦ προσφάτους κόψας εἰς λεπτά, ἕψει ἐν οἴνῳ, καὶ μετὰ βολβίτου κατάπλασσε. εἰ δὲ μὴ τοῦτο ἐνεργήσῃ, σχάσον τὴν φλέβα τῆς ἀγκύλης, καὶ ἄφες ἀπορρεῦσαι ὡσεὶ κοτύλην μία ν, καὶ ἅλας ὀπτὸν λεάνας μετὰ ἐλαίου ἐπίθες, μίξας ἐρεγμοῦ ἄλευρον καὶ ὀλίγον μέλι. Ἱεροκλέους περὶ πρήσματος.
77 22 (t) [5] Ὑπὸ δρόμου σφοδροῦ μάλιστα γίνεται πρήσματα, καὶ τὰ σφυρὰ τὰ ἔμπροσθεν πίπραται, ὡς δοκεῖν ὑγρασίας εἶναι πλήρη. σχάσας τοίνυν τὴν φλέβα τὴν ὑπὸ τὸ μεσοκύνιον κατάντλησον. ἐὰν δὲ μὴ βοηθήσῃ τὸ βοήθημα, ὑποξυρήσας τὸν τόπον τὸν ἐπηρμένον χάραξον, καὶ ὡς ἔχει τὴν ὑγρασίαν, ὀξυκράτῳ κατάβρεχε, τῇ δὲ ἐχομένῃ ἡμέρᾳ μαλάγματι χρῆσαι τῷ διὰ χαλβάνης. περὶ πρησμονῆς.
77 23 (t) [5] Ἐξελὼν τὴν κόπρον, καὶ βαλὼν τοῦ Αἰγυπτίου νίτρου γ ο ιʹ, καὶ τῆς Αἰγυπτίας συκαμίνου τὰ ἁπαλὰ [ἢ] τῆς ῥίζης συγκόψας, ἀνάζεσον ἐν οἴνῳ καὶ ὕδατι ἴσον ἴσῳ κεκραμένῳ, εἶτα λαβὼν †καυτήριον καῦσον κοτυλίσιν. ὅταν δὲ ἱκανῶς ἔχῃ, δὸς αὐτῷ ὕδωρ πίνειν θερμόν. περὶ σκόλοπος.
78 1 (t) [5] Ἱεροκλέους. Ἐὰν ὑπὸ σκόλοπος πληγῇ ξυλίνου ἢ ὀστέου ἢ ὀστράκου τὴν ὁπλήν, χρὴ ἐξελεῖν τὸν σκόλοπα, καὶ προκαθάραντα διαχρῖσαι φαρμάκῳ τῷ διὰ ἰοῦ ἢ μίσυος, ἢ ἄλλῳ τραυματικῷ, καὶ ἀποβύσαι σπογγίῳ. τῇ δὲ ἐχομένῃ ἡμέρᾳ ἐκκλύσαι ἀκράτῳ τὴν πληγήν, καὶ διαχρῖσαι τῷ φαρμάκῳ, ἕως τὴν ἀτοπίαν εἰς ἓν συνελθεῖν, εἶτα θεραπεύειν τῷ ξηρίῳ τῷ διὰ τῆς στυπτηρίας συγκειμένῳ. περὶ ἀποστήματος.
79 1 (t) [5] Ἱεροκλέους. Ἐὰν ἀπόστημα ἐπιγένηται ἐξ ἅλματος ἢ κυλίσματος ἢ πληγῆς ἢ πτώματος, ἄσβεστον τρίψας λίαν, καὶ παραχέας οἶνον, ἐλαίου τὸ αὐτὸ μέτρον ἐπίβαλλε. καὶ ὅταν γένηται τὸ πάχος γλοιῶδες, περίχρισον τὸν ἐπηρμένον τόπον, προσεπιλαμβάνων ὀλίγον τι καὶ τοῦ ὑγιοῦς. ἢ ἄλευρον πύρινον καθαρώτατον, φυράσας ὄξος, ἐπιχέας καὶ μάννης ὁλκὰς δύο καὶ ᾠὰ βʹ, ποιήσας τὸ πάχος μέλιτος, κατάχρισον τὸν ἐπηρμένον τόπον, καὶ τοῦ ὑγιοῦς προσεπιλαμβάνων. πρὸς καρίδας.
80 1 (t) [5] Ἱεροκλέους. Κυπαρίσσων ἀκρεμόνας κόψας, καὶ κηκῖδος λίτραν μίαν, ἀξουγγίου καὶ κηροῦ ἀνὰ ἡμίλιτρον, ὀμφακίας ὡσεὶ μίαν λίτραν ὄξει φυράσας κατάπλασσ ε . Ἄψυρτος δέ φησι τῷ ἰδίῳ χρῆναι οὔρῳ προαποσμήξαντα αὐτὸ καθ’ ἡμέραν, ἐπιπάσσειν τιτάνῳ μελαίνῃ, μέχρις ἂν ὑγιάνῃ. περὶ διακαύσεως.
81 1 (t) [10] Ἱεροκλέους. Ὅταν ἀνάγκης ἐπιλαβούσης καυτηριασθῇ κτῆνος, ἅλατι λεπτῷ καὶ ἐλαίῳ τῇ πρώτῃ ἡμέρᾳ καταβρεχέσθωσαν οἱ γόμφοι οἱ ἐπιτιθέμενοι. ταῖς δὲ ἐρχομέναις ἡμέραις γλοιῷ παιδικῷ καταχριέσθω ἐπὶ ἑπτὰ ἡμέρας δὶς τῆς ἡμέρας, ἵνα ἐκπέσῃ τὰ ἐσχαρώματα, εἶτα ἀποσμηχέσθω οἴνῳ παλαιῷ καὶ ὕδατι θερμῷ μεμιγμένοις. μετὰ δὲ τὴν ἀπόσμηξιν εὐθέως καταβρεχέσθω οἴνῳ καὶ ἐλαίῳ, προσεμπασσομένου ἀλεύρου ὀροβίνου. ἐὰν δὲ μὴ εὐπορήσῃς γλοιοῦ, κηρὸν καὶ πίσσαν ὑγρὰν καὶ στέαρ χοίρειον καὶ ἅλας καὶ ἔλαιον, τρίψας ἐν ταὐτῷ κατάχριε πτεροῖς. ἐὰν δὲ ἑβδομαίῳ γενομένῳ ἐκ τοῦ καταχρίσματος μὴ ἐκπέσῃ τὰ ἐσχαρώματα, δέος, μὴ ἀπέρρωγέ τι τῶν ἐντός, καὶ ἀφύκτῳ κινδύνῳ περιπέσῃ. ὁ δὲ ἄριστος τῶν καυτηρίων καιρὸς ὁ ἐαρινὸς καὶ θερινός. ἄλλο εἰς τὸ αὐτό.
81 2 (t) [1] Κηροῦ λίτραν μίαν, προπόλεως γ ο βʹ, ἀμμωνιακοῦ γ ο βʹ, οἰσύπου γ ο αʹ, χαλβάνης γ ο βʹ, μάννης γ ο βʹ, ἰξοῦ γ ο δʹ, ἀφρονίτρου γ ο αʹ, πεπέρεως γ ο βʹ. ἄλλο.
81 3 (t) [1] Κηροῦ λίτραν μίαν, προπόλεως γ ο αʹ, ἀμμωνιακοῦ γ ο βʹ, οἰσύπου γ ο αʹ, χαλβάνης γ ο βʹ, ἀσφάλτου γ ο δʹ, ὀποπάνακος γ ο βʹ, νίτρου γ ο βʹ, στυπτηρίας σχιστῆς γ ο αʹ, πεπέρεως γ ο βʹ, ἰξοῦ γ ο βʹ, θείου γ ο αʹ. περὶ συκῶν καὶ μυρμηκιῶν.
82 1 (t) [5] Αψύρτου. Ἄψυρτος Ἡρωδίωνι Ἀλεξανδρεῖ ἱπποϊατρῷ χαίρει ν . συκὰς τὰς γινομένας ἢ μυρμηκίας λεγομένας ἐν τοῖς ἵπποις καὶ ἡμιόνοις ἢ ὄνοις ἐν ᾡδήποτε μέρει τοῦ σώματος, μάλιστα δὲ ἐπὶ τῶν ἀκρωτηρίων, οὐ δεῖ καίειν, ἀλλ’ ἀποτέμνειν, ξύειν τε ἆσσον ὑέλῳ, καὶ χαλκῖτιν ὠμὴν τρίψαντα ἐν ὅλμῳ ἐπιδεσμεῖν, καὶ τοῦτο καθ’ ἡμέραν ποιεῖν, ὕδωρ δὲ μὴ προσάγειν, καὶ ἔσται ὑγιής. μάλιστα δὲ δεῖ ἀπέχεσθαι τῆς κατακαύσεως, ὅταν ᾖ ἐν τῇ θέσει τοῦ ποδὸς περὶ τὴν στεφάνην. δυσκόλως γὰρ ἀπουλοῦνται. Ἱεροκλέους εἰς τὸ αὐτό.
82 2 (t) [5] Συκὰς καὶ μυρμηκίας τὰς λεγομένας, εἰ γένοιντο ἐν οἱῳδήποτε μέρει τοῦ σώματος, μά λιστα δὲ ἐπὶ τῶν ἀκρωτηρίων, συμβουλεύει Ἄψυρτος μὴ καίειν, ἀλλ’ ἀποτέμνειν καὶ ξέειν ἐγγύς, εἶτα χαλκῖτιν ὠμὴν τρίψαντα ἐπιτιθέναι καὶ ἐπιδεσμεῖν, καὶ τοῦτο καθ’ ἡμέραν ποιεῖν, ὕδωρ δὲ μὴ προσφέρειν τῷ τόπῳ, ἕως ἂν ὑγιὴς γένηται. μάλιστα δὲ ἀπαγορεύει μὴ καίειν, ὅταν γένηται ἐν τῇ θέσει τοῦ ποδὸς κατὰ τὴν στεφάνην. δυσχερῶς γὰρ ἀπουλοῦται. ἄλλο.
82 3 (t) [5] περὶ συκῆς ἐν πτέρναις. Συμβαίνει κατὰ τὴν πτέρναν τοῦ ὀπισθίου ποδὸς παρ’ αὐτὴν τὴν χελιδόνα ἕλκος γίνεσθαι, ὃ καλοῦσι συκῆν. ἐνοχλεῖται οὖν ἐκ τούτου καὶ χωλεύει καὶ πόνους ἔχει καὶ ἅψασθαί τινα οὐκ ἐᾷ. τοῦτο οὖν δεῖ θεραπεύειν ὡς τάχιστα τῷ καυτηρίῳ καὶ τοῖς ἄλλοις φαρμάκοις. χρονίου γὰρ γινομένου, ἐν τῷ περιπάτῳ κατ’ ὄνυχα τείνειν τὴν ὁπλὴν ἐπισυμβαίνει, καὶ γίνεται καθόλου χωλός. συμβαίνει δὲ τοῦτο ὄνῳ καὶ ἡμιόνῳ, ἵππῳ δὲ οὐ ῥᾳδίως. ἄλλο.
82 4 (t) [1] πρὸς μυρμηκίαν. Ἀσβέστου γ ο αʹ, σφεκλαρίου κεκομμένου γ ο αʹ, κονίας στακτῆς ξέστην ἕνα, λιβανωτοῦ γ ο αʹ, φέκλης γ ο βʹ, ἁλὸς κονίας γ ο βʹ, ἰοῦ γ ο βʹ, ὄξους γ ο βʹ. ἄλλο.
82 5 (t) [5] Μίσυος, χαλκάνθης, τιτάνου ἀσβέστου, ἰοῦ ἀνὰ γ ο βʹ λειώσας, ἐκτεμὼν πρότερον τὴν μυρμηκίαν καὶ καύσας, οὕτως ἐπίπασσε. ἐὰν δὲ περὶ ὀφθαλμὸν ᾖ ἢ βλέφαρον, μετὰ μέλιτος λειώσας ἐπίχριε, περιελὼν τριχὶ τὴν μυρμηκίαν, καὶ καυτῆρας ἐπιθείς. ἄλλο.
82 6 (t) [5] Ἐὰν μυρμηκίαι γένωνται ἐν τοῖς ποσί, λαβὼν χαλκίτιδος γ ο βʹ καὶ σινωπίδος γ ο αʹ, τρυγὸς γ ο βʹ, λέπος ῥόας μετὰ ὄξους ἑψήσας, ἔπειτα καὶ αὐτὴν τὴν ῥοιὰν συντρίψας καὶ τούτοις συμμίξας καὶ διηθήσας, εἰς ῥάκος ἐγχυμάτιζε. κέχρησο δὲ καὶ τῷ τραυματικῷ. ἄλλο.
82 7 (t) [1] Πρῶτον ἐκτεμών, ἐπίθες μέλι καὶ ἄσβεστον ζῶσαν, καὶ ἰτέας φλοιὸν κόψας καὶ σήσας, σύμ μιξον, καὶ ἐπιχρίσας θεραπεύσεις. Ἱεροκλέους εἰς τὸ αὐτό.
82 8 (t) [5] Ἐκτεμὼν τὰς μυρμηκίας, ἐπίχεε θεῖον, ἄσφαλτον. ἢ κολόκυνταν ξηρὰν καύσας καὶ λειώσας ἐπίπασσε. ἢ πτέριν τὴν καλουμένην καύσας καὶ κόψας καὶ σήσας, τὸ αὐτὸ ποίει. ἢ τραγοπώγωνος τὴν ῥίζαν ἑψήσας ἐν ὕδατι καὶ λειώσας κατάπλασσε. ἔχεις δὲ καὶ ἄλλα βοηθήματα πρὸς μυρμηκίας ὑπογεγραμμένα ἐν ταῖς σκευασίαις τῶν φαρμάκω ν. ἄλλο.
82 9 (t) [1] Στυπτηρίας φορίμης, καδμίας βοτρυΐτιδος, μίσυος ἀνὰ γ ο βʹ, χαλκίτιδος γ ο δʹ, κόμεως γ ο βʹ, πρωτοστάκτου τὸ ἀρκοῦν, τὸ κόμι ἐμβρέχων μετὰ τοῦ πρωτοστάκτου, τὰ λοιπὰ ἐπίβαλλε, καὶ ποιῶν τροχίσκους χρῶ. ἄλλο.
82 10 (t) [5] Ἀσβέστου λευκῆς, φέκλης, περιστερᾶς κόπρου, ἀρσενικοῦ ἀνὰ γ ο αʹ, χαλκίτιδος γ ο ϛʹ, πρωτοστάκτου τὸ ἀρκοῦν· ταῦτα λεάνας καὶ ἀνεὶς οἴνῳ, κατάχριε τὰς μυρμηκίας, προσδεσμῶν αὐτὰς τριχὶ ἢ νευριδίῳ. ἐπὰν δὲ ἀποπέσωσι, πρόσπασσε αὐτὰς τούτῳ ξηρῷ γενομένῳ. περὶ νευριτικῶν.
83 1 (t) [5] Αψύρτου. Τῷ νευριτικῷ συμβαίνει τὸν αὐχένα πονεῖν καὶ τὴν κεφαλὴν ἐκτείνειν καὶ τὸ ῥύγχος ἀνανεύειν. τὸ δὲ στόμα ἀνοίγειν ἀδυνατεῖ, διὸ οὔτε τρώγει οὔτε πίνει. καὶ προβάλλων τὸ αἰδοῖον, κατὰ μικρὸν οὐρεῖ, καὶ κατὰ κοιλίαν οὐδὲν ποιεῖ. συμβαίνει δὲ ἐν τῷ περιπατεῖν παραφέρεσθαι καὶ πίπτειν ἐπὶ τράχηλον, διὰ τὸ ἔχειν τὰ ἐντὸς νεῦρα ἀποτεταμένα. ὁ δὲ τοιοῦτος ζῆν οὐ δύναται. Ἱεροκλέους.
83 2 (t) [10] Πρὸς μὲν τοὺς προ[σ]ειλημμένους νευριτικοῖς οὐδὲν δύναται προσωφελῆσαι βοήθημα. καλὸν δὲ γεγράφθαι τὰ σημεῖα, ἵνα μήτις τὸν νευριτικὸν δόξας ἑτέρῳ πάθει περιπεπτωκέ ναι, καὶ μὴ δυνηθεὶς θεραπεῦσαι, καταγνωσθῇ. ὁ νευριτικὸς οὖν τὸν αὐχένα ἀποτείνει, καὶ τὴν κεφαλὴν ἐκτείνει, τό τε πρόσωπον ἀνανεῦσαι καὶ τὸ στόμα ἀνοίγειν ἀδυνατεῖ, διὸ οὔτε ἐσθίειν οὔτε πίνειν δύναται. καὶ προβάλλων τὰ αἰδοῖα κατὰ μικρὸν οὐρεῖ, καὶ ἡ γαστὴρ οὐχ ὑποχωρεῖ. συμβαίνει δὲ καὶ περιπατοῦντα μεταφέρεσθαι καὶ πίπτειν ἐπὶ τὸν τράχηλον, διὰ τὸ ἔχειν τὰ ἐντὸς νεῦρα κατατεταμένα σφόδρα. διόπερ, ὡς ἔφην, προειλημμένος ζῆν οὐκ ἂν δύναιτο. πρὸς τὰ κατὰ νεῦρον τραύματα.
84 1 (t) [5] Αψύρτου. Ἄριστον τοῖς ἵπποις πρὸς τὰ κατὰ νεῦρον τραύματα ἀμόργης παλαιᾶς ἑφθῆς ἐπὶ τρίτου κοτύλην μίαν, πτελέας ῥίζης τοῦ φλοιοῦ ἑψήσαντα τοῦ χυλίσματος κοτύλην μίαν, ταύρου χολῆς ἡμικοτύλιον, ἀριστολοχείας λεπτῆς στατῆρας δʹ (εἰ δὲ μὴ ᾖ ταυρεία, τράγου ἀγρίου), ταῦτα συγχέαντα εἰς ἀγγεῖον ἕψειν ἐν ὑπαίθρῳ. ὡσὰν δὲ ἑφθὸν γένηται, κάρφος λαβόντα ἐπιστάξαι ἐν ὀστράκῳ, καὶ ἐὰν πήσσηται, ἆραι συντόμως καὶ χρῆσθαι. ἄλλο πρὸς νευρότρωτα.
84 2 (t) [1] Κηροῦ λίτραν αʹ, ἐλαίου γ ο ηʹ, ἰοῦ γ ο γʹ, φρυκτῆς λίτραν αʹ, μάννης γ ο γʹ, ὄξους τὸ ἀρκοῦν· τὴν μάνναν μετὰ τοῦ ἰοῦ σὺν ὄξει λειώσας αὐτάρκει καὶ μίξας, κατάχριε. ἄλλο πρὸς νεύρων πόνον.
84 3 (t) [1] Κηροῦ λίτραν αʹ, στύρακος λίτραν α c ʹ, ἰοῦ λίτραν αʹ, προπόλεως λίτραν α c ʹ, κηροῦ λευκοῦ λίτραν α c ʹ, μήκωνος λίτραν α c ʹ, δαφνοκόκκων λίτρας τέσσαρας ἥμισυ. 〈περὶ φθειρῶν καὶ σκωλήκων.
85 t 〉 .
85 1 (t1) [1] . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . 〈τὰ δὲ τραύματα πίσσῃ καὶ ἐλαίῳ καὶ ὀξυγγίῳ θε〉 ραπευέσθω ἢ μίλτῳ λελειωμένῃ καὶ ἐπιπασσομένῃ. καὶ ἄσβεστος δὲ ζῶσα προστριβομένη συμβάλλεται, ἢ καὶ χαμαιλέοντος ῥίζα προστριβεῖσα τὸ αὐτὸ ποιεῖ. ἄλλο Ἱπποκράτους.
85 2 (t) [t2] Τὸ τῶν σκωλήκων πάθος ἐστὶ δυσίατον, μᾶλλον δὲ ἀνίατον. σημεῖα δὲ προσγίνεται τῷ πάσχοντι ἵππῳ ταῦτα· ῥίπτει ἑαυτὸν ἐπ’ ἐδάφους καὶ κυλίεται καὶ χρεμετίζει. βαλὼν οὖν χυλὸν κράμβης καὶ ἔλαιον καὶ νίτρον, ἐγχυμάτιζε διὰ τῶν ῥινῶν καὶ τοῦ στόματος. ἢ λεπίδος γ ο γʹ καὶ ἰσχάδας καὶ χαλκάνθης γ ο δʹ λειοτριβήσας, καὶ ἔλαιον σὺν ὄξει βαλών, καὶ ποιήσας κολλύρια μεγάλα, ὅσον χωρήσουσιν οἱ μυκτῆρες, δι’ αὐτῶν ἔμβαλλε. ἄλλο Πελαγωνίου περὶ φθειρῶν καὶ σκωλήκων τῶν ἐν δακτυλίῳ ἢ ἐν γαστρὶ γινομένων.
85 3 (t1) [5] Μόρα ἔνωμα εἰς τὰς κριθάς, ἃς ὁ ἵππος ἐσθίει, σκόρπισον. πολλοὶ δὲ καὶ τὴν ῥίζαν τοῦ μόρου ὕδα τι ἑψήσαντες, τὰ περὶ τὴν κοιλίαν καὶ τὸν δακτύλιον ἀπαντλοῦσιν. εἰ δὲ καὶ τραῦμα ποιήσει, διὰ σιδηρίτιδος βοτάνης καὶ πράσου χυλοῦ, μεμιγμένων ἅλατι καὶ πίσσῃ καὶ ἐλαίῳ καὶ παλαιῷ ἀξουγγίῳ, θεραπεύονται. Ἱεροκλέους περὶ φθειρῶν.
85 4 (t) [5] Ἐὰν φθεῖρες γένωνται ἐν τῇ χαίτῃ ἢ καθ’ ὅλου τοῦ σώματος, κώνειον χλωρὸν τρίψαντας ἐγχρίειν δεῖ. ἢ κυκλαμίνου ῥίζαν κόψαντας καὶ ἔλαιον ἐπιχέαντας συγχρίειν, καὶ μετὰ μίαν ἡμέραν ἀποσμήχειν οὔρῳ ἢ θέρμων ἀφεψήματι, ἀποσμήξαντα δὲ πισσελαίῳ καταχρίειν τὰ ἐφθειριακότα μέρη. Θεομνήστου εἰς τὸ αὐτό.
85 5 (t) [1] Ἐὰν φθεῖρες ἐπιγένωνται ἵππῳ ἢ ἄλλῳ ὑποζυγίῳ, χρὴ καθαίρειν ὅλον τὸ σῶμα, εἶτα κυκλαμίνου ῥίζαν κόψαντα τὸν χυλὸν ἐκπιέσαι, καὶ ἐλαίῳ μίξαντα χρίειν. τῇ δὲ ἑξῆς κονίᾳ στακτῇ θερμῇ ἀποπλύνειν καὶ πάλιν χρίειν. ἄλλο.
85 6 (t) [1] Ἅλμην δριμεῖαν εἰς τὰς κριθὰς καὶ τὸν χόρτον κατάρραινε, καὶ ἐσθίων ἰαθήσεται. ἄλλο.
85 7 (t) [5] Ἐὰν ἀγρίους φθεῖρας ἀποκτεῖναι θέλῃς, εἰ μὲν ἔσωθεν ὦσι, λαβὼν σανδαράχης χυλὸν ὡσεὶ κοτύλας βʹ ἐγχυμάτιζε, εἰ δὲ ἔξωθεν, τῆς αὐτῆς σανδαράχης τὸ αὔταρκες λαβὼν μετὰ ἐλαίου ἐπίχριε. ἢ τρύγα ἐλαίου θερμοῦ ἄλειφε ἐν ἡλίῳ καὶ ἀποπεσοῦνται. περὶ ἐχιοδήκτων.
86 1 (t) [10] Αψύρτου. Ἄψυρτος Ἰουλίῳ Σατουρνίνῳ δεκουρίωνι χαίρει ν . ἔγραψάς μοι 〈ζητῶν〉, τίνα σημεῖα πρόσεστι τῷ ἀπὸ ἔχεως δηχθέντι. ἔστι δὲ ταῦτα· πέφρικε τὸ σῶμα, καὶ οἱ ὀφθαλμοὶ οἰδοῦσι, καὶ τὸ στόμα καὶ τοὺς ὀδόντας ἐνείρει, καὶ αἱ τρίχες τῆς χαίτης ἀπορρέουσιν, ἔσθ’ ὅτε δὲ καὶ τῆς οὐρᾶς, καὶ ἐκβολαὶ τοῦ σώματος γίνονται ὀσμὴν ἔχουσαι. θεραπεύεται δὲ ἐγχυματιζόμενος πεπέρεως λευκοῦ ἢ μέλανος κόκκοις λʹ τετριμμένοις μετὰ οἴνου διὰ τοῦ στόματος, ἢ θύμῳ κεκομμένῳ μετὰ οἴνου, ἢ τορδίλῳ μετὰ οἴνου, ἢ ῥοδίνῳ μετὰ οἴνου, ἢ πηγάνῳ μετὰ οἴνου τετριμμένῳ, ἢ τῇ ἀρτεμισίᾳ βοτάνῃ ἑψηθείσῃ. ἔστι δὲ κίνδυνον ἔχον. Ἱεροκλέους εἰς τὸ αὐτό.
86 2 (t) [t2] Συνέχεόν τινες τὸν περὶ τῶν ὑπὸ ἔχεων ἢ σκορπίων ἢ φαλαγγίων ἢ μυγαλῶν δηχθέντων λόγον, ἡμεῖς δὲ καθ’ ἕκαστον εὐκρινῶς ἐροῦμεν. ὅταν τοίνυν ὑπὸ ἐχίδνης δηχθῇ, φρίκη τῷ σώματι ὑποτρέχει, καὶ οἱ ὀφθαλμοὶ οἰδοῦσι, τρίζει τε τοῖς ὀδοῦσι, καὶ αἱ τρίχες τῆς χαίτης ἀπορρέουσιν, ἔκ τε τοῦ σώματος ἐκβράσματα γίνεται ὀσμὴν ἔχοντα ἀηδῆ. θεραπεύεται δὲ ἐγχυματιζόμενος πεπέρεως λευκοῦ κόκκοις τριάκοντα κεκομμένοις μετὰ οἴνου διὰ στόματος, ἢ θύμῳ μετὰ οἴνου, ἢ βοτάνῃ τῇ ἀρτεμισίᾳ ἑψηθείσῃ μετὰ οἴνου. ἔνιοι δὲ τέμνοντες τὸ δῆγμα προσκαίειν συμβουλεύουσιν, εἶτα ἐγχυματίζειν. τὰ δὲ κατερρωγότα ἀποσμήχειν οὔρῳ χρὴ καὶ μαλακῷ καταχρίειν φαρμάκῳ. ἄλλο Πελαγωνίου πρὸς τὰ ἀπὸ ἐχίδνης δήγματα καὶ μυγαλῆς καὶ φαλαγγίου.
86 3 [10] Συμβάλλεται τοῖς πεπληγμένοις γῆ ἀπὸ μυρ μηκιᾶς ἐγχυματιζομένη μετὰ οἴνου, καὶ αὐτὰ δὲ ἀποτρίβειν τὰ πλήγματα. 〈μὴ δὲ θεοφιλῆ (ἐλλίπῃ) λιπαρῆ ῥήματα. ὁ γὰρ Ἥλιος τῶν ἵππων ἰδικός ἐστι δεσπότης καὶ χαίρων πρὸς τὴν τούτων ἔρχεται θεραπείαν, ἐπικαλούμενος οὕτως. ὅτε τὴν γῆν λαμβάνεις, λέγε· Δέσποτα Ἥλιε θερμὲ καὶ ψυχρέ, τοσοῦτόν με ἀπηλλοτρίωσας; τοῦτο λέγων ἔμβαλε κατὰ τοῦ λαιμοῦ τὸ βοήθημα.〉 ἐὰν δὲ ἐν ὁδῷ ποτε συμβῇ τοῦτο ἵππον παθεῖν, ἔνθα μὴ ἔστιν εὑρεῖν τὰ ἐπιτήδεια, πεπέρεως λευκοῦ κόκκους τριάκοντα λαβών, οἴνου τε παλαιοῦ ξέστην ἕνα προσμίξας, διὰ κέρατος ἔγχει εἰς τὸν λαιμόν. ἢ θύμον τὴν βοτάνην λελειωμένην μετὰ οἴνου δίδου. λέγεται δὲ καὶ τοῦτο ἁρμόδιον εἶναι πρὸς τὰ ἀπὸ τῶν ἰοβόλων παντοῖα δήγματα· ἀσφοδέλου ῥίζαν μετὰ οἴνου παλαιοῦ λειωθεῖσαν τοῖς δήγμασιν ἐπιτιθέναι.
86 4 [5] ποιεῖ δὲ καὶ τοῦτο· λαβὼν χελιδόνος νεοσσοὺς καὶ τούτους ἀνατεμὼν τῷ τραύματι πρόσαγε. καὶ αὐτὴν δὲ τὴν καλιὰν τῆς χελιδόνος μετὰ οἴνου παλαιοῦ λειώσας τοῖς πεπληγμένοις ἐπίθες τόποις. πρὸς δὲ τὰ ἀπὸ φαλαγγίων καὶ μυγαλῶν μαλάχην κόψας καὶ λειώσας ἐπιμελῶς ἐναπόθου. περὶ σκορπιοπλήκτων.
86 5 (t) [5] Ἀψύρτου. Τῷ δὲ ὑπὸ σκορπίου δηχθέντι παρέπεται σκε λῶν συρμὸς καὶ χωλεία καὶ μὴ τρώγειν σύρρευσίς τε ἐκ τῶν μυκτήρων ἰχώρων χλωρῶν καὶ μόγις ἀναπίπτειν καὶ διεγείρεσθαι ὡσαύτως. θεραπεύεται δέ, καθὼς ἄνω γέγραπται πρὸς τοὺς ἐχιοδήκτους. Ἱεροκλέους εἰς τὸ αὐτό.
86 6 (t) [t2] Οἱ δὲ ὑπὸ σκορπίου πληγέντες ὑποσύρουσι τοὺς πόδας καὶ χωλεύουσι, καὶ οὐκ ἐσθίουσι, ἰχὼρ δὲ ἀπὸ μυκτήρων ῥέει χλωρός, καὶ μόλις ἀναπνέουσι. θεραπευθήσονται μέντοι ὁμοίως τοῖς ἐχιοδήκτοις. Ἀνατολίου εἰς πληγὴν ἀπὸ σκορπίου ἢ ἄλλου ἑρπετοῦ ἴασις.
86 7 (t1) [1] Τὸ πεπληγμένον μέρος κόπρῳ χοιρείᾳ κατάπλασσε, ἢ στρύχνον κόψας ἢ τιθύμαλλον ἢ ὑοσκύαμον ἢ λίνου σπέρμα ἢ ὀπτὴν στυπτηρίαν ἢ ἀφρόνιτρον ἢ ἅλας ὀρυκτόν· ἓν γὰρ τούτων καταπλασθὲν ταχέως ὠφελήσει. Εὐμήλου πρὸς πᾶσαν ἀπὸ θηρίου πληγήν.
86 8 (t) [5] Καλάμῳ τὸ τραῦμα κατακέντησον, ἢ τοῦτον αὐτὸν τὸν κάλαμον κατακαύσας, τῇ τέφρᾳ τὸ ζῷον ἀπότριβε. ἢ βοτάνην τὴν ἀρτεμισίαν μετὰ χαμαιμήλου λειώσας καὶ μίξας οἴνῳ, δίδου πιεῖν. ἢ ῥίζῃ βοτάνης προσωπίτιδος τῷ αὐτῷ τρόπῳ ποίει. ἢ συκῆς ῥίζης γράμματα δʹ μετὰ οἴνου ξέστου ἑνὸς χλιάνας, διὰ μυκτήρων δίδου. ἢ γῆν μετὰ ἐλαίου καὶ ὄξους καὶ λασάρου, ἢ νεοσσοῦ χελιδόνος κοιλίαν, ἢ τὴν καλιὰν τῶν αὐτῶν νεοττῶν λειώσας ἐπιτίθει τῷ πλήγματι. ἢ καλάμων κεκαυμένων τέφραν οἴνῳ ἀναλύσας πότιζε. Ἀψύρτου περὶ φαλαγγίων.
86 9 (t) [10] Τὸ δὲ τῶν φαλαγγίων γένος εὐχερῶς ἐντίκτει ὁμοίως τοῖς ἀραχνίοις ἐπὶ τοῦ χόρτου. τούτων ἐὰν προσλάβηται τρώγων τὸν γόνον καὶ καταφάγῃ, κίνδυνον ἔχει καὶ διαφωνήσει. θεραπεύεται δὲ ἐγχυματιζόμενος οἴνῳ μετὰ πεπέρεως, ἢ θύμῳ μετὰ οἴνου, ἢ πυτίᾳ ἐλαφείῳ σὺν τῷ οἴνῳ. ἐπιγνωσθήσεται δὲ διὰ τούτων· φθί νει τῷ σώματι, καὶ ὡσαύτως ἐκβολαὶ τοῦ σώματος ὅμοιαι δοθιῆσι 〈σαπρᾷ τῇ ὀσμῇ, καὶ οἱ ὀφθαλμοὶ οἰδοῦσι,〉 καὶ τὰ οὖρα ἀραχνώδη φέρει, καὶ τὴν τροφὴν μόγις ἀναλαμβάνει καὶ ὀλίγην. ἄριστον δὲ ἐπὶ πάντων τῶν θηριοδήκτων τὸν πεπληγότα τόπον, ὡς ἄν τις αἴσθηται, διακαίειν. Ἱεροκλέους εἰς τὸ αὐτό.
86 10 (t) [10] Τὸ δὲ τῶν φαλαγγίων γένος ἐντίκτει ὁμοίως τοῖς ἀραχνίοις εἰς τὰ δράγματα τοῦ χόρτου. ἐὰν οὖν ἐσθίων φάγῃ αὐτοῦ τὸν γόνον, ἢ καὶ δηχθῇ ὑπὸ φαλαγγίου, κίνδυνον ἔχει. ἐπιγνώσῃ δὲ φλεγμαίνοντος τοῦ σώματος, καὶ ἐξανθημάτων ὁμοίων δοθιῆσι γινομένων, καὶ τῶν οὔρων ἀραχνιωδῶν ὄντων, ἔτι γε μὴν οὐκ ὀρεγομένου τῆς τροφῆς, ἀλλὰ μόλις καὶ ὀλίγον λαμβάνοντος. θεράπευε οὖν ἐγχυματίζων πεπέρει μετὰ οἴνου, ἢ θύμῳ, ἢ ἀριστολοχείᾳ τῇ παχείᾳ, ἢ πυτίᾳ ἐλαφείῳ ὁμοίως. ἔνιοι δὲ δοκιμάζουσιν, ἐὰν δηχθῇ, περιτέμνειν τὸν τόπον ἢ περικαίειν, εἶτα ἐγχυματίζειν. ἄλλο πρὸς τὰ ἀπὸ τῶν φαλαγγίων δήγματα.
86 11 (t) [t2] Πεπέρεως γ ο αʹ, πυρέθρου γ ο c ʹ, σταφυλῆς ἀγρίας γ ο αʹ λειοτριβήσας μετὰ οἴνου, ἔγχει διὰ τῆς φάρυγος. Ἱεροκλέους περὶ τῶν ὑπὸ φαλαγγίων ἢ ἔχεων δηχθέντων ὑποζυγίων.
86 12 [10] Ἐάν τι τῶν ὑποζυγίων φαλάγγιον φάγῃ ἢ δηχθῇ ὑπ’ αὐτοῦ, τὸ αἰδοῖον οἰδεῖ, ὥστε δοκεῖν ἀραχνιώδη αὐτὸν οὐρεῖν, καὶ ἱδροῖ ὅλος. θεραπεύεται δὲ οὕτως· ἐὰν μὲν ᾖ δεδηγμένος, περίτεμε τὸν τόπον ἢ περίκαυσον, ἐὰν δὲ βεβρωκὼς ᾖ, ἐγχυμάτιζε· τούτοις τοῖς θεραπεύμασι καὶ πρὸς τὸ δῆγμα χρῆσαι· λαβὼν ἀριστολόχειαν τρῖψον μετὰ οἴνου εὐώδους καὶ ἔγχει· ὡσαύτως σελίνου ἀγρίου, εἰ δὲ μή, ἡμέρου τὸ σπέρμα, καὶ δαφνίδων κόκκους τρίψας ἐν οἴνου κοτύλαις δυσί, προσεπιχέας ῥοδίνου, ἔγχει διὰ τοῦ στόματος. στῆσον δὲ αὐτὸν εἰς θερμὸν τόπον, ἔπειτα εἰσάγα γε αὐτὸν εἰς βαλανεῖον, καὶ κατάντλησον θερμῷ. τροφὴν δὲ δίδου πτισάνην καὶ δάφνης τὰ ἁπαλὰ φύλλα, χόρτον δὲ τὸν βέλτιστον, καὶ πότιζε θερμῷ, ἕως ἂν ἐνδῷ, περιπάτοις τε χρήσθω, καὶ καῦσον, ὥς εἴρηται, καὶ ἐγχυμάτιζε, ἕως ὑγιὴς γένηται. ἐὰν δὲ ὑπὸ ἔχεως δηχθῇ, ἐκ τοῦ δήγματος πύον ἐξέρχεται μέλαν ἢ ἐπιτρέχει.
86 13 [5] καὶ ἐὰν ᾖ θῆλυ τὸ κτῆνος, θεράπευε οὕτως· τεμὼν τὸ δῆγμα, πρόσκαυσον καὶ ἐγχυμάτιζε ταῦτα, ἃ καὶ πρὸς τὸ φαλάγγιον. τὰ δὲ κατερρωγότα ἀποσμήξας, τῷ μαλακῷ φαρμάκῳ χρῖε. ἄλλο.
86 14 (t) [5] περὶ βουπρήστεως ἢ φαλαγγίου. Ἐὰν βούπρηστιν ἢ φαλάγγιον συγκαταπίῃ ἵππος σὺν τῷ χόρτῳ, πίπραται αὐτῷ ἡ κοιλία, καὶ ἀπόσιτος γίνεται, τέταται δὲ ὅλος, καὶ τὰ ὑποχωρήματα φέρει συχνότερον, ἀναπνεῖ τε κατὰ μικρόν. θεράπευε οὖν οὕτως· δεσμεύων ἀνάκλα τὴν κεφαλήν, καὶ δίελε τὰς φλέβας τὰς ἐπάνω τῶν μυκτήρων, ἵνα τὸ αἷμα ἔξω ῥέοι διὰ τοῦ στόματος, καὶ ἐγχυμάτιζε κράμβην ἑψήσας, καὶ μετὰ γάρου καὶ ἐλαίου δίδου φαγεῖν. Ἱεροκλέους περὶ ὀφιοδήκτων.
86 15 (t) [1] Ἐὰν ὑπὸ ὄφεως δηχθῇ ἵππος, πρῶτον μὲν φλεβοτομεῖν αὐτὸν χρή, κέγχρῳ τε καὶ πυρῷ δὶς τῆς ἡμέρας καταπλάσσειν, τοῦτό τε ποιεῖν δὶς τῆς ἡμέρας ἐπὶ τρισὶν ἡμέραις. ἄλλο εἰς τὸ αὐτό.
86 16 (t) [10] Ἐὰν ὑπὸ ὄφεως δῆγμα σχῇ ἵππος, οἴδημα γίνεται καθ’ ὅλου τοῦ σώματος, καὶ οἱ ὀφθαλμοὶ ὕφαιμοι καὶ ᾠδηκότες, ἥ τε ἕδρα ἐξέστραπται, καὶ τὸ αἰδοῖον προεκπίπτει, καὶ περίψυχός ἐστιν. ἐγχυμάτιζε οὖν οἴνου ξέ. αʹ, δίδου δὲ φαγεῖν δάφνην ἢ ἀθάραγνον, καὶ σύγχριε οἰνελαίῳ καὶ δαφνίσιν ἀφηψημέναις. αἷμα δὲ ἄφελε ἀπὸ τοῦ αὐχένος, ἔπειτα πολεμωνίας βοτάνης καὶ ἀριστολοχείας ἀνὰ γ ο ϛʹ, μίξας οἴνου ξέστῃ ἑνὶ ἐγχυμάτιζε. ἐὰν δὲ ἀπὸ ἔχεως δέδηκται, λαβὼν ἀπὸ τῆς ἐχίου βοτάνης τῆς ῥίζης καὶ τῆς πολεμωνίας τῆς ῥίζης ἀνὰ γ ο ϛʹ, καὶ τρίψας ἕκαστον οἴνῳ τε προσμίξας, διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔγχει. περὶ δήγματος μυγαλῆς.
87 1 (t) [10] Ἀψύρτου. Μυγαλῆ δὲ ἐὰν δάκῃ, οἴδησις γίνεται περὶ τὸν τόπον σκληρά, καὶ στένει μικρὰ διαλιπών. βοηθεῖται δὲ κατακεντούμενος ὁ τόπος καὶ καταχριόμενος κράμβῃ τετριμμένῃ μετὰ ὄξους καὶ ἀψινθίῳ 〈ὡσαύτωσ〉 ἢ κρομύοις μετὰ ὄξους ἢ σκορόδοις ὡσαύτως 〈ἢ ἄγνῳ〉 τριφθείσῃ μετὰ ὄξους. λέγεται δὲ καὶ τὴν ἐκ τῆς ἁματροχιᾶς γῆν ὄξει φυράσαντα καταχρίειν ὠφέλιμον. ἐὰν δὲ συμβῇ θήλειαν ὄνον ἐγκυμονοῦσαν δηχθῆναι ὑπὸ μυγαλῆς ἐγκύου, κίνδυνον ἔχει διαφωνῆσαι. ἐπιγίνεται γὰρ πυρετὸς καὶ ἀσιτία. καὶ κυκλάμινον δὲ κατακαύσαντα καὶ τὴν τέφραν ὄξει μίξαντα τὸ αὐτὸ ποιεῖν, καὶ αὐτὴν δὲ τὴν μυγαλῆν περιάπτειν. Ἱεροκλέους εἰς τὸ αὐτό.
87 2 (t) [10] Ἐὰν μυγαλῆ δάκῃ, πίπραται τὸ ζῷον ὅλον, καὶ οἱ ὀφθαλμοὶ δακρύουσιν, ἰχώρ τε ἀποστάζει διὰ τοῦ οἰδήματος καὶ τῆς κοιλίας, καὶ τροφὴν οὐ προσίεται. τὸν κονιορτὸν οὖν τὸν ὑπὸ τῇ τρίψει τῶν τροχῶν γινόμενον ὄξει δριμεῖ δεύσας, καὶ τὸν δηχθέντα τόπον νύξας, πρῶτον ἐπίχριε τῷ πηλῷ. ἔνιοι δ έ , ὧν ἐστι καὶ Ταραντῖνο ς , φασὶ χρῆναι σκόροδα κόψαντα ἐπιθεῖναι, ὑποθυμιᾶν τε ἐλάφου κέρας. φησί γε μὴν Ἄψυρτος ἄμεινον εἶναι ἐπὶ τῶν θηριοδήκτων, ἅμα τις αἴσθηται, διακαίειν τὸν τόπον. Στρατόνικος δὲ ἐπὶ μυγαλῆς συμβουλεύει κατασχάσαντα μάλιστα τὰ ᾠδηκότα, καταβρέχειν ὄξει καὶ ἁλσί. τῇ δὲ ἑξῆς ἡμέρᾳ ῥοΐσαντα εἰς ὕδωρ γλυκύ, κιμωλίαν ὄξει φυράσαντα καταχρίειν, τὸ δὲ δῆγμα θεραπεύειν γλοιῷ, μέχρις οὗ ὑγιάνῃ. ἄλλο εἰς τὸ αὐτό.
87 3 (t) [1] Ἐάν τι τῶν ζῴων ὑπὸ μυγαλῆς δηχθῇ, μελανθίου ὀξύβαφον τρίψας ἐν οἴνῳ εὐώδει, δίδου διὰ τῶν μυκτήρων. ἐπὶ δὲ τὴν πληγὴν κόπρον κυνείαν κατάπλασσε. τοῦτο δὲ καὶ ἐπὶ ἀνθρώπων ὠφέλιμον. ἄλλο.
87 4-5 (t) Ἱπποκράτους εἰς τὸ αὐτό. Γίνεται ὡς ἐπὶ τὸ πολὺ δηχθῆναι τὸν ἵππον ἐν τῇ ἱπποστασίᾳ.
87 4 [5] κατακλιθέντος γὰρ αὐτοῦ, ταῖς λαγόσιν ἠρέμα πως ἐπεισέρχεται ἡ μυγαλῆ, καὶ μεταξὺ κινηθέντος αὐτοῦ, ὑποταραχθεῖσα δάκνει τὸν ὑποκείμενον τόπον, ἐξ οὗ συμβαίνει οἴδημά τι γίγνεσθαι. τοῦτον οὖν θεραπεύσεις οὕτως· λαβὼν μελανθίου λείου ὀξύβαφον ἕνα οἴνῳ προσμίξας ἐγχυμάτιζε, ἢ σκόροδον τρίψας, καὶ ἅλας καὶ κύμινον ἴσον ἑκάστου συμμίξας, οἴνῳ τε φυράσας κατάχριε, ἢ οὔρῳ, γῆν ἐξ ἁματροχιᾶς φυράσας. ἢ μυγαλῆν αὐτὴν τρίψας, μετὰ οἴνου ἐγχυμάτιζε ξέ.
87 5 [10] αʹ. ἐὰν δὲ μὴ ἔχῃς μυγαλῆν, μετὰ πηλοῦ κεραμεικοῦ φυράσας κατάχριε. ἢ σελινόσπερμον καθεψήσας ἐν οἴνῳ καὶ ἐλαίῳ ἐγχυμάτιζε. ἢ κατάκνισον ὀρθῷ φλεβοτόμῳ τὸν ᾠδηκότα τόπον. ἐὰν δὲ ἐπὶ πλέον γένηται φλεγμονή, κύκλῳ καῦσον περιφερεῖ καυτηρίῳ, προσλαμβάνων καὶ τοῦ ὑπολοίπου τόπου. καῦσον δὲ καυτηρίοις ὀρθοῖς, ἵνα οἱ ἰχῶρες ἀπορρέωνται. ἐὰν δὲ ὁ ᾠδηκὼς τόπος ἐπὶ πλέον ἕλκωσιν σχῇ, κριθὰς κατακαύσας καὶ λειοτριβήσας ἐπίπασσε, προχρίων στέατι παλαιῷ. οὐκ ἔσται δὲ ἕλκος, ἐὰν μὴ ἔγκυος οὖσα δάκῃ. ἄλλο εἰς τὸ αὐτὸ Πελαγωνίου.
87 6 [10] Ἡ μυγαλῆ τὸν ἐπαγόμενον παρ’ αὐτῆς κίνδυνον τῷ οἰκείῳ σώματι θεραπεύει. καὶ γὰρ αὐτὸ τὸ ζῷον εἰς ἔλαιον βληθὲν καὶ ἀποπνιγέν, μετὰ τὸ σαπῆναι καὶ λειωθῆναι τοῖς δήγμασι προσχριόμενον ὑγείας παραίτιον γίνεται. εἰ δὲ μὴ τοῦτο εὑρεθείη, κύμινον λειώσας, καὶ πίσσης ὑγρᾶς βραχύ τι προσβαλὼν καὶ ἀξουγγίου ὀλίγον, ὥστε σύμπηξιν μαλάγματος ἔχειν, ἀποθέμενος ἀπαλλάξεις τοῦ κινδύνου. πρὸ δὲ τοῦ τὴν φλεγμονὴν διαλύεσθαι εἴ γε πυοτροφήσει, καλῶς ποιήσειας, εἰ τὴν ἐπιδερματίδα περιέλοις σμιλίῳ, καὶ πᾶν τὸ πεπονθὸς ἐπικαύσεις, οὕτω τε πίσσαν ὑγρὰν μετὰ ἐλαίου ἐπιβάλοις. ἔστι δὲ καὶ προφυλακτικὸν βοήθημα, ὥστε ἵππον ὑπὸ μυγαλῆς μὴ δάκνεσθαι, τόδε· τὸ ζῷον αὐτὸ τὴν μυγαλῆν πιάσας, γύψῳ περίπλασον, καὶ μετὰ τὸ σκληρυνθῆναι τῷ τραχήλῳ τοῦ ζῴου ἀπόδησον.
87 7 [5] οὕτω γὰρ ἀβλαβῆ τὰ ζῷα διαφυλαχθήσονται ἀπὸ δήγματος μυγαλῆς. ἄλλο εἰς τὸ αὐτό.
87 8 (t) [10] Ἡ μυγαλῆ πρὸς τὸ ἑαυτῆς μέγεθος μεγάλα καὶ τὰ δήγματα ποιεῖ. εἰ δὲ μικρά, βραχυτέρως ἐνεργοῦσα, καὶ τὴν θεραπείαν ἔχει εὐχερεστέραν. χεῖρον δὲ πάντων τὸ τῆς ἐγκύμονος μυγαλῆς δῆγμά ἐστι. φαίνεται δὲ ἡ διαφορὰ τοῦ δήγματος ἀπὸ τοῦ κατὰ τὴν φλεγμονὴν μεγέθους. χρὴ οὖν τούτῳ βοηθεῖν τῷ τρόπῳ· σκόροδον μετὰ νίτρου τρίψας, ἤ, εἰ νί τρον μὴ εὑρεθείη, ἅλατι καὶ κυμίνῳ τοὺς πεπληγότας τόπους ἀπότριβε. ἡνίκα δὲ τὰ τῆς φλεγμονῆς ἀπορραγέντα εἰς τραῦμα μεταβληθῇ, τότε ἀποπλύνας καθαρίως τὸ τραῦμα, καῦσον κριθάς, καὶ τούτων τὴν σποδιὰν ἐπίπασσε, καὶ μηδὲν ἄλλο ποιήσῃς. ἐὰν γὰρ ἑτέρῳ χρήσῃ βοηθήματι, ἐπιπλέον τὴν τῶν τραυμάτων ἐπαυξήσεις δύναμιν. δίδου δὲ καὶ προπότισμα ἀπὸ ἀνήθου καὶ ἀλεύρου σιτίνου καὶ κεδρέας ὀλίγης καὶ οἴνου ξέ. αʹ κατεσκευασμένον. Ἱεροκλέους περὶ τρυγόνος.
87 9 (t) [1] Ἐὰν τρυγὼν θαλασσία πλήξῃ ἵππον, κινδυνῶδες γίνεται σφόδρα. καυτήριον οὖν δεῖ προστιθέναι, καὶ ἱστάναι τὴν ἐπιφορὰν τοῦ αἵματος, ἐγχυματίζειν τε διὰ στόματος, τὸ ἧπαρ αὐτῆς τῆς τρυγόνος τρίψαντα ἐν οἴνου κοτύλῃ μιᾷ. περὶ λυσσοδήκτων.
87 10 (t) [1] Κύων λυσσῶν ἐάν τινα δάκῃ, κόπρου αἰγείας, ταρίχου παλαιοῦ, ἐβουλίου ἀνὰ γ ο ἕξ, κάρυα μεγάλα μʹ, εἰς ἓν πάντα συντρίψας ἐπίθες. περὶ βδελλῶν.
88 1 (t) [5] Αψύρτου. Ἄψυρτος Βεβίῳ δεκουρίωνι χαίρει ν . θέλω σε γινώσκειν, ὅτι ποτιζομένων τῶν ἀγελῶν μάλιστα δεῖ παρατηρεῖν ἐν τοῖς ὕδασι φυλασσομένους τὰς βδέλλας. ἐμπλέκονται γὰρ ὑπὸ τὴν γλῶσσαν καὶ τὰ χελύνια. καὶ τοῦτο μὲν ἧσσον κακόν, κατακλίνοντες γὰρ τὸν ἵππον ἐξαιροῦσιν αὐτάς. ὅταν δὲ κάτω παρέλθωσιν, ἀπισχνοῦσι τὸ ζῷον· καὶ ἐὰν πλείονες ὦσι, τάχιον διαφωνεῖ. τῷ δὲ ἐπὶ τῆς φάτνης ὅταν ἐμπέσωσιν, ἐγχεῖν ἔλαιον διὰ κέρατος, οὗ ψαύσαντος ἀποπίπτουσιν. εἰς τὸ αὐτὸ Ἱεροκλέους.
88 2 (t) [10] Εἰώθασι βδέλλαι πίνοντος τοῦ ἵππου ἐμπίπτειν εἰς τὸ στόμα, ἃς χρὴ διανοίξαντα τὸ στόμα ἀφαιρεῖν. εἰ δὲ κάτω παρέλθοιεν πλείους ἐπὶ τὴν φάρυγα, κινδυνεύει. χρὴ οὖν ὑδρελαίῳ ἐγχυματίσαι καὶ ἀπορρῖψαι αὐτάς. ἕτεροι δὲ συμβουλεύουσιν ἁλὶ λεπτῷ παρατρῖψαι, ἢ ἀριστολοχείας τῆς παχείας τρίψαντα ἐν ὄξει δριμυτάτῳ, ποιήσαντα μέλιτος πάχος, καὶ ἔλαιον ἐπιχέαντα διατρίβειν, ὅπου προσκάθηνται, ἀπολαβόντα τὴν γλῶσσαν ἔξω τοῦ στόματος. προσήκει δὲ τοὺς ταῖς ἀγέλαις ἐφεστηκότας προσέχειν τοῖς ὕδασι φυλασσομένους τὰς βδέλλας, ἵνα μὴ 〈ἐν τῷ ποτῷ ὑπὸ τῶν ἵππων καταποθῶσι καὶ〉 ὑπὸ τὴν γλῶσσαν καὶ τὰ χελύνια πινόντων τῶν ἵππων ἐμπλέκωνται. εἰ δὲ αἴσθοιντο οὔσας ἐν τῷ στόματι, ἀναγκαῖον καταστρέφειν τὸν ἵππον καὶ ἐκλέγειν αὐτάς. ἄλλο Θεομνήστου.
88 3 (t) [5] Βδέλλαν ἐν ὕδατι ἐὰν πίῃ ἵππος ἢ ἄλλο ὑποζύγιον, ὕδραιμον αὐτοῦ φέρεται ἀπὸ τοῦ στόματος, ἐὰν τῆς γλώσσης αὐτοῦ ἅψηται. δεῖ οὖν κατανοεῖν καὶ ἐκκομίζεσθαι αὐτὴν συκίνῳ φύλλῳ ἢ τραχεῖ ῥάκει. ὅταν δὲ τῷ στομάχῳ ἢ τῇ φάρυγι ἐμπλακῇ μία ἢ πλείους, ἐκμυζοῦσι τὸ ζῷον, καὶ ἀπισχνοῦται. καὶ ὅσα ἂν ἐγχυματίσῃς φάρμακα, οὐδὲν ὀνήσεις, διαφωνήσει γὰρ τὸ ζῷον. μόνον δὲ ἡμῖν ἄριστον δοκεῖ βοήθημα ἔλαιον ἐγχυματίζειν· ἁψάμενον γὰρ τὸ ἔλαιον ἐξωθεῖ τὰς βδέλλας, καὶ παραχρῆμα τελευτῶσιν. πρὸς βδέλλας κεκολλημένας τῷ στόματι.
88 4 (t) [1] Κόρεις πέντε θλάσας ἐν τῇ χειρί, κόλλα τῷ στόματι, καὶ εὐθέως ἀπορριφήσονται. ἐὰν δὲ περὶ τὴν φάρυγα ὦσι, πυρὶ ἐπιθεὶς τοὺς κόρεις ὑποκάπνιζε. ἄλλο Ἱπποκράτους.
88 5 (t) [5] Ἐὰν ἵππος ἢ ἄλλο ὑποζύγιον βδέλλαν καταπίῃ, ἢ εἰς τοὺς ῥώθωνας ἀνέλθῃ, καὶ αἷμα ῥεῖ διὰ τοῦ τόπου ἐκείνου, ἅλατι ἢ ἐλαίῳ ἐμφύσησον. εἶτα σαρκολαβίδι ταύτας ἐξέωσον. ἢ καυτηρίῳ δι άκαυσον. ἔπειτα ἄρτον καύσας καὶ λειοτριβήσας οἴνῳ τε ῥάνας κατάπλασσε. περὶ ὀρνιθίας.
89 1 (t) [5] Αψύρτου. Συμβαίνει τὰς ὀρνίθας ἐν ταῖς φάτναις ἐντίκτειν καὶ ἀφοδεύειν ὑγρόν. τοῦτο ἐὰν προσλάβῃ ὁ ἵππος τρώγων τὸ ἀφόδευμα καὶ καταφάγῃ, ὀχλεῖται καὶ κινδυνεύει. σημεῖα δέ ἐστι τάδε· τιλήσει λεπτὸν καὶ μυξῶδες. βοηθεῖται δὲ οὕτως· κόπρον τὴν ὀρνιθίαν λευκὴν καὶ στέατος ὁλκὴν μίαν τρίψαντα, μῖξαι ἀλφίτων χοίνιξι δυσί, καὶ οἴνῳ φυράσαντα διδόναι φαγεῖν, μαγδαλίας ποιοῦντα. ἔστω δὲ ὁ οἶνος αὐστηρὸς καὶ μέλας. ἄλλο.
89 2 (t) [10] Εἰ κόπρον ὀρνίθων ἵππος φάγοι, σελινοσπέρμου κυάθους εʹ μετὰ οἴνου ξέ. ἑνὸς καὶ ἡμίνης μέλιτος ἐγχυμάτισον. καὶ ἀναπατείτω, μέχρις οὗ προχωρήσῃ ἡ γαστὴρ αὐτοῦ. εἰ δὲ 〈ἐκ τοῦ πόνου〉 φρίκη τις καὶ ὀρθοτριχία 〈τῷ ἵππῳ σημεῖα〉 γένηται, 〈τοῦτο ποιήσεις·〉 δαφνοκόκκων τὸ ἀρκοῦν καὶ νίτρου λίτρας τὸ ἥμισυ, ὄξους ξέ. καὶ ἐλαίου ξέ. αʹ συμμίξας, ἐν θερμῷ τόπῳ διάχρισον ἐπὶ ἡμέραις τρισίν. 〈ἢ ἀκόρου γ ο αʹ, ἀνήθου γ ο αʹ, πάνακος ῥίζης κατακοπείσης καὶ σηθείσης κοχλιάριον αʹ, ἐν οἴνῳ καὶ ἐλαίῳ χλιαρῷ γ ο δʹ συμμίξας καὶ χλιάνας ἐγχυμάτισον. εἰ δὲ ἀστοχήσεις, ἐν τούτῳ〉 ἀγριοσυκῆς φύλλα τὰ ἀρκοῦντα συγκόψας, μετὰ χλιαροῦ δίδου ἐπὶ τοσαύταις ἡμέραις. Ἱεροκλέους εἰς τὸ αὐτό.
89 3 (t) [5] Συμβαίνει δὲ ταῖς ὄρνισιν ἔσθ’ ὅτε ἐντικτούσαις ἐν ταῖς φάτναις καὶ ἀφοδεύειν, ὅπερ ἵππῳ φαγόντι κινδυνῶδες γίνεται. γνώσῃ δὲ τοῦτο, ἐὰν ἴδῃς μυξῶδες ἀποπατοῦντα. κόπρον τοίνυν ὄρνιθος τὴν λευκὴν καὶ στερεὰν στέατος ὁλκῇ μιᾷ συντρίψας, μίξας ἀλφίτων χοίνιξι δυσὶ καὶ οἴνῳ φυράσας, ποιήσας τε μάζας, δίδου φαγεῖν. ἔστω δὲ ὁ οἶνος μέλας καὶ αὐστηρός. Εὐμήλου εἰς τὸ αὐτό.
89 4 (t) [5] Παλαιοτέραν κόπρον ὄρνιθος λαβὼν ὡς 𐅻 αʹ, μετὰ τηλίνου ἀλεύρου λύσας καὶ προσμίξας φοίνικας βʹ καὶ οἶνον καλόν, διὰ στόματος δί 〈δου. ἢ κοιλίας ὀρνιθείας τὸ ἐνδότερον μέρος μετὰ τῆς εὑρισκομένης ἐν αὐτῇ κόπρου λειώσας, μετὰ οἴνου ἡμίνας αʹ πιεῖν δίδου〉. περὶ κράμβης ἀγρίας.
90 1 (t) [10] Αψύρτου. Πρὸς τοὺς τὴν ἀγρίαν κράμβην φαγόντας ἐν τῷ διδομένῳ χόρτῳ ἢ βοσκήματι δεῖ χρῆσθαι βοηθήματι τῷδε· κράμβην ἥμερον κόψαντα, ἐπιχεῖν γάλα, καὶ ἀποχυλίσαντα, καταλαμβανόμενον τὴν γλῶτταν, ἐγχυματίζειν διὰ τοῦ στόματος, ἢ ὕδωρ τῇ κράμβῃ μιγνύντας, ἢ σῦκα μετὰ τοῦ ὕδατος ἑψήσαντας μῖξαι τῆς κράμβης τῷ ἀφεψήματι. λέγεται δὲ καρκίνους θαλασσίους τρίψαντας μιγνύειν τῷ χυλῷ τῆς κράμβης, διδόσθω δὲ τρεῖς ἡμέρας, μέχρις ἂν ἐκτιλήσῃ τὸ βόσκημα. ἐπιγνωσθήσεται δὲ διὰ τούτων· συνδεσμεύεται καὶ τὰ ὄπισθεν παραλύεται καὶ βαδίζειν οὐ δύναται, ἀλλὰ πίπτει καὶ ἐγείρεται, ἕως ὅτου τὴν κράμβην ἐκτιλήσῃ. Ἱεροκλέους εἰς τὸ αὐτό.
90 2 (t) [5] Εἰ κράμβην ἀγρίαν ἐν χόρτῳ ἢ νεμόμενος φάγῃ, συνδεῖται ὅλος, καὶ τὰ ὀπίσθια παρέλκει, καὶ βαδίζειν οὐ δύναται ἀλλὰ καταρριπτεῖται, ἕως οὗ τὴν κράμβην ἐκτιλήσῃ. δεῖ τοίνυν κράμβην ἥμερον κόψαντα, καὶ γάλα ἐπιχέαντα ἐν εὐώδει οἴνῳ διηθεῖν, εἶτα ἐγχυματίζειν διὰ στόματος. ἢ σῦκα ἑψήσαντα καὶ μίξαντα κράμβης τῷ ἀφεψήματι ὁμοίως ἐγχυματίζειν. ἢ καρκίνους θαλασσίους τρίψαντα μιγνύναι τῷ χυλῷ τῆς κράμβης, καὶ ἐγχυματίζειν δὶς τῆς ἡμέρας, ἕως ἂν ἐκτιλήσῃ. περὶ μυοφόνου.
91 1 (t) [5] Ἱεροκλέους. Ἐὰν μυοφόνον τὸ καλούμενον ἵππος βοσκηθῇ, εἶτα τὴν κεφαλὴν παρεὶς ὀφθῇ καὶ τὸ σῶμα ὅλον ὁμοίως, σχάσον φλέβα ἐν τοῖς κροτάφοις, καὶ ἐγχυμάτισον σελίνου ἀγρίου ἢ καὶ ἡμέρου ἐν οἴνῳ τὸ σπέρμα, ἢ πήγανον κόψας καὶ οἶνον ἐπιχέας παλαιὸν ἐγχυμάτιζε. περὶ κωνείου.
92 1 (t) [1] Ἱεροκλέους. Ἐὰν κωνείου γευσάμενος καρηβαρῇ, ὡς ἐμπίπτειν εἰς τοὺς τοίχους, σχάσας τὰς τραχηλιαίας φλέβας, ἐγχυμάτισον οἴνου παλαιοῦ ἡμικοτυλίοις τρισί. τοῦτο ποιήσας ἅπαξ καὶ δὶς θεραπεύσεις. περὶ καμπῶν.
93 1 (t) [5] Ἱεροκλέους. Ἐνίοτε ἐν κάμπαις κυλισθέντων τῶν ἵππων ἢ προσκνησαμένων δένδρῳ κάμπας ἔχοντι, μώλωπες ἐπανίστανται, καὶ οἰδεῖ τὸ δέρμα καὶ σκληρὸν γίνεται, οἵ τε ὀφθαλμοὶ κοιλαίνονται. χρὴ οὖν ὄξος λαβόντα δριμύτατον καὶ νίτρου ἥμιμνον καὶ χαλκάνθης τεταρτημόριον, ταῦτα τρίψαντα συγχρίειν τὸ σῶμα, φυλασσόμενον, μὴ εἰς τοὺς ὀφθαλμοὺς εἰσέλθῃ. περὶ δασύτητος.
94 1 (t) [1] Αψύρτου. Ἐὰν ἵππος δασὺς ᾖ τῷ σώματι, ἐριβίνθους τοὺς λευκοὺς ὅσον ἡμιχοίνικον βρέχοντας, καὶ σταφίδων μιγνύντας τὸ ἴσον παραβάλλειν μετὰ τῶν κριθῶν ἐπὶ ἡμέραις λʹ, καὶ λειοτριχήσει. καὶ τὰς κριθὰς δὲ πλείονας διδόναι, καὶ τὸ αὐτὸ ποιήσει. Ἱεροκλέους εἰς τὸ αὐτό.
94 2 (t) [5] Ἐὰν ἵππος δασὺς ᾖ τὸ σῶμα, χρὴ λεπτῶν ἐρεβίνθων ἡμιχοίνικον βρέξαντας καὶ σταφίδων τὸ ἥμισυ παραβάλλειν μετὰ τῶν κριθῶν ἐπὶ ἡμέραις τριάκοντα, καὶ λειοτριχήσει. καὶ ὅταν δὲ φλεβοτομῆται, συγχριέσθω καθ’ ὅλου τοῦ σώματος τῷ ἰδίῳ αἵματι, καὶ ἐάσθω ἐπὶ ἡμέραις τρισί. τῇ δὲ τρίτῃ τῷ κτενίῳ ᾧ παρατίλλεται, εἰ κτενισθείη, λειοτριχήσει. περὶ ὀδόντων ἐκφύσεως.
95 1-4 (t) Αψύρτου. Ἄψυρτος Μενεκράτει Κλαζομενίῳ 〈χαίρειν 〉 .
95 1 [15] βούλομαί σε εἰδέναι ἐν τοῖς ἵπποις καὶ τοῖς ἄλλοις, ὅσα μώνυχας ὁπλὰς ἔχει, τὰς τῶν ὀδόντων ἐκφύσεις καὶ τῶν ἐτῶν προσθέσεις. ἐπέγνωμεν γὰρ οὕτως· τριακονταμηνιαῖος ὢν ὁ πῶλος πρωτοβολεῖ τοὺς μέσους τομεῖς καλουμένους, ἄνωθεν δύο καὶ κάτωθεν δύο, οἵτινές εἰσι κυριώτεροι καὶ μείζονες. τοὺς δὲ δευτέρους ἀποβάλλει ἀρχομένου τοῦ τετάρτου ἔτους ἐν ἑξαμήνῳ, ὕστερον δὲ ἄνωθεν ἕνα καὶ κάτωθεν ἕνα ἐξ ἀμφοτέρων τῶν μερῶν. φύειν δὲ δοκεῖ καὶ τοὺς κυνόδοντας τότε. ἑτέροις δὲ μησὶ δυοκαίδεκα τὸν καταρτισμὸν φύει. τελειώσας δὲ πέντε ἔτη καὶ τοῦ ἕκτου ἐπιλαβόμενος καὶ πληρώσας τὸν ἐνιαυτόν, ἕξει ἴσα τὰ ἀνισώματα, καὶ οὐκ ἔστι ῥᾴδιον ἐπιγινώσκεσθαι τῶν ἐτῶν τὸν λοιπὸν χρόνον. λέγεται δέ, ὅταν τοὺς ὀδόντας ἔχων φανῇ προπεπτωκότας, ἔχῃ δὲ καὶ τὰς ὀφρῦς πολιὰς καὶ τὰ ὑποκάτω τῶν ὀφρύων κοιλότερα καὶ τοὺς ὀφθαλμούς, παρατετηρῆσθαι πᾶσιν, ὅτι ἐστὶν ἐν τῷ ἑκκαιδεκάτῳ ἔτει ὁ ἵππος. ἀκμάζει δὲ ἀπὸ τοῦ καταρτισμοῦ εἰς ἄλλα ἔτη ὀκτὼ ὁ μαλακόπους, ὁ δὲ στερεόπους δέκα.
95 2 [5] ἴσθι δ’ ὅτι, ἂν πλέον κινήσῃς αὐτὸν ὑπὲρ τοῦτον τὸν χρόνον, κάμνει καὶ οὐχ ὑπομένει. ἀνίεται γὰρ τῶν ἐμπροσθίων ποδῶν τὰ κύνοπλα, τὰ μεσοκύνια λεγόμενα, ἐκ τῶν σφυρῶν, καὶ οὐ δύναται περιπατεῖν οὐδὲ ἑστάναι, ῥίπτει τε ἑαυτόν. ζῇ δὲ ὁ στερεόπους ἀπὸ τῆς γενέσεως εἰς τὸν καταγηρασμὸν ἔτη κηʹ ἢ κθʹ, τριάκοντα δὲ οὐ πληροῖ ῥᾳδίως· ὁ δὲ μαλακόπους κδʹ. ὀδοντοβολοῦσι δέ τινες ἀπὸ τῶν πρώτων τοὺς δευτέρους μῆνας ὀκτὼ διαλιπόντες, καὶ τοὺς ἐσχάτους βαλόντες τὸν ἴσον χρόνον διαλείπουσι.
95 3 [10] τοὺς μὲν πρώτους χρόνους ὑπεραίρει οὐδεὶς τῶν πρωτοβολούντων οὐδὲ λείπεται, ἐν δὲ τοῖς λοιποῖς οὐκ ἔστι τὰ αὐτὰ παρὰ πᾶσιν, οὐδὲ τηροῦσι τὸν ἴσον χρόνον, ἀλλὰ καταλαμβάνουσιν οἱ δεύτεροι τοὺς πρώτους καὶ οἱ ἔσχατοι τοὺς δευτέρους. εὕρομεν δέ, ὅτι οἱ πρωτοβολοῦντες ἐν τῷ αὐτῷ χρόνῳ βάλλουσι τοὺς γομφίους τοὺς ἐμπροσθίους, ἄνωθεν ἕνα καὶ κάτωθεν ἕνα ἐξ ἀμφοτέρων τῶν μερῶν τοὺς πρώτους, καὶ τὰς προσφυὰς τὰς πρὸς αὐτοὺς ἀλλάσσουσιν. ὅταν δὲ γένωνται ἀπὸ τοῦ καταρτισμοῦ ἐν ἄλλοις ἔτεσι τρισί, ῥήγνυται ὁ ὀδοὺς καὶ περιφερὴς γίνεται καὶ τριγωνίζεται, καὶ τότε μάλιστα ῥεῦμα ἐμπίπτει εἰς τὸ στόμα τῶν ἵππων. ἔχει δὲ ὀδόντας τοὺς ἐμπροσθίους ἄνωθεν ὀκτὼ καὶ κάτωθεν ὀκτὼ σὺν τοῖς κυνόδουσι, καὶ γομφίους ἐν τῇ μιᾷ σιαγόνι ἄνωθεν ἓξ καὶ κάτωθεν ἕξ, καὶ ἐν τῇ ἑτέρᾳ ὡσαύτως.
95 4 [t2] τοὺς πάντας δὲ ἔχει τεσσαράκοντα ἐκτὸς τῶν προσφυῶν, ὄνος δὲ καὶ ἡμίονος τριάκοντα ἓξ καὶ τὰς προσφυάς. Τιβερίου πρὸς ὀδόντας ῥευματιζομένους ἀποκρουστικόν, ὠφελοῦν καὶ εἰς ἀνθρώπους.
95 5 (t1) [t2] Γλήχωνος πεφρυγμένου γ ο αʹ, ἴρεως Ἰλλυρικῆς καὶ ἅλατος ὀρυκτοῦ πεφρυγμένου ἀνὰ γ ο αʹ, ὀστέου σηπίας κεκαυμένου οὐγκίας τὸ τρίτον, κήρυκος λέπους κεκαυμένου γ ο γʹ, πεπέρεως καὶ σμύρνης ἀνὰ γρά. ἕν. στυπτικὸν πρὸς ὀδόντας, ἵνα ἐπικρατῇ τὸν βόλον ἐνιαυτὸν ἕνα καὶ μῆνας ἕξ.
95 6 (t1) [5] Βάτου ἀκρεμόνων γ ο γʹ, ὀμφακίτιδος γ ο γʹ, ῥόας, στυπτηρίας σχιστῆς ἀνὰ γ ο αʹ, σώρεως, ἰοῦ, μίσυος ἀνὰ γ ο αʹ, ἀκανθίου Ἀλεξανδρινοῦ γ ο γʹ. ταῦτα λειώσας ἕψησον ἐν ὄξους 〈ϛʹ 𐆅 , μέχρις οὗ καταλειφθῶσιν 𐆅 δʹ. καὶ ὅταν μέλλῃ πρωτοβολεῖν τὸ κτῆνος, σπογγαρίῳ αὐτὰ τὰ οὖλα ἐξ αὐτοῦ λαμβάν(ων βάπτ)ε ἔσωθεν καὶ ἔξωθεν τρὶς τοῦ μηνός. ἐὰν γὰρ ἤδη κρέμωνται οἱ ὀδόντες, ὡς ἀποπεσεῖν, τοῖς δακτύλοις ἀναπίασον καὶ ἐπίστυψον τῷ φαρμάκῳ, καὶ κρατήσει τὸν χρόνον τὸν προγεγραμμένον.〉 περὶ τοῦ πῶς δεῖ καίειν καὶ πότε.
96 1-4 (t) Αψύρτου. Ἄψυρτος Ῥούφῳ Ὀκταουΐῳ χαίρει ν .
96 1 [5] ἐσπουδακότι σοι ἐν τῇ ἰατρικῇ τῶν ἵππων ἐν παντὶ μέρει καὶ ζητοῦντι, ὃν δεῖ τρόπον καίειν, ἐπιδείξομεν, ἵνα καὶ τοῖς ἐμπείροις τοῦ ἔργου καὶ τοῖς ἰδιώταις εὔδηλον γένηται. πυρετοῦ τὴν καῦσιν δεῖ ποιεῖσθαι ἀπὸ τῆς κεφαλῆς παρ’ ἑκάτερα τῆς λοφιᾶς ῥάβδους μακράς, παρὰ τὴν χαίτην προστιθέντας ἐναλλὰξ γόμφους ὀρθοὺς λαβδοειδεῖς μέχρι τῆς ἐκφύσεως τῶν ὤμων. ἡγεμονικῆς γὰρ ὑπαρχούσης ἐν τῷ σώματι αὐτῆς καὶ μὴ κρατουμένης ὑπὸ τοῦ πάθους, οὐ διαφωνήσει τὸ ζῷον. καὶ τῶν ὀπισθοτονικῶν δὲ δεῖ καίειν τοὺς αὐτοὺς τόπους οὕτως, ἀντισπᾶ ται γὰρ τὸ πάθος. τὸν δὲ νεφριτικὸν καύσομεν κατὰ τὸν σύνδεσμον τῶν ἰσχίων καὶ τῆς κύστεως γόμφοις ὀρθίοις, μὴ πλείοσιν εἴκοσι τεσσάρων, παρ’ ἑκάτερα τῆς ῥάχεως τοὺς ἡμίσεις, τριστοιχίαν ποιούμενοι, ἀπέχοντας ἀπ’ ἀλλήλων πλάτος δακτύλων τριῶν. τὰ δὲ παραπρήσματα καύσομεν παρὰ τὴν ἰγνύν, ἐὰν ᾖ πρόσφατα καὶ ἁπαλά, πῶρον δὲ πεποιηκότα οὐκέτι. σφυρὰ δὲ καὶ γόνατα καύσομεν μανδακηδὸν ἐξ ἐπιπολῆς, διὰ τὸ εἶναι τὸν τόπον ψιλὸν καὶ κατάνευρον. ὅταν δὲ ᾖ ἐκ τῶν ὁδοιποριῶν καὶ φορτίων ῥύσιν ἔχων ἐπὶ τὸ γόνυ, ἢ ἐκ προσκρούσματος πονῇ αὐτὸ καὶ χωλεύῃ χρονίως, ἢ ὀλισθήσας καὶ πεσὼν διάτασιν πάθῃ τῶν ὀστέων, ἢ τὰ σφυρὰ ἐξ ὁδοιποριῶν καὶ φορτίων συμβαίνῃ πονεῖν καὶ τὰ ἐν αὐτοῖς νεῦρα καὶ τὰς ἀρτηρίας οἰδαίνειν, καὶ γίνεσθαι ἐκ τούτου παράσφυρο ν, καὶ τοῦτον δεῖ καίειν.
96 2 [10] ὅσοις δὲ ῥεύματα ἐμπίπτει εἰς τὰ σφυρά, ἅτινα παρα πρήσματα ἢ μελικηρίδες ἢ ὑδατίδες καλοῦντα ι, ἢ εἰς τὰ γόνατα, οὐ δεῖ καίειν. ὁμοίως οὐδὲ τὰ ἐν ποσὶ στρέμματα καυστέον. συμβαίνει γὰρ κατάφραξιν γίνεσθαι τῆς χοινικίδος, τῶν γόμφων ἐπιτιθεμένων ἐπὶ τὸ κύνοπλον καὶ τὴν ἔκφυσιν. ὃ ἁμαρτάνουσιν οἱ ποιοῦντες. οὐ δύναται γὰρ ἑτέρα ὁπλὴ καταβῆναι, καὶ γίνεται χωλός. περιττώματα δὲ λέγεται, ὃ ῥωμαϊστὶ καλοῦσι φαλκίνιν α.
96 3 [5] εἰσὶ δὲ ἐκβολαὶ ἐν τῷ σώματι ὅμοιαι δοθιῆσι καὶ μείζονες, καὶ πυοῦνται καὶ ἔκρηξιν λαμβάνουσιν αὐτόματοι. καὶ ταῦτα οὐ δεῖ καίειν. ἔστι γὰρ ἀνάχυσις μάλεως τῆς ἀρθρίτιδος, ἣν δεῖ προκαλεῖσθαι ἔξω. περικαιομένων δὲ αὐτῶν, ἀναγκαῖον στένωσιν γίνεσθαι τῆς ἐξόδου. συμβαίνει γὰρ μεταχωρῆσαι εἰς ἕτερον τόπον τοῦ σώματος καὶ μάλιστα ἐπὶ τὰ ἄρθρα, καὶ οἴδησιν καὶ χωλείαν ἐργάζεται. θεραπευτέον δὲ αὐτὰ ὕδατι θερμῷ καταντλοῦντα καὶ λιπαρᾷ καταχρίοντα. αἱ δὲ καύσεις θεραπεύονται οὕτως· τῇ πρώτῃ ἡμέρᾳ λεπτῷ ἅλατι καὶ ἐλαίῳ δεῖ καταβρέχειν τοὺς γόμφους πτεροῖς βάπτοντας, καὶ ταῖς ἐχομέναις γλοιῷ παιδικῷ δὶς τῆς ἡμέρας ἕως ἡμερῶν ἑπτά, ἵνα ἀποπέσωσιν αἱ ἐσχάραι.
96 4 [10] εἶτα ἀποσμήχειν οἴνῳ παλαιῷ καὶ ὕδατι θερμῷ ἄμφω μίξαντα, καὶ μετὰ τὴν ἀπόσμηξιν καταβρέχειν οἴνῳ καὶ ἐλαίῳ, καὶ προσπάσσειν ἄλευρον ὀρόβινον, ταῖς δὲ ἐχομέναις ὕδατι θερμῷ χρῆσθαι δὶς τῆς ἡμέρας καὶ τῷ ὀροβίνῳ ὡσαύτως· ἐὰν δὲ μὴ ᾖ γλοιός, χρηστέον συνθέματι τοιούτῳ· κηρὸν καὶ πίσσαν ὑγρὰν καὶ στέαρ χοίρειον καὶ ἅλας καὶ ἔλαιον μίξαντα καὶ τρίψαντα ἐν ταὐτῷ, καταχρίειν ἐν πτεροῖς. τῷ δὲ νεφριτιῶντι ἑβδομαίῳ γενομένῳ, εἰ μὴ ἐκπίπτωσιν αἱ ἐσχάραι ἀπὸ τοῦ καταχρίσματος, ἴσθι ὅτι τῶν ἐντός τι ἀπέρρωγε, καὶ ζῆν οὐ δύναται, χρόνον δὲ παρέλκει. ἄριστος δὲ καιρὸς εἰς τὸ καίειν ἐαρινὸς καὶ θερινός. Θεομνήστου περὶ καυτηρίων.
96 5 [15] Τῶν δὲ παραπρησμάτων ἤτοι μελικηρίδων λεγομένων, ἅτινα ἐν τοῖς ὀπίσω σκέλεσι γίνεται, τίνα δεῖ καίειν καὶ πότε; ἐροῦμεν, ὅτι τότε καύσομεν αὐτά, ὅταν ᾖ πρόσφατα· πώρων δὲ γενομένων ἀφαιμάξομεν. σφυρὰ δὲ καὶ γόνατα καὶ ὅσα περὶ τὰ νεῦρα μέρη καύσομεν πεφεισμένως· ἐνδότερον δὲ οὔ, ἐπεὶ χωλεύσομεν τὰ νεῦρα καίοντες. καὶ ὅταν δὲ ἀπὸ δρόμων καὶ ὁδοιποριῶν ῥυσὰ τὰ γόνατα καὶ καμπύλα ᾖ ἐκ προσκρουσμάτων καὶ ἀλγῶσιν αὐτὰ καὶ χρονίως χωλαίνωσιν, ἢ καὶ ὁδοιποροῦντα πέσῃ, καὶ διάστασις γένηται τῶν ὀστέων, καύσομεν μέχρι βύρσης. γίνεται δὲ καὶ περὶ τὰ σφυρὰ ἀλγήματα τοῖς ὑποζυγίοις ἢ ἐξ ὁδοιποριῶν μακρῶν ἢ φορτίων, καὶ συμβαίνει αὐτοῖς πονεῖν τὰ νεῦρα καὶ τὰς ἀρτηρίας ἀνοιδαίνειν, μείζονά τε γίνεται τὰ σφυρὰ παρὰ φύσιν, καὶ μάλιστα προκοπτόντων τῷ χρόνῳ. καλοῦσι δὲ τὰ τοιαῦτα ζῷα παράσφυρ α. καὶ ταῦτα οὖν δεῖ καίειν πεφεισμένως ὀρθοῖς καυτηρίοις. οἷς δὲ ῥεύματα ἐμπίπτει εἰς τὰ σφυρὰ ἢ τὰ γόνατα, καὶ ποιεῖ παραπρήσματα ἢ μελικηρίδας τὰς ὑπό τινων ὑδατίδας καλουμένας, τούτους οὐ χρὴ καίειν.
96 6 [5] ἀλλ’ οὐδὲ τὰ παράχηλα στρέμματ α· ἐκπεσεῖται γὰρ ἡ χηλὴ καὶ ἄλλη οὐ φύεται, καὶ ἔσται τὸ ζῷον ἄχρηστον. ἀλλ’ οὐδὲ τὰς ἐπαναστάσεις τὰς ἐν ὅλῳ τῷ σώματι δοθιῆσιν ὁμοίας γινομένας χρὴ καίειν. μάλεως γάρ ἐστιν ἀνάχυσις, καὶ στεγνουμένη ὑπὸ τῶν καυτηρίων εἴσω στρέφεται, καὶ κακοῖ τὸ ζῷον. τὰς δὲ ἐν τοῖς ἄρθροις ὑδατίδας οὐ δεῖ καίειν. τὰ μέντοι ἀπὸ τῶν καυτηρίων ἐσχαρώματα θεραπεύσομεν ὕδατι θερμῷ καταντλοῦντες, εἶτα ἀπομαλάσσοντες καὶ λιπαρᾷ καταχρίοντες.
96 7 [15] αὐτὰς δὲ τὰς καύσεις θεραπεύσομεν ἐν τῇ πρώτῃ ἡμέρᾳ ἁλὶ λεπτῷ λελειω μένῳ καλῶς μετ’ ἐλαίου, διὰ πτερῶν τὴν κατάχρισιν ποιοῦντες. ταῖς δὲ ἑξῆς ἡμέραις συντεθειμένῳ φαρμάκῳ ἀπὸ κηροῦ καὶ πίσσης ὑγρᾶς καὶ στέατος χοιρείου καὶ ἁλὸς καὶ ἐλαίου ὡς γλοιῷ γενομένῳ καταχρίοντες ὁμοίως πτεροῖς. ὅταν δὲ ἐκπέσωσι μετὰ ἑπτὰ ἡμέρας αἱ ἐσχάραι, κατάπλυνε θερμῷ ὑδρελαίῳ. μετὰ δὲ τὴν ἀπόσμηξιν κατάβρεχε οἴνῳ καὶ ἐλαίῳ, καὶ ἐπίπαττε ἄλευρα ἐξ ὀρόβων γεγονότα, καὶ τῇ ἑξῆς ὕδατι θερμῷ κατάπλυνε δὶς τῆς ἡμέρας, καὶ χρῶ τῷ φαρμάκῳ τῷ διὰ στέατος, ὡς προγέγραπται. τοῦ δὲ ἐπὶ τοῖς ἰσχίοις καέντος νεφριτικοῦ, εἰ μὴ ἐκπέσωσιν εἴσω τῶν ἑπτὰ ἡμερῶν αἱ ἐσχάραι, γίνωσκε τοῦτον δυσσώστως ἔχειν, καὶ ἐρρηχέναι τι τῶν ἔνδον αὐτοῦ, ἢ ἀπεσπάσθαι τοὺς νεφρούς. ἄλλο κατάπλασμα καυστικόν.
96 8 (t) [5] Τιτάνου μέρος ἓν προσφάτου καὶ τρυγὸς οἰνηρᾶς κεκαυμένης ἴσον φυράσας κονίᾳ σχι νίνῃ, ἢ ἀπὸ καλάμης κυάμων, ἢ ἀπὸ ἐλαίας πυρήνων, τούτῳ χρῆσαι προσφάτῳ. ἢ κάππαριν τρίψας πρόσφατον ἐπιτίθει, ἢ τηλεφύλλου φύλλα τρίψας, καὶ διεὶς ὀπῷ συκῆς καὶ ὄξει, ἢ προσφάτου τιτάνου δραχμὴν καὶ νίτρου ἀφροῦ δραχμὰς γʹ, καὶ τρυγὸς ὀξηρᾶς κεκαυμένης ὁλκὰς δύο, ἑψήσας ἐν κονίᾳ δριμείᾳ χρῶ. ἄλλο καυστικὸν ἐπὶ τῶν χωλασμάτων.
96 9 (t) [5] Ἐν τοῖς ἄρθροις ἢ ἐν ἄλλῳ οἱῳδήποτε τόπῳ οἰδημάτων ἢ σκληρωμάτων ἢ μελικηρίδων προσφάτων ἐκ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας ἢ καὶ αὐτομάτως γινομένων, ἔστι θεραπεία αὕτη· ἀσφάλτου στατῆρας ηʹ, Κολοφωνίας ῥητίνης στατῆρας δʹ, πίσσης ξηρᾶς στατῆρας δʹ, κηροῦ στατῆρας ἕξ, χαλβάνης στατῆρα ἕνα, ὀποπάνακος στατῆρα ἕνα, τιτάνου στατῆρα ἕνα· πάντα ὁμοῦ συνθερμάνας ὅσον ἡ χεὶρ ἀνέχεται, κατάχριε. ἄλλο καυστικὸν πρὸς νεύρων πόνους.
96 10 (t) [1] Χαλβάνης, στύρακος, βδελλίου, λιβάνου ἀλεύρου, πίσσης Βρυττίας, ἀσφάλτου, ἐπ’ ἴσης πάντα βαλών, καὶ τὰ ξηρὰ λειώσας καὶ τοῖς ὑγροῖς συμμίξας, χρῶ. ἄλλο.
96 11 (t) [1] Ἀρσενικοῦ γ ο αʹ, ἀσβέστου γ ο ϛʹ ἰδίως τρίψας καὶ μίξας χρῶ. ἄλλο.
96 12 (t) [1] Ῥητίνης Κολοφωνίας, ἀσφάλτου Ἰουδαϊκῆς, θείου ἀπύρου, πίσσης νεαρᾶς, κηροῦ ἴσῳ σταθμῷ μετὰ στέατος τραγείου συνεψήσας χρῶ. ἄλλο ἐπὶ ἑλκῶν καυστικόν.
96 13 (t) [5] Χαλκάνθης ὁλκὰς βʹ, στυπτηρίας σχιστῆς γ ο τὸ c ʹ, χαλκίτιδος γ ο αʹ, ἰοῦ ξυστοῦ γ ο ϛʹ. ταῦτα κόψας καὶ λειώσας σὺν ὄξει δριμυτάτῳ λευκῷ, ἕψησον ὁμοῦ ἐν χαλκείῳ, ἕως ζέσῃ ἅπαξ, καὶ πάλιν λείου, παρεμβαλὼν σμύρνης ὁλκήν. εἶτα ἀπόθου καὶ χρῶ δι’ ὄξους. ἄλλο μάλαγμα καυστικόν.
96 14 (t) [1] Προπόλεως γ ο βʹ, χαλβάνης γ ο αʹ, βδελλίου γ ο γʹ, ῥητίνης λίτραν αʹ γ ο αʹ, ἀσφάλτου γ ο γʹ, πίσσης Βρυττίας λίτραν αʹ, ἀμμωνιακοῦ λίτραν αʹ. πρὸς πόνον κόξης.
96 15 (t) [1] Συγχρίσμασι χρῆσαι ἐπὶ ἡμέραις ηʹ. εἰ δὲ ἀνάγκη ἐπείγοι, φλεβοτόμει, καὶ χρῶ βοηθήματι τούτῳ· εὐφορβίου, ἁλὸς κοινοῦ ἀνὰ γ ο δʹ, πίσσης ὑγρᾶς γρά. δʹ, συνεψήσας χρῶ. ἄλλο· Ἀψύρτου καυστικὸν πρὸς κοξαρίους.
96 16 (t) [5] Χαλβάνης, ὀποπάνακος, μυελοῦ ἐλαφείου, τερεβινθίνης, ἀμμωνιακοῦ, βδελλίου, προπόλεως, κροκομάγματος, ὄξους, πίσσης ξηρᾶς, πίσσης ὑγρᾶς, ἀσφάλτου Ἰουδαϊκῆς, ἐλαίου Κυπρίνου, ῥητίνης ἀφροῦ, τουτέστιν ἀποφυσήματος, στέατος ταυρείου, κηροῦ ἀνὰ λίτρας δύο. ἄλλο.
96 17 (t) [1] Χαλκίτιδος λίτραν αʹ, μέλιτος, ἀλόης ἀνὰ γ ο ἕξ, ὄξους ξέστην ἕνα, προβατείου ἀξουγγίου καὶ κηροῦ ἀνὰ λίτραν αʹ, ῥόδων γ ο ἕξ. ἄλλο καυστικὸν πρὸς νεύρων πόνους.
96 18 (t) [1] Στύρακος λίτρας βʹ, χαλβάνης, βδελλίου, προπόλεως, Κολοφωνίας, οἰσύπου, ἀμμωνιακοῦ θυμιάματος, πίσσης ξηρᾶς, δαφνίδων ἀνὰ λίτραν αʹ, ἀσφάλτου, ὄξους ἀνὰ οὐγκίας ἕξ. ἄλλο· σύνθεσις καυστικοῦ.
96 19 (t) [10] Κηροῦ λίτρας εʹ, προπόλεως Ἀττικῆς λίτρας δʹ, ἀμμωνιακοῦ λίτρας δʹ, χαλβάνης λίτραν αʹ, ὀπίου λίτρας δʹ, ὀποπάνακος ἀφροῦ λίτρας δʹ, ἀσφάλτου Ἰουδαϊκῆς λίτραν αʹ, πίσσης Βρυττίας λίτρας ιʹ, ἐβίσκου λίτρας βʹ, ῥητίνης πιτυΐνης λίτρας δʹ, ῥητίνης φρυκτῆς λίτρας δʹ, στύρακος λίτρας βʹ, βδελλίου λίτρας δʹ, μυελοῦ ἐλαφείου λίτραν αʹ, στέατος ταυρείου γ ο ἕξ, ὀπίου λίτρας βʹ, θείου ζῶντος λίτρας ιβʹ, μέλιτος κοτύλας βʹ, οἴνου παλαιοῦ κοτύλας δʹ, χαμαιμήλου τετριμμένου γ ο αʹ. ταῦτα συντρίψας εἰς ἓν καὶ βαλὼν εἰς σκεῦος χαλκοῦν, χρῶ πρὸς πάντα τὰ πρόσφατα ἕλκη. ἄλλο κατάχρισμα καυστικόν.
96 20 (t) [10] Ἱεροκλέους. Ἀποχύματος, ῥητίνης φρυκτῆς, ἀσφάλτου Ἰουδαϊκῆς, πίσσης, κηροῦ, ἰξοῦ ἀνὰ λίτραν αʹ, ἀμμωνιακοῦ γ ο ἕξ, λιβανωτοῦ γ ο δʹ, χαλβάνης γ ο βʹ, ὀποπάνακος γ ο βʹ, τὰ τηκτὰ τήξας, ἐπίβαλλε τὸν ὀποπάνακα προλελειωμένον, καὶ βαλὼν εἰς τροῦλλαν καὶ κινῶν τῇ σπάθῃ, κατάχριε. ἐὰν δὲ κατάσκληρον γένηται, πρόσμιγε ἀξουγγίου παλαιοῦ λελυμένου καὶ ἀμμωνιακοῦ τὸ ἀρκοῦν. καὶ ἄνευ δὲ τοῦ ἰξοῦ καλῶς ποιεῖ. καύματος δὲ ὄντος, ἵνα μὴ λυθῇ τὸ κατάχρισμα, πρόσβαλλε ἀποξύσματος πλοίου γ ο ἕξ, καὶ οὕτως κατάχριε. ἐὰν δὲ μὴ ᾖ ξύσμα πλοίου, ἀνθήλης παλαιᾶς γ ο δʹ. ἔστι δὲ τῶν καυστικῶν καταχρισμάτων ἄριστον. ἄλλο κατάχρισμα καυστικόν.
96 21 (t) [1] Ἀσφάλτου Ἰουδαϊκῆς, στυπτηρίας σχιστῆς ἀνὰ γ ο ἕξ, ἀξουγγίου παλαιοῦ λίτραν αʹ, λιθαργύρου γ ο γʹ, χαλβάνης, ὀποπάνακος ἀνὰ γ ο αʹ, ὄξους σκιλλητικοῦ ξέ. αʹ, ἐλαίου ἡμίναν μίαν. ἄλλο Πελαγωνίου 〈καυστικὸν θερμόν〉.
96 22 (t) [t2] Λιθαργύρου λίτραν μίαν, 〈νίτρου γ ο γʹ〉, ἀμμωνιακοῦ γ ο γʹ, λεπίδος Κυπρίας γ ο ἕξ, ῥητίνης φρυκτῆς γ ο ἕξ, κηροῦ λίτραν μίαν, χαλκοῦ κεκαυμένου γ ο γʹ, ψιμυθίου γ ο ἕξ, ἐλαίου ξέ. ἕνα. καυστικὸν πρὸς ὤμους καὶ ἁρμοὺς καὶ κόξας 〈τοῦ Ἡμερίτου〉.
96 23 (t1) [5] Χαλβάνης γ ο ἕξ, ἀμμωνιακοῦ γ ο δʹ, πίσσης Βρυττίας γρά. εʹ, ἀσφάλτου γ ο δʹ, ἀψινθίου γ ο βʹ, βδελλίου, μήκωνος σπέρματος, προπόλεως, λιβάνου ἄλευρον, δαφνοκόκκων, ῥητίνης Κολοφωνίας ἀνὰ γ ο βʹ, δικτάμνου γ ο εʹ, ῥητίνης γαστρικῆς γ ο εʹ, κηροῦ λίτρας βʹ. ἄλλο.
96 24 (t) [5] Κηροῦ λίτραν αʹ, ἀσφάλτου λίτραν αʹ, ῥητίνης τερεβινθίνης λίτραν αʹ, ἀμμωνιακοῦ 𐆃 ἕξ, βδελλίου γ ο αʹ, οἰσύπου γ ο αʹ, χαλβάνης γ ο γʹ, στύρακος γ ο γʹ, μάννης γ ο αʹ, στυπτηρίας σχιστῆς γ ο γʹ, ὄξους γ ο δʹ, ἐλαίου καρυΐνου γ ο αʹ, ἐλαίου παλαιοῦ γ ο αʹ, νίτρου γ ο αʹ, πεπέρεως γ ο βʹ, ἰξοῦ γ ο βʹ, πετροσελίνου γ ο αʹ, προπόλεως γ ο βʹ. ἄλλο.
96 25 (t) [1] Κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς γ ο ἕξ, ἀμμωνιακοῦ γ ο γʹ, κώνης γ ο γʹ, βδελλίου γ ο αʹ, χαλβάνης γ ο αʹ, ἀσφάλτου Ἰουδαϊκῆς γ ο ἕξ, ἀξουγγίου παλαιοῦ γ ο ἕξ, οἴνου κυάθους τρεῖς. ἄλλο.
96 26 (t) [5] Ὄξους σκιλλητικοῦ ξέ. αʹ Ἰταλικόν, πίσσης Βρυττίας ξέ. αʹ, κηροῦ ξέ. αʹ, σινωπίδος γ ο βʹ, ῥητίνης φρυκτῆς ξέ. αʹ, ἀλεύρου χνοὸς ξέ. Ἰταλικοῦ τὸ c ʹ, τὸ ὄξος θερμάνας μετὰ τῆς πίσσης, ἐπειδὰν καλῶς ζέσῃ, τὰ λοιπὰ ἐπιβαλὼν εὐκράτως κατάχριε. καὶ μετὰ τοῦτο κάνναβιν κόπτων καὶ ποιῶν ἐλλύχνια ἐπιτίθει συνδέων τὸν τόπον. κατασκευὴ καυστῆρος.
96 27 (t) [1] Σεῦτλα εἰς ὕδωρ καθεψήσας, καὶ τὸν τούτων χυλὸν νίτρῳ καὶ ἐλαίου ἡμίνῃ μίξας, καυτηρίασον. πῶς δεῖ γραστίζειν.
97 1-4 (t) Αψύρτου. Ἄψυρτος Ὠρίωνι Μαρκέλλῳ χαίρει ν .
97 1 [10] ἔγραψάς μοι ἐπερωτῶν, τίνα τρόπον τοὺς ἵππους δεῖ γραστίζειν; ἔστι γὰρ ἀναγκαιοτάτη καὶ πρώτη θεραπεία 〈κατ’ ἔτοσ〉. τὸν ἵππον ἰδίᾳ στήσαντες παραβαλοῦμεν τὴν γράστιν, μηδὲν ἕτερον τῶν τρεφόντων παραβάλλοντες. ἄριστον μὲν εἶναι ταύτην πυρίνην, εἰ δὲ μὴ κριθίνην, ἣν δώσομεν μέχρις ἡμερῶν πέντε, ἀπὸ δὲ τούτων διπλασίονας ἄλλας (ὑπάρχει δὲ βέλτιον, ἐὰν ᾖ παρὰ θάλασσαν ἐσπαρμένη. εἰ δὲ οὐκ ἔστι, τῇ παρούσῃ χρησόμεθα), καὶ κριθῶν καθ’ ἑκάστην ἡμέραν προστιθέντες ἡμιχοίνικον. ὅταν δὲ ἔλθωμεν εἰς τὸ τεταγμένον, μενοῦμεν διδόντες τὴν εἰθισμένην ταγήν, καὶ χλωρὸν χόρτον μὴ ἐλλείποντες, ἐφ’ ὅσον ἐὰν ᾖ χρόνον. ἀπὸ δὲ τῶν πρώτων πέντε 〈ἡμερῶν〉 προάξομεν αὐτὸν καὶ λούσομεν, ὥστε καὶ νήχεσθαι.
97 2 [5] εἶτα ἀποξύσαντας τὴν ὑγρασίαν πᾶσαν δεῖ ἀναφυσᾶν οἴνῳ καὶ ἐλαίῳ, καὶ τρίβειν ταῖς χερσὶ κατὰ τρίχα, μέχρις ἂν μηδεμίαν ἰκμάδα ὁ χρὼς ἔχῃ, καὶ τὰς λοιπὰς παραβαλοῦμεν, καθὼς προγέγραπται, μετὰ τῶν κριθῶν. ἐὰν δὲ συμβῇ ποτε ἐνδεῆ γενέσθαι τὴν γράστιν μὴ ἴσον δοθῆναι ἐκ τῶν δέκα τὰς πέντε. στήσομεν δὲ καὶ παραβαλοῦμεν τοῦ μηνὸς λήγοντος, συμμετρούμενοι τὰς πέντε μέχρι τῆς τριακάδος, ἵνα τῇ νουμηνίᾳ ἀρξώμεθα τὰς λοιπὰς μετὰ τῶν κριθῶν γραστίζειν μέχρι τῆς δεκάτης τοῦ μηνός. ἀναγκαίως δὲ ἔχει παραβάλλοντας τὴν γράστιν, φλεβοτομεῖν αὐτόν, διακόπτοντας τὰς ἐν τῷ στήθει φλέβας καὶ τὴν ὑπερῴαν, ἵνα τὸ προϋπὸν αἷμα ἀπὸ τῶν ξηρῶν οἵ τε ἰχῶρες ἀπόχυσιν λαμβάνωσιν, οὕτω τε τὸ νέον εἰς καθαρὰς τὰς φλέ βας συλλέγηται.
97 3 διαιτηθεὶς γὰρ οὕτως ὁ ἵππος οὐ ῥαδίως ἐμπίπτει εἰς ἀρρωστήματα καὶ μοχθηρίας ὑπομένει. ὠφέλιμον δὲ καὶ τοῦτο· χλοαζομένῳ ἅλας παραβάλλειν τῷ ἵππῳ, ἵνα μὴ σιγγρίασις γένηται, ἥν τινες ἄφθαν καλοῦσιν, ἐν τῷ στόματι.
97 4 [5] μηδέποτε δὲ ἵππον βόσκειν ἐν τῷ ὑπαίθρῳ μάλιν ἔχοντα. εὐχερῶς γὰρ ὑποτρέχει τῇ βύρσῃ, καὶ γίνεται ψωρίασις, ἐξ ἧς καὶ μανία γίνεται τοῖς καύμασιν. δεῖ οὖν τὸν τοιοῦτον ἑστῶτα ὑπὸ τὴν στέγην παραβάλλειν. ἄριστον δὲ προκαθάραντα διὰ τοῦ σικύου καὶ τοῦ νίτρου χλοάζειν. Ἱεροκλέους εἰς τὸ αὐτό.
97 5 [10] Ἐνέτυχόν ποτε συγγράμματι Διοκλέου ς , δοκιμωτάτῳ προσφωνοῦντός τινι τῶν βασιλέω ν , Ἀντιγόνῳ οἶμα ι , ὑγιεινὰ παραγγέλματ α, οἷς χρώμενός τις εὐδοκιμήσει. καλῶς οὖν ἔχει καὶ ἡμᾶς εἰπεῖν, ὅπως δεῖ κατὰ τὴν τοῦ ἦρος ὥραν γραστίζειν τοὺς ἵππους, τὴν χλωρὰν αὐτοῖς παραβάλλοντας πόαν. διαιτηθέντες γὰρ καλῶς οὐκ ἐμπεσοῦνται εὐμαρῶς εἰς τὰ ἀρρωστήματα. ἡνίκα ἂν ὁ καιρὸς ἐπιστῇ τῆς χλόης, ἐξ αὐτῆς τὸν ἵππον ποίησον βοσκηθῆναι χόρτον ἄγριον ἡμέραν μίαν, εἶτα τῇ ἐπιούσῃ ἀναφυσήσας τὰς ῥῖνας ἀναφυσήματι τῷ συγκειμένῳ διὰ κοκκορίζου καὶ φύλλου καὶ κόστου καὶ ἴρεως καὶ πεπέρεως, εὐθέως ἄφες εἰς τὴν νομὴν ἡμέρας δύο που ἢ καὶ τρεῖς, ἵνα ἐπικύπτων μετὰ τὴν ἀναφύσησιν πᾶν τὸ ἐγκείμενον τῇ κεφαλῇ ὑγρὸν ἐκβάλῃ διὰ τῶν ῥινῶν. καὶ μετὰ τὸ ἡμέραις βοσκηθῆναι τρισὶν εἰσάγαγε εἰς τὴν ἱπποστασίαν, καὶ χόρτον ἄγριον παράβαλλε ἐπὶ τέσσαρσιν ἡμέραις.
97 6 [15] παράβαλλε δὲ καὶ τὴν γράστιν, μάλιστα μὲν πυρίνην, εἰ δὲ μή, κριθίνην ἐπὶ ἡμέραις πέντε. καὶ μετὰ τοῦτο φλεβοτόμησον τὸν ἵππον, καὶ τὸ αἷμα ἐκβαλών, μῖξον νίτρῳ καὶ ὄξει καὶ ἐλαίῳ καὶ ᾠοῖς, καὶ οὕτως περίχρισον τὸ ζῷον. καὶ στήσας ἐν ἡλίῳ, ὡς τὸ χρῖσμα ἅπαν ξηρανθῆναι, χρῶ τῇ γράστει μάλιστα μέν, ὡς προείπομεν, πυρίνῃ, εἰ δὲ ταύτης ἀπορεῖς, κριθίνῃ, ἐπὶ ἡμέραις πέντε. μετὰ δὲ τὸ πληρωθῆναι τὰς ἡμέρας ἐξάγων τῆς ἱπποστασίας, λοῦσον τὸν ἵππον καὶ ἀπόμαξον σαβάνοις, ὡς πᾶσαν ἀπομαγῆναι τὴν ἰκμάδα. εἶθ’ οὕτως στήσας τὸ ζῷον, παράβαλλε τὴν γράστιν ἐπὶ ἡμέραις τισι, μάλιστα μέν, εἰ ἐγχωρεῖ, τεσσαρεσκαίδεκα, ἐπεί τοί γε μὴ ἔλαττον ἑπτὰ ἢ ἐννέα, ἵνα ὡς ὅτι μάλιστα πιότατος γένηται. χρήσιμον δὲ χλοαζομένῳ αὐτῷ παραβάλλειν ἅλας, ὡς μὴ τὴν λεγομένην ἄφθαν τῷ στόματι αὐτοῦ ἐπιγίγνεσθαι. ὅθεν τινὲς ἔφασαν βέλτιον εἶναι ἐν παραθαλασσίοις μέρεσιν ἐσπαρμένην εἶναι τὴν γράστιν.
97 7 [10] εἰ δὲ συμβαίνει ἐν τῷ καιρῷ τούτῳ ὑπὸ μάλεως ἔχεσθαι ἢ πειράζεσθαι, μὴ βόσκειν αὐτὸν ἐν ὑπαίθρῳ. εὐχερῶς γὰρ ὑποτρέχει τὴν βύρσαν τὸ πάθος, καὶ γίνεται ψωρίασις ἑξῆς ἐνίοτε τοῖς καύμασιν, καὶ εἰς μανίαν ἐκτρέπεται τὸ ζῷον. δεῖ οὖν αὐτῷ ὑπὸ στέγην παραβάλλειν τὴν γράστιν, προκαθάραντα διὰ τοῦ σικύου καὶ τοῦ νίτρου. πέρας μὲν οὖν ἔχει τὸ σύγγραμμα. συντάγματα δὲ καὶ βοηθήματα τούτῳ ὑπετάξαμεν, ἵν’ ὑπάρχῃ πᾶσιν γινώσκειν, πῶς ἕκαστα τούτων κατασκευάζεται. Θεομνήστου εἰς τὸ αὐτό.
97 8 [15] Ὁ καλῶς ἵπποις καὶ ἡμιόνοις τὴν τῆς ὑγιείας προφυλακὴν ποιούμενος οὐχ ὡς ἔτυχεν περιποιεῖται. φυσικὴ γάρ ἐστι κάθαρσις, ἦρος ὥρᾳ γινομένη τοῦτον τὸν τρόπον· ὅταν ὁ καιρὸς ἐπιστῇ τῆς χλόης περὶ τὰς Ἀπριλίου μηνὸς εἰδού ς, εὐδιεινὸν ἐπιλεξάμενος ἡμέρας κατάστημα, ἐξάγαγε τοὺς ἵππους καὶ τὰ ἄλλα ζῷα τοῦ ἱπποστασίου, καὶ ἄφες βοσκηθῆναι ἀγρίαν χλόην πρῶτον ἡμέραν μίαν, εἶτα τῇ ἐπιούσῃ ἐμφύσησον αὐτὸν εἰς τὰς ῥῖνας φάρμακον ξηρὸν 〈ἔρρινον〉, οὗ ἡ σύνθεσις αὕτη· κοκκορίζου, πεπέρεως, γλήχωνος, ὀριγάνου ἀνὰ γ ο αʹ, φύλλου, ἴρεως, κόστου, σικύου ἀγρίου ῥίζης ὅτι μάλιστα λεπτοτάτης ἀνὰ γ ο c ʹ, πάντα κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, ἐμφύσα διὰ καλαμίσκου εἰς τοὺς μυκτῆρας, καὶ ἀνακρεμάσας ὡς ἡμιώριον, ἄφες βοσκηθῆναι ἐπὶ ἡμέραις ἄλλαις τρισίν, ἵνα πᾶν τὸ ἐν ἐγκεφάλῳ ἀπὸ τοῦ χειμῶνος ὑγρὸν σύστημα φλεγματῶδες ὂν τῇ κατανεύσει τῆς κεφαλῆς ἐν τῇ νομῇ καταρρυὲν ἐκκριθῇ. οὕτω γὰρ οὔτε μᾶλις οὔτε παρίσθμια οὔτε χοιράδες γενήσονται τοῖς ζῴοις. καὶ μετὰ ταῦτα πάλιν ἄγε ἐπὶ τὴν ἱπποστασίαν, καὶ παράβαλλε ἄγριον χόρτον ἐπὶ ἡμέραις πέντε.
97 9 [15] τῇ δὲ ἑξῆς ἄρξαι διδόναι τὴν γράστιν, κάλλιον μὲν πυρίνην, εἰ δὲ μή, κριθίνην ἐπὶ ἡμέραις πέντε. καὶ οὕτως φλεβοτόμησον, καὶ τὸ αἷμα δεξάμενος πᾶν, μῖξον ἐν αὐτῷ ἔλαιον καὶ ὄξος καὶ νίτρον, καὶ ἀνὰ τρίχα κατάχριε τὰ ζῷα ἀπὸ κεφαλῆς ἄχρι ποδῶν, καὶ ἀνατρίψας ἐπιμελῶς στῆσον ἐν ἡλίῳ, ἵνα ξηρανθῇ. ἔπειτα εἰσάγαγε εἰς τὴν ἱπποστασίαν, καὶ παράβαλλε τὴν γράστιν ἐπὶ ἄλλαις ἡμέραις πέντε, μὴ ψήχων αὐτά. τῇ δὲ ἕκτῃ ἐξαγαγὼν τῆς φάτνης λοῦσον καὶ ἀπόμαξον σαβάνοις τραχέσιν ὅτι μάλιστα, ὅπως ἐξικμασθῇ ἀπ’ αὐτῶν πᾶν τὸ ὑγρόν. καὶ στῆσον πάλιν ἐν τῇ φάτνῃ, καὶ παράβαλλε γράστιν ἡμέρας δεκατέσσαρας, καὶ ἕξεις αὐτοὺς πίονας καὶ ὑγιεῖς καὶ καλούς. χλοαζομένοις δὲ χρὴ διδόναι συνεχῶς ἅλας ἐπί τινος πίνακος ἢ σανίδος, ἵνα, ὅσον θέλουσιν, χωρὶς ἀνάγκης λαμβάνωσι. τοῦτο δὲ γινέσθω μετὰ τὸ ποτόν. καὶ τριβέτω τις τῇ χειρὶ ἅπαν τὸ στόμα αὐτῶν ἁλσί· τούτου γὰρ γενομένου, οὐδὲ τὸ τῆς ἄφθης πάθος αὐτοῖς προσγενήσεται, ὅ ἐστιν ἕλκωσις στόματος. περὶ πλησμονῆς καὶ ὠμότητος.
98 1 (t) [5] Αψύρτου. Ἄψυρτος Παπίᾳ ἱππιατρῷ Ἀντιοχεῖ χαίρει ν . ἐν πλησμονῇ καὶ ὠμότητι πολλοῖς γέγραπται βοηθήματα. ἄριστον δὲ ἡ φλεβοτομία ἐκ τῶν ἀγκώνων καὶ βραχιόνων. θερμὴ γὰρ ὑπάρχουσα ἡ σύστασις τοῦ ζῴου ταχέως ἀνάδοσιν λαμβάνει ἐκ τῶν σιτίων τῆς ὠμότητος. διὸ δεῖ αἷμα ἀφαιρεῖν, καθὼς ἄνω γέγραπτα ι. συμβαίνει γὰρ ἐκ τούτου τοῦ πάθους μεταβαίνειν τὸν ἵππον εἰς πυρετόν, καὶ ἔστι δυσβοήθητος. Θεομνήστου εἰς τὸ αὐτό.
98 2 (t) [15] Ὀξὺ πάθος ἡ πλησμονὴ σὺν ὠμότητι. τοῦτο δὲ συμβαίνει, ὅταν νέων ἅπτωνται τὰ ζῷα καρπῶν, οἳ μηδέπω τὴν ἐκ τοῦ χρόνου πέψιν ἔχοντες, λυπεῖν εἰώθασι τὰ ζῷα, τῇ νεαρότητι διοιδοῦντες καὶ πιμπλῶντες τὰς γαστέρας καὶ πολλάκις ῥηγνύντες. δεῖ οὖν ὀλιγώτερα τὰ νέα παραβάλλειν σιτία τοῖς ζῴοις, ἐναποβρέχοντας πρῶτον εἰς ὕδωρ, ἵνα τὴν ἄρσιν τοῦ μεγέθους αὐτῶν ἔξω ποιησάμενα, τῷ μὲν ὕδατι τὴν ὠμότητα καταλίπωσιν, ἀκινδύνως δὲ διαμείνωσι τὰ ζῷα μὴ βλαβέντα καὶ καλῶς ἔχωσι τὴν τροφήν. ἂν δὲ ἄρα ποτὲ ἀκουσίως ἢ ἄνευ τῆς τοῦ ἱπποφορβοῦ γνώμης τὸ ζῷον, οἷα γίγνεται ἀπὸ τῶν θημωνιῶν ἢ τῆς ἅλω αὐτῆς, φάγῃ πλέον, θεραπεύειν αὐτὸ ἐγκλύσμασι καὶ φλεβοτομίαις ἀπό τε ἀγκώνων καὶ βραχιόνων. ἐκεῖνα γὰρ εἴωθε τὰ μόρια πρῶτον ἡ ὠμότης συνδεσμεῖν καὶ καθάπτεσθαι τῶν ἐν αὐτοῖς νεύρων. προλαβὼν οὖν καὶ κενώσας τὸν τόπον τοῦτον, ἅμα τῇ τοῦ αἵματος ἀφαιρέσει καὶ τὴν βλάβην τοῦ ὀφείλοντος πάσχειν ἀφελεῖς μορίου. περὶ εὐνουχισμοῦ.
99 1-3 (t) Αψύρτου. Ἄψυρτος Εὐδόξῳ Τομεῖ χαίρει ν .
99 1 [15] ἱπποτροφοῦντά σε εὔχρηστον εἰδέναι, οἷς δεῖ καιροῖς εὐνουχίζειν τοὺς ἵππους, καὶ τίνι τρόπῳ. ἀρίστη δὲ ὥρα τῆς ὀρχοτομίας ἐαρινὴ καὶ φθινοπωρινή, ἐξετέμομεν δὲ καὶ θερείας καὶ οὐδὲν ἠδικήσαμεν. δεῖ δὲ τέμνειν οὕτως· κατακλίναντα τὸν ἵππον καὶ καταλαβόμενον τοὺς πόδας, ἐκλαμβάνειν τοὺς ὄρχεις ἴσους, καὶ ἀποδεσμεῖν τῇ ὠτολαβίδι, καὶ τέμνειν τὴν περὶ αὐτοὺς βύρσαν μόνην ὅσον ἱκανόν, δι’ ἧς ἐκβληθήσονται. τέμνων δὲ ἐπιθήσεις πόρπακας λινοῦς ἢ κανναβίνους παρ’ ἑκάτερον δύο. καὶ τότε τέμνε τοὺς χιτῶνας, εἶθ’ οὕτως ἔκθλιβε, καὶ καυτηρίῳ ἀπότεμνε τὸν κρεμαστῆρα παρ’ αὐτὸν τὸν ὄρχιν, προτιθεὶς ἐκ τοῦ ὀπίσω μέρους, μὴ κατὰ τὴν ἐμπροσθίαν. ἔστω δέ σοι τὸ καυτήριον ὡς ὅτι διάπυρον, ἵνα ἐν ἑνὶ ἀφέλῃς. εἰ δὲ μή γε, δευτέρῳ, πλείονα γὰρ προσφερόμενα φλεγμονὴν ποιεῖ. καὶ τίλματα ῥάκους ποιήσας καὶ ἔρια διάβροχα πισσελαίῳ ἔνθες, καὶ ἀπόδησον τοὺς πόρπακας, καὶ τῇ τρίτῃ ἔκριψον, λύσας τὰ μότα, καὶ ὑπόχριε τῷ πισσελαίῳ πτεροῖς ἀποβάπτων. καὶ τοῦτο ποιήσεις, ἕως οὗ ἀπουλωθῇ, καθ’ ἡμέραν χριόμενος.
99 2 [10] ἐν ᾗ δὲ χειρουργήσεις, ἄφελε τὴν τροφὴν πᾶσαν. τῇ δὲ ἐπαύριον δώσεις τὸν ποτὸν ἐκ προσαγωγῆς καὶ τὴν τροφήν. περιπατείτω δὲ ἐν ταῖς ἀναψυχούσαις ὥραις, καύματος δὲ στηκέτω. καὶ τοῦτον μὲν οὕτω θεραπεύσεις ὄντα ἐν τῇ φάτνῃ. ἐὰν δὲ ἐν ἀγέλῃ τέμῃς, ἔκτεμνε τῷ καυτηρίῳ, καθὼς προγέγραπται, καὶ ὑπόχριε τῷ πισσελαίῳ, καὶ ἀπόλυε αὐτὸν εἰς τὴν νομήν. ἔστω δὲ ὁ καιρὸς τούτου μόνου ἐαρινός. φλεγμονῆς δὲ γενομένης τῷ ἐπὶ τῆς φάτνης ἑστηκότι, χρήσῃ κιμωλίᾳ μετὰ ὄξους καταχρίων. τοὺς δὲ μονόρχεις περικόπτειν οὐ δεῖ. ἐν τῇ ἐκτομῇ γὰρ εὐάλωτοί εἰσιν καὶ ἐπισφαλεῖς. ὅταν δὲ ἀναστὰς μετὰ τὴν ἐκτομὴν χρεμετίσῃ, ῥᾳδίως οὐ περιγίνεται.
99 3 [5] λέγεται δὲ τὸν δευτεροβόλον ὀρχοτομηθέντα τοὺς λοιποὺς ὀδόντας μὴ ἀλλάσσειν μηδὲ τοὺς κυνόδοντας ἐκφύειν μεγάλους. ἐν δὲ τῇ πωλικῇ ἡλικίᾳ ὄντων, οὐκ ἔστιν ἰδεῖν τοὺς ὄρχεις. δεῖ δὲ εἰδέναι, ὅτι οἱ ὀρχοτομούμενοι εἰς μᾶλιν οὐκ ἐμπίπτουσιν οὔτε ὑπὸ ῥεύματος ἐνοχλοῦνται κατὰ τῶν σκελῶν οὔτε χοιράδας ποιοῦσιν. Ἱεροκλέους εἰς τὸ αὐτό.
99 4 (t) [5] Ὅπως μὲν δεῖ ἐκτέμνειν ἵππον, ἀποχρώντως Ἄψυρτος διδάσκει. τοσοῦτον δὲ ἐνταῦθα εἰπεῖν ἄξιον, ὡς ἡ τοῦ ἦρος ὥρα καὶ τοῦ φθινοπώρου εἰς τὴν τῶν ὄρχεων ἐκτομὴν ἁρμόζουσι, καὶ ὡσαύτως μονόρχεις χρὴ μὴ ἐκτέμνειν, ἐπι σφαλοῦς οὔσης τῆς ἐκτομῆς. ἐὰν δὲ ἐκτμηθεὶς μετὰ τὴν ἐκτομὴν ἀναστὰς χρεμετίσῃ, σημεῖον, ὅτι οὐ ῥᾳδίως περιγίνεται. φασί γε μὴν τὸν δευτεροβόλον ἐκτμηθέντα τοὺς λοιποὺς ὀδόντας μὴ ἐναλλάττειν μηδὲ τοὺς κυνόδοντας ἐκφύειν μεγάλους. περὶ ἐκτομῆς ὄνου.
99 5 (t) [1] Ὄνον ἐκτέμνειν χρὴ διετῆ οὕτως· λίνῳ ἀποδήσας τοὺς ὄρχεις καὶ καταλαβόμενος, λοξῶς ἐπίτεμνε. ἵνα δὲ μὴ ἐπακολουθήσῃ φλεγμονή, ἀπότεμνε τῷ καυτηρίῳ. περὶ καρυδώσεως 〈Ἀψύρτου〉.
99 6 (t) [15] Εἰ βούλει καρυδῶσαι κτῆνος, μηνὶ Μαΐῳ ἀνέμου βορέου πνέοντος ποίησον φόσσα ν, καὶ συμποδίσας αὐτό, καὶ βαλὼν ὕπτιον, ὥστε μὴ ἐγερθῆναι, τοὺς ὄρχεις δέσμευε. εἶτα λαβὼν σιδήριον ὀξύ, ταχὺ τὸ δέρμα ἀπότεμε. καὶ ὅτε αὐτοῦ οἱ ὄρχεις ἐξέλθωσιν, ἔκτεμνε ἀκρίβειαν ποιούμενος, ὥστε μὴ τὰς ῥίζας αὐτοῦ ἆραι. εἶτα ἅλατος αὐτοῦ πλήρου τὴν πληγήν, καὶ ἀνέγειρε αὐτό, καὶ ἄφες, ἵνα μὴ διοιδήσῃ. καὶ τῇ ἐπαύριον ἐπὰν ὄψει, ὅτι αἷμα ἐξ αὐτοῦ οὐκ ἐξέρχεται, λῦσον αὐτό, καὶ πίσσαν καὶ ἔλαιον λαβών, ἐνάλειφε τοὺς νεφροὺς καὶ τὴν κεφαλὴν καὶ τοὺς μυκτῆρας αὐτοῦ καλῶς. καὶ μὴ ἐάσῃς αὐτὸ πολὺ περιπατῆσαι, ἕως οὗ ὑγιάνῃ, στηκέτω δὲ ἐν τόπῳ θερμῷ. καὶ κατάχριε τὸ σῶμα αὐτοῦ καθόλου οἴνῳ μετὰ λιβάνου [καὶ] μάννης, καὶ περίβαλλε σάγῳ. καὶ ἐὰν αἷμα ἐκβάλλῃ, ἀμμωνιακοῦ γ ο αʹ, πρασίου χυλοῦ κύαθον ἕνα μέλιτι μίξας, κατάχριε. περὶ θλάσματος.
100 1-2 (t) Αψύρτου. Ἄψυρτος Δάμᾳ Λαοδικεῖ ἑταίρῳ χαίρει ν .
100 1 [5] βούλομαί σε γινώσκειν, ὅταν ἐκ τῆς ὁδοῦ παρὼν καὶ τῷ ὀπισθίῳ ποδὶ ἄκρῳ τῷ ὄνυχι ἐπιβαίνῃ, καὶ θερμὴν τὴν ὁπλὴν ἔχῃ, ὅτι θλάσμα ἔχει. δεῖ οὖν εὐθέως ἀποχαράσσειν τὸν πόδα κατ’ ὄνυχα ἄκρον παρὰ τὴν ὁπλήν, καὶ εὑρήσεις ὑγρόν, καὶ ταχέως ὑγιὴς γένησεται. ἔσθ’ ὅτε δὲ θλάσμα συμβαίνει πεποιηκέναι ὡσαύτως ἐν τῷ αὐτῷ τόπῳ, μὴ χωλαίνειν δέ. ὁ τοιοῦτος οὖν ἐν τῇ στάσει διεπύωσε. καὶ τότε εὔγνωστόν ἐστιν, ὅτι ὑγρὰ ἔχει, καὶ δεῖ ἀνοίγειν κατὰ τὸν αὐτὸν τόπον. ἐν δὲ τοῖς ἐμπροσθίοις οὐχ εὑρίσκεται ταχύ. διὸ δὴ βόλβιτον πρόσφατον ἀνεζεσμένον σὺν ὀριγάνῳ ἐν ὄξει καὶ ἐλαίῳ ὑπορρίπτειν τῷ ποδὶ πολλάκις, ἢ κρίμνα ἐν ὄξει ἀνεζεσμένα. ἢ σῦκα καὶ ἅλας κόψαντα καταπλάσσειν, ἢ ἄγνον ἐν ὄξει ἑψήσαντα καὶ τρίψαντα, διαχεῖ γὰρ τὰ ὑγρά, καὶ ἀναστομοῦται εἰς τὴν ἔκρηξιν καὶ εἰς τὰ κάτω τρυπήματα τοῦ ποδός. ὅταν δὲ ἄνω ἐκρήξῃ, χρὴ στέαρ καὶ ῥητίνην τήξαντα ἐν ταὐτῷ, βάλλειν εἰς τὴν περίρρηξιν καὶ εἰς τὰ κάτω τρυπήματα, ἢ μαλάγματι 〈χρῆσθαι〉 τῷ πρὸς τὰ στρέμματα συγκειμένῳ, καὶ τάχιον καταβήσεται ἡ ὁπλή.
100 2 [15] ἐπὶ δὲ τῶν τοιούτων μὴ κεντεῖν τὴν φλέβα τὴν ἐν τῇ στεφάνῃ· διὰ τοῦτο γὰρ τὸ ἁμάρτημα συμβαίνει μαρμάρωσις. ἐὰν δέ ποτε συμβῇ θλάσματα μὴ ἐν τῷ ἑνὶ ποδί, ἀλλ’ ἐν τοῖς πλείοσιν ἢ καὶ πᾶσι, καὶ κατακείμενος ᾖ καὶ νυστάζων, καὶ μήτε τρώγῃ μήτε πίνῃ, ἀλλὰ καθεύδῃ, ληθαργικός ἐστιν. ὃν δεῖ ἐγχυματίζειν δι’ ἀμφοτέρων τῶν μυκτήρων ὀξυκράτου μὴ δριμέος κοτύλῃ, καὶ αἵματι ἀλώπεκος προσφάτῳ καταχρίειν τὴν κεφαλήν, καὶ καστόριον τὸ αὐτὸ ποιεῖν λέγεται. τὰ δὲ θλάσματα μάλιστα τοῖς ὑποζυγίοις καὶ νωταγωγοῖς συμβαίνει, ἤτοι ἡμιόνοις καὶ ὄνοις, ἐξ ὧν θλασμάτων οἱ φοίνικες ἐν ταῖς ὁπλαῖς τῶν ἵππων μᾶλλον ῥᾳδίως γίνονται. Ἱεροκλέους εἰς τὸ αὐτό.
100 3 [15] Ἂν αἴσθῃ γενόμενον τὸ θλάσμα, γνωρίζεται δὲ ἀπό τε τοῦ θερμοτέραν εἶναι τὴν πάσχουσαν ὁπλήν, καὶ ἀπὸ τοῦ ἄκρῳ τῷ ὄνυχι ἐπιβαίνειν τὸν πόδα, ὃν ἀλγεῖ τὸ ζῷον, κριθὰς ἑψήσας, περίθες καὶ ὑπόδησον, εἶτα θερμὸν ὕδωρ ἐπιχέας ταῖς κριθαῖς, πυρίασον ἐπὶ πολὺν χρόνον καὶ δὶς καὶ τρίς. καὶ μάλιστα μὲν ἀπὸ τῆς πυριάσεως τῆς πολλῆς διαχυθήσεται τὸ θλάσμα. εἰ δὲ μὴ τοῦτο συμβῇ, πάντως γοῦν πεπανθήσεται. ἢ ἄλευρον κρίθινον ἑψήσας ἐν οἴνῳ κεκραμένον παρεμβαλών, καὶ περιστερᾶς κόπρον κατάπλασσε. ὅπερ εἰ γένοιτο καὶ πεπανθῇ, ἄνοιξον ὡς εἴωθε καθ’ ὃν τόπον τὸ θλάσμα γίνεται, ἵνα τὸ ὑγρὸν ἅπαν ἐξέλθῃ. καὶ οὕτως διαχρίσας τῷ φαρμάκῳ τῷ διὰ χαλκάνθης συγκειμένῳ, ἀπόβυσον σπογγιᾷ τὸν τόπον τὸν ἀμυχθέντα, καὶ ποίησον τοῦτο, ἕως ἂν ὑγιάνῃ. ἢ εἰ μὴ τούτου εὐποροίης τοῦ φαρμάκου, ἐλλύχνιον λαβὼν καὶ εἰς ὀξέλαιον ἐμβρέξας, ἐπιτίθει κατὰ τὸν ἀνοιχθέντα τόπον. καὶ τοῦτο ποίει, ἐστ’ ἂν ὑγιάνῃ. εἰ δὲ συμβαίῃ τὸ θλάσμα ἀναρρῆξαι εἰς τὸ ἄνω, τουτέστι παρὰ τὴν ἔκφυσιν τῆς ὁπλῆς, ὃ μάλιστα συμβαίνει τοῖς σκληρόποσι τῶν ζῴων, τὰ μὲν πρῶτα χρῶ τῷ ὀξελαίῳ καὶ τῷ ἐλλυχνίῳ.
100 4 [15] εἰ δὲ τῆς ἀλγηδόνος κατὰ τὸ ἐγχωροῦν παύσαιτο, χρῶ τῷ ὀνυχαλείμματι κατὰ πάσης τῆς ὁπλῆς τῷ συγκειμένῳ διὰ τῶν σαυρῶν ὑπὲρ τοῦ αὐξηθῆναι τὴν ὁπλήν, καὶ οὕτως ἐξελάσεις τὴν δοκοῦσαν γεγενῆσθαι ἀνάρρηξιν. τὸ δὲ φάρμακον ἔστι τόδε· εἰς χύτραν καινὴν ἔμβαλλε ἐλαίου ξέστας γʹ, καὶ σαύρας τὰς χλωρὰς καθεὶς εἰς τὸ ἔλαιον 〈βʹ που ἢ καὶ γʹ〉 καὶ πωμάσας 〈τὴν χύτραν〉 καθέψησον, ὡς κατακαυθῆναι τὰς σαύρας εἰς τὸ ἔλαιον. καὶ μετὰ τοῦτο ἐξελὼν τὰ ὀστᾶ αὐτῶν, ἐπίβαλλε ἀσφάλτου λελειωμένης γ ο ἓξ καὶ πίσσης ὑγρᾶς ἡμίξεστον καὶ στέατος χοιρείου παλαιοῦ λίτρας βʹ· ταῦτα πάντα καλῶς συνεψήσας, χρῶ ἀλείφων τὴν ὁπλήν. τοῦτο δὲ ποιήσει κατὰ τὸ ἐγχωροῦν καὶ σκληρότερον τοῦ ζῴου τὸν πόδα. πρὸς τὸ μηδέποτε θλάσμα ποιεῖν κτῆνος.
100 5 (t) [1] Ἐξερχομένου τοῦ ζῴου ἀπὸ τῆς χλόης, λαβὼν φοινικοβάλανον, ἔξελε αὐτοῦ τὸ ὀστέον, καὶ γέμισον τὸν φοίνικα ψιμύθιον, καὶ δίδου διὰ στόματος, ὑγιῆ αὐτὸν παραπέμπων. τοῦτο ποίει ἀπὸ καιροῦ εἰς καιρόν. Ἱπποκράτους εἰς τὸ αὐτό.
100 6 (t) [10] Ἐὰν ἔσω θλάσμα γένηται τοῦ ποδός, θεραπεύσεις οὕτως τὸν ἵππον· περιχαράξας τὴν ὁπλήν, κατάπλασσε κριθαῖς ἡψημέναις ἐν ὕδατι. ἢ πίτυρα θερμὰ φυράσας καὶ μίξας παλαιὰν κόπρον ὀλίγην, κατάπλασσε. ἐὰν δὲ τὸ ὀστάριον τὸ ἐν τῇ χελιδόνι φανῇ, μέλιτι καὶ ὄξει χρώ μενος καὶ ἐλλυχνίῳ μότου ἐπὶ ἡμέραις τισίν. εἶτα στύμμα ἐπιτίθει, κυπαρίσσου φύλλα λειοτριβήσας μετὰ ὄξους, ἢ μυρίκης φύλλα ὁμοίως ἐπιτίθει. ἢ σιδίων κέλυφα ἑψήσας ἐν ὄξει καὶ λεάνας ἐπίθες, ἢ ξηρὰ κόψας ἐπίπασσε. ἢ χαλκάνθης μέρος ἢ κηκῖδας κόψας, τὸ αὐτὸ ποίει, προαποπλύνων ὄξει τὸν τόπον. ἄλλο Πελαγωνίου.
100 7 (t) [5] Ἐὰν ἤδη ἤνοικται τὸ θλάσμα, κόκκους ἅλατος μίξας μετὰ ὄξους τῷ ἀνεῳγμένῳ τόπῳ τοῦ ὄνυχος πρόσαγε. θάλπε δὲ καὶ πιτύροις θερμοῖς τὸν ὄνυχα. καὶ μετὰ τρεῖς ἡμέρας, ἐὰν ὁ ἰχὼρ παύσηται ῥέων, στυπτηρίαν σχιστὴν μετὰ σινωπίδος καὶ ὄξους μίξας ἀπόθου. ἐπειδὰν δὲ ἡ θέρμη παύσηται, χοιρείαν φῦσαν κατὰ τὸν ἀνεῳγμένον τόπον ἀποστράγγισον. καὶ ὅταν μὴ χωλαίνῃ, λῦσον καὶ ἀσφάλτωσον. ἄλλο.
100 8 (t) [5] Ἐὰν ᾖ πῦον ἔχον τὸ θλάσμα, ἀποχαράξας ὅλην τὴν ὁπλὴν κατὰ βάθους, καὶ τὸν τόπον καλῶς διανοίξας, κατάντλει ὀξυκράτῳ, καὶ τὸ τραῦμα θεράπευε τῇ ὑγρᾷ, καὶ στέατι αἰγείῳ καὶ προβατείῳ ἀναχεύσας, ξυλοσπογγίῳ ἐπίχριε, καὶ κόπρον ἱππείαν ξηρὰν ἐπάνω ἐπίθες καὶ ἐπιδέσμει. ἕξει γὰρ καλῶς. περὶ μανίας καὶ λύσσης.
101 1-2 (t) Αψύρτου. Ἄψυρτος Γαΐῳ ἱπποϊατρῷ Ἀλεξανδρεῖ χαίρει ν .
101 1 [10] ἔγραψάς μοι ἐπερωτῶν, πρὸς τοὺς μαινομένους καὶ λυσσῶντας τίσι δεῖ βοηθήμασι χρῆσθαι. βοηθοῦνται δὲ ἐγχυματιζόμενοι διὰ τῶν μυκτήρων οἴνου μέλανος αὐστηροῦ κοτύλαις τέσσαρσι, καταλαμβανόμενοι δεσμῷ καὶ τῇ διαδέσει. ἢ σικύου ἀγρίου ῥίζαν ἑψήσαντας ἐν οἴνου κοτύλαις δυσὶ καὶ τοῦ νίτρου μίξαντας ἐγχυματίζειν. καὶ ἐλλέβορον μέλανα ἀναζέσαντας ἅπαξ ἐν ὄξει, χρίειν καθ’ ὅλου τοῦ σώματος, μάλιστα δὲ τὴν κεφαλήν, καὶ τῇ τρίψει εὐτονωτέρᾳ χρῆσθαι, καὶ γυμνάζειν ἐπὶ πλεῖον, καὶ ἀφαίρεσιν αἵματος ποιεῖν ἐκ τῶν σκελῶν καὶ βραχιόνων. κριθὰς δὲ τούτοις οὐ δεῖ προσφέ ρειν, ἄχρις ἂν νήφοντες γένωνται. λέγεται δὲ καὶ ἐν ἡσυχίᾳ δεῖν ἑστάναι αὐτοὺς καὶ ἐν τόπῳ σκοτεινῷ· ὃ ἡμεῖς ποιήσαντες ἐπιτεινομένους ἔσχομεν μᾶλλον καὶ διαφωνοῦντας.
101 2 [5] μόνον δέ ἐστι καὶ δυνατὸν βοήθημα, ὡς ἂν αἴσθηταί τις ἐπαιρόμενον αὐτόν, κατακλίναντα τοὺς ὄρχεις ἐκτέμνειν. συμβαίνει δὲ αὐτῷ διὰ καύματος ὑπερβολὴν ἢ διὰ προσφορὰν ὀρόβων πλειόνων ἢ δι’ ἐπιφορὰν τῇ μήνιγγι αἵματος, ἢ τῆς χολῆς παρεμπιπτούσης εἰς τὰς φλέβας τὰς αἱμαγωγούς, ἢ διὰ φαυλότητα ὑδάτων. Ἱεροκλέους εἰς τὸ αὐτό.
101 3 [5] Συμβαίνει τὸ τῆς μανίας καὶ λύσσης πάθος τοῖς ἵπποις μάλιστα ἢ διὰ καύματος ὑπερβολὴν ἢ προσφορὰν ὀρόβων πλειόνων, ἢ τῇ μήνιγγι πλείονος αἵματος ἐπενεχθέντος, ἢ τῆς χολῆς παρεμπεσούσης εἰς τὰς φλέβας τὰς αἱμαγωγούς, ἢ διὰ φαυλότητα ὑδάτων. χρεμετίζει οὖν ἀκαίρως καὶ δάκνει, καὶ ἀνθρώποις δὲ ἐπιτρέχει. βοηθοῦνται δὲ οἴνου μέλανος αὐστηροῦ κοτύλαις τέτρασιν ἐγχυματιζόμενοι, καὶ καταλαμβανόμενοι δεσμῷ ἀσφαλῶς, ἢ σικύου ἀγρίου τῆς ῥίζης ἑψηθείσης ἐν οἴνου κοτύλαις δυσί, νίτρου μιχθέντος, ἢ πηγάνῳ μετὰ ἡδυόσμου κοπέντι. χριέσθωσαν δὲ καθ’ ὅλου τοῦ σώματος ἐλλεβόρῳ μέλανι ἀναζεσθέντι ἅπαξ ἐν ὄξει, μάλιστα δὲ τὴν κεφαλήν, τῆς τρίψεως εὐτονωτέρας γινομένης. γυμναζέσθωσαν δὲ ἐπὶ πλεῖον, καὶ ἀφαιρείσθω αἷμα ἐκ τῶν σκελῶν καὶ βραχιόνων. κριθὰς δὲ μὴ προσφέρειν, μέχρις ἂν νήψωσι. φασὶ δέ τινες δεῖν αὐτοὺς ἐν τόπῳ σκοτεινοτέρῳ καὶ ἡσυχίᾳ ἱστᾶν, ὅπερ Ἄψυρτος λέγει μὴ ὠφελεῖν, ἐκεῖνο μάλιστα πάντων: ἐπαινῶν, ἵν’ ὅταν αἴσθηταί τις αὐτὸν ἀρχόμενον μαίνεσθαι, κατακλίνας τοὺς ὄρχεις ἐκτέμνῃ· παύεσθαι γὰρ αὐτὸν οὕτω τῆς μανίας.
101 5 (t) [5] ἄλλο. Ἐὰν μαίνεσθαι ἄρξηται ἵππος, τοὺς ὀφθαλμοὺς κοιλοτέρους ἔχει καὶ τοὺς μυκτῆρας ὀρθοτέ ρους καὶ τὰ ὦτα ὀρθά. ἐὰν οὖν ἄρξηται δάκνειν, οὕτω θεραπεύσεις· αἷμα ἀφαίρει ἀπὸ τῶν σκελῶν καὶ βραχιόνων αὐτοῦ, καὶ τῇ αὐτῇ ἡμέρᾳ μενέτω ἄσιτος, τῇ ἑξῆς δὲ κατ’ ὀλίγον δίδου, καὶ μετὰ τρεῖς ἡμέρας δίδου νήστει κωνείου γ ο αʹ μεθ’ ὕδατος συγκεράσας. Εὐμήλου εἰς τὸ αὐτό.
101 6 (t) [15] Εἴωθε μανία λαμβάνειν ζῷον πολλάκις, νοεῖται δὲ οὕτως· κλᾷ τὴν φάτην, δήγμασιν ἑαυτὸν κατεσθίει, ἀνθρώποις ἐπέρχεται, τὰ ὦτα συνεχῶς κινεῖ, ὀφθαλμοὺς ἑστῶτας ἔχει καὶ λάμποντας, πέμπει δὲ καὶ ἀφρόν. τοῦτον ἐπιμελῶς δέσμει καὶ αἷμα ἐκ τῶν σκελῶν καὶ τοῦ σπονδύλου λάμβανε, καὶ τῷ αὐτῷ αἵματι σὺν οἴνῳ τὸ σῶμα ἀπότριβε, καὶ τὴν κοιλίαν καὶ τοὺς κροτάφους κεντήμασι πολλοῖς καυτῆρος ἔγκαιε. καὶ ἐὰν ἐνόρχης ἐστί, τοῦτον εὐνούχιζε. καὶ ἐν τόπῳ σκοτεινοτέρῳ κατάκλειστον ἔχε, μέχρις οὗ τροφῆς ὀρεχθῇ. καὶ κατ’ ὀλίγον μετὰ τὸ πρᾶον γενέσθαι αὐτὸν θεραπεύσεις οὕτως· κωνείου σπέρματος ὀξύβαφον αʹ λελειωμένον μετὰ ὕδατος ξέ. c ʹ διὰ στόματος ἐγχυμάτιζε. ὕπαγε δὲ καὶ τὴν κοιλίαν, ὄξει τε ζεστῷ μετὰ ἐλλεβόρου μέλανος λελειωμένου ἐνάλειφε τὴν κεφαλήν, καὶ δέρμασι προβατείοις κατάσκεπε. ἔπειτα πήγανον λειώσας, ὁμοίως τὴν κεφαλὴν αὐτοῦ ἐνάλειφε, καὶ στηκέτω ἐν τόπῳ θερμῷ. ἄλλο.
101 7 (t) [1] Ἐὰν ζῷον ὀργῇ τινι ἐπὶ τοσοῦτον ταραχθῇ, ὥστε ἀλλότριον ἑαυτοῦ γενέσθαι, κόπρον ἀνθρωπίνην λεάνας καλῶς καὶ οἴνῳ χυδαίῳ μίξας ἐπὶ ἡμέραις τρισὶ διὰ κέρατος δίδου. ἄλλο Ἱπποκράτους.
101 8 (t) [10] Τῷ λυσσῶντι ἵππῳ παρέπεται σημεῖα τάδε· οἱ ὀφθαλμοὶ προπίπτουσιν ὕφαιμοι, καὶ αἱ φλέβες μετέωροι γίνονται καὶ τὸ σῶμα .... καὶ ἀσιτεῖ καὶ ἀγωνιᾷ. θεραπεύειν οὖν χρὴ οὕτως· ἱμάτιον περιβαλὼν εἰς τὸ πρόσωπον, ὥστε μὴ βλέπειν τοὺς προσιόντας, ἀποδήσας μέσον τὸν αὐχένα, λῦσον τὰς φλέβας τὰς πλατείας, καὶ ἄφες ἀπορρεῖν, ἕως οὗ ἐκλυθῇ. εἶτα τὸν αὐχένα λύσας, καὶ στήσας τὸ αἷμα, ἐν ζοφώδει τόπῳ ποίει ἵστασθαι, καὶ ἔα ἡσυχάζειν, μήτε ψόφου τινὸς μήτε θορύβου ἐκεῖσε γινομένου. εἰς δὲ τὴν ἑσπέραν δίδου πιεῖν ὕδατος χόα ἕνα, καὶ τῇ ἄλλῃ ὁμοίως, ὑποστελλόμενος καὶ τὰ σιτία καὶ τὸ ποτὸν ἕως ἡμερῶν τριῶν, εἶτα δίδου τὰ εἰωθότα. ἄλλο Πελαγωνίου.
101 9 (t) [5] Πρὸ πάντων ὁ τοιοῦτος ἵππος ἐν τόπῳ σκοτεινοτέρῳ ἑστάναι ὀφείλει, καὶ ἁπαλωτέρᾳ τρέφεσθαι τροφῇ, καὶ θεραπεύεσθαι προποτίσματι τοιῷδε· σελίνου χλωροῦ δεσμὴν λελειωμένην, μέλιτος καλοῦ γ ο δʹ, καρδαμώμου λελειωμένου κύαθον αʹ, οἴνου λευκοῦ κυάθους βʹ, ταῦτα πάντα λειώσας σὺν τῷ οἴνῳ κατὰ τοῦ λαιμοῦ ἔγχει. εἰ δὲ μὴ θεραπευθῇ οὕτω, τὴν κεφαλὴν ὑπόκαυσον, καὶ ἀλείμμασι θερμοῖς ἀπόχρισον, ὡς ἐπὶ τῶν ὀπισθοτονικῶν εἴπομεν. ἔγχριε δὲ καὶ τοὺς ὀφθαλμοὺς κολλυρίῳ. ἄλλο.
101 10 (t) [5] Πρότερον μὲν ἀπὸ τῶν κροτάφων ἀφαίμασσε, ἔπειτα δὲ πόμα πρόσαγε σελινοσπέρμου, ναρδοστάχυος, πετροσελίνου Μακεδονικοῦ, θρίδακος σπέρματος, μήκωνος σπέρματος ἐξ ἴσου μίξας σὺν ὑδρομέλιτι ἐπὶ ἡμέραις πέντε. τὴν δὲ κεφαλὴν αὐτοῦ δέρματι ἔχοντι ἐρέαν καὶ ἠλειμμένῳ ἐλαίῳ κάλυπτε. ἄλλο.
101 11 (t) [1] Δάφνης κόκκους κεκαθαρμένους λύσας ἐν ἐλαίῳ, καὶ ἐπιβαλὼν οἶνον θερμόν, διὰ τῶν μυκτήρων ἔγχει. ἄλλο.
101 12 (t) [15] Τὸ μὲν ὄμμα δεινὸν καὶ λαμπρόν, αἱ φλέβες φοινικαῖ αἱ οὖσαι ἐπὶ τῷ λευκῷ, καὶ στρέφει τοῦτο πυκνά, αἵ τε σιαγόνες κινοῦνται, καὶ αὐτὸς ἑαυτὸν δάκνει ἑστηκὼς καὶ κυλιόμενος, καὶ τὸν παρεστῶτα ἐπιτρέχει δάκνειν, καὶ ἱδροῖ. ἀπὸ τῶν σκελῶν οὖν τοῦ τοιούτου αἷμα ὡς κοτύλας ἓξ ἀφελών, ἀνάδησον, καὶ μηδὲν προσενέγκῃς, ἵνα μὴ τὸ αἷμα ῥυῇ. ἐὰν δὲ ὁ ἥλιος δύῃ, ἔνεγκε ὠμὴν λύσιν ὡς χοίνικα, ὕδατος ἐπιχέας χλιαροῦ ὡς κοτύλας τέσσαρας. ἄλλο δὲ μηδὲν προσενέγκῃς, τῇ δὲ δευτέρᾳ μάλιστα μὲν ἀπὸ χιλοῦ ἁπαλοῦ, εἰ δὲ μή, τοῦ ξηροῦ ὅσον δεσμὰς δύο καὶ τῆς ὠμῆς λύσεως τὸ ἴσον πόμα. εἶτα περιπατησάτω μὴ πολλά, ἱμάτιον περιβεβλημένος. εἶτα ἐν σκέπῃ ἱστάσθω, καὶ δεῖ περισσότερον μὲν τοῦ χόρτου προσενεγκεῖν, πόμα δὲ ἐνδεέστερον, ἐνδεῶς δὲ καὶ κατὰ μικρὸν τῶν κριθῶν προσφέρειν, ἵνα μὴ εἰς τὸ αὐτὸ πάθος περιπέσῃ. καὶ τὸ στόμα ἅλιζε, καὶ περιπατείτω, καὶ ἐὰν μὴ καθιστῆται, τότε καὶ τοὺς ὄρχεις ἔκτεμνε, καὶ ἀπόκλειε τὰς φλέβας τῶν ὄρχεων, ἐπιχέων πίσσαν καὶ ἅλας καὶ ἔλαιον, καὶ τέφραν ἐπιπάσσων, ἔπειτα πυρία καθ’ ἡμέραν, καὶ θεραπεύσεις. περὶ ἑτερογόνων καὶ εὐθέτων πρὸς ζυγόν.
102 1 (t) [10] Αψύρτου. Ἄψυρτος Ἀπολλοφάνει φιλίῳ χαίρει ν . ἱπποτροφοῦντά σε καὶ σπουδαίως ἔχοντα ἐν τῇ συστάσει τῶν ἑτερογόνων εὔχρηστον εἰδέναι ἀπὸ τῶν σωματικῶν σημείων τοὺς εὐθέτους εἰς τὴν κατάζευξιν τοῦ ζυγοῦ. δεῖ οὖν εἶναι ἔχοντας στῆθος πλατύ, τράχηλον ὡσαύτως, ῥώθωνας ἀνεσταλμένους, ὑψηλοτέρους μᾶλλον τοὺς ὤμους, βραχίονας ὀρθοὺς καὶ τὰ ἐν αὐτοῖς μεσοκύνια μὴ μεγάλα, πόδας μὴ σκαμβοὺς εἰς τὸ ἐκτὸς μέρος, κοιλίαν μὴ μικράν, ῥάχιν μὴ κυρτήν. ἐκ γὰρ τῶν τοιούτων ἐπιτυγχάνοι τις τῶν δυνατῶν καὶ ἀνδρείων ἐν τοῖς ἔργοις. περὶ ῥεύματος τοῦ ἐν κεφαλῇ.
103 1-2 (t) Αψύρτου. Ἄψυρτος Πασικράτει Ἀλεξανδρεῖ ἱππιατρῷ χαίρει ν .
103 1 [10] βούλομαί σε εἰδέναι, ῥεύματος τοῦ ἐν κεφαλῇ γενομένου, ἐὰν ἔκκρισις ἐκ τοῦ αὐτομάτου γένηται ἢ γυμναζομένου τοῦ ἵππου, κακὸν οὐδὲν συμβαίνει. εἰ δὲ μή, ἐμπυϊκὸς γίνεται καὶ καταρροϊκός. σημεῖα δέ ἐστι ταῦτα· ἐκ τοῦ μυκτῆρος αὐτοῦ ῥεῖ παχὺ καὶ λευκόν, ὀσμὴν ἔχον σαπράν, καὶ προθυμούμενος βήσσειν οὐ δύναται, καὶ ἀτροφεῖ ἀνόρεκτος ὤν, καὶ κυλιόμενος οὐχ ὑπερβάλλει ἑαυτόν, οὐδὲ ἐκτινάσσει τὴν κεφαλήν. βαρύνεται γάρ, καὶ τὰς φλέβας τὰς ἐν αὐτῇ ἐπηρμένας ἔχει καὶ τῷ προσώπῳ. θεραπεύεται δὲ γυμνασίαις, δρόμῳ τῷ διὰ κάλπης μὴ πολλῷ, καὶ καταντλήσει τῆς κεφαλῆς θερμῷ ὕδατι, καὶ ὑποθυμιάσει τοῦ στόματος καὶ τῶν μυκτήρων ἐπ’ ἀνθράκων δάφνης καρπῷ, καὶ τρίψει τοῦ σώματος χωρὶς τῆς κεφαλῆς, ἵνα μὴ στεγνωθῶσιν οἱ πόροι. ἐγχυματισμοῖς δὲ τοῖς καθαρτικοῖς δεῖ χρῆσθαι, μάλιστα δὲ τῇ ἀριστολοχείᾳ διὰ τῶν μυκτήρων μετὰ οἴνου, ἢ καὶ νίτρῳ μετὰ ὕδατος ὡσαύτως, ἢ στυπτηρίας φορίμης ὁλκὰς βʹ καὶ ἁλὸς τὸ ἴσον μετὰ οἴνου κοτύλης ἐγχυματίζειν.
103 2 [15] ἐὰν δὲ ἐν τούτοις ῥῆξις μὴ γένηται τοῦ πύου, χρῆσθαι καὶ τούτοις σύνθεμα ποιοῦντας· ταύρου αἷμα, εἰ δὲ μή γε, βοὸς νεωτέρου, ὀξύβαφα βʹ καὶ λιβανωτοῦ ὀξύβαφον αʹ καὶ ἁλὸς ἥμισυ ὀξυβάφου, ταῦτα ἕκαστα χωρὶς τρίψας καὶ πάλιν ἐν ταὐτῷ ὄξος ἐπιχέας ὡς δριμύτατον, τρῖβε καὶ πρὸς τὸν ἥλιον ξήραινε. ὅταν δὲ πήγνυται, διάπλασσε τροχίσκους καρύου τὸ μέγεθος, καὶ ξηράνας ἀπόθου, καὶ τούτων ἕνα τῇ ἡμέρᾳ εἰς τὸ στόμα ἔγχει, ἐν ὄξει τρίβων. ἐὰν δὲ ἀσθενήσῃ, ἐν οἴνῳ τρῖβε. πρὸ τοῦ δὲ τὰ φάρμακα διδόναι λούειν αὐτὸν θερμῷ πολλῷ. μετὰ δὲ ταῦτα καπνίζειν αὐτόν, καὶ τὸ στόμα διανοίγειν αὐτοῦ. ὅταν δὲ σπάσηται τοῦ καπνοῦ, καταλαμβάνειν χρὴ τὸ στόμα. ἄλλο Εὐμήλου πρὸς κεφαλῆς πόνον.
103 3 (t) [10] Τῷ κεφ〈αλ〉αλγοῦντι ἵππῳ σημεῖα ταῦτα ἔσται· τοὺς ὀφθαλμοὺς φλεγμαίνει, διὰ τοῦ στόματος ἀποβάλλει ὑγρά. χρὴ οὖν ζεστῷ ὕδατι τὴν κεφαλὴν αὐτοῦ ἀπαντλεῖν, καὶ τρυφερᾷ κοιμήσει χρῆσθαι. ποίει δὲ καὶ ἀφαίρεσιν αἵματος ἀπὸ τῶν ὀφρύων, καὶ φύλλα ἐκ τριφύλλου συντρίψας πιεῖν δίδου. ἐὰν δὲ τοὺς ὀφθαλμοὺς ἀνατεταμένους ἔχῃ, δεήσει αὐτοῦ αἷμα ἀφελεῖν ἀπὸ τοῦ τραχήλου καὶ τοῦ κρανίου. εἶτα λαβὼν ἅλατος γ ο γʹ, μεθ’ ὕδατος ἀναλύσας, ἐγχυμάτιζε. ἐὰν δὲ τοῦτο μὴ σχῇς, γῆς ἔντερα λαβὼν καὶ οὖρον παλαιὸν ὡς ξέ. βʹ καὶ συλλεάνας, διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔγχει. ἄλλο εἰς τὸ αὐτό.
103 4 (t) [5] 〈Εὐμήλου〉. Τὸν τῆς κεφαλῆς μηνύουσι πόνον δακρύοντες ὀφθαλμοὶ καὶ ὦτα διεστραμμένα, ἤτοι ὑποκεκλασμένα, κεφαλὴ κάτω νεύουσα. χρὴ οὖν θεραπεύειν οὕτως. λύε τὴν ὑπὸ τὸν ὀφθαλμὸν φλέβα, καὶ τὸ στόμα ὕδατι θερμῷ πυρία, τροφῆς ἀπέχεσθαι ποίει, τῇ δὲ ἑξῆς ἡμέρᾳ χόρτῳ χλωρῷ καὶ ὕδατι χλιαρῷ κέχρησο. τῇ δὲ τρίτῃ ἡμέρᾳ κριθὰς μετὰ βικκείου χόρτου ἐσθίειν ποίει, κατ’ ὀλίγον δὲ ποτιζέσθω, ὥστε κατὰ πρόσβασιν τὴν κατὰ φύσιν ὑγείαν λαμβάνειν. ἄλλο εἰς τὸ αὐτό.
103 5 (t) [1] Καστορίου γ ο βʹ, δαφνίδος γ ο ἕξ, νίτρου, Βρυττίας, μάννης λιβάνου ἀνὰ γ ο βʹ, ἐλαίου παλαιοῦ γ ο ἕξ, καρύων πικρῶν γ ο ἕξ, ταῦτα συντρίψας καὶ μίξας, προλούων οὔρῳ σύγχριε. ἄλλο πρὸς κεφαλῆς κάθαρσιν.
103 6 (t) [1] Τὴν κεφαλὴν καθαίρει γάρου ἡμίνα μία διὰ τῶν μυκτήρων ἐγχεομένη. ἄλλο· ἐμβροχὴ πρὸς κεφαλαλγίας ἵππων.
103 7 (t) [5] Ψιμυθίου στατῆρας δώδεκα ἐμβρέξας νύκτα καὶ ἡμέραν ἐν ὕδατι ἐν καινῷ ἀγγείῳ, καὶ ἀπηθήσας τὸ ὕδωρ, τρῖβε τὸ ψιμύθιον ἐν θυᾷ, ὅπως λειότατον γένηται. εἶτα κηρὸν μίξας, τρῖψον ἱκανῶς, καὶ ὅτε λειότατον γένηται, μῖξον αὐτοῖς μέλιτος πλῆθος χήμης, καὶ συλλεάνας τούτοις, λαβὼν ἔλαιον εἰς τὴν χεῖρα, τίθει εἰς τοὺς κροτάφους τῶν ἵππων καὶ τὸν δακτύλιον. ποιεῖ δὲ καὶ ἐπὶ ἀνθρώπων πρὸς πάντα κόπον τοῦτο. ἔστω δὲ ἡ κηρωτὴ στατήρων πέντε. ἄλλο πρὸς κατάρρουν.
103 8 (t) [5] Ἐὰν ἐν τῇ κεφαλῇ αἷμα ἐνδράμῃ ἀπὸ ἱππασίας ἢ ἄλλου τινὸς κόπου, σημεῖά ἐστι ταῦτα· τὰ ὦτα ἔχει ὀρθὰ καὶ ψυχρά, καὶ οἱ ὀφθαλμοὶ ῥεῦμα ἀφιᾶσι διὰ τῶν μυκτήρων, καὶ τὸ στόμα ἔσωθεν ψυχρόν ἐστι. καταντλεῖν οὖν δεῖ τὴν κεφαλὴν ὕδατι θερμῷ, περικαλύψαντα τὴν κεφαλὴν ἱματίοις, καὶ ὑποθυμῖαν στυπτηρίᾳ ξηρᾷ. δίδου δὲ καὶ πυροὺς ἐν οἴνῳ δεύσας φαγεῖν. ἐὰν δὲ μὴ ὠφεληθῇ, αἷμα ἀφαίρει ἀπὸ τοῦ στόματος ἢ τοῦ αὐχένος. Ἀψύρτου περὶ κατακρανίας.
103 9 (t) [10] Κατακρανίας σημεῖά ἐστι τάδε· ὦτα βέβληκε, καὶ τὴν κεφαλὴν καταβαρύνεται, καὶ ἐσθίειν οὐ δύναται. θεραπεύεται δὲ οὕτως· ἐλλέβορον μέλανα κόψας καὶ διασήσας, τρῖβε μετὰ οἴνου καὶ ἐλαίου καὶ νίτρου, καὶ τὴν κεφαλὴν καὶ τὰ ἐντὸς τῶν μυκτήρων καὶ τῶν ὤτων ἐνάλειφε, χρώμενος τῷ φαρμάκῳ θερμῷ. ἢ δαφνίδας κʹ, καὶ δάφνης τῶν ἁπαλῶν τὰ ἄκρα πέταλα ὅσον δράκα, καὶ σιδίων τὸ ἴσον, σμύρνης ὅσον κυάμους γʹ, καὶ ὀποῦ Κυρηναϊκοῦ ὅσον κυάμους δύο, ταῦτα τρίψας λεπτά, καὶ διεὶς ἐν οἴνου μέλανος εὐώδους κοτύλαις τέτρασιν, ἔγχει εἰς τὸν μυκτῆρα τὸν δεξιόν. ἀφαίρει δὲ καὶ αἷμα ἀπὸ τῶν μυκτήρων. ἐπιτήδειος δὲ καὶ πτισάνη ἑψηθεῖσα καλῶς καὶ διὰ τοῦ στόματος ἐγχεομένη. Εὐμήλου πρὸς κεφαλῆς πόνον.
103 10 (t) [10] Κεφαλῆς πόνος, ὅν τινες 〈κατα〉κράνιον ὀνομάζουσι, τίκτεται, ὁπηνίκα μὴ τῷ ἁρμόζοντι καιρῷ τὴν τροφὴν πέψῃ τὸ ζῷον. χρὴ τοίνυν ἀπὸ τοῦ τοιούτου τῶν κροτάφων αἷμα ἀφαιρεῖν, ἄχρις οὗ τὰ τῆς νόσου παραίτια διαφορηθῇ. καθαροῦ δὲ αἵματος ῥέοντος, τάχιστα ποιεῖσθαι ἀναστολήν, καὶ πυριᾶν τρόπῳ τοιῷδε· ἄχυρον λεπτότατον εἰς ὄξος δριμὺ καθεψήσας καὶ ἔλαιον, ἐὰν θέρος ᾖ, εἰ δὲ χειμών, εἰς οἶνον καὶ ἔλαιον ἀφεψήσας, τούτων τῷ ἀφεψήματι χρῶ. ἢ ἐλλεβόρου μέλανος καὶ νίτρου ἀνὰ γ ο αʹ μίξας οἴνου τῷ ἴσῳ σὺν ἐλαίῳ, καὶ λειώσας ὁμοῦ σύμπαντα καὶ θερμάνας, ἄλειφε τὴν κεφαλήν· εὐκόλως γὰρ διὰ τούτων τὸ νοσοῦν πεφθήσεται. Θεομνήστου κεφαλαλγίας ἐπίγνωσις καὶ ἴασις.
103 11 (t) [15] Ὁ κεφαλαλγῶν ἵππος πάντοτε κάτω βλέπει, ἀνανεύειν οὐ δύναται τὴν κεφαλήν, ἀχλὺς αὐτῷ ἀεὶ περίκειται, δακρύει τε τοῖς ὀφθαλμοῖς, καὶ οὐδὲν προσίεται, μύει δὲ καὶ δυσχερῶς ἀναβλέπει 〈μέν, εἰ δὲ ἐπὶ τοῦ αὐτοῦ σχήματος διηνεκῶς, οὐδὲ τροφὴν προσιέμενος.〉 τοῦτον οὖν δεῖ θεραπεύειν οὕτως· διανοίξας αὐτοῦ τὸ στόμα, αἷμα ἄφελε ἀπὸ τοῦ οὐρανίσκου, μὴ ὀρθῷ, πλατεῖ δὲ τῷ φλεβοτόμῳ χρώμενος. δίδου δὲ ἐγχυματισμοὺς διουρητικοὺς τούσδε· σελίνου σπέρματος λίτραν μίαν, 〈πετροσελίνου γ ο ηʹ〉, πράσων καθηψημένων χυλοῦ ξέ. δʹ, οἰνελαίου ξέ. αʹ Ἰταλικόν· ταῦτα μίξας ἐγχυμάτιζε διὰ στόματος. καὶ ἠρέμα ποιήσας βαδίσαι, ἔα ἡσυχάσαι ἐπὶ βραχύ. εἶτα ἐν ὕδατι καταψυχέσθω καθάπερ ὁ κριθιάσας. ἐὰν δὲ διαρροϊσθῆ, παύεται μὲν τοῦ νοσήματος, λευκοῦται δὲ πολλάκις τὰς ὄψει ς. ἐγχριέσθω δὲ μέλιτι καὶ μαράθου χυλῷ, καὶ τάχιστα καὶ τοῦτο ὑγιασθήσεται. ἄλλο Πελαγωνίου.
103 12 (t) [5] Τῆς κεφαλῆς τὰς ἀλγηδόνας σημαίνουσι δακρύοντες ὀφθαλμοί, ὦτα κεχαλασμένα, τράχηλος ἐπὶ γῆν ἐπινεύων, ὄψις ἀλλοιου μένη. ἀλλὰ καίτοι οὕτω διακειμένου τοῦ ζῴου, δεῖ ἐκ τοῦ στόματος αἵματος ἀφαίρεσιν ποιεῖσθαι, καὶ διδόναι ἐγχυματισμὸν τὸν δυνάμενον τὴν γαστέρα ὑπάγειν. ἔστι δὲ αὕτη ἡ περιοδεία ὁμοία τοῖς κριθιῶσι ζῴοις. 〈γίνωσκε δέ, ὅτι περ εἰ ἡ γαστὴρ τάχιον σταλῇ καὶ οἱ ὀφθαλμοὶ λευκώματα ἐπαγάγωσιν, οὐδὲν ἕξει τὸ ζῷον κακόν. ἀλλ’ ὅμως τοὺς 〈τού〉του ὀφθαλμοὺς θεράπευσον.〉 ἄλλο.
103 13 (t) [5] Πρό γε ἁπάντων χρὴ καθαίρειν τὴν κεφαλὴν τοῦ ζῴου τρόπῳ τοιῷδε· εὐφόρβιον, κενταύριον, λιβανωτοῦ ἄλευρον εἰς χύτραν ἑψήσας ἐπὶ πολὺ μετὰ οἴνου, ἐν θερμῷ ἡλίῳ διὰ τῶν ῥινῶν ἔγχει. καὶ μετ’ ὀλίγον βραχὺ ῥοδίνου μετὰ παλαιοῦ ἐλαίου καὶ ἀφρονίτρου εἰς τὸ οὖς ἐπίσταξον. ἄλλο.
103 14 (t) [5] Ὄξους δριμυτάτου ὀλίγον μετὰ ἐλαίου παλαιοῦ καὶ ἀφρονίτρου εἰς τὸ οὖς ἐπίσταξον. ἢ σκώληκας τοὺς λεγομένους ὀνίσκους μετὰ βουτύρου καὶ πηγάνου δεσμιδίου ἑνὸς εἰς τὸ ἔλαιον ζέσον, καὶ χλιαροῦ γενομένου, ἔγχει εἰς τὸ οὖς. ἢ στέαρ ὄρνιθος μετὰ νάρδου εἰς τὸ οὖς ἐμβαλε. ἄλλο.
103 15 (t) [10] Εἰ πάσχει τὸν ἐγκέφαλον τὸ ζῷον, χρὴ τοῦτο μετ’ ἐπιμελείας περιοδεύεσθαι, ὡς ἂν μὴ τάχιστα κινδυνεύσῃ. σημεῖα δὲ τῆς τοιαύτης ἀνωμαλίας τάδε· πλάγιον περιπατεῖ τὸ ζῷον, τοῖς ποσὶ σφάλλεται, προσκόπτει συνεχῶς, καὶ τὰ σκέλη αὐτοῦ συσπᾷ. χρὴ οὖν τὸ τοιοῦτον ζῷον ὑπὸ ζυγὸν βληθῆναι, ἵνα τῷ ἱδρῶτι καὶ τῷ καμάτῳ πᾶς ὁ πόνος ἀποκρουσθῇ. ἵνα δὲ μετὰ τὸν κάματον βέλτιον περιοδευθῇ, τούτῳ τῷ τρόπῳ χρῆσαι· δάφνης κόκκους κʹ, νίτρου λίτραν αʹ, κατακόψας λεπτά, καὶ πηγάνου χλωροῦ δεσμίδιον ἓν μετὰ ὄξους καὶ ἐλαίου δαφνίνου χλιάνας, ἀπάλειφε τὴν κεφαλὴν μεταξὺ τῶν ὤτων, καὶ δέρματι ἔχοντι ἐρέαν ἐμβεβρεγμένῳ τούτῳ τῷ βοηθήματι τὴν κεφαλὴν περίδησον. ἄλλο.
103 16 (t) [5] Ἄλευρον κρίθινον συμμίξας ῥητίνῃ ἐπίθες. κέχρησο δὲ καὶ προποτίσμασι τοῖσδε· καρκίνους ποταμίους ἑπτὰ συγκόψας, καὶ μίξας γάλακτος αἰγείου ξέστῃ ἑνὶ καὶ ἐλαίου κυάθῳ ἑνί, καὶ διυλίσας καθαρίως, δίδου διὰ τοῦ στόματος· εἰ δὲ ταῦτα μὴ ἦ, ὑδρομέλιτος κύαθους γʹ καὶ πεπέρεως λευκοῦ ὀβολὸν ἕνα, κρόκου γρά. βʹ, ὁμοῦ συντρίψας ἐν οἴνῳ διὰ στόματος δίδου. ἄλλο πρὸς κάθαρσιν κεφαλῆς.
103 17 (t) [1] Μῆλον μανδραγόρου λαβὼν καὶ σχίσας εἰς πολλὰ μέρη, ἐν ἡλίῳ ἢ φούρνῳ διάφρυξον, ἔπειτα κόψας καὶ σήσας, τούτοις τὴν κεφαλὴν καθάρισον. ἄλλο πρὸς πληθώραν κεφαλῆς.
103 18 (t) [1] Εἰ ἔχοι ζῷον τὴν κεφαλὴν πεπληρωμένην ἢ ψυχράν, χρὴ αὐτὸ ἀμφαιμαχθῆναι ἢ ἐκ τῶν κροτάφων ἢ ἐκ τοῦ στόματος, ἔπειτα κρηταρίου μέρη δύο καὶ ἀκακίας παλαιᾶς μετὰ οἴνου αὐστηροῦ κεράσας καὶ ζέσας, ὡς ἔστι θερμόν, τῇ κεφαλῇ ἐπίθες. ἄλλο πρὸς βάρος κεφαλῆς.
103 19 (t) [1] Εἰ διὰ τῶν ῥινῶν πολὺς φέρεται χυμός, τούτῳ τῷ προποτίσματι θεραπεύσεις· σινάπεως ὀξύβαφον αʹ μετὰ ἴσου μέλιτος καθαρίως λειώσας, ἐξ αὐτοῦ μετὰ ἡμίνης οἴνου καθ’ ἑκάστην ἡμέραν προπότιζε ἐπὶ ἡμέραις θʹ. ἄλλο· χρῖσμα κεφαλῆς.
103 20 (t) [1] Ῥόδινον καὶ καστόριον, ἀμύγδαλα πικρὰ καὶ πήγανον χλωρὸν μετὰ ὄξους συμμίξας, κέχρησο. ἄλλο πρὸς κεφαλῆς πόνον.
103 21 (t) [10] Ὅσα ζῷα ἀπὸ ὀξέων νοσημάτων σφηνωθῶσι, ταῦτα δεῖ καθαίρειν. ἀναγκαῖον γάρ ἐστι προλαμβάνειν τὰ τοιαῦτα, μή ποτε εἰς τὸ τῆς μάλεως ἐμπέσωσι νόσημα, ἢ ἐμπυϊκὰ γένηται, ἅπερ εἰσι δυσπεράπευτα. χρήσῃ οὖν τῇ ἀγωγῇ ταύτῃ· ᾠὰ δύο, πεπέρεως κόκκους κʹ, μέλιτος γ ο αʹ ἀνακεράσας ὁμοῦ, διὰ κέρατος ἐγχυμάτιζε. ἔπειτα κλῖνον αὐτοῦ τὴν κεφαλὴν ἐπὶ πόδας, καὶ ἔασον οὕτως ἡμιώριον, ἄχρις οὗ οἱ ἰχῶρες ἐκπέσωσιν. εἶθ’ οὕτως ἐπίθες ἄκοπον τὸ πυρωτικὸν πρὸς τὸ ἐκχαλασθῆναι, εἶτα οἴνῳ χρηστοτάτῳ τὰς ῥῖνας ἐμφύσα καὶ περιπατεῖν ποίει. περὶ ἐπιγνώσεως εὐπόδων καὶ μαλακοπόδων.
104 1-4 (t) Αψύρτου. Δέσποτα Γάλλ ε, ἀφορισάμενος ἐν τοῖς ἵπποις τίνα τῶν ψυχικῶν καὶ σωματικῶν σημεῖα, ἐπιδείξω σοι, ὅ ἐστι πρῶτον κεφάλαιον ἐν τῇ συστάσει τοῦ ζῴου.
104 1 [10] ὅσοι εὔποδες ἢ μαλακόποδες καὶ πονηροὶ ἢ ἀγαθοί, ἐπιγνωσθήσονται οὕτως· οἱ λευκὴν ἔχοντες τὴν ὁπλὴν καὶ χελιδόνας μακρὰς μαλακοὶ καὶ πονηροί. καὶ οἱ ξηρὰν ἔχοντες καὶ θραυομένην καὶ λευκὴν μαλακοὶ καὶ πονηροί. ἐὰν δὲ ᾖ κοίλη κάτωθεν, χελιδόνα δὲ μικρὰν ἔχῃ, ἀγαθοὶ καὶ εὔποδες. οἱ προμήκεις, χελιδόνα δὲ μικρὰν ἔχοντες εὔποδες καὶ ἀγαθοί· ἐὰν δὲ ἡ χελιδὼν ᾖ μακρά, πονηροὶ καὶ ἄχρηστοι. οἱ πινακιαῖοι καὶ χελιδόνα μακρὰν ἔχοντες μαλακοὶ καὶ πονηροί· ἐὰν δὲ ἡ χελιδὼν ᾖ μικρά, χρηστοί. οἱ δὲ μέλαιναν ἔχοντες τὴν ὁπλὴν εὔποδες 〈μὲν〉, πονηροὶ δέ.
104 2 [10] οἱ λευκὴν ἔχοντες καὶ ἐν αὐτῇ μελαίνας ταινίας εὔποδες καὶ ἀγαθοί. οἱ στρογγύλην ἔχοντες καὶ ἐκκεκιρρωκότες τὰ κατ’ ὄνυχα τῆς ὁπλῆς μαλακοὶ καὶ πονηροί. οἱ συμφυεῖς κάτωθεν καὶ χελιδόνας μικρὰς ἔχοντες εὔποδες καὶ ἀγαθοί. οἱ σκαῦροι εἰς τὸ ἐντὸς μέρος εὔποδες, πονηροὶ δέ. οἱ τετράγωνον ἔχοντες τὴν ὁπλὴν καὶ μὴ ὑψηλήν, μέλαιναν δέ, καὶ χελιδόνα μικράν, εὔποδες. καὶ οἱ περιφερῆ καὶ κάτωθεν κοίλην καὶ μέλαιναν ἀγαθοὶ καὶ εὔποδες. οἱ κιρρώδεις καὶ μακροὶ καὶ μὴ πλατεῖς, ἀλλὰ προμήκεις ἀγαθοί. οἱ μέλαιναν ἔχοντες καὶ προμήκη πονηροί. οἱ συμφυεῖς καὶ χελιδόνα μικρὰν ἔχοντες μαλακοὶ καὶ πονηροί.
104 3 [15] οἱ σκαῦροι εἰς τὸ ἐκτὸς μέρος μαλακοί, οὐ πονηροὶ δέ. οἱ τὴν ὁπλὴν 〈ἔχοντεσ〉 ταπεινὴν ὀπίσω μαλακοὶ καὶ τὴν χελιδόνα πατοῦσιν. οἱ μέλαιναν ἔχοντες τὴν ὁπλὴν καὶ ἐν ταύτῃ ταινίαν λευκὴν ἀγαθοὶ καὶ εὔποδες μᾶλ λον τῶν τὴν λευκὴν ἐχόντων καὶ μελαίνας ταινίας. καὶ ὅσοι προπετῆ τὴν στεφάνην ἔχουσι καὶ ὑπομήκη τὴν ὁπλὴν εὔποδες, πονηροὶ δέ. καὶ οἱ πλατεῖαν ἔχοντες τὴν ὁπλήν, ὀστρακίαν δέ, καὶ χελιδόνα μικράν, 〈εὔποδες, πονηροὶ δέ. καὶ ὅσοι πλατεῖαν ἔχουσι κατ’ ὄνυχα τὴν ὁπλὴν〉 καὶ ὕφαιμον, μαλακοὶ καὶ συνεχεῖς διατριβὰς ποιούμενοι. καὶ οὗτοι δὲ ἀγαθοὶ καὶ εὔποδες, ὡς προγέγραπται, οἱ κάτωθεν κοίλην ἔχοντες καὶ τὸν ὄνυχα παχὺν καὶ ἐν τῷ περιπάτῳ ψόφον ποιοῦντες 〈ἐν αὐτῇ〉. ἄδρομοι δὲ καὶ ἄκεντροι ἐν τῇ ἱππασίᾳ, εἰσὶ δὲ καὶ εὐήθεις ἀπὸ τῆς γενέσεως μέχρι τοῦ καταρτισμοῦ, τὸν λοιπὸν δὲ χρόνον πονηροί, 〈ὡσ〉 καὶ δῆκται. ἀπὸ δὲ τῶν χρωμάτων πονηροὶ ὡς ἐπίπαν διαφερόντως τῶν ἄλλων καὶ οἱ λευκὸν τῶν ποδῶν ἢ τῶν σκελῶν τι ἔχοντες καὶ οἱ λευκομέτωποι καὶ οἱ λευκόρυγχοι, μάλιστα δὲ οἱ φοίνικες, ὅταν τι τούτων ἔχωσιν.
104 5 (t) [15] ἄλλο· Ἀψύρτου θεραπεία μαλακοπόδων. Ἄψυρτος Μάρκῳ Μαρίῳ δεκουρίωνι χαίρει ν . ἔγραψάς μοι ἐπερωτῶν, πρὸς τὸν μαλακόποδα τίνι βοηθήματι χρήσῃ; ἔστι δὲ δυσκατόρθωτον διὰ τὸ ὑπάρχειν φυσικῶς τοιοῦτο, ἔτι δὲ καὶ διὰ τὸ τὴν ἐν τῇ ὁδοιπορίᾳ ἀπότριψιν τῆς ἡμέρας ἐν τῇ στάσει τῆς νυκτὸς μὴ προσφύειν, ὅσον ἀποτρίβεται. καὶ θερμοπλᾷ πάντοτε καὶ διατριβὰς λαμβάνει καὶ θλάσματα ποιεῖ συνεχῶς. εὐτρεπίζεται δὲ εἰς τὸ καλλίων εἶναι ἐν ταῖς χρείαις κυπαρίσσῳ καθηψημένῃ ἐν ὕδατι τοὺς πόδας πυριώμενος, ἢ βάτῳ ὡσαύτως, ἢ ἀψίνθιον καθεψήσαντες τὸ αὐτὸ ποιοῦμεν. καὶ ἡ ὀξάλμη δὲ ὠφέλιμος, καὶ τὸ περιαλείφειν τὰς ὁπλὰς τῷ ἐλαίῳ χειμῶνος, θερείας δὲ ἀξουγγίῳ ἀποπυριάσαντα. περὶ δὲ τοῦ ἐπικαίειν πολλοῖς εἴρηται πολλ ά. ἄριστον δὲ πάντων τὴν ἄσφαλτον ἐπιχέειν, τῷ δᾳδίω χρώμενον. ὁ δὲ στερεόπους ἂν ὑποτρίψῃ, φλεβοτομείσθω ἐκ τῶν μεσοκυνίων, ἵνα μὴ φλεγμαινόμενος ἐν τῇ στεφάνῃ περίρρηξιν λάβῃ. ἄθετοι δέ εἰσιν αἱ ἐν αὐτῇ κεντήσεις, αἰτιῶνται γὰρ τὴν ὁπλήν. ἄλλο Εὐμήλου πρὸς ὑποτετριμμένους πόδας.
104 6 (t) [5] Ἐὰν ὑποτρίψῃ ζῷον, θερμῷ προσήκει ὕδατι πυριᾶσθαι, ἀξουγγίῳ τε ἐπαλείφεσθαι, καὶ ἐπὶ ὀστράκου ζέοντος ἀποτίθεσθαι, μέχρις οὗ πράως ἐνέγκῃ. λοιπὸν δὲ μετὰ ταῦτα σκορόδῳ καὶ θείῳ λελειωμένοις χρῶ, ἐπικαίων σιδήρῳ ζέοντι ἐπὶ ἡμέραις τρισί. τοῦτο καὶ βουσὶ βοηθεῖ. Θεομνήστου εἰς τὸ αὐτό.
104 7 (t) [15] Ὑποτρῖψαν ἐξ ὁδοιπορίας κτῆνος, εἶτα ἀμεληθέν, πυρέσσει, πυρέξαν δὲ ταχέως ἀπόλλυται, ἐὰν μὴ φθάσῃ βοηθηθῆναι. χρὴ οὖν ὕδατι θερμῷ, ἐν ᾧ συνεψηθήσεται ἀλθαίας βοτάνης ῥίζα, ἥν τινες ἀγρίαν μαλάχην καλοῦσιν, ἀπαντλεῖν τοὺς πόδας, ἕως ἁπαλωτέρα γένηται ἡ ὁπλή. ἔπειτα ὑποξέειν τὰς πεπονθυίας ὁπλάς, καὶ γυμνοῦν ἐν βάθει τὰ περιθλάσματα, εἶθ’ οὕτως ἔχειν ἐν ἑτοίμῳ σπαρτίον καὶ ῥάκη τραχέα, καὶ σκορόδοις καὶ ἀξουγγίῳ παλαιῷ ἰδίᾳ καθ’ ἓν καὶ πάλιν ὁμοῦ καταπλάσσειν, καὶ περιδεσμεῖν τὰς ὁπλάς. εἰ δὲ φλεγμαίνοι, φλεβοτομείσθω ἐκ τῶν μεσοκυνίων, καὶ στηκέτω ἐν ἀλέᾳ, καὶ παρακαιέσθω χειμῶνος πυρί, καὶ ὑποβαλλέσθω κόπρῳ ξηρᾷ, ἵνα μὴ κατὰ σκληρῶν ἐπιβαίνων πάσχῃ τοὺς πόδας. ὅταν δὲ ἀφλέγμαντος μείνῃ, θεραπευέσθω ἕωθεν ἐπὶ ἡμέραις θʹ, καὶ ἔνδον ἱστάσθω ἐπὶ κοπρία, καὶ ἐκεῖ αὐτῷ προσαγέσθω τὸ ποτόν, ὅπως μὴ τῇ ὁδοιπορίᾳ διατρίβηται αὐτοῦ ἡ ὁπλή, ἀλλὰ τῷ ἐκ τῆς κοπρίας ῥύπῳ τρεφομένη αὐξηθῇ. περὶ αὐξήσεως ὁπλῆς.
104 8 (t) [1] Ἀξούγγιον παλαιὸν καὶ σκόροδον καὶ ἄσφαλτον καὶ θεῖον ἄπυρον σὺν πισσελαίῳ κόψας, ἄλειφε τὴν περιστεφανίδα, καὶ περίκοπτε στρογγυλαίνων. στηκέτω δὲ ὁ ἵππος ἐν τόπῳ ξηρῷ. εἰς τὸ σκληρῶσαι ὁπλήν.
104 9 (t) [1] Κηρόν, θεῖον ἄπυρον, ῥητίνην, πισσέλαιον, ἀξούγγιον εἰς ἓν πάντα ποιήσας, ἐπιμελῶς χρῶ. ἄλλο.
104 10 (t) [5] Λαβὼν πεύκην λιπαρὰν καὶ διασχίσας ἐνθείς τε εἰς αὐτὴν ἀξούγγιον 〈ἅψον〉, καὶ ὑπτιάσας τὰς ὁπλὰς 〈τὸ ἀπορρέον〉 ἐπίσταζε εἰς πάντα τὰ ὑποκάτω τῶν ὁπλῶν. καὶ τοῦτο ποίει ἐπὶ ἡμέραις τρισί, καὶ μήτε ὕδατος ἁπτέσθω, μήτε ἐν ὑγρῷ τόπῳ στηκέτω. μετὰ δὲ ἡμέρας ἓξ ἢ ἑπτὰ πάλιν τὸ αὐτὸ ποίει. ἄλλο.
104 11 (t) [5] Κισσοῦ σπέρματος μέρη δύο, στυπτηρίας στρογγύλης ἓν λειώσας, τοῖς ὄνυξι ....... προσάγαγε, ἄχρις οὗ ἀνάσχηται. καὶ μετὰ τοῦτο σκόροδον καὶ ἄσφαλτον ἅμα λειώσας, ἐν πλατεῖ σιδήρῳ ἀποθέμενος ζέοντι, πρόσκαιε ἐπὶ ἡμέραις τρισί. τοῦτο δὲ καὶ βουσὶν ἐπιτήδειον. ἄλλο.
104 12 (t) [5] Ποίησον ὑπόδημα ἐκ πίσσης ὑγρᾶς καὶ ἀξουγγίου, καὶ θερμὸν προσάγαγε, καθαρίζων πρότερον ἐπιμελῶς τὸν ὄνυχα. εἶτα ἐπίπασσε κισσοῦ σπέρμα κεκομμένον τῷ ὄνυχι, ὥστε ὅλον πληρῶσαι, καὶ ὑποδήσας, λύε μετὰ τρίτην ἡμέραν. τοῦτο ἐκ τρίτου ποιῶν θεραπεύσεις. Πελαγωνίου πρὸς αὔξησιν ὀνύχων.
104 13 (t) [1] Σκορόδων κεφαλὰς τρεῖς, πηγάνου δεσμήν, στυπτηρίας κεκομμένης γ ο ἕξ, ἀξουγγίου παλαιοῦ λίτρας βʹ, κόπρου ὀνείας δράκα, πάντα συμμίξας καὶ ἀναλαβὼν χρῶ καθ’ ἡμέραν. ἄλλο.
104 14 (t) [1] Φάβα ἑψήσας εἰς ὕδωρ, λείωσον μετὰ μέλιτος, καὶ εἰς ῥάκος ἐπιπλάσας, ἐπίθες καὶ θεραπεύσεις. βοήθημα εἰς τὸ αὐτό.
104 15 (t) [1] Ὄξει θερμῷ τὸν ὄνυχα κατάντλει, καὶ μετὰ ταῦτα πράσιον μετὰ ἀξουγγίου παλαιοῦ καὶ ἀψινθίου ἀγρίου μίξας, ἀπότριβε. πελματικοῦ σκευασία.
104 16 (t) [5] Χαλβάνης γ ο αʹ, καστορίου γ ο α c ʹ, ἀδάρκης γ ο c ʹ, ῥητίνης φρυκτῆς τὸ ἴσον, ῥητίνης ὑγρᾶς γ ο βʹ, κηκίδος Ἀλεξανδρινῆς γ ο βʹ, ἀσφάλτου Ἰουδαϊκῆς γ ο α c ʹ, χαλκίτιδος γ ο αʹ, πίσσης γ ο μίαν, ἀξουγγίου 𐆃 αʹ, ὄξους 𐅻 ἕξ, κηροῦ λίτρας δύο, ἐλαίου ξέστην α c ʹ, ἀμφότερα μίξας χρῶ. περὶ ἱδροῦντος ἵππου ἐξ οὐδεμιᾶς αἰτίας.
105 1 (t) [5] Αψύρτου. Ὅταν γένηται, μηδεμιᾶς ὑπούσης ὑποψιάς, ἐκ καύματος ἢ θέρμης ἑστῶτα τὸν ἵππον ἱδροῦν τόπους τινὰς τοῦ σώματος ἢ καθόλου, καὶ ἀτμὸν ἀναβάλλειν ἐξ αὐτοῦ, εἰδέναι δεῖ, ὅτι προσπέπτωκεν ἡ χολὴ τούτου τοῖς τόποις ἢ ἀνακέχυται καθόλου· διὸ δεῖ τὸν τοιοῦτον γλυκέσιν ἐγχυματίζειν. περὶ τῶν ἀπὸ ἱπποπέδης ἢ δεσμοῦ τινος τεθλιμμένων.
106 1 (3) [5] Αψύρτου. Συμβαίνει ἀδικηθῆναι τὰ μεσοκύνια ἐκ τῆς ἱπποπέδης ἢ δεσμοῦ τινος ἀπὸ ἱμάντος ἢ σχοινίου, καὶ ἡ βύρσα ἀποπίπτει, καὶ ψιλὰ γίνεται τὰ τοῦ κυνόπλου νευρία. κίνδυνον οὖν ἕξει διαφωνῆσαι, εἰ ἐν ἀμφοτέροις τοῦτο γέγονεν. δεῖ οὖν πρῶτον ἀποστύφειν οἴνῳ ἢ ὄξει ἢ ὀξάλμῃ, ἔπειτα ταῖς λιπαραῖς καὶ τῶν λευκῶν ἐμπλάστρων ταῖς τρυφεραῖς χρῆσθαι. ἄκρως δὲ ποιεῖ τὸ τοῦ ψιμυθίου μέρος ἕν, ἀμμωνιακοῦ τὸ ἥμισυ, μυρσίνης τὸ ἀρκοῦν. λεάνας οὖν ἐν ὕδατι τὸ ἀμμωνιακὸν μῖξον τῷ ψιμυθίῳ, παραχέων τὸ μύρσινον, καὶ χρῶ. περὶ τῶν ὑπὸ ψύχους ἠδικημένων.
107 1 (t) [10] Αψύρτου. Τῷ ὑπὸ ψύχους ἠδικημένῳ συμβαίνει ἀνορεκτεῖν, καὶ διὰ τοῦτο ἀπισχναίνεσθαι, καὶ τρώγοντι ἐν κινήσει μὴ ἔχειν τὰ χελύνια, καὶ περιπατοῦντι προβαίνειν κατὰ μικρόν, καὶ ἀνανεύοντι τὴν κεφαλὴν στενάζειν, καὶ κατακύπτειν μὴ δύνασθαι. οὐ δύναται δὲ κατακλιθεὶς πλατύνεσθαι διὰ τὸ κατατετάσθαι τὰ ἐντὸς νεῦρα, τὰ δὲ τῆς ἐπιφανείας ἀπαθῆ εἶναι. θεραπεύεται δὲ ἐγχυματιζόμενος πεπέρεως κόκκοις λʹ, κεκομμένοις ἐν οἴνου λευκοῦ εὐώδους κοτύλῃ, ἢ πηγάνῳ ἀναζεσμένῳ ὡσαύτως, ἢ λελισφάκῳ, ἢ ἀρτεμισίᾳ βοτάνῃ μετὰ οἴνου, ἢ πολιοφύλλω, καὶ γυμνασίᾳ δρόμῳ τῷ διὰ κάλπης ἐκ προσαγωγῆς, καθὼς ἂν φαίνηται προκόπτων τῇ τροφῇ, καὶ τῇ τρίψει πλείονι τῇ κατὰ τρίχα. ἐπιλαβόμενος δὲ τοῦ καιροῦ καὶ γενόμενος ἐν τῇ νομῇ, ἀποκαθίσταται καὶ ὑγιάζεται. Ἱεροκλέους πρὸς κατάψυξιν κτήνους.
107 2 (t) [t2] Πήγανον καὶ μαστίχην μετὰ ἐλαίου ὀλίγου καὶ μέλιτος καθεψήσας, ἐγχυμάτιζε, πεπέρεως προστιθεμένου. Εὐμήλου πρὸς νόσον ἵππων ἐξ ἀτονίας καὶ καύματος καὶ ψύχους.
107 3 (t1) [5] Νόσος ὡς ἐπὶ τὸ πλεῖστον λαμβάνει τὸ ζῷον ἐξ ἀτονίας καὶ καύματος, καὶ ἐν κρύει δὲ τὸ αὐτὸ ὑφίσταται, ἢ ὅτε ἐπειχθὲν μὴ ἀπουρήσῃ, καὶ εἰ μετὰ ἱδρῶτα πίοι, ἢ καὶ ἀπὸ πολλῆς ἀργίας εἰς πολὺν ἔλθῃ δρόμον καὶ ὑπέρτονον γένηται. θεράπευε οὖν, ἔλαιον εἰς τὸν λαιμὸν ἐμβαλών, ἢ στέαρ σὺν οἴνῳ ὁμοίως διδούς. ἀπελάσεις δὲ ψῦχος ζῴου, ἐὰν ἐλαίῳ ζεστῷ ἢ στέατι τὰς ψύας αὐτοῦ καὶ τοὺς νεφροὺς καὶ τὴν κεφαλὴν ἀποτρίψῃς. ἄλλο ἐπὶ ψύξεως.
107 4 (t) [1] Αἷμα χοίρειον θερμὸν ἐγχυμάτιζε μετὰ οἴνου. περὶ σφακελισμοῦ καὶ ἱερᾶς νόσου.
108 1 (t) [10] Αψύρτου. Ἄψυρτος Τιβερίῳ Κλαυδίῳ Ἡρακλείδῃ Κλαζομενίῳ χαίρει ν . βούλομαί σε εἰδέναι, ὅτι ἐν τοῖς ἵπποις σφακελισμὸς γίνεται, οὗ σημεῖα τάδε· πίπτει ἐξαίφνης, καὶ τῶν ἄρθρων ἃ μὲν ἀνίεται, ἃ δὲ συντείνεται, καὶ παλμὸς ὅλου τοῦ σώματος, ἔσθ’ ὅτε δὲ καὶ ἀφρὸς περὶ τὸ στόμα γίνεται. ἔστι δὲ τοῦτο ἐν ἀνθρώποις ἱερὰ νόσος λεγόμενον. τούτῳ ἡμεῖς προσφέρομεν τὴν τροφήν, βρέχοντες τὸ νίτρον καὶ ποτίζοντες. ἁρμόζει δὲ τούτῳ καὶ ἡ κάθαρσις ἡ διὰ τοῦ σικύου καὶ τοῦ νίτρου ἐν ἑπτὰ ἡμέραις, καὶ οὐ συμβήσεται συνεχῶς αὐτῷ. λέγεται δὲ χελώνης θαλασσίας αἵματος ἡμικοτύλιον καὶ ὄξους τὸ αὐτὸ καὶ οἴνου τὸ ἴσον, ὀποῦ Κυρη ναϊκοῦ ὁλκὴν μίαν μίξαντας, ἐγχεῖν εἰς τοὺς μυκτῆρας. ὠφέλιμον δὲ συγχρίεσθαι αὐτὸν τῷ νίτρῳ καὶ ἐλαίῳ μετ’ ὄξους ἐν τρίψει ἱκανῇ. περὶ τῶν κατ’ ὄνυχα πατούντων.
109 1 (t) [5] Αψύρτου. Ὅσοι δέ εἰσι κατ’ ὄνυχα πατοῦντες ἢ ἑτεροποδοῦντες φυσικῶς ἢ ἑτερόχηλοι ἐξ αἰτίας, καὶ ὅσοι ἔχουσιν ἐν τοῖς ὀπισθίοις ἐγκλώμενα τὰ μεσοκύνια, ὥστε ἅπτεσθαι τῆς γῆς, καὶ ἐπισυρόμενοι τὰς ὁπλάς, χωλοί εἰσι καὶ ἐκ τῶν ψυῶν ἀσθενεῖς καὶ τῷ δρόμῳ ἐλάσσονες. περὶ ῥεύματος ἑλκῶν καὶ πρὸς τοὺς ὑπὸ συὸς πληγέντας.
110 1 (t) [5] Τοῖς ῥευματικοῖς τῶν ἑλκῶν οὐ δεῖ θερμῷ χρῆσθαι, ἀλλὰ τῷ ψυχρῷ θερείας καὶ χειμῶνος. συμβαίνει γὰρ ῥᾳδίως ἐν τοῖς κυνηγίοις τῷ ἵππῳ τραῦμα λαβεῖν ὑπὸ συάγρου εἰς τὸ ἐντὸς μέρος τῆς ἀγκύλης ἐν τῇ ἰγνύϊ ἢ τοῦ μηροῦ ἐντός, καὶ γίνεται τὸ ἕλκος ῥευματικὸν καὶ ὀγκοῦται. τούτῳ προσφέρειν τὸ ψυχρόν, καὶ θεραπεύειν τῷ διὰ τῆς χαλκάνθης καταχρίοντα, ἢ κυνὸς κεφαλὴν ἐκτὸς τῆς γλώττης κατακαύσαντας καὶ τρίψαντας καταπλάσσειν. περὶ πνιγμοῦ ἐξ ὠμότητος.
111 1 (t) [5] Ἀψύρτου. Ἐάν ποτε συμβῇ ἔνσιτον ὄντα τὸν ἴππον καὶ πλήρη τροφῆς τρέχειν, πνιγμὸς ῥᾳδίως συμβαίνει. βοηθεῖται δὲ ἐγχυματιζόμενος οἴνου λευκοῦ εὐώδους κοτύλῃ μετὰ νίτρου ὁλκῆς μιᾶς διὰ τῶν μυκτήρων, ἢ κυμίνου ὁλκῇ μιᾷ τριωβόλου καὶ χαλβάνης τῷ ἴσῳ τριφθείσης μετὰ οἴνου, ἢ δαφνίσι μετὰ οἴνου. εἰς ψυχρὸν δὲ μὴ ἐμβιβάζειν, καὶ τὸ πόμα θερμὸν διδόναι, καὶ τρίψει χρῆσθαι ὅλου τοῦ σώματος διὰ ἐλαίου, κάλλιον δὲ παλαιοῦ. πρὸς τὰ ἐν βουβῶνι σπάσματα.
112 1 (t) [5] Ἀψύρτου. Ἐὰν ἐν τῷ βουβῶνι σπάσμα λάβῃ, ὅ τε βουβὼν οἰδεῖ, καὶ περιπατῶν ὀδυνᾶται. ὁ δὲ τοιοῦτος ἡσυχαζέτω, καὶ θερμῷ πολλῷ πυριάσθω τοὺς βουβῶνας, καὶ σπόγγοις ὁμοίως εἰς οἶνον θερμὸν βραχεῖσιν ὡσαύτως πυριάσθω. ἄλειφε δὲ καὶ τοὺς τόπους, τρίψας ἐν ταὐτῷ στέαρ αἴγειον καὶ κηρωτὴν καὶ νίτρον ὀπτὸν καὶ ὄξος. πρὸς τὰ ἐπὶ τῆς στεφάνης σκληρώματα, ἃ καλοῦνται πῶροι.
113 1-2 (t) Ἀψύρτου. Ἄψυρτος Ποστουμίῳ Δακὶ ἱππότῃ χαίρει ν .
113 1 [10] ἔγραψάς μοι συμβεβηκέναι σου τῷ ἵππῳ ἐν τῷ ποδὶ τῷ ἐμπροσθίῳ εἰς τὸ ἐντὸς μέρος τῆς ὁπλῆς ἐν τῇ ἐκφύσει τῆς στεφάνης οἴδημα μέγα σκληρόν, καὶ λίαν χωλαίνειν ἐξ αὐτοῦ. γίνωσκε οὖν, ὅτι συμβαίνει ἐκ τοῦ αὐτομάτου ἐν τοῖς ἐμπροσθίοις, τοῖς δὲ ὀπισθίοις οὐ ῥᾳδίως, καὶ λέγεται πῶρος. θεραπεύεται δὲ οὕτως· κόνυζαν κόψαντας καταπλάσσειν, ἢ κισσοῦ πέταλα ὡσαύτως τρίψαντας, ἢ τέφραν ἀμπελίνην ὄξει φυράσαντας τὸ αὐτὸ ποιεῖν. ἀγαθὸν μὲν καὶ τοῦτο. ἕτεροι δὲ κυπάρισσον κόψαντες μετὰ ὄξους χρῶνται, τινὲς δὲ ῥοῦν. ἡμεῖς δὲ ἐχρησάμεθα τούτῳ· ἅλας τρίψαντες μετὰ μέλιτος, ὥστε εἶναι γλοιῶδες, καὶ ἐντέμνοντες τὸν πῶρον, ἐμπλάσσοντες εἰς ὀθόνην, ἐπιδεσμεύομεν δὶς τῆς ἡμέρας, προπυριῶντες ὕδατι θερμῷ. μάλιστα δὲ συμβαίνει τοῦτο τοῖς ἐν ταῖς ἀγέλαις.
113 2 [10] γίνεται δὲ ὁ πῶρος μέγας, καὶ ἄμορφος ὁ ποὺς διὰ τὴν ἀθεραπευσίαν, καὶ περιπατεῖν οὐ δύναται, οὔτε ἀκολουθεῖν τοῖς ἄλλοις. ἑστὼς δὲ οὐ βόσκεται, ἀλλ’ ἀδημονεῖ ἐπιζητῶν τὴν ἀγέλην, ῥίπτει τε ἑαυτόν, καὶ διεγείρεσθαι οὐ δύναται, διαφωνεῖ δὲ ῥᾳδίως. δεῖ δὲ τοὺς τοιούτους μὴ βόσκειν ἐν ἑλώδεσι τόποις ἢ ἐνύδροις, ἀλλὰ μετάγειν, ὅπου οὐκ ἔστιν ὑγρασία, ἀλλὰ μάλιστα κόνις λεπτή. καὶ εἴ τις δύναται μεθοδεύειν, θεραπεύσει τῷ ἁλὶ μετὰ τοῦ μέλιτος καταχρίων πτεροῖς, ἢ πίσσῃ ὡσαύτως μετὰ τοῦ ἅλατος. ἄλλο· πώρου πρόγνωσις καὶ ἴασις.
113 3 (t) [1] Τὸ ἐπάνω τοῦ κυνός ἐστι παχὺ καὶ στρογγύλον. ἅλας οὖν τρίψας λεῖον, καὶ μέλι ἐπιχέας τρῖβε, ἕως ἂν γένηται ὡς ἄλευρον, ἔπειτα θερμάνας ... περὶ τοῦ πῶς δεῖ καθαίρειν τοὺς ἐν ταῖς ἀγέλαις.
114 1 (t) [10] Ἀψύρτου. Ἄψυρτος Μάρκῳ χαίρειν. ἱπποτροφοῦντά σε βούλομαι εἰδέναι, ὅτι τοὺς ἐν ταῖς ἀγέλαις θεραπεύσομεν οὕτως· σικύου ἀγρίου ῥίζαν κόπτοντες εἰς λεπτὰ καὶ ψύγοντες ἐν τῷ ἡλίῳ, ἄχρις οὗ ξηρὰ γένηται, πάλιν τὸ αὐτὸ κόπτομεν, ὡς λεπτότατον γενέσθαι, καὶ τούτῳ μίσγοντες νίτρου κεκομμένου τὸ ἴσον, καὶ τῷ ἁλὶ μίξαντες, διδόαμεν φαγεῖν ἐκτὸς τῶν ἐγκύων· ταῖς δὲ ὑποπώλοις διδόαμειν· καθαρθήσεται γὰρ δι’ αὐτῆς καὶ ὁ τιτθευόμενος πῶλος. μίγνυμεν δὲ τὸ ἅλας χάριν τοῦ πεισθῆναι τὸ ζῷον τὴν κάθαρσιν λαβεῖν. κάλλιον δὲ τοῦ ἁλὸς μιγνύειν πίτυρα πύρινα. γινέσθω δὲ ἡ κάθαρσις ἐν μηνὶ Ὑπερβερεταίῳ ἢ Δίῳ ἀπὸ τῆς πεντεκαιδεκάτης παρ’ ἡμέρας πέντε. τοῦτο τρὶς μέχρι τῆς νουμηνίας. τούτου δὲ γενομένου, οὐ συμβαίνει ψωρίασις, καὶ τὰ λοιπὰ δὲ ἀρρωστήματα ἐκφεύγει. περὶ εἴδους ἵππων ἀφορισμοί.
115 1 [10] Περὶ ἵππου εἴδους πολλοῖς γέγραπται καλῶ ς, ἄριστα δὲ πάντων Σίμωνι καὶ Ξενοφῶντι Ἀθηναίοις ἀνδράσ ι , πωλοδαμνίας δὲ παρὰ τοὺς ἄλλους μόνῳ Ξενοφῶντ ι. σπουδαίως οὖν ἔχοντί σοι ἐν τῇ ἱπποτροφίᾳ ἀναγκαῖον εἰδέναι καὶ τὰ γένη αὐτῶν. οἱ Πάρθοι μεγάλοι καὶ εὐμεγέθεις, θυμοειδεῖς τε καὶ εὐγενεῖς τῷ εἴδει, τοῖς ποσὶ χρηστοὶ διαφερόντως. οἱ Μῆδοι τῷ μεγέθει ὑπερβάλλοντες. Ἀρμένιοι δὲ καὶ Καππάδοκες τὸ Παρθικὸν γένος ἔχουσιν, εἰσὶ δὲ βαρυκέφαλοι μᾶλλον. Ἱσπάνιοι δὲ μεγάλοι, τῇ ἕξει τοῦ σώματος εὔρυθμοι, ὄρθιοι, εὐκέφαλοι, 〈τῇ ῥάχει διπλοῖ〉, ἔντομοι, οὐκ εὐΐσχιοι, ἰσχυροὶ ἐν ταῖς ὁδοιπορίαις καὶ μὴ ἰσχναινόμενοι τῷ σώματι, 〈ἀνδρειότατοι.〉 [ἄδρομοι δὲ καὶ ἄκεντροι ἐν τῇ ἱππασίᾳ. εἰσὶν δὲ καὶ εὐήθεις ἀπὸ τῆς γενέσεως ἄχρι τοῦ καταρτισμοῦ, τὸν λοιπὸν δὲ χρόνον πονηροὶ καὶ δῆκται.] Ἑλλαδικοὶ δὲ εὔποδες, εὐμεγέθεις, εὐκέφαλοι, ὄρθιοι τὴν προτομὴν καὶ εὔρυθμοι, οὐκ εὐΐσχιοι, θυμοειδεῖς 〈δὲ〉 καὶ δρομικοί, ἐν ὅλῃ δὲ τῇ Ἑλλάδι διαφέροντες οἱ Θετταλο ί.
115 2 [15] οἱ Ἠπειρωτικοὶ πονηροὶ καὶ δῆκται. Θρᾷκες δὲ αἰσχροὶ καὶ δυσειδεῖς, ξυλόσωμοι, κάτωμοι, κυρτοὶ τῇ ῥάχει, 〈λεπτοτράχηλοι〉, βλαισοί, κακοπερίπατοι, ὡσαύτως δὲ καὶ ἐν τῷ δρόμῳ. Κυρηναϊκοὶ δὲ εὐμεγέθεις, ἀνεσταλμένας τὰς λαγόνας καὶ μικρὰς ἔχοντες, διὸ καὶ εἰσὶ δρομικοί, εὔποδες, μακρότεροι τῷ πνεύματι ἐν τῇ ἱππασίᾳ. Ἴστριοι δὲ εὔποδες, εὐμεγέθεις, αἰσχροὶ τῷ σώματι, καὶ τῇ ῥάχει ἄτομοι καὶ κοῖλοι, δρομικοὶ δέ 〈καὶ εὔτονοι〉. Τὸ δὲ Σαρματικὸν γένος οὐκ ἀηδές, ἄλλ’ εὔρυθμον ἐν ἰδίῳ γένει καὶ δρομικόν, ἁπλοῦν δέ, εὐκέφαλον, εὐτράχηλον, εὐμέγεθες, 〈εὔσαρκον καὶ τὴν ἡλικίαν σύμμετρον〉. Ἀργολικοὶ δὲ εὔποδες, οὐκ εὐΐσχιοι δέ, εὐκέφαλοι, τῇ ῥάχει ἄτομοι καὶ κοῖλοι, εὐμεγέθεις καὶ βραχεῖς. Τοὺς δὲ ἀετογενεῖς τῶν ἵππων .
115 3 [5] .. ἐν τοῖς ὤμοις καὶ τῷ κόκκυγι παραλαμβάνουσιν οἱ Σαρμάται ὡς ἀγαθούς· εἰσὶ δὲ καὶ δρομικοὶ παρ’ αὐτοῖς, διὸ καὶ χρῶνται αὐτοῖς ἐν ταῖς καταδρομαῖς καὶ πολέμοις. ὅσοι δὲ ἐν τοῖς ὀπισθίοις αὐτὸν ἔχουσι κατὰ τῶν ἰσχίων καὶ τῆς οὐρᾶς, οὐκ εἰσὶν ἀγαθοί, ἀλλὰ καὶ λέγουσι παρατετηρῆσθαι ἐν αὐτοῖς τὸ μὴ πολεμεῖν δι’ αὐτῶν· ῥᾳδίως γὰρ ἀπ’ αὐτῶν ὁ ἀναβάτης ἀπόλλυται ἢ εἴς τι χαλεπὸν ἐμπίπτει. ὅσα δὲ γεννᾶται ἐν τοῖς μώνυχας ὁπλὰς ἔχουσι σιμὰ καὶ λαγώδοντα ἢ ἐξώδοντα, οὐ δεῖ τρέφειν, ἀλλὰ νεογνὰ ὄντα ἀπορρίπτειν καὶ μετάγειν ἀπὸ τῆς ἀγέλης, ἐπισταμένους, ὅτι εἰσὶ παραχαράγματα τῆς φύσεως καὶ τέρατα· μάλιστα δὲ γίνεται ἐν τοῖς ἑτερογόνοις.
115 4 [10] ὅσοι δὲ ἐν τοῖς μεσοκυνίοις τὰ ὀστᾶ ὀρθὰ ἔχουσιν, ἄγαν κακοπερίπατοί εἰσι, καὶ τὸν ἀναβάτην φέροντες συγκόπτουσι· λέγονται δὲ ἐλαφόποδε ς. καὶ οἱ ἐν τῷ αὐτῷ τόπῳ ἔχοντες βραχέα τὰ ὀστᾶ καὶ ταπεινά, οἱ κυνοβάται λεγόμενοι, οὗτοι προφέρουσι τὰς ὁπλὰς εἰς τὸ ἐντὸς μέρος τῶν κυνοπόδων ἢ σφυρῶν λεγομένων, καὶ ἕλκουσι τοὺς πόδας, καὶ χωλαίνουσιν ἐν αὐτοῖς. ἔνιοι δὲ καὶ πταίουσιν εὐχερῶς τοῖς ὄνυξιν. ἀγαθοὶ δὲ καὶ οἱ τὰ γόνατα ὑγρὰ ἔχοντες καὶ εὐκαμπῆ ἐν τῇ ἱππασίᾳ.
115 5 [15] εἰσὶ γὰρ ἀπταιστότεροι καὶ ἀκίνδυνοι τῷ ἀναβάτῃ ὑπάρχουσι, καὶ ἀκοπώτεροι δέ εἰσιν ἐν τοῖς ἔργοις τῶν σκληρὰ ἐχόντων, καὶ ὅμοια τοῖς ὀρθοκώλοις ἢ πασσάλοις λεγομένοις. καὶ οἱ τὰς λαγόνας δὲ ἔχοντες μεγάλας εἰσὶν ἀσθενέστεροι τῇ δυνάμει καὶ δυσειδεῖς. ἐν τούτοις δὲ ὁ ἀναβάτης ἀηδῶς ἔχει. πάντων δὲ κρείττονες οἱ τὴν ἔκφυσιν ἔχοντες τῆς συνωμίας ὑψηλοτέραν. οὐ μόνον γὰρ τοῖς ἀναβάταις εἰσὶν ἀσφαλεῖς. ἀλλὰ καὶ τοῖς ὤμοις ἰσχυρότατοι τῶν ἄλλων. τοὺς δὲ ὑπόπτας φύσει καὶ ὑπερφόβους ἄριστον μὲν μὴ κεκτῆσθαι, ἐπισταμένους, ὅτι φέροντές τι τῶν φορτίων ἐνίοτε εἰς τὸ ἀπολέσθαι ἔρριψαν. καὶ τοῦτο μὲν ἧσσον κακόν, ῥᾳδίως δὲ σφήλαντες τὸν ἀναβάτην κακῶς διέθηκαν. καὶ τὸ ἱππικὸν μὲν γένος πρόδηλον ἔχει τὴν ὑποψίαν, ὥστε τὸν καθήμενον ἔχεσθαι τῆς ἀσφαλείας, τὸ δὲ ὀνικὸν καὶ ἑτερόγονον αἰφνιδίως ἐκταρασσόμενον κίνδυνον ἐπιφέρει. περὶ ἀσκήσεως ἵππου στρατιωτικοῦ καὶ περὶ πωλοδαμνίας.
116 1-2 (t) Ἀψύρτου. Ἄψυρτος Γετουλ [λ ]ίῳ Σεβήρῳ 〈τάγματος ἑβδόμου〉 χαίρει ν .
116 1 [10] ὄντι σοι ἱππεῖ κρατίστῳ ἀναγκαῖον εἰδέναι περὶ πωλοδαμνίας. διετῆ γεγονότα τὸν πῶλον ἐκ τῆς ἀγέλης ἕλκουσι καὶ δαμάζουσιν, ἄριστον μὲν καθ’ ἡμέραν, εἰ δὲ μή, καὶ παρὰ μίαν. εὐπειθῆ δὲ γενόμενον καὶ χειροήθη τῷ ἀναβάτῃ, διδάσκουσι τότε, γυμνάζοντες πραέσι γυμνασίοις ἐκ προσαγωγῆς ἐπὶ τὸ πλεῖον μέχρι τῆς τριετοῦς ἡλικίας. ἀπὸ δὲ ταύτης εὐτονώτερον χρῶνται, γυμνάζοντες καὶ πλέον προστιθέντες τῷ χρόνῳ, μέχρις οὗ ἐντὸς γένηται τῆς ἑξαετίας· τότε δὲ μὴ διαλείπειν τῶν γυμνασιῶν καὶ πόνων, ἐπισταμένους ἐσόμενον πολεμιστήριον ἵππον καὶ ἐν τοῖς ἔργοις τοῦ πολέμου δυνατὸν ἀντέχειν πολὺν χρόνον. γυμναζομένῳ δὲ τῷ πώλῳ ἔστω ὁ τόπος μὴ λίαν βαθύγειος, μάλιστα δὲ ἐν ἀρχῇ τῆς ἡλικίας.
116 2 [10] ῥᾳδίως γὰρ συμβαίνει ἐν ταῖς κνήμαις ἀποστῆναι τὰς περόνας, καὶ οὕτως τὰ μεσοκύνια χθαμαλὰ γενέσθαι. τούτου δὲ συμβάντος, χωλὸς ὑπάρξει ὁ ἵππος. οὐ συμφέρον δὲ ἁπαλόποδα ἵππον εἰς τοῦτο ἄγειν, καὶ πολεμεῖν μετ’ αὐτοῦ. ἐν γὰρ ταῖς συμπλοκαῖς οὐ ῥᾳδίως οὗτος ἀπὸ τῶν πολεμίων ἀποφεύγει διὰ τὸ πονεῖν τοὺς πόδας, καὶ οὕτω συμβαίνει τὸν ἀναβάτην μὴ σῴζεσθαι. ὡσαύτως δὲ καὶ οἱ χαλεπαίνοντες ἵπποι πρὸς ἑτέρους κακὸν παρέχονται. περὶ στρέμματος ἐν ποδὶ τῶν μωνύχων καὶ αὐξήσεως ὁπλῆς καὶ τόπου πρὸς τὸ κυλίσαι ἐπιτηδείου.
117 1 [10] Στρέμματος γενομένου ἐν τῷ μεσοκυνίῳ ἢ κυνόπλῳ λεγομένῳ, χρῆσθαι δεῖ βοηθήματι τούτῳ· πρῶτον ἀφαιρεῖν αἷμα ἐκ τοῦ μεσοκυνίου, τὸ δὲ κύνοπλον ὃ στεφάνην λέγουσι μὴ κεντεῖν, ὑπόκειται γὰρ τῷ ἀγγείῳ σύνδεσμος νευρώδης. εἶτα κειρίαν λινῆν βρέξαντα ἐν ὄξει καὶ ἐλαίῳ, περιδεσμεῖν τὸ μεσοκύνιον, καὶ τὸ κύνοπλον σφίγγοντα ὑπορρίπτειν τῇ ὁπλῇ τὴν κειρίαν κεχιασμένην καὶ καταβρέχειν τῷ ὀξελαίῳ. ἀναδήσαντα δὲ τὸν ὑγιᾶ πόδα πρὸς τὸ γόνυ, ἐᾶσαι τῷ πεπληγότι ποδὶ ἐπισταθῆναι ὥρας τρεῖς, καὶ λύσαντα καταντλεῖν ὕδατι θερμῷ, καὶ κηρωτῇ ἀνατρίβειν, καὶ καταπλάσσειν βολβοῖς καὶ ἁλσὶ τετριμμένοις, καὶ τοῦτο ποιεῖν μέχρις ἡμερῶν τριῶν, καὶ τότε χρῆσθαι μαλάγματι τῷ πρὸς τὰ στρέμματα συγκειμένῳ· καὶ τὸ ξηρὸν δὲ ὠφέλιμον αὐτοῖς. ὅταν δὲ γένηται ὑπεραύξησις ἐν τοῖς ποσὶ τῶν ὀνύχων, οὐ δεῖ ἀφαιρεῖν ὀνυχίζοντα πολύ, ἀλλὰ διαλιπόντα πάλιν τὸ αὐτὸ ποιεῖν.
117 2 [10] εἰ δὲ μή γε, ἀδικεῖται ἡ ἔκφυσις τοῦ ποδὸς τῆς ὁπλῆς. βαδίζων γὰρ ἀνακλᾷ εἰς τὰ ὀπίσω τὴν ὁπλήν, ξενιζόμενος τὴν ἀφαίρεσιν. Ἄριστος δὲ τόπος ἐστὶν εἰς τὸ ἄγειν ἐπὶ τὸ κύλισμα, ὅσα μώνυχας ὁπλὰς ἔχει, ὁ ἀπόκροτος καὶ γεώδης, ὁ ὁμαλὸς καὶ μὴ λίθους ἔχων ἢ τραχώματα· ἄθετοι δὲ οἱ βαθύγειοι καὶ οἱ χορτώδεις ἢ κοπρώδεις. οὗτοι γὰρ οὐ ποιοῦσιν εὔλυτον τὸν ἵππον οὐδὲ διαφορὰν τοῦ σώματος, ὁ δὲ ἀπόκροτος καὶ στερεὸς ὠφέλιμος αὐτοῖς. Εὐμήλου εἰς τὸ αὐτό.
117 3 (t) [1] Τρύγα ὀξηρὰν λαβὼν μετὰ θερμοσποδιᾶς καὶ ἀξουγγίου παλαιοῦ, μίξας ἀμφότερα καὶ ἐπι πλάσας, ἀπόθου ἐπιβάλλων καὶ ᾠὸν ἕν, καὶ ἐν καιρῷ χρῶ. Ἱπποκράτους περὶ στρέμματος.
117 4 (t) [10] Τὰ τοῦ στρέμματος σημεῖά ἐστι ταῦτα· οὐ καταμένει ὁ ποὺς ἐπὶ τῇ συμβολῇ, τῇ χοινικίδι καλουμένῃ, ἀλλ’ ὑποφεύγει, καὶ μετέωρα γίνεται τὰ κατ’ ὄνυχα. θεράπευε οὖν περιχαράξας τὴν ὁπλὴν καὶ περιδήσας πίτυν καὶ σπόγγον μετ’ ὄξους ἐπὶ ἡμέραις ἑπτά. ἐὰν δὲ μὴ ἀποκαταστῇ, λαβὼν βουκέρου, ὅ ἐστι τήλεως, χοίνικα, βρέξον ἐν οἴνῳ ἐπὶ ἡμέραις τρισίν. εἶτα ἀποχέων τὸν οἶνον, τὸ βούκερον κόψον, καὶ βαλὼν εἰς χύτραν μετὰ μέλιτος ἕψει, καὶ οὕτως κατάπλασσε ἐπὶ ἡμέραις ἕξ. τὰ δὲ παλαιὰ στρέμματα χρὴ καίειν καγκελλοειδῶ ς . ἄλλο.
117 5 [5] Τὸ στρέμμα ἤτοι χάλασμα οὕτω χρὴ καταμανθάνειν. σφίγγε ταῖς χερσὶ τὸν ὄνυχα· καὶ ἐὰν σφοδρῶς ἀλγῇ, διέστραπται τὸν ὄνυχα. τοῦτο δὲ συνεχῶς οἱ ἐν τοῖς ἅρμασιν ἵπποι κατὰ τὸν καιρὸν τοῦ ἀγῶνος ὑφίστανται. θεραπεύσεις δέ, αἷμα λαμβάνων ἀπὸ τῆς περιστεφανίδο ς, αὐτήν τε ὄξει καὶ ἅλατι καταντλῶν καὶ ἀνατρίβων. εἶτα οἰνέλαιον ἐρίῳ ἀναλαβών, κατὰ τὴν ἁρμονίαν ἐπίθες τοῦ ὄνυχος, συνεχέστερον ὕδατι θερμῷ καταντλῶν, καὶ τὴν αὐτὴν θεραπείαν προσάγων ἐπὶ ἡμέραις δώδεκα. εἰ δὲ μὴ ὠφελήσοι, τότε κατεπειγούσης ἀνάγκης τὸν ὄνυχα κάτωθεν τῇ σμίλῃ ὑπότεμνε ὡσεὶ διπλοῦν νομίσματος μέγεθος.
117 6 [10] εἰ δὲ καὶ πλέον εἴη τὸ κρεμάμενον, τέμνε μέχρι τῆς ζώσης σαρκός, φειδόμενος μὴ ἅψασθαι τοῦ ὀστέου. εἰ δὲ πολὺ ἀπορρεύσει αἷμα, ἔλαιον σὺν ὄξει καὶ ἅλατι λεπτῷ καὶ κόπρῳ τοῦ αὐτοῦ ἵππου μίξας, τὰς ἁρμονίας σὺν τῷ ὄνυχι μετὰ ὀθόνης καταδέσμει, μετὰ δὲ τρίτην ἡμέραν θερμῷ κατάντλει. εἰ δὲ ὑπερσάρκωσις γένηται, στυπτικοῖς ἢ τραυματικοῖς βοηθήμασι χρῶ. συνεχέστερον δὲ τὸν ὄνυχα σμιλίῳ καθαίρων περί τεμνε, ὥστε αὐτὸν ἐξ ἴσου πανταχόθεν αὔξεσθαι, καὶ τῷ μαλάγματι τῷ ἀνέφθῳ χρῶ, ἠρέμα προσάπτων. εἰ δὲ μηδ’ οὕτως θεραπευθῇ, ἀνάγκη καίειν αὐτόν. στρέμματος πρόγνωσις καὶ ἴασις.
117 7 (t) [10] Πρῶτον τῷ ποδὶ ἀκροβαμονεῖ, καὶ τὸ μετακύνιον ἔχει πηδῶν, καὶ ἐφέλκει τὸν πόδα. ἄφελε οὖν ἀπὸ τοῦ στρέμματος τοῦ ὄνυχος αἵματος κοτύλας δύο, καὶ φυσήσας οἴνῳ καὶ ἐλαίῳ τρῖψον, καὶ τὰ δέοντα δίδου, καὶ λαβὼν ἔριον πυρία, περιχέων θερμῷ. ὅταν δὲ ἱκανῶς σχῇ, ἀνάτριβε τὸ στρέμμα, καὶ λαβὼν ἔριον πιναρόν, φυσήσας οἴνῳ καὶ ἐλαίῳ καὶ ἁλὶ λεπτῷ, περίθες καὶ κατάδησον τελαμῶνι, καὶ περίδησον κειρίαις, καὶ σφίγξον ἐλαφρῶς, ἵνα μὴ ποιήσῃς φλεγμονὴν ἤ τι τῶν φλεβίων ἀποτέμῃς, καὶ πρόσφερε ἑκάστης ἡμέρας, πλὴν τῆς τοῦ αἵματος ἀφαιρέσεως. ἐὰν μὲν οὕτως ὑγιὴς γένηται, εἰ δὲ μή, κατα φύσησον αὐτοῦ τὸ μετακύνιον, καὶ θεράπευε ὡς καὶ τὰ λοιπά. περὶ λέπρας ἰάσεως.
118 1 [10] Λαβὼν κονίαν πολλὴν δριμεῖαν, μίξας ὕδατι θερμῷ πλῦνον, καὶ ἔασον ἀναξηρανθῆναι. εἶτα βαλὼν θείου ἀπύρου μνᾶν, χαλκάνθης ἴσον, ὀποῦ δραχμὴν μίαν, ταῦτα ἐν τῷ αὐτῷ κόπτε, καὶ ποίει λεπτά, καὶ λαβὼν πίσσης κοτύλας τέσσαρας, ἐλαίου ξέστας δύο, ὄξους δριμέος κοτύλην, ταῦτα μίξας ἐν ταὐτῷ, βάλλε τοῦ σεσημασμένου φαρμάκου ὅσον ὀξύβαφον. εἶτα ἔμβαλλε εἰς τὸ ὄξος καὶ τὸ ἔλαιον καὶ χλίαινε αὐτὸ καὶ ἐνάλειφε, καὶ στηκέτω ἐν μαλακῷ καὶ σκεπανῷ τόπῳ. καὶ ὅταν τρίτον ἢ τέταρτον τοῦτο ποιήσῃς, ἔκλουσον κονίᾳ καὶ ὕδατι θερμῷ. κἂν μὲν ἱκανῶς ἔχῃ, οἴνῳ καὶ ἐλαίῳ χλιαρῷ καταφύσησον. εἰ δὲ μή, τῷ φαρμάκῳ κατάχρισον καὶ τὴν λοιπὴν θεραπείαν πρόσφερε. περὶ σταφυλίνου.
119 1 [15] Ἔστιν ὁ σταφυλῖνος ὁμοῖος ταῖς σπονδύλαις ταῖς κατ’ οἰκίαν, μείζων δέ. οὗτος γίνεται ἐν τοῖς ἀγροῖς πανταχῆ, καὶ πορεύεται ἐπηρκὼς τὴν οὐράν. τοῦτον ἄν τε βοσκόμενος ὁ ἵππος, ἄν τε ἐνεχθέντα ἐν τῷ χόρτῳ περιχανὼν συμμαστάξῃ, ἐκβάλλει μὲν εὐθύς. ἡ γὰρ πνοὴ δριμεῖα, καὶ οἱ ἰχῶρες ὥσπερ ἔχεως, ἐξοιδεῖ δὲ συνόλως οἰδήματα παμμεγέθη. πρῶτον μὲν οὖν ἔγχει τὸ χύμα, ὃ καὶ τοῖς ἄλλοις ὡσαύτως, ἔπειτα ὕδατι κατάντλει θερμῷ πολλῷ καὶ πυρία καὶ τρῖψον. εἶτα βαλὼν τρύγα ὀξηράν, καὶ λίνον κόψας λεπτὸν καὶ ἐπεμβαλὼν εἰς τὴν τρύγα, ἀνάζεσον εἰς ἓν μεθ’ ὕδατος, καὶ κατάχριε ὅλον, ὡς δέχεται, τὸ φάρμακον, καὶ στηκέτω ἐν θερμῷ καὶ μαλακῷ τόπῳ, ἱμάτιον περιβεβλημένος, καὶ πῦρ παρακαιέσθω διὰ τέλους. ἔστω δέ σοι τὸ κατάχρισμα πρωῒ ὥσπερ ὄστρακον. εἶτα τῇ τρίτῃ πάλιν ἔκλουσον πολλῷ ὕδατι θερμῷ, καὶ πυρία, καὶ πάλιν ἐν σκέπῃ τρῖψον. εἶτα κατάχρισον τῷ νίτρῳ. μὴ καταπλαγῇς δέ, ἐὰν τὰ χείλη μάλιστα καὶ οἱ ὀφθαλμοὶ οἰδῶσι. συμβαίνει γὰρ τοῦτο, ἀλλὰ θεραπεύεται προσεχῶς καὶ ὑγιάζεται. περὶ ἀσιτίας ἵππων καὶ ὑποζυγίων.
120 1 [5] Ἵππος ἐὰν μὴ ἐσθίῃ πάθει μὴ συνεχόμενος, ἢ καὶ ἄλλο τι τῶν ὑποζυγίων, σημεῖον ἔστω· ἔχει μετέωρον τὴν ζέαν καὶ τὸ στόμα θερμὸν καὶ φλέγματος μεστόν. θεραπεία δὲ τούτου· αἷμα ἄφελε ἀπὸ τῆς τρίτης ζέας ὅσον κοτύλη ν, καὶ ἅλας τρίψας σὺν ὀριγάνῳ, ἀνάτριβε τὸ στόμα, καὶ ἔασον ἀπορρυῆναι. εἶτα ἔγκλυσον ὕδατι ψυχρῷ. φαγεῖν δὲ μὴ δῷς ἕως ὥρας ἕκτης. περὶ κύστεως μετακινήσεως.
121 1 [10] Ἐὰν κύστις ἵππου μεταχωρήσῃ ἀπὸ τῆς ἕδρας, καὶ οὐ δύναται οὐρεῖν, καὶ τὰ ἰσχία ἕλκῃ, ἐφέλκῃ δὲ καὶ τὰς ὁπλάς, τούτου οὐκ ἔστιν ἴασις. ἐὰν δὲ κύστις γένηται ἐπὶ τῆς ἕδρας ἢ ἀλλαχῆ που τοῦ σώματος, ἐξαιρεῖν χρὴ τόνδε τὸν τρόπον· καταλαβὼν σαρκολαβίδι καὶ ἐξενεγκὼν ἔκτεμνε, ὅπως ὡς καθαρώτατον ποιήσῃς. ὅταν δὲ ἐκτέμῃς, λαβὼν ἅλας καὶ ἔλαιον, καὶ ἐπιπλάσας, κατάδησον, τῇ δὲ ὑστεραίᾳ ὕδατι θερμῷ κατάντλησον, καὶ τὸ αἷμα περικλύσας θεράπευε τῷ λυκίῳ, καὶ μότον ἐρίου πιναρὸν μαλακὸν οἴνῳ ἐμβρέχων ἐπιτίθει, καὶ τοῦτο ποίει δὶς τῆς ἡμέρας. περὶ ῥαγάδων.
122 1 Αἱ ῥαγάδες γίνονται ὀπίσω τῶν πτερνῶν, γίνονται δὲ ἐκ περιτάσεων ἢ ἐξ ἅλματος. ἃς θεραπεύειν δεῖ οὕτως· λαβὼν στέατος μοσχείου λίτραν αʹ, ῥοδίνου γ ο ἕξ, ταῦτα ἑψήσας ὁμοῦ καὶ προσβαλὼν ψιμύθιον ὀλίγον, χρῶ ἐπὶ τῶν τοιούτων τόπων. πρὸς τὸ ποιῆσαι ἵππῳ προβολήν.
123 1 [5] Ἐὰν μὴ ἔχων προβολὴν ἵππος χωλαίνῃ, καὶ κάτω νεύῃ, καὶ νύσσηται ἐκ τοῦ ὄνυχος, ποίησον τοῦτο· λαβὼν τὸν ὄνυχα, ἐξονύχισον αὐτόν, καὶ ὑπόξυσον ἕως τοῦ ζῶντος, καὶ μὴ φοβηθῇς ἐπὶ τῷ ἐξονυχισμῷ. ὁ γὰρ σίδηρος τρέφει τὸν ὄνυχα. εἶτα λαβὼν σύκων λίτραν μίαν, κηροῦ γ ο ἕξ, ταῦτα ὁμοῦ κόψας καὶ ἐπιδήσας ἡμέραις τρισί, μὴ λύσῃς. εἶτα πυρίᾳ χρῶ δι’ οἰνελαίου, καὶ οὕτω προβολὴ ἐν τάχει γενήσεται. πρὸς πᾶν κτῆνος νοσῆσαν ἢ λιμῶξαν χρήσῃ τῇ ἀγωγῇ ταύτῃ· Σελίνου σπέρματος ξέ.
124 1 [5] αʹ, δραχμὰς γʹ λινοσπέρμου, τήλεως ξέ. βʹ, ὀρόβου λίτρας γʹ, πάνακος ῥίζης, ἴρεως Ἰλλυρικῆς, βράθυος ἀνὰ γ ο ἕξ, ἀξουγγίου λίτρας ἓξ οἴνῳ παλαιῷ ἀναλάμβανε, καὶ ποιῶν ἀρτίσκους ξήραινε ἐν σκιᾷ, καὶ δίδου καρύου βασιλικοῦ τὸ μέγεθος, ὅ ἐστι δραχμῆς ἕβδομον, σὺν μέλιτος οὐγκίαις τρισί. λείου δὲ σὺν οἴνου παλαιοῦ ξέ. ἑνὶ καὶ ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί. ποιεῖ δὲ καὶ κυνὸς κεφαλὴ ὑπὸ κεφαλὴν καπνιζομένη. πρὸς παγοπληξίαν θεραπεία.
125 1 (t) [10] Θεομνήστου. Χειμῶνος ὥρᾳ πάγοι λυποῦσι περὶ τὰς ὁδοιπορίας ἵππους τε καὶ τὰ λοιπὰ τῶν ὑποζυγίων, ὡς ἂν ἔτυχε, παῖδες δὲ ἰατρῶν τὸ πάθος ἐκάλεσαν παγοπληξίαν. οἰδεῖ οὖν, καὶ διαπίπραται πυρούμενα τὰ σφυρὰ σὺν ταῖς ὁπλαῖς. χρὴ οὖν ἀποθεραπεύειν αὐτὰ τῷδε τῷ τρόπῳ· ὑδρελαίῳ θερμῷ καταντλεῖν πρῶτον εἴς τι σκύφος βαλόντα τὸ ὑδρέλαιον θερμόν, εἶτα ἀπομάσσειν σκληροῖς ῥάκεσιν, ἐπιμελῶς περιδεσμοῦντα κειρίαις τοὺς τόπους, κἂν μὲν ὦσι διῳδηκότες σφόδρα, κατασχάζειν. εἶτα ἄλευρα κρίθινα ἑψηθέντα ἐν ὄξει δριμυτάτῳ καταπλάσσειν, ἕως οὗ τὸ οἴδημα καὶ ὁ τῶν ποδῶν βρασμὸς παύσηται. ἀμεληθέντα γὰρ τὰ ζῷα πολλάκις ἄχρηστα γίνεται. περὶ εἰλεώδους.
126 1 [10] Εἰλεῶδες γίνεται, ὅταν εἰς κόρον ἐμπλησθῇ ζῷον καὶ μὴ πέψῃ. γίνεται δὲ ἐν τῷ κώλῳ ὥσπερ λίθος, καὶ ἔστι κάκιστον τὸ πάθος. ὅταν οὖν συμβῇ τὸ πάθος, ῥήσσει ἑαυτό, καὶ διεγείρεται πολλά, καὶ περιπατεῖ, καὶ πάλιν ῥίπτει ἑαυτὸ καὶ συστρέφει ἐπὶ τὴν ῥάχιν καὶ τὰς λαγόνας, στενάζει τε διὰ τὴν σύντασιν. τῷ γοῦν τοιούτῳ δεῖ βοηθεῖν οὕτως· ἐναλείφειν τὴν χεῖρα καὶ καθιέναι εἰς τὴν ἕδραν, καὶ τὰ παρακείμενα κόπρια ἐκκομίζειν, τήν τε κύστιν τρίβειν προσηνῶς, ἵνα οὐρήσῃ. οὐδὲ γάρ, ὡς λέγουσι, στρέφεται ἡ φῦσα, ἀλλὰ ὁ πόρος ἀποστενοῦται. ἐγχυμάτιζε οὖν, λαβὼν κράμβης χυλόν, ἐλαίου κοτύλην μίαν, σε λίνου κύαθον ἕνα, καὶ ἕψων μετὰ οἴνου κοτύλης μιᾶς.
126 2 [15] σύγχριε δὲ οἴνῳ καὶ ἐλαίῳ θερμῷ, καὶ ἐπὶ τὴν στάσιν ἀνάγκαζε, κλύζε τε καὶ διὰ τῆς ἕδρας οἰνελαίῳ θερμῷ, καὶ περιπατείτω ἐν τόπῳ ἀνωφερεῖ καὶ κατωφερεῖ, ὡς ἂν τὰ πνεύματα λαμβάνωσιν ὑποχώρησιν. ἐὰν γὰρ ἅπαξ γένηται ὑποχώρησις, ἐλαφρυν θήσεται τοῦ ὄγκου. εἶτα βαλὼν ἄχυρα ἐν σάκκῳ καὶ καταβρέξας ὕδατι θερμῷ, ὑπόδησον ὑπὸ τὰς λαγόνας, ἀναθερμαίνει γὰρ καὶ ἀναιρεῖ τὸ πάθος. δίδου δὲ καὶ φαγεῖν, εἰ λειποθυμήσει, βρόμον ἢ χλωρὸν χόρτον, ἢ τὸν ξηρὸν ῥαίνων ὕδατι, πότιζέ τε ἱκανῶς. σημεῖα δὲ ἔσται τῷ μὲν σωζομένῳ ὦτα ἀνειμένα, πνοὴ συντεταμένη καὶ θερμὴ καὶ γαστρὸς ὑποχώρησις· τῷ δὲ μὴ σωζομένῳ καυλὸς προπεπτωκώς, ἱδρὼς ἐν ταῖς λαγόσι ψυχρός, πνεῦμα ἀραιόν, σκέλη τὰ ἐμπρόσθια ἀποτεταμένα καὶ ψυχρά, τράχηλος πεπηγώς, καὶ μυκτὴρ ψυχρός. ἄλλο εἰς τὸ αὐτό.
126 3 (t) [5] Τοὺς εἰλεώδεις χρὴ κλύζειν διὰ σεύτλων ἀφεψήματος καὶ νίτρου καὶ βδελλίου τετριμμένου, λούειν τε καὶ σκεπάζειν ἐπιβλήμασι, καὶ καίειν πῦρ πλησίον. τροφὴν δὲ διδόναι μάλιστα μὲν γράστιν ἢ χόρτον ἁπαλώτατον. ἐὰν δὲ μὴ ἀποσκευάσηται τὰ ἐνοχλοῦντα περιττώματα, τὴν χεῖρα ποιήσας λιπαράν, κάθες εἰς τὴν ἕδραν, καὶ ἐκκόμιζε αὐτά. ἐγχυμάτιζε δὲ καὶ σεύτλων σπέρματι μετὰ οἴνου καὶ ἐλαίου κοτυλῶν ἕξ. ἐὰν δὲ μὴ ᾖ τοῦτο, ἀποξύσας τῶν ἐμπροσθίων ποδῶν τοὺς ὄνυχας, καὶ μετὰ οἴνου κοτυλῶν τριῶν τρίψας, διὰ τῶν μυκτήρων δίδου. περὶ συκαμίνου.
127 1 [5] Εἰ συκάμινον ἵππος σχῇ, λαβὼν ἀρσενικοῦ μέρη τέσσαρα, ἀσβέστου μέρος ἕν, ἀμμωνιακοῦ μέρη δύο, ἀλόης μέρος ἕν, μέλιτος τὸ ἀρκοῦν ἅμα τοῖς προγεγραμμένοις τρίψας, καὶ ποιήσας γλοιώδη σύστασιν, ἕψει ἐπὶ θερμῆς σποδιᾶς κινῶν, ἕως μιλτῶδες γένηται τῇ χροιᾷ. τούτῳ χρῶ χλιαρῷ. ἄλλο.
127 2 (t) [1] Λαβὼν ἀρσενίκιν σχιστὸν καὶ ἀσβέστου ἀβρόχου τὸ ἴσον, ἔμβαλε εἰς γάρον, καὶ ποιήσας ζύμην, ἀνάτριβε τὸν τόπον, καὶ ὑγιάσεις. περὶ σύριγγος.
128 1 (t) [5] Ἱεροκλέους. Ἐὰν ἐν ταῖς συνωμίαις ᾖ τὸ τοιοῦτο πάθος ἢ ἐν ἄλλῳ τινὶ τόπῳ, διελὼν τὸ πεπονθὸς μέρος, πρόσκαυσον, καὶ θεράπευε τῷ φαρμάκῳ τῷ διὰ τῆς ἀσβέστου συγκειμένῳ, ἕως ἡ ἐσχάρα ἐκπέσῃ. τῆς γὰρ κακίας ἐκπεσούσης, ἀναπληροῦται κατὰ βραχύ. εἰ δὲ ἐπιτείνοι τὸ πάθος, ὀρθοῖς καυτηρίοις χρῶ, καὶ θεράπευε ὁμοίως φαρμάκῳ σηπτικῷ, ἕως ὑγιασθῇ. ἄλλο Ἱπποκράτους.
128 2 (t) [1] Ὅταν ἵππος συριγγιᾷ, χαλκάνθην ὄξει δριμυτάτῳ προσμίξας καὶ ἀναξηράνας, τῷ τόπῳ ἐπίπασσε. ἢ σίκυον ἄγριον τρίψας λίαν καὶ τιθυμάλλου ὀπῷ συμφυράσας, ἔνθες. ἄλλο Ἀψύρτου.
128 3 (t) [1] Ἰοῦ ξυστοῦ, χαλκοῦ κεκαυμένου, μίσυος, κηκῖδος ὀμφακίνου ἀνὰ οὐγκιῶν τεσσάρων, κομέως γ ο ηʹ, πάντα ἐν ταὐτῷ μίξας χρῶ. περὶ ἐγχυματισμῶν σκευασίας.
129 t προοίμιον Ἀψύρτου. Δέσποτα Κέλε ρ , τῆς συναφείας ἀπαιτούσης τὴν τῶν φαρμάκων βοήθειαν, ἐπιδείξομέν σοι, ὅσα τε αὐτοὶ καὶ παρὰ τῶν ἄλλων ἐπειράθημεν βοηθήματα τοῖς ἵπποις.
129 1 [5] ἃ γράφοντες ἀναφέρομεν ἐκείνοις τὴν χάριν, καθότι παρ’ αὐτῶν ἐλάβομεν τὴν ἀρχήν, καὶ ὅτι κατὰ ταὐτὰ ἔγνωμεν. εἰ δέ τι ἐκεῖνοι παρέλιπον, ἡμεῖς ἀξιοπιστότερον παραδώσομεν. λέγω δὴ πρῶτον περὶ καθαρτικῶν ἐγχυματισμῶν. Σκυλάκιον γαλαθηνὸν σφάξαντας μαδίσαι, καὶ τὰ ἐντοσθίδια ἐκρῖψαι, καὶ πλύναντας ἐμβαλεῖν εἰς χύτραν, καὶ ὕδατι καθεψῆσαι, ὥστε τὰ ὀστάρια καταλειφθῆναι.
129 2 [5] καὶ τούτῳ μίξαντας μέλιτος ὀλίγον ἐγχυματίζειν κοτύλαις δυσὶ καθ’ ἡμέραν μέχρι ἡμερῶν τριῶν. καὶ κωλῆνα χοίρειον καθεψήσαντας τὸ αὐτὸ ποιεῖν, ἢ ἀλέκτορα λευκὸν ὡσαύτως. καὶ ταῦτα μὲν τοῖς πρὸ ἡμῶν ἐγράφ η . ἡμεῖς δὲ ἐχρησάμεθα καὶ τούτοι ς . τιθύμαλλον λεπτὸν ἕψοντες ἐν ὕδατι ἢ πευκέδανον ἢ ἀψίνθιον ἢ κενταύριον τὸ λεπτόν, ἢ ἀριστολοχείας τὴν ῥίζαν ὡσαύτως ἑψήσαντες ἢ σικύου ἀγρίου τὴν ῥίζαν μετὰ τοῦ νίτρου, καθὼς ἔμπροσθεν γέγραπται, ἢ κολοκυντίδος Αἰγυπτίας τὸ σπέρμα πεφρυγμένον σὺν τῇ ἐντεριώνῃ ὠμῇ.
129 3 ἔστω δὲ τὸ πλῆθος τοῦ ὕδατος ἐν αὐτοῖς κοτύλαι δύο, καὶ καθ’ ἡμέραν ἐγχυματιζέσθω διὰ τοῦ στόματος μέχρι ἡμερῶν ἑπτά. ἄριστον δὲ τούτων τὸ σίκυον τὸ ἄγριον μετὰ τοῦ νίτρου. Λιτὸς ἐγχυματισμό ς .
129 4 οἴνου χρηστοῦ ξέ. αʹ, ἐλαίου χρηστοῦ γ ο ἕξ, μέλιτος καλοῦ γ ο ἕξ, ᾠὰ ἕξ, ὕδατος τὸ ἀρκοῦν. Θερμαντικὸς ἐγχυματισμό ς .
129 5 οἴνου χρηστοῦ ξέ. αʹ, πεπέρεως γ ο αʹ, πηγάνου χλωροῦ γ ο αʹ, ἐλαίου, τραγακάνθης, μέλιτος ἀνὰ γ ο ἕξ, ᾠὰ ἕξ. Ἐγχυματισμὸς διὰ χυλῶ ν .
129 6 πτισάνης, τήλεως ἀνὰ ξέ. αʹ, σεύτλων δεσμήν, ἰσχάδων, ἐλαίου, γάλακτος ἀνὰ λιτρῶν δʹ, πηγάνου δεσμήν. Ἐγχυματισμὸς ἀρωματικό ς .
129 7 ὑσσώπου, πετροσελίνου, κρόκου, πεπέρεως λευκοῦ, λιβανωτοῦ, πεπέρεως κοινοῦ, σμύρνης ἀνὰ γ ο αʹ, κόστου, τραγακάνθης, 〈μαλαβάθρου ἀνὰ γ ο βʹ, ῥοδίνου 𐆃 αʹ〉. Ἐγχυματισμὸς καλοκαιρινό ς .
129 8 κρόκου ἐξάγια δύο, τραγακάνθης, ὑσσώπου, σαμψύχου, σμύρνης, λιβάνου, σάχαρος ἀνὰ γ ο αʹ, ταῦτα ἐμβρέξας ἐν ῥοδοστάγματι πότιζε τρίτον. Ἐγχυματισμὸς ἐπὶ χλόη ς .
129 9 οἴνου Ἰταλικοῦ ξέ. γʹ, ἐλαίου ξέ. αʹ, μέλιτος Ἰταλικοῦ ξέ. αʹ, ᾠὰ ιβʹ, πεπέρεως γ ο αʹ 〈τοῦ ζῴου τῇ κεφαλῇ εἰς γʹ ἡμέρας διδόναι〉. Σύνθεσις ἐγχυματισμοῦ θερμαντικοῦ καὶ διουρητικο ῦ .
129 10 [5] κασίας γ ο βʹ, κόστου γ ο βʹ, ναρδοστάχυος γ ο αʹ, κυ πέρου λίτραν μίαν, ὑσσώπου Κρητικοῦ γ ο ἕξ, ἀψινθίου Ποντικοῦ γ ο ἕξ, σμύρνης γ ο αʹ· ταῦτα ἐν ὕδατι καθεψήσας, ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί. ποιεῖ δὲ καὶ πρὸς θηρίων ἐκβολὰς καὶ πρὸς τετάνους καὶ πρὸς βῆχα καὶ πρὸς διέγερσιν ὅλου τοῦ σώματος. τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἔλαιον δίδου, ἵνα καταλεανθῇ καθαρίως. Σύνθεσις ἐγχυματισμοῦ πρὸς καύματ α .
129 11 [10] ἐὰν ἔλθῃ ἐξ ὁδοῦ, καὶ τὴν λαγόνα πάλλῃ, καὶ μὴ ὀρέγηται τροφῆς, στένῃ δὲ πολλά, παρὰ τὴν ὥραν μὲν καλάμου φύλλα ἢ ἄγρωστιν χλωρὰν ἢ θρίδακας καταρράνας ὄξει, ἐπίθες, ὥστε ἀναψῦξαι. ἔπειτα βρέξας τραγακάνθης γ ο γʹ, κρόκου γ ο αʹ ὕδατι ἀφ’ ἑσπέρας μέχρι τῆς αὔριον, καὶ στροβίλων ξέ. αʹ, καὶ λειοτριβήσας ἕκαστον κατ’ ἰδίαν, εἶτα ἀναμίξας πάλιν ὁμοῦ, πρόσβαλλε γλυκέος καρύνου ἢ σκυβελίτου ξέ. αʹ καὶ ἀνδράχνης χυλοῦ γ ο γʹ, ψυχροῦ ὕδατος τὸ ἀρκοῦν. ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισί, τὰς κριθὰς πεφεισμένως προσάγων, καὶ παύσεται τῆς νόσου. χρῶ δὲ καὶ φλεβοτομίαις δυσί, μιᾷ ἀπὸ τῶν κροτάφων, τῇ δὲ ἑτέρᾳ ἀπὸ τοῦ αὐχένος. Ἄλλ ο .
129 12 [10] ἐὰν κτῆνος ἄπεπτον αἴσθῃ γενόμενον (γνώσῃ δὲ ἀπὸ τῶν σημείων τῶνδε· ἔχει γὰρ τὰ χείλη ᾠδηκότα, καὶ φλυκταινῶδές ἐστιν ὅλον, ἥ τε γλῶττα παχύνεται, καὶ ἡ κεφαλὴ μείζων γίνεται), βοηθήσεις οὕτως· φλεβοτόμει τῇ αʹ ἡμέρᾳ ἀπὸ αὐχένος, καὶ τροφῇ χρῶ χλωρᾷ, ἐὰν καιρὸς ᾖ, ἢ διὰ θριδάκων ἢ ἀγρώστεως ἢ καλαμοφύλλων μόνον. τῇ δὲ δευτέρᾳ ἡμέρᾳ φλεβοτομήσεις ἀπὸ τῶν κροτάφων, καὶ τῇ αὐτῇ τροφῇ χρήσῃ. τῇ δὲ τρίτῃ ἐγχυματίσεις, ἐὰν ᾖ χειμών, τῷ προγεγραμμένῳ θερμαντικῷ καὶ διουρητικῷ. ἐὰν δὲ θέρος ᾖ, τῷ ἀναψυκτικῷ τῷ διὰ τραγακάνθης καὶ γλυκέος. Ἐγχυματισμὸς εἰς κτήνη πυρέσσοντα πρὸς τὸ ἀναψῦξα ι .
129 13 [5] ὄξους γ ο μίαν, ῥοδίνου γ ο αʹ, ἀναράξας ἀμφότερα, προεγχυμάτιζε, καὶ διαστήσας βραχύ, ἔπειτα μίξας μέλιτος γ ο γʹ, ῥοδίνου γ ο γʹ, γάλακτος λίτραν μίαν, οἴνου ἡμίναν Ἰταλικήν, ἐγχυμάτιζε. τροφῇ δὲ χρῶ χλωρᾷ τῇ ἐν καιρῷ οὔσῃ. Πόμα θερμαντικὸν δάκνο ν .
129 14 γεντιανῆς, πεπέρεως μέλανος, πεπέρεως λευκοῦ, σεσέλεως ἀνὰ γ ο βʹ. Προεγχυματισμό ς .
129 15 ἀψινθίου Ποντικοῦ γ ο βʹ, θέρμων πικρῶν γ ο γʹ, ναστουρκίου γ ο γʹ. Πρὸς ὕπνον κτήνου ς .
129 16 [5] μήκωνος τὸ γάλα ὡσεὶ ὀβολόν, ἀνήθου τὸ αἰρόμενον τρισὶ δακτύλοις, λειοτριβήσας εἰς ἕν, καὶ προσμίξας κύαθον ὄξους, δὸς πιεῖν. εἰ δὲ μὴ ἔχεις μήκωνος γάλα, αὐτῷ τῷ σπέρματι χρῆσαι τρὶς τοσοῦτον, ὅσον ἐκ τοῦ γάλακτος, καὶ οἴνου κοτύλῃ μιᾷ. Προπότισμ α .
129 17 [10] κρόκου γ ο ἕξ, σαμψύχου, ὑσσώπου ἀνὰ γ ο δʹ, μελιλώτου γ ο ἕξ, κόστου, σμύρνης, ἀλόης, ἴρεως ἀνὰ γ ο δʹ, ἀψινθίου Κρητικοῦ γ ο ϛʹ, ἀβροτόνου γ ο δʹ, φύλλου γ ο ἕξ, γλυκορίζου γ ο δʹ, κασίας γ ο ϛʹ, 〈ἀμώμου γ ο δʹ, ναρδοστάχυος γ ο δʹ, ἀριστολοχείας γ ο δʹ〉, καλάμου ἀρωματικοῦ γ ο ϛʹ, κυπέρου γ ο δʹ, 〈πολυγόνου γ ο δʹ〉, πεπέρεως γ ο δʹ, τραγακάνθης λίτρας δʹ, σαρκοφάγου γ ο γʹ, καρδαμώμου γ ο γʹ, πετροσελίνου γ ο γʹ, ἀκόρου γ ο δʹ, γεντιανῆς, κενταυρίου, ὀποπάνακος ἀνὰ γ ο γʹ, βεττονικῆς γ ο δʹ, σταλακτικοῦ γ ο γʹ, βράθυος γ ο βʹ, Κελτικῆς γ ο γʹ, καστορίου τὸ ἴσον, πράσων γ ο δʹ, κόψας καὶ σήσας, προσβαλὼν καὶ μέλιτος κοτύλας γʹ, ᾠὰ βʹ, ῥοδίνου τὸ ἀρκοῦν καὶ οἴνου ξέ. αʹ, ἐγχυμάτιζε. Ἄλλ ο .
129 18 [5] ναρδοστάχυος γ ο γʹ, κόστου γ ο δʹ, ἀμώμου γ ο δʹ, φύλλου γ ο γʹ, ἀγαρικοῦ γ ο δʹ, μυροβαλάνου γ ο ἕξ, ἴρεως Ἰλλυρικῆς 〈γ ο ϛʹ〉, κασίας γ ο βʹ, κασσάμου γ ο βʹ, 〈μελιλώτου γ ο γʹ〉, κρόκου γράμματα δʹ, οἴνου ξέ. κζʹ, μέλιτος λίτρας κζʹ, καρυοφύλλου γ ο δʹ, ἑκάστῳ ζῴῳ δίδου ἡμίναν μίαν. Ἱεροκλέους ἐγχυματισμό ς .
129 19 [5] μέλιτος ξέστην ἕνα, πράσων δεσμὴν μίαν, ὀμφακίνου ἐλαίου ξέ. αʹ, ἀνήθου δεσμὴν μίαν, σελίνων τὸ ἴσον, γλήχωνος δεσμὴν μίαν· ταῦτα πάντα ἑψήσας ὁμοῦ, ὕστερον χυλὸν ποιήσας ἐκ σεμιδάλεως καὶ συμμίξας, χρῶ. Προεγχυματισμό ς .
129 20 χυλὸν κρίθινον ὁμοῦ στέατι τραγείῳ ἕψει, καὶ τούτοις πρόσβαλλε τῆλιν, καὶ αὐτὴν συνέψων, καὶ τὸ ζῷον ἐγχυμάτιζε. Ἐγχυματισμὸς ἐαρινό ς .
129 21 ᾠὰ ἀποβρέξας εʹ εἰς ὄξος δριμύτατον ἀπὸ ἑσπέρας ἕως πρωΐ, δίδου τῷ ἵππῳ. Ἄλλος θερινό ς .
129 22 [5] κάρυνον ἤτοι ἕψημα, κρόκου κοχλιάριον ἐν οἴνῳ ἐπιβρεχόμενον, τραγακάνθην ὕδατι χλιαρῷ ἐπιβρεχομένην, στρόβιλον ὁμοίως ἐπιβρεχόμενον οἴνῳ, πάντα λειωθέντα, ἐγχυμάτιζε, καταλαμβανόμενος τοῦ ἵππου τὴν γλῶσσαν. Ἀναληπτικὸς ἐγχυματισμό ς .
129 23 [5] σελίνων δεσμὰς τρεῖς, κράμβης, πράσων ἀνὰ δεσμῶν τριῶν, δαφνίδων ξέστας δύο, χοιρείου κρέως λίτρας δʹ, πεπέρεως, ὀποπάνακος ἀνὰ γ ο βʹ, πτισάνης ξέ. θʹ, μέλιτος ξέ. α c ʹ, ἕψων τὰ σέλινα καὶ τὰ πράσα καὶ τὰς κράμβας μετὰ τοῦ κρέως καὶ τῶν κριθῶν καὶ τῶν δαφνίδων, εἶθ’ οὕτως ἐμβάλλων τὰ λοιπά, ἐγχυμάτιζε. Ὑπνωτικὸν πρὸς κτήνη κακότροπ α .
129 24 καρδαμώμου, κυάμου σπέρματος, στύρακος ἀνὰ γ ο δʹ, σμύρνης γ ο βʹ, πεπέρεως γ ο ϛʹ. Πρὸς ἰλιγγιῶντα ς .
129 25 κρομύων μακρῶν σπέρματος γ ο αʹ, ἀλόης γ ο αʹ, πεπέρεως λευκοῦ γ ο γʹ, μέλιτος τέταρτον. Τροχίσκο ς .
129 26 ὑσσώπου γ ο αʹ, πυρέθρου, πηγάνου χλωροῦ, κρόκου, κόμεως ἀνὰ γ ο βʹ, ἀλόης ἄνθους γ ο γʹ, μέλιτος τέταρτον. Τροχίσκος Ἀρχελάο υ .
129 27 σμύρνης γ ο βʹ, ἀβροτόνου γ ο δʹ, κρόκου τὸ ἴσον, πυρέθρου, πηγάνου χλωροῦ, ὀριγάνου, ὑσσώπου ἀνὰ γ ο βʹ, ὄξους τὸ ἀρκοῦν. Ἄλλο ποῦλβε ρ .
129 28 κασίας γ ο αʹ, νάρδου Ἰνδικῆς γ ο δʹ, κρόκου, κόστου, ἴρεως Ἰλλυρικῆς, καρδαμώμου, πετροσελίνου, ἀργίου, πεπέρεως λευκοῦ, πρασίου, κενταυρίου, πάνακος, 〈φοῦ Ποντικοῦ〉, σχοινάνθης, ἀμώμου, ἑκάστου ἀνὰ γ ο αʹ. Ἄκοπο ν .
129 29 [5] κηροῦ, ἀμμωνιακοῦ, δαφνίδων, ῥητίνης φρυκτῆς, ἐλαίου, σταλαγμίτου ἀνὰ λίτραν μίαν, ὀποπάνακος λί τρας βʹ, βδελλίου λίτρας βʹ, σαμψύχου λίτρας δʹ, τερεβινθίνης γ ο ἕξ, πεπέρεως γ ο αʹ, μάννης τὸ ἴσον, Κυπρίνου γ ο ἕξ, οἴνου παλαιοῦ γ ο βʹ. Πρὸς ἰσχιάδ α .
129 30 εὐφορβίου, ζάνης Σαρδιανῆς, ἀφρονίτρου, γλευκίνου μύρου τὰ ἴσα. Πότιον δήκοκτο ς .
129 31 [5] κρόκου γ ο τὸ τρίτον, σμύρνης τὸ ἴσον, ἀλόης γ ο ϛʹ, κόστου οὐγκίας τὸ ἥμισυ· ταῦτα πρὸ μῖας τρίψας, εἰς οἶνον ἔμβρεχε. καὶ τραγακάνθης γ ο βʹ ἰδίᾳ ἔμβρεχε εἰς ὕδωρ, τῇ δὲ ἐπιούσῃ βάλλε εἰς ἴγδιν, καὶ τρῖβε, ἵνα διαλυθῇ, προσεπιβάλλων κατ’ ὀλίγον οἶνον εἰς τοσοῦτον, μέχρις οὗ γένωνται ξέσται Ἰταλικοὶ ἐννέα, ἐγχέων καὶ μέλιτος λίτρας βʹ. ὅταν οὖν συμμιγῇ πάντα λειωθέντα ἐπιμελῶς, βαλὼν εἰς χύτραν, θέρμανον καὶ ἐπίπασον πεπέρεως ὀλίγον, καὶ τῇ ἑξῆς πότισον, χειμῶνος μὲν χλιαρόν, θέρους δε ψυχρόν. Ἄλλ ο .
129 32 [5] ὑσσώπου, γεντιανῆς, ὀποπάνακος ἀνὰ γ ο βʹ, σαγαπήνου, σμύρνης, ἰσχάδων, ζιγγιβέρεως, πετροσελίνου, κόστου, ἀκόρου ἀνὰ γ ο αʹ, σχοίνου ἄνθους γ ο βʹ, πηγάνου δεσμίδιον, σελίνου σπέρματος γ ο βʹ, πρασίου γ ο ἕξ, δαύκου Κρητικῆς γ ο δʹ, πάνακος, κασίας γ ο βʹ, τιτάνου ἀσβέστου, σελίνου Ἀφρικοῦ γ ο δʹ. Πελαγωνίου περὶ ἀναξηρανθέντος δέρματο ς .
129 33 [5] ἐὰν ζῴου τινὸς τὸ δέρμα ξηρανθῇ, καὶ τρεφόμε νον μὴ δέχηται προκοπήν, ὅπερ συμβαίνει ἀπὸ καύματος πολλοῦ, θεραπεύεται οὕτως· ἐλαίῳ πηγανίνῳ πρότερον ἀποχρίσας ὅλον τὸ σῶμα, μετὰ ταῦτα δίδου τὸ ὑποτεταγμένον προπότισμα, τουτέστιν σταφυλίνου, τραγακάνθης, πηγάνου ἀγρίου, ἡδυόσμου ἀγρίου ἀνὰ γ ο α c ʹ, σελίνου, μελιλώτου, ἀψινθίου Ποντικοῦ ἑκάστου τὸ ἴσον. ὁμοῦ πάντα λειώσας καὶ συμμίξας καὶ μεθ’ ὕδατος θερμοῦ ἑψήσας, προσένεγκαι. Τοῦ αὐτοῦ προπότισμα καὶ θεραπεία πρὸς κωλικοὺς καὶ τοὺς ἀπὸ χόρτου σαπροῦ βλαπτομένου ς .
129 34 [10] Πελαγώνιος Λουκίῳ χαίρειν. τὰ τῶν κωλικῶν σημεῖα οὐ πᾶσιν ὑπάρχει γνώριμα, ἐπείπερ οὐκ ἀνόμοιον τὸ τοιοῦτο πρὸς τὰ ἄλλα πάθη τὰ ἐν τοῖς ἐντὸς ἐπιγινόμενα. τούτῳ δὲ μόνῳ διαφέρει, τῷ συνεχεῖς καὶ μείζους πόνους ἔχειν ἤπερ τοὺς καρδιακοὺς καὶ στροφουμένους. τὰ δὲ τούτων σημεῖα πολλάκις ἐκ τῶνδε καταμαθόντες ἔγνωμεν· πρῶτον μὲν ἐστὼς ἐξαίφνης καταπίπτει, ὡς ἐπιληψίᾳ τοῦτον νομίζεσθαι ἔχεσθαι, ἔπειτα ὀλίγον διαλιπόντι πόνος αὐτῷ εὐθὺς ἐπακολουθεῖ, καὶ ῥίψας ἑαυτὸν ἀνάκειται. ὅτε δὲ καὶ ψυχρὸν ὕδωρ πίοι, τρέμει καὶ ἱδροῖ καὶ πνευστιᾷ καὶ στενοχωρεῖται. τοῖς τοιούτοις οὖν χρὴ τῷ τοιούτῳ προποτίσματι, ὥς φησι Κέλσο ς , βοηθεῖν· 〈Προπότισμα κωλικῶ ν .
129 35 [5] 〉 ῥέου Ποντικοῦ γ ο αʹ, πετροσελίνου γ ο αʹ, μαράθου σπέρματος γ ο μίαν, πεπέρεως μέλανος γ ο αʹ, πρασίου γ ο μίαν, ἀβροτόνου γ ο μίαν, ἀνήθου γράμμα ἕν, λιβυστικοῦ γ ο αʹ, κενταυρίου σπέρματος γ ο αʹ, χαμαιπίτυος γ ο ϛʹ, εὐπατορίου γράμματα δʹ, γλήχωνος καθαροῦ γ ο αʹ, πηγάνου γ ο αʹ, σελίνου σπέρματος γ ο αʹ, ζιγγιβέρεως τὸ ἥμισυ, μέλιτος πρωτείου λίτρας δύο· τὰ ξηρὰ κόψας καὶ σήσας, ἀναλάμβανε τῷ μέλιτι, καὶ ἐπὶ τῆς χρείας χρῶ ὅσον λεπτοκαρύου μέγεθος μετὰ ὕδατος χλιαροῦ ξέ. ἑνός. Ἄλλ ο .
129 36 μέλιτος κοχλιάρια δʹ, λιβάνου ἀλεύρου γ ο αʹ, ὄξους κοχλιάρια εʹ, οἴνου παλαιοῦ ξέ. τὸ c ʹ. ταῦ τα πάντα λειώσας, δίελε εἰς τρία, καὶ ἐπὶ ἡμέραις τρισὶ δίδου διὰ στόματος, καὶ στρώματι σκεπάσας ποίει διακινεῖν. Ἄλλ ο .
129 37 καππάρεως .... φλοιὸν κρεμάσας ἐν τῷ καπνῷ ξήρανον, ἔπειτα τρίψας μετὰ οἴνου καὶ πεπέρεως δίδου. Ἄλλ ο · εἰς τὸ ἐπιγνῶναι ἵππον ἀπὸ χόρτου βλαβέντ α .
129 38 [5] πρῶτον μὲν ἄστατον ἕξει τὸ πνεῦμα καὶ διαπαντὸς παλλόμενον, σαθρὸν τὸ βῆμα. τοῦτον ἐκ γαστρὸς ἢ καὶ ὤμων ἀφαίμασσε, καὶ προπότισμα οἴνῳ ἀφηψημένον δίδου, κριθῶν δὲ ἀπεχέσθω. κέχρησο δὲ καὶ διουρητικοῖς βοηθήμασιν. Πρὸς ληθαργικού ς .
129 39 [15] ἐσήμανάς μοι τοὺς ἵππους σου βαρυτάτῳ κατέχεσθαι νοσήματι. λέγεις γὰρ τούτους συνεχέστερον ἀναπίπτειν καὶ πολλάκις ἀποκαθεύδειν, καὶ τούτου ἕνεκα μηδὲ τροφὴν προσίεσθαι, ἀλλὰ ἐπιπολὺ κατίσχνους γίνεσθαι. τὸ πάθος τοίνυν καὶ βαρύτατόν ἐστι καὶ πολλῆς παραφυ λακῆς δεόμενον, ὥστε μὴ γενέσθαι. ὅπερ εἰ συμβῇ, τοῖς παρ’ ἡμῶν προεκτεθεῖσι βοηθήμασι θεραπευτέον. τὸ δὲ τοιοῦτον πάθος οἱ τῆς ἰατρικῆς τέχνης ἐπιστήμονες λήθαργον ἀπεκάλεσαν. θεραπεύσεις οὖν πρὸς τοῖς προεκτεθεῖσι καὶ τῷδε τῷ τρόπῳ· πρῶτον μὲν ἐν μαλακῇ ἱπποστάσει ἱστάσθω, ἀχύρων ἢ χόρτων ἁπαλῶν ὑπορραινομένων κατὰ τὸ ἔδαφος, καὶ συνεχέστερον διὰ χειρῶν νυσσέσθω, ὥστε μὴ ἀποκαθεύδειν. συμβάλλεται δὲ καὶ τὸ συνεχέστερον ἀναπατεῖν καὶ τοὺς τέσσαρας πόδας ὄξει καὶ πιτύροις θερμοῖς ἀποτρίβεσθαι. προποτιζέσθω δὲ καὶ πόμα δεχόμενον πίτυρα σίτινα καὶ ἅλας μετὰ ὀξυκράτου ξέ. βʹ. Ἄλλ ο .
129 40 ἀρτεμισίας βοτάνης ἄνθος κόψας μετὰ ἐλαίου καὶ ὀλίγης στακτῆς δίδου διὰ κέρατος. Ἄλλο προπότισμα πρὸς ληθαργικού ς .
129 41 [10] πρὸ πάντων τοὺς ληθαργικοὺς κριθῶν ἀπέ χεσθαι ποίει, τρωγέτωσαν δὲ φάβατος ξηροῦ ξέ. αʹ, οὕτω τε ἀπὸ τῶν σπονδύλων αἷμα ἀφαιρείσθωσαν, καὶ μετὰ ταῦτα τοιαύτῃ ἐγχυματιζέσθωσαν θεραπείᾳ· ῥέου Ποντικοῦ γ ο γʹ, καλάμου ἀρωματικοῦ γ ο εʹ, καππάρεως ῥίζης γ ο εʹ, κόψας καὶ σήσας μετὰ ὕδατος ξέ. ἑνός, ὅσον τρία κοχλιάρια ἐγχυμάτιζε. τὸ δὲ πόμα αὐτοῦ ἔστω ὀλίγον καὶ αὐτὸ χλιαρόν. συνεχέστερον μέντοι ἢ φωνῇ ἀνθρωπίνῃ ἢ ῥάβδῳ τοῦτον χρὴ διανίστασθαι, ὥστε κατὰ μικρὸν διὰ τῆς τοιαύτης ἐπιμελείας ἀπωθεῖσθαι τὸ νόσημα. Ἄλλο προπότισμα παντὶ καιρῷ ἀναγκαῖο ν .
129 42 [10] ξηρίον κατασκευάσας ἀπὸ τῶν ὑποτεταγμένων εἰδῶν, ὅπερ ἐστὶ πάντων ὁμοῦ λυσιτελέστερον, γεντιανῆς, ἀριστολοχείας, σμύρνης, δαφνοκόκκων, πρίσματος ἐλεφαντίνου, πάντα ἐξ ἴσης ἐπὶ τῆς χρείας προπότιζε πρὸς παντοῖα πάθη τρόπῳ τοιούτῳ· ἀποζέσας εἰς οἶνον ῥίζας ὀξυσχοίνου καὶ πρασίου, διηθήσας τὸν οἶνον, ἐπίβαλλε τοῦ προειρημένου ξηρίου κοχλιάριον μεστὸν καὶ προπότιζε ἐπὶ ἡμέραις τρισίν. 〈εἰ δὲ τὰ ζῷα πυρέττοι, εἰς ὕδωρ ἀφέψησον τὴν ῥίζαν τῆς ὀξυσχοίνου, προσβάλλων καὶ σέλινον καὶ †μελίκρατον μᾶλλον εὑρίσκεσθαι, καὶ οὕτως κοχλιάριον αʹ τοῦ ξηρίου βαλών, προπότιζε ἐπὶ ἡμέρας γʹ. πρὸς δηλητήρια πλέον ἐπίβαλε τοῦ κοχλιαρίου καὶ δίδου εἰς οἶνον 𐆅 αʹ καὶ ἐλαίου ἡμίναν ἐπὶ ἡμέρας γʹ. χρῶ δὲ ὡς μεγαλοφυεστάτῳ βοηθήματι.〉 Προπότισμα τὸ παρὰ Ῥωμαίοις κουδριγάριον καλούμενο ν .
129 43 [10] τραγακάνθης γ ο αʹ, πετροσελίνου γ ο αʹ, βεττονικῆς γ ο ἕξ, σαρκοφάγου γ ο αʹ, κασίας σύριγγος, ἴρεως Ἰλλυρικῆς ἀνὰ γ ο αʹ, ὑσσώπου δεσμὰς δύο, εὐφορβίου, λιβάνου μάννης, γεντιανῆς ἀνὰ γ ο αʹ, περδικίου βοτάνης λίτραν αʹ, πεπέρεως γ ο αʹ, κόστου, μελιλώτου, ὀποπάνακος, ναρδοστάχυος, σχοίνου ἄνθους, ἀμμωνιακοῦ, κινναμώμου, 〈ὀποπάνακος ῥίζησ〉, πηγάνου σπέρματος, μυρτοκόκκων ἀνὰ γ ο αʹ, στροβίλους μικροὺς χλωροὺς κεʹ, 〈κόκκων γ ο βʹ,〉, γλυκορίζου γ ο αʹ· ταῦτα πάντα κόψας καὶ λεπτῷ κοσκίνῳ σήσας, φύλαττε, καὶ ὁπηνίκα γένηται χρεία, οἴνῳ συμμίξας δίδου. Ἄλλο προπότισμα καιρῷ παντὶ ἐπιτήδειο ν .
129 44 [5] κόστου γ ο αʹ, μελιλώτου, ὑσσώπου ξηροῦ, ἴρεως Ἰλλυρικῆς, ἀριστολοχείας, σμύρνης τρωγλίτιδος, δρακοντίας, ναρδοστάχυος ἀνὰ γ ο μιᾶς· ταῦτα πάντα κόψας καὶ σήσας, ποίησον ξηρίον. καὶ τῷ μὲν θέρει προσεμβαλὼν καὶ κρόκου γ ο αʹ, τραγακάνθης τὸ ἴσον, μέλιτος τὸ ἀρκοῦν, οἴνου ξέ. ἕξ, οὕτω ἐγχυμάτιζε. χειμῶνος δὲ τοῖς προγεγραμμένοις πᾶσι πεπέρεως λελειωμένου γ ο γʹ προσμίξας, δίδου διὰ κέρατος. Πόμα κολλῶδε ς .
129 45 σμύρνης γ ο βʹ, τραγακάνθης γ ο βʹ, κυμίνου γ ο βʹ, κρόκου γ ο αʹ μετὰ οἴνου χλιαροῦ δίδου. Προπότισμα θερινό ν .
129 46 [5] κρόκου γ ο αʹ εἰς οἶνον ἐμβαλὼν καὶ τραγακάνθης γ ο γʹ εἰς ὕδωρ θερμόν, ἔπειτα λειώσας, πρόσμιξον τούτοις πράσου κεφαλὴν καὶ σέλινον χλωρόν, καὶ πάλιν ἐν ταὐτῷ λειώσας, πρόσβαλε καὶ θρίδακος χυλοῦ ὀλίγον καὶ γάλα αἴγειον μετὰ ἐλαίου ῥοδίνου, μέλιτος γ ο δʹ, ἑψήματος ξέ. ἕνα, οἴνου παλαιοῦ τὸ ἀρκοῦν. ἔπειτα δίδου διὰ κέρατος ἐπὶ ἡμέραις τρισί. Προπότισμα ἐπὶ χλόη ς .
129 47 [5] βουτύρου γ ο αʹ, μέλιτος γ ο αʹ, ἀξουγγίου παλαιοῦ λίτραν αʹ, φοίνικας ἀριθμῷ ιβʹ, σταφίδων ξέ. αʹ, βολβοὺς ἀριθμῷ ιʹ, λινοσπέρματος κεκομμένου ἡμίναν μίαν, τήλεως κεκομμένης τὸ ἴσον, σκορόδου Γαλλικοῦ τὸ ἀρκοῦν, κρόκου γ ο αʹ, τραγακάνθης γ ο τρεῖς. ταῦτα πάντα λειώσας, μῖξον μετὰ μέλιτος καὶ ᾠῶν καὶ ἐλαίου καὶ ἑψήματος ἀρκοῦντος καὶ δίδου ἐν ἡμέραις τρισίν. Προπότισμα χειμερινὸν ἁπλοῦ ν .
129 48 οἴνου παλαιοῦ ξέ. ἕνα, ἐλαίου καλοῦ γ ο ἕξ, πεπέρεως γ ο αʹ, πηγάνου χλωροῦ γ ο ιʹ, τραγακάνθης γ ο ἕξ, μέλιτος τὸ ἴσον, ᾠὰ ὅσα βούλει, καὶ ἑψήματος τὸ ἀρκοῦν. Προπότισμα ποιοῦν εἰς πάντ α .
129 49 πτισάνης ξέ. ἕνα, τήλεως τὸ ἴσον, σεύτλων δεσμὴν μίαν, ἰσχάδας ἀριθμῷ κʹ, ἐλαίου λίτρας δύο, γάλακτος ὀνείου ξέ. ἕνα· μίξας ταῦτα προπότιζε συνεχῶς. Προπότισμα ἀναψυκτικό ν .
129 50 οἴνου παλαιοῦ ξέ. ἕνα, ἐλαίου πρωτείου ξέ. ἕξ, σταφυλὰς ὅσας βούλει, ὕδατος ψυχροῦ τὸ ἀρκοῦν. Προπότισμα χειμερινό ν .
129 51 [5] κρόκου, κόστου, πετροσελίνου Μακεδονικοῦ, σμύρνης, λιβάνου ἄρρενος, τραγακάνθης, χαμαίδρυος, βεττονικῆς, κυμίνου Ἀλεξανδρίνου, μάννης, πεπέρεως ἀνὰ γ ο αʹ· ταῦτα πάντα κόψας, δίδου τῷ ζῴῳ γ ο αʹ μετὰ οἴνου καὶ ἐλαίου ἀρκοῦντος. μίσγε δὲ αὐτοῖς πτισάνης χυλόν, φοίνικας κʹ, ἰσχάδας κεʹ, στέαρ αἴγειον καὶ σκύλακα μικρὸν εἰς ὕδωρ ἀποζεσθέντα. πάντα δὲ συμμίξας, δίδου διὰ κέρατος. Ἄλλ ο · ἀναψυκτικό ν .
129 52 μάννης λιβάνου γράμμα ἓν μετὰ οἴνου λευκοῦ χλιαροῦ διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔμβαλλε. Ἄλλ ο · θερμαντικό ν .
129 53 [10] ῥητίνης Κολοφωνίας γ ο δʹ, ὑσσώπου γ ο βʹ, μυελοῦ ἐλαφείου γ ο αʹ, ὀποπάνακος γ ο c ʹ, χαλβάνης τὸ ἴσον, ἐλαίου δαφνίνου γ ο ἕξ, ἐλαίου λίτραν αʹ, σχινίνου ἐλαίου τὸ ἴσον. ταῦτα μίξας καὶ ἐν χαλκείῳ βαλὼν καὶ ἑψήσας μαλακῷ πυρί, ἀναλάμβανε, καὶ μετὰ τὸ πυκνωθῆναι κέχρησο, τὰ μέτωπα τῶν ζῴων ἀποχρίων ἐν χειμῶνι. ποιεῖ δὲ τοῦτο καὶ ἐπὶ ἀνθρώποις τοῖς ἀπὸ πολλοῦ ψύχους τὰ ἰσχία πεπονθόσιν. οὐδὲν δὲ οὕτως χειμῶνος ὥρᾳ φυλάττει ἀβλαβῆ τὰ ζῷα, ὡς τὸ συνεχέστερον διὰ κέρατος κονδῖτον λαμβάνειν. Κατασκευὴ προποτίσματος παραδόξου ποιοῦντος πρὸς ζῴων ἀνάληψιν καὶ πρὸς πᾶσαν αὐτῶν θεραπείαν καὶ πρὸς τὸ βῆχα καταπαῦσα ι .
129 54 [15] ἔστι δὲ παντὶ καιρῷ ἐπιτήδειο ν . τραγακάνθης γ ο ιʹ, ὀποπάνακος γ ο γʹ, χαλβάνης γ ο βʹ, κόμεως Ἀλεξανδρίνου γ ο ηʹ, μελιλώτων γ ο εʹ, ῥόδων ξηρῶν τὸ ἴσον, κασίας τὸ ἴσον, νάρδου Κελτικῆς γ ο γʹ, σαμψύχου γ ο εʹ, καρποβαλσάμου γ ο δʹ, ναρδοστάχυος γ ο γʹ, σχοινάνθης γ ο εʹ, ἀμώμου γ ο εʹ, στέατος τραγείου γ ο δʹ, σμύρνης, στέατος ταυρείου ἀνὰ γ ο εʹ, τηλίνου ἀλεύ ρου ξέ. γʹ, φοίνικας ἀποβεβρεγμένους ἐν οἴνῳ κʹ, βολβοὺς θʹ, μέλιτος πρωτείου λίτραν μίαν, ἑψήματος ξέ. γʹ, οἴνου παλαιοῦ ξέ. κεʹ. τὴν χαλβάνην καὶ τὴν τραγάκανθαν καὶ τὸν ὀποπάνακα οἴνῳ ἀποβρέξας λείου, καὶ λοιπὸν μετὰ τῶν ἄλλων εἰδῶν ἕψει, ἄχρις οὗ τριτωθῇ. τὸ δὲ ἕψημα καὶ τὸν οἶνον συμμέτρως ἐπίβαλλε. Προπότισμα θερινό ν .
129 55 ὁρμίνου σπέρματος ἡμίναν μίαν, πετροσελίνου τὸ ἴσον, μύρτων ξέ. αʹ, σεσέλεως Γαλλικοῦ ξέ. αʹ, σελινοσπέρματος ἡμίναν αʹ, σχοινάνθης γ ο γʹ. ταῦτα λειώσας καὶ διηθήσας, μετὰ μελικράτου εἰς τὸν λαιμὸν ἔγχει. Προπότισμα πρὸς πάντα πόνο ν .
129 56 ξηρίον ποιήσας ἀπὸ βησάλου παλαιοῦ, καὶ προσμίξας ῥητίνης τερεβινθίνης γ ο αʹ, ἐν ὕδατι θερμῷ δίδου καὶ χρῶ ὡς δοκίμῳ. Ἄλλ ο .
129 57 βοτάνην τὴν λεγομένην ἡράκλειαν ἤτοι πανάκειαν λειώσας μετὰ οἴνου παλαιοῦ, δίδου, ὡς προείρηται. Σύνθεσις χρησιμωτάτ η .
129 58 [5] πανακείας ῥίζαν καὶ ἄλευρον σίτινον ἐξ ἴσου λειώσας καὶ σήσας, ἀναλάμβανε οἴνῳ παλαιῷ καὶ ποίει κολλύρας. εἶτα ποιήσας ὑγρότερον, ὕστερον εἰς προπότισμα δίδου τοῦτο. κἂν τραῦμα ἐν τοῖς ἐντὸς εὑρεθῇ, ἀποθεραπευθήσεται. Προπότισμα χειμερινό ν .
129 59 [5] κόστου, κασίας σύριγγος, πετροσελίνου, βεττονικῆς, γλυκυρίζου, σαμψύχου, ναρδοστάχυος, σαρκοφάγου, μελιλώτου, ἀμμωνιακοῦ, σχοινάνθης, ἀλόης, σμύρνης, πάνακος ῥίζης, καλάμου ἀρωματικοῦ, τραγακάνθης ἀνὰ γ ο βʹ, νάρδου Κελτικῆς γ ο αʹ, ἴρεως Ἰλλυρικῆς γ ο δʹ, γεντιανῆς, ἀριστολοχείας, κρόκου ἀνὰ γ ο δʹ, κενταυρίου, δρακοντίας ἀνὰ γ ο αʹ, ἀψινθίου Ποντικοῦ δεσμίδια γʹ, ὀποπάνακος γ ο γʹ. τοῦτο τὸ προπότισμα πᾶσι ζῴοις ἁρμόζει. περὶ μαλαγμάτων.
130 1 [5] Ἀψύρτο υ · μάλαγμα τὸ διὰ βδελλίο υ . πίσσης στατῆρας ιθʹ, κηροῦ τὸ αὐτό, ῥητίνης τὸ ἴσον, χαλβάνης στατῆρας δύο, ὀποπάνακος τὸ ἴσον, στύρακος, βδελλίου ἀνὰ στατῆρος ἑνός· τὸ αὐτὸ δὲ καὶ ἄκοπόν ἐστι. ταῦτα μίξας χρῶ. ἀνιέμενον δὲ κυπρίνῳ ποιεῖ πρὸς τὰς ψύξεις τῶν ἀνθρώπω ν . Μάλαγμα ὀξηρό ν .
130 2 [5] πίσσης ξηρᾶς στατῆρας κδʹ, κηροῦ στατῆρας κʹ, ἀμμωνιακοῦ στατῆρας δʹ, χαλβάνης στατῆρα ἕνα, μάννης στατῆρας δύο, ὄξους δριμέος λευκοῦ κοτύλην μίαν ἕψει ἐν ὀστρακίνῳ ἀγγείῳ, προβάλλων τὸ ἥμισυ τοῦ ὄξους. ἐὰν δὲ γένηται ἀναβαῖνον, τὸ λοιπὸν κατάρραινε. Μάλαγμ α , ᾧ ἐχρησάμεθα ἡμεῖς σκευάζοντες καὶ ἐπὶ ἀνθρώπω ν .
130 3 [5] κηροῦ στατῆρας ιϛʹ, βρέχοντες τὸν κηρὸν τῷ κυπρίνῳ καὶ ἐν ἡλίῳ μαλάσσοντες καὶ ποιοῦντες πέταλα, ὡσαύτως ἐντιθέαμεν εἰς τὸν ἥλιον, ἄχρις οὗ τὸ κύπρινον συμπίῃ πᾶν, ἔστωσαν δὲ κύαθοι δύο. καὶ προτρίψαντες ἀμμωνιακοῦ στατῆρας κδʹ καλῶς λεῖα μετὰ ὄξους δριμέος λευκοῦ τοῦ ἀρκοῦντος, ὡς μὴ ὑγρὸν γενέσθαι λίαν, 〈χαλβάνης γ ο βʹ, ὀποπάνακος γ ο βʹ, ἁλὸς ἄνθος γ ο βʹ,〉 τότε ἐμβάλλομεν τὸν κηρόν, καὶ συλλεάναντες, ὥστε μιγῆναι, οὕτως χρώμεθα. Μάλαγμα διὰ στέατος καὶ κηρο ῦ .
130 4 [5] κηροῦ στατῆρας ιϛʹ, στέατος ἐλαφείου ἢ βοείου ἀπὸ τῶν νεφρῶν ἢ αἰγείου τὸ ἴσον, μάννης στατῆρα ἕνα, ῥητίνης Κολοφωνίας στατῆρας βʹ, χαλβάνης ὁλκὰς βʹ, ἐλαίου κύαθον ἕνα· ταῦτα βαλὼν πάντα εἰς λοπάδα καὶ συγχέας εἰς τὸ αὐτό, ἕψει. ὡς ἂν δὲ συγχυθῇ, ἆρον συντόμως. ἐπὶ πᾶσι δὲ βάλλε τὴν μάνναν καὶ τὴν χαλβάνην. Μαλακτικό ν .
130 5 ἀξουγγίου στατῆρας κδʹ, ῥητίνης Κολοφωνίας τὸ ἴσον, κηροῦ στατῆρας ιϛʹ. Ἀκόπου 〈λιπαρὰ σύνθεσι ς .
130 5* [10] Ἀψύρτο υ .〉 ψιμυθίου στατῆρας δύο 〈καὶ λιθαργύρου ἴσον, βάλε εἰς θυίαν τὴν λιθάργυρον καὶ〉 βρέχε εἰς ἀγγεῖον καινὸν νύκτα καὶ ἡμέραν ἐν ὕδατι, καὶ ἀπηθήσας τὸ ὕδωρ, τρῖβε τὸ ψιμύθιον ἐν θυίᾳ ὡς λειώτατα. εἶτα κηρωτὴν ποιήσας, συγκατάμιξον καὶ τρῖβε ὅλην τὴν ἡμέραν. ὡς ἂν δὲ γένηται λεῖον, συγκατάμιξον μέλι πλῆθος χήμης, καὶ συλλεάνας, οὕτω χρῶ. καὶ λαμβάνων ἔλαιον εἰς τὴν χεῖρα, δίδου εἰς τοὺς κροτάφους τοῦ ἵππου καὶ τὸν δακτύλιον. ὡσαύτως δὲ καὶ ἀνθρώπῳ πρὸς πάντα κόπον ποιε ῖ . ἔστωσαν δὲ τῆς κηρωτῆς στατῆρες ἕξ. Μαλάγματος σύνθεσι ς .
130 6 [5] Κηροῦ, ῥητίνης φρυκτῆς, ἀμμωνιακοῦ, κωνείου, ἁλὸς ἄνθους, ταυρείου στέατος ἀνὰ λίτραν μίαν, ἀποχύματος λίτρας βʹ, ὀποπάνακος γ ο ἕξ, σμύρνης γ ο βʹ χαλβάνης γ ο βʹ, λιβάνου τὸ ἴσον. εἰ δὲ βούλει εἶναι σφιγκτὸν ἢ ἀνακόλλημα, ἆρον ἀπ’ αὐτοῦ τὸ ταύρειον στέαρ, καὶ πρόσβαλε ἀσφάλτου Ἰουδαϊκῆς λίτραν αʹ καὶ ὄξους κοτύλας δύο. Μάλαγμα μηρο ῦ .
130 7 κηροῦ λίτραν μίαν, τερεβινθίνης γ ο ἕξ, Κολοφωνίας, ῥητίνης πιτυΐνης, πίσσης ἀνὰ γ ο ϛʹ, ὀποπάνακος, χαλβάνης, ἀμμωνιακοῦ, σαγαπήνου, βδελλίου, λιβανωτοῦ, κρόκου ἀνὰ γ ο αʹ. Μάλαγμα χρυσίζο ν .
130 8 ὀποπάνακος, ἁλὸς ἄνθους, ἀμμωνιακοῦ, σαγαπήνου, χαλβάνης ἀνὰ γ ο αʹ, Κολοφωνίας, τερεβινθίνης, ῥητίνης φρυκτῆς, λιβάνου, κηροῦ ἀνὰ γ ο ἕξ. Μάλαγμα πρὸς ἐκφυσήματα ἄρθρω ν .
130 9 ἀσφάλτου Ἰουδαϊκῆς, κηροῦ ἀνὰ γ ο θʹ, πίσσης ξηρᾶς γ ο βʹ, ῥητίνης φρυκτῆς, λιβάνου ἀνὰ γ ο ἕξ, λεπίδος Κυπρίας λίτρας τέσσαρας, ἐλαίου λίτρας γʹ, ξέ. β c ʹ. Μάλαγμα πρὸς μαρμαρωσσοὺς καὶ φλεγμονά ς .
130 10 [5] λιθαργύρου, ἐλαίου δαφνίνου, ψιμυθίου ἀνὰ λίτρας τέσσαρας, τερεβινθίνης, Κολοφωνίας, στύρακος, ἴρεως Ἰλλυρικῆς, προπόλεως, ἀσφάλτου Ἰουδαϊκῆς ἀνὰ λίτρας δύο, χαλβάνης λίτραν αʹ, ὑσσώπου Κρητικοῦ γ ο ἕξ, μίσυος χρυσίζοντος γ ο βʹ. ἀμμωνιακοῦ γ ο ἕξ. Μάλαγμα πρὸς νεύρων πόνους καὶ ἄρθρα καὶ πρὸς τὸ ἄνευ καυτηρίου ἀνεθῆναι τοὺς πόνου ς .
130 11 [5] ἡδυόσμου, κέγχρου, θείου, τερεβινθίνης, στύρακος, βδελλίου, χαλβάνης, πίσσης ἀνὰ γ ο ϛʹ· ταῦτα πάντα συγκόψας, μῖξον οἴνου ξέ. δʹ, εἶτα πάλιν ἕψει, καὶ θερμοῦ ἔτι ὄντος ἐμπλάσας ἐπιτίθει. Ἀνακόλλημα πρὸς πωρώσει ς .
130 12 ῥητίνης φρυκτῆς γ ο γʹ, γύρεως ξέστην ἕνα, ὄξους ξέστην ἕνα. Μάλαγμα τὸ καλούμενον ἄμβλα μοῦλ α .
130 13 [5] ὀποπάνακος, ἀσφάλτου, χαλβάνης, σαγαπήνου, ἰξοῦ δρυΐνου ἀνὰ γ ο γʹ, ἁλὸς ἄνθους γ ο τὸ ἥμισυ, καστορίου γ ο βʹ, οἰσύπου, θυμιάματος ἀμμωνιακοῦ ἀνὰ γ ο αʹ, λιβάνου ἄρρενος γ ο α c ʹ. τερεβινθίνης γ ο δʹ, βδέλλης γ ο γʹ, στύρακος γ ο β c ʹ, προπόλεως γ ο δʹ, πιτυΐνης ῥητίνης γ ο β c ʹ, κηροῦ γ ο ϛʹ, πίσσης Βρυττίας λίτραν α c ʹ. τὸν ὀποπάνακα μετὰ τοῦ ἁλὸς ἄνθους λειώσας ἐπιμελῶς, καὶ τὰ ἄλλα πάντα τήξας, ἐπίβαλλε τὰ τριπτά. Ἀρχεδήμου 〈ἱπποτρόφου σκευασί α ·〉 μάλαγμα πωλικό ν .
130 14 [5] ἀποχύματος λίτρας γʹ, κηροῦ, προπόλεως ἀνὰ λίτρας α c ʹ, πιτυΐνης, τερεβινθίνης ἀνὰ λίτραν μίαν, ἰξοῦ δρυΐνου, χαλβάνης, ἁλὸς ἄνθους, συμφύτου ἀνὰ γ ο ἕξ, καστορίου, εὐπατορίου ἀ νὰ γ ο γʹ, εὐφορβίου γ ο βʹ, μελιλώτου γ ο ἕξ. Μάλαγμα ἄλλ ο .
130 15 [5] ἀσφάλτου, ἀμμωνιακοῦ ἀνὰ γ ο βʹ, σμύρνης, χαλβάνης ἀνὰ γ ο αʹ, εὐφορβίου, καστορίου, ὀποπάνακος, ἀδάρκης καλαμίτιδος ἀνὰ γ ο ϛʹ, ἀποχύματος ἐκ τῶν καταχρισμάτων τῶν πλοίων γ ο γʹ, Κολοφωνίας γ ο ἕξ, κηροῦ λίτρας δύο. Ἄλλο μάλαγμα διὰ σύκω ν .
130 16 σύκου Ἄφρου, χαλβάνης, πίσσης Βρυττίας, θείου, νίτρου ἀνὰ λίτρας αʹ· ταῦτα εἰς ἓν συντρίψας, τῇ τε πίσσῃ καὶ τῇ χαλβάνῃ συμμίξας χρῶ, μέχρις οὗ τὸν πόνον παύσῃ. εἶτα ἐπιτίθει μάλαγμα ὠμόν. Μάλαγμα ὠμὸν πρὸς νεύρων ἰσχὺν καὶ ἀνθρώπους ποδαγρικού ς .
130 17 [15] λαβὼν κηροῦ λίτρας βʹ, οἰσύπου λίτρας ἓξ ἔμβαλε εἰς ὅλμον καὶ σύντριψον, καὶ ὅταν καλῶς συντριβῶσιν, στάθμισον γ ο ἕξ, καὶ εἰς θυίαν μετάβαλε, καὶ τρῖψον μολυβδίνῳ ὑπέρῳ, ἕως οὗ ἐκ τῆς τρίψεως γ ο βʹ γένωνται. εἶτα πρόσβαλε μέλιτος λίτρας γʹ, ὄξους τὸ ἀρκοῦν. εἶτα μαρμάρου τετριμμένου ξέ. αʹ, ἀμμωνιακοῦ γ ο ἓξ λαβὼν συντρίψας τε καὶ σήσας καὶ προσβαλὼν καρδάμου ξέ. αʹ, τηγάνισον εἰς ὀστράκινον τήγανον, καὶ μετὰ ταῦτα λαβὼν χαλβάνης λίτραν αʹ, τρῖψον, ἕως ἁπαλὴ γένηται, καὶ τότε ὁμοῦ πάντα ἔμβαλε εἰς ὅλμον, καὶ συντρίψας ἆρον τὸ σύντριμμα ἐκ τοῦ ὅλμου, καὶ προσβαλὼν μυελοῦ ἐλαφείου γ ο γʹ καὶ ἐλαίου παλαιοῦ γ ο ἕξ, ἀνάμιξον ἐπιμελῶς, καὶ ποίησον μαγδαλίας, καὶ ἐ π ’ ἀνθρώπῳ μὲν ὀθονίῳ προσπλάσας ἐπιτίθε ι , ἐπὶ δὲ ἵπποις ῥάκει. Ἄλλο μάλαγμα πρὸς ἄρθρ α .
130 18 χαλβάνης, στύρακος, ὀποπάνακος, μάννης ἀνὰ λίτρας αʹ, σινωπίδος λίτρας ἕξ. Ἄλλο μάλαγμα Ἱπποκράτου ς .
130 19 ὄξους φυσήματος, κώνης πιτυΐνης, ἐπὶ ἴσης ἀμφότερα ὁμοῦ ἐμβαλών, χρῶ. Σκευασία μαλάγματος ἡ διὰ βδελλίο υ .
130 20 [5] βδελλίου, χαλβάνης, ἀμμωνιακοῦ, ἀσφάλτου, ταυροκόλλης, ῥητίνης Ποντικῆς ἀνὰ γ ο αʹ, μυελοῦ ἐλαφείου τὸ ἴσον, κώνης γ ο ἕξ, μαστίχης γ ο βʹ, λιβάνου γ ο αʹ, κηροῦ, ὀποπάνακος, ἀλόης, σμύρνης ἀνὰ γ ο αʹ. Ἱεροκλέους μάλαγμα τρυφερό ν .
130 21 [5] κηροῦ, προπόλεως ἀνὰ γ ο ἕξ, λιβανωτοῦ, στύρακος, Κυπρίου χαλκοῦ κεκαυμένου, μυελοῦ ἐλαφείου, χαλβάνης ἀνὰ γ ο δʹ, ῥητίνης Κολοφωνίας λίτραν αʹ, ὀποπάνακος γ ο αʹ, ἐλαίου παλαιοῦ λίτραν μίαν, λιθαργύρου λίτραν αʹ. τὴν λιθάργυρον λειώσας μετὰ ἐλαίου, ἔμβαλλε εἰς χύτραν, ἕως ἂν λυθῇ, ἔπειτα τὸν ὀποπάνακα λειώσας ἐν οἴνῳ καὶ τοῖς λοιποῖς προσμίξας χρῶ. Ἄλλο μάλαγμ α .
130 22 ἀμμωνιακοῦ θυμιάματος γ ο γʹ, πίσσης ξηρᾶς λίτραν αʹ, κηροῦ γ ο ἕξ, ῥητίνης τερεβινθίνης γ ο δʹ, μάννης, χαλβάνης ἀνὰ γ ο η c ʹ· τὸ ἀμμωνιακὸν καὶ τὴν μάνναν σὺν ὄξει λείου, καὶ τὰ τηκτὰ κατάπασσε. Ἄλλ ο · ἔμπλαστρον ἀξουγγίο υ .
130 23 ἀξουγγίου, κηροῦ, ῥητίνης Κολοφωνίας, ἐν ἴσῳ πάντα λειώσας χρῶ Ἄλλο μάλαγμ α .
130 24 ἐλαίου ξέ. αʹ, ἀποχύματος λίτραν μίαν, ὀποπάνακος, χαλβάνης, ῥητίνης τερεβινθίνης, ἀσφάλτου Ἰουδαϊκῆς ἀνὰ γ ο ἕξ, ῥητίνης Κολοφωνίας λίτραν αʹ, κηροῦ λίτρας τὸ c ʹ. Μάλαγμα συντεῖνον καὶ λεπτῦνον ἑψητό ν .
130 25 ἀσφάλτου γράμματα δʹ, κηροῦ λίτραν αʹ, ῥητίνης γ ο ἕξ, κώνης γ ο ἕξ· δεῖ τῷ ἄκρῳ ἔαρι τοῦ νάρθηκος τὴν ῥίζαν ὀρύξαντα καὶ κόψαντα ξηρᾶναι, καὶ μίξαντα χρῆσθαι. Σκευασία μαλάγματο ς .
130 26 [5] εὐφορβίου, ὀποπάνακος, καστορίου, χαλβάνης ἀνὰ γ ο βʹ, σαγαπήνου, στύρακος ἀνὰ γ ο αʹ, ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ, σισύφου, τερεβινθίνης λίτραν α c ʹ, ἀποχύματος λίτρας τρεῖς, προπόλεως γ ο γʹ, βδελλίου γ ο εʹ, μάννης γ ο τρεῖς, κηροῦ λίτρας βʹ, ῥητίνης φρυκτῆς λίτρας δύο, ἀσφάλτου λίτρας ἕξ, ἰξοῦ λίτραν μίαν. Πελαγωνίου κατασκευὴ μαλάγματο ς .
130 27 κηροῦ, ῥητίνης Ἄφρας, ἐλαίου, λιθαργύρου ἀνὰ λίτρας τρεῖς, πάντα ἐν ταὐτῷ μίξας, χρῶ. Πρὸς κατάκαυμ α .
130 28 μήλου φλοιὸν ὕδατι ἀφεψήσας χρῶ. Ἄλλη κατασκευὴ ἀλείμματο ς .
130 29 [5] κηροῦ γ ο ἕξ, ζιζύφου μέλανος κεκαθαρμένου γ ο δʹ, πίσσης ξηρᾶς λίτραν αʹ, δαφνοκόκκων γ ο δʹ, ῥητίνης φρυκτῆς γ ο ἕξ, πεπέρεως γ ο μίαν, λασάρου γ ο βʹ, λιβάνου ἄρρενος γ ο βʹ, ἐλαίου καλοῦ γ ο ζʹ, ἐλαίου κυπρίνου γ ο βʹ· ταῦτα πάντα ἑψήσας μετὰ ὕδατος ψυχροῦ, κατακένωσον, ὥστε ἑνωθῆναι. ἡνίκα δὲ γένηται κηρωτῆς σύστασις, ἀνελόμενος χρῶ. Ἀνακόλλημα ψυκτικό ν .
130 30 κρόκου γ ο ἕξ, λιβάνου ἀλεύρου, μίλτου, κοχλιῶν Ἄφρων, βολβῶν Ἄφρων ἀνὰ γ ο ἕξ, σεμιδά λεως ἡμίναν, ὄξους τὸ ἀρκοῦν. Ἀνακόλλημα πρὸς ἁρμοὺς ἵππων καὶ ψύα ς .
130 31 σεμιδάλεως γράμματα δύο, λιβάνου ἀλεύρου γ ο αʹ, ᾠῶν τὰ ὠχρὰ δύο, ποιήσας ἀνακόλλημα, χρῶ ἔν τε τοῖς ἁρμοῖς καὶ ταῖς ψύαις. Μάλαγμα πρὸς νεύρων πόνου ς .
130 32 κηροῦ λίτραν αʹ, μυελοῦ ἐλαφείου γ ο ἕξ, σμύρνης γ ο γʹ καὶ τοῦ ξηρίου αὐτῆς κοχλιάρια βʹ, ταῦτα μίξας καὶ ἑψήσας χρῶ. Ἄλλ ο · κατασκευὴ μαλάγματο ς .
130 33 κηροῦ γ ο ἕξ, λιθαργύρου λίτραν μίαν, ἐλαίου λίτρας εʹ, ῥητίνης λίτρας δύο, 〈ἀμμωνιακοῦ 𐆃 βʹ,〉 χαλβάνης γ ο βʹ, ὀποπάνακος γ ο βʹ, σμύρνης γ ο βʹ, λιβάνου γ ο βʹ, οἴνου τὸ ἀρκοῦν. Ἄλλ ο .
130 34 χαλβάνης, λιβάνου ἀλεύρου, μυελοῦ ἐλαφείου, λευκοΐων, ῥητίνης τερεβινθίνης ἀνὰ λίτραν α c ʹ, στέατος ταυρείου, ὀπίου, ἴρεως Ἰλλυρικῆς ἀνὰ λίτραν αʹ, ἀριστολοχείας γ ο τὸ c ʹ. Μάλαγμα ἕτερο ν .
130 35 στέατος διηθημένου, ῥητίνης τερεβενθίνης, ἐλαίου ἀνὰ λίτρας βʹ, μολυβδαίνης λίτρας δʹ, χαλβάνης, ἰοῦ ἀνὰ γ ο αʹ. Πρὸς νεύρων πόνου ς .
130 36 κηροῦ, λευκοΐων ἀνὰ λίτραν αʹ, στύρακος, προπόλεως, κηροῦ λευκοῦ, μήκωνος, δαφνοκόκκων ἀνὰ λίτραν α c ʹ. Μάλαγμα ἄλλ ο .
130 37 κηροῦ λίτρας τέσσαρας, ὀποπάνακος στύρακος, δαφνοκόκκων, στέατος αἰγείου, ῥητίνης, μήκωνος σπέρματος ἀνὰ λίτραν αʹ, χαλβάνης γ ο βʹ, ῥητίνης Κολοφωνίας γ ο ϛʹ, ἐλαίου ἰρίνου γ ο ἕξ. Μάλαγμα πρὸς διάφορα πάθη καὶ πρὸς συμβολὰς πεπληγμένα ς .
130 38 [5] κηροῦ ξανθοῦ γ ο γʹ, χαλβάνης λίτρας βʹ, στύρακος, ῥητίνης Κολοφωνίας, ἐλαίου ἰρίνου ἀνὰ γ ο ἕξ, λευκοΐων, δαφνίδων, στέατος αἰγείου, ῥητίνης φρυκτῆς, μήκωνος σπέρματος ἀνὰ λίτραν αʹ, 〈ἐλαίου ἰρίνου 𐆄 ϛʹ.〉 Ἄλλ ο .
130 39 στέατος ταυρείου λίτρας βʹ, λευκοΐων, ἀμμωνιακοῦ, ἴρεως Ἰλλυρικῆς, ἀφρονίτρου, στέατος χηνείου, στέατος ἐλαφείου ἀνὰ λίτραν μίαν, πεπέρεως λευκοῦ γ ο εʹ. Μάλαγμα πρὸς τοὺς ἀλγοῦντας τὰς ὠμοπλάτα ς .
130 40 [5] λιθαργύρου, χαλβάνης, λευκοΐων, μάννης λιβάνου ἀνὰ λίτρας δύο, ῥητίνης τερεβενθίνης, ῥητίνης Κολοφωνίας, ὀποπάνακος Ἄφρου, προπόλεως Ἀττικῆς, ἴρεως Ἰλλυρικῆς, ὀπίου Ἀττικοῦ, ἀμμωνιακοῦ ἀνὰ λίτραν αʹ, ἰξοῦ λίτρας β c ʹ, καρδαμώμου λίτραν α c ʹ, στεάτος ταυρείου λίτρας δʹ, κηροῦ λίτρας τρεῖς. Μάλαγμα σκληρό ν .
130 41 κηροῦ ξανθοῦ γ ο τὸ c ʹ, ὑσσώπου Ἀττικοῦ λίτρας βʹ, μήκωνος λίτραν α c ʹ, στύρακος, προπόλεως, μυελοῦ ἐλαφείου, λευκοΐων ἀνὰ γ ο ἕξ. Μάλαγμα Κρητικό ν .
130 42 κηροῦ τρακτοῦ, ἀμμωνιακοῦ ἀνὰ λίτραν αʹ, πίσσης ξηρᾶς, ἴρεως Ἰλλυρικῆς ἀνὰ γ ο ἕξ, ῥητίνης λίτραν α c ʹ, χαλβάνης γ ο ιαʹ, τερεβινθίνης γ ο εʹ, ὄξους τὸ ἀρκοῦν. Μάλαγμα τὸ διὰ σύκω ν .
130 43 σύκων γλυκέων λίτρας βʹ, νίτρου γ ο δʹ, τὰ σῦκα τρίψας ἐπιμελῶς, ἐπίβαλλε τὸ νίτρον, καὶ λείου. 〈τοῦτο χρησιμώτατον.〉 Μάλαγμα τὸ δ ι ’ ἀξουγγίο υ .
130 44 ἀξουγγίου παλαιοῦ λίτραν αʹ κατακόψας καὶ ἐπιβαλὼν ἀσβέστου τὸ ἀρκοῦν, ἀπόθου ἐπὶ ἡμέραις τρισὶ καὶ ἐπίδησον. 〈τοῦτο ὑπερβάλλει πάντα τὰ βοηθήματα καὶ τοὺς πόνους ἀφαιρεῖται.〉 Μάλαγμα τριφάρμακο ν .
130 45 ἀμμωνιακοῦ, κηροῦ ἀνὰ λίτραν αʹ, ὄξους τὸ ἀρκοῦν. Ἀψύρτου μάλαγμ α .
130 46 [5] κηροῦ λίτραν μίαν, στάγματος ἀμμωνιακοῦ γ ο ἕξ, ἐλαίου Κυπρίνου, ἐλαίου ἰρίνου, ἐλαίου δαφνίνου τὸ ἴσον, στέατος ταυρείου γ ο γʹ, μυελοῦ ἐλαφείου γ ο δʹ, στύρακος γ ο α c ʹ, λασάρου γ ο μίαν, χαλβάνης γ ο μίαν, ῥητίνης τερεβινθίνης γ ο ϛʹ, λιβάνου ἄρρενος γ ο ϛʹ, πεπέρεως μέλανος γ ο αʹ, ὀποπάνακος γ ο βʹ. Ἄλλο μάλαγμ α .
130 47 κηροῦ λίτραν μίαν, βδελλίου, ἀμμωνιακοῦ θυμιάματος, μάννης λιβάνου γαστρικῆς ἀνὰ γ ο βʹ, τερεβινθίνης, χαλβάνης, ὀποπάνακος ἀνὰ γ ο ϛʹ, ῥητίνης λίτραν μίαν. πάντα ἐν ὅλμῳ κατακόψας χρῶ. Ἄλλ ο .
130 48 [5] κηροῦ, ἀμμωνιακοῦ ἀνὰ λίτραν μίαν, χαλβάνης, τερεβινθίνης ἀνὰ γ ο βʹ, ἐλαίου κυπρίνου τὸ ἀρκοῦν, πάντα ἕψει ἐκτὸς τοῦ ἀμμωνιακοῦ. τοῦτο δὲ λειώσας, ἐπίβαλε τὰ λοιπά, καὶ μετὰ τὸ ἑψηθῆναι εἰς ἴγδιν ψυγέσθω. εἶτα τῇ χειρὶ μάλασσε καὶ χρῶ. Μάλαγμα κοπτό ν .
130 49 [5] κηροῦ λίτρας γʹ, χαλβάνης γ ο βʹ, τερεβινθίνης γ ο δʹ, στέατος ταυρείου γ ο γʹ, οἰσύπου γ ο βʹ, βδελλίου γ ο γʹ, ἀμμωνιακοῦ γ ο ϛʹ, πεπέρεως λευκοῦ γ ο α c ʹ, ἀφρονίτρου γ ο α c ʹ, ἴρεως Ἰλλυρικῆς γ ο βʹ, στέατος χηνείου γ ο βʹ, μυελοῦ ἐλαφείου γ ο βʹ. Μάλαγμα σκληρό ν .
130 50 κηροῦ γ ο εʹ, στύρακος γ ο γʹ, οἰσύπου γ ο ἕξ, ὀποπάνακος γ ο δʹ, ἐλαίου δαφνίνου γ ο δʹ, μήκωνος τὸ ἴσον, μυελοῦ ἐλαφείου γ ο γʹ, βδελλίου γ ο βʹ. Μάλαγμα πρὸς νεῦρ α .
130 51 χαλβάνης γ ο βʹ, ὀποπάνακος, βδελλίου, ἰξοῦ δρυΐνου τὸ ἴσον, σχοίνου, ῥητίνης τερεβινθίνης ἀνὰ γ ο αʹ. Ἄλλο μάλαγμα 〈ἀρωματικό ν .
130 52 〉 λιθαργύρου γ ο δʹ, βδελλίου γ ο βʹ, μήκωνος γ ο γʹ, δαφνοκόκκου γ ο αʹ, ὀποπάνακος γ ο τὸ ἥμισυ, ἐλαίου δαφνίνου γ ο ἕξ. Μάλαγμα πρὸς ἄρθρων καὶ νεύρων χαλάσματα καὶ πόνου ς .
130 53 [5] ἡδυόσμου σπέρματος γ ο ἕξ, ῥητίνης τερεβινθίνης, στύρακος, βδελλίου, χαλβάνης, πίσσης ξηρᾶς ἀνὰ γ ο ἕξ, μέλιτος γ ο τὸ c ʹ, ταῦτα πάντα ἑψήσας, ἐπίβαλε ᾠὰ δʹ καὶ οἴνου τὸ ἀρκοῦν. εἶτα ἐπιπλάσας ἐν ὀθονίῳ χρῶ. Πρὸς κρούσματα ἄρθρω ν .
130 54 ἀμμωνιακοῦ, πίσσης, ἀσφάλτου, χαλβάνης, ἀνὰ λιτρῶν τριῶν, βδελλίου, τερεβινθίνης, προπόλεως ἀνὰ λιτρῶν βʹ, στύρακος, ἰξοῦ ἀνὰ λίτραν αʹ. Κατάπλασμα 〈πρὸς οἰδήματα ἀγκυλῶν〉 ἐκ πληγῆς ἢ οἱας δήποτε αἰτία ς .
130 55 ἄσφαλτον, κηρὸν καὶ ὄξος φυράσας ἐπίπαττε. Πρὸς τὰ ἐν ἄρθροις οἰδήματα 〈συνταγὴ τοῦ ἐν Κολοφῶνι Ἀπόλλωνο ς .
130 56 〉 ἀμμωνιακὸν θυμίαμα λειώσας πάνυ καὶ μίξας ὄξει καὶ κηρωτὴν ποιήσας χρῶ. Ἀνακόλλημα πρὸς πάντα πάθη ἄρθρω ν .
130 57 ἀκακίας γ ο ἕξ, πίσσης λίτραν μίαν, κρήσσης Κιμωλίας λίτρας βʹ, βολβίτου λίτραν αʹ, ταῦτα πάντα ὁμοῦ λειώσας καὶ θερμάνας, ἐπιτίθει. προκατάντλει δὲ ὕδατι χλιαρῷ θαλαττίῳ. Εὐμήλου πρὸς πόνον ὑπερῴα ς .
130 58 [5] οὐρανίσκου πόνον ἰᾶται αἷμα τοῦ τόπου λαμβανόμενον, ἢ λιβάνου ἄρρενος γ ο μία, σελινοσπέρμου ὀξ. ἓν λειωθέντα καὶ μιγέντα ὕδατι χλιαρῷ καὶ διὰ μυκτήρων διδόμενα. τοῦ δὲ ἐπιπολὺ κάμνοντος χρὴ ἐξ ἑκατέρου μέρους πλησίον τῶν πλευρῶν τοὺς ὠμοπλάτας καίειν ἐλαφροτέρῳ καυτηρίῳ, ὥστε μὴ πλέον δακτύλου καθικέσθαι βάθος. Ἱεροκλέους πρὸς γονάτων πόνο ν .
130 59 πήγανον ἐν ἐλαίῳ ζέσας ἐνάλειφε. Πελαγωνίου ἐὰν ἀπὸ τροχοῦ πληγῇ τὸν πόδ α .
130 60 βολβὸν ἐρυθρὸν καὶ μάνναν λιβάνου συλλειώσας ἐπίθες, καὶ μετὰ τρεῖς ἡμέρας λύσας πάλιν τῷ αὐτῷ βοηθήματι ἐπίχρισον. εἶτα χρῶ μαλάγματι. Πρὸς οἰδήματα ποδῶ ν .
130 61 [5] εὐφορβίου γ ο βʹ, ἁλῶν κοινῶν γ ο δʹ, πίσσης ὑγρᾶς γράμματα δʹ, πάντα καθεψήσας, ἐπὶ τὰ οἰδαίνοντα μέρη ἐπιτίθει. εἰ δὲ ἐπιμένοι ὁ πόνος ἐν τοῖς ἁρμοῖς καὶ ἡ κακοχυμία, συμβάλλεται κόπρος βοεία καταπλασσομένη τοῖς ἄρθροις. Ἀνακόλλημα πρὸς ἁρμοὺς καὶ σκέλη καὶ ὑδατίδα ς .
130 62 χαλβάνης, στύρακος, μήκωνος, βδελλίου, ῥητίνης τερεβινθίνης, μίλτου ἀνὰ λίτραν μίαν, σεμιδάλε ως ξέ. βʹ. ταῦτα πάντα ἑψήσας καὶ ἑνώσας, πρὸς τὰ προειρημένα πάθη χρῶ. Ἀνακόλλημα πρὸς ἁρμού ς .
130 63 κρόκου, λιβάνου, ἀλεύρου, σινωπίδος Ἄφρας ἀνὰ γ ο ϛʹ, σεμιδάλεως ἡμίναν αʹ, βολβοὺς Ἄφρους λελειωμένους κʹ, ἡδυόσμου γ ο ἕξ. ταῦτα πάντα συγκόψας ὄξει τε συμμίξας, χρῶ. Ἀψύρτου ἔμπλαστρος περὶ σφυρῶ ν .
130 64 [5] καδμίας γ ο ἕξ, ἐλλεβόρου μέλανος γ ο γʹ, χαλκοῦ ἄνθους, ἀσφάλτου Ἰουδαϊκῆς, χαλκοῦ κεκαυμένου, ἁλὸς ἀμμωνιακοῦ, χαλκάνθης κεκαυμένης, τρυγὸς κεκαυμένης, ἰοῦ, ἀφρονίτρου ἀνὰ γ ο γʹ, ἀξουγγίου παλαιοῦ, ἐλαίου τοῦ ἐξ ἀκόνης ἀνὰ γ ο ἕξ. Σύνθεσις ἐμπλάστρου διὰ βοτανῶ ν .
130 65 [10] χαλβάνης, σμύρνης, ἀλόης, κηρύσση ς , ἰοῦ, μάννης, προπόλεως Ἀττικῆς, ἀμμωνιακοῦ, ῥητίνης Βιθυνιακῆς ἀνὰ γ ο βʹ, κηροῦ λευκοῦ γ ο ἕξ, ἀποχύματος ἀργύρου λίτρας βʹ, ἐλαίου παλαιοῦ λίτρας βʹ, ἀριστολοχείας γ ο δύο, πρασίου γ ο βʹ, κέδρου γ ο γʹ, πίσσης Βρυττίας γ ο βʹ, κυπέρου γ ο ἕξ, κύφης γ ο γʹ, κενταυρίου, ἴρεως Ἰλλυρικῆς, τριφύλλου ῥίζης, ἀρτεμισίας ἀνὰ γ ο γʹ, ἀφρονίτρου γ ο δʹ, πεπέρεως λευκοῦ γ ο δʹ, δαφνίδος τὸ ἴσον· πάντα ταῦτα τὰ προγεγραμμένα συντρίψας καὶ σήσας, εἶτα βαλὼν εἰς ὅλμον, μετὰ ἐλαίου παλαιοῦ κόπτε, μέχρις ὅτου μάλαγμα γένηται, καὶ οὕτως χρῶ. ἐν δὲ χειμῶνι προσεπίβαλλε οἶνον καὶ ἔλαιον, καὶ θερμάνας σύγχριε. στηκέτω δὲ ἐν τόπῳ θερμῷ κεκαλυμμένος σκεπάσμασιν. Ἔμπλαστρος πρὸς τὸ ὠτειλὰς ἀναπληροῦσθαι ταχ ύ .
130 66 κηροῦ, βουτύρου, ῥητίνης ἀνὰ λίτραν μίαν, ῥόδων λίτρας δύο. Τραυματικὴ κατασκευὴ ἐμπλάστρο υ .
130 67 ψιμυθίου, λιθαργύρου τὸ ἴσον τρίψας ἐν ἡλίῳ, καὶ μίξας ὄξει καὶ ῥοδίνῳ χρῶ. εἰ δὲ μὴ ἔστι ῥό δινον, ἔλαιον μόνον σύμμισγε. Ἱεροκλέους ἐμπλάστρων σκευασί α .
130 68 [5] ἀπόχυμα, κηρόν, ῥητίνην φρυκτὴν ὁμοῦ πάντα βαλὼν ἐν ἴγδει κίνει, εἶτα προσεπίβαλε ψιμύθιον ὀλίγον προλελειωμένον μετὰ ὕδατος καὶ ἐλαίου, ἐπεμβάλλων ἅμα καὶ τὰ τηκτά. εἰ δὲ θέλεις αὐτὸ εὔπνουν γενέσθαι, ὀλίγον ὀποπάνακα ἀνεὶς οἴνῳ πρόσμιγε. Ἄλλο ἁπλοῦ ν .
130 69 [5] κηροῦ λίτραν μίαν, ῥητίνης φρυκτῆς λίτρας δʹ, ῥητίνης τερεβινθίνης γ ο ἕξ. ταῦτα ἀναζέσας, ἔξελε ἀπὸ τοῦ πυρός, καὶ ἐπίβαλε ἀσφάλτου Ἰουδαϊκῆς λελειωμένης γ ο γʹ, καὶ ἔασον λυθῆναι. εἶτα προσεπίβαλε ἀμμωνιακοῦ κεκομμένου καὶ σεσησμένου γ ο βʹ, καὶ αὖθις ἐπὶ τῷ πυρὶ ἐπίθες, καὶ κινῶν τῇ σπάθῃ, ἐπίπασσε μάννης γ ο βʹ καὶ χαλβάνης τὸ ἴσον. πάλιν δὲ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπιβαλών τε ὀποπάνακος προλελειωμένου γ ο βʹ, χρῶ. Ἄλλ ο .
130 70 λιθαργύρου λίτραν μίαν, γλοιοῦ νεαροῦ διυλισμένου λίτρας βʹ, ῥητίνης τερεβινθίνης γ ο αʹ. Ἄλλη ἡ διὰ γλοιο ῦ .
130 71 γλοιοῦ λίτρας βʹ, λιθαργύρου ἢ μολυβδαίνης γ ο αʹ, ἀποχύματος γ ο γʹ, ῥητίνης φρυκτῆς γ ο γʹ. ἑψήσας οὖν τὸν γλοιὸν καὶ τὴν λιθάργυρον, ὅταν συστραφῇ, ἐπίβαλε καὶ τὰ λοιπά. Ἄλλη ἡ μηλίν η .
130 72 κηροῦ λίτραν μίαν, πευκίνης ῥητίνης λίτραν μίαν, τερεβινθίνης γ ο βʹ, ἀμμωνιακοῦ γ ο γʹ, χαλβάνης γ ο μίαν, ὀποπάνακος γ ο αʹ. Ἔμπλαστρος ἡ ἔναιμο ς .
130 73 ὄξους, λιθαργύρου, ἐλαίου ἀνὰ λίτραν μίαν· ἕψει ὁμοῦ πάντα καὶ χρῶ. Ἔμπλαστρος πρὸς κατάγματ α .
130 74 [5] λιθαργύρου, ὄξους ἀνὰ λίτρας μιᾶς, ἐλαίου 𐆃 α c ʹ, ἀμμωνιακοῦ γ ο τρεῖς, κηροῦ γ ο βʹ, ῥητίνης γ ο βʹ, τερεβινθίνης γ ο τρεῖς, ἀσφάλτου, πίσσης, ἰοῦ ἀνὰ γ ο ἕξ, προεψήσας τὸ ὄξος καὶ τὸ ἔλαιον καὶ τὴν λιθάργυρον, ἐν τῷ μέλλειν συστρέφεσθαι ἐπίβαλλε τὴν πίσσαν, ἕως ἂν καὶ αὐτὴ λυθῇ, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπέμβαλλε τὴν ἄσφαλτον, μὴ κινῶν αὐτήν. ὅταν δὲ καὶ αὐτὴ λυθῇ, πρόσμιγε τὰ λοιπὰ καὶ ἕψει. εἶτα μετὰ τὸ συστραφῆναι ἄρας ἀπὸ τοῦ πυρός, διήθει εἰς ἴγδιν. Ἄλλη ἔμπλαστρος τηκτικ ή , διαμαλάσσουσα καὶ διαχαλῶσ α .
130 75 πίσσης, κηροῦ, ῥητίνης, ἑκάστου ἀνὰ δραχμὴν μίαν, ἀμμωνιακοῦ γ ο δʹ ὀποπάνακος ὄξει προλελειωμένου τὸ αὔταρκες. Ἄλλη ξηρ ά , ποιοῦσα καὶ πρὸς φορὰν αἵματος καὶ πρὸς κολπώματ α , καὶ ἀναξηραίνουσα καὶ παρακολλῶσ α .
130 76 [5] μολυβδαίνης λίτραν αʹ, ὄξους δριμέως λίτραν αʹ, ἐλαίου κοινοῦ λίτραν μίαν, ἀποχύματος, ἰοῦ γ ο αʹ, ἑψήσας τὸ ὄξος καὶ τὸ ἔλαιον καὶ τὴν μολύβδαιναν, ἕως ἂν ἄρχηται μεταβάλλειν, ἐπίβαλλε τὸ ἀπόχυμα καὶ ἕψει πάλιν, καὶ λειώσας τὸν ἰὸν ἐν θυίᾳ ἰδίως μετὰ ὄξους καὶ ἐπιβαλὼν χρῶ. Ἄλλη ἔμπλαστρος τρυφερ ά .
130 77 λιθαργύρου λίτραν αʹ, ἐλαίου τὸ ἴσον, ἀμμωνιακοῦ λίτρας γʹ, κηροῦ γ ο γʹ· ἕψει τὸ ἔλαιον καὶ τὴν λιθάργυρον. εἶτα ὅταν μέλλῃ συστρέφεσθαι, ἐπέμβαλλε τὸ ἀμμωνιακὸν καὶ τὸν κηρόν. Ἄλλη μηλίνη χρυσ ῆ , ποιοῦσα πρὸς νεῦρ α , πρὸς ἄρθρ α , πρὸς ψυγμό ν .
130 78 [10] ποιεῖ δὲ καλῶς ἀνιεμένη μετὰ ἰρίνου ἢ κυπρίνου 〈κατὰ κόπον γινομέν η .〉 κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ γ ο ἕξ, ῥητίνης τερεβινθίνης, ὀποπάνακος γ ο τὸ c ʹ, χαλβάνης, σμύρνης τρωγλίτιδος τὸ ἴσον, ἀμμωνιακοῦ γ ο αʹ, λιβανωτοῦ τὸ ἴσον, ταυρείου στέατος γ ο αʹ, ἁλὸς ἄνθους γ ο γʹ· τὰ τηκτὰ τήξας ἐφ’ ἑκάτερα τὸν ὀποπάνακα λελειωμένον ἐν οἴνῳ σὺν τῇ σμύρνῃ καὶ τῷ ἄνθει τοῦ ἁλὸς καὶ τῷ λιβανωτῷ ἐπὶ τοσοῦτον λειῶν, ἕως ἂν μιχθῆ, πάντα ἀνελόμενος χρῶ. Ἄλλη τονωτικ ή , καλουμένη πελματικ ή .
130 79 κέδρου καὶ ἀσφάλτου ἴσον, ἑκάτερον ἀναζέσας χρῖε 〈τὸν ἁπαλὸν τόπον.〉 Ἄλλη ἀνειμένη λιπαρ ά .
130 80 [5] λιθαργύρου γ ο ἕξ, ψιμυθίου λίτραν αʹ, ὄξους Ἰταλικοῦ ξέ. αʹ, ἰρίνου γ ο δʹ, λείου τὴν λιθάργυρον καὶ τὸ ψιμύθιον, καὶ ἐπέμβαλε μέρος τοῦ ὄξους μετ’ ἐλαίου καὶ οἴνου, καὶ ἀποθέμενος τὸν δοίδυκα λείου τῇ χειρί, ἕως γλοιοῦ πάχος γένηται, καὶ οὕτως χρῶ. ποιεῖ δὲ τοῦτο καὶ πρὸς ἀποσύρματα καὶ ἁπαλὰ ἕλκη. Ἀνειμένη λευκ ή , ποιοῦσα πρὸς ῥεύματα καὶ κατακαύματα καὶ ἀποσύρματα καὶ πρὸς τὰ αὐτομάτως γινόμενα ἕλκ η .
130 81 λιθαργύρου, ψιμυθίου ἀνὰ λίτρας μιᾶς, ἐλαίου κοινοῦ τὸ ἱκανόν, ὄξους τὸ ἀρκοῦν. Ἄλλ η .
130 82 σάνδυκος, ψιμυθίου ἀνὰ λίτρας μιᾶς, λιθαργύρου γ ο ἕξ, ῥοδίνου τὸ ἀρκοῦν, ὄξους δριμέος τὸ ἀρκοῦν. Ἄλλ η .
130 82* σάνδυκος γ ο ἕξ, ψιμυθίου, ῥοδίνου ἐλαίου τὸ ἴσον. Λιπαρὰ ἀνειμένη ἀποστύφουσ α .
130 83 λιθαργύρου γ ο ἕξ, ψιμυθίου λίτραν μίαν, οἴνου παλαιοῦ ξέ. αʹ Ἰταλικόν, ἐλαίου κοινοῦ ξέ. αʹ Ἰταλικόν, ἐλαίου μυρσίνου γ ο δʹ. Λιπαρ ά , ποιοῦσα πρὸς κατακαύματ α .
130 84 ψιμυθίου γ ο ἕξ, σάνδυκος τὸ ἴσον, ᾠῶν ιʹ τὰ λευκά, ῥοδίνου τὸ ἱκανόν, στρύχνου χυλοῦ ὡσαύτως. Πελαγωνίου ἔμπλαστρος ἡ χλωρ ά .
130 85 [5] κηροῦ λίτραν μίαν, ἐλαίου μυρρίνου λίτρας β c ʹ, στέατος χηνείου γ ο βʹ, οἰσύπου γ ο βʹ, ἰοῦ, χαλβάνης ἀνὰ γ ο γʹ, ῥητίνης τερεβινθίνης γ ο βʹ, λιβάνου ἀλεύρου τὸ ἀρκοῦν· ταῦτα πάντα ἐν χαλκείῳ ἀφεψήσας καὶ ἀνελόμενος χρῶ. Ἄλλη κατασκευὴ ἐμπλάστρο υ .
130 86 νίτρου, χαλκοῦ κεκαυμένου, ἀξουγγίου ἀνὰ λίτρας βʹ, ἀσφάλτου Ἰουδαϊκῆς λίτρας γʹ, χαλκάνθης, σιλφίου ἀνὰ λίτρας μιᾶς. Κατασκευὴ φαρμάκο υ .
130 87 [5] πίσσης ξηρᾶς, ῥητίνης πιτυΐνης, πίσσης Βρυττίας, ὀποπάνακος ἀνὰ λίτρας μιᾶς, χαλβάνης, προπόλεως, θείου ἀπύρου, μάννης, κρόκου, σταγόνος ἀμμωνιακοῦ, σμύρνης τρωγλίτιδος, στύρακος ἀνὰ γ ο μιᾶς, ἀσφάλτου Ἰουδα ϊκῆς γ ο ἕξ, κηροῦ γ ο ἕξ, μυελοῦ ἐλαφείου γ ο βʹ, Κολοφωνίας, πάνακος ῥίζης ἀνὰ γ ο αʹ· ταῦτα σύμπαντα μαλακωτέρῳ πυρὶ καθεψήσας χρῶ καιροῦ κατεπείγοντος. Ἄλλη ἔμπλαστρο ς .
130 88 ἰοῦ, χαλκοῦ κεκαυμένου, νίτρου κεκαυμένου, ἁλὸς ἀμμωνιακοῦ, φαίκλης, ἐλλεβόρου μέλανος ἀνὰ γ ο ἕξ, ἀξουγγίου λίτραν μίαν, χαλβάνης, κηροῦ ἀνὰ γ ο ἕξ. Ἄλλη σύνθεσις ἐμπλάστρο υ .
130 89 καδμίας, ἀσφάλτου Ἰουδαϊκῆς, χαλκοῦ κεκαυμένου, χαλκάνθης, νίτρου καὶ ἀξουγγίου. Ἄλλο κατάχρισμα τρυφερὸν χαλαστικό ν .
130 90 ἰλύος οἴνου ἢ ἑψήματος ξέ. γʹ, σαμψύχου, δαφνίδων, λινοσπέρμου, νίτρου θαλαττίου, λυγοσπέρμου, ἐλαίου τὰ ἀρκοῦντα. Ἀψύρτου πρὸς ὀζαίνα ς .
130 91 ἰξοῦ γ ο γʹ, στυπτηρίας λίτραν αʹ γ ο γʹ, σιδηρίτιδος βοτάνης γ ο ἕξ, ὄξους τὸ ἀρκοῦν. Ἱεροκλέους εἰς τὸ αὐτ ό .
130 92 τὸ σάρον, ᾧ καταμάσσεται ὁ φοῦρνος, ἀποπλύνας ἐν σκεύει καὶ συλλέξας τὸ ὕδωρ, ἐν ἡλίῳ ἐπίχριε, πρότερον ἀποπλύνας τὸν τόπον καὶ ἀποσμήξας ὄξει. Εὐμήλου εἰς τὸ αὐτ ό .
130 93 [10] ἰσχάδας λιπαρὰς ἐν ὄξει σκιλλητικῷ ἀπόβρεξον ἐπὶ ἡμέραις τέσσαρσιν. εἶτα λαβὼν λείωσον ἐπὶ τοσοῦτον, ὥστε αὐτῶν τὰς κέγχρους συλλειωθῆναι. ἐπίβαλλε δὲ καὶ τῶν κρομύων τὸ λευκὸν κατὰ ἀναλογίαν. εἶτα μῖξον ταρίχου κεκαθαρμένου σάρκας δίχα τῶν ἀκανθῶν καὶ τοῦ δέρματος, καὶ λειώσας πάντα ἐπιμελῶς καὶ ποιήσας κατάπλασμα, εἰς ῥάκος ἐπίπλασσε καὶ δέσμει τοὺς πόδας, οὕτω μέντοι, ὥστε πρότερον τρυχίνῳ ῥάκει σφοδρότερον ἀποτριβῆναι καὶ ὄξει ἀποσμηχθῆναι, καὶ οὕτως ἐπιτίθει τὸ ἔμπλαστρον ἐπὶ ἡμέραις δυσί. τὸ μέντοι ζῷον θεραπευόμενον μενέτω ἀκίνητον, ὥστε ἐν τῇ ἱπποστασίᾳ καὶ ἐσθίειν καὶ πίνειν. μετὰ δὲ τρίτην λύσας, εὑρήσεις ὑγιές. Πελαγωνίου εἰς τὸ αὐτ ό .
130 94 μέλαν καλλιγραφικόν, κηκῖδας, στυπτηρίαν ἐξ ἴσου κόψας μετὰ ἀξουγγίου, μῖξον καὶ μήλου φλοιοῦ καὶ ὄξους καὶ ἁλὸς καὶ νίτρου τὸ ἀρκοῦν καὶ ἐπιτίθει. Ἄλλ ο .
130 95 [5] σῦκα καὶ σίνηπι κόψας, ὄξος τε μετὰ στυπτηρίας ὑγρᾶς προσβαλὼν ἐπιτίθει. τῇ δὲ τρίτῃ λύσας, εἰ μὴ αἴσθῃ βοηθηθέν, ἀνανέου τὸ βοήθημα, καὶ πάλιν μετὰ τρεῖς ἡμέρας λύε, καὶ ἡνίκα βελτιωθῇ, τὰ ἄρθρα οἴνῳ κατάπλυνε καὶ λελυμένον τὸν ἵππον ἀπόλυε. Ἄλλ ο .
130 96 ὀποπάνακα μετὰ κριθίνου ἀλεύρου συνεψήσας, ὥστε ἐμπλαστρώδη γενέσθαι, ἐπίθες. Περὶ τοῦ τί ἐστιν ὠμὴ λύσι ς ; ὠμὴ λύσις ἐστὶ μῖξις τήλεως, λινοσπέρμου, κριθίνου ἀλεύρου ἐξ ἴσου.
130 98 [5] Ποῦλβερ κουδριγάριο ν . ἀμώμου, κιναμώμου, μώλυος, σελινοσπέρμου, ἀριστολοχείας ἀνὰ γ ο αʹ, κρόκου, σχοίνου ἄνθους, ῥόδων ἀνὰ γ ο ἕξ, ἴρεως Ἰλλυρικῆς λίτραν αʹ, ἀσάρου γ ο θʹ, πετροσελίνου, ἀννήσου ἀνὰ ξέ. αʹ, κροκομάγματος λίτρας βʹ, ῥέου Ποντικοῦ, κασίας, λιβάνου ἄρρενος, καλαμίνθης ἀνὰ γ ο γʹ, ναρδοστάχυος, νάρδου Κελτικῆς, πεπέρεως μέλανος, κόστου, πάνακος, πεπέρεως μακροῦ, πεπέρεως λευκοῦ ἀνὰ γ ο δʹ. Ἄλειμμα κουδριγάριο ν .
130 99 ταυρείου στέατος, αἰγείου, ἐλαφείου ἀνὰ λίτρας βʹ, χηνείου, κηροῦ Τυρρηνικοῦ, ῥητίνης τερεβινθίνης ἀνὰ λίτραν αʹ, ἐλαίου παλαιοῦ ξέ. αʹ. Ἄλειμμα θερμαντικό ν .
130 100 κηροῦ, ῥητίνης πιτυΐνης, ῥητίνης τερεβινθίνης ἀνὰ λίτραν μίαν, ἀξουγγίου λίτρας βʹ, χαλβάνης, νίτρου, θείου ἀπύρου, δαφνίδων, κυπέρου ἀνὰ γ ο αʹ· Πελαγωνίου ἄλειμμα θερμαντικό ν .
130 101 [5] ῥητίνης τερεβινθίνης, ῥητίνης φρυκτῆς, ῥητίνης Κολοφωνίας, ῥητίνης πιτυΐνης, κηροῦ, μυελοῦ ἐλαφείου, ἐλαίου δαφνίνου, χαλβάνης, ὀποπά νακος. ταῦτα πάντα ἐξ ἴσου σταθμοῦ εἰς χύτραν ἐμβαλών, ἕψει ἐπ’ ἀνθρακιᾶς ἐλαφρῶς, καὶ ἀνελόμενος μετὰ τὸ ἑνωθῆναι καὶ ἀπὸ ψύξεως πυκνωθῆναι, τὸ τηνικαῦτα τῶν ζῴων τὰ μέτωπα καὶ τοὺς νεφροὺς ἀπότριβε. Ἀψύρτου σύγχρισμα πρὸς νεύρων ψῦξι ν .
130 102 [5] κηροῦ γ ο αʹ, ῥητίνης τερεβινθίνης γ ο δʹ, ὀποπάνακος, μυελοῦ ἐλαφείου ἀνὰ γ ο βʹ, στυρακίνου ἐλαίου γ ο γʹ, κυπρίνου ἐλαίου γ ο αʹ, πάντα ταῦτα εἰς ἓν ἑψήσας, χρήσῃ εἰς τοὺς περιεψυγμένους τόπους, χειμῶνος ἐν θερμῷ τόπῳ, θερείας δὲ ἐν αἰθρίᾳ. Σύγχρισμα ἐπὶ ὤμων καὶ ψυῶν καὶ κοξῶν ἡττημένων διεγεῖρον καὶ διογκοῦν τὰ ἡττήματ α , τὸ αὐτὸ δὲ καὶ τετανικοὺς θεραπεύε ι .
130 103 [5] δαφνίδων, σαμψύχου ἀνὰ ξέ. ἕνα, θείου ἀπύρου γ ο γʹ, νίτρου, μάννης καθαρᾶς, ῥητίνης πιτυΐνης ἀνὰ λίτρας αʹ, κυμίνου Αἰθιοπικοῦ γ ο γʹ, ἐλαίου κοινοῦ γ ο γʹ, οἴνου χρηστοῦ ξέ. γʹ, καθεψή σας αὐτό, ἄχρις οὗ γλοιῶδες γένηται, ἀποτίθει ἐν ἀγγείῳ, καὶ ἐν τῇ χρείᾳ ὑποθερμαίνων, χρῶ. Ἀψύρτου συγχρίσματος ἐμβροχὴ πρὸς ὀπισθοτονικού ς .
130 104 [5] δαφνίδων, κυμίνου ἀνὰ ξέ. αʹ, θείου ἀπύρου, χαλβάνης ἀνὰ γ ο γʹ, ῥητίνης τερεβινθίνης λίτραν αʹ, ἐλαίου ξέ. γʹ συνεψήσας, σύγχρισον ὅλον τὸ κτῆνος. βρωτοῖς δὲ ξηροῖς χρῶ κλήμασιν ἀμπελίνοις. Τοῦ αὐτοῦ πρὸς τὰς συνδέσεις ἐμβροχ ή .
130 105 κηροῦ, πίσσης, ῥητίνης φρυκτῆς ἀνὰ λίτραν μίαν, ὀποπάνακος γ ο αʹ, ἐλαίου ξέ. αʹ· ὅταν τακῇ ταῦτα, διηθήσας, ὡς ἔστι θερμά, πρόσβαλλε ὄξος καὶ μάλασσε καὶ χρῶ. Συναλειμμὸς χαλαστικό ς .
130 106 [5] κηροῦ γ ο ϛʹ, προπόλεως γ ο γʹ, ὀποπάνακος γ ο αʹ, χαλβάνης γ ο αʹ, καστορίου γ ο c ʹ, στέατος ταυρείου γ ο ϛʹ, ἀποχύματος γ ο δʹ, πιτυΐνης ξηρᾶς γ ο δʹ, τερεβινθίνης γ ο βʹ, σαμψύχου γ ο βʹ, ἐλαίου ξέ. ἕνα· τὸ καστόριον κόψας καὶ σήσας, εἶτα μετὰ τῶν λοι πῶν ἑνώσας, χρῶ. Θεραπεία ποδῶν κτηνῶ ν .
130 107 [5] εἰς χύτραν καινὴν ἔμβαλλε ἐλαίου ξέ. γʹ, καὶ σαύρας τὰς χλωρὰς καθεὶς εἰς τὸ ἔλαιον, δύο που ἢ καὶ τρεῖς, καὶ πωμάσας τὴν χύτραν καθέψησον, ὡς κατακαυθῆναι τὰς σαύρας εἰς τὸ ἔλαιον, καὶ ἐξελὼν τὰ ὀστᾶ αὐτῶν, ἐπίβαλλε ἀσφάλτου λείας γ ο ϛʹ, πίσσης ὑγρᾶς ξέ. c ʹ, στέατος χοιρείου παλαιοῦ λίτρας βʹ, καὶ πάντα συνεψήσας ἱκανῶς, χρῶ ἀλείφων τὴν ὁπλήν. τοῦτο δὲ ποιήσει κατὰ τὸ ἐγχωροῦν σκληρότερον τοῦ ζῴου τὸν πόδα. Ἄλλο Ἱπποκράτου ς .
130 108 ζύμην, ἅλας, μίλτον, ᾠόν, ὄξει ταῦτα λειοτριβήσας, χρῶ. Ἄλλ ο .
130 109 [5] ῥητίνης γ ο γʹ, κηροῦ γ ο γʹ, τερεβινθίνης γ ο αʹ, ἀξουγγίου λίτρας βʹ, 〈ἐλαίου γ ο βʹ,〉 ὀρόβου ξέ. δʹ, ὄξους κρᾶμα, κώνης γ ο βʹ, πίσσης κοτύλης τὸ c ʹ, ταρίχου παλαιοῦ λίτρας βʹ, μέλιτος κοτύλην μίαν· τὸν τάριχον λειοτριβήσας μετ’ αὐτῶν, καὶ εἰς θυ ὰν ἐμβαλὼν χρῶ. Ἄλλ ο .
130 110 ἀμόργης καὶ παλαιᾶς κέδρου τὸ αὔταρκες καὶ ἀξουγγίου παλαιοῦ μετὰ οἴνου καὶ κονίας ἀσβέστου, λειοτριβήσας ἕκαστον αὐτῶν καὶ ἑψήσας αὐτάρκως μετὰ τῆς ἀμόργης χρῶ. Ἄλλ ο .
130 111 σκορόδων γ ο ἕξ, θείου γ ο δʹ, ἴρεως γ ο ἕξ, ἀξουγγίου χοιρείου λίτρας βʹ, ὄξει ἑψήσας χρῶ. Ἱεροκλέους εἰς τὸ αὐτ ό .
130 112 εὐφορβίου γ ο α c ʹ, καστορίου γ ο αʹ, βδελλίου γ ο βʹ, χαλβάνης, ὀποπάνακος, λιθαργύρου ἀνὰ γ ο βʹ, ἀσφάλτου γ ο ἕξ, μάννης γ ο δʹ, φρυκτῆς γ ο ϛʹ, ἀμμωνιακοῦ θυμιάματος γ ο βʹ. Ἀψύρτου πρὸς τοὺς ἐκ ῥινῶν ὑγρὸν φέροντα ς .
130 113 βούτυρον ἢ ἔλαιον γάρῳ μίξας, διὰ ῥινῶν ἐγχυμάτιζε, εἶτα προσδήσας τὴν κεφαλὴν πρὸς τοὺς πόδας, ἔα νέμεσθαι. Θεομνήστου πρὸς τὰ διὰ ῥινῶν ἀπὸ ψύξεως φερόμενα ὑγρ ά .
130 114 [10] αἷμα ἄφελε ἀπὸ τῶν κροτάφων, ἵνα τῇ τούτου διεξόδῳ τοὺς περὶ τὴν κεφαλὴν τόπους χαλάσῃς, καὶ πᾶν τὸ ἐν κεφαλῇ πεπηγὸς ὑπὸ τῆς ψύξεως φλέγμα λυθὲν κατολισθήσῃ διὰ τῶν μυκτήρων. πρὸ δὲ τῆς τοῦ αἵματος ἀφαιρέσεως ἐλαίῳ θερμῷ καταιονᾶν δεῖ τοὺς περὶ τὸ βρέγμα τοῦ ζῴου τόπους. συνεργήσει γὰρ τὸ τοιοῦτον τῷ χαλασμῷ. ἐγχυματιζέσθω δὲ κονδῖτον ἔντρυγον διὰ τοῦ στόματος καὶ διὰ μυκτήρων, ἵνα ἡ τοῦ πεπέρεως θέρμη λύουσα τὴν ἔμφραξιν, χρέμψεις ἐμποιήσῃ, δι’ ὧν ἀνάγκη διεξοδευθήσεσθαι τὸ λυποῦν. εἰ δὲ τούτων προσαγομένων μὴ λυθῇ τὸ πάθος, ὀποπάνακος δραχμὴν μίαν, καστορίου δραχμὰς ἕξ, λασάρου δραχμὴν μίαν, οἴνου μέλανος ἢ κονδίτου ξέ. αʹ Ἰταλικὸν μίξας, ἐγχυμάτισον ἅπαξ 〈καὶ θαυμάσεις.〉 Ἄλλο Πελαγωνίο υ .
130 115 [5] ἡ ὑγρότης τῶν ῥινῶν διάφορός ἐστιν. εἰ τοίνυν αἱ μύξαι διαυγεῖς ἔσονται, καθημερινῆς ἐστι συνηθείας, καὶ οὐδὲν ἕξουσι φαῦλον. εἰ δὲ παχύτεραι ἔσονται καὶ λευκότεραι, ἐκ τοῦ ἐγκεφάλου κατάγονται. πυρρίζουσαι δὲ καὶ λεπταὶ ἀπὸ ψύξεως παλαιᾶς, καὶ διὰ τοῦτο πυρετοὶ προσημαίνονται, λιπαρώτεραι δὲ καὶ ἀφρώδεις ἐκ τοῦ πνεύμονος ἀναπέμπονται. πυκνότεραι δὲ ἐκ τῶν γλανδουλῶν κατέρχονται. ταῦτά ἐστιν, ἅπερ δεῖ παρατηρεῖν καὶ μνήμῃ παραδιδόναι. Πρὸς τοὺς διὰ μυκτήρων πῦον ἀναφέροντα ς .
130 116 λιβάνου ἄρρενος γ ο μίαν μετὰ οἴνου κοτύλης Ἀττικῆς μιᾶς λείωσον, καὶ χλιάνας δι’ ἀμφοτέρων τῶν μυκτήρων ἐγχυμάτιζε, καὶ μετὰ ταῦτα δαφνοφύλλοις ὑποκάπνιζε. Ἀψύρτου πρὸς σειριασμό ν .
130 117 ἰοῦ γ ο ϛʹ, ἀσβέστου τὸ ἀρκοῦν. Κατάπλασμα πρησμονῆ ς .
130 118 ἄλευρα κρίθινα, ἀξούγγιον, ὄξους τὸ ἀρκοῦν. Πρὸς φάζαινα ν .
130 119 [5] φάζαιναν οὕτως σκορπίσεις· ἀσβέστου λίτραν μίαν, κισσοῦ ἄνθους λίτραν μίαν, λεπτοκαρύων ξέ. ἕνα, ἐλαίου σχινίνου λίτραν μίαν, ἀξουγγίου παλαιοῦ λίτρας βʹ, κυάμου ἄνθους λίτραν αʹ. ταῦτα εἰς ἓν συντρίψας τὸν τόπον ἐπίχριε. Ἄλλο στυπτικό ν .
130 120 ἰοῦ γ ο ϛʹ, χαλκίτιδος, μίσυος, ἀκακίας ἀνὰ λίτρας βʹ, σιδίων ξέ. ἕνα, ὄξους ξέ. γʹ. Πρὸς δρακοντία ν .
130 121 [5] δρακοντίαν οὕτω νοήσεις· φλύκταιναι γίνονται εἰς ὅλον τὸ σῶμα αὐτοῦ καὶ διαλακῶσιν, ὅπερ θεραπεύσεις οὕτως· λήψῃ ἀπὸ ῥυτῆς καὶ ῥόδου καὶ καστορίου, καὶ εἰς ἓν μίξας, πρῶτον τὰς φλυκταίνας αὐτοῦ κατάκαυσον, καὶ οὕτως σύγχριε, μέχρις οὗ ὑγιὴς γένηται. Σύνθεσις τραυματικο ῦ .
130 122 χαλκίτιδος κεκαυμένης, σμύρνης τρωγλίτιδος, σμύρνης προσπνεούσης, ἀλόης ἀνὰ γ ο γʹ, μέλιτος λίτραν αʹ· ταῦτα εἰς θυίαν τρίψας, τῷ τραύματι ἐπίχριε. Ἱεροκλέους σύνθεσις ἀνακολλήματο ς .
130 123 λιβάνου γ ο βʹ, ἑψήματος ξέ. α c ʹ, μαστίχης γ ο γʹ, ῥοδίνου ξέ. αʹ, γύρεως ξέ. α c ʹ, βολβῶν ξέ. αʹ, ᾠὰ ιεʹ, κοχλίας κεʹ. Πελαγωνίου σύνθεσις λιπαρᾶ ς .
130 124 λιθαργύρου γ ο ἕξ, κηροῦ λίτρας βʹ, ψιμυθίου γ ο γʹ, λιβάνου ἄρρενος γ ο δʹ, μυελοῦ ἐλαφείου γ ο βʹ, ἐλαίου λίτρας βʹ· ταῦτα πάντα ἐν οἴνῳ μίξας καὶ ἑψήσας χρῶ. Ἀψύρτου ἡ πισσηρ ά .
130 125 φρυκτῆς λίτραν α c ʹ, πίσσης ξηρᾶς λίτρας βʹ, κηροῦ λίτραν αʹ, ἐλαίου λίτρας βʹ, μελιλώτου γ ο βʹ, οἴνου γ ο ἥμισυ. Ἡ τοῦ Ἀζανίτο υ .
130 126 πίσσης ξηρᾶς γ ο βʹ, κηροῦ γ ο γʹ, στέατος χοιρείου γ ο ϛʹ, οἰσύπου γ ο γʹ, ῥητίνης πιτυΐνης γ ο εʹ, στέατος ταυρείου γ ο ϛʹ. Πρὸς τὰ κακοήθη πάντα ὁ Ἀζανίτης ὁ μέγα ς .
130 127 [5] πίσσης ξηρᾶς γ ο εʹ, στέατος ταυρείου λίτραν αʹ, στέατος χοιρείου παλαιοῦ γ ο ϛʹ, κηροῦ λίτ. β c ʹ, οἰσύπου γ ο ἕξ, ῥητίνης πιτυΐνης λίτ. βʹ, μυελοῦ ἐλαφείου γ ο γʹ, στέατος ὀρνιθείου γ ο ϛʹ, τερεβινθίνης γ ο ϛʹ, στέατος χηνείου γ ο γʹ, χαλβάνης γ ο γʹ, βουτύρου γ ο ϛʹ. Ἡ χλωρ ά .
130 128 ἰοῦ γ ο βʹ, ῥητίνης λιτ. βʹ, ἐλαίου χειμῶνος γ ο γʹ, θέρους γ ο μίαν, κηροῦ γ ο γʹ, ὕδατος τὸ ἀρκοῦν. Ἡ ἐρωμέν η .
130 129 κηροῦ λίτ. μίαν, στεάτος χοιρείου ἀνάλου λίτ. βʹ, ῥητίνης φρυκτῆς λίτ. αʹ, λιβάνου γ ο δʹ, σμύρνης γ ο δʹ, λαπάθου ὀπτοῦ λίτ. βʹ· τὸ λάπαθον εἰς χάρτην εἰλήσας, ἕψει ἐν θερμοσποδιᾷ καὶ λειώσας αὐτὸ ἔμβαλλε εἰς τὴν κηρωτήν. Τὸ Ἀφροδιτάριο ν .
130 130 στέατος ταυρείου λίτ. μίαν, στέατος χοιρείου νεαροῦ λίτ. αʹ, στέατος τραγείου γ ο ἕξ, στέατος προβατείου γ ο ϛʹ, ῥητίνης πιτυΐνῃς λίτ. μίαν, κηροῦ λίτ. μίαν, τήξας καὶ διηθήσας χρῶ. Τὸ πάρυγρο ν .
130 131 κηροῦ λίτ. βʹ, ψιμυθίου γ ο δʹ, ἀμύλου γ ο δʹ, λιθαργύρου γ ο γʹ τήξας χρῶ. Ἡ διὰ χυλοῦ μανδραγόρο υ .
130 132 [10] στέατος χοιρείου παλαιοῦ, πίσσης Βρυττίας, κη ροῦ, φρυκτῆς, ἐλαίου κοινοῦ ἀνὰ λίτ. βʹ, λιθαργύρου, ψιμυθίου, στυπτηρίας σχιστῆς ἀνὰ γ ο γʹ, μίσυος, κηκίδων, χαλκίτεως ἀνὰ γ ο βʹ, ὀπίου, ὀποπάνακος, ἀλόης ἡπατικῆς, σμύρνης, λιβάνου ἀνὰ γ ο αʹ, μανδραγόρου χυλοῦ γ ο γʹ, ὄξους δριμυτάτου τὸ ἀρκοῦν· τὰ τηκτὰ ἔμβαλλε εἰς θυίαν, καὶ ἀναλαμβάνων ἐπίβαλλε τὰ ξηρά, καὶ ποίει ζύμην. ἐὰν δὲ βούλῃ ἀναλῦσαι, ποιήσεις οὕτως· τοῦ φαρμάκου λίτ. μίαν, κηροῦ λίτ. μίαν, πίσσης Βρυττίας λίτ. αʹ, ἐλαίου κοινοῦ λίτ. ἕξ. Ἱεροκλέους βαρβάρα σκευασία τεθυμιασμέν η .
130 133 [5] ἀσφάλτου Ἰουδαϊκῆς, πίσσης ξηρᾶς, κηροῦ, ῥητίνης ἀνὰ λίτ. αʹ, τερεβινθίνης γ ο βʹ, λιθαργύρου γ ο αʹ, ψιμυθίου γ ο α c ʹ, μάννης γ ο βʹ, ὀποπάνακος γ ο βʹ, σμύρνης γ ο αʹ, ἐλαίου γ ο γʹ, ὄξους τὸ ἀρκοῦν. 〈ἐν ταύτῃ ἔλεγεν .. πάσας τὰς τῶν μωνύχων πληγὰς τεθεραπευκέναι (τῇ) διασαφηνουμένῃ πρότερον, ἐπιτιθεμένῃ (δι’) ὀξάλμης, ἢ ἀναλύων κηρῷ καὶ ῥοδίνῳ.〉 Ἀψύρτου βρεκτῶν σκευασί α , ὧν διδόασιν οἱ Καππάδοκες τοῖς λεπτοῖς ἵπποι ς .
130 134 [10] κριθῆς μοδίους γʹ, φάβατος ξέ. γʹ, ἐρεβίνθου ξέ. ηʹ, φασιουλύου ξέ. ηʹ, ὀρόβου ξέ. βʹ, οἴνου ξέ. βʹ· ταῦτα ἐμβρέξας ἑσπέρας καὶ ἕωθεν συμμίξας καὶ ὀλίγον ἀποξηράνας, δίδου ἡμιμόδιον καστρίσιον ἑσπέρας καὶ ἡμιμόδιον ἕωθεν, ἵνα καθ’ ἡμέραν μόδιον καστρίσιον ἐσθίῃ τὸ κτῆνος. ἐὰν οὖν ᾖ κάτισχνον τὸ κτῆνος, φάγεται τὰ προγεγραμμένα ἡμέρας ἑξῆς κʹ καὶ αʹ· εἰ δὲ μή, ιεʹ ἢ ζʹ. ἐν αἷς δὲ ἡμέραις τρώγει, μὴ ἐξερχέσθω ἐκ τῆς ἱπποστασίας, ἀλλ’ ἐκεῖ πινέτω. οἱ δὲ Σύροι προσβάλλουσι τῇ μίξει ταύτῃ στροβίλων ξέ. αʹ, σταφίδων ξέ. αʹ, διδοῦσι δὲ ἐπὶ ἡμέραις ἑπτὰ ἑστῶτι ἐν ἱπποστασίᾳ σκοτεινῇ, κατάξηρον ἐχούσῃ τὸ ἔδαφος Βοήθημα πρὸς πάθη διάφορα καὶ πρὸς τὸ σκιὰς ἐκ τῶν στάβλων διῶξαι 〈διὰ πείρα ς .
130 135 [5] 〉 μαγνήτου λίθου γ ο αʹ, Σολομωνιακοῦ λίθου γ ο βʹ, πάνακος γ ο αʹ, ἀσφάλτου γ ο ϛʹ, θείου γ ο αʹ, πευκεδανίου γ ο ἕξ, μίξας ἐν ταὐτῷ ῥητίνῃ [καὶ] τερεβινθίνῃ, ἀναλάμβανε καὶ χρῶ. 〈Εὐμήλου〉 πρὸς ναυτιασμό ν .
130 136 [5] ναυτιασμὸν 〈καὶ τὸν περὶ τὰ σιτία πλάδον〉 παύει μελάνθιον λελειωμένον ὡς δύο κύαθοι, μιγέντες μετὰ ἐλαίου ξέ. γʹ καὶ οἴνου ξέ. αʹ, καὶ διδόμενον. ἢ σκορόδου κεφαλὴν μίαν λειώσας μετὰ οἴνου ἡμίνης μιᾶς διὰ κέρατος δίδου. Εὐμήλου πρὸς πόνον ἄρθρω ν .
130 137 [5] αἵματος ἀφαίρεσις ἐξαιρέτως ὠφελεῖ. εἰ δὲ τὰς συμβολὰς ἀλγήσοι ἢ καὶ ὑποπύους ἕξει, θεράπευε οὕτως· ἴρεως κεκομμένης, λιβάνου ἀλεύρου, κηκῖδος ἐρυθρᾶς, ὀποπάνακος ῥίζης, ἀριστολοχείας ἀνὰ γ ο αʹ ἀνακόψας χρῶ. Πρὸς γλωσσίδ α .
130 138 τὴν φλέβα τὴν ὑπὸ τὴν γλῶσσαν κατακέντει καὶ κατάπλασσε ὄξει σὺν λασάρῳ καὶ πιτύροις, τροφὴν δὲ δίδου καὶ πόμα χλιαρὸν ὕδωρ. Ἱπποκράτους περὶ γλώσσης διακοπῆ ς .
130 139 γλῶσσα ἐὰν διακοπῇ, κηκῖδα ἀφέψησον μετὰ οἴνου μέλανος, καὶ ἀνελόμενος χρῶ, ἢ κενταύριον κόψας ἔμπλασσε. Ἄλλ ο · Πελαγωνίου 〈πρὸς γλῶσσαν κεκομμένη ν .
130 140 〉 ἶριν μετὰ μέλιτος μαλάξας, ἐπίθες τῇ γλώσσῃ, καὶ οἴνῳ ταύτην ἀποπλύνας. μετὰ μίαν ἡμέραν πάλιν τῇ αὐτῇ κέχρησο μεθόδῳ ἄχρι τῆς τελείας ἰάσεως. Εὐμήλου πρὸς τοὺς ἀπὸ παρουλίδων κάμνοντα ς .
130 141 αἷμα ἀπὸ τοῦ ἀνωτέρου τῆς παρειᾶς μέρους λάμβανε, καὶ τὰ οὖλα κεντεῖσθαι κέλευε, οὕτω τε ἅλατι ἀπότριβε, ἄχρις οὗ ὑγιάνοι. Εἰ δακτύλιος πρόπτωσιν ὑπομείν η .
130 142 [5] ἐὰν ὁ δακτύλιος πρόπτωσιν σχῇ, πυριάσας αὐτὸν ἐλαίῳ καὶ στέατι προβατείῳ καὶ ὕδατι χλιαρῷ κατ’ ὀλίγον ὤθει ἐπὶ τὰ ἔσω, καὶ τότε ῥητίνην φρυκτὴν λειώσας μετὰ τῶν προειρημένων εἰδῶν τῷ δακτυλίῳ ἐπίβαλλε. Πρὸς τὰ ἐν τῇ ἕδρᾳ πάθ η .
130 143 [5] εἰ δὲ τὸ περὶ τὴν ἕδραν πάθος πολὺ εὑρεθείη ἐκ πολλῆς δριμύτητος ἤτοι κνησμοῦ, θεραπεύσεις οὕτως· βοτάνην πεντάφυλλον λαβὼν καὶ σκορόδου κεφαλὰς ιεʹ, ταῦτα λειώσας, ποίει παστίλους, οὕσπερ ἀναλάμβανε μέλιτος γ ο ἓξ καὶ ἐλαίου ξέ. ἑνί. ἔπειτα διὰ μυκτῆρος ἔμβαλλε ἀριστεροῦ. ἢ καὶ κονίας στακτῆς ξέ. βʹ μετὰ οἴνου ἡμίνας μιᾶς προπότιζε. Περὶ ἀφοδεύσεω ς .
130 144 ἐὰν ἀφοδεῦσαι μὴ δύνηται ἵππος, λαβὼν νίτρον καὶ ᾠὰ τέσσαρα καὶ ἐλαίου κοτύλας δʹ καὶ ὕδατος θερμοῦ κοτύλας δʹ, ἔγχει εἰς τὴν ἕδραν κλυστῆρι. Περὶ ἕδρας κεκομμένη ς .
130 145 ἕψων τὸν λιβανωτὸν ἐν οἴνῳ εὐώδει ἐπίθες, ἔπειτα ἡψημένης ἴρεως τὴν σποδὸν τρίψας λίαν ἐπαλείφων ἐλαίῳ ἐπίπασσε, 〈καὶ τοῦτο δὲ θερμῷ ὕδατι ἀφεψῶν.〉 Εὐμήλου κοιλίας κάθαρσι ς .
130 146 [5] κοιλίαν κάθαιρε οὕτως· σικύου ἀγρίου ῥίζης τὸ ἀρκοῦν, λασάρου γράμματα ἕξ, μέλιτος ξέ. δʹ, ὕδατος θερμοῦ ξέ. ηʹ· ταῦτα λειώσας καὶ θερμάνας, διὰ τοῦ δακτυλίου ἔμβαλε, καὶ τούτῳ δαψιλέστερον κέχρησο, μέχρις οὗ τὸ βοήθημα τὰ ἐντὸς πάντα διαδράμῃ, καὶ περιπατείτω, ἕως οὗ καθαρθῇ τὴν γαστέρα. εἰς δὲ τὸ πόμα μελίκρατον δίδου, προσβαλὼν νίτρου καὶ ἐλλεβόρου. Θεομνήστου καθαρτικῶν φαρμάκων ἔκθεσι ς .
130 147 [10] σκύλακα ἀρξάμενον ἐσθίειν σφάξας, μαδίσας καὶ καθεψήσας, ἔπειτα ῥίψας αὐτοῦ πάντα τὰ ἔγκατα, καὶ τῷ ζωμῷ μίξας οἴνου εὐώδους ξέ. αʹ, μέλιτος ξέ. αʹ, ποίει τὸν πάντα ζωμόν, διηθήσας ὀθονίῳ, ἵνα τὸ ὀστᾶ μείνῃ ἐν τῷ λέβητι, κοτυλῶν ἓξ μέτρῳ, καὶ τούτου ἑνὶ ζῴῳ ἐγχυμάτιζε ἐπὶ τρισὶν ἡμέραις ἀνὰ κοτύλας βʹ, νίτρου προσβάλλων χεῖρα. εἰ δὲ μὴ εἴη σκύλαξ, χοίρου πιοτάτου ἀκρωνάριον ἓν σὺν τῷ μηρῷ καθέψησον, καὶ τὰ αὐτὰ προσβάλλων χρῶ. ἡμεῖς δὲ ἐχρησάμεθα καὶ τιθυμάλῳ λευκῷ καὶ ἀριστολοχείᾳ λεπτῇ καὶ κενταυρίῳ λεπτῷ, καθέψοντες ταῦτα καὶ διηθοῦντες, καὶ μέλιτι συμμιγνύντες ἐγχυματίζομεν 〈καθὼς ἐπὶ τοῦ χοιρ[ε]ίου εἴρηται ζωμὸν ποιοῦντες.〉 Περὶ καθάρσεω ς .
130 148 ἐὰν τεκοῦσα φορὰς μὴ καθαίρηται ἤ τινα ἄλλην νόσον ἔχῃ κατὰ κοιλίαν, οἰνελαίῳ δεύσας τιθύμαλον καὶ ἀξούγγιον ἐγχυμάτιζε διὰ τοῦ στόματος, ἢ κράμβης φύλλα κόψας ἐπιτίθει. Εὐμήλου πρὸς νώτου παρακίνησι ν .
130 149 [5] ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεύσας ἐπιτίθει. εἰ δὲ πνεύμονα ποιήσῃ, τεμὼν ἐκ βάθους τοῦτον, ἀφόδευμα ἵππου μετ’ ὄξους καὶ ἐλαίου καὶ ἁλὸς ἀνέφθου λελειωμένου μίξας ἐπιτίθει τῷ τραύματι, καὶ θεραπεύσεις. Πρὸς τὸ κορδύλας ἆρα ι .
130 150 χαλκίτεως ἄνθους, ἰοῦ, σπέκλου, νίτρου, ἁλός, ὄξους τὸ ἴσον μίξας ἐν ταὐτῷ καὶ λειώσας χρῶ. Εὐμήλου πρὸς τὸ ἀποθέσθαι ζῷα τὴν ἀγριότητ α .
130 151 πτερὸν ὀρνιθίου οἵῳ βούλει τρόπῳ δίδου καταπιεῖν. Πρὸς λαιμὸν τετραχυμμένο ν .
130 152 ἐὰν τὴν φάρυγα τετραχυμμένην ἔχῃ τὸ ζῷον καὶ μὴ φέρῃ πῦον, τραγάκανθαν ἐν ὕδατι λύσας, καὶ κόλλης Ῥοδιακῆς γ ο αʹ ἐν οἴνου λίτρας c ʹ λειώσας, ἐγχυμάτιζε. Φάρμακον μαλακτικό ν .
130 153 κηροῦ στατῆρας ἕξ, ἐλαίου κοτύλην αʹ, ῥητίνης Κολοφωνίας στατῆρας γʹ ἐν ταὐτῷ μίξας καὶ ἑψήσας εἰς ἄγγος ἀποτίθει καὶ χρῶ. Πταρμικό ν .
130 154 νίτρον καύσας, καὶ στρουθίον καὶ πέπερι λευκὸν καὶ ἶριν Ἰλλυρικὴν καὶ μελάμπυρον κόψας καὶ σήσας, ἐμφύσα εἰς τὰς ῥῖνας. Σηπτικ ή .
130 155 ἀρσενικοῦ γ ο δʹ, λεπίδος γ ο γʹ, ἐλλεβόρου μέλανος γ ο βʹ, ταῦτα μετὰ ἰσχάδων κόψας καὶ σὺν ἐλαίῳ μίξας χρῶ. Ἀρωματικὴ 〈ἱππική 〉 .
130 156 [5] κασίας, κινναμώμου ἀνὰ γ ο γʹ, ζιγγιβέρεως γ ο δʹ, κόστου λίτραν αʹ, ἀμώμου γ ο γʹ, καλάμου ἀρωματικοῦ γ ο ϛʹ, σχοινάνθης γ ο ϛʹ, κροκομάγματος λίτ. μίαν, κρόκου γ ο μίαν, σμύρνης τρωγλίτιδος γ ο δʹ, ξυλοκινναμώμου γ ο δʹ, πεπέρεως λευκοῦ γ ο ϛʹ, ὀποπάνακος, γεντιανῆς, ἴρεως Ἰλλυρικῆς ἀνὰ λίτ. αʹ, ἀριστολοχείας, παι ονίας ἀνὰ γ ο ἕξ. Ἱεροκλέους ἀρωματικὴ σκευασί α .
130 157 [5] φύλλου, κόστου, ἀμώμου, ναρδοστάχυος, κασίας, σχοινάνθης ἀνὰ γ ο ηʹ, ἴρεως, καρδαμώμμου ἀνὰ γ ο ϛʹ, μελιλώτου ξέ. αʹ, ὑσσώπου ξέ. αʹ, νάρδου Κελτικῆς, πετροσελίνου, ξυλοβαλσάμου ἀνὰ γ ο ηʹ, λασάρου, καλάμου ἀρωματικοῦ, κόκκου Κνιδίου ἀνὰ γ ο ϛʹ, σαμψύχου ξέ. αʹ, ῥόδων ξηρῶν τὸ ἴσον, ἀριστολοχείας, γεντιανῆς, γλυκορίζου, πευκεδανίου, κενταυρίου, κρόκου, πεπέρεως, τραγακάνθης ἀνὰ γ ο ϛʹ, φοίνικας ρʹ, μέλιτος ξέ. εʹ, ἐλαίου ξέ. ιʹ, ᾠὰ ρνʹ, οἴνου πρωτείου Μεγαρικὸν 〈ξέ.〉 αʹ. Σκευασία ἱππακόπο υ .
130 158 [5] μέλιτος, κηροῦ ἀνὰ γ ο αʹ, μολυβδαίνης γ ο αʹ, χαλκοῦ μέλανος γ ο c ʹ· ταῦτα ἔγχεε ἐπὶ τρίτον κινῶν, ἕως φοινικοῦν γένηται, προσβάλλων ὄξους κύαθον ἕνα, 〈εἶτα κερωνίαν προσμισγομένου τοῦ νηρίου βοτανίου ἕψων εἰς ὕδωρ, καὶ κόψας τὴν βοτάνην μετὰ ὀξυγγίου.〉 τὸ δ ’ αὐτὸ ποιεῖ ἐ π ’ ἀνθρώπω ν . Ἱεροκλέους σκευασία ἱππακόπο υ .
130 159 ὀποπάνακος, χαλβάνης, καστορίου, ἀμμωνια κοῦ, εὐφορβίου, πυρέθρου, τερεβινθίνης ἀνὰ γ ο δʹ, σαμψύχου, ἐλαφείου μυελοῦ ἀνὰ γ ο ϛʹ, σμύρνης, πομφόλυγος ἀνὰ γ ο δʹ, κηροῦ λίτ. εʹ, ἐλαίου ξέ. ηʹ. Ἱππασίου Ἠλείου σύνταγμ α .
130 160 ἀξούγγιον προβάτειον, λιθάργυρον, ἔλαιον, οἶνον· ταῦτα πάντα ἀναλαμβάνων χρῶ πρὸς ἑλκώσεις καὶ οἰδημάτων προσφάτων θεραπείαν. ποιεῖ δὲ τοῦτο ἐξαιρέτως καὶ ἐπὶ σπονδύλων βοῶ ν . Ἱπποκράτους ἀνακόλλημ α .
130 161 ἑψήματος, τραγακάνθης, κρόκου, στροβίλου, χαλκίτεως, ᾠῶν τὰ ἀρκοῦντα μίξας χρῶ. Ἱεροκλέους ἀνακολλητικό ν .
130 162 λιβάνου γ ο γʹ ἢ δύο, μαστίχης γ ο βʹ, κυμίνου γ ο γʹ, ἑψήματος ξέ. α c ʹ, ῥοδίνου ξέ. αʹ, βολβῶν ξέ. α c ʹ, ᾠὰ ιεʹ. Τοῦ αὐτοῦ σκευασία τετραφαρμάκο υ .
130 163 ἀριστολοχείας στρογγύλης, γεντιανῆς, βδελλίου, δαφνίδων ἀνὰ γ ο ἕξ. Λεύκην θεραπεῦσαι ἄνευ σμίλη ς .
130 164 φλόμον κόψας, κατάπλασσε τὸν ἀλγοῦντα τόπον. εἶτα χαμαιλεύκην κόψας, τὸν λοιπὸν τόπον κατάπλασσε καὶ ἐπιδέσμει. Ὁ ἠριγέρω ν , ποιῶν πρὸς κατακαύματα καὶ μάλιστα πρὸς νευροτρώτου ς .
130 165 [5] χαλβάνης γ ο γʹ, ἀποχύματος γ ο ἕξ, φρυκτῆς γ ο ϛʹ, τερεβινθίνης γ ο γʹ, κηροῦ, ἐλαίου, χυλοῦ ἠριγέροντος ἀνὰ λίτρας αʹ· ἕψει τὸ ἔλαιον μετὰ τοῦ χυλοῦ, ἕως ἂν ἑνωθῶσιν. εἶτα τὰ τηκτὰ τήξας καὶ μίξας, χρῶ. Σκευασία λιπαρᾶ ς .
130 166 λιθαργύρου λίτρας εʹ, μολυβδαίνης λίτ. γʹ, ψιμυθίου λίτ. ζʹ, σαρκοκόλλης γ ο ηʹ, μάννης γ ο δʹ, κηροῦ λευκοῦ λίτ. ιγʹ, ἀξουγγίου νεαροῦ λιτ. ιʹ, ῥοδίνου λίτ. ζʹ, ᾠὰ νʹ, οἴνου παλαιοῦ τὸ ἀρκοῦν. Πελαγωνίου κατασκευὴ λιπαρᾶ ς .
130 167 λιθάργυρον, ψιμύθιον, λίβανον ἄρρενα ἐπ’ ἴσης λαβών, τρῖψον, καὶ προσβαλὼν κρόκου, ἐλαίου, μέλιτος τὸ ἀρκοῦν χρῶ. Εἰ τὸ τράγανον τῶν ῥινῶν σχισθ ῇ .
130 168 [5] ὅταν τὸ τράγανον τῶν ῥινῶν σχισθῇ, καὶ πλῆθος αἵματος ἀποπέμπηται μὴ δυνάμενον στῆναι, σπογγάριον μετὰ ὄξους καὶ ἀλεύρου λιβανωτοῦ ἐπιθείς, δῆσον, ἕως οὗ τραῦμα γένηται. τὸ δὲ τραῦμα θεραπεύσεις ἐμπλάστρῳ τραυματικῇ. Ἐὰν ἵππος τὸν ἑαυτοῦ πόδα μασᾶσθαι ἄρξητα ι .
130 169 κόπρον ὑγρὰν κυνὸς μετὰ ὄξους δριμυτάτου συμμίξας ἐπίπλασσε συνεχῶς. Ξηρίον τεθρίππο υ .
130 170 ἀκόρου Ποντικοῦ γ ο αʹ, σμύρνης γ ο γʹ, πεπέρεως γ ο ϛʹ, κροκομάγματος γ ο βʹ, ἴρεως Ἰλλυρικῆς γ ο γʹ, ὑσσώπου γ ο αʹ, μαλάγματος, σκορόδου, ἅλατος Ποντικοῦ ἀνὰ γ ο βʹ. Περὶ λαχανισμο ῦ .
130 171 [5] ἐὰν χειμῶνος ὥρᾳ λαχανίσαι θέλῃς ζῷον, πρὸ μιᾶς ἡμέρας ἕψησον ἐπιμελῶς τὸ λάχανον καὶ ποίει ὡς κολλύρας, βαλὼν ἔλαιον καὶ ἅλας λελειωμένον καὶ πετροσέλινον καὶ κύμινον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, τῇ δὲ ἑξῆς ξηροτέραν τὴν ἄρτυσιν ποίει ἀξούγγιον προστιθείς, καὶ δίδου. Περὶ ἀξουγγιασμο ῦ .
130 172 [5] κάλλιστον βοήθημα χειμῶνος ὥρᾳ διδόναι τῷ ζῴῳ πρὸς τὰ ἐντὸς ἐπιγενόμενα πάθη ἀξούγγιον μετὰ πίσσης ὑγρᾶς καὶ ἐλαίου, θερείας δὲ ἀξούγγιον μετὰ μέλιτος καὶ βουτύρου καὶ πράσων καὶ ἐλαίου ῥοδίνου. τοῦτο δὲ πολλάκις λαμβανέτω τὸ ζῷον. Κατασκευὴ τεθρίππου τοῦ λεγομένου κουδριγαρίο υ .
130 173 [5] νάρδου Συριακῆς ἤτοι Ἰνδικῆς, κρόκου Σικελικοῦ, σμύρνης τρωγλίτιδος, σχοινάνθης, πεπέρεως μέλανος, πεπέρεως λευκοῦ, κασίας μελαίνης, χαμαίδρυος, νάρδου Κελτικῆς, κινναμώμου, κρομύων Ἰνδικῶν, ἀγαρικοῦ Ποντικοῦ, λιβάνου ἄρρενος, ἴρεως λευκῆς, καλαμίνθης, λασάρου Ποντικοῦ, γεντιανῆς, πετροσελίνου ξηροῦ, κασίας σύριγγος· πάντα ἐπ’ ἴσης σταθμῷ τῷ δοκοῦντί σοι κόψας καὶ σήσας χρῶ. Σημεῖα πάθους παραλυτικο ῦ .
130 174 [5] σημεῖα ἐν τοῖς παραλυτικοῖς ἐστι ταῦτα· χείλη δύσμορφα καὶ παρειμένα, γλῶσσα τῷ πάθει νενεκρωμένη, ὁ εἷς τῶν ὀφθαλμῶν μικρότερος, ἡ μία ἀκοὴ καθειμένη. θεραπεύσεις οὖν οὕτως· πρότερον τὰ χείλη διαξέσας, ἀλοιφῇ χρῆσαι τοιαύτῃ· ἐλαίου παλαιοῦ, ἀσφάλτου, ῥητίνης πιτυΐνης ἀνὰ γ ο ἕξ, ἀμμωνιακοῦ λίτραν μίαν, χαλβάνης γ ο αʹ, προπόλεως τὸ ἴσον, μάννης γ ο ἕξ, μυελοῦ ἐλαφείου γ ο αʹ, πάντα ἑψήσας ἐν ταὐτῷ χρῶ. Κατάπλασμα ἰσχιατικό ν .
130 175 ὄξος καὶ ὕδωρ ἐπ’ ἴσης μετὰ ῥητίνης ἕψησον καὶ ἐπίβαλλε κρίθινον ἄλευρον, ὥστε σύστασιν ἔχειν καταπλάσματος, τοῦτο θερμὸν τοῖς πάσχουσι πρόσαγε τόποις. Πρὸς πᾶν οἴδημ α , εἰ μήπω ἐστὶ θερμὸν ἢ ἔχει πυράκτωσι ν .
130 176 [5] ποιεῖ δὲ καὶ πρὸς ἀνθρώπου ς . κηροῦ, πίσσης, ῥητίνης Κολοφωνίας, ἀμμωνιακοῦ ἀνὰ γ ο ἕξ, στέατος χοιρείου γ ο βʹ, νίτρου, ἀσβέστου, βολβοῦ, κόπρου περιστερῶν ἀνὰ γ ο μίαν, κεδρέας γ ο ϛʹ, ὕδατος καὶ στακτῆς ὀλίγον. Ἔμπλαστρος πρὸς πάντα τὰ κακοήθη τραύματα καὶ φαγεδαινώματα καὶ χρόνια ἀντικνήμια καὶ ἀποστήματ α , μάλιστα τὰ παρὰ τὸν δακτύλιο ν .
130 177 [10] ψιμυθίου, λιθαργύρου, μαστίχης, χυλοῦ ὑοσκυάμου, μυρσινελαίου, πάντα ἰσα· τὸ ψιμύθιον καὶ τὴν λιθάργυρον ἅμα τῇ μαστίχῃ προλειῶν, ἐπιβάλλων τοῦ μυρσινελαίου καὶ τοῦ χυλοῦ τοῦ ὑοσκυάμου σταγόνα πρὸς σταγόνα, ἀναλάμβανε, καὶ ποιῶν ἔμπλαστρον, ἀπόθου ἐν μολυβδίνῳ ἀγγείῳ. εἰ δὲ καὶ ἀποσκληρυνθῇ τῷ χρόνῳ, ἅμα τῷ μυρσινελαίῳ καὶ ὀλίγῳ οἴνῳ ἀναμαλάσσων χρῶ. Πρὸς κριθιάσαντα ἵππον καὶ πεπτωκότα καὶ μὴ δυνάμενον περιπατῆσαι ἢ ἐγερθῆνα ι .
130 178 [5] συκῆς ἀγρίας φύλλα συλλέξας κόψον ἐπιμελῶς, καὶ βάλε εἰς χλιαρόν, καὶ ἠθμῷ διηθήσας, εἰς κέρας τε βαλών, δὸς πιεῖν δὶς ἢ καὶ τρίς, καὶ μετὰ βίας διακίνησον, καὶ ἕξεις αὐτὸν ὑγιᾶ. Ἔμπλαστρος ἡ διὰ δικτάμνο υ .
130 179 [10] λιθαργύρου δραχμὰς ρʹ, κολοφωνίας δραχμὰς νʹ, κηροῦ δραχμὰς κεʹ, ἀμμωνιακοῦ θυμιάματος, ἀριστολοχείας ἀνὰ δραχμῶν ιϛʹ, μάννης, χαλβάνης ἀνὰ δραχμῶν ιβʹ, ἰοῦ, χαλκοῦ κεκαυμένου, δικτάμνου, ἀλόης, προπόλεως ἀνὰ δραχμὰς ηʹ, λεπίδος χαλκοῦ, διφρυγοῦς, γεντιανῆς ἀνὰ δραχμὰς ἕξ, ἐλαίου γ ο ιδʹ. ἕψει τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἕως ἀμολύντου. εἶτα ἐπίβαλλε ἰὸν καὶ ἕψει ὡσαύτως, εἶτα ῥητίνην, ἀμμωνιακὸν σεσησμένον, καὶ ἕψει, εἶτα διφρυγές, καὶ πάλιν ἕψει, καὶ τότε ἐπίβαλλε τὸν κηρόν, καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίβαλλε χαλβάνην μετὰ τῆς προπόλεως μαλαχθεῖσαν, καὶ ἕψει ὀλίγον. ὕστερον δὲ χλιάνας, ἐπίβαλλε ἀλόην, μάνναν, δίκταμνον, ἀριστολοχείαν, γεντιανήν, κἂν μολύνηται, ἐπὶ κούφῳ πυρὶ ἕψει. καλὸν δέ ἐστι καὶ ὀλίγον ὕδωρ ἐπιβάλ λειν, ἵνα μὴ καῇ ἡ λιθάργυρος. Ἔμπλαστρος πρὸς πᾶν πάθος διαφόρως μεθοδευομένη καὶ ἐνεργοῦσα πρὸς παλαιὰ ἕλκη καὶ πρόσφατ α .
130 180 [5] ἐλαίου χρηστοῦ γ ο θʹ, ἀσφάλτου Ἰουδαϊκῆς, κηροῦ λιπαροῦ, ῥητίνης φρυκτῆς, πίσσης καθαρᾶς ἀνὰ λίτρ. αʹ, λιθαργύρου, ψιμυθίου, ἰοῦ ξυστοῦ ἀνὰ δραχμὰς ιʹ, στυπτηρίας σχιστῆς, χαλκάνθης, χαλκίτεως, κρόκου ἀνὰ δραχμὰς δʹ, ἀμμωνιακοῦ θυμιάματος, λιβάνου ἄρρενος, ἀλοής ἡπατικῆς, σμύρνης τρωγλίτιδος, ὀπίου Θηβαικοῦ δραχμὰς ιϛʹ, ὄξους δριμέος τὸ ἀρκοῦν. Ἔμπλαστρος ἡ ἀνώδυνο ς , τὰ ὑπερβάλλοντα τῶν φλεγμονῶν διαφοροῦσ α .
130 181 [5] ἀσφοδέλου χυλοῦ, περδικίου χυλοῦ ἀνὰ γ ο δʹ, κηροῦ, βουτύρου νεαροῦ, ἀξουγγίου, ἀσβέστου, μυελοῦ μοσχείου ἀνὰ γ ο γʹ, νίτρου ἀφροῦ, κιμωλίας, τρυγὸς οἴνου κεκαυμένης, νίτρου ἀνὰ δραχμὰς ιβʹ, κόλλης ἀπὸ γυρίου ἡψημένης δραχμὰς ιβʹ, μελιλώτου σπέρματος κοπέντος καὶ ἑψηθέντος δραχμὰς ιβʹ, ἐλαίου καλοῦ λιτρας γʹ· σκεύαζε καὶ χρῶ. Ἄλλη ποιοῦσα πρὸς τὰ εἰρημέν α .
130 182 [5] κηροῦ, Κολοφωνίας, στέατος χηνείου, ψιμυθίου ἀνὰ δραχμὰς ιϛʹ, πίσσης δραχμὰς δʹ, χυλοῦ κράμβης κοχλιάριον c ʹ, λινοσπέρμου τὸ ἴσον, στρατιώτου χυλοῦ κοχλιάριον αʹ, μελιλώτου χυλοῦ τὸ ἴσον, γάλακτος βοείου τὸ ἴσον, ᾠὰ δʹ, ἐλαίου λίτ. βʹ. Τροχίσκος δυσεντερικὸς Γρηγορίο υ .
130 183 [10] ἀμύλου, ἀκακίας ἀνὰ γ ο αʹ, λυκίου γ ο α c ʹ, κρόκου, σμύρνης, λιβάνου ἀνὰ γ ο ϛʹ, ὀπίου γ ο γʹ· πάντα λειώσας ἐπιμελῶς ἰδίᾳ ἕκαστον, ἔπειτα ἑνώσας, πάλιν λείου μετὰ ἀποζέματος ῥόδων ἢ ἰτέας ἢ μυρρίνης χλωρᾶς ἐπὶ ἡμέρας δύο εἰς θυίαν, ἔπειπα ξηράνας χρῶ, ἐπιβάλλων ἐκ τοῦ εἰρημένου ἀποζέματος. καὶ ἐὰν μὲν ἔστι τὸ πάθος χρόνιον, πρῶτον δεῖ κλύζειν τὸ ἔντερον χυλῷ ἰτέας. εἰ δὲ ὕφαιμά εἰσι τὰ φερόμενα, προσπλέκειν τὸν αἱματίτην λίθον μετὰ τοῦ τροχίσκου καὶ χρῆσθαι. ἐξ αὐτοῦ δὲ τοῦ τροχίσκου δύναταί τις ποιῆσαι καὶ ὑποθέματα ἐπιμήκη. ποιεῖ δὲ καταχριόμενος ἐπὶ ὀμφαλῷ καὶ στομάχῳ καὶ κοιλίᾳ. Ἐπίθεμα κοιλιακό ν .
130 184 χαμαιρεφάνου, κόκκων κνίδης, μαστίχης, κηροῦ ἀνὰ γ ο βʹ, μέλιτος γ ο αʹ, ἀσκαμμωνίας γ ο βʹ· τὸν κηρὸν μετὰ τοῦ μέλιτος λύσας, καὶ τὰ λοιπὰ ποιήσας ξηρία, ἐπίπασσε καὶ ἐπίχριε, καὶ κινεῖ τὴν γαστέρα. Κατάπλαστος τριμερὴς συνακτικ ή .
130 185 ἰτέας τὸν φλοιὸν ἢ πίτυος κόψας καὶ σήσας καὶ δρομάδος ἐλάφου κέρας καύσας καὶ τρίψας καὶ βρόμους ἀλέσας καὶ ἐν τῷ αὐτῷ ἑνώσας χρῶ εἰς τὰ καθαρὰ ἕλκη καὶ ὑπερέχοντα. Μάλαγμα πρὸς πάντα ποιοῦ ν .
130 186 κηροῦ λίτρας βʹ, στυπτηρίας .. αʹ, λιθαργύρου 𐆃 αʹ, ῥητίνης πιτυΐνης γ ο ἕξ, ἀμμωνιακοῦ γ ο ἕξ, θείου γ ο ἕξ. Ἄλλο μάλαγμα διάσπερμο ν .
130 187 [5] κηροῦ λίτραν α c ʹ, ἀνήθου γ ο ἕξ, ἀβροτόνου σπέρ ματος γ ο γʹ, καλαμίνθης σπέρματος γ ο δʹ, δαφνίδων λεπτῶν γ ο ἕξ, ἀμμωνιακοῦ λίτραν αʹ, ῥητίνης ἀστλώσης γ ο ἕξ, σελίνου γ ο ἕξ, ταῦτα βαλὼν εἰς κάκκαβον ἕψει. καὶ ὅταν ἑψηθῶσιν, βαλὼν εἰς τρουλλίον ὕδωρ ψυχρόν, κένωσον καὶ ἐξελῶν χρῶ. Σύγχρισμ α .
130 188 [5] κηροῦ λίτρας βʹ, ῥητίνης πιτυΐνης λίτρας δʹ, ἀμμωνιακοῦ γ ο ἕξ, ὀποπάνακος γ ο γʹ, χαλβάνης γ ο γʹ, κροκομάγματος γ ο βʹ, μυελοῦ ἐλαφείου γ ο γʹ, ἐλαίου σχινίνου γ ο γʹ, ἐλαίου παλαιοῦ γ ο ἕξ, ἐλαίου δαφνί(ν)ου τὸ ἴσον, σμύρνης γ ο γʹ. Μάλαγμα βαρβαρικό ν .
130 189 κηροῦ λίτρ. αʹ, ῥητίνης φρυκτῆς γ ο ἕξ, κώνης γ ο ἕξ, ἀσφάλτου Ἰουδαϊκῆς γ ο ἕξ, προπόλεως γ ο ἕξ, χαλβάνης γ ο δʹ, ὀποπάνακος γ ο γʹ, ἐλαίου γʹ ἕξ, ὄξους ἡμίνα(ν), στέατος χοιρείου. Μάλαγμα τραυματικό ν .
130 190 μέλιτος γ ο ἕξ, ἀλόης, χαλκίτιδος, σμύρνης ἀνὰ γ ο γʹ. Ἄλλ ο .
130 191 μέλιτος γ ο θʹ, χαλκίτιδος .. αʹ, κάχρυος καλοῦ γ ο αʹ, σμύρ νης .. ϛʹ· συμβαλὼν πάντα εἰς θυίαν λειοτριβήσας χρῶ. Ἄλλ ο .
130 192 ὄξους κυάθους γʹ, στυπτηρίας λιτρ. αʹ, ἰοῦ γ ο ἕξ, τούτοις χρῶ. Ἀνακόλλημα πρὸς νεῦρ α .
130 193 μάννης γ ο αʹ, κοχλίας ιεʹ, βολβοὺς Μεγαρικοὺς ιεʹ, γύρεως ἡμίναν. Κατάπλασμα ψυχρό ν .
130 194 γύρεως ξέ. αʹ, μάννης γ ο αʹ, πίσσης γ ο ἕξ, οἴνου παλαιοῦ τὸ ἱκανὸν βαλὼν εἰς νίπτρον φύρασον. τοῦτο πρὸς τὸ σεσαλευμένον καλῶς ποιεῖ καὶ πρὸς τὰ λοιπὰ πάθη. Κατάπλασμα πυροῦ ν .
130 195 μάννης ξέ. αʹ, μίλτου γ ο αʹ, ὄξους ἡμίναν· πρὸς τὰς φλεγμονὰς καλῶς ποιεῖ. Ἄλλ ο .
130 196 ἀξουγγίου λεοντείου γ ο ἕξ, στέατος βοείου θηλυκοῦ γ ο ἕξ, κηροῦ, ῥητίνης τερεβινθίνης, κασίας, κροκομάγματος προπόλεως ἀνὰ γ ο ἕξ, θείου, νί τρου, ἀλόης ἀνὰ γ ο γʹ, δαφνίδων λίτραν αʹ. Σύγχρισμ α .
130 197 [5] χαλβάνης, προπόλεως, ἐλαίου παλαιοῦ, ἀμυγδάλων πικρῶν, νίτρου ἄνθους, ὀποπάνακος ἀνὰ γ ο γʹ, ἀμμωνιακοῦ, ῥητίνης τερεβινθίνης, λίθου Ἀσσίου ἄνθους ἀνὰ γ ο βʹ, ἰρίνου γ ο δʹ, κηροῦ, ῥαφανίνου, μυελοῦ ἐλαφείου ἀνὰ γ ο ἕξ, δαφνίδων ... Συριακοῦ ἀνὰ γ ο αʹ. Μάλαγμ α .
130 198 κηροῦ, χαλβάνης, ἀμμωνιακοῦ, λιβάνου, μυελοῦ ἐλαφείου, ἐλαίου παλαιοῦ, οἰσύπου ἀνὰ γ ο αʹ, προπόλεως, τερεβινθίνης ἀνὰ γ ο βʹ, βδελλίου, στύρακος, σμύρνης, ὀποπάνακος, ἐλαίου κεδρίνου ἀνὰ γ ο γʹ. Σύγχρισμ α .
130 199 κηροῦ Τυρρηνικοῦ λίτραν αʹ, προπόλεως, οἰσύπου ἀνὰ γ ο αʹ, ἐλαίου παλαιοῦ, ῥοδίνου ἀνὰ γ ο γʹ, στέατος χοιρείου γ ο ἕξ. Ἄλλο σύγχρισμ α .
130 200 κηροῦ Τυρρηνικοῦ λίτραν αʹ, ὀποπάνακος, ῥο δίνου, κυπρίνου, δαφνίνου ἀνὰ γ ο ἕξ, στύρακος, στέατος ταυρείου ἀνὰ γ ο γʹ, οἰσύπου γ ο δʹ, στέατος χηνείου γ ο αʹ. Μάλαγμα ἐκ σύκω ν .
130 201 σύκων γ ο γʹ, νίτρου γ ο ἕξ, κυπαρίσσου, χαλβάνης ἀνὰ γ ο αʹ, στέατος ταυρείου, μάννης ἀνὰ 𐆃 ςʹ. Σύγχρισμ α .
130 202 κηροῦ, οἰσύπου, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν αʹ, ὀποπάνακος, ψιμυθίου ἀνὰ γ ο γʹ, βδελλίου, στύρακος ἀνὰ γ ο δʹ, σμύρνης λίτρας ἕξ. Κυκλίσκων σκευασί α .
130 203 [5] κρόκου, σμύρνης, νάρδου Συριακῆς, κόστου, ἴρεως Ἰλλυρικῆς, ῥέου Ποντικοῦ, πεπέρεως μακροῦ, πεπέρεως λευκοῦ, σχοίνου ἄνθους, πετροσελίνου, κυπέρου, ζιγγιβέρεως ἀνὰ γ ο γʹ, κινναμώμου, κασίας, ἀμώμου, λιβάνου ἄρσενος, ἀκόρου ἀνὰ γ ο βʹ, θείου, μήου, κροκομάγματος, ὀποπάνακος, ἴρεως, ἀστραγάλου, δαύκου, στύρακος, καρύου, νάρδου καθαρᾶς ἀνὰ γ ο δʹ, καλάμου γ ο εʹ, γεντιανῆς γ ο δʹ. Κολλύριον Τίτο υ .
130 204 χαλκοῦ κεκαυμένου δραχμὴ(ν) αʹ, στίβεως κεκαυμένης δραχμὰς ζʹ, νάρδου δραχμὰς εʹ, ὀποῦ κασίας ξέ. αʹ, κρόκου δραχμὰς εʹ, ψιμυθίου δραχμὰς ζʹ. Τοῦ αὐτοῦ κολλύριον ἕτερο ν .
130 205 [5] καδμίας κεκαυμένης δραχμὴν αʹ, χαλκοῦ κεκαυμένου δραχμὰς ζʹ, στίβεως ὀπτῆς δραχμὰς κηʹ, ἀλόης δραχμὰς γʹ, γλαυκίου τὸ ἴσον, ψιμυθίου εἰργασμένου δραχμὰς εʹ, κρόκου δραχμὴν αʹ, νάρδου δραχμὰς γʹ, ὄξους δραχμὴν αʹ, ἀκακίας πεπλυμμένης δραχμὰς εʹ, σμύρνης δραχμὰς εʹ, κόμεως δραχμὰς λϛʹ, οἴνου ξέ. γʹ. Κατάπλαστος τραυματικὴ πάγχρηστος λευκ ή .
130 206 λιθαργύρου λιτρ. αʹ, ὕδατος θαλαττίου ξέ. βʹ, ἐλαίου ξέ. αʹ, βαλὼν εἰς χύτραν ἕψει ἕως συστραφῇ καὶ χρῶ πρὸς πάντα. Ἔμπλαστρος πρὸς πάντ α .
130 207 [5] ῥητίνης τερεβινθίνης δραχμὰς ιηʹ, ἰοῦ δραχ. δʹ, λεπίδος χαλκοῦ δραχμὰς βʹ, βαλάνου δραχμὰς ζʹ, στυπτηρίας σχιστῆς δραχμὰς δʹ, κηροῦ δραχ. ιηʹ, ἐλαίου κύαθον αʹ, ὄξους κυάθους δʹ. τὰ τηκτὰ τήξας κατάχεε τῶν τριπτῶν. ἐὰν δὲ ὑγρὰ ᾖ, ἕψει ἕως μολυνθῇ. Ἐγχυματισμὸς πρὸς διάφορα πάθ η .
130 208 [5] πεπέρεως κόκκους μʹ, σμύρνης δραχμὰς ηʹ, κόστου, ἀκόρου, νάρδου, μήου, δαύκου ἀνὰ δραχμὰς δʹ, ἀσ[σ]άρου τὸ ἴσον, κρόκου δραχμὰς ηʹ, κινναμώμου δραχμὰς ιβʹ, πετροσελίνου δραχμὰς δʹ, κόψας πάντα κατ’ ἰδίαν, ἀνάπλασον μέλιτος ὡς χρηστοτάτου ἡλίκον κυάμῳ. ἔ(σ)τι δὲ πρὸς πνευματώσεις καὶ πρὸς τοὺς ἐν τῷ σώματι πόνους ὠφέλιμον, ὠφελεῖ δὲ καὶ σπληνικούς, ἡπατικοὺς καὶ νεφριτικούς, ποιεῖ δὲ καὶ πρὸς πόνους κεφαλῆς καὶ πρὸς τὰς ὑποψίας τῶν θανασίμων φαρμάκων. Μέλαινα ἔμπλαστρος πρὸς πάντ α .
130 209 [5] λιθαργύρου δραχμὰς δʹ, κηροῦ δραχμὰς ζʹ, ἐλαίου κυάθους ιʹ, ὄξους δραχμὴν αʹ, τὸν κηρὸν καὶ τὸ ἔλαιον καὶ τὸ ὄξος βαλὼν ἅμα τῆξον. τὴν δὲ λιθάργυρον τρίψας, τότε στῆσον καὶ ἐπίπλασον. πρόσβαλλε δὲ ἀλόης δραχμὴν αʹ, μάννης δραχμὰς δʹ, ἰοῦ δραχμὴν αʹ, ψιμυθίου δραχμὰς εʹ, ἁλὸς ἀμμωνιακοῦ δραχμὰς θʹ, λεπίδος δραχμὰς βʹ, 〈χαλβάνης δραχμὴν αʹ〉.