eul_wid: vjk-ae
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Timotheus of Gaza by Hippiatric Compilation Anonymous

The Fragments of Timotheus of Gaza consist of twelve excerpts preserved from a larger, now-lost zoological treatise composed in Greek around 500 CE. Their author, Timotheus of Gaza, was a Christian grammarian and advocate who wrote a comprehensive work On Animals for the Byzantine Emperor Anastasius I. The surviving passages focus exclusively on equine medicine, offering technical identifications of disease and prescriptions for treatment rooted in the Greco-Roman medical tradition. These fragments were not transmitted independently but were selectively copied for their practical utility into later Byzantine compilations on horse care, known collectively as the Corpus of Greek Horse-Doctors. The original, more expansive treatise is believed to have synthesized classical natural history, such as the works of Aristotle, with contemporary observations of exotic fauna available in the imperial capital. The preservation of these specific passages underscores the enduring practical importance of veterinary knowledge in the Byzantine world, particularly for maintaining the health of military and ceremonial horses. While Timotheus's complete zoological work was referenced by later encyclopedists, these fragments constitute its only direct remains.

Ἵππων φύσεις κατὰ ἔθνος.

Ἀρμένιοι ἵπποι κατὰ σῶμα μὲν εὐμεγέθεις εἰσί, χρεμετιστικοί, πλατύνωτοι, ῥάχιν ὑπέρσαρκοι, προτομὴν οἱ μὲν ἐπίγρυποι, οἱ δὲ βοώδεις. Ἄραβες δὲ οἱ πρὸς τῷ ὄρει τῆς Ἰνδικῆς εὐμεγέθεις, φοίνικες, ὡς ἐπίπαν εἰπεῖν, τὴν χροιάν, ὑψαύχενες, τὴν προτομὴν σύμμετρον καὶ εὔρυθμον ἔχοντες, τὴν κεφαλὴν ἡνομένην σχεδὸν τῷ τοῦ ἱππέως μετώπῳ, κυδροὶ καὶ δυσγαργάλιστοι, πολὺ τὸ τῆς ἱπποτυφίας ἔχοντες ὑπερήφανον, ὀξεῖς σφόδρα, ποδώκεις, γόνατα ὑγροί, τῇ ὁρμῇ τοῦ δρόμου ὅλους ἑαυτοὺς ἐπιδιδόντες, πηδῶντες κούφως μᾶλλον ἢ τρέχοντες, γοργοὶ τὸ βλέμμα, τὴν ἶριν κεκραμένην καὶ ὑδαρεστέραν ἔχοντες, τοὺς κενεῶνας συνεσταλμένοι καὶ τὸ ἄλλο σῶμα ἰσχνοὶ καὶ οὐ κεχυμένοι, τὴν ῥάχιν κοίλην ἔχοντες, πρὸς τὸ καῦμα μὴ ἀπαγορεύοντες, τῷ ἡλίῳ μᾶλλον χαίροντες, τὴν χαίτην εὐφυεῖς, τὴν δίαιταν εὐτελεῖς, ἐμβριθεῖς τὰ ἄλλα, ἀβιάστως τὰς διαβάσεις ποιούμενοι. Βαρκαῖοι μήκιστοι τὰ ἐκ τοῦ κενεῶνος εἰς τοὺς ὠμοπλάτας. τούτοις μόνοις ἵππων ἡ φύσις μείζους ἐδωρήσατο πλευράς, σπάθας γὰρ ἔχουσιν δεκατρεῖς, τῶν ἄλλων ἵππων ἐχόντων δώδεκα. Δαλμάται Ἀρμένιοι εἶναί μοι δοκοῦσι καὶ Φρύγες. εἰσὶ δὲ ἐμβριθεῖς, τὴν ῥάχιν κοίλην ἔχοντες, διὰ δὲ τῶν ἰσχίων πλατεῖς, ἡμερώτατοι καὶ εὐπειθέστατοι μέγιστοί τε καὶ κάλλιστοι καὶ τῷ φρονήματι ἀνδρειότατοι. οὐ μὴν γίνονται πολλοὶ τοιοῦτοι. Θετταλοὶ μέγεθος μέν εἰσι σύμμετροι, πλευρὰς ἀσαρκότεροι, γαστέρα ἰσχνώμενοι, τὸν κενεῶνα βραχεῖς, τράχηλον περιφερεῖς, ὀξεῖς τὴν καθέδραν, τὰ νῶτα ἰσοτενεῖς. Κενταύρειοί τινες ἵπποι καλοῦνται ἐν Θετταλίᾳ, ὧν ἡ ῥάχις μετρίως κεκοίλωται εἰς ἀσφαλῆ καθέδραν τοῦ ἱππέως. Γάλλοι φίλυδροι, θυμώδεις, φιλότιμοι καὶ φιλόνεικοι. Ἴβηρες δὲ μικροὶ ὡς ἄτροφοι καὶ θηρατικοί, πιστεύονται δʼ οὗτοι ἀπʼ ἀγρίων ἵππων γεγονέναι, λεῖοι, ὀξεῖς πρὸς δρόμον, βαδίσαι δὲ ἀφυεῖς. Καππαδόκαι Ἀρμένιοί μοι εἶναι δοκοῦσιν καὶ Φρύγες κατὰ τὰ αὐτὰ τοῖς Δαλμάταις. εἰσὶν δὲ παρʼ αὐτοῖς ἐπὶ πολὺ τοιοῦτοι γινόμενοι. Λύδιοι μεγάλοι τὰ σώματα καὶ κάλλιστοι, τὴν κεφαλὴν προμήκεις, εὐρύστερνοι, ὄμμα μαλακοί, τὴν ἶριν οἰνωποί, εὔκομοι, τὴν οὐρὰν λάσιοι, τὸ ἦθος ἀπειθεῖς καὶ ἐριστικοί, δυσχείμεροι, ἁπαλοὶ τὴν σιαγόνα, ἀγχέμαχοι ἀγαθοὶ καὶ ζυγὸν ὑποδῦναι ἄριστοι. Λίβυες ὀφθῆναι μὲν ἀπρεπέστατοι καὶ μικροὶ τὰ σώματα, εὔδρομοι δὲ καὶ λιτοί, κάτω βλέποντες, φέρουσι γὰρ καὶ ἀχαλίνωτοι. Λευκανοὶ φαῦλοι, μικροὶ τὸ σῶμα, δυσειδεῖς τὸ χρῶμα, αἰσχροὶ τὰς ὄψεις, ὑπὸ ζυγὸν δὲ ἐργατικώτατοι. Μῆδοι μέσοι τὸ μέγεθος, ὦτα μικρά, κεφαλὴν οὐχ ἱππικὴν ἔχοντες, οὐ φοβεροί, πρὸς δὲ τὸ καῦμα ἀπαγορεύοντες διὰ δύσπνοιαν ῥᾳδίως. Μαυρούσιοι δὲ ἀνέκπληκτοι πρὸς δόρατα καὶ σάλπιγγας, ὠκύτατοι, εὐάγωγοι, ῥάβδῳ γοῦν κατιθύνονται διὰ τὸ πείθειν, ἥκιστα δὲ βουλιμιῶσι καὶ δίψης ἀνέχονται. Νησαῖοι μέγιστοι τὸ σῶμα, ὑγρότατοι, ὑψαύχενες, εὔσαρκοι, εὐπειθεῖς, τοῖς ποσὶ τὴν γῆν κροτοῦντες. Ὀδρύσαι Θρᾳκῶν ὀλίγον βελτίους, μεγάλοι τὸ μέγεθος, χαλεποὶ τιθασσεύεσθαι, δηκτικώτατοι, ἄρρηκτοι τὰς ὠμοπλάτας. Σικελοὶ ταὐτὸν ἂν ἦσαν τοῖς Λευκανοῖς … ἀχθέντες δὲ ἄμφω καλοὶ γένοιντʼ ἄν. Σαυρομάται ἄριστοι, μείζους Ἰβήρων εἰσίν, οὐ μὴν εὐσαρκότεροι, ἀνάγωγοι δέ. Ὑρκανοὶ ἐξόφθαλμοι, σκιρτητικοί, τὸν ἀναβάτην, εἰ πέσοι, περιμένοντες, ὑγροσκελεῖς, πολεμικοί, ἁμιλληθῆναι δυνάμενοι, χιλοσιτοῦσι δὲ μᾶλλον, κριθοφάγοι ἢ πυροφάγοι οὔκ εἰσι, παντοφαγοῦσιν, ὅ τι τῇ πόᾳ καὶ τῷ χόρτῳ πρόσεστιν. ὁ πῶλος πλήρης ἀλγοί. γένοιντο δʼ ἄν τινες κάλλισται παιδοτρόφοι.