eul_wid: vjk-ac

Ἀποσπάσματα Ἀνατολίου περὶ ἵππων
Fragments of Anatolius-Horses

Hippiatric Compilation Anonymous Fragments of Anatolius Horses PDF

1 t [5] Περὶ ἵππων [Ἀψύρτου]. Τὰς θηλείας ἵππους, ἐξ ὧν πωλοτροφήσομεν, εἶναι χρὴ εὐπαγεῖς καὶ μέγεθος ἐχούσας ἱκανὸν· καὶ ὡραίας ἰδεῖν πλάτος τε ἔχειν ἐν τοῖς μέρεσι τῆς κοιλίας καὶ 〈κατὰ〉 τὰς λαγόνας, τῷ δὲ χρόνῳ μήτε νεωτέρας ἐτῶν γʹ μήτε προσβυτέρας ἐτῶν ιʹ.
1 2 τὸν δὲ ἵππον τὸν πρὸς ὀχείαν χρὴ εἶναι τῇ περιοχῇ τοῦ σώματος μέγαν, εὐπαγῆ πᾶσι τοῖς μέρεσι. καιρὸς δὲ τοῦ βιβάζειν ἀπὸ ἰσημερίας ἐαρινῆς, τουτέστιν ἀπὸ δευτέρας εἰκάδος Μαρτίου, ἕως δευτέρας εἰκάδος Ἰουνίου, ἵνα ὁ τοκετὸς γένηται περὶ τὴν εὐκρατοτάτην τοῦ ἔτους ὥραν καὶ χλόην ἔχουσαν.
1 3 [5] φέρει γὰρ κατὰ γαστρὸς ἡ ἵππος μῆνας ιαʹ καὶ ἡμέρας ιʹ. τὰ δὲ μετὰ τροπὰς θερινὰς κυϊσκόμενα δυσγενῆ γίνεται καὶ ἄχρεια. ἀποστατέον δὲ τὸν ἵππον κατὰ τὸν καιρὸν τῆς ὀχείας ἀπὸ τῶν ἔργων.
1 4 βιβάζειν δὲ χρὴ μὴ πολλάκις τῆς ἡμέρας, ἀλλὰ δὶς μόνον, πρωῒ καὶ δείλης. ἐὰν δὲ ἅπαξ βιβασθεῖσα μὴ προσίηται τὸν ἄρρενα, μετὰ ιʹ ἡμέρας αὐτῇ πάλιν προσακτέον.
1 5 ἐὰν δὲ μηδ’ οὕτως προσδέξηται, ἀποχωριστέον αὐτὴν ὡς ἤδη συνειληφυῖαν. ὅταν δὲ συλλάβωσι, φροντιστέον, ὅπως μὴ μοχθῶσι πλέον τοῦ δέοντος μηδὲ ψυχροῖς διαπαύωνται τόποις· ἐναντιοῦται γὰρ ταῖς κυούσαις τὸ ψῦχος.
1 7 [10] τοὺς δὲ ἄρρενας προθύμους περὶ τὴν ὀχείαν ποιήσομεν τοῖς ἀπομάγμασι τοῖς τῆς φύσεως τῆς θηλείας περιχρίοντες αὐτῶν τὰς ῥῖνας. τὸν δὲ πῶλον τὸν ἐσόμενον ἀγαθὸν διαγνωσόμεθα οὕτως ἀπὸ τῶν ψυχικῶν καὶ σωματικῶν ἀρετῶν· οἷον ἀπὸ μὲν τοῦ σώματο ς· τὴν κεφαλὴν ἔχει μικράν, ὄμμα μέλαν, ῥῖνας μὴ συμπεπτωκυίας, ὦτα προσεσταλμένα, τράχηλον ἁπαλόν, χαίτην βαθεῖαν, οὐλοτέραν βραχύ, κεκλιμένην ἐπὶ τὰ δεξιὰ τοῦ αὐχένος, στῆθος εὐρὺ μεμυωμένον, ὠμοπλάτας μεγάλας, βραχίονας ὀρθούς, κοιλίαν εὔογκον, διδύμους μικρούς, ῥάχιν μάλιστα μὲν διπλῆν, εἰ δὲ 〈μή〉, μή γε κυρτήν, οὐρὰν μεγάλην, οὐλότριχα, σκέλη ὀρθά, μηροὺς μεμυωμένους, ὁπλὴν εὐπερίγραφον καὶ πάντοθεν ὁμαλῶς συμπεπηγυῖαν, βάτραχον μικρόν, ὄνυχα στερεόν· ἐκ τούτων πάντων πρόδηλός ἐστιν ὁ ἀγαθὸς καὶ μέγας ἐσόμενος ἵππος.
1 10 [5] ἀπὸ δὲ τῶν ψυχικῶν οὕτως δοκιμάζεται· ἐὰν μὴ ᾖ ἐπτοημένος μηδὲ ὑπὸ τῶν αἰφνιδίως φαινομένων ἐκταραττόμενος ἐν τε τῷ συναγελασμῷ τῶν πώλων φιλόπρωτος, οὐκ εἴκων, ἀλλ’ ἐξωθῶν τὸν πλησίον, ἐν δὲ τοῖς ποταμοῖς καὶ λίμναις οὐκ ἀναμένων ἕτερον προεμβαίνειν, αὐτὸς δὲ ἀκαταπλήκτως τοῦτο πρῶτος ποιῶν. εἰς δὲ χειροήθειαν ἀκτέον τοὺς πώλους πληρώσαντας τοὺς ιʹ καὶ ηʹ μῆνας, τότε φορβειὰν αὐτοῖς περιτιθέντας.
1 11 [5] τὸν δὲ χαλινὸν πρὸς τῇ φάτνῃ κρεμαστέον, ἵνα ψαύων συνεθίζηται καὶ μὴ εὐλαβῆται τὸν ἀπὸ τῶν σιελιστηρίων ψόφον. γενόμενον δὲ τριετῆ δαμαστέον πρὸ τοῦ γραστισθῆναι. τὸν δὲ χρόνον καὶ τὴν ἡλικίαν τῶν ἵππων καὶ πάντων τῶν μονωνύχους τὰς ὁπλὰς ἐχόντων, σχεδὸν δὲ καὶ τῶν κερασφόρων, γνωσόμεθα ἀπὸ τῆς τῶν ὀδόντων ἐκβολῆς.
1 13 τριάκοντα μὲν γὰρ μηνῶν γενόμενος ὁ πῶλος πρωτοβολεῖ τῶν ἐμπροσθίων ὀδόντων, οὓς καλοῦμεν τομεῖς, τοὺς μέσους, δύο κάτωθεν καὶ ἄνωθεν δύο ἀποβάλλων. ἀρχόμενος δὲ τοῦ τετάρτου ἔτους ἐκβάλλει πάλιν ἄλλους δύο κάτωθεν, ἕνα ἐξ ἑκατέρου μέρους, καὶ ἄνωθεν ὡσαύτως.
1 14 φέρειν δὲ δοκεῖ τότε καὶ τοὺς κυνόδοντας. τελειώσας δὲ τὰ δʹ ἔτη καὶ τοῦ εʹ ἐπιλαβόμενος τοὺς λοιποὺς ἐκβάλλει κάτωθεν καὶ ἄνωθεν ἐξ ἑκατέρου ἕνα· τοὺς δὲ φυομένους κοίλους ἴσχει.
1 16 [5] ἐμβάντος δὲ εἰς τὸ ἕκτον ἔτος ἀναπληροῦνται τῶν πρώτων τὰ κοιλώματα. ἐπιλαβόμενος δὲ τοῦ ἑβδόμου πάντας ἴσχει συμπεπληρωμένους καὶ οὐδὲν ὅλως ἔχοντας κοίλωμα. τούτου δὲ συμβάντος οὐκέτι ῥᾴδιον ἐπιγινώσκειν τὰ ἔτη. ἵππος δὲ καθόλου οὐ νοσεῖ, ἐὰν ἐλάφου κέρας τούτῳ περιάψῃς.
1 17 — Ἵππου σημεῖ α .
2 t [ Πελαγωνίο υ. ] Τινὲς δὲ καὶ τοὺς ἑτεροφθάλμους ἐν τοῖς καλλίστοις τάττουσιν, οἷόν φασι γεγενῆσθαι τὸν τοῦ Μακεδόνος Ἀλεξάνδρου Βουκέφαλο ν.
2 1 [5] γλῶσσαν δὲ λεπτὴν καὶ μακρὰν ἐχέτω, τὸ δὲ πρόσωπον σιμὸν ἢ ἐπίγρυπον. δεῖ δὲ αὐτὸν εἶναι ὑψαύχενα, γαῦρον, γλαυκό ν, δυσγαγγάλιστον, ὀρθόν, τόν τε τράχηλον πλήρη καὶ παχύν, τουτέστιν οὐ βραχυτράχηλον, γαστέρα συμπεπιεσμένην καὶ ταῖς λαγόσι συνεσταλμένην, τὸ μέγεθος ἱκανόν, τὰς δι’ ὅλου τοῦ σώματος φλέβας εὐσήμους καὶ ἐπηρμένας, τὴν χροιὰν κατακόρως μέλανα. Πλάτων δὲ τοὺς λευκοὺς ἀποδέχεται, ὡς ἐν τῷ λευκῷ καὶ τῷ μέλανι τὴν ἀκρότητα ἐπαινεῖσθαι.
2 3 καὶ τὸν φοινικίζοντα δὲ συναριθμοῦσι τοῖς ἀγαθοῖς ἵπποις, συμβαίνει δὲ καὶ ἄλλης χροιᾶς ἀγαθοὺς ἵππους εἶναι πολλάκις. ἀγαθοῦ δὲ ἵππου καὶ τοῦτο τεκμήριον, ὅταν ἑστηκὼς μὴ ἀνέχηται, ἀλλὰ κροτῶν τὴν γῆν ὥσπερ τρέχειν ἐπιθυμῇ.
2 4 — Περὶ ἰάσεως διαφόρων νοσημάτων [ Ἀψύρτο υ.
3 t ] supra Μ ͵ αξϛʹ, Anatolii tum οὔτε δὲ βόες οὔτε ἵπποι νοσήσουσιν, ἐὰν ἐλάφου κέρας περιάψῃς αὐτοῖς.
3 6 — Περὶ πυρέττοντος [ τοῦ αὐτο ῦ.
4 t ] = vol. I cap. 1, 23 Anatolii. — Περὶ ὀφθαλμιῶντος [ τοῦ αὐτο ῦ ] = vol.
5 t I cap. 11, 32, tum Μ τξβʹ init. (ἐγχριστέον), utrumque Anatolii. — Περὶ λευκώματος [ τοῦ αὐτο ῦ] .
6 t Ἁλὸς ἀμμωνιακοῦ λεπτοτάτου μέλιτι Ἀττικῷ ἢ ἄλλῳ καλῷ μικτέον καὶ ἐγχριστέον tum Μ τξβʹ fin. Anatolii, deinde ἢ σπέρμα εὐζώμου ὑγιές, ὡς ἔστιν, ἐμφυσητέον εἰς τοὺς ὀφθαλμοὺς καὶ ἐατέον, ἕως οὗ ἀπολεπτῦναν τὰ βλέφαρα ἐκπλύνῃ καὶ σμήξῃ τῇ δριμύτητι.
6 3 — Περὶ νεύρων [ τοῦ αὐτο ῦ ] supra Μ ψνζʹ Anatolii.
7 t — Περὶ κοιλίας [ τοῦ αὐτο ῦ ] supra Μ χκα * Eumeli.
8 t — Περὶ στρόφου [ Ἱεροκλέου ς ] = vol.
9 t I cap. 45, 5 (ἐγχυμάτιζε) Anatolii, tum ὠφελεῖ δὲ καὶ σελίνου σπέρμα καὶ σικύου τὸ ἶσον ἑκάτερον μετὰ οἴνου καὶ μέλιτος τοῦ ἴσου μέτρου διδόμενον ποτόν.
9 4 ἢ καρδάμ[ωμ]ου σπέρμα τετριμμένον μετὰ ὕδατος, ἢ τῆς μηδικῆς οὕτω καταρραίνηται ὡς αἱ παραβαλλόμεναι κριθαί. οἱ δὲ ἰλιγγιῶντες κλύζονται σεύτλων ἑψηθέντων τῷ ὕδατι καὶ νίτρου δραχμῶν μʹ μετ’ ἐλαίου λʹ δραχμῶν, tum post (= vol.
9 6 I cap. 45, 5 fin. ) ὁμοίως δὲ οὐρήσας χαμαὶ καὶ τῷ πηλῷ χρίσας τὴν γαστέρα παύσεις τὸν στρόφον.
9 7 — Περὶ πνευμονίας [ τοῦ αὐτο ῦ] .
10 1 Τὰ ἐν τῷ πνεύμονι συνιστάμενα πάθη ὄξος δριμὺ χλιανθὲν καὶ ἐγχυθὲν ἰᾶται. ἢ οὖρον ἀνθρώπειον μετὰ ὑείου στῆρος δραχμῶν κʹ τετηκότος. φυλάττεσθαι δέ, μὴ τὸ οὖρον ἐκ γυναικὸς ᾖ ἐν τοῖς κατὰ φύσιν οὔσης.
10 2 — Περὶ βηχὸς [ τοῦ αὐτο ῦ ] = vol.
11 t I 22, 19 Anatolii, tum ἐλαίου ὡσαύτως, βουτύρου δραχμὰς κδʹ θερμανθέντα καὶ στῆρος ὑείου παλαιοῦ μετρίου προσβληθέντος διδόναι χρή. ἐὰν δὲ μηδ’ οὕτως παύηται, πράσιον τρῖβε μετ’ ἐλαίου καὶ ἁλὸς οἴνῳ τε διηθηθέντα ἔγχει.
11 4 οἱ δὲ πράσου ὀπὸν καὶ ἔλαιον καὶ πηγάνου ἀγρίου ῥίζης· ἔνιοι καὶ λιβανωτοῦ προσμίξαντες σὺν ἐλαίῳ χρῶνται. — Περὶ ἀδήλου νόσου [ Θεομνήστο υ] .
12 1 Αἵματος ἀφαίρεσις ἐκ τῶν ὤμων ἀμφοτέρων γιγνέσθω, καὶ φάρμακον δὲ κατασκευάζεται ὧδε· πηγάνου ὀλίγον μετὰ ῥίζης λαπάθου κόπτεται σὺν τρισὶ κοτύλαις ὕδατος, καὶ ὀποπάνακος δραχμαῖς βʹ συμμίγνυται.
12 3 νυκτός τε καὶ ἡμέρας σιτεῖσθαι ἐπὶ ἀλεύρων σιτίνων δευθέντων ὕδατι, καὶ ποτὸν λαμβάνειν. ἐὰν δὲ ἀγελαίους ἵππους ἡ νόσος κατάσχῃ, αἱ μικρότεραι μὲν γάρου καὶ ἐλαίου κυάθοις τρισίν, αἱ μείζους δὲ τῷ διπλασίονι ἐγχείσθωσαν.
12 4 — Περὶ δυσουρίας [ Ἀψύρτο υ] .
13 1 [5] Τινὲς κρόμμυον τοῦ λέπους ἀφαιρεθέντος παρὰ τὴν κύστιν τιθέασιν. ἄλλοι σελίνου σπέρμα τετριμμένον μετὰ οἴνου κοτυλῶν δύο, ἢ κρόμμυον ὡσαύτως σὺν οἴνῳ, ἢ κόπρον περιστερῶν, ἢ πολίου φύλλον ἢ σμύρνης φλοιὸν ξηρανθέντα, ἢ νίτρου δραχμὰς εʹ σὺν σκόρδου κεφαλῇ κοπείσῃ ἐγχέουσι μετὰ οἴνου.
13 3 οἱ δὲ οἴνῳ μέλανι μόνῳ χρῶνται. — Ἐὰν αἷμα οὐρῇ [ τοῦ αὐτο ῦ ] = vol.
14 t I cap. 42, 3 Anatolii. — Περὶ ἐλκώσεως [ τοῦ αὐτο ῦ ] supra C 17, 3 anonymum (Eumeli).
15 t — Περὶ φλεγμονῆς [ τοῦ αὐτο ῦ ] = vol.
16 t I cap. 70, 3 Anatolii. — Μάλαγμα πρὸς ἄρθρα [ Πελαγωνίο υ] .
17 1 [5] Λιβανωτοῦ δραχμὰς ηʹ, χαλβάνης τὸ ἶσον, τρυγὸς δραχμὰς ιβʹ, ῥητίνης φρυκτῆς, νίτρου, θείου, ἑκάστου δραχμὰς δʹ, νάπυος Αἰγυπτίου κύαθον, καρδαμώμου τὸ ἶσον, δαφνίδας ρʹ, σύκων ξηρῶν μνᾶν, ῥοδοδάφνης φύλλα ὀλίγα, τιτάνου μὴ ἐσβεσμένης τὸ αὔταρκες· τὰ ξηρὰ κοπέντα τοῖς ὑγροῖς ληπτέον καὶ ἐμπλασθέντα ῥάκει ἐπιθετέον. — Περὶ ψώρας [ τοῦ αὐτο ῦ] .
18 1 Πίσσης ὑγρᾶς ἐκ κέδρου, ῥητίνης, στυπτηρίας ἶσα μετ’ ὄξους ἐπιχριστέον ἐν ἡλίῳ. ἀποσμηχθέντων τῶν πεπονθότων μερῶν σποδιᾷ θερμῇ ἀποπλυτέον, ἕως ἂν αἱμάξῃ, ἔπειτα λιθάργυρον καὶ στυπτηρίαν ἐπιμελῶς κοπέντα σὺν ἐλαίῳ σχινίνῳ καταχριστέον.
18 3 ἢ ἀφρονίτρου καὶ ἁλὸς ἄχνης καὶ ἀλεύρου πυρῶν, ἑκάστου μέρος τὸ ἶσον ὄξει δευθὲν ἐπιπλαστέον. ἢ καππάρεως ῥίζης καυθείσης τῇ σποδιᾷ στῆρος ὑείου μιγέντος προσμηχθέντα κονίᾳ καταχριστέον.
18 4 — Περὶ βδέλλης [ Ἀψύρτο υ] .
19 1 [5] Ἐὰν βδέλλαν καταπίῃ, ἀνακλιθέντι ὑπτίῳ ἔλαιον θερμὸν μιγὲν μετὰ οἴνου διὰ κέρατος ἐγχυτέον, ἢ κόρεις καύσας ἐγγὺς τῆς ὄψεως αὐτῶν ἢ ἐν ταῖς ῥισὶν αὐτῶν ἐμφονεύσας ἰάσῃ· ἢ γὰρ ἐκπεσοῦνται παραυτὰ ἢ ἀποθανοῦνται. τούτῳ δὲ χρήσῃ καὶ πρὸς βοῦς καὶ τὰ ἄλλα ζῷ α. — Πῶς ἰάσῃ σκορπίου ἢ ἄλλου ἑρπετοῦ πληγήν [Ἱπποκράτους] = vol.
20 t I cap. 86, 7 Anatolii, tum ἀλλὰ καὶ ὕδατι δι’ ὀθονίου διηθηθέντι καὶ εἰς τὰς ῥῖνας ἐγχυθέντι θεραπεύσεις.
20 3 καὶ καθόλου μέν, πρὸς πάσας τὰς τῶν ἑρπετῶν πληγὰς σχεδὸν ὡς ἐπὶ τὸ πολὺ τὰ αὐτὰ καὶ τοὺς ἀνθρώπους θεραπεύει καὶ τοῖς βοσκήμασι σωτήρια γίνεται. πρὸς τὰ κατὰ μέρος νοσήματα τοῖς ἵπποις καὶ τοῖς ὄνοις καὶ τοῖς ἡμιόνοις ἡ τοῦ αἵματος ἀφαίρεσις ἐπιτήδειος.
20 4 — Περὶ ὄνων εἰς ὀχείαν ἐπιτηδείων [ Ἀψύρτο υ ] = vol.
21 t I cap. 14, 9 (c. additamento p. 459) Anatolii, tum τοὺς δὲ χωλαίνοντας ὄνους θεραπεύσεις ὕδατι θερμῷ περινίψας τὸν πόδα ὅλον καὶ περικαθάρας σμιλίῳ.
21 10 [5] ὅταν δὲ τοῦτο δράσῃς, περίχεε οὔρῳ παλαιῷ θερμῷ μετὰ ἁλῶν, καὶ περισπογγίσας ἐπιμελῶς ἐπίσταζε παρατρίβων σιδήρῳ θερμῷ στέαρ, μάλιστα αἴγειον, εἰ δὲ μή, βόειον, καὶ τοῦτο ποίει ἕως ἂν ὑγιασθῇ.