eul_wid: fws-aa
Μενεκράτης ὁ ἸατρόςMenecrates the Physician
Menecrates of Syracuse Menecrates the Physician PDF
| 1 | Μενεκράτης Ζεὺς Φιλίππῳ χαίρειν. |
| 2 | Σὺ μὲν Μακεδονίας βασιλεύεις, ἐγὼ δὲ ἰατρικῆς καὶ σὺ μὲν ὑγιαίνοντας δύνασαι, ὅταν βουληθῇς, ἀπολλύναι, ἐγὼ δὲ τοὺς νοσοῦντας σώζειν καὶ τοὺς εὐρώστους ἀνόσους, οἳ ἂν ἐμοὶ πείθωνται, παρέχειν μέχρι γήρως ζῶντας. τοιγαροῦν σὲ μὲν Μακεδόνες δορυφοροῦσιν, ἐμὲ δὲ καὶ οἱ θεοὶ μέλλοντες ἔσεσθαι· Ζεὺς γὰρ ἐγὼ αὐτοῖς βίον παρέχω. |