The Paris Veterinary Works is a Byzantine Greek compilation on veterinary medicine preserved in the 10th-century Paris Greek manuscript 2244. This treatise, comprising 335 individual passages, represents a significant source for the study of ancient hippiatry, or veterinary science, as it synthesizes practical knowledge drawn from earlier Greek and Latin authorities. The work offers comprehensive guidance on identifying disease and on treatment, with its primary focus on the health of horses. It details a wide range of equine diseases, their symptoms, and corresponding treatments, alongside instructions for surgical procedures. While centred on equine care, the compilation also extends its coverage to include advice on the management of other animals such as cattle, dogs, and birds.

The text survives principally in its namesake manuscript, Paris Greek manuscript 2244. As a compilation, it functions as a vital conduit for transmitting excerpts from earlier veterinary writers, including Apsyrtus from the 3rd or 4th century CE, Theomnestus, and Vegetius. In doing so, it preserves fragments of texts that are otherwise lost. The Paris Veterinary Works stands as a key document for tracing the continuity of technical knowledge from antiquity through the Byzantine period. It serves as an indispensable resource for scholars investigating the history of ancient and medieval veterinary medicine, animal husbandry, and the practical logistics of maintaining cavalry and livestock.

Ἄλλο πρὸς πυρετόν. Καστορίου 𐆃 αʹ καὶ ὄξους 𐆅 γʹ, ῥόδων γο ϛʹ, πήγανον τὸ ἀρκοῦν.

Ἄλλος ἐγχυματισμὸς πρὸς μᾶλιν. Τραγακάνθης γο βʹ, ὀποπάνακος γο ασʹ, ἐλαίου γο ὄγδοον, οἴνου ὄγδοον. ταῦτα εἰς ἡμέρας γʹ ἀρκεῖ τοῦ ζῴου τῇ κεφαλῇ. ὁσάκις δὲ διδοῖς, … ἐπίχεε. ὀξυγγίῳ δὲ καταπλάσσῃς τοὺς πόδας παλαιῷ, μετὰ δὲ ἡμέρας γʹ διακινήσῃς ὀλίγῃ γυμνασίᾳ, ἐὰν μὴ ὀρέγηται τὴν τροφήν.

Ἄλλος ἐγχυματισμὸς πρὸς τὸ αὐτό. Τρωγλῖτιν, ὀμφάκινον ἔλαιον, οἶνον παλαιόν, ταῦτα εἰς ἓν ταράξεις, ἵνα γένηται ξέστης Ἰταλικός. ἐγχυματίζεται δὲ διὰ τοῦ στόματος. ἐὰν ᾖ χειμών, εἰς θερμὸν οἶκον ἱστᾶν αὐτὸν περιβεβλημένον, καὶ πῦρ τιθέσθω χωρὶς καπνοῦ. ὁ δὲ οἶκος βʹ θυρίδας ἐχέτω ἀπέναντι ἀλλήλων, ἵνα δόσιν καὶ λῆψιν ἔχῃ ἡ διαπνέουσα δριμύτης καὶ μὴ ᾖ καταμένουσα ἐν τῷ οἰκήματι, σφηνοῖ γὰρ τὸ κτῆνος· δεῖ γὰρ αὐτὸ ἀπὸ τοῦ ἀέρος ἄνεμον ἕλκειν. ἐὰν δὲ θέρος ᾖ, μοναχὸν αὐτὸν ἱστᾶν ἐν οἰκήματι χωρὶς περιβολαίου θυρίδας ἔχοντι ὡς πλείονας.

Φυλακτήριον πρὸς μᾶλιν παρὰ τοῦ φιλοσόφου. Μύρμηξ ψοφεῖ, πέλωρος κεφαλὴν οὐκ ἔχει. ἔλαφον πιάσας ἀμέλξω. μυσίαν μαλαιτάτην καὶ ἀμαλαβανδα πιούρου ναζήλα ἀμελχανα βατεμανα, τεκουπατου, ἰαβραξ· γράψας ἐν χάρτῃ καθαρῷ ἢ κασσιτερίνῳ περίαπτε.

Ἐπαοιδὴ πρὸς μᾶλιν κτηνῶν. Μᾶλι ἀρθρῖτʼ ἀρθριτική, κωφή, Ἑλληνική, δειρά, ξηρά, κυνική, ἀπουρητική, ταυρική, οὐ μή μου περιγένῃ, ἐπαΐζω σε.

Πρὸς πᾶσαν μᾶλιν. Μὴ ῥήξῃς τὸ κτῆνος τοῦτο, σαρρα, μάρρα, καμέτριξ

Λύχνον τὸ λεγόμενον μελάμπυρον ἀλήσας καὶ καθαρῷ κοσκίνῳ σήσας κοχλιάρια γʹ, εἰς ὕδωρ εἰς σκεῦος χαλκοῦν βαλὼν τῇ ἑξῆς δίδου διὰ ῥινῶν.

Ἄλλο. Ἐν περιάπτῳ ἵππου προκατηρτικότος ἢ πρωτοβόλου ἤτοι ἀβόλου, οὗ ὄνομα τόδε καὶ ἥδε χρόα τῆς μάλεως· ἀρθρῖτις, ἀρθριτική, οὐ μὴ αὐτοῦ περιγενήσεσθε, σαρραμαρρα καμετριξ γράφων ἐν χάρτῃ περίαπτε εἰς τὸ κάπιστρον.

Ποτὸν πρὸς μᾶλιν. Βικίου, φασουλίου, τήλεως, φάβατος, μυάγρου, σεμιδάλεως, βρόμου, ζειᾶς, τίφης, κριθῶν, κέγχρου, τὸ ἴσον ἐκ πάντων, τοῦ δὲ ὀρόβου τὸ ϲʹ ἀλέσας λεπτὸν καὶ σήσας καὶ φυράσας, ὥστε ζύμην γενέσθαι πότιζε ἕκαστον ἵππον χοίνικα Ταουιανὴν ἐπὶ ἡμέρας ιεʹ ἢ ἑβδομάδας τρεῖς ἐγχυματίζων. ἢ προσφυσῶν λέγε· φεῦγε οὖν, κακὴ μᾶλι, διώκει σε Ποσειδών, καὶ ταῦτα· τρὶς ἑπτὰ θαλάσσια ζῷα, ζʹ ἄρκοι, ἑπτὰ λέοντες, ἑπτὰ δελφῖνοι ἐδίωκον τὴν ἀγρίαν μᾶλιν.

Πρὸς μᾶλιν σπουδαῖον. Βάρβαρος, βαρβαρίζουσα, ζαβαχωρα, βαρβαρων πυρι, πυριτουμόλε, σῷζε τὸν φοροῦντα, γράψας ἐν χάρτῃ περίαπτε.

Ἄλλο. Γράψας περίαπτε· μορουατο εὐπρεπέστατε, ῥορουαδαμανευβρεατι καὶ τεμεστανα μαλχα, μαδαδα, πτουτιαμην, χουστι καὶ τιατεμ.

Ἄλλο. Αμιλιχαμουρουατοσακμαδαν εὐπρεπέστατε δαπουνη, βαθυαρουαζεμαντεστιν εὐπρεπε καὶ σεμναλεουθ.

Ἄλλο. Ὁ υιου ατοιουρουανα καὶ τῶν εὐπρεταβενε μάλχα πιουνιβα καὶ ἀχιματατια.

Εὐμήλου πρὸς δύσπνοιαν ἤτοι μᾶλιν. Δύσπνοια ζῴοις πάθος ἐπικινδυνότατον. τοῦτο πολλοὶ μᾶλιν ὀνομάζουσιν, ὅπερ Ἕλληνές τε καὶ Ῥωμαῖοι διεῖλον οὕτως· ἀρθρῖτιν ξηρὰν ὑγρὰν λευκὴν μέλαιναν. τῆς τοιαύτης οὖν νόσου σημεῖα τάδε· τῷ παντὶ σώματι συμπίπτει, διὰ τῶν μυκτήρων ἰχῶρα φέρει, πίνει πολὺ ὕδωρ, βήσσει σκληρῶς, πταίρεται συνεχῶς, χωλαίνει καθʼ ἕκαστον πόδα, τὰ ὦτα πιτυριᾷ καὶ ἐπινενευκότα αὐτὰ φέρει, τὸ δέρμα αὐτοῦ σκληρὸν καὶ ἄγριον. τοῦτο τοίνυν συμβαίνει, ὁπηνίκα διὰ τῆς τοῦ πάθους ὠμότητος ἀποκλειομένων τῶν ἀρτηριῶν καὶ τραυματιζομένων λοιπὸν τὸ κατὰ φύσιν ἐπὶ τὸν πνεύμονα μὴ παραγίνεται πνεῦμα. χρὴ τοίνυν κεχρῆσθαι θεραπείᾳ τοιαύτῃ· αἷμα ἐκ τοῦ σφονδύλου καὶ τῶν σκελῶν λάμβανε, μίσγε τοῦτο οἴνῳ καὶ ἐλαίῳ καὶ τὸ σύμπαν ἀπότριβε σῶμα. εἶτα τραγακάνθου, σμύρνης καὶ λιβάνου ἀνὰ ὀβολοὺς βʹ, μῖξον τὸ λευκὸν τοῦ ᾠοῦ καὶ προσθεὶς μελίκρατον διὰ τοῦ στόματος ἔγχεε. τὴν δὲ τροφὴν ἐχέτω χλωράν, ἢ πάλιν Μηδικὴν οἰνελαίῳ ῥαντισθεῖσαν, κριθάς τε ὠπτημένας ἀλεύρου ὀροβίνου καὶ φάβατος μιγνυμένων. ἢ ἀλεκτρυόνος σφαγέντος, τούτου τὰ ἔντερα καθαίρεται καὶ εἰς ὕδωρ ἄχρι ἡμισείας ἕψονται, καὶ προσβληθέντος νίτρου καὶ ὑοσκυάμου ἀναλόγως καὶ θείου ἀπύρου 𐅻 αʹ πάντα οἴνῳ μιγέντα δίδονται διὰ στόματος ἐπὶ ἡμέρας γʹ. τινὲς δὲ καὶ ὀστέον κεφαλῆς κυνὸς λοιπὸν εὔθρυπτον λαβόντες καὶ σκίλλαν λευκὴν καλάμῳ κεκομμένην εἰς φοῦρνον ἐν ταὐτῷ κατοπτοῦσιν. ἅπερ λειώσαντες μετὰ οἴνου κοτυλῶν εʹ Κορινθίου καὶ ἐλαίου Ἀττικοῦ κοτυλῶν γʹ καὶ πεπέρεως λευκοῦ γο αʹ διηθήσαντες ἅπαντα 𐆅 αʹ διὰ τοῦ δεξιοῦ μυκτῆρος ἐκχέουσιν.

Ἄλλο εἰς δύσπνοιαν. Δύσπνοια ἡ ὑπὸ Ἑλλήνων ὀρθόπνοια ὀνομαζομένη γνωρίζεται, ὁπηνίκα τοὺς μυκτῆρας ὀρθοὺς ἔχει πῦά τε διʼ αὐτῶν φέρει καὶ τὰς λαγόνας ἕλκεται, τοὺς ὀφθαλμοὺς ἀφεστῶτας ἔχει. θεραπεύσεις οὖν οὕτως· αἷμα τοῦ σφονδύλου λάμβανε τοῦτό τε ὄξει καὶ ἐλαίῳ μίξας τὸ ζῷον ἀπότριβε. τροφῆς, καθʼ ὅσον ἐγχωρεῖ, ἀπεχέσθω, ἢ πάλιν τούτοις κεχρήσθω τοῖς θερμαίνειν δυναμένοις, τοῦτʼ ἔστιν ὀρόβοις, ἐρεβίνθοις, ἀλεύρῳ σιτίνῳ, τῷ δὲ θέρει κριθίνῳ. γιγνέσθω δὲ ἐγχυματισμὸς τοιόσδε· τραγακάνθης, ἕψημα, θέαφον, μίξας δὲ καὶ κυμίνου Αἰθιοπικοῦ ὅσον τρισὶν δακτύλοις λαβεῖν δυνηθῇς, οἴνῳ σύμπαντα μίξας δίδου ἐπὶ ἡμέρας ιβʹ ἢ καὶ κʹ ἢ καὶ πλεῖον, μέχρις οὗ ὁ πνεύμων θεραπευθῇ. ἐὰν οὖν τὸ τοιοῦτο μὴ συμβάληται, ῥίζαν ἐλλεβόρου λίθῳ περιορυγεῖσαν εἰς τὸ στῆθος προσάγαγε ἢ εἰς τὰ τῶν ὤτων ἢ τῶν μυκτήρων ἄκρα, διʼ ὧν τὸ πᾶν νόσημα διαφορηθήσεται. παστίλλους δὲ διʼ ὑδρομέλιτος δίδου κατασκευασθέντας ἐξ ἀγρίου σικύου ῥίζης καὶ βοτάνης προσωπίτιδος καὶ κενταυρίου καὶ ἀμυγδάλων πικρῶν μέλιτι ἀληλιμμένων, οὕσπερ προκατασκευάσας εἰς ταύτην φύλαττε τὴν χρῆσιν. ἢ ῥίζης μόρου λελειωμένης ὀβολοὺς βʹ εἰς οἶνον θερμὸν βαλὼν διὰ τῶν μυκτήρων ἔγχεε. τὸν μέντοι ὀρθοπνοϊκὸν πρότερον γάρου κύαθον αʹ, ἐλαίου κυάθους βʹ, οἴνου κυάθους βʹ μίξας τὴν κεφαλὴν κάθαιρε. οἷσπερ εἰ μὴ ὑπακούσει τὸ πάθος, ἀθεράπευτον ὑπάρχει τὸ νόσημα. ἐὰν δὲ διὰ μυκτήρων πῦα φέρῃ, λιβάνου ἄρρενος γο αʹ μετʼ οἴνου κοτύλης αʹ Ἀττικῆς λείωσον καὶ θερμάνας διὰ ἀμφοτέρων τῶν μυκτήρων ἔμβαλλε, δάφνης τε φύλλοις τὰς ῥῖνας θυμία. εἰ δὲ διὰ τοῦ μορίου ἀφῇ πῦον, ἀλεκτρυόνα καθεψήσας καὶ τὸ τούτου ὕδωρ διηθήσας πρόσβαλλε θεάφου λελειωμένου 𐅻 μίαν καὶ διὰ τοῦ στόματος ἔγχει ἐπὶ ἡμέρας συναπτὰς θʹ. πρὸς ἀρχὴν δὲ ὀρθοπνοίας χρήσῃ τούτῳ· σκώληκας σιτιστοὺς ἀπὸ ἀρτοκοπίου λειώσας ἀριθμῷ ζʹ καὶ οἴνου κυάθους ζʹ καὶ ἐλαίου κυάθους βʹ, ἐν ταὐτῷ σύμπαντα μίξας καὶ χλιάνας διὰ μυκτήρων δίδου.

Τροχίσκος πρὸς ταῦτα τὰ κτήνη προλημπτικὸς μάλεως πάσης· τρὶς ἐγχυμάτισον μίαν παρὰ μίαν καὶ περιγίνῃ θαυμαστῶς. Πετροσελίνου γο ϛʹ, κρόκου γο αʹ, σμύρνης γο βʹ, ἀβροτόνου γο δʹ, ὀριγάνου γο βʹ, ἐλέφαντος ῥίνισμα γο γʹ ἀναλάμβανε ὄξει δριμυτάτῳ καὶ ποίει τροχίσκους ἄγοντας 𐅻 αʹ καὶ δίδου ἐν οἴνου λευκοῦ Ἰταλικῷ 𐆅 αʹ τροχίσκον αʹ πώλῳ, τελείῳ βʹ. ψῦχε ἐν σκιᾷ· ἄκρως βοηθεῖ, δεδοκίμασται.

Ξηρίον ἕτερον. Εἰ ἄρξηται ἵππος λεληθότως χωλαίνειν καὶ οἱ τούτου πόδες φλεγμαίνωσιν, ὅπερ ἐστὶν ἐπικίνδυνον, ποιήσεις τοῦτο· ἀφαιμάξῃς αὐτὸν τὸν ἵππον ἐξ ἑκατέρων τῶν μερῶν τοῦ τένοντος αὐτοῦ εἰς τοσοῦτον, ὥστε αὐτὸν ἀτονῆσαι, καὶ μετὰ ταῦτα στρύχνον μετὰ μέλιτος καὶ ὕδατος ὀμβρίου δίδου, ἕως δʼ ἂν ὑγιάνῃ.

Ἰσχυρὸν βοήθημα ἰσχυρῶς βοηθοῦν. Ἰσχυρὸν βοήθημα τῇ πείρᾳ μεμαθήκαμεν τὸ διὰ τῆς ῥαφανίδος οὕτω ἐπικαλουμένης, ἣν ποιμένες Ῥωμαϊκῇ γλώττῃ … ἐπικαλοῦσιν, ἐλλεβόρου μέλανος ῥίζαν. αὕτη ἡ βοτάνη τίκτεται παρὰ Μαυρουσίοις πολλή, καὶ πᾶσι ζῴοις συμβαλλομένη τῇ ἀριστερᾷ χειρὶ πρὸ ἀνατολῆς ἡλίου διορύττεται καὶ ἀνασπᾶται. καὶ γὰρ οὕτως συναγομένη μείζονα δοκεῖ ἐνέργειαν ἔχειν. χαλκῷ τοίνυν φιβλίῳ τὸ ἔνδον μέρος καὶ τὸ ἔξωθεν τοῦ ὠτίου τοῦ ζῴου περιχάραττε εἰς τύπον τοῦ γράμματος τοῦ ο, ἔπειτα τὸ μέσον τοῦ κύκλου τῷ αὐτῷ φιβλίῳ τιτρᾶται καὶ ἐμβάλλεται εἰς τὴν αὐτὴν ὀπὴν ἡ ῥίζα τῆς προλεχθείσης βοτάνης ἐσφιγμένη πρὸς τὸ μὴ ἐκπεσεῖν αὐτήν. κἀκεῖθεν διὰ τοῦ αὐτοῦ ὠτίου πᾶς ὁ λοιμὸς διαφορεῖται, ἕως ἂν τὸ μέρος τοῦ περιχαράγματος τοῦ ὠτίου διαφθαρὲν ἐκπέσῃ. Κορνήλιος δὲ Κέλσος τῆς αὐτῆς βοτάνης καὶ φύλλα μετʼ οἴνου λειωθέντα διὰ τῶν ῥινῶν ἐγχέειν ἐπιτρέπει. τοῦτο δὲ ὀφείλει γενέσθαι, εἰ ὅλη ἡ ποίμνη κάμνει. εἰ δʼ οὖν, τὸ ἐπάνω βοήθημα ἀρκέσει.

Ἕτερον πρὸς αὐτό. Εἰ δὲ αὐτὰ τὰ ἄρθρα ἀποσκληρύνεται, γίνωσκε τὸ ζῷον ὅτι ἐλεφαντιᾷ καὶ λοιμῷ κάμνει, ὅπερ θεραπεύσεις οὕτως· ἀφαιμάξας αὐτὸν ἐκ τῶν φλεγμαινόντων μερῶν ἐγχυμάτισον σκῦλον μικρὸν μετὰ πτισανῶν ἐπὶ ἡμέρας γʹ. μετὰ δὲ ταῦτα ἀφαίμαξον ἐκ τῆς μήτρας καὶ ἐγχυμάτισον μετὰ χυλοῦ τήλεως, καὶ πάλιν ἀφαιμάξεις αὐτὸν ἐκ τῶν ἄρθρων ὁμοίως, καὶ μετὰ ταύτην τὴν περιοδίαν προπότισον.

Ἄλλο πρὸς δυσουρίαν. Γράφε καὶ περίαπτε θεοῦ ἐπίκλησιν ἐπικαλούμενος βαρναβαὰθ θ θ καὶ σεχθαβαγγγγα. ἐπικαλοῦμαι καὶ θεὸν Ἀβραὰμ μμμ. λῦσον φλέβας σὺν δυσουρίᾳ καὶ ῥεῦσον ὡς ὁ Νεῖλος ποταμὸς ὑπὸ μηδενὸς κατεχόμενος.

Πρὸς στραγγουρίαν. Ἀπιουσῆμεν, ὅ ἐστι σέλινον, γο βʹ, σαρξιφαγοῦς γο βʹ, ἀροβαρώσου ὀποπάνακος γο βʹ, Συριακῆς γο γʹ, γεντιανῆς γο γʹ, ῥύτης γο βʹ, κροκομάγματος γο αʹ, σμύρνης γο βʹ, πεπέρεως λευκοῦ κόκκους κʹ.

Ἄλλο πρὸς κόπον. Κτῆνος ἐὰν κάμνον κοπιᾷ, ῥίζης λευκάνθης γο ϛʹ, ἀμπέλου λευκῆς ῥίζης γο ϛʹ, πλατάνου ῥίζης γο ϛʹ, ἀνήσου γο ϛʹ, σελινοσπέρμου γο ϛʹ, ταῦτα πάντα εἰς ὅλμον συντρίψεις καὶ ὑποστάθμῃ ἐλαίου 𐆃 γʹ, ὄξους 𐆅 γʹ, ἐκεῖθεν τὸ κτῆνος συγχρίσεις.

Θεομνήστου πρὸς τὸ αὐτό. Τούτους οἴνῳ καὶ μέλιτι ἐγχυμάτιζε ἴσοις χωρὶς φαρμάκου· ἐὰν δὲ τὰς λαγόνας ὑπὸ τῆς στενοχωρίας τοῦ πνεύματος ὀγκωθῇ, οἶνον μὴ δός, ἀλλὰ κρόκου τριώβολον μετὰ ὕδατος διὰ τῆς ἀριστερᾶς ῥινὸς ἐγχυμάτιζε.

Πελαγωνίου πρὸς αὐτό. Χρὴ τοῦτον ἀφαιμάξαι ἐκ τῶν βραχιόνων καὶ αὐτῷ τῷ αἵματι προσμῖξαι ἔλαιον μετὰ οἴνου. ὅθεν πᾶν τὸ σῶμα συμβάλλεται ἀποχρίεσθαι. δώσεις δὲ ποτὸν οἰνελαίῳ ἐμβάλας κόνιν τὴν λεγομένην κουδριγαρίαν.

Ἱπποκράτους πρὸς τοὺς ἰσχναινομένους. Ἐὰν ἵππος ἰσχνὸς ᾖ καὶ κάμῃ ἀποτιθεὶς τὸ σῶμα, λαβὼν ἄλλην τροφὴν δίδου ῥάνας οἴνῳ ὀρόβους τεθραυσμένους. δίδου δὲ καὶ βίκου τροφὴν καθʼ ἡμέραν ὅσον 𐆅 αʹ καὶ τὰς κριθὰς πεφρυγμένας ὅσον 𐆅 γʹ, καὶ ἔσται εὔρωστος καὶ παχύς. ἢ σῖτον πεφρυγμένον ὅσον χοίνικα ῥᾶνον ἅλμην καὶ δίδου καθʼ ἡμέραν μάζας. δίδου δὲ καὶ ψωμίσματα μετὰ ὀξυγγίου καὶ μέλιτος καὶ κριθίνου ἀλεύρου καὶ ὀρόβων λεπτῶν ἀναρρεραμμένων.

Περὶ παρισθμίων. Ἐὰν παρίσθμια γένηται, τὴν φλεγμονὴν περὶ τὰ ὦτα σχήσει. οὕτως θεραπευθήσεται· ζεστῷ ὕδατι τὸν τόπον ἀντλήσεις καὶ καταπλάσεις διὰ κριθίνης. καὶ ἐὰν συστῇ ἐν τόπῳ, ἀνοίξεις σμίλῃ καὶ προσκέψῃ ἐπιμελῶς. ἐὰν δὲ μὴ ὑπακούσῃ, καυτηριάσας ἐπιμελήσῃ.

Πελαγωνίου εἰ γλάνδουλα σχῇ τῶν σιαγόνων. Αὔξονται σάρκες ἐκ ῥυπαρίας, ἅσπερ σιδήρῳ χρὴ ἀποτέμνειν καὶ καυτηριάσαι, καὶ μετὰ ταῦτα θεράπευσον οὕτως· φάβατι καὶ ἐλαίῳ ἐπὶ ἡμέρας ηʹ, ἐκεῖθεν νίτρῳ καὶ ὕδατι θερμῷ … στακτῇ ἀπόπλυνον τὸ πάσχον μέρος, καὶ λοιπὸν οἰνελαίῳ ὄροβον ἠλησμένον ἐπίθες ἐπὶ γʹ ἡμέρας. μετὰ δὲ ταῦτα οἴνῳ καὶ ἀλεύρῳ κριθίνῳ θεράπευσον, ἕως ἂν ὑγιάνῃ.

Πρὸς αὐτό. Ὀξύγγιον παλαιὸν μετὰ καθαρισθέντων σκόρδων, κοπέντα καθαρῶς εἰς τὰς μαξίλας τοῦ ἵππου παρατίθει, οὐ μὴν ἀλλὰ καὶ τὰς φάρυγας αὐτοῦ ἐξ αὐτοῦ κατάχριε.

Πρὸς τοὺς ῥευματικοὺς εἰς τὰ σφυρὰ καὶ τὰς θέσεις. Καὶ τοῦτο εὔχρηστον· διφρυγοῦς ὁλκὰς λεʹ, κηκίδος ὁλκὰς ιβʹ, στυπτηρίας στρογγύλης ὁλκάς βʹ.

Ἄλλο πρὸς τὸ φλεμῖνα δίχα σιδήρου θεραπεῦσαι. Κάλλιον δὲ βοήθημα, εἰ βλάχνου ῥίζαν καὶ ὄροβον κόψεις ἐν ὅλμῳ μετὰ σύκων Ἄφρων· χρῶ ὡς ἀληθεστάτῳ.

Πρὸς τὸ ἐκρῆξαι τὴν φλεμῖναν. Συκῆς ῥίζαν, ὄροβον, ἀξούγγιον μετὰ ὄξους συγκόψας καὶ ἐπιπλάσας εἰς ὀθόνιον χρῶ.

Πρὸς τὸ ἐπᾶραι φλεμῖναν. Σινήπεως Ἀλεξανδρηνῆς γο ϛʹ, καρδάμου Ἀλεξανδρηνοῦ γο ϛʹ, σύκων Ἄφρων γο βʹ, ἀξουγγίου παλαιοῦ γο βʹ, ὄξους τὸ ἀρκοῦν.

Πρὸς νεῦρα τὰ τῶν ἄρθρων ἤτοι λεπτά. Κυπαρίσσου φύλλα κόψας καὶ λειώσας τούτοις ἐπίβαλλε κρίθινον ἄλευρον καὶ ἕψησον μετὰ οἴνου καὶ ἐλαίου ἀκροῦντος καὶ ποιήσας ἐμπλαστρῶδες βάλλε εἰς ὅλμον, καὶ μετὰ ἰαρίου Γαλλικοῦ … καλῶς καθεψημένου καὶ λεπτοποιηθέντος μετὰ τὸ συγκοπῆναι ἀνελὼν χρῶ ὡς ἐμπλάστρῳ ἐπιπλάσσων καὶ ἐπιδεσμῶν. ὅμως δὲ πρὶν ἢ τὸ κατάπλασμα μιγῆναι πρότερον σκόρδον Γαλλικὸν κεκαθαρμένον μετὰ ἐβίσκου καθεψημένου καὶ ὀλίγης ἀξουγγίας κόπτεις, καὶ οὕτως ἐπιβάλλεις τὸ κατάπλασμα τὸ ἐκ τῶν κριθίνων ἀλεύρων καὶ τῶν φύλλων τῆς κυπαρίσσου. τοῦτο ποίει ἐπὶ ἡμέρας θʹ, οὕτω μέντοι, ὥστε σε καθʼ ἡμέραν θεραπεύειν.

Πρὸς τὰ λεπτὰ τῶν ὀστέων ἤτοι νεῦρα. Πρὸς τὰ προγεγραμμένα ἤγουν νεύρων φλεγμονὰς ἢ ῥαγάδας τὰς ἐν νεύροις ἢ καὶ τὰ ἀπὸ ἅρματος πλήγματα, ἢ εἰ καὶ χυμός τις συρρεύσει, ταύτῃ χρῆσαι τῇ θεραπείᾳ· μάννης γο βʹ, ὄξους αὐστηροῦ 𐆅 ϲʹ, εὐφορβίου γο βʹ, δαφνοκόκκων γο βʹ, πίσσης ὑγρᾶς γο δʹ, θείου ἀπύρου γο βʹ, ἀξουγγίου χοιρείου 𐆃 αʹ, σινήπεως Ἀλεξανδρηνῆς γο γʹ, κυμίνου γο γʹ, ἀψινθίου χλωροῦ Ἄφρου γο ϛʹ, ἀσβέστου γο γʹ, σφέκλης γο ϛʹ, λιβάνου ἄρρενος γο γʹ, ῥητίνης τερεβινθίνης γο ϛʹ, ἀλεύρου ὀροβίνου γο γʹ, κόπρου περιστερᾶς γο ϛʹ, πάντα συμμίξας χρῶ ἀρίστῳ βοηθήματι. καὶ γὰρ σκληρίας διαλύει καὶ σύμπαντα τὰ λοιπὰ θεραπεύει.

Πρὸς τραῦμα ἐν τοῖς κοίλοις. Τραύματος δὲ γενομένου ἐν τοῖς κοίλοις, ὥστε τὸν ἐπίπλουν προπεσεῖν καὶ τὰ κόπρια φέρεσθαι ἐκ τῆς κοιλίας καὶ τὸ ὕδωρ, μὴ ἀπελπίσῃς· γίνεται γὰρ ὑγιὴς καὶ συνσαρκοῦται. διάχριε δὲ τὸν τόπον τῷ ἁλὶ καὶ τῇ πίσσῃ, καὶ ἐὰν ἔντερον προπέσῃ καὶ ὑγιὲς ᾖ, ἀνώσασθαι δεῖ, καὶ ἔσται ὑγιής. ἐπίπλουν δὲ προπεσόντα ψαλίζειν δεῖ.

Κατάπλαστος πρὸς τὰς ἐκ φλεβοτομίας φλεγμονάς. Κατάπλαστος ἡ διʼ ἀσβέστου, ἁρμόζει δὲ τοῖς φλεβοτομουμένοις ἐκ τοῦ βραχίονος, ἐὰν γένηται ἐπιρρευματισμὸς καὶ φλεγμονή, καὶ τοῦτο ἐμπλάσσοντας εἰς ὀθόνιον ἐπιδεσμεῖν· ἀσβέστου, χαλκίτιδος, ἀριστολοχείας τὸ ἴσον, ἢ κάνναβιν ἀγρίαν ξηράναντας καὶ κόψαντας χρῆσθαι.

Ἱεροκλέους περὶ φλεβοτόμου αἱμορραγίας. … τὸ ἴσον μέλιτι ἐπιχέων χρῶ τοῖς ἐκ φλεβοτομίας κακωθεῖσιν, ὡς καὶ αἱμορραγίαν γενέσθαι. ἁρμόζει τοῖς φλεβοτομουμένοις ἐκ τοῦ βραχίονος, ἐὰν γένηται ἐπιρευματισμὸς καὶ φλεγμονή, τούτοις ἐμπλάσσοντας ἐπιδεσμεῖν ἀσβέστου κτλ.

Ἀφλέγμαντον. Κίρκη καὶ Μήδεια ἐκαθέζοντο πρὸς ἀνατολὰς ἡλίου, ἐζήτουν τὸ ἀφλέγμαντον εἴτε ἀπὸ λίθου εἴτε ἀπὸ ξύλου εἴτε ἀπὸ κυνοδήκτου. τὸ γὰρ ἕλκος ἀνήλιόν ἐστιν.

Πελαγωνίου εἰ ἵππος αἰδοῖον χαλάσας μὴ δυνηθῇ ἀνακαλέσασθαι. Φούσκᾳ ψυχρᾷ συνεχέστερον ἐκεῖνο τὸ μέρος ἀπαντλήσεις καὶ εὐθέως θεραπεύσεις.

Ἱπποκράτους περὶ χωλείας ὤμου καὶ βραχίονος, ἐὰν τὸ νεῦρον τὸ ἐν τῇ κοτύλῃ ἀποσπασθήσεται τρέχων καὶ βαδίζῃ μακρότερον καὶ ἐπαίρῃ τὸν πόδα, καὶ ἐὰν πέσῃ εἰς τὴν κοτύλην, ἐὰν ἀποτρέχῃ. σύγχριε οὖν οἰνελαίῳ συνεχῶς, ἵνα μὴ ῥευματισθῇ καὶ μείνῃ, καὶ αἷμα ἀφαίρει ἀπὸ τοῦ βουβῶνος καὶ κατάχριε καυστικῇ. ἐὰν δὲ μὴ παύσηται, καίειν τροχὸν κατὰ τῆς κοτύλης ἔχοντα πυρῆνας ὀρθούς.

Πρὸς θλάσμα. Γράψον εἰς τὸν ὄνυχα τοῦ πάσχοντος ποδὸς τοῦ ζῴου τὸ ὄνομα τοῦ ἰδίου δεσπότου.

Ἄλλο. Γράψον ὑπὸ τὴν στεφάνην τοῦ ζῴου μετὰ μαχαιρίου· ἰλὼψ ἰχθὺς νῆσος.

Ἄλλο. Λαβὼν κάνναβιν ποίησον κόμβους τρεῖς, ἐπὶ ἑκάστου κόμβου ἐπιλέγων· εἰς θλάσιν σε ἐφελκύω, ἀπολιθώθητι, ἀποξυλώθητι, ἀποκορδυλώθητι. καὶ μετὰ τὸ δῆσαι τὰς γʹ δέσεις περιτιθεῖς τὸ μεσοκύνιον τοῦ ζῴου πάλιν ἀποδεσμῶν ἁπλαῖς δέσεσι γʹ ταὐτὰ ἐπιλέγων, καὶ τότε κόψας μαχαίρᾳ ῥῖπτε χαμαί.

Ἱπποκράτους πρὸς αὐτό. Ἐὰν ἔσω θλάσμα γένηται, σημεῖα ταῦτα, ἐὰν μὲν τὸν ἔμπροσθεν παρεπαίρῃ πόδα καὶ μὴ θαρρῶν τίθησι τὸν ὄνυχα, ἐάν τε πάλιν τὸν ὄπισθεν, εἰ ἀκρονυχίζει διπλῶς καὶ διάπυρός ἐστι. θεραπεύσεις οὖν οὕτως· περιχαράξας τὴν ὁπλήν, ἐὰν αἴσθῃ, ὅτι ἐπιμένει, κατάπλασσε κριθὰς ἑψημένας ἐν ὕδατι, ἢ πίτυρα ζεστὰ φυράσας καὶ μίξας παλαιὰν κόπρον μὴ πολλὴν κατάπλασσε, ἐὰν δὲ ἐπιμείνῃ, ἀνασκεύαζε. ἐὰν δὲ τὸ ὀστάριον τὸ ἐν τῇ χελιδόνι φανῇ, μέλιτι καὶ ὄξει χρῷ καὶ ὀλίγῳ διʼ ἐλλυχνίου μοτῷ ἐπὶ ἡμέρας. εἶτα στύμμα τι ἐπιτίθει, κυπαρίσσου φύλλα λειοτριβήσας μετὰ ὄξους ἢ μυρίκης φύλλα. ὁμοίως δὲ ἐπιτίθει ἢ σιδίων κέλυφα· ἑψήσας ἐν ὄξει καὶ λεάνας ἐπίθες ἢ ξηρὰ κόψας ἐπίπασσε, ἢ χάλκανθον καὶ κηκίδας κόψας ἐπίπασσε προαποπλύνας ὄξει.

Πελαγωνίου πρὸς αὐτό. Δακτυλίδιον σιδηροῦν ἔχον γλύμμα λέοντος καὶ ἐπάνω ἀστέρα ὑποκάτω τῆς γούλας κρέμασον καὶ θαυμάσεις.

Ἑλκῶν φάρμακον μαλακόν. Κηροῦ στατῆρας ιϛʹ, ῥητίνης Κολοφωνίας στατῆρας βʹ, στέατος ὑείου νεαροῦ στατῆρας ηʹ καὶ αἰγείου στατῆρας ηʹ, πίσσης ἑφθῆς στατῆρας βʹ, λιθαργύρου ὁλκὴν αʹ, στυπτηρίας σχιστῆς ὀβολοὺς γʹ, μάννης λιβάνου ὁλκὰς δʹ, σμύρνης ὀβολοὺς βʹ, μέλιτος ἡμικοτύλιον, λιβανωτοῦ ἄρρενος ὀβολοὺς βʹ, χαλβάνης ὀβολοὺς γʹ, ἐλαίου κοτύλην αʹ, ἕψει προσβαλὼν τὸν κηρὸν καὶ τὰ στέατα καὶ τὴν ῥητίνην καὶ τὸ ἔλαιον καὶ τὴν πίσσαν, εἶτα τὸ μέλι. ὡσὰν δὲ συγχυθῇ, τότε βάλλε τὰ λοιπὰ τρίψας εἰς λεπτὰ καὶ ἕψει, μέχρις οὗ ἐπιστάζοντί σοι πτερῷ ἐπὶ τὸν ὄνυχα πήσσηται. καὶ τότε ἆρον καὶ βάλλε εἰς ἕτερον ἀγγεῖον. τούτου ἡ ὑποστάθμη ἁρμόζει ἀνθρώποις πρὸς τὰ ῥυπαρὰ ἕλκη ἐπιτιθεμένη ἔμμοτος, καὶ αὐτὸ δὲ πελιώματα βαστάζει καὶ εἰς τὰ λοιπὰ καθόλου εὔχρηστον, ἐκτὸς ἐναίμου καὶ κατακαύματος. ἐν δὲ τοῖς κτηνικοῖς κωλύει τὰς μυΐας προσκαθίσαι καταχριόμενον.

Ἄλλο μαλακόν. Ἐλαίου κοτύλην αʹ, κηροῦ στατῆρας ιϛʹ, ῥητίνης Κολοφωνίας στατῆρας γʹ, ταῦτα ἑψήσας εἰς ἄλλο ἀγγεῖον βάλε καὶ χρῶ ἐλαίῳ διεὶς τὸ φάρμακον καὶ καταχρίων τὰ ψιλώματα, καὶ ἔσται ὑγιής.

Κατάπλαστος πρὸς τὰ ὑπερέχοντα, ἀγαθὴ πρὸς τὰ ὑπερσαρκώματα καὶ κοῖλα ἀνάγουσα. Ἄσβεστον, πίτυν, χαλκίτην, ὀρόβινον, ἴσον ἑκάστου μίξας καὶ ποιήσας λεῖα χρῶ, ἢ ἀσφοδέλῳ. καὶ τὰ σίδια κοπέντα καὶ σησθέντα χρήσιμα.

Ἑλκῶν καθαρτικά. Κάνναβιν ἀγρίαν κόψας κατάπλασσε, ἢ ἀσάρου ῥίζαν, ἢ καὶ ὀρόβου ἄλευρον μετὰ μέλιτος χρηστοῦ, ἢ τιθύμαλλον κόψας μετὰ νίτρου καὶ μέλιτος, ἢ ἡλιοτρόπιον τὸ ἄρσεν, ὃ λέγεται σκορπίουρος, κόψας μετὰ νίτρου χρῶ.

Ἄλλο. Ἄριστον δὲ καὶ τοῦτο· ἄλευρον κρίθινον καὶ κράμβης φύλλα κόψαντα μῖξαι καὶ καταπλάσσειν. τοῦτο τάχιστα ἐκκαθαίρει τὰ ὄστρακα ἐκ τοῦ νώτου ἢ ἥλους λεγομένους.

Ἄλλο. Πρασίου λιβανωτοῦ τοῦ λεγομένου μετὰ νίτρου τὸ αὐτὸ ποιεῖ. κυπάρισον ἢ πολίου φύλλα κόψαντας ἐπιτιθέναι.

Ἄλλη κατάπλαστος πρὸς τὰ βάθη. Ἀσβέστου, χαλκίτιδος τὸ ἴσον χρῶ, ἢ ἀριστολοχείας, ἢ κάνναβιν ἀγρίαν ξηράνας καὶ κόψας χρῆσαι.

Πρὸς τοὺς σκώληκας τοὺς ἐν τοῖς ἕλκεσι. Χαμαιλέοντος ῥίζαν κόψας ἔμπασσε ἢ χάλκανθον, ἀσβέστου, τὸ ἴσον ἑκατέρου, τὸ αὐτὸ γὰρ ποιεῖ.

Ἄλλο πρὸς ἕλκη. Ἄριστον δὲ καὶ τοῦτο πρὸς τὰς ἀποκαύσεις καὶ τὰ λοιπὰ τῶν ἑλκῶν· χαλκάνθου ὁλκὰς βʹ, στυπτηρίας σχιστῆς ὁλκὰς βσʹ, μίσυος, χαλκίτιδος ἀνὰ ὁλκὴν αʹ, ἰοῦ ὁλκῆς ϲʹ, ταῦτα τρίψας λεπτὰ ὄξος λευκὸν ἐπίχεε. ἑψεῖν δὲ ἐν χαλκῷ, ἕως ἂν ἐκζέσῃ, καὶ πάλιν τρῖβε προσεπιβαλὼν μυρσίνης ὁλκὴν αʹ, σιδίου ὁλκὴν ϲʹ, κηκίδος ὁλκὴν ϲʹ. ταῦτα τρίψας ἀπόθου καὶ χρῶ μετὰ ὄξους.

Ἄλλο. Σίδια βρέξας νυκτοήμερον ἐν οἴνῳ μέλανι αὐστηρῷ, ὡς τὸν οἶνον ὑπερέχειν τῶν σιδίων, ἕψει παρεγχέων ἀμόργης διπλάσιον τοῦ οἴνου, καὶ τρίψας διήθησον, καὶ τὰ μὲν ξυλώδη ῥῖψον, πρὸς δὲ τὸ διηθημένον μίξας στυπτηρίαν καὶ λιβανωτὸν ἕψει. ποιήσας τὸ πάχος μέλιτος ἀποθέμενος τούτῳ χρῶ μετὰ ὄξους. ὑγιαζομένου δὲ τοῦ ἕλκους ἁπαλὸν ποίει τὸ φάρμακον ὡς κηρωτήν.

Ἀρίστη βοτάνη ἐπὶ τῶν οἰδημάτων καὶ ἀποστημάτων καὶ κόλπων καὶ τραυμάτων, μάλιστα τῶν κατὰ νεῦρον, καὶ ὅσα τῶν ἑλκῶν λειπόδερμα ἢ λειπόσαρκα. Λέγεται μὲν ἀλθαία, ὑπό τινων δὲ μολόχη, Ῥωμαϊστὶ δʼ ἔβισκος, παρὰ Σαρμάταις δὲ καὶ Γέταις καὶ Θρηξὶν ἄρισπις. δεῖ ὀρύσσειν τὴν ῥίζαν καὶ τὴν ἐντεριώνην ἐξαιροῦντας ῥίπτειν, τὸ δὲ λοιπὸν ὀπτῶντας ἀξουγγίῳ μῖξαι καὶ συγκόπτειν αὐτὸ καὶ ἐμπλάττοντας εἰς ῥάκος ἐπιτιθέναι. ὡσαύτως καὶ ἐπʼ ἀνθρώπων ποιεῖ, μάλιστα δὲ τοὺς κόλπους παρακολλᾷ. ὅσοι δὲ ἑψοῦσιν αὐτὴν ἁμαρτάνουσιν, τὴν γὰρ δύναμιν αὐτῆς λαμβάνουσιν. ἡ μὲν οὖν ἀλθαία οὐ ῥᾳδίως εὑρίσκεται, φυομένη ἐν τοῖς τῆς Ἀσίας τόποις ἢ Σικελίας πανταχοῦ. εὑρίσκεται δὲ ἐν τῇ Σμύρνῃ ἐν τῷ Μέλητι ποταμῷ. ἔστι δὲ ἑτέρα βοτάνη λεγομένη ἀναδενδρομολόχη, ὑπό τινων σαλκι, ἧς ἐστι τὸ φύλλον πλατύτερον. ταύτης τὴν ῥίζαν ὡσαύτως σκευάζοντας καθὼς ἐπάνω γέγραπται χρῆσθαι. τὰ αὐτὰ γὰρ παρέξεται ἔν τισιν.

Σηπτικόν. Ἀρρενικοῦ ὁλκὰς βʹ, λεπίδος χαλκοῦ ὁλκὴν αʹ, σανδαράχης ὁλκὰς βʹ, ταῦτα τρίψας λεῖα χωρὶς ἕκαστον καὶ πάλιν ἐν τῷ αὐτῷ μετὰ ἐλαίου κεδρίνου ἑνώσεις. ἐὰν δὲ τὸ κέδρινον μὴ ἔχῃς, μετὰ ἀγρίου σικύου χυλοῦ τρῖβε, τὸ αὐτὸ γὰρ ποιεῖ.

Ἄλλο. Ἁλὸς ὁλκὰς βʹ, μάλιστα δὲ ὀρυκτοῦ, καὶ ἀρσενικοῦ ὁλκὴν αʹ.

Ἄλλο. Ἐλλεβόρου ὁλκὰς βʹ, χαλκίτιδος ὀπτῆς τὸ ἴσον μέλι ἐπιχέων χρῶ.

Τραυματικόν. Μέλιτος κοτύλην αʹ, ἀμουργίου ἑφθοῦ κοτύλας δʹ καὶ σάκκου κατακεκαυμένου καὶ τετριμμένου λείου στατῆρα αʹ, ἀριστολοχείας τὸ ἴσον, βιβλίου κεκαυμένου στατῆρα αʹ τρίψαντα βαλεῖν εἰς λοπάδα καὶ ἑψεῖν, ἕως ἂν δίεφθον γένηται. καὶ ὅταν πήγνυται, ἆρον συντόμως, εἰ δὲ μή, προσκαήσεται καὶ κατάχει εἰς ἕτερον ἀγγεῖον καὶ χρῶ.

Διαλυτικόν. Περιστερινῆς κόπρου μέρος αʹ, νίτρου τὸ δʹ, ἁλὸς τὸ ἴσον τῷ νίτρῳ, στέατος αἰγείου τεθεραπευμένου τὸ διπλάσιον τῆς περιστερινῆς, κηρωτῆς τὸ ἥμισυ τοῦ στέατος. προτρίψεις τὸ ἅλας καὶ τὸ νίτρον καὶ τὴν περιστερέαν μετὰ ὄξους δριμέος, καὶ τότε βάλῃς κόψας τὸ στέαρ ἐπὶ πᾶσι καὶ τὴν κηρωτήν, καὶ συλλεάνας εἰς ὀθόνιον ἐμπλάσσων χρῶ ἐπὶ τῶν σπασμάτων τοῦ νεύρου ἐν τῇ κοτύλῃ ἀνιεὶς εἰς τὸ ὑπερέχον κονδύλωμα. ἔστι δὲ ἄριστον καὶ ἐπʼ ἀνθρώπων πρὸς πᾶσαν φλεγμονήν, μάλιστα ἐπὶ τῶν βουβώνων τῶν ἐν ἀρχῇ καὶ πρὸς ἐρυσίπελα καὶ πρὸς κυνόδηκτα καὶ ἐπὶ τῶν αἰδοίων, ὅταν ᾖ φλεγμονή, ἐμπλασσόμενον εἰς ὀθόνιον.

Καθαρτικὸν ἑλκῶν. Σταφίδα ἥμερον καὶ ἄλευρον ὀρόβινον καὶ σικύου ἀγρίου ῥίζαν κόψαντα μῖξαι καὶ μέλι ἐπιχέοντα χρῆσθαι. ἔστω δὲ ὁ σίκυς πλείων βραχύ.

Λιπαρὰ σύνθεσις. Ψιμυθίου καὶ λιθαργύρου ἴσον ἑκατέρου, βαλὼν εἰς θυῖαν τὴν λιθάργυρον καὶ προλεάνας, εἶτα τὸ ψιμύθιον, καὶ τρίψας ἐπιχέειν, παρεμβαλὼν ἓν παρʼ ἕν, ἔλαιον καὶ οἶνον τὸ ἀρκοῦν πρὸς τὴν χρῆσιν. ἔστω δὲ ὁ οἶνος λευκὸς καὶ εὐώδης καὶ τὸ ἔλαιον καλόν. ἔστι δὲ ἀγαθὴ πρὸς πάντα τὰ τετράποδα· τὰ κοῖλα τῶν ἑλκῶν ἀνάγει ἔμμοτος ἐπιτιθεμένη, καὶ τὰ ῥυπαρὰ δὲ ἀνακαθαίρει καὶ τὰ καθαρὰ δὲ συνάγει, μάλιστα δὲ τὰ ἐν τοῖς τραχήλοις τῶν ὑποζυγίων ἁπάντων, καὶ τὰ κατακεκαυμένα ἀπουλοῖ. ποιεῖ δὲ καὶ ἐπʼ ἀνθρώπων καλῶς πρὸς παρατριβὰς καὶ ἀποτρίψεις καὶ ἐξανθήματα καὶ τὰ ἔνικμα ἕλκη καὶ λειπόσαρκα καὶ ψιλώματα καὶ κοῖλα ἔμμοτος χρωμένη καὶ πρὸς κατακαύματα.

Λιπαρὰ ἄλλη. Λιθαργύρου γο αʹ, ψιμυθίου γο αʹ, στέατος χοιρείου 𐆃 αʹ, ῥοδίνου τὸ ἀρκοῦν. προλείου τὴν λιθάργυρον καὶ τὴν μάννην, εἶτα τὸ ψιμύθιον.

Ἄλλη ἀπὸ τῆς Ἀντωνίνου διφθέρας τῆς ἰατρικῆς. Λιθαργύρου γο γʹ, ψιμυθίου γο γʹ, κηροῦ 𐆃 γʹ, στέατος χοιρείου 𐆃 γσʹ.

Πρὸς κατακαύματα τῶν μωλώπων. Χαλκοῦ ἄνθος ἐν ὄξει ἑφθῷ πάχος ἔχοντι μέλιτος τρῖβε.

Πρὸς τὰ ῥυπαρὰ ἕλκη καὶ νομὰς ἔχοντα ἄριστον βοήθημα. Στυπτηρίαν φορίμην καὶ μέλι ἑψῶν χρῆσο ἔμμοτον· ὡσαύτως καὶ ἐπʼ ἀνθρώπων χρῆσο. ἕψει δὲ μαλακῷ πυρί, ἀναβαίνει γὰρ ταχύ.

Πρὸς τραύματα καὶ ἕλκη. Πρὸς δὲ τραύματα καὶ ἕλκη αὐτόματα γινόμενα ἢ ἐξ αἰτίας τινὸς καὶ σκολοπήματα εἰς τοὺς πόδας κατὰ νεῦρον ἄριστον βοήθημα χρῆσθαι ἐν αὐτοῖς ἁλὶ λεπτῷ καὶ πίσσῃ ὑγρᾷ χρίοντας.

Πρὸς κοχλίον κτήνους καὶ ὑπερσαρκώματα. Ἰοῦ μέρη … μίλτου βʹ, χαλκίτεως αʹ, χαλκάνθου αʹ τρίψας καὶ σήσας ἐπίπασσε.

Πρὸς ἕλκη. Ἐλαίου σχινίνου 𐆃 ιαʹ, κηροῦ 𐆃 ιαʹ, στέατος χηνείου 𐆃 ιαʹ, ὑσώπου γο δʹ, ἰοῦ, χαλβάνης, ἀπτῆρος ἀρσενικοῦ ἀνὰ γο ϛʹ, ῥητίνης γο ϛʹ, στύρακος 𐆃 αʹ, ῥητίνης Κολοφωνίας 𐆃 αʹ, ῥητίνης τερεβινθίνης 𐆃 αʹ, μάννης 𐆃 αʹ, κώνης 𐆃 αʹ, ῥουβρίκας 𐆃 αʹ, σεμιδάλεως 𐆅 δʹ, οἴνου τὸ ἀρκοῦν.

Τὸ Ξενοκράτους σαρκωτικόν. Ἴρεως 𐅻 ιʹ, ὀρόβου 𐅻 κʹ, λιβάνου 𐅻 εʹ, ἀριστολοχείας 𐅻 εʹ, λείωσον πάντα ἰδίᾳ καὶ οὕτως μῖξον.

Ξηρίον τὸ διὰ καρύων. Καρύων χλωρῶν φλοιόν, ἀσβέστου, τρυγὸς οἰνηρᾶς, πάντα ἴσα λειώσας χρῶ.

Εὐμήλου πρὸς ἕλκη διάφορα. Ἕλκη παντοῖα θεραπεύσεις κυκλαμίνου ῥίζης σποδιὰν μετὰ κριθίνου ἀλεύρου καὶ μέλιτος ἀναλαβὼν καὶ ἀποτιθέμενος. εἰ δὲ βαθύτερα εἴη, μίλτον μέλιτι μίξας καὶ μοτὰ χρίσας εἰς τὰ τραύματα ἔμβαλε καὶ ῥάκος ἄνωθεν ἐπίθες καὶ σπόγγον ὀξυκράτῳ βρέξας ἐπάνω θὲς καὶ ἐπίδησον. θεραπεύουσι δὲ καὶ κηκῖδες λελειωμέναι καὶ χυλὸς πρασίου μετὰ αἰθάλης, ἢ φλοιὸς μήλων ἐρυθρῶν, ἢ ἀμπέλου φλοιὸς καυθεὶς καὶ ἀποτεφρωθεὶς καὶ λεῖος ἐπιπασσόμενος. εἰ δὲ ξηραίνοιτο τὰ τραύματα, κρίθινον ἄλευρον φρύξας καὶ βαλὼν 𐆃 αʹ, ῥητίνης γο ϛʹ καὶ οἴνου κυάθους δʹ καὶ ἐλαίου ἴσον συνέψησον καὶ χλιαρὸν κατὰ τοῦ τραύματος ἐπιτίθει. τούτῳ τῷ τρόπῳ καὶ τὰ τῶν ἀνθρώπων κιρσώδη θεραπεύεται σκέλη. εἰ δέ γε φλεγμονὴ παρακολουθήσει, σικύου ἀγρίου ῥίζαν καὶ ἀγρίου συκῆς φύλλα μετὰ ὄξους καὶ μέλιτος λειώσας ἐπίθες. εἰ δὲ ῥυπαρὸν τὸ ἕλκος εὑρεθείη, τιθύμαλλον μετὰ μέλιτος καὶ νίτρου καὶ σταφίδος καὶ ἀλεύρου ὀροβίνου λειώσας ἐπίθες. ἐὰν δὲ ἑλκωθῇ ἔντερα καὶ πῦον καθαρὸν φέρῃ, θεραπεύσεις οὕτως· θεαφίου γράμματα γʹ, ἀσφάλτου γράμματα γʹ, κύμινον καὶ σαγάπηνον λειώσας καὶ οἴνῳ μίξας τοῖς ἄλλοις πρόσβαλε, ἐπὶ ἡμέρας θʹ διανείμας τὸ βοήθημα διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔμβαλε.

Περὶ τῶν ἐν στόματι ἑλκῶν. Τὰ δὲ ἐν στόματι ἕλκη κηκῖδι ἐρυθρᾷ κεκομμένῃ θεραπεύεται τῆς γλώσσης κρατουμένης, ὥστε ἐγκαθεσθῆναι τὸ βοήθημα, εἶτα σπόγγῳ οἴνῳ βεβρεγμένῳ ἀποπλύνων κατάμασσε.

Περὶ τῶν ἐν τοῖς τραύμασι τριχῶν καὶ περὶ λύσσης βοῶν. Εἰ ἐν τοῖς τραύμασι τρίχες φύουσαι μὴ συγχωροῦσι οὐλὴν ἐπιγίνεσθαι τῷ τραύματι, καρκίνον καὶ ἀγριοσταφίδα λειώσας εἰς ὄξος καὶ θερμάνας ἐπιτίθει τῷ τραύματι, ἢ ῥοῦν Συριακὴν μετὰ σατυρίου καὶ ἅλατος ἀμμωνιακοῦ λειώσας ἐν ταὐτῷ καὶ μίξας μέλι ἕψησον καὶ χρῶ. τὸ αὐτὸ δὲ καὶ βουσὶν ὑπὸ λύσσης δοκιμαζομένοις χρήσιμον.

Θεομνήστου πρὸς σηπεδόνας τὰς ἐν στόμασιν. Χαλκίτεως ὀπτῆς διαπύρου γεγενημένης τρῖψον μετὰ μέλιτος, ἵνα λειότατα γένηται, καὶ βάλε εἰς πυξίδα καὶ χρῶ πρὸς σηπεδόνας καὶ νομὰς τὰς ἐν στόμασι καὶ πανταχοῦ.

Πρὸς τὰ ὑπερσαρκοῦντα πλαστὸν φάρμακον. Ἄσβεστον ἄβροχον, χαλκῖτιν, ὀρόβινον ἄλευρον, ἴσα πάντα καὶ πίτυος, λεῖα ἔχων ἐπίπασσε. τοῦτο δὲ καὶ τὰ κοῖλα πληροῖ.

Τραυματικὰ εὐπόριστα. Ἁπλᾶ ἡμῖν ἐπινενόηται διὰ τὸ πολλάκις ἐν ὁδοιπορίαις συμβαίνειν ὑποζύγια τιτρώσκεσθαι καὶ μὴ εὐπορεῖν συνθέτων πολυτελῶν φαρμάκων, χρήσιμα μὲν τοῖς πᾶσιν, εὐπόριστα δὲ τοῖς μετρίοις· πολυτελείᾳ τε καὶ δαψιλείᾳ θεραπεύειν ἔσθʼ ὅτε οὐχ ὑφίστανται τῆς πενίας αὐτῶν ἐπικοπτούσης. πρὸς πᾶν τοίνυν ἀξιόλογον ἔναιμον φάρμακον ὑπόκειται τοῦτο· γῆς ἔντερα τὰ καλούμενα ἀνελόμενος ἀπʼ ἀσκάφου γῆς καὶ λειώσας ἔμβαλε εἰς τὸ τραῦμα καὶ ἐπίδησον.

Ἄλλο. Ἀριστολοχείαν στρογγύλην λίαν ἔχων κεκομμένην καὶ λελειωμένην μέλιτι πάλιν συλλειώσας γέμισον τὸ τραῦμα καὶ ἐπίδησον.

Ἄλλο. Πτελέας φλοιοὺς τοὺς ἔσω βαλὼν εἰς χύτραν ὕδωρ ἕψησον, ὡς δίεφθοι γένωνται, καὶ οὕτως λειώσας αὐτοὺς ἐπιμελῶς ἢ εἰς ὅλμον ἢ εἰς θυΐαν ἔνθες εἰς τὸ τραῦμα καὶ ἐπιδέσμει· ἐὰν δὲ φλεγμαίνῃ, κιμωλίαν ὄξει λειώσας ἐπίχριε τὴν φλεγμονήν.

Ξηρίον ἴσχαιμον. Πολλάκις πληγέντος ὑποζυγίου πληγὴν ἀξιόλογον καὶ ἀγγεῖα διακόπτεται, ἀφʼ ὧν αἱμορραγία γίνεται, ἥτις εἰ μὴ σταλείη, κινδυνεύσει τὸ ζῷον. εὐπόριστον οὖν ξηρίον ἐποιήσαμεν καὶ τοῦτο ὑπὸ πάντων εὔληπτον· … ἐκ θαλάσσης τραχέα λαβὼν ἐναπόβρεξον ὑγρᾷ πίσσῃ, καὶ καύσας αὐτὰ ἔχε τὴν τέφραν καὶ γέμιζε ἀπʼ αὐτοῦ τὸ διατετμημένον ἀγγεῖον καὶ δέσμει μὴ σφίγγων. ἄκρως γὰρ ποιεῖ.

Ἄλλο. Ἀρσενικόν, ἄσβεστον, χαλκῖτιν, καλάκανθον, ἴσα τὰ δʹ λειοποιήσας χρῶ.

Ξηρίον ἀναπληρωτικὸν ἑλκῶν. Οὐδὲν κωλύει μέλειν τοῖς ἰατροῖς καὶ τοῦ κοσμίους εἶναι τὰς τῶν ἑλκῶν οὐλάς. οὐλὴ γὰρ τομὴν πεπονθότι τόπῳ οὐ μετρίαν φέρει τὴν ἀκοσμίαν κοίλη γινομένη. ἀφόρητον μὲν ἔχει τὴν ἀκοσμίαν, καταγέλωτα δὲ τοῖς ἰατρεύουσι φέρει. ἐκθησόμεθα οὖν κοίλου ἕλκους σαρκογόνον φάρμακον τῶν εὐπορίστων· ἄλευρα λεπτὰ καθαρὰ ἀπὸ ὀρόβων ποιήσας καὶ φυράσας ὕδατι ὄπτησον ἀρτίσκους ὡς ἀνθρακωθῆναι, καὶ θρύμβης λειοτάτης ἀκαύστου τὸ τρίτον μέρος μίξας χρῶ.

Ἄλλο. Λιβάνου λεπτοτάτου καὶ λειοτάτου τῆς καλουμένης μάννης, … ἐχέτω, ἡ δὲ συσταθμία αὐτῶν αὕτη ἔστω· ἀρσενικοῦ 𐆃 αʹ, τῆς δὲ θρύμβης γο ϛʹ, τῆς δὲ μάννης γο γʹ.

Ἱπποκράτους σκευασία τραυματική. Χαλκίτεως ὅσον γο αʹ, στυπτηρίας σχιστῆς γο αʹ, σαρκοκόλλης γο ασʹ, βότρυος ῥοὸς γο γʹ, ἀμόργης ὀβολοὶ γʹ. ἕψει ἕως τριτωθῇ, ἔπειτα βάλε μέλιτος κοτύλην αʹ, ὄξους κοτύλην αʹ. ταῦτα συνέψει ἕως γένηται πάχος καὶ χρῶ τῇ τραυματικῇ.

Περὶ τραυμάτων. Ἅμα τῷ χρῖσαι βάλε ὀξύγγιον καὶ ἔλαιον, κἀκεῖνα τήξας ἐπίχριε, ἢ γλοιὸν τὸν ἐκ τῆς παλαίστρας ἐπίχριε καὶ ὀρόβινον ἄλευρον ἐπίπασσε, καὶ πλῦνε ἐπὶ ἡμέρας γʹ, καὶ λοιπὸν θεραπευθήσεται.

Περὶ πληγῶν. Πληγαῖς πλειοτέραις πληγέντος ἑλκώσεις καὶ οἰδήματα γίνεται· χρὴ οὖν τοὺς ἐπιδεσμεύεσθαι δυναμένους τόπους σπόγγῳ μετὰ ἀκράτου ἐπιδεσμεῖν, τοὺς δὲ δυσεπιδέτους τόπους κατάχριε τῇ κεραμικῇ γῇ πεφυρμένῃ ὄξει, ἢ στρύχνον κόψας ἐν ὄξει καὶ ἐκπιάσας κατάχριε, ἢ κιμωλίαν μετʼ ὄξους τρυγὸς κατάχριε, ἢ κωνείου φύλλα κόψας κατάχριε.

Λιπαρὰ σκευασία. Ψιμυθίου, λιθαργύρου ἴσον ἑκάστου τρῖβε ἐν ἡλίῳ, μίσγων μετὰ ὄξους καὶ ῥοδίνου.

Περὶ οἰδημάτων. Μέλι Ἀττικὸν λαβὼν ἐπίχριε.

Σκευασία τραυματική. Τρέφει ἄσβεστος· μετὰ φλοιοῦ καρύου κόψας εἰς ἓν καὶ ψύξας χρῶ.

Ἄλλο. Κόνυζαν ἢ πίτυος τὸν φλοιὸν ἢ πολίου βοτάνης ἢ κυπαρίσσου κηκίδια ἢ μολόχης ἀγρίας τὰ φύλλα ἢ καννάβεως ἀγρίας τὰ φύλλα.

Σπουδαῖον. Ἐλάφου κέρας κατακαύσας καὶ τρίψας ἔλαιον ἐπίβαλε, ἢ πίτυν πευκίνην καὶ ῥοῦν ἀνατρίψας χρῶ ὡσαύτως.

Σηπτικόν. Ἐλλεβόρου ὁλκὰς βʹ, χαλκίτιδος τὸ ἴσον, τιτάνου ὁλκὰς γʹ, ἀρσενικοῦ ὁλκὴν αʹ, ὁμοῦ τὰ πάντα χρίσας χρῶ.

Πρὸς παντοῖον ἕλκος. Σμύρνης γο ϛʹ, μέλιτος κυάθους βʹ, ἀψινθίου τὸ ἀρκοῦν λείωσον. ἔψησον δὲ ἔλαιον καὶ κηρόν. ἔασον ψυγῆναι καὶ τὸ ἀψίνθιον ἐπίπασον. πάντα δὲ ἐν ταὐτῷ φυράσας ἐπὶ ῥάκους ἐπιπλάσας ἀπόθου ἐπὶ ἡμέρας γʹ· τοῦτο καὶ τῷ πόνῳ καὶ τῇ φλεγμονῇ ἁρμόζει, πάνυ γάρ ἐστιν ἀληθές.

Τραυματικὴ εὔοσμος. Λυθαργύρου 𐆃 βʹ, ῥητίνης τερεβινθίνης 𐆃 αʹ, λιβάνου ἄρρενος ἀλεύρου 𐆃 βʹ, σιδίων ξηρῶν 𐆃 βʹ, ῥητίνης Κολοφωνίας 𐆃 βʹ, στύρακος 𐆃 βʹ, ὀποπάνακος 𐆃 αʹ, μίσυος 𐆃 αʹ, ἰξοῦ γο ϛʹ.

Κατασκευὴ ξηρίου. Ἀρρενικοῦ σχιστοῦ, τιτάνεως ἀνὰ γο εʹ, χάρτου κεκαυμένου τὸ ἀκροῦν.

Ἄλλο πρὸς ψώραν ἀγρίαν. Ἀσφάλτου, θείου ἀπύρου ἀνὰ γο δʹ, ὄξους 𐆅 δʹ ἕψει ὡς τέταρτον λειφθῇ. τὸ αὐτὸ δὲ καὶ λειχῆνας παύει.

Ἄλλο. Στέατος χοιρείου 𐆃 αʹ, κηροῦ γο ϛʹ, θεαφίου γο βʹ, τὰ ὀφείλοντα λειώσας τοῖς τηκτοῖς ἐπίβαλε, καὶ πάντα συμμίξας ἕψει καὶ ἀπόχριε.

Ἄλλο. Κριθὴν τὴν ἐν στάβλοις φυομένην 𐆅 ϛʹ, ἀκάνθην ἀλέσας καὶ ἐπιβαλὼν ἐλαίου κυπρίνου τὸ ἀρκοῦν καὶ χλιάνας σύγχριε ἡλίου θερμοῦ ὄντος.

ἄλλο. Βατράχους ἑψήσας εἰς ὕδωρ ἀνάλαβε αὐτῶν τὸν ἰχῶρα καὶ πρόσμιξον ἐλαίου τὸ ἀρκοῦν καὶ συνεψήσας χρῶ.

Ἄλλο σωτηριῶδες βοήθημα. Ἐν μὲν ταῖς ἀρχαῖς στέαρ πρόσαγε φώκειον. εἰ δὲ ἤδη ἀπεσκληρύνθη, σφοδροτέροις καὶ ἰσχυροτέροις δεῖ κεχρῆσθαι βοηθήμασιν. ὅθεν χρῆσαι τοῦτο· ἄσφαλτον, θέαφον, ὄξος, πίσσαν ὑγράν, ἀξουγγίαν παλαίαν ἴσῳ σταθμῷ λύσας καὶ ἑνώσας πρόσαγε, οὕτω μέντοι πρότερον σιδήρῳ τὴν ψώραν ἀποξέσας καὶ οὔρῳ ἀνθρωπείῳ ἀποπλύνας.

Ἱπποκράτους πρὸς μανίαν. Λαμβάνεται ἀπὸ χολῆς ἢ ἀπὸ ὀδύνης ἰσχυρᾶς. σημεῖα δὲ ταῦτα· ὅταν ἕλκηται, προβάλλεται, κινήσεις γίνονται παράκαιροι καὶ τῶν ὠτίων ὄρθωσις, καὶ τὰ σκέλη λαφρὰ ἀφίησι. τὰ δὲ φλέβια κατὰ τῶν μυκτήρων φοινικᾶ γίνονται καὶ εἰς τοὺς τοίχους ἐμπίπτει καὶ τὸν ἐφελκόμενον ἀποσπᾷ καὶ ὀρθὸς ἵσταται. θεραπεύεται οὖν οὕτως· αἷμα ἀφαιρεῖν καὶ ἐγχυματίζειν οἰνελαίῳ … δίδου διαλείπων ἡμέρας καὶ ἐγχυμάτιζε τοῖς αὐτοῖς. κριθὰς δὲ μὴ δὸς φαγεῖν ἐπὶ ἡμέρας ιʹ. ἐὰν δὲ ἀπό τινος αἰτίας ἢ παρηγορίας ὑγρότερον ᾖ ἐκεῖνο τὸ πάθος ὅθεν συνέστη, ποίει τοὺς ἐγχυματισμοὺς καὶ τὰς φλεβοτομίας κατὰ τὴν ἡλικίαν, οἷς μὲν ἀφαιρῶν, οἷς δὲ προστιθείς.

Εὐμήλου πρὸς ὀπισθότονον ἄλειμμα. Δαφνοκόκκων 𐆃 αʹ, νίτρου 𐆃 αʹ, πίσσης προβατικῆς 𐆃 δʹ, οἴνου 𐆅 βʹ, ἐλαίου 𐆅 βʹ.

Προπότισμα πρὸς αὐτό. Δαφνοκόκκων 𐆃 βʹ, νίτρου 𐆃 αʹ, λιβάνου ἀλεύρου γο γʹ, σεσέλεως Γαλλικοῦ 𐆃 αʹ, πεπέρεως λευκοῦ 𐆃 βʹ, πετροσελίνου 𐆃 βʹ, ὀποπάνακος ῥίζης 𐆃 δʹ, ταῦτα πάντα κόψας σήσας, διεὶς οἴνῳ καὶ ἐλαίῳ ἀναλαβὼν καὶ θερμάνας προπότιζε, καὶ σῴζεις οὕτως τὸ κάμνον.

Θεραπεία πρὸς τέτανους. Κηροῦ, ῥητίνης, ὀποπάνακος ἀνὰ 𐆃 αʹ, ὀξυγγίου 𐆃 αʹ, δαφνίνου γο αʹ, ἅγνου τὸν καπρὸν τρίψας λεῖον γο γʹ χρῶ.

Ἄλειμμα πρὸς ὀπισθότονον. Κηροῦ 𐆃 αʹ, ῥητίνης γο δʹ, ὀποπάνακος γο βʹ, μυελοῦ ἐλαφείου γο βʹ, ἐλαίου στυρακίνου γο γʹ, ἐλαίου δαφνίνου γο δʹ, ταῦτα πάντα συνεψήσας ἐν ἡλίῳ ἢ ἐν ἄλλῳ θερμοτέρῳ τόπῳ χρῶ.

Ἄλλο. Κηροῦ, ὀποπάνακος, ἐλαίου ἀνὰ 𐆃 αʹ, ταῦτα πάντα συνέψησον, καὶ μετὰ τὸ ἑψηθῆναι πρόσμιξον ὄξους τὸ ἀρκοῦν καὶ χρῶ, καθὼς προείρηται.

Ἄλλο. Δαφνοκόκκων 𐆅 αʹ, κυμίνου 𐆅 αʹ, θείου ἀπύρου γο γʹ, ῥητίνης γο αʹ, ἐλαίου κοινοῦ 𐆅 βʹ, ταῦτα πάντα συμμίξας χρῶ.

Ἄλλο. Πρὸ πάντων ἐν τόπῳ θερμῷ στηκέτω καὶ τούτοις κεχρήσθω τοῖς προποτίσμασι· πεπέρεως λευκοῦ γράμματα βʹ, κρόκου γράμμα αʹ, σμύρνης γράμμα αʹ, ταῦτα πάντα λειώσας καὶ ὡς πάστιλλον ποιήσας ἐν προποτίσμασι δίδου.

Ἄλειμμα πρὸς τὸ αὐτὸ καὶ πρὸς ψῦχος. Κηροῦ 𐆃 αʹ, ῥοδίνου ἐλαίου γο βʹ, οἴνου παλαιοῦ τὸ ἀρκοῦν.

Προπότισμα πρὸς αὐτό. Πίσσης ὑγρᾶς γο βʹ, δαφνοκόκκων γο αʹ, νίτρου ματρονικίου γο ϲʹ, λιβάνου ἀλεύρου γο αʹ, πάνακος ῥίζης γο αʹ, οἴνου 𐆅 βʹ, ἐλαίου 𐆅 αʹ. ταῦτα πάντα λειώσας τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ μίξας δίδου.

Ἄλλο. Δαφνοκόκκων γο ϛʹ, νίτρου γο αʹ, λιβάνου, σεσέλεως Γαλλικοῦ, πετροσελίνου ἀνὰ γο αʹ, σύμπαντα κόψας σήσας μετὰ χλιαροῦ πόματος δίδου.

Ἄλλο πρὸς μυρμηκίαν. Μίσυος γο γʹ, κόμμεως, χαλκίτεως, στυπτηρίας φορίμης ἀνὰ γο ασʹ, πρωτοστάκτου τὸ ἀρκοῦν προσμίσγων τροχίσκους ποίει.

Ξηρίον ὀφθαλμικόν. Λάμνας αὐροχαλκέας καὶ οὖρον πρόσφατον βάλε εἰς ἓν εἰς παροψίδα ὀστρακίνην καινήν. ζέννυε ἐπιβαλὼν τὸ οὖρον ἐφʼ ὅσον συντακῶσιν αἱ λάμναι καὶ χρῶ.

Ἄλλο. Ἅλας ἀμμωνιακὸν καὶ σηπίας ὀστράκου καὶ κροκοδείλου τὴν κόπρον σύντριψον εἰς ἓν καὶ λειοτρίβησον καὶ βάλε εἰς σκεῦος χαλκοῦν καὶ ἐμφύσα αὐτοῦ τὸν ὀφθαλμόν.

Ἄλλο ξηρίον ὀφθαλμικόν. Νίτρον λεπτὸν καὶ αἰρίσφλως τρῖψον εἰς ἓν καὶ χρῶ πρὸς λευκὸν ὀφθαλμόν.

Ἐὰν ἀπὸ χλωρῶν κοιλοφθαλμιῇ, οὕτως θεραπεύσῃς· αἷμα αὐτοῦ ἀφέλῃς ἀπὸ τῶν βραχιόνων καὶ ἀπὸ τῶν κορωνῶν, καὶ ἀνακολλήμασι χρήσῃ καὶ ἐμβρέξῃς αὐτὸν πάγουρον συντετριμμένον μετὰ φύλλων κολίκλων. ἐὰν πάγουρον μὴ ἔχῃς, ὕδωρ ὄμβριον μετὰ γάλακτος αἰγείου· ἐὰν τοῦτο μὴ ἔχῃς, … ῥίζαν συντρίψεις μετὰ οἴνου 𐆅 αʹ. τοῦτο ποιήσεις, μέχρις οὗ ὑγιὴς ἔσται. ἢ οὕτως θεραπεύσεις· ὕδατι θερμῷ ἀντλήσεις δὶς τῆς ἡμέρας καὶ χήνειον στέαρ μετὰ ῥόδων μίξεις καὶ ἐναλείψεις οὕτως τε χρήσῃ …

Ὀφθαλμικόν. Θεραπεία ὀφθαλμική. κρόκου γο ϛʹ, σμύρνης γο αʹ, πεπέρεως γο αʹ συντρίψεις μετὰ μέλιτος τοῦ καλῶς ἔχοντος καὶ εἰς πυξίδα πέμψεις χαλκῆν.

Πρὸς λεύκωμα ὀφθαλμοῦ. Σαῦρον συγκαύσεις καὶ συντρίψεις καὶ προσζεύξεις μέλιτος τὸ ἱκανὸν καὶ χρῶ.

Ἄλλο. Πρὸς ὀφθαλμὸν φλεγμαίνοντα λιβανωτοῦ ἀμύλου, μέλιτος Ἀττικοῦ μιγέντα ἐγχριστέον, ἢ βουτύρου τὸ ἴσον ἐμβαλὼν ἢ σηπίας ὀστοῦν λειωθέντα διὰ καλάμου φυσητέον ἢ σιλφίου ῥίζης μετὰ ἐλαίου ἢ πίσσης δὶς τῆς ἡμέρας ὑπαλειπτέον.

Πρὸς πάντα ἐν ὀφθαλμοῖς πάθη. Ἅλας πεφρυγμένον καὶ λελειωμένον ὕδατος προσμιγνυμένου ἐγχριόμενον καλῶς ἐπιτήδειον.

Ἱπποκράτους ὀφθαλμικόν. Ἀφόνιτρον καὶ ἔλαιον Ἄφρον καὶ κρομύου χυλὸν καὶ μέλι τρίψας εἰς ἓν χρῶ, ἢ τρύγα λευκὴν κατακαύσας καὶ λειοτριβήσας μετὰ μέλιτος ἐπίχριε, ἢ μίσυ καύσας καὶ λειοτριβήσας χρῶ, καὶ μὴ πολὺ βάλῃς, μὴ ἐγκαῇ· χρῖε δέ, ὅπου, ἕλκος οὐκ ἔστιν, ἢ κρόκου ὁλκὴν αʹ, σμύρνης τὸ ἴσον, πεπέρεως ὁλκῆς ϲʹ, σχοίνου ἄνθους τὸ ἴσον, λιβάνου ἀτόμου χόνδρους γʹ, ἅλατος ἀμμωνιακοῦ ὁλκῆς ϲʹ, μέλι μίξας καὶ λειοτριβήσας χρῶ πρὸς τὰ λευκώματα, ὅπου ἕλκος οὐκ ἔστι. κάλλιστον δὲ καὶ τοῦτο· ὀδόντας κροκοδείλων καύσας καὶ λειοτριβήσας χρῶ, ἢ σκορπίους ὡσαύτως καύσας καὶ λειοτριβήσας χρῶ.

Πρὸς γλαυκώματα καὶ ὑποχύσεις. Ἔριον οἰσυπηρὸν καύσας μετὰ κριθῶν καὶ λειοτριβήσας ἴσον ἑκάστου μετὰ ἅλατος φρυκτοῦ καὶ μέλιτος χρῶ.

Κουλλούριον Λυκίνου ὀφθαλμικόν. Ἀμόργης παλαιᾶς 𐆅 αʹ, οἴνου Μολοσσίου τὸ ἴσον, μέλιτος κοχλιάριον ἕν, ἐχίου βοτάνης ῥίζης γο αʹ, πολίου βοτάνης γο αʹ, ἀμμωνιακοῦ γο αʹ λειοτριβήσας καὶ συνεψήσας χρῶ.

Πρὸς ῥεῦμα ὀφθαλμῶν. Χλοανὸν ἀνακολλημάτιον. οἴνῳ παλαιῷ καὶ ᾠοῦ τὸ λευκὸν καὶ ἄλφιτα μίξας ἐπίθες ἐπὶ τὸν ὀφθαλμόν, ἢ μίξας ἔλαιον μετὰ τοῦ ᾠοῦ.

Ἀνακόλλημα ὀφθαλμῶν. Μαλάγματος γο αʹ, σμύρνης τρωγλίτιδος γο αʹ, γύρεως χνοῦ 𐆅 αʹ εἰς ᾠοῦ τὸ λευκόν.

Ἄλλο. Ἴρεως γο αʹ, μάννης γο αʹ, ᾠοῦ τὸ λευκόν.

Ἱεροκλέους σκευασία κολλουρίων. Ὄστρεον καύσας καὶ κόψας καὶ σήσας μέλιτι μίξας χρῶ. πρὸς δὲ ἐπιφορὰς ῥεύματος εἰς ὀφθαλμὸν ῥόδινον ἀνάδος καὶ ᾠοῦ τὸ λευκὸν ἐπίχριε.

Ἄλλο. Νίτρον θαλάσσιον ἐλαίῳ παλαιῷ μίξας χρῶ.

Ἄλλο ὑγρὸν ποιοῦν πρὸς παλαιὰ καὶ χρόνια λευκώματα θαυμαστῶς. Λυκίου γο ϛʹ, λιβανωτοῦ ἀτόμου γο ϲʹ, κρόκου ὁλκὰς βʹ, οἴνου αὐστηροῦ τὸ ἀρκοῦν. τὸ αὐστηρὸν βάλε καὶ τὸν λιβανωτὸν καὶ τὸν κρόκον λελειωμένα καὶ σεσησμένα, εἶτα τὸ λύκιον λειώσας, ὁμοῦ ἀνελόμενος χρῶ.

Πρὸς ἕλκωσιν ὀφθαλμοῦ. Ἀμύλου γράμματα ϛʹ, ἴου γράμματα βʹ, κόμμεως γράμμα ασʹ λειώσας ἐν ὕδατι, ταῦτα ἀναλάμβανε, καὶ ἀνιεὶς ἐν ἀκόνῃ διʼ ὕδατος ἐνάλειφε.

Πρὸς ἑλκώσεις καὶ περιωδυνίας καὶ ἐπιφορὰς ῥευμάτων. Ψιμυθίου πεπλυμένου ὁλκὰς δʹ, ἀμύλου ὁλκὰς ηʹ, κόμμεως ὁλκὴν ασʹ λειώσας καὶ ἀναλαμβάνων ὕδατι ὀμβρίῳ ἐαρινῷ ἢ μετοπωρινῷ χρῶ.

Κολλούρια συριγγιακά. Ἀναγαλλίδος χυλοῦ, πρασσίου χυλοῦ, κράμβης κεκαυμένης τὴν σποδιάν, ἀνήθου ῥίζαν κεκαυμένην, πρωτοστάκτου ἴσα ποίει καὶ προλειώσας ἀνάπλαττε κολλούρια καὶ χρῶ.

Ἄλλο. Ἴρεως, χαμαιλέοντος, ἀριστολοχείας, κόμμεως ὕδατι λειώσας ποίει κολλούρια καὶ χρῶ.

Ἄλλο ποιοῦν καλῶς καὶ ἐκτυλοῦν ἐκ βάθους καὶ ἀνάγον μετὰ ὀστέου τὰς σύριγγας. Χαλκίτεως ὀπτῆς γο βʹ, μίσυος κεκαυμένου γο γʹ, ἀμμωνιακοῦ γο αʹ. τὸ ἀμμωνιακὸν ἑψήσας διʼ ὄξους δριμέος πρόσμισγε τὴν χαλκῖτιν καὶ τὸ μίσυ προλελειωμένα. εἶτα λειώσας ἀνάπλαττε κολλούρια, τὰ μὲν ἐπιμήκη μύουρα, τὰ δὲ τροχοειδῆ, καὶ ἀποθέμενος εἰς βῖκον ὑελοῦν χρῶ.

Ἄλλο. Ἰοῦ γο βʹ, ἀρσενικοῦ γο γʹ, κόμμεως γο αʹ. τὸ κόμμι τήξας ὄξει, τὸ δὲ ἀρσενικὸν καὶ τὸν ἰὸν προλειώσας μίσγε καὶ ποίει κολλούρια καὶ χρῶ.

Ἄλλο. Ἰοῦ γο βʹ, χαλκοῦ κεκαυμένου γο ϲʹ, χαλκίτεως ὀπτῆς γο αʹ, κόπρου περιστερῶν γο αʹ, κόμμεως γο αʹ. τὸ κόμμι βρέξας εἰς ὄξους κύαθον αʹ, εἶτα πάντα λειώσας ἀνάπλαττε κολλούρια.

Ἄλλο. Τιτάνου μέλανος προσφάτου κεκαυμένου γο βʹ, νίτρου ἐρυθροῦ γο ασʹ, χαλκίτεως ὀπτῆς γο δʹ, φέκλης γο βʹ, πρωτοστάκτου γο ϛʹ, ἀμμωνιακοῦ γο ασʹ, τὸ ἀμμωνιακὸν τῆξον μετὰ τοῦ πρωτοστάκτου, ἔπειτα τὰ ξηρὰ λελειωμένα προσμίξας καὶ ἀναπλάσας χρῶ.

Ἄλλο. Ἰξοῦ τὸν χυλὸν μόνον ἀναπλάσας χρῶ.

Ἄλλο. Μέλι πρωτεῖον, λιβανωτὸν λελειωμένον πρόσμισγε.

Ἄλλο. Μέλι πρωτεῖον ἢ στίμι, κώνειον, χαλκῖτιν, ἴσα ποιῶν πρόσμισγε.

Ἄλλο καλὸν ὀφθαλμικόν. Οἴνου γλυκέος 𐆅 γʹ, ᾠῶν γʹ τὰ λευκά, ἐλαίου γο γʹ, πάντα συμμίξας χρῶ.

Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς. Ναρδοστάχυος γο ασʹ, ἅλατος ἀμμωνιακοῦ γο γʹ, ὑσσώπου γο ιβʹ, καδμείας γο ϲʹ, πεπέρεως γο αʹ λειώσας χρῶ.

Πρὸς ῥῆγμα ὀφρύος. Ἐμπόρπησον τὰς τοῦ ῥήγματος ἀρχὰς καὶ μάννην μετὰ ᾠοῦ ἀπόθου καὶ χρῶ ὡς δοκίμῳ.

Πρὸς ἐπιφορὰν ὀφθαλμῶν. Σμύρνης ὀβολὸν αʹ, κροκοδείλου ἀφοδεύματος ὀβολὸν αʹ, ἅλατος ἀμμωνιακοῦ, σηπίας ὀστράκου ὀβολοῦ ϲʹ, μέλιτος Ἀττικοῦ κυάθους βʹ, ταῦτα πάντα λειώσας χρῶ.

Πρὸς σιμβλώσεις. Σμύρνης, κρόκου ἀνὰ γράμματα ϛʹ, κροκοδείλου ἀφοδεύματος γράμματα βʹ, μέλιτος Ἀττικοῦ, μυελοῦ ἐλαφείου τὸ ἀρκοῦν.

Κολλούριον πύξινον. Βαλσάμου γο βʹ, κρόκου γο βʹ, σμύρνης γο βʹ, ἅλατος γο δʹ, λεπίδος χαλκοῦ γο δʹ, σηπίας ὀστράκου γο βʹ, ἀφονίτρου γο αʹ, ἀλκυονίου γο αʹ, μέλιτος Ἀττικοῦ γο αʹ.

Κολλούριον ἐρύθριον. Ὑσσώπου γο βʹ, κρόκου γο ϲʹ, πεπέρεως λευκοῦ, λιβάνου ἄρρενος, κόμμεως, ἐλαίου ἀνὰ γο βʹ.

Πρὸς ὀφθαλμίαν ἀρχομένην. Πηγάνου γράμματα δʹ, λιβάνου ἄρρενος, κόπρου περιστερᾶς, σμύρνης, ἐλαίου, μέλιτος πρωτείου ἀνὰ γραμμάτων δʹ, ἐλαίου ῥοδίνου γράμμα ἕν.

Πρὸς ὀφθαλμὸν κατάπλασμα. Ταυροκόλλῃ κερασας ἀσφάλτου γο ϲʹ, ζύμης σιλιγνίου τὸ ἀρκοῦν, λιβάνου ἀλεύρου γο δʹ, ὄξους τὸ ἀρκοῦν.

Πρὸς ἀπολεύκωσιν. Φύλλα κισσοῦ μασησάμενος πρόσπτυε κατὰ τοῦ ὀφθαλμοῦ ἐπὶ ἡμέρας γʹ.

Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς. Νηστικῷ σιέλῳ καὶ ἅλατι ἀπότριβε καὶ λεπτυνθήσονται, ἢ μετὰ ἅλατος σηπίας ὄστρακον τρίψας χρῶ, ἢ σπέρμα σινήπεως ἀγρίου χυλίσας διὰ ὀθονίου εἰς τὸν ὀφθαλμὸν στάζε. πᾶς δὲ τῶν ὀφθαλμῶν πόνος ἐν χρίσει μέλιτος ἀκάπνου καταπαύεται. εἰ δὲ μὴ εὑρεθῇ ἄκαπνον, κἂν γοῦν καπνισθέντι θυμιακῷ χρῶ. εἰ δὲ μηδὲν τούτων εὑρεθῇ, φλοιὸν παλαιᾶς βύρσης καύσας καὶ ξηρίον ποιήσας ἔμβαλε κατὰ τοὺς ὀφθαλμοὺς καὶ χρῷ ὡς δοκίμῳ.

Κολλούριον κάλλιστον. Σμύρνης γράμματα γʹ, κρόκου γράμματα γʹ, πεπέρεως λευκοῦ γράμματα γʹ, πεπέρεως μελάνου γράμματα βʹ, βαλσάμου γράμματα βʹ, μέλιτος Ἀττικοῦ γο ϛʹ, σελίνου γράμματα γʹ.

Σύνθεσις εἰς δύσπνοιαν καὶ καρδίαν κτήνους. Φρύνου ὅλον ἧπαρ, ὄρυκος ὅλον, δαφνίδος γο ϛʹ, σμύρνης τρωγλίτιδος γο δʹ, κροκομάγματος γο γʹ, καρδάμου σπέρμα γο βʹ, ὀπίου πυρροῦ γο αʹ, λιβάνου ἄρρενος γο βʹ, γῆς μήλων γο βʹ, ἀλόης γο βʹ, ῥόδων ξηρῶν γο αʹ, λάρικος γο γʹ, ταῦτα εἰς ἓν συντρίψας χρῶ.

Ἱπποκράτους πρὸς καρδίας πόνον. Ἑστῶτος ἱδρὼς αὐτοῦ φέρεται καθʼ ὅλου τοῦ σώματος πολύς, κατακλιθεὶς εἰς πλευρὸν δυσχερῶς ἀνίσταται. ἡμέραν δὲ πλείω οὐ ζῇ.

Πρὸς ποδάγραν. Ταῦτα δʹ ὀνόματα εἰς πέταλον κασσιτέρινον γράψεις ἐν γραφίῳ μὴ ἔχοντι τὸ λειοῦν, καὶ ἡμέρᾳ ἡλίου τὸν πόδα δῆσον ὃν πονεῖ, καὶ πάλιν μετὰ ἡμέρας λϛʹ, ἥτις γίνεται λϛʹ ἡμέρα ἡμέρα ἡλίου, λύε. τὰ δὲ γραφόμενα ταῦτα· χεντιμα τεφῆκεν τέφρα, γλύκαινε.

Ἄλλο. Πέτελα δύο ὁμοίως γράφεις, καὶ τὸ πρῶτον εἰς ἀπόβατον ῥίπτεις, καὶ εὐθέως ἐκεῖ καθεζόμενος τὸ ἕτερον περιάπτεις. τοῦτο ποίει ἑνδεκάκις. καὶ τὸ ὕστερον οὐδὲν περιάπτεις, παρατηρησάμενος πρὸ μιᾶς ἔμψυχα καὶ σὺ καὶ ὁ περιαπτόμενος. ἐνδέχεται γὰρ τὸν περιαπτόμενον γράμματα μὴ εἰδένα. ἐὰν δὲ οἶδεν, αὐτὸς ἑαυτῷ περιάπτει.

Τοῦ αὐτοῦ πρὸς αἱμόρροιαν. Ῥύσιν αἵματος τὴν διὰ ῥινῶν ἴστησι κολιάνδρου χλωροῦ χυλός.

Ἱεροκλέους πρὸς αὐτό. Σπόγγον πισσώσας καὶ καύσας λείωσον μετʼ ὄξους καὶ κατάχριε τὸν ὀμφαλόν. εἶτα ψιμύθιον ἐπίθες καὶ παύσεται.

Πελαγωνίου πῶς χρὴ πλῆθος αἵματος ἐκ τοῦ οὐρανίσκου κατιὸν ἐπέχεσθαι. Ὅταν ἀφαιμάξῃς ζῷον ἐκ τοῦ οὐρανίσκου καὶ τὸ αἷμα ἐπισχεῖν μὴ δυνάμενος, σπογγάριον ψυχρῷ ἀποπλύνας ἐπίθες ἐπὶ τὴν κεφαλὴν καὶ τὸ στόμα καὶ τὰς ψύας, οὐ μὴν ἀλλὰ καὶ τὰ αἰδοῖα ψυχρῷ ἀπάντλησον. εἰ δὲ ταῦτα ἐπισχεῖν τὸ πλῆθος τοῦ αἵματος μὴ δυνηθῶσιν, ἀκακίας μελάνης καὶ ἀλεύρου λιβανωτοῦ ἴσην μοίραν εἰς ὄξος δριμύτατον κεράσας κατὰ πάσης τῆς κεφαλῆς ἐπίθες.

Πρὸς τοὺς ἀπὸ μυκτήρων αἱμορροοῦντας. Φακῆν καὶ ἔριον ἐλαίῳ βεβρεγμένον καύσας καὶ τὴν σποδιὰν αὐτῶν ἐρείξας διὰ καλάμου εἰς τοὺς μυκτῆρας ἐμφύσα.

Ὀφθαλμικόν. Ἀρσενικοῦ γο αʹ, σμύρνης γο αʹ, πεπέρεως λευκοῦ γο γʹ, πεπέρεως μακροῦ γο γʹ, κρόκου γο γʹ, πομφόλυγος 𐆃 ϛʹ, ἀμύλου γο γʹ, ὀποβαλσάμου γο γʹ, σηπίας ὀστράκου γο γʹ, μέλιτος τὸ ἱκανόν.

Σύνθεσις ἀνακολλήματος. Κροκομάγματος 𐆃 αʹ, μάννης 𐆃 αʹ, πόλλινος 𐆅 γʹ, ᾠὰ ιʹ, βολβῶν Ἄφρων 𐆃 αʹ, ὄξους τὸ ἱκανόν.

Ὀφθαλμικόν. Σμύρνης γο β, κρόκου γο βʹ, νάδρου σπικάτου γο αʹ, καδμείας γο βʹ, πομφόλυγος γο βʹ, πεπέρεως λευκοῦ γο βʹ, μέλιτος Ἀττικοῦ γο ϛʹ, σπαράγου ῥίζης γο ϛʹ, οἴνου Φαλερηνοῦ κυάθους γʹ … πομφόλυγος γο ιʹ, μολίβου κεκαυμένου γο γʹ, ὀπίου γο γʹ, μέλιτος Ἀττικοῦ γο γʹ. ταῦτα πάντα τὰ προγεγραμμένα πέμψεις προσενεγκὼν εἰς θυΐαν καὶ συντρίψεις, εἶτα συμμίξας πέμψεις εἰς σκεῦος μολυβοῦν καὶ ἐπιχρίσεις τὸ κτῆνος. ἐὰν μὴ οὕτως δύναται τῆς θεραπείας τυχεῖν, ἀφέλῃς αὐτοῦ αἷμα ἀπὸ τῶν κροτάφων τὸ ἱκανὸν ἔχον καὶ τῷ αὐτῷ φαρμάκῳ ἐναλείψεις, μέχρις οὗ ὑγιὴς γένηται.

Ὀφθαλμικόν. Πομφόλυγος πεπλυμένης, σμύρνης τρωγλίτιδος, κρόκου Σικελοῦ, πεπέρεως λευκοῦ ἀνὰ γο δʹ, ἀπτῆρος ἀρσενικοῦ γο γʹ, ὕδατος κυάθους βʹ, ἀπτῆρος ἄλλου γο βʹ.

Ὀφθαλμικὸν πρὸς λευκώματα. Σαῦρον συγκαύσεις καὶ συντρίψεις καὶ προσζεύξεις αὐτῷ μέλιτος τὸ ἱκανὸν καὶ οὕτως χρίσεις.

Σύνθεσις ἐγχυματισμοῦ πρὸς βῆχα. Πτισάνης 𐆅 αʹ καὶ χοίρεα ποδάρια ἕψει μέχρις αὐτὰ τακερωθῇ, καὶ διηθήσας ἐγχυμάτιζε. ἐὰν δὲ ἐπιμείνῃ βήσσων, αἰγείου στέατος 𐆃 αʹ, καὶ πτισάνης 𐆅 αʹ καθεψήσας ἐγχυμάτιζε. ἐὰν δὲ ἐπιμείνῃ βήσσων, προβέου στέατος 𐆃 αʹ καὶ κόγχου 𐆅 αʹ. ἕκαστον δὲ τῶν προγεγραμμένων χρήσῃ ἡμέρας γʹ. ἐὰν δὲ ἐπιμείνῃ βήσσων, χοιρέου στέατος 𐆃 αʹ καὶ γλυκέος 𐆅 γʹ καθέψει καὶ ἐγχυμάτιζε ἡμέρας γʹ, καὶ παύσηται τῆς βηχός.

Ἀλεξίππου πρὸς πᾶσαν βῆχα Χειρώνειον. Κατάπομα μὲν διαβεβαιοῦμαι μὴ γίνεσθαι, ἀλλὰ πλάνον εἶναι ὑπὸ τῶν δοκούντων ἐξάγειν τὰ ὀστέα καὶ ὅ τι οὖν ποτε μᾶλλον, καὶ τοὺς ὀφθαλμοὺς ἐπᾴδουσιν οἱ τοιαῦτα πράσσοντες· ἡ δὲ ἀρτηρία τραχύνεται καὶ ἡ φάρυγξ. δεῖ οὖν πτερίζεσθαι τὴν φάρυγγα, διὰ διαστολέως ταυρείας τὸ ἄρκον κεκομικώς, βρέχεσθαι δὲ εἰς μέλι καὶ καθίεσθαι μέχρι κάτω τῆς ἀρτηρίας, ἐπάνωθεν δὲ ὄξει καὶ ῥοδίνῳ ἐξ ἴσης ἐγχυματίζεσθαι, ἵνα ἀποστύφηται καὶ ἀποψύχῃ. ἑψεῖσθαι δὲ εἰς τὴν αὔριον ἡμέραν πίσσης ὑγρᾶς γο ϛʹ, θείου ἀπύρου γο δʹ, σκόρδων κεκαθαρμένων γο ϛʹ, πράσσου χλωροῦ λελειωμένου γο ϛʹ, ὀξυγγίου 𐆃 γʹ. ταῦτα ὁμοῦ ἑψήσας καὶ διυλίσας ἐπίβαλε δαφνίνου γο δʹ, κυπρίνου γο δʹ, ἰρίνου γο δʹ, καὶ ἀναταράξας εἰς αὔριον ἔασον καὶ τυπώσεις ἀνάλου ὀξυγγίου παλαιοῦ 𐆃 γʹ καὶ εἰς τὸ φάρμακον ἔγχριε βρέχων. δίδου ἡμέρας γʹ, ὡς ἵνα τὸ ἥμισυ τοῦ φαρμάκου συμπεριέλθῃ τοῖς κολλουρίοις. τοῦτο μὲν προλέγω, τῆς ταυρέας εἰσερχομένης εἰς τὴν φάρυγγα μέχρι τῆς ἀρτηρίας, ὅτι καὶ ἔμφραγμα, εἴ που ἐφέστηκεν, διὰ τὸ τὴν ταυρέαν διωθεῖσθαι μεταβέβηκεν ἐκ τοῦ τόπου καὶ κάτω διὰ τῆς ἕδρας ἐξελεύσεται, ἢ ἡ βὴξ ἔξω αὐτὸ ἀκοντίσει, ἂν ᾖ διαπεπαρμένον.

Ἄλλο διʼ ὀξυγγίου διδόμενον πρὸς ψυγμὸν καὶ θηρίων ἐμβολὰς καὶ διεγεῖρον τοὺς ὄγκους ἡμέραις ϛʹ ἕως … εἰς ἓν ζεῦγος κτηνῶν. Ὀξυγγίου 𐆃 ιβʹ, τήλεως 𐆃 ϛʹ, ὀρόβου ἠλεσμένου 𐆅 ϛʹ, θερμίνου ἀλεύρου 𐆅 ϛʹ, μέλιτος 𐆅 δʹ, πίσσης ὑγρᾶς 𐆅 αʹ, οἴνου χρηστοῦ 𐆅 ϛʹ, ταῦτα ἐν αὐτοῖς μιγέντα ἀρκετά ἐστι, καὶ τυπωθῇ κολλούρια καὶ διδόσθω ἡμέρας ϛʹ, καὶ ἐπάνω οἴνῳ καταφυσάσθῳ. ἡ δὲ ὅλη σωτηρία ἐν τῇ δόσει ταύτῃ ἠρεμία ἐστίν. ταῦτα δὲ διὰ πείρας ἔχων ἔγραψα.

Πρὸς βῆχα. Βουτύρου γο βʹ, πίσσης ὑγρᾶς 𐆅 δʹ, μίξας ὁμοῦ διάχριε τῇ ταυρίᾳ.

Ἄλλο. Ὠιὰ βρέξας ὡς ἔχει μετὰ τῶν λεπύρων ἐν ὄξει δριμυτάτῳ διδοῖς ὁλόκληρον, ἐπὶ πλεῖστον δὲ τὸ ὄξος, ἵνα λυθῇ τὰ λέπια τῶν ᾠῶν.

Πρὸς στόμαχον καὶ δύσπνοιαν καὶ βῆχα. Στρουθίου ῥίζης γο αʹ, ἑλενίου ῥίζης, τουτέστι ῥάστου γο αʹ, ἀνήσου σπέρματος γο αʹ, καὶ καθʼ ἑκάστην γο αʹ τῶν προγεγραμμένων πεπέρεως κόκκους ξαʹ, καὶ μέλιτος ἀρκοῦν. καὶ λαμβάνειν δεῖ πρωῒ κοχλιάρια βʹ, μετὰ τὸ ἄριστον κοχλιάριον αʹ καὶ ὀψινῆς κοχλιάρια βʹ.

Εὐμήλου πρὸς βῆχα πρόσφατον. Τὴν νεαρὰν βῆχα ἰᾶται κτλ. μέχρι τῆς κατὰ φύσιν ὑγιείας. ἔστι δὲ φυσικὸν δόκιμον, ἐὰν λάπαθον ἄγριον ἓν ἀκέραιον μετὰ τῶν φύλλων καὶ τῶν ῥιζῶν εἰς ῥάκος ἐνδήσας τῷ τραχήλῳ περιάψῃς. τούτῳ χρῶ ὡς δοκίμῳ.

Πρὸς βῆχα χρονίαν. Βῆχα χρονίαν τῇ τῆς γαστρὸς καθάρσει θεράπευε ἐμβαλὼν σικύου ἀγρίου κλάσματα ηʹ, ῥητίνης τερεβινθίνης σφαιρία βʹ κυάμου μέγεθος. μετὰ σκίλλης ἥμισυ καὶ ὕδατος κοτύλης ϲʹ μίξας διὰ τοῦ μυκτῆρος ἔμβαλε.

Ὑπὸ βηχὸς ἀρτηρίας ἑλκωθείσης. Ἐὰν κατὰ βάθος ἑλκωθῇ τὴν ἀρτηρίαν, τραχύνεται καὶ βήσσει πυκνότατα καὶ τὴν τροφὴν οὐ προσίεται κατὰ λόγον. τὸ γὰρ παραπέμπον αὐτὴν μόριον ἥλκωται τὸ ζῷον καὶ ἀμελεῖ τοῦ σιτίζεσθαι καὶ κολάζεται. θεραπεία δὲ τοῦ πάθους ἥδε· ἐγχυματίζεται σύκων ἀφεψήματι διʼ ὕδατος ἐς τρίτον καταλειφθέντι, δυεῖν ᾠῶν τῷ ὕδατι προσμιχθέντων, εἶναι δὲ τὸ ὕδωρ μὴ πλέον 𐆅 αʹ Ἰταλικοῦ, μηδὲ ἧττον ὄντα ιγʹ σῦκα. ἢ πτισάνης χυλὸν καλῶς ἑψημένον, εἶτα ᾠῶν ἀνακοπτομένων ἐν τῷ χυλῷ βʹ ἢ γʹ ἐγχυματίζειν διὰ τοῦ στόματος … Ἰταλικὸν αʹ.

Ἕτερον βοήθημα. Πράσσιον βοτάνην μετὰ σμύρνης καὶ λιβάνου καὶ οἴνου παλαιοῦ, οὐ μὴν ἀλλὰ καὶ μέλιτος πρωτείου συμμίξας ἐγχυμάτιζε.

Πρὸς βῆχα ἵππου ἰσχυροτέραν καὶ ὅταν αἴσθῃ τὸ στόμα αὐτοῦ κακῶς πνέον ἢ δάκρυα παρὰ λόγον ἐκπίπτουσι, μάννης γο δʹ, σμύρνης γο δʹ, λιβάνου γο βʹ, κρόκου γο αʹ, τραγακάνθης γο αʹ, μέλιτος ἀπαφρισθέντος γο δʹ, ὑσώπου δεμάτιον ἕν, μετὰ οἴνου παλαιοῦ πάντα μιγέντα ἐγχυμάτισον, καὶ ἕως δʼ ἂν ὑγιάνῃ χλιαρῷ ὕδατι πότιζε.

Πρὸς βῆχα. Χρὴ τοῖς βήσσουσι ζῴοις δίδοσθαι ᾠὰ ζεσθέντα ἐπὶ ἡμέρας γʹ εἰς ὄξος ἐμβληθέντα. δώσεις δὲ ἐκ τούτων ἓν καθʼ ἑκάστην.

Πρὸς βῆχα καὶ βαρύτητα κεφαλῆς. Ῥόδινον ἤτοι ὀλίγον ἔλαιον πρωτεῖον μετὰ ὕδατος χλιαροῦ διὰ τῶν ῥινῶν ἔγχεε ἐπὶ ἡμέρας γʹ.

Πρὸς βῆχα ὅμοιον. Βολβοὺς Μαγαρικούς, κρόκον καὶ σκόρδα Γαλλικὰ καὶ λινόσπερμον, τῆλιν, ἄλευρον κρίθινον ὁμοῦ λειώσας καὶ κόψας ποίει σφαιρία· μετὰ μέλιτος ἢ ὑγροπίσσης δίδου.

Ὁμοία θεραπεία. Πράσιον βοτάνην, ἣν Ῥωμαῖοι καλοῦσι μαρρουβίαν, λείωσον καὶ μετὰ ἐλαίου ὀλίγου καὶ ἅλατος, οὐ μὴν ἀλλὰ καὶ οἴνου γλυκέος μῖξον καὶ οὕτως ἐγχυμάτισον.

Πρὸς βῆχα ξηρὰν ἢ καὶ ἀρτηρίας συνεσφιγμένας καὶ πρὸς ἀνάπνοιαν καὶ σπασμοὺς κάλλιστον βοήθημα. Ὑσώπου 𐆃 αʹ, τήλεως 𐆃 ϲʹ, τραγακάνθης 𐆃 ϲʹ, σκόρδα Γαλλικά, πηγάνου χλωροῦ 𐆃 ϲʹ, ἅπαντα ὕδατι ἑψήσας καὶ ἀποτριτώσας δίδου τῷ βήσσοντι ζῴῳ ἐπὶ ἡμέρας γʹ, τῷ δὲ βουλσῷ ἐπὶ θʹ.

Ὅμοιον. Ἀνήθου ὀξύβαφον, ἴριδος ὀξύβαφον, πηγάνου γράμμα ἕν, ἐλαίου … τὸ τέταρτον συμμίξας ἀπὸ πρωῒ διὰ τοῦ στόματος δώσεις.

Πρὸς βῆχα καὶ βουλσοὺς ἤτοι περιπνευμονίας χρήσιμον πάνυ. Πάνακος ῥίζης γο βʹ, θείου ἀπύρου γο αʹ, λιβάνου ἄρρενος γο βʹ, σμύρνης τρωγλίτιδος γο δʹ ὁμοῦ συγκόψας, ἐκ ταύτης τῆς κατασκευῆς κοχλιάρια βʹ μετὰ βʹ ᾠῶν καὶ οἴνου εἰς τὰς φάρυγγας ἐπίχεε.

Πρὸς ἀνάπνοιαν ἤτοι βῆχα. Βοτάνην, ἣν Ἕλληνες μὲν περδίκιον, Ῥωμαῖοι δὲ ὀρκιολαρὲμ ὀνομάζουσιν, κόκκους δάφνης, ῥίζης ἀγριοσίκυος γράμματα εʹ ἐν ἑνὶ συγκοπέντα καὶ σησθέντα μετὰ ἡμίνας ὕδατος καὶ ἑνὸς κυάθου ἐλαίου ἐγχυμάτισον.

Ἄλλο πρὸς βδέλλαν. Ἐὰν βδέλλαν καταπίῃ, ὑπτιάσας ἐλαίῳ θερμῷ ἐγχυμάτιζε διὰ κέρατος. ψαύσαντος δὲ τοῦ ὑγροῦ ἀποπεσοῦνται. ἐὰν δὲ δυνατὸν ᾖ δέχεσθαι, κονιάσαντα τὴν χεῖρα ἐξαιρεῖν σπόγγῳ τε ἐπιλαμβανόμενον σίδήρῳ προπυρώσαντα προσκαίειν.

Ἀψύρτου περὶ τοῦ γνῶναι εἰ ἄρρεν ἢ θῆλυ συνείληφεν. Ἄψυρτος Πουπλίῳ Παιανίῳ χαίρειν. εἰδέναι σε θέλω γίνεσθαι παρὰ Σαρμάταις ἐνίας, καὶ συμβαίνειν ἀπὸ τῆς γεννήσεως εἰς τοὺς ιδʹ μῆνας παραγινομένην τὴν ἱππίδα κίνησιν ἔχειν τῆς κατὰ φύσιν καθάρσεως καὶ προσίεσθαι τὸν ἄρρενα καὶ συλλαμβάνειν καὶ κυοφορεῖν τὸν ἴσον ταῖς ἄλλαις χρόνον καὶ ζῴογονεῖν, τίκτουσαν δὲ πόνους ἔχειν μεγάλους, ὥστε κραυγὰς ἀποτελεῖν καὶ μυγμούς. κυήσασα δὲ καὶ θεασαμένη τὸ νεογνὸν φεύγει ἀπʼ αὐτοῦ καὶ φοβεῖται προσελθεῖν. συγκλείουσιν οὖν αὐτὴν εἰς τι περίφραγμα καὶ προσφέρουσιν αὐτὸ καθαρίσαντες, καὶ εἶθʼ οὕτως πείθεται τιτθεύειν καὶ τελειοῦν.

λέγεται δὲ καὶ τοῦτο παρατετηρῆσθαι αὐτοῖς, ὅταν ἐπίτεξ ᾖ ἡ ἵππος καὶ τὸ οὖθαρ προχαλάσῃ μᾶλλον ἐκ τοῦ δεξιοῦ μέρους, ἄρρεν αὐτῇ γίνεσθαι, ἐὰν δὲ τὸ εὐώνυμον, θῆλυ γίνεσθαι. ὀχευομένη δὲ ἡ ἵππος ὅταν οὐρήσῃ ἐπὶ βοτάνης τινός, παρατηροῦσι τὸν τόπον σημειούμενοι, καὶ τῇ ἐπαύριον ἐὰν εὕρωσιν ἐξηραμμένην τὴν βοτάνην, συνειληφέναι λέγουσιν αὐτήν. ὅταν δὲ γένηται ὠμοτοκῆσαι τὴν ἵππον καὶ ἐκτρῶσαι, χαίτην ἔχων οὐ ῥᾴδιον περιγινέται.

Περὶ ἀρτηρίας. Ἐὰν ἀρτηρία ἐνοχλεῖν ἄρξηται, βαρὺ πνεῖ καὶ κατὰ τῶν ῥινῶν ἀφρὸν πέμπει καὶ οὐδὲν ἕτερον ἢ κοιμᾶσθαι δεῖται. ᾠῶν οὖν εʹ τὰ ἔξω καὶ μέλιτος καὶ χαλκοῦ φλοὸς γο αʹ καὶ νίτρου γο αʹ καὶ οἴνου 𐆅 γʹ δώσεις ἐπὶ ἡμέρας, ἄχρις οὗ ὑγιάνῃ, πιεῖν.

Ἕτερον πρὸς πνευμονίαν καὶ βουλσούς. Κάλλωσον χοίρειον μετὰ ὕδατος διεψήσας ὥστε γενέσθαι αὐτὸ εἰς ὁμοιότητα κόλλης, τοῦτο διὰ κέρατος ἐγχυμάτισον.

Ἱπποκράτους πρὸς ἧπαρ. Εἰς τὸ ἧπαρ ἐάν τι γένηται, αἷμα ἀφαίρει αὐτοῦ ἀπὸ τῶν μυκτήρων. σημεῖα δὲ ταῦτα· ὅλος τρομώδης γίνεται καὶ τοὺς ὄχρεις ἀνασπᾷ καὶ πίπτει καὶ τῆς τροφῆς οὐχ ἅπτεται. ἔσονται δὲ καὶ ὑπὸ τὰς μασχάλας ἀποστήματα, οἱ ὀφθαλμοὶ λευκοῦνται καὶ διαρροϊσθήσεται. ὁ τοιοῦτος οὐ ζήσει πλεῖον ἡμέρας.

Περὶ πόλυπος ἐν ῥινί. Ἐὰν πόλυψ αὐτὸ ἐνοχλῇ, οὐδὲν ποιήσεις. ὑποστρώσεις αὐτῷ, ἵνα μὴ κυλιόμενος αὐτὸν στρέψῃ μηδὲ ἐκβράσηται. ἐὰν ἄρξηται καὶ αἷμα ἀποπέμπειν ἀπὸ τῶν μυκτήρων, οὕτως θεραπεύσεις· λιβάνου γο ϛʹ, νίτρου, ὀπίου, πηγάνου ἀνὰ γο ϛʹ μετὰ οἴνου αὐστηροῦ 𐆅 αʹ ἐγχυμάτισον αὐτόν, μέχρις οὗ καλῶς ἔχῃ. ἔνιοι δέ φασι δεῖν βελόνας τρεῖς μακρὰς συνδήσαντας ἀναστρέψαντάς τε τὴν κεφαλὴν πρῶτον αὐτὸν κατακεντεῖν, ἕως οὗ ἐξέλθῃ πᾶν, ἔπειτα κλύζειν οἴνῳ καὶ ἐλαίῳ παραχρῆμα, καὶ ταῖς ἄλλαις ἡμέραις ὁμοίως, ἕως ἂν ὑγιάνῃ.

Περὶ ἀτονίας. Ἐὰν δέ ποτε συμβῇ τῇ δυνάμει ἐνδεῆ γενέσθαι τὸν βοῦν, προσφέρειν αὐτῷ τοῦ ὀρόβου ἔρεγμα ποιήσαντα. κατάρρανον ὕδατι, ὥστε εἶναι βεβρεγμένον καὶ μὴ εἶναι διάβροχον, πλῆθος ἡμιχοίνικον ἢ τρίτον τῆς χοίνικος. ὅσα δὲ τῶν ἄλλων συμβαίνει τῶν ἀρρωστημάτων ἐν αὐτοῖς, χρησώμεθα βοηθήμασι τοῖς περὶ τοὺς ἵππους.

Πρὸς βουλσοὺς ἐγχυματισμός. Ἑπτὰ σκώληκας τοὺς εἰς τὴν γῆν γεννωμένους καὶ οἴνου κυάθους ζʹ καὶ ἐλαίου κυάθους βʹ, ᾠὰ βʹ, ταῦτα πάντα εἰς ἓν συμμίξας, θερμάνας ἐγχυμάτιζε.

Πελαγωνίου πρὸς βουλσοὺς ἁπλοῦν καὶ θαυμαστὸν βοήθημα. Εἰς κονδῖτον 𐆅 γʹ πρὸ τριῶν ἡμερῶν φάβατος ἡμῖναν βρέξας καὶ ταύτην καθαρίως λειώσας ἐπὶ γʹ ἡμέρας κέρατι προσάγαγε.

Ἕτερον πρὸς βουλσούς. Βρέξον φάβα ἐν οἴνῳ παλαιῷ καὶ μετὰ ταῦτα λειώσας τοῦτο προσάψεις αὐτῷ ἐλαίου τὸ καθʼ ἥμισυ τοῦ οἴνου μέρος, οὕτω μέντοι, ἵνα ἔσονται οἴνου 𐆅 γʹ καὶ φάβατος 𐆅 αʹ. ταῦτα πάντα ὁμοῦ λειώσας ἐπὶ γʹ ἡμέρας δίδου.

Ἄλλο. Σκόρδον Γαλλικὸν κατακόψας καθαρίως καὶ προσάψας βοτάνην σιδηρῖτιν, ἣν Ῥωμαῖοι καλοῦσιν παριεταρίαν, καὶ ταύτην ἅμα τῷ σκόρδῳ καθαρίως λειώσας μετὰ ἀξουγγίας παλαιᾶς ποίησον παστίλλους, καὶ τούτους ἐπὶ γʹ ἡμέρας ἀνίσους δός.

Κολλητικὸν πρὸς βουλσοὺς κάλλιστον βοήθημα. Τραγακάνθης βεβρεγμένης γο βʹ, τήλεως ἡμῖναν, λινοσπέρμου 𐆅 ϲʹ, ταῦτα τὰ γʹ εἴδη ἔμβρεξον ὕδατι, καὶ στέατος τραγείου 𐆃 αʹ, μυελοῦ ἐλαφείου γο βʹ, ῥίζης δρακοντίας γο ϲʹ, γεντιανῆς γο αʹ, κενταυρίου γο αʹ. πρότερον μέντοι τὴν βεβρεγμένην τραγάκανθαν καὶ τὴν τῆλιν, οὐ μὴν ἀλλὰ καὶ τὸ λινόσπερμον καθέψησον ἐν αὐτῷ τῷ ὕδατι, ἐν ᾧ ἐτύγχανε βεβρεγμένα, καὶ μετὰ ταῦτα πάντα ὁμοῦ συμμίξας καὶ λειώσας εἰς χύτραν βάλε μετὰ ἑψήματος 𐆅 γʹ, καὶ αὖθις ἑψήσας ἐπὶ γʹ ἡμέρας δώσεις τῷ ζῴῳ.

Ἕτερον βοήθημα Ἠμερίτου. Χοίρειον ἀκρονάριον εἰς ὕδωρ ἑψήσας καὶ ὄξος τὸ ἴσον, καὶ τοῦτο βαλὼν εἰς χύτραν μετὰ ἑψήματος 𐆅 γʹ καὶ πτισάνης γο αʹ ἤδη ἀποβεβρεγμένης, οὕτω μέντοι, ἵνα καὶ τὸ ὕδωρ, ἐν ᾧ τὸ ἀκρονάριον ἑψήθη καὶ ἡ πτισάνη ἐβράχη, μετʼ αὐτῶν ἑψηθῇ, τούτοις προσάψας ταυρόκολλαν καὶ ὄξους δριμέος … δʹʹ, πάντα ἅμα ἕως τοσούτου ζέσον, ἕως ἂν εἰς χυλὸν μεταβληθῶσι. χωρὶς δὲ τραγάκανθαν καὶ τῆλιν καὶ λινόσπερμον ἐμβεβρεγμένα θερμῷ καθέψησον, καὶ μετὰ τὸ ἑψηθῆναι τρίψας ἐν θυίᾳ μαρμαρίνῃ ἐπίβαλε τὰ προλεχθέντα εἴδη καὶ αὖθις ταῦτα ἕψησον. μετὰ δὲ τὸ καθαρίως ταῦτα καθεψεῖσθαι πρόσμιγε χυλοῦ τῆς προλεχθείσης παριεταρίας ἤτοι σιδηρίτιδος βοτάνης καὶ μυελὸν ἐλάφου μετὰ στέατος τραγείου, καὶ πάντα, ὡς ἔφημεν, συνεψήσας προπότισον διὰ κέρατος ἐπὶ ἡμέρας ζʹ ἢ θʹ. δίδου δὲ τοῦτο τὸ προπότισμα πρὸς λαμπρὸν χλιάνας. εἰ δὲ ὑπεράγαν ἐστὶ παχύτερον, πλέον τι ἑψήματος βάλε.

Πρὸς νεαροὺς βουλσούς. Κεφαλὴν ἀρνειοῦ εἰς ὕδωρ ἀφέψησον ἕως τοσούτου, ἕως δʼ ἂν ὅλον λυθῇ, καὶ πρόσαψον αὐτῷ ὀλίγον μέλιτος, καὶ ἐκ τούτου δίδου διὰ κέρατος νηστικῷ ἐπὶ ἡμέρας ζʹ.

Πρὸς ἐντέρων πόνον. Σεσέλεως Γαλλικοῦ 𐆅 αʹ, κυμίνου Αἰθιοπικοῦ 𐆅 αʹ, κωλίκλους βʹ, ῥυτῆς μικρόν, ἐλαίου 𐆅 δʹ, οἴνου 𐆅 αʹ, μαλαγαλβάνης 𐆃 βʹ, ὀποπάνακος 𐆃 βʹ, κηροῦ 𐆃 βʹ, ῥητίνης Κολοφωνίας 𐆃 γʹ, ῥητίνης τερεβινθίνης 𐆃 βʹ, στύρακος 𐆃 αʹ, βδέλλης 𐆃 αʹ, μυελοῦ ἐλαφείου 𐆃 αʹ, προπόλεως γο ϛʹ, στέατος ταυρείου γο ϛʹ, φύλλων δάφνης 𐆃 αʹ, μάννης 𐆃 αʹ, ἐλαίου παλαιοῦ 𐆃 αʹ, πεπέρεως λευκοῦ γο ϛʹ, μήκωνος γο ϛʹ, ἀμμωνιακοῦ 𐆃 γʹ, ῥητίνης 𐆃 αʹ, ἀπτῆρος ἀρσενικοῦ 𐆃 αʹ, ἐλαίου δαφνίνου 𐆃 αʹ, ἰρίνου 𐆃 αʹ, ὑσσώπου 𐆃 αʹ.

Περὶ σπάσματος τῶν ἐντός. Ὅσοι δέ τι τῶν ἐντὸς ἐσπασμένοι εἰσὶν ἵπποι ἢ ἄλλα ὑποζύγια, κοιλαίνονται τοὺς ὀφθαλμοὺς καὶ τὰς λαγόνας ἀνασπῶσι καὶ τρώγοντες καὶ πίνοντες ἰσχνοῦνται καὶ περιπατοῦντες μικρὰ διαβαίνουσιν, ἑστῶτες δὲ τοὺς ὀπισθίους εἰς τοὺς ἐμπροσθίους προσάγουσι πόδας καὶ μᾶλλον παρέλκουσι χρόνον. ἐὰν αἷμα ἀπουρήσωσιν ἢ ἀφοδεύσωσιν ἢ τὴν τροφὴν διὰ τῶν μυκτήρων φέρωσιν, κινδυνεύουσι. δεῖ δὲ ὅμως θεραπεύειν ἀγωγῇ τοῦ φθισικοῦ.

Περὶ κλυσμῶν. Σίκυος χυλοῦ ὅσον πόσεις δύο, … ὅσον κύαμος διεμένου ὕδατι καὶ μέλιτι μικτῷ κλύσον καὶ ἐξείποις …

Περὶ κλυσμῶν. Τρύγα καὶ μέλι μίξας κλύζε καὶ περίαγε, ὡς ἂν στῇ τὸ χύμα.

Περὶ ἐντέρων στροφῆς. Κνῖπας ἄφες ἐπιλαβέσθαι τοῦ ἐντέρου καὶ ἀπόκοψον τὰς κεφαλὰς καὶ ἄφες φύειν, εἶτα ῥάπτε καὶ ὑπόπλασσε κενταύριον.

Περὶ ἀπορρήγματος. Ἐντελέστερον διελθεῖν ἄξιον περὶ τῶν ἀπορρηξάντων τι τῶν ἔνδον. καὶ ὅτι ἐστὶν ἐπικίνδυνον δῆλον, κἂν μὴ λέγωμεν. ἐὰν μέν τι τῶν κώλων ἢ ἐντέρων διαρραγῇ, σημεῖον γίνεται τοῦτο· ἀναφέρει τε τὴν κόπρον διὰ μυκτήρων καὶ ἱδροῖ. ἐὰν δὲ τὴν κύστιν, ὅπερ ἂν πίῃ, παραχρῆμα διὰ τῆς ἕδρας ἐκκρίνει. ἐὰν δέ τι τοῦ πνεύμονος πάθῃ, αἷμα διὰ τῶν μυκτήρων ἀνάγει. ἐὰν δὲ τὸ ἧπάρ τι πάθῃ, τὸ αἰδοῖον οἰδεῖ καὶ ἡ κοιλία καὶ οἱ μηροί. ἐὰν δὲ ὁ σπλήν, φθίνει καὶ τὴν τροφὴν οὐ προσίεται πᾶσαν. ἐὰν δὲ οἱ νεφροί, αἷμα οὐρεῖ. τῶν μὲν οὖν κώλων ἐάν τι διαρραγῇ ἢ ἡ κύστις, οὐδὲν ἂν ποιήσαις βοηθήσας. ἐὰν δὲ ὁ πνεύμων ἐμπαθὴς γένηται, ἀλεύρου ὀρόβων χοίνικας βʹ φυράσας καὶ ἁλῶν ἐμβαλὼν ὀξύβαφον μικρὸν καὶ πλάσας ἄρτον, εἶτα κατακαύσας τρῖψον λεῖον, καὶ ὅταν ποτίζῃς, ἐπίπασσε τῷ ποτῷ. ἐγχυμάτιζε δὲ καὶ διὰ στόματος οὕτως· κρόκον, σμύρναν, νάρδον Συριακήν, κιννάμωμον, κασσίαν, κόστον, ἀριστολοχείαν τὴν λεπτήν, λάσαρος, σελίνου, δαύκου, ἀγρώστεως, ἑλενίου, ταῦτα πάντα τρίψας λεῖα ἐπιχέας μέλιτος ὀξύβαφον καὶ οἴνου διαχύτου κοτύλην αʹ ἔγχει διὰ μυκτῆρος. ἐγχυματίσας δὲ τρὶς ὡς πλεῖστον χρῷ τῷ χυλῷ τῷ διὰ πτισάνης. τὸ δὲ ἧπαρ καταστήσεις ῥοΐζων καὶ ἄλευρον πύρινον ποτίζων χειμῶνος, θέρει δὲ κρίθινον, καὶ ἐγχυματίζων πτισάνην. πρὸς δὲ τὸν σπλῆνα περιπατεῖν ποίει καὶ ἐγχυμάτιζε σῦκα ἑψήσας. πρὸς δὲ τοὺς νεφροὺς τροφὴν παράβαλλε τὴν βελτίστην, καὶ ἐν ἀνέσει ἔχε τὸ κτῆνος καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ.

Πῶς χρὴ θεραπεύειν ἵππον ἐν ἐντέροις φθεῖρας ποιήσαντα. Τὸ τοιοῦτον πάθος νοεῖται ἐκ τοῦ συνεχέστερον διαστρέφεσθαι τὸν ἵππον. κατασκεύαζε τοίνυν βοήθημα· κοριάνδρου χυλὸν καὶ σινήπεως τὸ ἀρκοῦν, ὀποπάνακος ὀλίγον μετὰ ὑδρομέλιτος καὶ ὀλίγου ἐλαίου συμμίξας δίδου.

Ἐὰν ἵππος ἔντερα πονέσῃ, βοήθημα δύσπιστον καὶ παράδοξον πρὸς τὸ τοιοῦτον πάθος. Εἰ τὸ ὄνομα τοῦ δεσπότου ἐπάνω τοῦ κύκλου τοῦ δεξιοῦ ὄνυχος τοῦ ἵππου γραφίῳ ἐπιγράψεις, εὐθέως ἰαθήσεται.

Κατασκευὴ κλυστῆρος. Χυλὸν πιτύρων μετὰ νίτρου καὶ ἄνθους μαλάχης ἀγρίας ξηροῦ γράμματα βʹ, ἐλαίου καὶ οἴνου 𐆅 ϲʹ, καὶ ἐὰν ἄνεμον μὴ ἐκπέμψῃ, προσθήσεις τῷ κλυστῆρι καὶ ἀφοδεύματος περιστερῶν γράμματα δʹ, καὶ μετὰ τὸ κλυστηριασθῆναι ἀναπατήσει, καὶ πάλιν ἱκανὸν ἀναπαῇ. πρὸ δὲ τοῦ κλυστῆρος ἀπαντλήσεις τὴν κοιλίαν αὐτοῦ ὕδατι θερμῷ.

Ὅμοιον εἰ κόπρον ὀρνίθων φάγῃ. Ἀλεκτρυόνα σφάξον καὶ τὴν κοιλίαν αὐτοῦ μετὰ τῆς κόπρου ὠμὴν δὸς τῷ ζῴῳ καταπιεῖν. βέλτιον δὲ ποιῶν κῦφι ἐν οἴνῳ λύσας πρόσαγε καὶ εὐθέως ἰάσῃ τὸ ζῷον.

Ἄλλο. Ἐὰν ἵππος τὰ ἔντερα ἀλγήσῃ, νηστικὸς γʹ εἰς τὴν ὄψιν αὐτοῦ ἔμπτυσον.

Πρὸς τοὺς τὰ ἐντὸς πάσχοντας τοὺς ὑπὸ νόσου πειραζομένους προπότισμα. Τούτῳ τῷ βοηθήματι καὶ οἱ ξηροὺς ἔχοντες τοὺς μυκτῆρας εὐχερῶς θεραπεύονται· πτισάνης πεφρυγμένης χυλὸν ὡς κυάθους βʹ διδοῖς ἐπὶ ἡμέρας γʹ, μετὰ δὲ ταῦτα ποίει οὕτως· λαβὼν ὑσώπου γο βʹ, φοίνικας κʹ, πηγάνου χλωροῦ δεμάτια βʹ, τήλεως καὶ φάβατος κυάθους ϛʹ, πάντα εἰς ὄμβριον ὕδωρ ἀφεψήσας δίδου, πρότερον μέντοι χλιάνας.

Ἄρτυσις οἴνου. Σχοίνου ἄνθους με δʹ, κασσίας σύριγγος με δʹ, σμύρνης τρωγλίτιδος με δʹ, ἀλόης ἡπατικῆς με αʹ, λιβάνου με αʹ, πεπέρεως με αʹ, μαστίχην με αʹ, ταῦτα τρίψας καὶ κοσκινεύσας ἕκαστον κατʼ ἰδίαν μῖξον καλῶς, καὶ λαβὼν γύψου κεκαυμένου 𐆃 βʹ βάλε εἰς διακοσίους 𐆅 𐆅 οἴνου καὶ κίνει ἐπὶ ἡμέρας βʹ, καὶ μετὰ ταῦτα βάλε ἐκ τοῦ ξηρίου εἰς τοὺς διακοσίους 𐆅 𐆅 κοχλιάρια γʹ καὶ κίνει ἐπὶ ἡμέρας εʹ ἡσύχως καὶ φίμωσον τοὺς πίθους καὶ περίφραξον τὰς θύρας καὶ τὰς θυρίδας τῆς ἀποθήκης ἐπὶ μῆνας ϛʹ, ὥστε ἄνεμον μὴ εἰσέρχεσθαι.

Εὐμήλου περὶ κοιλίας ῥεύσεως. Ἐὰν κοιλία ῥέῃ, αἷμα διὰ τῶν ἐν τῇ κεφαλῇ φλεβῶν ἀφαιρείσθω. πινέτω δὲ χλιαρὸν ὕδωρ μετὰ κριθίνων ἀλεύρων. ἐπέχει δὲ κοιλίαν ῥέουσαν καὶ σίδια ῥοᾶς κοπέντα καὶ διὰ τοῦ στόματος ἐμβληθέντα.

Περὶ καθάρσεως κοιλίας. Ἐὰν καθαίρηται κατὰ κοιλίαν—συμβαίνει δὲ τοῦτο ἀπὸ δρόμου πλείονος, ἀπὸ πνευματώσεως ἢ ἀπὸ προσφορᾶς φαυλότητος—αὐτὸν θεραπεύειν οὕτως· τὰς ἐν τῇ κεφαλῇ φλεβοτομῶν φλέβας καὶ τὰς ἐν τοῖς ἐμπροσθίοις σκέλεσιν, ἕως εὐμενῶς ὦσιν, ἢ ὕδωρ μετὰ κριθίνων ἀλεύρων, τὰ δὲ κρίθινα μὴ πολλά, καὶ προάξεις εἰς περίπατον, λούσεις δὲ ὕδατι μὴ πολλῷ. ἐνδόσεως μὴ γενομένης ἐπὶ τὸν διὰ τῶν ῥινῶν ἐγχυματισμὸν ἐλθέ, καὶ προσκαταπλάσσων … ἀναζέσας, τρίψας μετὰ οἴνου ἐγχυμάτιζε μετὰ δʹ ἡμέρας συνεχῶς.

Περὶ εἰλεώδους. Τοὺς εἰλεώδεις χρὴ κλύζειν διὰ σεύτλων ἀφεψήματος καὶ νίτρου καχλάκων μετὰ βδελλίου τετριμμένου συνανατετριμμένων ἀλλήλοις λούειν τε καὶ σκεπάζειν ἐπιβλήμασι καὶ καίειν πῦρ πλησίον. τροφὴν δὲ διδόναι μάλιστα μὲν γράστιν ἢ χόρτον ἁπαλώτατον. ἐὰν δὲ τοῦτο μὴ παρασκευάσηται τὸ σφήνωμα, τὴν χεῖρα καθετέον λελειασμένην καὶ ἐκκομίζειν τὰ ἐμφράγματα. ἐγχυμάτιζε δὲ καὶ σεύτλων σπέρματι μετὰ οἴνου καὶ ἐλαίου κοτυλῶν ϛʹ. ἐὰν δὲ μὴ ᾖ τὸ σπέρμα, ἀποξύσας ἀπὸ τῶν ἐμπροσθίων ποδῶν τοὺς ὄνυχας τρίψας μετὰ οἴνου κοτυλῶν γʹ παράβαλον, τούς τε ῥώθωνας ἐγχυμάτιζε. ἐκκομισάμενος τὰ ἐμφράγματα ἅλας τετριμμένον συμμίξας μέλιτι εἰς τὴν ἕδραν ὡς ἐνδοτέρῳ μάλιστα ἔνθες.

Πελαγωνίου περὶ ὀδόντων ποσότητος. Ὁ ἵππος ἔχει ὀδόντας μβʹ … τὸ πρόβατον ἔχει ὀδόντας καʹ, ὁ τράγος ἔχει ὀδόντας κεʹ, ἡ αἲξ ἔχει ὀδόντας κζʹ, ὁ ταῦρος ὀδόντας … ὁ ἐκτετμημένος βοῦς ἔχει ὀδόντας κδʹ, ἡ θήλεια βοῦς κδʹ, ὁ ἀνὴρ ἔχει ὀδόντας λβʹ, ὁ εὐνοῦχος ἔχει ὀδόντας κθʹ, ἡ γυνὴ ἔχει ὀδόντας λʹ.

Ἄψυρτος ὅσον κύει ἵππος χρόνον. Ἵππος τίκτει ἀπὸ τῆς συλλήψεως ἐν μησὶ ιαʹ καὶ ἡμέραις ιʹ. ἐὰν δέ ποτε συμβῇ τάχιον κυῆσαι μῆνας ἔχουσαν θʹ καὶ ἡμέρας κʹ, ἀνατρέφεται τὸ τοιοῦτο καὶ τελειοῦται· ἀποκρίνουσι δὲ αὐτὸ ἀπὸ τῆς ἀγέλης, καὶ ἐὰν θήλεια γένηται· ποιοῦσι γὰρ λειπόχρονα.

Εὐμήλου πρὸς τὸ ἵνα ἀποβάλῃ. Λιβυστικοῦ φύλλα χλωρὰ λειούμενα δίδου πίνειν, πρότερον μέντοι τροφῆς ἀπεχέσθω. θέρμων πικρῶν γο αʹ μετὰ ὄξους 𐆅 ϲʹ καὶ στακτῆς 𐆅 ϲʹ δίδου ἐπὶ ἡμέρας θʹ πιεῖν.

Ἱπποκράτους περὶ ἐμβρύου ἀποβολῆς. Ἐὰν ἔμβρυον ἐκβάλῃ, κυλίεται καὶ ἡ γαστὴρ φυσᾶται. ἐγχυμάτιζε δὲ κύμινον, ἔλαιον εἰς τὸ αὐτὸ μίξας, ἑκάστου τὸ αὔταρκες .. τῇ ἵππῳ μάραθρον μετὰ ἑψήματος καὶ ἐλαίου ἐγχυμάτιζε, ὁμοίως θύμου ἀποτέμνων τὰ ἄκρα ἐγχυμάτιζε καὶ κατόρθου καυτηρίοις.

Περὶ χωλείας ἐπὶ γόνασι. Ἐὰν δὲ ἀπὸ μηδεμιᾶς προφάσεως χωλὸς γένηται, πράσσα θλάσας ἐν ὅλμῳ ἕψει ἐν ὕδατι καὶ τοῦτο πότιζε μίσγων νίτρῳ, ἢ τῇ ῥίζῃ τοῦ σικύου κάθαιρε. ἐκ κεφαλῆς δὲ ἐὰν γένηται, τέμε ἀπὸ τοῦ ἄρθρου τοῦ ἰσχίου ἀπολείπων δακτύλους δʹ βαθεῖαν ἄχρι πρὸς τὸ ὀστοῦν ἐπικάρσιον τὴν τομήν, καὶ ἔπειτα τὸν δάκτυλον εἰς τὴν τομὴν ἐμβαλὼν παράφερε ἔνθα καὶ ἔνθα τὸ σκέλος, καὶ ἐάν τι τῷ δακτύλῳ προσκρούῃ νεῦρον, τοῦτο δίελε τῷ μαχαιρίῳ, καὶ τὴν τομὴν διάλειψον πίσσῃ ὑγρᾷ καὶ ἁλσί.

Πρὸς κεφαλῆς πόνον. Ἐὰν κεφαλῆς πόνος ᾖ, ταῦτα σημεῖα σχήσει· κατὰ τῶν ὀφθαλμῶν φλεγμονὴ καὶ διὰ τοῦ στόματος ἀποβάλλει ὡς τράκτον. χρὴ οὖν ζεστῷ ὕδατι τὴν κεφαλὴν αὐτοῦ ἀντλεῖν καὶ τρυφερᾷ κοιμήσει χρῆσθαι. ποίει δὲ καὶ ἀφαιρέσεις αἵματος ἀπὸ τῶν ὀφρύων, καὶ φύλλα ἐκ τριφύλλου συντρίψεις καὶ πιεῖν αὐτῷ δώσεις. ἐὰν τοὺς ὀφθαλμοὺς ἀνατεταμένους ἔχῃ, δεήσει αὐτοῦ αἷμα ἀφελεῖν ἀπὸ τοῦ τραχήλου καὶ τοῦ κρανίου, εἶτα λήψῃ ἅλατος γο γʹ, κινήσεις μεθʼ ὕδατος καὶ ἐγχυματίσεις αὐτόν. ἐὰν τοῦτο μὴ σχῇς, γῆς ἐντέροις· εἰς 𐆅 βʹ οὔρου παλαιοῦ πέμψας κατερείξεις καὶ ἐγχυματίσεις διὰ τοῦ ἀριστεροῦ μυκτῆρος.

Ἕτερον βοήθημα. Ἄλευρον κρίθινον συμμιγὲν ῥητίνῃ ἐπίθες. ὀφείλεις δὲ φροντίσαι, ἵνα τὸ λοιπὸν σῶμα ἄλλοις προποτίσμασι περιοδευθῇ οὕτως· παγούρους ποταμίους ζʹ κατακοπέντας, γάλακτος αἰγείου 𐆅 αʹ καὶ ἐλαίου κύαθον αʹ διυλίσας καθαρίως διὰ τοῦ στόματος προπότισον. εἰ δὲ γάλα καὶ παγούρους μὴ εὑρήσεις, ὑδρόμελι ποίησον ἀπὸ μέλιτος κυάθων γʹ καὶ πεπέρεως λευκοῦ σταθμὸν ὀβολοῦ ἑνός, κρόκου γρα. βʹ. ταῦτα συντρίψας διὰ στόματος δίδου.

Ἕτερον βοήθημα. Ἄλευρον κρίθινον μετὰ παστίλλου οἷον εἴπομεν ἐν τῷ θέρει, εἰ δὲ χειμὼν ἔσται, μετὰ ἀλεύρου σιτίνου τῷ αὐτῷ τρόπῳ δώσεις.

Ἐὰν ἵππος ἐν τῷ ἐγκεφάλῳ κρουσθῇ. Ἵππον ἐντεῦθεν χρὴ νοεῖν, ὅτι περ ἐν τῷ ἐγκεφάλῳ ἐκρούσθη, ὅτε εὐθέως σπασμοὺς ὑπομένει καὶ σιαίνεται, λοιπὸν φοβεῖται τὴν τροφὴν καὶ ὅλος εἰς τὸ ἔμπροσθεν μέρος διατείνεται. χρὴ δὲ τοῦτον εἰς τοὺς κροτάφους φλεβοτομεῖν καὶ σπόγγια Ἄφρα ἐξ ἴσου μετὰ ὄξους καὶ ῥοδίνου ἐπιθεῖναι τῇ κεφαλῇ αὐτοῦ. τροφὰς δὲ αὐτῷ παρέχειν χλωράς, ἃς εἰ ἀποστραφῇ, φάβα ἠλεσμένον αὐτῷ μετὰ ἀλεύρου σιτίνου πρόσαγε, καὶ ὑδρόμελι διὰ κέρατος αὐτῷ εἰς τὰς φάρυγγας ἔμβαλε, ἕως ἂν τῆς χλωρᾶς ἐπιλάβηται τροφῆς, εἰς ἣν ἅλμην ὀλίγην ῥάντισον.

Εὐμήλου πρὸς ὑποτετριμμένους πόδας. Ἐὰν ὑποτρίψῃ ζῷον κτλ. τοῦτο καὶ βουσὶ βοηθεῖ καὶ ἁρμόζει γίνεσθαι. βοηθεῖ δὲ τοῖς βουσὶ τὸ πίσσῃ ἀλείφεσθαι τὰ κέρατα στερεῶς. εἰς δὲ τοὺς τῶν ζῴων πόδας ἐπὶ πολλὰς ἡμέρας ὄροβον μετὰ τῶν κριθῶν δός, ἢ κισσοῦ σπέρματος μέρη βʹ, στυπτηρίας στρογγύλης μέρος αʹ ἐγκόψας καὶ λειώσας χρῶ.

Ἱεροκλέους περὶ θερμοπλήσεως. Ἡ θερμόπλησις μάλιστα ἐν τοῖς πάγοις συμβαίνει ὡς ἀλγεῖν πόδας. σχάζειν οὖν προσήκει ἀπὸ τοῦ ποδὸς οὗ ἀλγεῖ καὶ καταντλήσαντα καταπλάσσειν ἀλεύρῳ κριθίνῳ ἐν οἴνῳ κεκραμένῳ ἴσον πρὸς ἴσον, ἢ πίτυρα ἐν ὄξει ἑψηθέντα καταπλάσσειν, ἕως οὗ ὑγιάνῃ.

Περὶ ἁπαλόποδος. Ἐὰν ᾖ ἁπαλόπους ἵππος, ἐπίκλυσον … αὐτοῦ ἐπὶ τὰς ὁπλὰς ὀθόνιον, καὶ ἐὰν μὴ δοκῇ ἐστερεῶσθαι, λαβὼν στέαρ καὶ κηρὸν συνεπίτηξον, καὶ ἐπάνωθεν ἀσφάλτου, καὶ τοῦτο ποίει, ὁσάκις ἂν ἐπαισθάνηται τοὺς πόδας. ἢ ἄλλως, ὃ καὶ βέλτιον εἶναί μοι δοκεῖ, λαβὼν κτλ.

Ἀψύρτου πρὸς τοὺς ἐθέλοντας βήσσειν καὶ μὴ δυναμένους διὰ παράθεσιν φλέγματος. Ῥᾳδίως γίνεται ὀχλεῖσθαι τὸν ἵππον διὰ παράθεσιν φλέγματος, καὶ συμφράσσεται ὁ βρόγχος καὶ τὴν ἀρτηρίαν πνίγεται καὶ θέλων βήσσειν οὐ δύναται. φέρεται δὲ διὰ τοῦ στόματος μυξῶδες ἀφρὸν ἔχον τὸ φλέγμα. βοηθεῖται δὲ ἐγχυματιζόμενος διʼ ἀριστεροῦ μυκτῆρος ὑδρελαίῳ ἢ νίτρῳ μεθʼ ὕδατος ἢ σύκων ἀφεψήματι ἐν τῷ ὕδατι, καὶ περιπατείτω, ἕως διατινάξεται καὶ σείσει τὴν κεφαλήν, ὥστε παρῶσαι τὸ φλέγμα, καὶ οὐκέτι κίνδυνον ἔχει.

Ἱεροκλέους θερινὸν πρὸς τοὺς βήσσοντας. Λιβανωτὸς κοπεὶς καὶ σηθεὶς δίδοται οἴνῳ, ἢ συμμετρίᾳ τοῦ λιβανωτοῦ … κοχλιάριον.

Σύνθεσις συγχρισμοῦ πρὸς ἵππον φρίξαντα. Κηροῦ γο ϛʹ, στύρακος γο βʹ, ῥητίνης τερεβινθίνης γο εʹ, δάφνης φύλλων γο ιʹ, ὀποπάνακος γο αʹ, μυελοῦ ἐλαφείου γο αʹ, ἴρινον τὸ συγκεράσαι δυνάμενον.

Ἄλλο. Ὀποπάνακος γο γʹ, στύρακος γο γʹ, ῥύτης γο βʹ, κροκομάγματος γο βʹ, ταῦτα ἐγχυμάτιζε.

Πελαγωνίου πρὸς ἀφρίζοντα ἵππον. Ἐὰν ἀφρίζῃ ἵππος καὶ περὶ τὴν τροφὴν ἀήδειαν ὑπομένῃ, βράθυ εἰς ὕδωρ ἀποβρέξας σμῆχε τὸ στόμα. πρόσβαλε δὲ καὶ φύλλα σχίνου διὰ τὸ εὔοσμον.

Πρὸς ἀποστατικούς. Πύξου φύλλα καὶ κέδρου καὶ κωνείου ἕψησον εἰς ὕδωρ καὶ διηθήσας καλῶς προπότιζε, ὥστε ἀποκοιμηθῆναι καὶ λήθην αὐτὸν λαβεῖν τοῦ ἰδίου δαίμονος. καὶ μετὰ τοῦτο ἐξύπνιζε καὶ ποίει ἀναπατεῖν. εἰ δὲ καὶ λακτιστὴς ᾖ, τῷ αὐτῷ χρήσῃ βοηθήματι προσφέρων καὶ κατὰ τοῦ ὀμφαλοῦ ψυχρὸν ὕδωρ. χρῶ δὲ ὡς ἀληθεστάτῳ βοηθήματι.

Ἱεροκλέους περὶ ἐχιοδήκτου. Δεινὸν ἐχίδνης δῆγμα καταχρισθὲν τιθυμάλλῳ παύεται. ὦ Χείρων, τοῦτό σε πῶς ἔλαθεν; οὐκ ἀφυῶς ὁ Κόϊντος ἀνεύρετο τέσσαρα ταῦτα· γεντιανήν, δάφνας, σμύρναν, ἀριστολόχην.

Μῦς ἐὰν δάκῃ τὸ κτῆνος. Μῦς ἐὰν δάκῃ τὸ κτῆνος, οἰδαίνει ὅλον τὸ σῶμα. ἐὰν δὲ μυγαλῆ δάκῃ, χεῖρόν ἐστιν, ἐὰν ᾖ μακροτέρα ἢ ἐν γαστρὶ ἔχουσα δάκῃ. ἐξ αὐτοῦ τοῦ δήγματος ἐξελκοῦται. οὕτως θεράπευε. σκόρδων τῶν μειζόνων σύντριψον μετὰ νίτρου. ἐὰν μὴ σχῇς, μετὰ ἅλατος καὶ κυμίνου σύντριβε. ἐὰν μεῖζον οἰδῶσιν, ὄξει καὶ ἅλατι κατάντλει καὶ κριθὰς κατακαύσας καὶ συντρίψας μηδεμιᾷ ἄλλῃ θεραπείᾳ χρῶ. εἰ δὲ οὖν γε μείζονα γένηται τὰ ἕλκη, ἐπέμβρεχε αὐτῷ, ἐὰν θέλῃς, αὐτὰ τὰ ἕλκη. ἐὰν ταῦτα μὴ θεραπεύσῃ, καυτηρίῳ χρῶ.

Πρὸς δῆγμα ἑρπετοῦ. Κέρατα ἐλάφου καύσεις, εἶτα συντρίψεις ὡς κοτύλην αʹ, νυκτερίτιδος γο ϛʹ, ἐκλεκέβρης γο ϛʹ, τριξαγίνης γο ϛʹ, μυελοῦ ἐλαφείου γο ϛʹ. ταῦτα πάντα εἰς ἓν συντρίψας εἰς ὅλμον εἶτα εἰς ῥάκος ἢ εἰς δέρμα ἀναπλάσεις.

Πρὸς ἕρπην. Ἐὰν ἕρπη γένηται, ἀρσενικοῦ ὁλκαὶ βʹ, κονίας ἀσβέστου ὁλκὴ αʹ· τρίψας μετʼ ὄξους ἐπίχριε. ἢ χαλκίτιδος ὁλκῆς ϲʹ, χαλκάνθου τὸ ἴσον, κονίας ἀσβέστου δʹʹ, ταῦτα κόψας μετὰ ὄξους χρῶ.

Περὶ μυσιάσεως. Ἐὰν βούλῃ θεραπεῦσαι, λαβὼν ἀνθρώπου κόπρον ξηρὰν τρίψας ἐπίπασσε.

Ἄλλο παρὰ Σευήρου. τὸ αὐτὸ Ἀμάσεως πρὸς τὸ ἐν οὐλῇ τοῦ ἄλλου σώματος τὰς τρίχας ὁμοίας ἐνεγκεῖν. Ἀντίκροκον βοτάνην, ἥτις γίνεται ἐν τοῖς καταράγμασι τῶν ὑδάτων, ἥτις ἐστὶ παραπλησία τῇ ἐρυθρίδι, καὶ βρύον ἀπὸ ἕλους ξηράνας κόψον καὶ σῆσον. εἶτα μάξας μετὰ βουτούρου ἀπότιλον κατὰ μίαν τῶν τριχῶν καὶ ἐπίχριε, ὁποῖον ἂν ᾖ τὸ κτῆνος, ἐὰν μέλαν ᾖ, κέρας αἴγειον …

Ἀψύρτου περὶ φθειριάσεως. Ἐὰν δὲ φθεῖρες γένωνται ἐν τῇ χαίτῃ ἢ καθʼ ὅλου τοῦ σώματος, κωνείου κόμην χλωρὰν τρίψαντας συγχρίειν. ἢ κυκλαμίνου ῥίζαν κόψας μετὰ ἐλαίου σύγχριε καὶ μετὰ μίαν ἡμέραν ἀπόσμηχε οὔρω ἢ θέρμων ἀφεψήματι, ἀποσμήξαντα δὲ πισσελαίῳ καταχρίειν τὰ ἐφθειριακότα μέρη.

Περὶ φθειριάσεως ἐν τῷ στόματι τῶν βοῶν. Φθειρίασις δὲ εἰ ᾖ ἐν τῷ στόματι, ἐπιγνωσθήσεται οὕτως· ἐσθίειν οὐ δύναται καὶ τὴν γλῶσσαν τραχεῖαν ἔχει σφόδρα. θεραπεύεται δὲ οὕτως· τὴν τοῦ ἀγρίου σικύου ῥίζαν χλωρὰν κόψας σῦκά τε ξηρὰ συγκεκομμένα περὶ τὴν ῥίζαν περιπλάσσων ἐσθίειν δίδου ἄχρις οὗ ἂν ὑγιὴς γένηται. τρῖβε δὲ καὶ τὴν γλῶσσαν αὐτοῦ καὶ τὸ στόμα χαμαιλέοντος ῥίζῃ καὶ τῇ σταφίδι τῇ ἀγρίᾳ. λειάνας δὲ ἐν τῷ αὐτῷ καὶ μίξας τῷ σικύῳ βάλε εἰς τὸ στόμα καὶ ἀπόδησον κατέχων ἐπὶ ποσόν. ἐὰν δὲ μὴ πρὸς ταῦτα παύηται τὸ πάθος, δεῖ κατακλίναντα τὸν βοῦν ἐκλαμβάνειν τὴν γλῶσσαν ἔξω καὶ τὰ περὶ αὐτὴν ψαλίδι ἀποκείρειν τοὺς λεγομένους φθεῖρας, ἅτινά ἐστι τραχέα καὶ ὅμοια θύμῳ. ἀποκείραντα δὲ αὐτὰ ἐπικαίειν πλατεῖ καυτηρίῳ μὴ σφόδρα.

Εὐμήλου πρὸς ἕλμιγγας καὶ σκώληκας. Εἴωθεν ἐν τοῖς ἐντὸς τὸ γένος τῶν σκωλήκων καὶ ἑλμίγγων γεννᾶσθαι. τοῦτο δὲ γνωρίζεται διὰ συνεχοῦς τοῦ ζῴου κυλίσεως, πολλάκις δὲ εἰ τὴν κεφαλὴν εἰς τὴν κοιλίαν ἀπάγει καὶ τὴν σόβην διαστρέφει. καὶ τούτοις τοῖς σημείοις γνωρίζεται. ἐμβαλεῖν τοίνυν χρὴ τὴν χεῖρα κατὰ τῆς γαστρός, ὡς εἴπομεν, καὶ τὰ περιττώματα μετὰ τῶν ἑλμίγγων ἀφέλκειν, ῥάπανον δὲ λελειωμένην μετʼ ὄξους 𐆅 αʹ τῷ λαιμῷ ἐμβαλεῖν, καὶ οὕτως τοὺς σκώληκας καὶ τὰς ἕλμιγγας ἀποπνῖξαι.

Πρὸς τοὺς ἐν ἑκατέρᾳ φύσει, ἀρρενικῇ καὶ θηλυκῇ, καὶ πρὸς τραύμασιν γινομένους. Ἅλμῃ δριμείᾳ τὰς μελλούσας παρὰ τοῦ ζῴου κριθὰς ἐσθίεσθαι κατάρρανον. ἄλλοι δὲ ῥάφανον ἑψήσαντες ὕδατι τῷ ἀποζέματι τὰ φυσικὰ μόρια πυριάζουσιν. ἐκτινάσσονται δὲ καὶ ὕδατος ψυχροῦ ἐπιρρανθέντος ἢ πρασίου ἢ καὶ πράσσου χυλοῦ μιγνυμένου ἅλατι. τὰ δὲ τραύματα πίσσῃ καὶ ἐλαίῳ καὶ ὀξυγγίῳ θεραπεύονται κτλ.

Πρὸς ἕλμιγγας. Κοριάνδρου σπέρμα φρῦξον, ὅσον ἡ χεὶρ χωρῆσαι δύναται, καὶ τοῦτο λειώσας μετὰ ὕδατος χλιαροῦ διὰ κέρατος τῷ λαιμῷ ἐπὶ ἡμέρας γʹ ἔμβαλε, ἢ καρδάμου σπέρμα λελειωμένον μεθʼ ὕδατος καὶ ταῖς τοῦ ἵππου φάρυγξι ἐγχεθὲν τὸ αὐτὸ ποιεῖ.

Πρὸς οἰδοῦντα νεῦρα ἐξ ὁδοῦ. Πρόσφατα ἂν ὦσιν, οὕτως χρήσῃ σφόγγοις καινοῖς καὶ ὄξει καὶ λάσαρι Κυρηναΐκῷ.

Ἀψύρτου πρὸς τοὺς κατέργους καὶ ἰσχναινομένους. Τῷ δὲ κατέργῳ γεγονότι καὶ ἰσχνωθέντι δεῖ βοηθεῖν οὕτως· ὀρόβους λευκοὺς ἐρείξαντας ὅσον χοίνικα καταβρέχειν τὸ ἔρεγμα οἴνῳ λευκῷ εὐώδει κοτύλαις δʹ καὶ ἐᾶσαι ἡμέραν αʹ. ἐκ τούτου διδόναι τρίτον τοῦ χοίνικος καθʼ ἡμέραν μίαν πρὸ τοῦ ποτίζειν τὸν ἵππον ἐπὶ ἡμέρας λʹ, καὶ τὰς κριθὰς φρύγοντα παραβάλλειν, καὶ εὐσταθήσει τῷ σώματι. ἔστω δὲ τὸ μέτρον τοῦ ἐρέγματος διάβροχον.

Τοῦ αὐτοῦ πρὸς τοὺς ἀλλήλοις μαχομένους ἐν φάτνῃ. Ὅταν δὲ ὦσι χαλεπαίνοντες ἐν φάτνῃ πρὸς ἀλλήλους καὶ μαχόμενοι, ὥστε δάκνειν ἑαυτούς, καταβρέχεται τὰ δήγματα γάρῳ ἢ ἅλμῃ ἢ ὀξάλμῃ. τὰ δὲ κατὰ νεῦρον γινόμενα εὐχερῶς χωλοὺς ποιοῦσι. θεραπεύεται δὲ τῇ ἀλθαίᾳ, ὡς ἐπάνω γέγραπται.

Τοῦ αὐτοῦ πρὸς νεύρων πόνον. Ἐὰν τὰ νεῦρα πονῇ, ζεστῷ ὕδατι χρήσῃ καὶ ἀνακολλήματι. χρὴ οὖν καὶ περιπάτῳ ἐλαφρῷ καὶ κοιμήσει ἁπαλῇ καὶ ψυχροῖς ἁπαλῦναι. τὴν τροφὴν δὲ δίδου τὴν εἰθισμένην.

Ἀνατολίου περὶ νεύρων. Τὸν ὑπὸ νεύρων ὀχλούμενον κατάντλησον τὰ νεῦρα καὶ τὴν κεφαλὴν ὕδατι θερμῷ. ἔπειτα στέατος βοείου καὶ σμύρνης καὶ θείου ἐπιτιθεμένων χυτριδίῳ τὴν κεφαλὴν αὐτοῦ συγκαλυφθεῖσαν ὑποθυμία καὶ θέρμανον, ἀλλὰ μὴν καὶ κενώσει κοιλίας χρῶ καὶ ἐκ τῆς οὐρᾶς αἷμα ἀφαίρει.

Ἀψύρτου πρὸς τὸ αὐτὸ δύναμις. Τὰς οὐρὰς ἑκατέρων πλύνας ἀμφοτέρους πότιζε αὐτῷ τῷ ὕδατι, ἢ ἑκάστου ὀνίδα διαλύσας ἐν ὕδατι τὴν ἀλλήλων δίδου πιεῖν.

Ἄλλο χρήσιμον πρὸς λεπτότητα. Ἄγρωστιν, ἥνπερ πολλάκις οἱ γεωργοὶ τῷ ἀρότρῳ ἀποτέμνουσιν, συνάξας, ὅσην βούλει, καὶ πλύνας καθαρίως μετὰ κριθῶν καὶ ἀχύρων λεπτῶν δίδου καθʼ ἑκάστην· χρήσιμόν ἐστι. καὶ γὰρ πώλοις μικρὰν ἔχουσιν ἔτι τὴν ἡλικίαν τοῦτο συμβάλλεται.

Ἄκοπον θερμαντικὸν τὸ παρὰ Χαρίτωνος, ποιεῖ νεφριτικοῖς, σχιακοῖς, παρετικοῖς καὶ πᾶσι τοῖς ἀπὸ ψυγμοῦ τι πάσχουσιν. ἄγει δὲ καὶ καταμήνια ἀνατριβόμενον κατὰ τοῦ ἤτρου καὶ τῶν ἰσχίων. θεραπεύει δὲ καὶ κωλικοὺς πτύγμα ἐπιτιθέμενον κατὰ τοῦ ὀμφαλοῦ. Καστορίου, πεπέρεως, ἀδάρκης, εὐφορβίου, πυρέθρου, δαφνίδων, νάπυος λευκοῦ, χαλβάνης, ὀποπάνακος ἀνὰ γο βʹ, ἐλαίου παλαιοῦ 𐆃 βʹ, καπνελαίου Ταρσικοῦ 𐆃 αʹ, γλευκίνου ἐλαίου 𐆃 γʹ, ἰρίνου 𐆃 γʹ, δαφνίνου, τερεβινθίνης ἀνὰ 𐆃 αʹ, κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ 𐆃 βʹ, νίτρου Ἀρταξατισίου γο βʹ. τὸν ὀποπάνακα προλειοῖς ὄξει, τὴν ὀξυγγίαν τήκεις καὶ διυλίζεις καὶ οὕτως μίσγεις. εἰς τὴν συσταθμίαν τὸν κηρὸν καὶ τὴν ῥητίνην καὶ τὴν ὀξυγγίαν καὶ τὸ γλεύκινον καὶ τὸ ἴρινον καὶ τὸ δάφνινον καὶ τὸ ἔλαιον βάλε, καὶ τήξας ἐπίβαλε τὴν χαλβάνην κόψας πάνυ. ὅταν δὲ καὶ ἡ χαλβάνη τακῇ, ἐπίβαλε καὶ τὴν τερεβινθίνην καὶ τήκεις ἡσυχῇ, καὶ διυλίσας ἐπίβαλε εἰς τὸν ὀποπάνακα, εἶτα τὰ ξηρά. ἐν δὲ τῇ χρήσει πρόσμιγε γλεύκινον ἢ ἴρινον τῷ φαρμάκῳ. ἐπὶ δὲ τῶν κωλικῶν καὶ τῶν ἐμμήνων καθʼ ἑαυτὸ τῷ φαρμάκῳ χρῆσαι.

Τὸ Παρθενίου φάρμακον, ᾧ Δομέτιλλος κεχρῆσθαι συνεχῶς διεβεβαιοῦτο. Ἔστιν δὲ ὁπλῶν πυκνωτικόν, στερεὰς καὶ ἀπαθεῖς τὰς ὁπλὰς ποιοῦν. ἀβόλοις δὲ ἢ πρωτοβόλοις ἢ δευτεροβόλοις ἁρμόττει τὸ φάρμακον, ἕως ἁπαλωτέρα ἐστὶν ἡ ὁπλὴ καὶ δεκτικὴ τοῦ φαρμάκου. χαλκοῦ κεκαυμένου γο γʹ, ἀρσενικοῦ γο βʹ, μίσυος γο γʹ, θείου ἀπύρου γο βσʹ, ἀσφάλτου γο δʹ, στυπτηρίας σχιστῆς γο γʹ, κεδρέας 𐆅 ϲʹ, σκίλλης, Κολοφωνίας ἀνὰ 𐆃 αʹ, σαυρῶν κεκομμένων ὀρεϊνῶν ἐξ ἀνύδρων τόπων τεθρεμμένων ϛʹ ἢ ζʹ, ὀξυγγίου παλαιοῦ 𐆃 βʹ. κόπτε τὰ ξηρὰ καὶ σῆσον, τὰ δὲ τηκτὰ τῆκε, καὶ ἔμβαλε τὰς σαύρας ζώσας κόψας ἐν ὅλμῳ καὶ ἕψει ἐν χύτρᾳ καὶ τῆκε. ἔπειτα κίνει κερκίδι πυκνῶς, ἵνα μὴ ὑπερζέσῃ, ὑπαίθριον δὲ τοῦτο ποίει. πολλάκις γὰρ ὑπερζέσαν ἔφλεξε τὴν στέγην. τὴν μέντοι κεδρέαν, ἐπειδὰν μετρίως ἑψηθῇ τὰ μεμιγμένα, τότε ἔμβαλε καὶ συνέψει, μέχρις ἂν γλοιοῦ πάχος γένηται. τότε προσάγειν ταῖς ὁπλαῖς τὸ φάρμακον δεῖ, τρίβοντα καὶ προεκμαλάσσοντα πρότερον αὐτάς, ἵνα πλησιάσῃ αὐταῖς τὸ φάρμακον. τοῦτο ἐπὶ ἡμέρας μʹ. αἴσθησις δέ ἐστι τοῦ φαρμάκου μετὰ ιʹ, ἀφʼ ἧς ἂν προσαχθῇ τὸ φάρμακον. ἄρχεται γὰρ ὑπαλλάσσεσθαι ἡ ὁπλὴ ἀπὸ τῆς στεφανίτιδος. δεῖ δὲ ἐντρίψαντα μὴ ἐνοχλεῖν τοῖς κτήνεσιν, ἀλλὰ περὶ ὥραν θʹ ποτίσαντα τρίβειν καὶ συνάγειν, ἵνα διὰ πάσης νυκτὸς ὁμιλήσῃ τὸ φάρμακον. μεθʼ ἡμέρας δὲ εʹ γυμνάζειν τὸ κτῆνος. ἐπειδὰν δὲ προσάγῃς τὸ φάρμακον, εὐλαβεῖσθαι χρή, μὴ προσάψῃ τῶν τριχῶν τῆς στεφάνης, καὶ γὰρ λυμαίνεται τῇ σαρκί. ἐπιμελεῖσθαι δὲ προσήκει τῶν χελιδόνων καὶ ὑποστύφειν σιδήρῳ. ἀπὸ γὰρ τῆς στάσεως περιττότεραι γίνονται καὶ αὐξάνουσαι συσσήπονται καὶ ἐνοχλοῦσι τῷ μεσοκυνίῳ τῆς ὁπλῆς.

Περὶ ἄρθρων. Ἐὰν τὰ ἄρθρα πονῶσιν, ταῦτα τὰ σημεῖα σχήσει· περιπατεῖν οὐ δύναται οὐδὲ ὑπνώσσειν, καὶ φλεγμαίνει ἀπʼ αὐτῶν τῶν ἄρθρων. χρὴ οὖν πολλοῖς θεραπεύμασι χρῆσθαι, καὶ καρδάμῳ καὶ οἴνῳ λελειωμένοις δακτύλου μεγέθει ἐπιχρίειν, καὶ αἷμα αὐτοῦ ἀφελεῖν, εἰ δʼ οὖν γε, ἀνοίγειν.

Ὅτι δεῖ προκαθαίρειν χλοάζοντα. Κάλλιον δὲ προκαθαίροντα τὸν ἵππον διὰ τοῦ σικύου καὶ τοῦ νίτρου χλοάζειν, καὶ ἔσται εὐρρωστότερος καὶ εὐσαρκότερος ἐκ τῆς γράστεως ἢ τοῦ βοσκήματος.

Περὶ παθῶν βοῶν. Τὰ δὲ περὶ τοὺς βόας συμβαίνοντα πάθη καὶ τὰ πρὸς αὐτὰ βοηθήματα ἄριστα γέγραπται Μάγωνι τῷ Καρχηδονίῳ τῇ Φοινικίδι διαλέκτῳ. καὶ ἄλλοις δὲ γέγραπται, ὧν ἡμεῖς παραθέντες τὰ ἐνοχλοῦντα μάλιστα ἐπιδείξομεν καὶ τὰς πρὸς αὐτὰ θεραπείας. ἐνοχλεῖ δὲ μάλιστα τοὺς βόας ταῦτα· …

Εὐμήλου βοῶν θεραπεία καὶ περὶ σωτηρίας. … τὴν ἴσην τοῖς βουσὶ παρέχει σωτηρίαν κάππαρις σὺν ἐλαίας ἤτοι μυρσίνης φύλλοις, ἀγρίας μέντοι, ἔτι δὲ κηκὶς κυπαρισσίνη, οἴνῳ ἀφεψηθέντα καὶ διδόμενα. πρότερον μέντοι γε τὰ προγεγραμμένα εἴδη βαλὼν εἰς ὕδωρ μίαν ὕπαιθρον νύκτα κατάλιπε μαραίνεσθαι.

Περὶ τῶν ὑπὸ τοῦ οἴστρου ἐνοχλουμένων. Πρὸς δὲ τὸν ὑπὸ τοῦ οἴστρου ἐνοχλούμενον ἀψίνθιον ἐν ὕδατι τρίψας, ἄλειφε τὸν βοῦν τοῦτο ἐφʼ ἡμέρας τινὰς καὶ ἀποκωλύσει τὸν οἶστρον, ἢ πάλιν τρίβων χρῖσον.

Σύνθεσις ἐμπλάστρου διὰ βοτανίων. Χαλβάνης κτλ. μέχρις ὅτου μάλαγμα γένηται. οὕτως χρήσῃ πρὸς τὸ κτῆνος. ἀποστήματι, ὅσον γεγένηται τὸ ἱκανόν, χρῶ. ἐξ οἴνου καὶ ἐλαίου εἰς τὸν χειμῶνα τοῦτο φάρμακον θερμότερον ποιήσεις καὶ οὕτω χρήσῃ· ὅτε συγχρίσεις τὸ κτῆνος, ὑποθήσεις αὐτῷ κάρφος περὶ τὸ σῶμα αὐτοῦ, καὶ ἐπάνω σάγον περιβάλῃς αὐτόν, ἵνα τὸ αἷμα αὐτοῦ τὸ ἔμπλαστρον συμπίῃ, ἵνα συγκολληθῇ αὐτῷ τῷ σώματι .. Ἐὰν ἰὸν χαλκοῦ ποιήσῃ, εἰς τόπον θερμὸν στηκέτω, καὶ δίδου αὐτῷ πιεῖν θερμὸν ὕδωρ καὶ φαγεῖν ἀκέραιον, ὅσον δύναται τρώγειν, μέχρις οὗ τὸ πάθος αὐτὸ ἐκτινάξῃ, καὶ καθʼ ἡμέραν σύγχρισον τὸ κτῆνος, μεχρὶς οὗ ὑγιὲς γένηται.

Ἱεροκλέους καυστικὸν ἐπὶ τῶν χαλασμάτων τῶν ἐν τοῖς ἄρθροις καὶ οἰδημάτων ἐν οἱῳδήποτε τόπῳ ἐκ πληγῆς ἢ ἄλλης τινὸς αἰτίας ἢ αὐτομάτως, ἢ ὅσα βούλει διαλῦσαι σκληρώματα ἢ μελικηρίδας προσφάτους διαχέαι· ἀσφάλτου στατῆρας ηʹ, ῥητίνης Κολοφωνίας στατῆρας δʹ, κηροῦ στατῆρας ἕξ, χαλβάνης καὶ ὀποπάνακος καὶ τιτάνου ἀνὰ στατῆρα αʹ, ταῦτα ζέσας ἐν τῷ αὐτῷ χρῖε θερμάνας.

Ἄλλο κατάχρισμα τρυφερὸν συγχαλαστικόν. Ῥητίνης Κολοφωνίας γο ϛʹ, ἄξουγγίου 𐆃 αʹ, λινόσπερμον ἀσσαρίων γʹ, αἰγοκερωτὴν ἀσσαρίων βʹ, κριθίνου ἀλεύρου 𐆅 αʹ, ἐλαίου ἡμῖναν αʹ.

Καυστικόν. Τιτάνου μέρος προσφάτου καὶ τρυγὸς οἰνηρᾶς κεκαυμένης τὸ ἴσον φυράσας κονίᾳ σχινίνῃ ἢ ἀπὸ καλάμης κυάμου ἢ ἀπὸ ἐλαίας πυρήνων, τούτῳ χρῆσθαι προσφάτῳ, ἢ καὶ ἶριν τρίψαντα πρόσφατον ἐπιτιθέναι.

Σύνθεσις καυστικοῦ. Προπόλεως Ἀττικῆς γο εʹ, χαλβάνης γο γʹ, κηροῦ γο γʹ, βδέλλης γο δʹ, ῥητίνης φρυκτῆς γο εʹ, ἰξοῦ δρυΐνου γο δʹ, ἀμμωνιακοῦ γο δʹ, πίσσης Βρυττίας γαστρικῆς γο εʹ, μυελοῦ ἐλαφείου γο δʹ, ὀποπάνακος γο γʹ.

Ἄλλο καυστικὸν Φλώρου. Ἀσφάλτου Ἰουδαϊκῆς γο εʹ, προπόλεως Ἀττικῆς γο εʹ, βδέλλης Βαβυλωνίας γο ϛʹ, ἰξοῦ δρυΐνου γο δʹ, πίσσης Βρυττίας γο ϛʹ, ἐλαίου κυπρίνου γο βʹ, χαλβάνης γο ϛʹ, μάννης λιβάνου γο βʹ, μυελοῦ ἐλαφείου γο γʹ, κηροῦ καθαροῦ 𐆃 βʹ, ἀμμωνιακοῦ γο ϛʹ.

Ἄλλο καυστικὸν εἰς κόξας. Χαλβάνης, ὀποπάνακος, μυελοῦ ἐλαφείου, τερεβινθίνης, βδέλλης, μάννης λιβάνου, κηροῦ, στέατος ταυρείου, ἀψινθίου, πίσσης Βρυττίας, ἀσφάλτου Ἰουδαϊκῆς, ῥητίνης γαστρικῆς ἀνὰ γο βʹ, πάντα μίξας καὶ ἑψήσας χρῶ.

Καυστικὸν πρὸς πάντα. Χαλβάνης, στύρακος, πίσσης Βρυττίας, μήκωνος, λιβάνου ἀλεύρου, δαφνίδων, ἀσφάλτου Ἰουδαϊκῆς, τερεβινθίνης, πετροσελίνου Μακεδονικοῦ ἀνὰ γο βʹ.

Πρὸς ὀζαίνας κτηνῶν. Τῷ σάρῳ ὃ καταμάσσεται ὁ φοῦρνος καὶ ἀποπλύνεται, εἰς τὸ σκεῦος, ὅπου ἐστὶ τὸ ὕδωρ, συλλέξας εἰς τὸν ἥλιον ἐπίχριε, πρότερον ἀποπλύνας καὶ ἀποσμήξας τὸν τόπον ὄξει.

Ἱπποκράτους περὶ σύριγγος. Ὅταν δὲ συριγγιᾷ, ἐξαιρεῖν δεῖ οὕτως· ἐὰν μὲν ὁ τόπος ἐπιδέχεται, τὸ μαχαίριον πάντων ἄριστον. εἰ δὲ μήγε, ἄγξας αὐτοῦ τὸ στόμα, τρίψας χάλκανθον κεκαυμένην μετʼ ὄξους δριμυτάτου κολλούρια ποιῶν, ξηράνας μετὰ τοῦ κολλουρίου ἰξοῦ τὸ ἴσον ἔμβαλε καὶ τρίψας χρῶ.

Ἄλλο. Ἀκάνθου βαλὼν τὴν ῥίζαν περιξύσας ἅπλωσε, ἢ σικύου ἀγρίου τρίψας λείαν ἢ τιθυμάλου ὀπῷ φυράσας ἔνθες.

Ἄλλο πρὸς θηριώματα. Τὸ θηρίωμα θεραπεύειν, ἐὰν μηδέπω τὸ μέρος ὀποῦ κείμενον ἦν. πρῶτον μὲν τῳ μαχαιρίῳ περιελεῖν δεῖ ἕως τοῦ δυνατοῦ …

Ἱεροκλέους περὶ σύριγγος. Ἐὰν μὲν ἐν ταῖς συνωμίαις ᾖ καὶ προσκαθέζηταί τι τῶν συνωμιῶν πρὸς τὸ χονδρόν, … ἐὰν δέ που ἀλλαχοῦ προσκάθηται καθʼ ὅντινʼ ἂν τόπον, διελὼν πρόσκαυσον καὶ θεράπευε τῷ φαρμάκῳ, ἕως ἡ ἐσχάρα ἐκπέσῃ, τῷ διὰ τῆς ἀσβέστου συγκειμένῳ. τῆς δὲ κακίας ἐκπεσούσης ἀναπληροῦται κατὰ βραχὺ πάλιν εἰς τὸ αὐτό· ἐὰν δὲ ἐπὶ τένοντος ᾖ ἡ σύριγξ, ὀρθοῖς καυτηρίοις χρῆσαι μετὰ βίας ἐπὶ τὸν τένοντα … ἕως ἂν ἐκπέσωσιν αἱ ἐσχάραι. θεράπευε δὲ φαρμάκῳ σηπτικῷ, ἕως οὗ ἐκπεσεῖν τὴν σηπεδόνα, καὶ οὕτως ἀναπλήρου τὸ ἕλκος.

Πελαγωνίου, ἐὰν ἵππος σύριγγα ἐν τῇ περιστεφανίδι ποιήσῃ. Χαλκοῦ ἄνθους ὄξει δριμυτάτῳ πρόσμισγε, καὶ ὅταν ξηρανθῇ, κατὰ τῆς σύριγγος ἔμβαλε.

Ἀψύρτου πρὸς βασκοσύνην. Βαῖνε, νεμεσῶ σʼ, ἔξελθε, ἀπόστηθι ἀπὸ τοῦ περιαπτομένου ἵππου, οὗ ἔτεκεν ἡ ἰδία μήτρα, βασκοσύνη, ὅσον γῆ ἀπέχει οὐρανοῦ.

Πρὸς λύκον τὸ πάθος ζῴων. Ἵνα πρῶτος ὁρῶν τις αὐτόθι εἴπῃ· οὐκ ἔλαθες, λύκος εἶ. καὶ ταῦτα· δάκῃ τὸν τόπον τοῦτον τρίτον, καὶ καθάπαξ δακέτω.

Ἱπποκράτους περὶ ὀστέων ἐψιλωμένων καλουμένη ἑφθή. Ἰοῦ ξύσματος γο δʹ, μέλιτος κοτύλης ϲʹ, ὄξους κύαθον αʹ βαλὼν εἰς χαλκίον ἕψει, ἕως γένηται γλοιῶδες. καλεῖτα δὲ ἡ ἑφθή.

Περὶ ἡμιόνου χωλαίνοντος ἐκ νεφρῶν. Ἡμίονος ὅταν χωλαίνῃ τὰ ὀπίσθια σκέλη ἀμφότερα, τοὺς νεφροὺς ἀλγεῖ. ταύτην οὖν χρὴ καίειν, τὸ δὲ καῦμα ἔστω … εἶτα ἅλατι καὶ ἀστερίῳ τετριμμένῳ καὶ νίτρῳ Αἰγυπτίῳ ὅσον στατῆρα, ταῦτα διέμενος ὅσον ἡμίχοον αʹ θεράπευε, Ἀττικῷ μέλιτι μικρὸν μίξας καὶ ἔλαιον.

Πρὸς νεύρων στροφὰς καὶ δοθιῆνας καὶ πρὸς πολλά. Φάρμακον ποιοῦν πρὸς νεύρων συστροφὰς καὶ δοθιῆνας καὶ μασθοὺς περιωδύνους, πρὸς πᾶσαν σκληρίαν· ἐλαίου παλαιοῦ 𐆅 αʹ, ἅλατος λευκοῦ 𐆃 αʹ, ψιμυθίου 𐆃 αʹ, ἀμμωνιακοῦ γο γʹ, ῥητίνης ξηρᾶς γο ηʹ, κηροῦ γο γʹ, ὀποπάνακος γο ϛʹ.

Πελαγωνίου περὶ ψυῶν καὶ νεφρῶν καὶ ἰσχίων. Ἁρμόζει περὶ ψυῶν ἡμᾶς καὶ νεφρῶν παρὰ τῇ σῇ κοσμιότητι ὀλίγα καταλέξαι. εὐχερῶς γὰρ παρὰ τοῦ συνεχέστερον πεπονθότος καὶ διαγινώσκεται καὶ θεραπεύεται τὸ τοιοῦτον ζῷον. ἡ γὰρ ὁμοπάθεια τὰς ἰάσεις πολλάκις ἐφευρίσκουσα μεταδίδωσιν. ἡμεῖς δέ σε πλειστάκις γυμνὸν ἐθεασάμεθα τοὺς νεφροὺς παρειμένον, διόπερ διπλῆν σε τὴν χάριν τῆς τοιαύτης ἐπιμελείας τε καὶ θεραπείας δέχεσθαι φανερόν ἐστιν, ὥστε καὶ τὰς σὰς ἐξειλεγμένῳ βοηθήματι στερροῦσθαι ψύας, καὶ ἡνίκα ἵππος ὑπὸ τούτων ἀναλίσκεται, τῆς αὐτῆς φροντίδος τε καὶ θεραπείας ἀξιοῦσθαι. ὡς ἐπὶ τὸ πλεῖστον οἱ ἵπποι τὰς ψύας πολλῷ τῷ βάρει καταβλάπτουσιν, ἢ ὅτε λάκκον ὑπερπήδησωσι καὶ συμβῇ τοὺς ὁπισθίους πόδας ὑποκαθεσθῆναι. γίνεται δὲ αὐτοῖς τὸ τοιοῦτον πάθος καὶ ὑπὸ πολλοῦ κρύους. τότε τοίνυν αὐτοὺς χρὴ τούτοις βοηθήμασιν θεραπεύειν· θερμῷ τὰς ψύας ἀπαντλείσθω, καὶ μετὰ ταῦτα καυστικῷ κέχρησο.

Εἰ ἐπὶ πλεῖον ἀλγήσει. Λύε τὰς τῶν ὀνύχων φλέβας καὶ τῷ ἀπορρέοντι αἵματι ἅλας καὶ ἀξούγγιον καὶ ἔλαιον μῖξον καὶ κατὰ τῶν νεφρῶν ἐπίθες. εἰ δὲ ἀνάγκη καταλάβῃ, χρῆσαι καὶ μαλάγματι … χρῆσαι ἐπὶ ἡμέρας θʹ καὶ τὴν προκόπτουσαν θεραπείαν καταμάνθανε. καὶ ἐὰν ἀνάγκη καλέσοι, ἐκ τῶν βουβώνων φλεβοτόμει, καὶ τότε τῷ βοηθήματι τὴν κόξαν θεράπευε. ἔστι δὲ τὸ βοήθημα εὐφορβίου γο δʹ, πίσσης ὑγρᾶς γράμματα δʹ, ἅλατος κοινοῦ γο δʹ, ἅμα συμμίξας ἕψει.

Ἄλλο. Σισύμβριον μετὰ ἀλφίτων 𐆅 αʹ ὕδατι ἀναλαβὼν ἀπόθου.

Σύγχρισμα ἅρματος, ὅπερ κουδριγάριον καλεῖται. Ὀποῦ πάνακος, καστορίου, χαλβάνης ἀνὰ γο βʹ, τερεβινθίνης, ῥητίνης φρυκτῆς, ῥητίνης πιτυΐνης, βουτύρου, ῥητίνης Βρυττίας, ἀξουγγίας, ἐλαίου κυπρίνου, ἐλαίου δαφνίνου, κηροῦ λευκοῦ ἀνὰ 𐆃 αʹ.

Πρὸς σύνδεσιν κτηνῶν ἴσον ἴσῳ. Ἴσον ἴσῳ σίνηπι καὶ ἰσχάδων λειώσας καὶ προσμίξας ὄξους τὸ ἀρκοῦν, ἵνα ἑνωθῇ, λευκάνας κατάπλασον τὰς ὁπλάς. τὸ αὐτὸ δὲ καὶ εἰς σκληροπάτημα πεποίηται καὶ θεραπεύει.

Ἐπισπαστικὴ καὶ πωρωτικὴ καὶ διαχυτική. Κηροῦ, σινήπεως, δαφνίδων, νίτρου ἀνὰ 𐆃 δʹ, κυπρίνου Λ̥ ηʹ, τερεβινθίνης Λ̥ ηʹ, ἐλαίου Λ̥ ηʹ, τὸ νίτρον καὶ τὰς δαφνίδας καὶ τὸ σίνηπι κόψον καὶ σῆσον, τὸν δὲ κηρὸν καὶ τὴν ῥητίνην καὶ τὸ ἔλαιον τήξας ἐπίπασσε τὰ ξηρά, ἐσχάτην δὲ τὴν ἄσβεστον Λ̥ δʹ, καὶ χλιαίνων χρῶ.

Ἄλλο πρὸς πόδας. Ῥητίνης φρυκτῆς, ἀσφάλτου, θείου ἀπύρου, πευκεδανοῦ ἴσα κόπτων, εἶτα ὀξυγγίᾳ τετμημένῃ ἀναμιγνύναι ἐπιβληθέντος ὄξους. χρῖε δὲ θερμῷ.

Ἄψυρτος Κλαζομένιος ἱπποϊατρὸς τῷ ἑαυτοῦ ἰατρῷ Κιοστίνῳ Μοσχίωνι. …

Πρὸς πόδας ἵππων. Πρὸς πόδας ἵππων ἀμόργῃ ἅμα ἕψει ἀγριελαίας φύλλα καὶ κυπαρίσσου φύλλα καὶ μίσγε. ὅταν δὲ ἑψηθῇ, ἀναμίσγων τὴν χαλωτίαν ἀνειμένην καὶ στυπτηρίαν τῇ θεραπείᾳ χρήσῃ. εἴωθεν δὲ τοὺς πρωτώνυχας ἀποβάλλειν.

Σύνθεσις ποδική. Βάτου ῥίζαν ἢ πάλιν νίτρον τρύχινον, ἢ τιθύμαλον ἢ σιδηρῖτιν ἢ Διὸς κύαμον ἢ μέλανος ἐλλεβόρου ῥίζαν ἢ κρόμυον … καὶ διέντες διʼ ὀθονίου ταῦτα στάζουσιν εἰς τοὺς ῥώθωνας. τὸ ποσὸν τὸ ἐγχεόμενον τῇ ποσότητι γίνεται κατὰ πᾶσαν τῶν ἐξηριθμημένων βοτανῶν. αἱ μὲν γὰρ χλωραὶ ἐπιδέχονται, τὰς δὲ ῥίζας καὶ τὸ σπέρμα ἐγχυμάτιζε.

Ποδικὴ εὔχρηστος. Σαύραν χλωρὰν ἕψει εἰς ἔλαιον, καὶ κηρῷ ἐνθήσεις· χρῶ μετὰ στέατος ταυρείου καὶ πίσσης ἐπιχρίσας καὶ εἰς δᾳδίον ἐνδήσας, ἢ ὄστρακον πυρώσας ἐπίχριε.

Πρὸς ἀναφορὰν καὶ μυκτήρων κάθαρσιν. Ῥέφανον παναρίαν συντρίψεις. ἐὰν ἀπὸ ψυγμοῦ τοὺς ῥώθωνας αὐτοῦ θέλῃς καθαρίσαι, λάβε γάρου κυάθους γʹ καὶ ἐλαίου κύαθον αʹ καὶ εἰς τοὺς ῥώθωνας κατὰ βʹ κυάθους ἔνθες, καὶ πατείτω. εἶτα εἰς παραπόδισμα αὐτὸν βάλε καὶ σύνδησον καὶ ἔασον αὐτοῦ κατέρχεσθαι τὸ προέκρευμα ἀπὸ τῶν ῥωθώνων.

Εὐμήλου πρὸς ὀστέου κατάποσιν. Καρδάμου σπέρμα μετὰ οἴνου καὶ ἐλαίου καλοῦ λειωθὲν καὶ χλιανθὲν διὰ μυκτήρων ἔγχεε.

Ἀψύρτου δῶρον ἀγαθόν, σωτήριον, θαυμαστὸν καὶ πρὸς κτήνη ἐνεργόν. Ἰαω, Ιαη, ἐπʼ ὀνόματος πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ πνεύματος ἁγίου, ἰριτερλιεσταθερ, νοχθαι βρασαξ, σαλωλὰμ νακαρζεω μαζα αρεους δαρουχαραὴλ ἀβλαναθὰλ βαθιακεθ δρυθʼ τουμαλαθʼ πουμαδοιν χθου χθου, λιτιοταν μαζαβατης μανερ ὀψαχιου ἀβλαναθαληβα Ἰαω Ιαη ἐπʼ ὀνόματος πατρὸς καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τοῦ ἁγίου πνεύματος λέγε καὶ γράψον αὐτὰ ἐν χαλκῷ γραφείῳ ἐν λάμνῃ καθαρᾷ κασσιτερίνῃ ἀπὸ βούλλας, καὶ ἐνδήσας ἐν δέρματι στυπτῷ, ὅποι ἂν θέλῃς, περιάψεις. τὴν δὲ λάμναν γράψας θυμία στύρακι. καὶ ἐγχυματισμὸν ποιήσῃς τοιοῦτον· ὄφιν ζῶντα καύσεις εἰς χύτραν καινὴν καὶ ἠσφαλισμένην τὸ στόμα ὑπὲρ τοῦ μὴ διαπνεῖσθαι τὴν ἐνέργειαν, καὶ ποιήσεις ἐξ αὐτοῦ κονίαν, καύσεις καὶ τὸν κριπτικὸν στύρακα, καὶ ποιήσας κονίαν μίξεις κυνείῳ αἵματι καὶ πρίσματι ἐλεφαντίνῳ καὶ πέπερι καὶ φύλλῳ σὺν μέλιτι καὶ οἴνῳ παλαιῷ εὐώδει· οὕτως ἐγχυμάτιζε καὶ μεγίστην ὠφέλειαν εὕρῃς.

Εὐμήλου πρὸς φυλακὴν τῆς τῶν ζῴων σωτηρίας. Σωτηριωδῶς δὲ σύμπαντα φυλάττει τὰ ζῷα προπότισμα τέταρτον τοῦ ἔτους διδόμενον· ἔαρι, θέρει, μετοπώρῳ, χειμῶνι, μάλιστα δὲ ἵππους. ἡ δὲ κατασκευὴ αὕτη· ἡλιοτροπίου φύλλα λελειωμένα μετὰ οἴνου ἡμίνας αʹ καὶ ᾠοῦ αʹ καὶ ἐλαίου ὅσον ᾠῶν βʹ χωροῦσι κέλυφα. χλιάνας οὖν ταῦτα διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἔμβαλε. ἔστι δὲ πάνυ χρησιμώτατον. ἢ κόπρου χοιρείας γο γʹ μετὰ οἴνου παλαιοῦ 𐆅 αʹ δίδου.

Ἀπὸ τῶν παρὰ Ἀσπιδίου λιπαρὰ πρὸς τραχήλια κτηνῶν. Ἀπὸ τῆς διὰ χυλῶν γο ϛʹ, κηροῦ γο ϛʹ, σάπωνος γο ιʹ, ἐλαίου 𐆃 βʹ, μετὰ τὸ συζέσαι τὰ τηκτὰ ὁμοῦ λιθάργυρον ἐπίπασσε βαλὼν εἰς κόγχην καὶ τρῖβε, ἕως ἂν παχυνθῇ, καὶ τρίβων κατάρραινε, εἶτα πάλιν εἰς ὅλμον βάλε καὶ τρῖβε. δαπανήσει δὲ οἴνου 𐆅 τὸ δʹ Ἰταλικοῦ. εἶτα πάλιν ὄξει προσκατάρρανον ὡς ἥμισυ κράσεως. εἶτα τρῖβε μολύβδαιναν, ἐπίπασσε καὶ τρῖβε, εἰς ὅσον συνέλθῃ. χρῶ. τοῦτο ποιεῖ καὶ χοίροις καὶ κτήνεσι πᾶσιν.

Περὶ ἐκβολῆς ἵππου θηλείας. Ἵππος θήλεια ἐὰν ἐκβάλῃ, ὄξους ἡμῖναν αʹ, πτισάνης Ἀλεξανδρηνῆς γο δʹ. τὴν πτισάνην φρύξεις καὶ κοσκινεύσεις ἰσχνὸν λίαν καὶ οὕτως δώσεις.

Ἀψύρτου πρὸς ληθαργικόν. Αὐτὸ τὸ νόσημα ὅταν ἄρξηται, τὸ κτῆνος καταπίπτει. ὅτε ἂν λίαν μὴ στέγῃ, μάλιστα δέ, ὅταν ἄρξηται ὡσεὶ ῥέγχειν, ταῦτα τὰ σημεῖα τούτων ἐστίν· κοιμᾶται λίαν, τὸ χεῖλος ἔχει κάτω κεχαλασμένον καὶ χασμᾶται. διὸ ἡ θεραπεία ταῖς χερσὶ τρίβεσθαι καὶ φυσᾶσθαι οἴνῳ καὶ ἐλαίῳ, καὶ παύσεται τῇ ζʹ ἡμέρᾳ.

Περὶ ἐπίπλοος. ἐπίπλοος σημεῖον τοῦτο ἔσται· ὅλος φλεγμαίνει καὶ τοὺς ὀφθαλμοὺς πυκνότερον ὑποχεῖρα καλύπτει. οὕτως αὐτὸν θεραπεύσεις· αἷμα ἀφέλῃς ἀπʼ αὐτοῦ τοῦ τραχήλου καὶ ἀπὸ τῶν ὤμων, καὶ αὐτῷ τῷ αἵματι ἅλας καὶ νίτρον καὶ ὄξος ὅλον περιχρίσεις ἐν τῷ ἡλίῳ ἡμέρας βʹ, καὶ μετὰ ταῦτα τῇ γʹ ἡμέρᾳ ὕδατι ψυχρῷ λούεις αὐτόν. καὶ ταύτῃ τῇ θεραπείᾳ περιχρίσεις αὐτόν, ἕως ὅτου ἄπονος γένηται.

Περὶ ἀσθμαίνοντος. Ἐὰν ἐπὶ πολὺ ἀσθμαίνῃ, τοῦτο ἔσται αὐτῷ τὸ σημεῖον· ἀπὸ τῶν μυκτήρων ῥεύσει αὐτοῦ καὶ μᾶλλον οἱ ὀφθαλμοὶ αὐτοῦ ἀσθενέστεροι ἔσονται. οὕτως δὲ αὐτὸν θεραπεύσεις· ἀφαιρέσεις αὐτοῦ ἀπὸ τοῦ τραχήλου αὐτοῦ ὡς κοτύλην, καὶ ὕδατι θερμῷ ἀντλήσεις, χρήσῃ καταπλάσμασι ὠμηλύσει εἰς λέντιον ἐμπλάσσων, καὶ οὕτως ἐπιθήσεις, καὶ πόσιν αὐτῷ δώσεις πτισάνην μετὰ καλαμίνθης καὶ γλήχωνος γο ϛʹ· συνεψήσεις καὶ δώσεις ἐν κέρατι τὸ ἀρκοῦν.

Ἱεροκλέους περὶ ἄσθματος. Ἐὰν ὑπὸ ἄσθματος ἐνοχληθῇ, ἀσθμαίνει δηλαδὴ καὶ αἱ λαγόνες ἀνεσπασμέναι εἰσὶν καὶ οἰδοῦσι καὶ βλαβερὸν καὶ πονηρὸν τὸ πάθος. σύκων οὖν καθεψήσας μνᾶν ἐν ὕδατι καὶ ποιήσας τοῦ ὑγροῦ κοτύλας γʹ, ἐγχεῖν μετὰ ᾠῶν βʹ διὰ στόματος. ποίει δὲ τοῦτο πολλάκις ἄχρις ἂν ὑγιάνῃ.

Ἀψύρτου καρυδῶσαι κτῆνος. Ἐὰν καρυδῶσαι θέλῃς κτῆνος, μηνὶ Μαΐῳ ἀνέμῳ τῷ βορέᾳ φυσῶντι ποιήσῃς φόσσαν καὶ τοὺς ὄρχεις αὐτοῦ δήσεις … ἵνα μὴ ἐξεγερθῇ. εἶτα λάβε σιδήριον ὀξὺ καὶ ταχὺ ἔκκοψον αὐτοῦ τὸ δέρμα. τότε, ἂν αὐτοῦ οἱ ὄρχεις ἐξέλθωσιν … βλέπε δὲ μὴ τὰς ῥίζας αὐτοῦ ᾄρῃς. εἶτα πέμψεις ἅλας καὶ κοπανιεῖς καὶ ἐγγεμίσεις αὐτοῦ τὴν πληγὴν καὶ ἀνέγειρον αὐτὸν καὶ ἀφήσεις αὐτόν, μὴ διοιδήσῃ. τῇ αὔριον ἡμέρᾳ πάλιν αὐτῷ ἐνδώσεις. ἐὰν ὄψῃ, ὅτι αὐτοῦ οὐ τρέχει, λῦσον αὐτόν, καὶ πίσσαν καὶ ἔλαιον λαβὼν συνάλειψον ἐπάνω τῶν νεφρῶν αὐτοῦ καλῶς, μεθʼ ὅσον ὅσον καὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τοὺς μυκτῆρας, καὶ μὴ ἀφήσεις αὐτὸν πολὺ περιπατεῖν, μέχρις οὗ ὑγιὴς γένηται. καὶ ἐν θερμῷ στηκέτω καὶ ὅλον τὸ σῶμα μάνναν λιβάνου μετὰ οἴνου περίχριε, μὴ τῷ πόνῳ ἐκλίπῃ, καὶ σάγον αὐτῷ περίβαλε. αἷμα ἐὰν πέμπῃ, ἀμμωνιακοῦ γο αʹ, πράσσου τοῦ χυλοῦ κυάθους βʹ· τοῦτο λίαν προχωρεῖ, ἐὰν τοῦτο μέλιτι μίξαις καὶ λάσαρι.

Ἐὰν ἕλμινθας ἀηδεῖς ποιήσῃ, οὕτως θεραπεύσεις· ἀψινθίου γο αʹ συντρίψας μετὰ ἅλατος καὶ ἀλεύρου κριθίνου εἰς ἓν χυλὸν ποίησον καὶ δός, καὶ καθʼ ὑποχεῖρα τὸ στόμα αὐτοῦ ὕδατι πλῦνε καὶ τροφὰς καλὰς δίδου, δίδου δὲ καὶ πιεῖν.

Περὶ λούμβων. Ἐὰν οἱ λοῦμβοι ψυγῶσιν, δεῖ ἐξ ὑψηλοῦ ὕδωρ πολὺ ψυχρὸν καταχύνειν αὐτῶν. ποιήσεις δὲ καὶ τοῦτο· ἐρείκης σπέρμα γο αʹ, πηγάνου γο αʹ, πάνακος γο αʹ· μετὰ οἴνου χλιαροῦ κίρνα καὶ δίδου πιεῖν αὐτῷ.

Ἐὰν ὅλος πάσχῃ, εὐθὺς βαρὺς ἔσται καὶ τὸ αἰδοῖον αὐτοῦ καταβήσεται καὶ οἱ ὀφθαλμοὶ ἀτενεῖς καὶ τὰ ὀπίσθια δεδεμένα. δεῖ τοίνυν θερμῷ πολλῷ … ἀφαιρεῖν καὶ ἐλαίῳ καὶ ὄξει αὐτὸν συναλείφειν, καὶ πατεῖν ὀλίγον, καὶ τρίψεσι πυκναῖς χρῆσθαι, ἀντλεῖσθαι δὲ ὕδατι θερμῷ τοὺς βραχίονας. ἐὰν καλῶς ἄρξητα ἔχειν, δώσεις ὅσον θέλει τροφῆς καὶ πιεῖν αὐτῷ τρισέλινον …

Ἡ διὰ χυλῶν. Στέατος χοιρείου παλαιοῦ, τερεβινθίνης, κηροῦ ἀνὰ 𐆃 βʹ, ῥητίνης γο δʹ, ῥητίνης πιτυΐνης, ἐλαίου παλαιοῦ, ὑοσκυάμου χυλοῦ ἀνὰ 𐆃 βʹ καὶ ἐβίσκου τοῦ χυλοῦ ἕψει πολλὴν ὥραν μέχρι ἀμόλυντα γένηται. ἐπίβαλε δὲ βερνικαρίου γο δʹ, χαλβάνης γο δʹ. ἀφελὼν ἀπὸ τοῦ πυρὸς σπάθιζε πολλὴν ὥραν.

Ἡ διὰ χυλῶν. Ἐλαίου 𐆃 ζʹ, λιθαργύρου 𐆃 ϛʹ, χυλῶν 𐆃 δʹ ἕψει ἕως μεταβάλῃ …

Ἡ βαρβάρα ἡ μεγάλη. Ἀσφάλτου Ἰουδαϊκῆς, πίσσης Βρυττίας, κηροῦ, φρυκτῆς, ἐλαίου κοινοῦ ἀνὰ 𐆃 βʹ, λιθαργύρου, ψιμυθίου, στυπτηρίας σχιστῆς καὶ στρογγύλης ἀνὰ γο γʹ, μίσυος, κηκίδων, χαλκίτεως ἀνὰ γο βʹ, ὀπίου, ὀποπάνακος, ἀλόης ἡπατικῆς, σμύρνης, λιβάνου ἀνὰ γο αʹ, μανδραγόρου χυλοῦ γο γʹ, ὄξους δριμυτάτου τὸ ἀρκοῦν, τὰ τηκτὰ κατάβαλε εἰς τὴν θυίαν καὶ ἀναλάμβανε ἐπιβάλλων τὰ ξηρὰ καὶ ποίει ζύμην. ἐὰν δὲ βούλῃ ἀναλῦσαι, ποιήσεις οὕτως· τοῦ φαρμάκου 𐆃 αʹ, κηροῦ 𐆃 αʹ, πίσσης Βρυττίας 𐆃 αʹ, ἐλαίου κοινοῦ 𐆃 ϛʹ.

Ἱεροκλέους πρὸς ἀνάληψιν καλόν. Ὀρόβων 𐆃 αʹ χρὴ παραβάλλειν τῷ ἵππῳ πρὸς ἀνάληψιν. ποιεῖ δὲ καὶ ἡ ῥίζα ἐγχυματιζομένη. χρὴ δὲ διδόναι ἐκ προσαγωγῆς εἰς κρίθινον χυλόν. δώσομεν δὲ τὸ πρῶτον ἀρακάδα τῇ μιᾷ χειρί.

Τοῦ αὐτοῦ τί καθαίρει. Σμύρνα καὶ αὐτή ἐστι τῶν καθαρτικῶν καὶ ἀναληπτικῶν.

Ἀνατολίου περὶ τῆς τῶν πώλων ἀνατροφῆς. Μὴ ὥσπερ ἐπὶ τῆς τῶν ἄλλων ἀνατροφῆς, ὧν τὰ γεννηθέντα ἀφαιροῦμεν, οὕτως καὶ ἐπὶ τῶν ἵππων· φιλοστοργότατον γὰρ τοῦτο τὸ ζῷον ἁπάντων. μετὰ γὰρ ιεʹ ἡμέρας νέμεσθαι αὐτὰ ἐῶμεν μετὰ τῶν μητέρων. ἑξαμηνιαίοις δὲ γενομένοις τοῖς πώλοις κριθὰς παραβαλοῦμεν βεβρεγμένας. οὐ χωριστέον δὲ οὐδὲ γάλακτος. τοῦτο δὲ ἀκριβῶς ἔστω παραφυλακτέον, ὅπως μὴ ἐκτρέφουσαι τοὺς πώλους ὀχευθῶσιν. ἐκ γὰρ τῆς ὀχείας τὸ γάλα ὥσπερ καὶ ἐπὶ τῶν ἀνθρώπων διαφθείρεται. τινὲς δὲ βουλούμενοι τὰς ὁπλὰς σκληροτέρας ποιῆσαι, ὄστρακον πυρώσαντες καὶ ἐπιρράναντες ὄξος ὑποτιθέασι ταῖς ὁπλαῖς, καὶ ἀπὸ τῆς ὁδοιπορίας ἐλθόντας πλύναντες ὕδατι ψυχρῷ ἐπιστάζουσι στέαρ χοίρειον ἢ τράγειον μετὰ θείου ταῖς ὁπλαῖς, μάλιστα ταῖς ὑποτριψάσαις. καθʼ ἡμέραν δʼ ὥσπερ καὶ οἱ ἄνθρωποι χαίρουσι λουτρῷ, οὕτως καὶ ὁ ἵππος ποταμίοις ὕδασι, καὶ ἐπὶ πλεῖον θαλήσσης. τὸ γὰρ θαλάττιον πλέον ὠφελεῖ τὰ σώματα αὐτῶν. εὔτριχας δὲ τὰς χαίτας ποιήσεις καὶ τὰς οὐρὰς οἴνῳ μετὰ ἐλαίου βρέχων. καθαροῦμεν δε τοὺς ἵππους ἐρεβίνθῳ καὶ ὀρόβῳ διὰ τοῦ ἔαρος καὶ μετοπώρου, διὰ δὲ τοῦ χειμῶνος κριθῇ ὀρόβοις μεμιγμένῃ θρέψωμεν.

Περὶ ἰάσεως διαφόρων νοσημάτων. Ἐὰν ἀπισχνοῦται ἵππος, σίτου φρυγέντος καὶ κριθῶν ὠπτημένων διπλάσιον παραβλητέον αὐτῷ, τρὶς δὲ τῆς ἡμέρας ποτιστέον. εἰ δὲ ἐπιμένοι ἰσχνούμενος, πιτύρων τῷ σίτῳ μικτέον καὶ ἠρεμαίοις γυμνασίοις χρηστεόν. ἐὰν δὲ μὴ ἀδηφαγῇ, στρύχνον καὶ πολίου φύλλα ὕδατι ποτίμῳ διηθηθέντα ἐγχέουσιν εἰς τὰς τροφὰς καὶ τοὺς ὀρόβους διαβρέξαντες ὕδατι παρατιθέασιν, ἢ μελανθίου κυάθους βʹ τρίψαντες καὶ μίξαντες ἐλαίῳ κοτύλαις γʹ μετὰ οἴνου ἐγχέουσιν. ναυτιῶντας δὲ θεραπεύσεις σκόρδων κοτύλῃ αʹ οἴνου μίξας καὶ διδούς. ἐὰν δὲ καὶ δυσουρίᾳ ἐνσχεθῇ, ᾠῶν ιʹ τὸ λευκὸν τοῖς προειρημένοις μιχθὲν διὰ στόματος ἐγχεόμενον ὠφελήσει.

Ἱπποκράτους περὶ νοσημάτων. Καὶ τέχνης ἔνδειξις καὶ ἄσκησις ἵππων καὶ ἡμιόνων χωρίς, ὅσον γὰρ ὑγρὸν τοῦ ξηροῦ διαφέρει. τῶν οὖν νοσημάτων χωρὶς γράψομεν ἁπάντων, ὥστε εἰδέναι καὶ τὸν ἰδώτην, τὰ σημεῖα. δείξω δὲ καὶ ἀπὸ τῆς ἰατρικῆς περὶ ἵππων καὶ ὑποζυγίων ἁπάντων.

Ἀρχὴ τῶν νοσημάτων ἡ ποδάγρα. πρῶτον τοῖς ἵπποις καὶ τοῖς ἄλλοις ὑποζυγίοις ἀπὸ ψύξεως καὶ δυσουρίας γίνεται, ἢ ὅταν ᾖ ἀπὸ μόχθων ἢ ἐλασιῶν πολλῶν, ἢ ἐργαζόμενος θερμὸς γένηται καὶ ψυγῇ ἐξαπίνης ἀφʼ ὁδοῦ, ἢ ἀπὸ ψύχους ἢ ἀπὸ φλέγματος. τούτων οὖν ἁπάντων τοὺς καιροὺς χρὴ διαγινώσκοντας σκοπεῖν, εἰ ὑγιές ἐστι τὸ ὑποζύγιον. ἔστι δὲ τοιάδε ἡ νόσος ὥσπερ χολὴ τοῖς ἀνθρώποις, καὶ σημεῖα τάδε· ἐν μὲν τῇ κεφαλῇ ἀχλὺς ἐπιγίνεται καὶ ἐν τοῖς ὄμμασιν, τὰ δὲ βλέφαρα πήγνυται, καὶ κινεῖ τὴν κεφαλὴν καὶ δάκρυα ἐκβάλλει πολλά. ἐνίοτε καὶ ἡ γλῶσσα ψυχρὰ καὶ χλωρά, καὶ ἐφʼ ὁπότερα ἐὰν ὁρμήσῃ … καὶ τὰ ὦτα παραβέβληκεν καὶ τὴν κεφαλὴν κάτω πρωθεῖ, καὶ τὰ φλέβια τὰ ἐν τῇ κεφαλῇ αἵματος μεστὰ ἐπαναστήκουσιν καὶ πνεῖ θερμὸν καὶ συχνόν. ταῦτα μὲν τὰ σημεῖα ἀπὸ τῆς κεφαλῆς. ἔστι δὲ ἐν τῷ σώματι τάδε· ἡ ὀσφὺς καὶ αἱ νωτιαῖαι φλέβες καὶ τὰ νεῦρα συντεινόμενα δεινὰ καὶ θαλγάζοντα, καὶ ἱδρὼς ῥέων εἰς τὴν ὀσφύν, ἀλλὰ πάνυ βραχύς, βαροῖ καὶ τὴν κέρκον καὶ ὑποσπᾷ. ἐνίοτε δὲ καὶ ἡ ἕδρα συνείλκυσται, ἐνίοτε δὲ καὶ αἱ φλέβες αἱ πρὸς τὴν ἕδραν πάλλονται, καὶ τὸ αἰδοῖον οὐ κολιάζει καὶ οὐ πρόσω θέλει οὐρῆσαι καὶ οἱ ὄχρεις ἀλλοῖοί εἰσιν καὶ πυκνῶς δὲ ἀνίασιν, καὶ οἱ κενεῶνες ἑλκοῦνται καὶ κατακλίνεσθαι οὐ δύνανται. ἐν δὲ τοῖς σκέλεσιν ἑλκοῦνται καὶ τρόμος ἐμμένει εἰς ἕκαστον καὶ χώλευμα, καὶ ἐφέλκει καὶ στήκειν οὐ δύναται, ἀλλʼ ἀκροβηματίζει, καὶ ὅταν τροχάζει, ἀφέλκει καὶ οἷον νάρκην ἔχει, καὶ αἱ φλέβες αἱ ἐν τοῖς σκέλεσιν ὀχυρῶς ξηραὶ καὶ τὰ φλέβια αἵματος πλήρης ἐστίν. τὸ δέρμα τέμνειν χρὴ ἀπὸ τοῦ βουβῶνος … ἐὰν δὲ μὴ παύσηται, τοὺς ὄρχεις ἐκτέμνειν καὶ ἔσται ὑγιής.

Πελαγωνίου προπότισμα ποιοῦν πρὸς πάντα, ὥστε τὰ ζῷα τάχιον ἀναλαμβάνειν καὶ ὥστε τὰ ἐντὸς σύμπαντα ἀποσμήχειν καὶ θεραπεύειν, ποιεῖ δὲ καὶ πρὸς πᾶν πάθος καὶ βῆχα παλαιάν, ποιεῖ δὲ καὶ πρὸς φθίσιν καὶ βουλσοὺς καὶ περιπνευμονικοὺς καὶ ὅσα τῶν ἐντὸς πεπονθότων. ἡ δὲ κατασκευὴ αὕτη· πτισάνης 𐆅 αʹ, λινοσπέρμου ἡμῖναν αʹ, ὠμὸν ἀρχέντερον χοίρειον ἢ βραχεῖαν αʹ, εἰ δὲ μὴ εὑρεθῇ βραχεῖα ἢ ἀρχέντερον χοίρειον, ἐρίφου κεφαλὴν μετὰ τῶν ἀκροναρίων καὶ τῆς χορδῆς. ἔμβαλε ὑσώπου δεσμὰς βʹ, βολβοὺς ιεʹ, πηγάνου δεσμὴν αʹ, δαφνοκόκκων χλωρῶν 𐆅 αʹ, φοίνικας λʹ, σκόρδων κεφαλὰς γʹ, στέατος αἰγείου γο ϛʹ, γλήχωνος δεσμὴν αʹ. ταῦτα πάντα καθάρας καὶ συνθρύψας ἕψει ἐν ὕδατι ἀπὸ κιστέρνας, ἄχρις οὗ τὰ προειρημένα κρέα κατατακῇ καὶ μόνα τὰ ὀστᾶ ἀπομείνῃ. συνεχέστερον δὲ ὕδωρ ἐπίβαλε, ὥστε μὴ ἐκκαυθῆναι ἢ λιπαρὸν ποιῆσαι τὸν χυλόν. καὶ μετὰ ταῦτα διηθήσας καὶ προσθεὶς τραγακάνθης γο γʹ, τοῦτο εἰς γʹ ἡμέρας διανέμεις. οὕτω δὲ χρῆσθαι δεῖ· τὴν τραγάκανθον πρὸ μιᾶς ἡμέρας εἰς ὕδωρ θερμὸν ἔμβαλε, ὥστε καταζυμῶσαι, καὶ πρόσθες ἑψήματος 𐆅 γʹ, τουτέστιν ἕνα καθʼ ἡμέραν, ᾠὰ ἀριθμῷ ϛʹ, ἐλαίου ῥοδίνου. ταῦτα σύμπαντα μίξας ἅμα νηστικὸν τὸ ζῷον προπότιζε.

Εὐμήλου πρὸς ὤμους. Ἐὰν αἷμα ὤμους πληρώσῃ, λύειν χρὴ τὰς τῶν σκελῶν φλέβας, καὶ λιβάνου ἄλευρον τῷ αἵματι συμμίξας ἀπότριβε τοὺς ὤμους ἀνὰ τρίχα. τὰς δὲ ῥεούσας φλέβας τὴν κόπρον τοῦ ζῴου ἐπιτιθῶν παύσεις. τῇ δὲ ἄλλῃ ἡμέρᾳ ἀπὸ τῶν αὐτῶν τόπων αἷμα λάμβανε, τροφῇ δὲ χλωρᾷ καὶ ταύτῃ ὀλίγῃ ἀρκείσθω. τῇ γʹ πράσου χυλὸν ὡς κυάθων γʹ καὶ ἡμῖναν ἐλαίου μίξας διὰ κέρατος εἰς τὸν λαιμὸν ἔμβαλε. μετὰ δὲ ταῦτα ὀλίγα διακινείτω, καὶ μετὰ ϛʹ ἡμέρας καὶ νήχεσθαι κατανάγκαζε, καὶ πρὸς ὀλίγον τὴν ἐξ ἔθους τροφὴν λαμβανέτω.

Ἱπποκράτους περὶ ἕδρας ἐκβολῆς. Ἐὰν δὲ ἕδρα ἐξέλθῃ ἀπὸ ψυγμοῦ, θεραπεύσεις οὕτως· τὸν μὲν ἐκστροφηθέντα ἀρχὸν ὕδατι θερμῷ καὶ οἴνῳ καὶ ἐλαίῳ ἐμβρέξας στυπτηρίᾳ Αἰγυπτίᾳ, ἢ βάτου καὶ κυπαρίσσου κηκῖδας κόψας ἐπιπάσσε, καὶ εἰς τὴν ἕδραν ἐπιθεὶς σπόγγον πάλιν ἔμβρεχε θερμῷ ὀξυκράτῳ. τρωγέτω δὲ αὐθώρᾳ ἅγνου τὰ ἁπαλά, βραχέντας δὲ ὀρόβους ὀλίγους τρωγέτω καὶ πινέτω χλιαρόν, καὶ σκεπαζέσθω ὅλος περιβολαίῳ καὶ ἱστάσθω ἐν τόπῳ θερμῷ ἐπιτηδείῳ, καὶ ἐγχυματιζέσθω οἴνῳ καὶ ἐλαίῳ καὶ σελίνου σπέρμα καθεψημένον ἐν οἴνῳ αὐτάρκει. ἐὰν δὲ εὐκόλως μὴ δυνηθῇ εἰσαγαγεῖν τὴν ἕδραν, κατάκνιζε φλεβοτόμῳ αὐτάρκως κατʼ αὐτοῦ καὶ θλῖβε τὸν προηλγηκότα τόπον στυπτηρίαν μιγνὺς καὶ ἐλαίου. ἀποτέμνειν ἐπικίνδυνόν ἐστι τὰ σιαλώματα τῆς ἕδρας, κλύζε δὲ σχινίνῳ καὶ δάφνῃ καὶ κυπαρίσσῳ καθεψημένοις ἐν οἴνῳ, καὶ ἐπίχριε τῇ τραυματικῇ, ἥτις κατασκευάζεται οὕτως· …

Πελαγωνίου πρὸς τὰ τῶν ζῴων κορδυλώματα. Τὰ τῶν ζῴων κορδυλώματα θραύσεις τρόπῳ τοιῷδε· ἰοῦ γο βʹ, χαλκίτεως γο βʹ, σφέκλης γράμματα γʹ καθεψήσας χρῶ καὶ διαφεύγει τὰ κορδυλώματα.

Ἄλλο. Ἄνθους χαλκίτεως γο βʹ, σφέκλης γο αʹ, νίτρου γο βʹ, λάσαρος γο βʹ, ὄξους δριμέος γο ϛʹ.

Πρὸς δοθιῆνας. Ἐὰν δοθιῆνας ἔχῃ ἵππος πρὸ τοῦ πυοτροφῆσαι τοῖς τρισὶ δακτύλοις κρατῶν εἰπέ· ἐργάζομαί σε.

Πρὸς μασχαλῶν πόνον καὶ ἐὰν ἀπὸ τῶν ἀρτηριῶν κάμνῃ τὸ ζῷον. Ἐὰν ἀπὸ τῶν ἀρτηριῶν κάμνῃ τὸ ζῷον, ἕξει τὰ αὐτὰ τοῖς ὀρθοπνοϊκοῖς σημεῖα· ἐξαιρέτως ἡ σόβη σκληρύνεται ἥ τε κεφαλὴ μετὰ τῶν ὤτων κάτω νεύει, τὸ μόριον λέλυται, τὰ ἔντερα ψόφον ποιεῖ, οἱ δίδυμοι φλεγμαίνουσι. τῶν τοιούτων νοσημάτων χολῆς αἰτιότης ἐμποδιζούσης τὴν αἱματικὴν πάροδον. χρὴ τοίνυν ἀπὸ τοῦ σφονδύλου καὶ τοῦ στήθους ἢ καὶ τῶν ὤμων λύειν φλέβας καὶ τῷ αἵματι, ὡς προείπομεν, ἀποτρίβειν. εἶτα λαβὼν τραγακάνθης 𐅻 αʹ, πράσσου 𐅻 αʹ, πεπέρεως κόκκους ιʹ, τὴν τραγακάνθην πρὸ μιᾶς ἀποβρέξας μῖξον ἅπαντα, καὶ λειώσας εἰς οἴνου παλαιοῦ κοτύλην αʹ, μέλιτος προσβαλὼν διὰ τοῦ ἀριστεροῦ μυκτῆρος ἐπὶ ἡμέρας δʹ καθʼ ἑκάστην ἡμέραν δʹ κυάθους ἔμβαλε περιπατεῖν τε τὸ ζῷον εἰς ὁδὸν πολυκαμπῆ κατανάγκαζε. τὴν κεφαλὴν πολλάκις ὕδατι ζεστῷ πυρίαζε, καὶ συνεχέστερον τὸ πᾶν ἄλειφε καὶ ἀπότριβε. τὸ σῶμα τρῖβε σφοδρότερον, ὥστε τὸ προστετηκὸς τοῖς ὀστέοις ἁπαλυνθῆναι τὸ δέρμα. τροφῇ δὲ τῇ περὶ ὀρθοπνοϊκῶν εἰρημένῃ κεχρήσθω, πόμα δὲ αὐτοῦ ἤτω ὕδωρ, ἐν ᾧ ἄγρωστις καὶ τρίφυλλος ἀφεψεῖται.

Πρὸς ἀρχὴν δυσπνοίας. Σκώληκας ἀπὸ ἀρτοκοπίου ζʹ, οἴνου κυάθους ζʹ, ἐλαίου κυάθους βʹ, ᾠὰ βʹ, πάντα λειώσας καὶ χλιάνας διὰ τῶν μυκτήρων ἐγχυμάτιζε.

Θεομνήστου ἐφʼ ᾧ ὑποψίαν ἔχομεν ὅτι ἀπὸ συμπτώματος ἢ κρημνοῦ πέπονθέν τι. Ὅταν ἵππος ἢ ἄλλο ὑποζύγιον εἰς τάφρον ἢ ὄρυγμά τι ἐμπέσῃ καὶ μηδὲν μὲν φαίνηται πληγείς, ὑπονοῶμεν δὲ αὐτὸν ἔνδον τι πεπονθέναι, βοηθήσωμεν οὕτως· ἐγχυματίσωμεν ὀποῦ Κυρηναϊκοῦ ὅσον καρύου Ποντικοῦ μέγεθος διʼ οἴνου κοτυλῶν γʹ, ἐγχεῖν δὲ διὰ ῥινῶν, ἢ τέφρας δρυΐνης ἢ πρινίνης ποιεῖν κονίαν στακτὴν καὶ ἐγχυματίζειν τῆς κονίας κοτύλας βʹ καὶ οἴνου τὸ ἴσον ἢ ἀκακίας τῆς πυρρᾶς χυλὸν μετὰ οἴνου ἢ ῥοᾶς ὀξείας μετὰ οἴνου. ὅταν δὲ πεσὼν ἄρξηται τιλᾶν ὑγρά, μὴ θεράπευε. ἔχει γὰρ ἀσώτως.

Περὶ παραπλησμάτων. Παραπλήσματα γίνονται ἀπὸ δρόμου πολλοῦ καὶ ἐντόνου. πίμπραται δὲ τὰ ἐμπρόσθια σφυρά, ὥστε δοκεῖν ὑγρασίας εἶναι πλήρη ταῦτα· κατάσχασον οὖν τὰ μεσοκύνια καὶ κατάντλει. ἐὰν μὴ ὠφελῇ, ὑποξέσας τὸν ἐπηρμένον τόπον χάραξον, τὴν ὑγρασίαν τὴν ἐκ τῶν ἀμυχῶν μὴ ὑποξύων τῇ σπαθομήλῃ, ἵνα μὴ ἐπιρρευματίσῃς, ἀλλὰ μόνον διαφορήσῃς, καὶ ὄξει μετὰ νίτρου κατάβρεχε τοὺς τόπους. τῇ δὲ ἐπιούσῃ χρῶ μαλάγματι τῷ διὰ χαλβάνης. ἢ γὰρ παντελῶς ὑγιάσεις τὰ πεπονθότα ἢ ἐκ πλείονος παρηγορήσεις.

Πρὸς τὸ τρίχας λευκὰς οὔσας μελαίνας γενέσθαι. Γλυκίζον καλακαβδάκιον, ὄπιον, γλυκύρριζον τὰ ἴσα κόψας ἀναλάμβανε οἴνῳ Ἀμινναίῳ καὶ χρῖε μελιτῶδες ποιήσας.

Ἱπποκράτους περὶ τριχῶν ἀγρίων. Ἐὰν τρίχες ἄγριαι ὦσιν ἐν τῇ κέρκῳ, ὄξει ἀλείφων πύκναζε καὶ ἀχράδια καὶ σταφίδια ἄγρια.

Περὶ τοῦ ποιῆσαι φάλιον ἵππον. Κατάχρισον ζεστὸν ἐρεγμὸν καθόλου, ἢ γογγύλας καθεψήσας κατάχριε.

Περὶ τοῦ τρίχας μελαίνας ποιῆσαι ἵππου. Κηκῖδα ἰατρικὴν εἰς ὄξος τρίψας, εἶτα ἀνιέμενος μύρτον τρίψας ἐπίχριε.

Ἵππου πυρροῦ τρίχας λευκὰς ποιῆσαι. Στυπτηρίαν ὕδατι λειώσας ἀπότριψον τὰς τρίχας, καὶ λαβὼν ῥοῦν βυρσικὴν φυράσας ἐν ὄξει χρῖσον καὶ ἔσονται.

Ἵππου λευκὰς τρίχας ποιῆσαι μελάνας. Ἵππου λευκὰς τρίχας μελάνας ποιήσεις οὕτως· ἄκανθαν, ᾗ οἱ βαφεῖς χρῶνται ἀφεψήσας ἐν ὕδατι στῦψον τὰς τρίχας, καὶ λαβὼν ἢ μελαντηρίαν ἢ χαλκῖτιν χρῖσον, καὶ χάλκανθον δὲ δὸς εἰς τὸ ἔγχρισμα.

Ἱπποκράτους περὶ παρατρίμματος. Ἐὰν παράτριμμα γένηται ἐν τοῖς κυνόποσιν ἀπὸ δρόμου ἢ ἀπὸ ἐλασίας, γίνεται δὲ ὡς τάχιστα τοῖς νωτοφοροῦσιν νέοις τε καὶ γοργοῖς. θεράπευε οὖν πυριῶν ἅλμῃ θερμῇ, εἶτα σπόγγους διʼ ὀξυκράτου, καὶ αἷμα ἀφαίρει ἀπὸ τῶν κυνοποδίων, εἶτα σπόγγιον. ἐὰν δὲ ἐπιμείνῃ, κατάπλαττε τῷ αὐτῷ τρόπῳ, ᾧ καὶ τὰ στρέμματα, εἶτα χρήσαι μαλάγματι. ἐὰν δὲ χρόνιον ᾖ, καίειν χρὴ κάγκελλον. τὸ δὲ αὐτὸ ποίει καὶ ἐπὶ τῶν παρακερκίδων· ἢ ὀξύγγιον ἐν οἴνῳ μετὰ ἰσχάδων ἔχων βεβρεγμένον ἡμέρας, τοῦτο κατάπλασσε.

Περὶ κακοστομαχίας καὶ ἀφροῦ. Ἐὰν δὲ κακοστομαχῇ ἵππος ἢ τῶν ἄλλων ὑποζυγίων, βήσσει δασὺ πολλάκις, ἐνίοτε δὲ καὶ ἀφρὸν ἀναφέρει ἔσωθεν. γίνεται δὲ τοῦτο κατὰ ἐλασίαν. τῷ οὖν τοιούτῳ χολὴν ταυρείαν μετὰ μέλιτος δίδου μετὰ ὀξυγγίου ὀροβιαῖα, καὶ μέλι καὶ ὀξύγγιον κόψας δίδου κοτύλας γʹ. ἀπεχέσθω δὲ ἀπὸ ἀχύρων, παράλληλα δὲ δίδου τὴν πόαν. ποιεῖ δὲ θαυμαστῶς.

Περὶ ἰλεώδους. Ἰλεώδης δὲ γίνεται, ὅταν χορτασθῇ καὶ μὴ πέψῃ. ἔστιν δὲ κάκιστον τὸ πάθος. γίνεται δὲ ἐν τῷ κώλῳ ὥσπερ λίθος. ὅταν οὖν συμβῇ τὸ πάθος, ῥήσσει ἑαυτὸν καὶ διεγείρεται πολλὰ καὶ περιπατεῖ, καὶ πάλιν ῥίπτει ἑαυτὸν καὶ συστρέφει ἐπὶ τὴν ῥάχιν καὶ τὰς λαγόνας, στενάζει δὲ διὰ τὴν σύστασιν. τῷ γοῦν τοιούτῳ βοηθεῖν δεῖ οὕτως· ἀλείφειν δεῖ τὴν χεῖρα καὶ καθιεῖν εἰς τὴν ἕδραν καὶ τὰ παρακείμενα κόπρια κόμιζε, τὴν κύστιν δὲ τρῖβε προσηνῶς, ἵνα οὐρήσῃ. οὐδὲ γάρ, ὡς λέγουσι, στρέφεται ἡ φῦσα, ἀλλὰ ὁ πόρος ἀποστενοῦται. ἐγχυμάτιζε οὖν λαβὼν κράμβης χυλόν, ἐλαίου κοτύλην μίαν, σελίνου κύαθον ἕνα, ἕψει μετὰ κοτύλης αʹ οἴνου καὶ ἑψήσας ἐγχυμάτισον καὶ σύγχριε οἴνῳ καὶ ἐλαίῳ. θερμῷ, καὶ ἐπὶ τὴν ἱππόστασιν ἀνάγκαζε καὶ κλύζε διὰ τῆς ἕδρας οἰνελαίῳ θερμῷ. περιπάτοις δὲ χρῆσαι ἀναβάσεσι καὶ καταβάσεσιν, ἵνα τὰ πνεύματα δύναται τὴν ὑποχώρησιν λαμβάνειν. ἐὰν γὰρ ἅπαξ γένηται ὑποχώρησις, ἐλαφρυνθήσεται τοῦ ὄγκου. ἄχυρα οὖν βαλὼν εἰς σάκκον κατάβρεξον ὕδατι θερμῷ καὶ ὑπόδησον ὑπὸ τὰς λαγόνας, καὶ ἀναθερμαίνεται καὶ πᾶσα πυρα, εἰ δυνατόν, ταχύ. ἔστι γὰρ τὸ πάθος ἀναιροῦν. δίδου δὲ καὶ φαγεῖν, ἐὰν λειποθυμήσῃ, ἢ βρόμον ἢ χλωρὸν χόρτον, ἢ τὸν ξηρὸν ῥαίνων ἐν ὕδατι. πότιζε τὸ αὔταρκες. σημεῖα δὲ τὸ ζῷον δίδωσιν, ἐὰν σωτήριος γένηται, εἰ τὰ ὦτα ἐξαφῇ καὶ ἡ πνοὴ αὐτοῦ ᾖ συντεταμένη, καὶ ἀναπνεῖ θερμὸν καὶ ἀφοδεύει· ἐὰν δὲ μὴ σωτήριος ἔσται, σημεῖα ταῦτα· ὁ καυλὸς προεῳγμένος καὶ ἱδρὼς ἐν ταῖς λαγόσι ψυχρὸς καὶ τὸ πνεῦμα ἀραιῶδες, τά τε σκέλη τὰ ἐμπρόσθια ἀποτεταμένα καὶ ψυχρά, καὶ ὁ τράχηλος πεπηγὼς καὶ μυκτὴρ ψυχρός.

Περὶ ἰόνθων. Λίβανον μετὰ οἴνου ἐὰν χρήσῃ ἢ Κυρηναῖον ὀπὸν ἢ ὑοσκυάμου καρπὸν ἢ σταφίδα ἀγρίαν θεραπεύσεις.

Περὶ μωλώπων. Ἐὰν ἆραι θέλῃς μώλωπας, βάλε χαλκάνθου τὸ ἀρκοῦν καὶ ἐν ὄξει καθεψήσας καὶ ἀνελόμενος χρῶ τούτῳ, ἢ καὶ θεῖον ἀνάζεσον καὶ κόψας εἰς ὄξος ἀναζέσας ἐπίχριε.

Περὶ ἀτροφίας. Ἐὰν δὲ μὴ ἐσθίῃ ἵππος πάθει μὴ συνεχόμενος, σκόπει καὶ εὑρήσεις τὴν ζέαν μετέωρον. αἷμα οὖν ἀφαίρει ἀπὸ τῶν οὔλων καὶ παράτριβε ἅλατι καὶ ὀριγάνῳ, καὶ προσδήσας ἄφες αὐτὸν ἀπορρεῖν τὰ φλέγματα. εἶτα ἀποπλύνας τὸ στόμα ἡμέραν αʹ μὴ δῷς φαγεῖν. ἐὰν δὲ μὴ καταστῇ, τρῖβε τὴν ζέαν ἅλατι λεπτῷ μεθʼ ἡμέραν.

Περὶ σφονδύλου. Ἐὰν δὲ μαδισθῇ παραποδιζόμενος ὁ τράχηλος καὶ ὁ σφόνδυλος, φλεβοτόμει τὰς ἀρθρίτιδας φλέβας. προστίθει δὲ καὶ νάκιον οἰνελαίῳ ἐμβρέξας, κατάδησον καὶ ἀναδήσας ἔα αὐτὸν φαγεῖν.

Ἱπποκράτους ἐὰν φάγῃ ἐλλέβορον ἵππος. Λευκὸν ἐλλέβορον ἐὰν φάγῃ ἵππος, ἔμετοι γίνονται καὶ βήσσει καὶ διαρροΐζεται.

Περὶ λαβρότητος. Ἐὰν ἵππος λαβρεύηται ἐν τῷ ἐσθίειν, παράβαλε κυάμους ταῖς κριθαῖς, καὶ ὅπερ ἂν καταλείψῃ ἐν τῇ φάτνῃ, ἔξελε.

Περὶ δαμάσεως. Ἐὰν ἵππος τραχὺς ᾖ ἢ ἡμίονος, λαβὼν ψέλλιον χαλκοῦν τὰ περὶ τὸ γένυ τρυπήσας πυρίνῳ κοίνωσον.

Περὶ ἐλλεβόρου. Ἐὰν φάγῃ ἐλλέβορον ἵππος, σίδης ὀξείας χυλὸν μῖξον μετὰ ἅλμης, ἢ καρδάμου τὸν καρπὸν καὶ σίδης ὀξείας τὸν χυλὸν μεθʼ ὕδατος χλιαροῦ ἐγχυμάτιζε.

Διάγνωσις νόσων. Ἐὰν ἀπὸ κόπου πεσὼν ᾖ ἢ κριθιάσεως ἐχόμενος, ὁτὲ καὶ πυρετοῦ, τοῖς ἔμπροσθεν γεγραμμένοις σημείοις, τὸ ὕδωρ αὐτὸ καθʼ ἑαυτὸ χλιαίνων ἐν τόπῳ λίαν θερμῷ οὕτω διάτριβε, καὶ διακίνει ἐν σκέπῃ. ἐὰν δὲ βῇ τῇ ῥώμῃ καὶ τῇ δυνάμει, ἐκεῖνα ἀφεῖναι, καὶ διαίτην ἔχηται. ἐκτροχαζέτω δὲ ὀλίγα, ἐπικαπνεῖν μέλλει, ἐὰν δυνατόν, καὶ ἄχυρα ὑποβεβλήσθω. ἔξω δὲ ἐν τῷ ἁπαλῷ ἢ παρὰ ποταμὸν μᾶλλον περίαγε. ὅταν δὲ ἄρξηται ὑγιὴς γενέσθαι, σημεῖα τάδε· σκιρτᾷ ἐξαγόμενος … ἐὰν δὲ τούτων μηδὲν ποιήσεται, ὅταν μὴ ἐκπίπτῃ τεχνικῶς, ὡς τάχιστα τέμνε αὐτοῦ τὰς ἀπὸ τοῦ αὐχένος. εἶτά φησιν ὥσπερ ὑγιαίνοντα εὑρεῖν … προκαλεῖσθαι, καὶ ἔξω ἐξαγαγὼν κόψας πελένδρυον, ἐὰν μὲν ἐνδέχεται, κόψας λείας τὰς κριθὰς ὕδατι ῥαῖνε τὸν χυλόν, καὶ τοῦτο μὲν οὖν, ἐὰν ἐγχωρῇ, τὸ πελένδρυον διέμενον ἔγχεε διὰ τοῦ στόματος. ἐὰν δὲ μὴ δύναται ἐσθίειν ὁ ἵππος, χρὴ ποιεῖσθαι καὶ διδόναι ἐλαιόμελι· ἐπιχλιαίνων ὕδατι ἢ ἅλατι τρίβων ἰσχυρῶς δίδου.

Περὶ ἡμιόνων. Τὰ αὐτὰ ἡμίονος οὐ πάσχει ἵππῳ οὔτε ἄρρενι οὔτε θηλείᾳ, ἀλλʼ ὅσῳ περ καὶ ξηρόν ἐστι τὸ σῶμα καὶ αἱ μῆτραι ἀποκέκλεινται ἀπὸ ξηρασίας σαρκός, τοσούτῳ ῥᾷον καὶ τὰ νοσήματα περιμένουσιν. περὶ μὲν ἡμιόνου ἄρρενος καὶ θηλείας ὁρίζων τὴν ἐπιμέλειαν ἔξω ὡς κατὰ τῆς αἰδοῖος λάβῃ, περὶ δὲ συνωμιῶν καὶ χωλασμάτων κατὰ τὸν αὐτὸν λόγον εὐτρέπιζε τῶν ἁπάντων, καὶ τομαῖς καὶ φαρμακείαις ξηραῖς ἀνέχῃ. τούτων μὲν οὖν τῶν νοσημάτων γινώσκεται ἀρχή, ὡς δὴ ἐπάνω γέγραπται. ἐπὰν γὰρ ἡμίονος τὰ ἰσχία ἀφέλκῃ, ταύτης αἱ μῆτραι ἀφειλκυσμέναι εἰσὶν καὶ ξυσμάτων καὶ αἵματος πολλοῦ. ταύτην καταβαλὼν καὶ τὰ ἰσχία τρίψας καὶ ὑπὸ τὰς λεπίδας ὀπίσω ὑπὸ τὸ ἰσχίον καὶ παρὰ τὴν κέρκον καθείς, εὐθέως τοῦ μέλανος τρῖψον ἀπὸ τοῦ σώματος. εἶτα περίτριψον ἅλας λεῖον οἴνῳ μέλανι κοτύλῃ αʹ καὶ εἰς τὰς ῥῖνας ἐμφύσα, ᾠὰ δὲ τρίψας … παύσῃς τοῦ θυμοῦ. ἔτι γε μὴν οἴνῳ μέλανι κοτύλῃ αʹ ἐγχέειν, καὶ ὕδατι θερμῷ λοῦε πολλῷ τὴν κεφαλήν, εἶτα τὸ σῶμα ὅλον ἀπὸ τῆς κεφαλῆς ἀρχόμενος. ἐὰν δὲ τοῦ ἄλλου σώματός τι χωλεύῃ, μηδὲν ταύτας τομὰς τὰς πρότερον εἰρημένας ἐν ταῖς τοῦ ἵππου, καύσεις δὲ μὴ πρόσφερε, ἐὰν κεῖται τεταμένος. ἐὰν δὲ τομὴν ἔχῃ, καῖε τὰ ἐπὶ τὸν τράχηλον ῥάβους βʹ ἑκατέρωθεν. ἐπὶ δὲ τῶν ἄλλων ἀρρωστημάτων τῷ αὐτῷ φαρμάκῳ χρῶ ἐγχύτῳ καὶ πυρία τὸ σῶμα καταχρίων καὶ ἔγχεε κοτύλην αʹ μέλανος εὐώδους καὶ εἰς ὀθόνιον ἀπηθήσας οὕτως ἔγχεε εἰς τὸ στόμα καὶ ἔσται ὑγιής.

Ἱπποκράτους ἀρωματικὴ βοϊκή. Κόστου, κενταυρίου ἀνὰ γο γʹ, ἀψινθίου γο αʹ, ἴρεως, σελίνου κοινοῦ, κροκομάγματος τὸ ἴσον.