ΕΚ ΤΩΝ ΗΡΩΔΙΑΝΟΥ ΠΕΡΙ ΡΗΜΑΤΩΝ.— Περὶ ῥήματος καθολικῶς.— Περὶ συζυγιῶν.
Αἴλιος Ἡρωδιανός τὸ ῥῆμα τῶν παραλόγων κατὰ τὸν τόνον ἐστὶ τρισύλλαβον ὄν, ὡς δείκνυται ἐν τοῖς περὶ ῥημάτων. — Περὶ παρῳχημένων.
Κωνσταντῖνος Λάσκαρις πᾶν ῥῆμα οἵας ἂν εἴη συζυγίας καὶ καταλήξεως, ἢ ἀπὸ φωνήεντος ἄρχεται ἢ διφθόγγου ἢ συμφώνου. εἰ μὲν οὖν ἀπὸ φωνήεντος, ἢ μεταβολικοῦ ἢ ἀμεταβόλου· εἰ μὲν ἀπὸ ἀμεταβόλου δηλονότι η ι υ ω οὐδεμία τροπὴ γίνεται ἐν τοῖς παρῳχημένοις οἷον ἠχῶ ἤχουν ἤχηκα ἠχήκειν ἤχησα, ἰξεύω ἴξευκα ἰξεύκειν ἴξευσα, ὑβρίζω ὕβριζον ὕβρικα ὑβρίκειν ὕβρισα, ὠφελῶ ὠφέληκα ὠφελήκειν ὠφέλησα. ταῦτά τοι καὶ ἀμετάβολα προσαγορεύεται. τὸ δὲ ὑβρίζω καὶ ἰξεύω καὶ τὰ ὅμοια ἐν μὲν τῷ ἐνεστῶτι θέσει μακρὸν τὸ δίχρονον ἔχει, ἐν δὲ τοῖς παρῳχημένοις φύσει μακρὸν τῷ λόγῳ τῆς αὐξήσεως.
Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ φωνήεντος μεταβολικοῦ δηλονότι τὸ α ε ο, γίνεται τροπὴ ἐν τοῖς παρῳχημένοις τοῦ βραχέος εἰς μακρὸν μεταβαλλομένου. καὶ εἰ μὲν ἄρχεται τὸ θέμα ἀπὸ τοῦ α τρέπεται κοινῶς τὸ α εἰς η οἷον ἀνύω ἤνυον ἤνυκα ἠνύκειν ἤνυσα πλὴν τῶν σεσημειωμένων ἀηθέσσω ἀήθεσσον «ἀήθεσσον γὰρ ἐπʼ αὐτόν», ἀηδίζομαι ἀηδιζόμην διὰ τὴν ἐπαλληλίαν τῶν δύο η, ἄω τὸ πνέω ἄεν ἵνα μὴ συνεμπέσῃ τῷ ἦεν, ἀΐω τὸ ἀκούω ἄϊον ἵνα μὴ συνεμπέσῃ τῷ ἤϊον τῷ ἐπορευόμην.
Τὰ δὲ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα ἀδιαφόρως εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ η. ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου εἵλκεον φήσας τὸν παρατατικὸν διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ «Λητὼ γὰρ ἥλκησε Διός». ἀλλʼ οὐ θέλει πάλιν τὸ η τὸ κατʼ ἀρχὴν τῶν παρῳχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε, ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τούτων, ἤλη ἐάλη, ἤγη ἐάγη, ἧδον ἕαδον.
Εἰ δὲ ἄρχεται ἀπὸ τοῦ ο μικροῦ τὸ θέμα, τρέπεται τὸ μικρὸν εἰς ω μέγα, ὀνομάζω ὠνόμαζον ὠνόμακα ὠνομάκειν ὠνόμασα.
Ταῦτα δὲ παρὰ ποιηταῖς ἀναύξητα ἤτοι ἄτρεπτα μένει διὰ τὸ μέτρον ἔθει Ἰωνικῷ, ἄκουεν ἀντὶ τοῦ ἤκουεν, ἔλαυνεν ἀντὶ τοῦ ἤλαυνεν, ὀνόμασεν ἀντὶ τοῦ ὠνόμασεν.
Ὅτε δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ τῶν τριῶν τούτων μεταβολικῶν φωνηέντων, οἱ Ἀττικοὶ ποιοῦσιν ἴδιον παρακείμενον ἐνεργητικόν, παθητικὸν καὶ μέσον, ἵνα μὴ ἀπορῶσι παρακειμένων ἀπὸ φωνήεντος ἀρχομένων, τὰ ἀρκτικὰ δύο γράμματα τοῦ ἐνεστῶτος προστιθέντες τῷ κοινῷ παρακειμένῳ καὶ τὴν τρίτην συλλαβήν, εἰ μακρὰ εἴη, ὡς τὰ πολλὰ συστέλλοντες ἐπὶ τῶν τρισυλλάβων, ἀλείφω ἤλειφα κοινῶς καὶ ἀλήλιφα Ἀττικῶς, ἐλεύθω ἤλευκα ἤλευθα μέσος καὶ Ἀττικῶς ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώμοκα, ἀλείφομαι ἤλειμμαι καὶ ἀλήλιμμαι. σεσημείωται τὸ ὑφήφασται, ὅτι ἀπὸ τοῦ υ ἀρχομένου τοῦ ἐνεστῶτος ἐγένετο Ἀττικὸς παρακείμενος. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ὑφάζω ὑφάσω ὕφακα. ὕφασμαι ὕφασται καὶ ὑφύφασται Ἀττικῶς ἢ ὑφαίνω ὕφαγκα ὕφασμαι καὶ ὑφύφασμαι Ἀττικῶς. καὶ ἐπειδὴ οὐ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν ἐν τῇ αʹ καὶ βʹ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον οἷον ἀλήλιφα καὶ ἐλήλυθα καὶ ὀμώμοκα, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ υ εἰς η καὶ γέγονεν ὑφήφασται. ἔστι δὲ καί τινα, ὧν ἡ τρίτη ἀπʼ ἀρχῆς συλλαβὴ οὐ συστέλλεται. ἀπὸ τοῦ ἄλημι ὁ παθητικὸς παρακείμενος ἤλαμαι καὶ Ἀττικῶς ἀλήλαμαι καὶ κατὰ ὑπέρθεσιν ἀλάλημαι. δύναται δὲ καὶ εἶναι ἐνεστώς· ἔστι γὰρ ἄλημι ὡς τίθημι ἄλεμαι ὡς τίθεμαι καὶ διπλασιασμὸς μετʼ ἐπεκτάσεως Αἰολικῆς ἀλάλημαι.
Ἐν ἐνίοις δὲ μόνον προστίθεται ε ἐν παρατατικῷ καὶ παρακειμένῳ οἷον ὥρων ἑώρων, ὥρακα ἑώρακα, ὠνοῦμαι ἐωνούμην ἐώνημαι. τὸ δὲ ξυνέηκα ἔειπε ποιητικά.
Εἰ δὲ τὸ ῥῆμα ἄρχεται ἀπὸ διφθόγγου, ἢ ἀπὸ τρεπτῆς ἢ ἀπὸ ἀτρέπτου. εἰ μὲν ἀπὸ ἀτρέπτου δηλονότι ευ αι ου οὐδεμία τροπὴ γίνεται ἐν τοῖς παρῳχημένοις. ἡ μὲν ει δίφθογγος, ἐπειδὴ ἔχει γνήσιον μέγεθος, τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται οἷον τυφθέντος τυφθεῖσα, δαρέντος δαρεῖσα καὶ αὐτὸ δὲ τὸ ει τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ε καὶ ι γράφεται καὶ ἐκφωνεῖται, τούτου χάριν ἄτρεπτός ἐστιν—εἰκάζω εἴκαζον καὶ ᾔκαζον παρὰ τοῖς Ἀθηναίοις. ὁμοίως καὶ ἡ ου δίφθογγος οὐ τρέπεται ὡς ἔχουσα γνήσιον μέγεθος. τὸ γὰρ ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα καὶ αὐτὸ δὲ τὸ ου, τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ο καὶ υ γράφεται καὶ ἐκφωνεῖται, καὶ διὰ τοῦτο καὶ αὐτὸ ἄτρεπτον μένει—οὐρῶ οὔρουν— ἡ ευ δίφθογγος ὡς μὴ ἔχουσα γνήσιον μέγεθος — τὸ γὰρ υ οὐκ ἔστι γνήσιον μέγεθος τοῦ ε, ἀλλὰ τοῦ ο — ὀφείλει τρέπειν τὸ ε εἰς η, ὡς καὶ παρὰ Ἀττικοῖς. ηὐφράνθη γὰρ λέγουσι καὶ ηὐχόμην. ἀλλʼ ἐπεκράτησε κατὰ κοινὴν διάλεκτον ἡ ευ δίφθογγος μὴ τρέπεσθαι οἷον εὔχομαι εὐχόμην, εὐφραίνομαι εὐφραινόμην, εὐχαριστῶ εὐχαρίστουν καὶ ἴσως χάριν εὐφωνίας, ὡς λέγει ὁ Ἡρωδιανός.
Εἰ δὲ ἄρχεται ἀπὸ τρεπτοῦ δηλονότι αι αυ οι, γίνεται ἡ αὐτὴ τροπὴ τῶν μεταβολικῶν φωνηέντων. εἰ μὲν ἀπὸ τῆς αι, τρέπεται τὸ α εἰς η καὶ τὸ ι προσγράφεται, αἰσχύνομαι ᾐσχυνόμην, αἰτῶ ᾔτουν· εἰ δὲ ἀπὸ τῆς αυ, τρέπεται τὸ α εἰς η οἷον αὐλῶ ηὔλουν, αὔξω ηὔξουν, αὐχῶ ηὔχουν, αὐτομολῶ ηὐτομόλουν. εἰ δὲ ἀπὸ τῆς οι, τρέπεται τὸ ο εἰς ω καὶ τὸ ι προσγράφεται οἷον οἴχομαι ᾠχόμην, οἰκῶ ᾤκουν, οἰκοδομῶ ᾠκοδόμουν, οἰκονομῶ ᾠκονόμουν πλὴν τῶν σεσημειωμένων ἀτρέπτων, οἰῶμαι οἰώθην «οἰώθη δʼ Ὀδυσσεύς», «Τρώων δʼ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή», οἰμῶ οἴμησα «οἴμησεν δὲ ἀλείς». οἰνῶ οἴνουν «μήπω οἰνωθέντες» καὶ οἰνίζω οἴνιζον «ἐκ τʼ ἄρα οἰνίζοντο», οἰστρῶ οἴστρησα, οἰωνίζομαι οἰωνιζόμην, οἰωνοσκοπῶ οἰωνοσκόπουν, οἰωνοπολῶ οἰωνοπόλουν, οἰακίζω οἰάκιζον, οἰακονομῶ οἰακονομούμην, οἰακοστροφῶ οἰακοστρόφουν. τινὲς δὲ προστιθέασι καὶ τὸ οἰδαίνω οἴδαινον καὶ τὸ οἰκουρῶ οἰκούρουν καὶ τὸ οἰμώζω οἴμωζον, ᾠκούρουν καὶ ᾠμώζουν παρὰ Σοφοκλεῖ ἐν Τραχινίαις «ἰδὼν δʼ ὁ παῖς ᾤμωξε» καὶ παρὰ τῷ ποιητῇ «ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρώ».
Εἰ δὲ ἀπὸ συμφώνου ἄρχεται τὸ ῥῆμα, ὁ παρατατικὸς καὶ ἀόριστος πρῶτος καὶ δεύτερος προσλαμβάνουσιν ε, γράφω ἔγραφον ἔγραψα. οἱ δὲ Ἀττικοὶ αὔξησιν ἐπὶ αὐξήσεως ποιοῦντες ἠδυνάμην ἀντὶ ἐδυνάμην καὶ ἠβουλόμην ἀντὶ ἐβουλόμην καὶ ἤμελλον ἀντὶ ἔμελλον λέγουσιν.
Ὅτε δὲ ὁ παρατατικὸς ἄρχεται ἀπὸ μακρᾶς φύσει ὡς ἐπὶ τῶν ἀπὸ φωνήεντος ἀρχομένων, ἀπὸ τῆς αὐτῆς ἄρχεται καὶ ὁ παρακείμενος ἠγόραζον ἠγόρακα, ὠνόμαζον ὠνόμακα. ὅτε δὲ ἄρχεται ἀπὸ μακρᾶς θέσει ὡς ἐπὶ τῶν ἀπὸ δύο συμφώνων ἀρχομένων, ἀπὸ τῆς αὐτῆς ἄρχεται καὶ ὁ παρακείμενος οἷον ἔφθειρον ἔφθαρκα, ἔσπειρον ἔσπαρκα. ὅτε δὲ ὁ παρατατικὸς ἄρχεται ἀπὸ βραχείας ἢ κοινῆς, ὡς ἐπὶ τῶν ἀπὸ συμφώνου ἀρχομένων, ἀναδιπλασιάζεται ὁ παρακείμενος διὰ τοῦ αὐτοῦ πρώτου συμφώνου τοῦ ἐνεστῶτος μετὰ τοῦ ε, ἔτυπτον τέτυφα, ἔλεγον λέλεχα, ἔγραφον γέγραφα, ἔπλυνον πέπλυκα. χωρὶς τῶν ἀρχομένων ἀπὸ γν γνωρίζω ἐγνώριζον ἐγνώρικα—τὸ ἐγλυμμένοι καὶ ἐβλαστηκότες παρʼ Εὐπόλιδι παράλογά ἐστιν—καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ ρ, ῥαπίζω ἐρράπικα. διπλοῦν δὲ τὸ ρ ἐν τούτοις παρὰ τοῖς ῥήτορσι. παρὰ ποιηταῖς δὲ πολλάκις διὰ τὸ μέτρον ἐκβάλλεται τὸ ἓν ἐν τοῖς παρῳχημένοις «ἄλλος δʼ ἄλλῳ ἔρεζε θεῷ» καὶ «μνήσομαι ὥς μʼ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν». τὸ δὲ «ῥερυπωμένα» ἀντὶ ἐρρυπωμένα, «ῥεραπισμένῳ νώτῳ» παρὰ Ἀνακρέοντι καὶ «ῥερῖφθαι ἔπος» παρὰ Πινδάρῳ κατὰ τὴν ποιητικὴν ἐξουσίαν οὕτω γέγονε—καὶ πλὴν τῶν ἀρχομένων ἀπὸ διπλῶν ζ ξ ψ ζῶ ἔζηκα, ψάλλω ἔψαλκα, ξηραίνω ἐξήραγκα. τὰ δὲ ἀπὸ δασέων θ φ χ ἀρχόμενα ἀναδιπλασιάζεται μέν, τρέπεται δὲ τὰ δασέα εἰς τὰ ἀντιστοιχοῦντα ψιλά, θεωρῶ τεθεώρηκα, φωνῶ πεφώνηκα, χωνεύω κεχώνευκα. ὅτε δὲ ὁ ἐνεστὼς ἄρχεται ἀπὸ τοῦ λ ἢ μ, οἱ Ἀττικοὶ ποιοῦσι ἴδιον παρακείμενον ἐκβολῇ τοῦ πρώτου ἀμεταβόλου καὶ προσλήψει τοῦ ι λήβω λήψω λέληφα κοινῶς καὶ εἴληφα Ἀττικῶς, λήχω λήξω λέληχα καὶ εἴληχα, μείρομαι μεροῦμαι μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη. ὅτε δὲ ὁ παρακείμενος ἄρχεται ἀπὸ συμφώνου, μετὰ τοῦ ἀναδιπλασιασμοῦ βραχεῖαν ἔχει τὴν ἄρχουσαν τέτυφα ἢ κοινὴ δύο συμφώνων ἑπομένων, ὧν τὸ μὲν πρῶτον ἄφωνον, τὸ δὲ δεύτερον ἀμετάβολον γέγραφα, πέπληγα. σεσημείωται τὸ μέμνημαι, κέκτημαι—καὶ ἔκτημαι εὕρηται «Ἴλιον ἐκτῆσθαι»— πέπταμαι πέπτωκα, καὶ περὶ μὲν τοῦ μέμνημαι ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται κατὰ σύλληψιν οἷον ἀρνός, ἅρμα, ἔρνος, ἅλμη, εἰ μὴ μόνον τὸ μ τοῦ ν ὡς μνήμη, μνημεῖον, μνῆμα, μνᾶ. τὸ γὰρ προηγεῖσθαι τῶν ἀμεταβόλων κατὰ σύλληψιν ἴδιον τῶν ἀφώνων ἐστὶν οἷον κλέος, ἀγρός, ἀκμή, πνεῦσαι, θνήσκω, πρῶτος. ἐπειδὴ οὖν τὸ μ σύνταξιν ἀφώνου ἀνεδέξατο καὶ προηγήσατο τοῦ ν τοῦ ἀμεταβόλου, ἀνεδιπλασιάσθη τὸ μέμνημαι· ἄλλως τε δὲ καὶ πολλάκις εὑρίσκεται καὶ ἐν μέτρῳ τὸ μν ἀποτελοῦν κοινὴν συλλαβὴν οἷον ὡς παρὰ Καλλιμάχῳ, τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος καὶ παρὰ Κρατίνῳ «ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν». τὸ δὲ κέκτημαι, πέπταμαι καὶ πέπτωκα κατὰ πλεονασμὸν τοῦ κ καὶ π γέγονε Αἰολικῶς. οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον ὥσπερ τὸ ἐπτερύγωμαι πεπτερύγωμαι.
Ἔτι δὲ εἰ μὲν μέλλων ἄρχεται ἀπὸ φωνήεντος, ἰσοσυλλαβεῖ αὐτῷ ὁ κοινὸς παρακείμενος ἀγοράσω ἠγόρακα, ὀμόσω ὤμοκα. εἰ δὲ ἀπὸ συμφώνου, περιττεύει τύψω τέτυφα, ποιήσω πεποίηκα. ὁ ὑπερσυντέλικος ἐν τοῖς ἀπὸ φωνήεντος ἀρχομένοις ἰσοσυλλαβεῖ καὶ ὁμοχρονεῖ τῷ παρακειμένῳ ἠγόρακα ἠγοράκειν, ἔφθαρκα ἐφθάρκειν, ἐν δὲ τοῖς ἀπὸ συμφώνου ἀρχομένοις ὑπὲρ τὰς τοῦ παρακειμένου συλλαβὰς παραλαμβάνει ε τέτυφα ἐτετύφειν, γέγραφα ἐγεγράφειν. μεγεθύνεται δὲ πολλάκις ἐν τοῖς Ἀττικοῖς τοῖς ἀπὸ βραχείας ἀρχομένοις, ὀμώμοκα ὠμωμόκειν, ἀκήκοα ἠκηκόειν. καὶ ταῦτα μὲν ἐκ τοῦ πολυμαθοῦς Ἡρωδιανοῦ περὶ παρῳχημένων γενικῶς.
Γεώργιος ὁ Χοιροβοσκός ἐπὶ τῶν ἀπὸ προθέσεως ἀρχομένων γίνεται σύνθεσις κλίσεως, τουτέστι κατὰ χρόνον γίνεται ἡ σύνθεσις καὶ ὡς ἄν τις εἴποι, πρῶτον κλίνεται καὶ οὕτω συντίθεται οἷον ἀπὸ τοῦ γράφω γίνεται καταγράφω καὶ ἀπὸ τοῦ ἔγραφον κατέγραφον καὶ ἀπὸ τοῦ γέγραφα γίνεται καταγέγραφα καὶ ἀπὸ τοῦ ἐγεγράφειν γίνεται κατεγεγράφειν καὶ ἀπὸ τοῦ ἔγραψα τὸ κατέγραψα καὶ ἀπὸ τοῦ γράψω τὸ καταγράψω. τοῦτο δὲ γίνεται, ἵνα μὴ ἐξαμαυρωθῇ ἡ πρόθεσις ἔξωθέν τί ποτε δεχομένη. τῆς γὰρ προθέσεως οὐδὲν ἐθέλει προτίθεσθαι. — ταῦτα μὲν ὁ Ἀπολλώνιός φησι. πρὸς τοῦτον δὲ ἀντιλέγει ὁ Ἡρωδιανὸς λέγων, ὅτι πρῶτον μὲν οὐκ ἔστιν ἡ κατά πρόθεσις ἐν τῷ κατέγραφον, ἀλλὰ μέρος ἐστὶ τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις. ὥσπερ γὰρ ἐν τῷ εὐγενής οὐκ ἔστι τὸ ευ ἐπίρρημα, ἀλλὰ μέρος ἐγένετο τοῦ ὀνόματος, εἰ καὶ ἀπὸ ἐπιρρήματος ἐγένετο ἡ σύνθεσις, οὕτω καὶ ἐν τῷ καταγράφω οὐ λέγομεν, ὅτι πρόθεσίς ἐστιν ἡ κατά, ἀλλὰ μέρος τοῦ ῥήματος, εἰ καὶ ἀπὸ προθέσεως ἐγένετο ἡ σύνθεσις, ἄλλως τε ἰδοὺ τὸ συνήγορος ἀπὸ προθέσεως ἄρχεται, καὶ ὅμως λέγεται εὐσυνήγορος, καὶ πάλιν σύμβουλος εὐσύμβουλος, ἐπανοίκτης θυρεπανοίκτης· οὐκ ὤφειλεν οὖν οὐδὲ ταῦτα ἀπὸ προθέσεως ἀρχόμενα δέξασθαι ἔξωθέν τί ποτε. ταῦτα μὲν οὖν ὁ Ἡρωδιανός. — Περὶ ἐνεστῶτος.
Πᾶν δεύτερον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς ποιεῖ τὸ τρίτον πρόσωπον οἷον τύπτεις τύπτει, λέγεις λέγει, ἐτύφθης ἐτύφθη, ποιεῖς ποιεῖ, βοᾷς βοᾷ, χρυσοῖς χρυσοῖ, ἔλεγες ἔλεγε, ἔτυπτες ἔτυπτε, ἔλαβες ἔλαβε, ἔμαθες ἔμαθε χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου καὶ τῶν ἀπὸ τῶν εἰς μι. καὶ «χωρὶς μὲν τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου» πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων οὐ μόνον τὸ ς ἀποβάλλεται, ἀλλὰ καὶ τροπὴ παρακολουθεῖ τοῦ α εἰς ε οἷον τέτυφας τέτυφε, πεποίηκας πεποίηκε, ἔτυψας ἔτυψε. «χωρὶς δὲ τῶν ἀπὸ τῶν εἰς μι» πρόσκειται, ἐπειδὴ ἐπὶ τούτων κατὰ τὸν ἐνεστῶτα οὐχ ὅτι τὸ ς οὐκ ἀποβάλλεται, ἀλλὰ καὶ τὸ ι προσέρχεται οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι. ζεύγνυμι ζεύγνυς ζεύγνυσι. περὶ συντάξεως στοιχείων
Γεώργιος ὁ Χοιροβοσκός ἄξιόν ἐστι ζητῆσαι, τίνος χάριν ἀπὸ πληθυντικῶν κανονίζομεν τὰ δυϊκὰ ἐν ῥήμασι· δοκεῖ γὰρ τοῦτο ἀτάκτως ἔχειν· οὐδεὶς γὰρ τὰ πρῶτα ἐκ τῶν ὑστέρων κανονίζει. καὶ ἔστιν εἰπεῖν, ὡς λέγει Φιλόξενος, ἐπειδὴ τὰ δυϊκὰ ὑστερογενῆ ἐστιν· ὕστερον γὰρ ἐπενοήθη τὰ δυϊκά· ὅθεν οὐδὲ πᾶσα διάλεκτος κέχρηται τῷ δυϊκῷ ἀριθμῷ. οἱ γὰρ Αἰολεῖς παντελῶς δυϊκὰ οὐκ ἔχουσιν, ὥσπερ οἱ Ῥωμαῖοι ἄποικοι ὄντες τῶν Αἰολέων· ἀλλʼ οὔτε διάλεκτος ἔχει τὰ δυϊκά, ἀλλʼ εἰς πάντα τῷ πληθυντικῷ ἀριθμῷ κέχρηται ἀντὶ τοῦ δυϊκοῦ ἀριθμοῦ, μὴ ἔχουσα δυϊκά. εἰκότως οὖν, ἐπειδὴ τελευταῖον ἐπενοήθη τὰ δυϊκά, ἐκ τῶν πληθυντικῶν κανονίζεται προτερευόντων αὐτῶν.
Αἴλιος Ἡρωδιανός τὰ τρίτα πρόσωπα πληθυντικὰ ὁριστικὰ ἐνεστῶτος χρόνου τὴν αὐτὴν φωνὴν καὶ τὸν αὐτὸν τόνον ἀποφέρεται ταῖς πληθυντικαῖς δοτικαῖς μετοχαῖς, λέγομεν λέγεται λέγουσι καὶ τοῖς λέγουσιν, ἵσταμεν ἵστατε ἱστᾶσι καὶ τοῖς ἱστᾶσι, ἵεμεν ἵετε ἱεῖσι καὶ τοῖς ἱεῖσι. ἀντιπίπτει μόνον διά τι αἴτιον τὸ φασί πρὸ τὸ φᾶσι μετοχικὸν ὡς στᾶσι. — Περὶ παρατατικοῦ.
Αἴλιος Ἡρωδιανός τὰ ἑνικὰ καὶ τὰ πληθυντικὰ ὁμοφωνοῦντα καὶ ὁμόχρονά ἐστιν οἷον ἔλεγον ἐγώ καὶ ἔλεγον ἐκεῖνοι. ἐν δὲ τοῖς συγκοπεῖσι τρίτοις ἡ συγκοπὴ ἀναδέχεται τὴν λῆξιν τὴν αὐτὴν τῇ παραληγούσῃ τῆς γενικῆς τῆς κατὰ τὴν μετοχήν, ἔστησαν ἔσταν, στάντος γάρ· ἔβησαν ἔβαν, βάντος γάρ· ἐκοσμήθησαν ἐκόσμηθεν, κοσμηθέντος γάρ· «φάνεν δέ οἱ εὐρέες ὦμοι», φανέντος γάρ· ἔφυμεν ἔφυτε ἔφυσαν ἔφυν, ἐπεὶ φύντος· ἔδυμεν ἔδυτε ἔδυσαν ἔδυν, ἐπεὶ δύντος. περὶ δὲ τοῦ «τῆς δʼ ἦν τρεῖς κεφαλαί» ἐν τοῖς περὶ ῥήματος ἐροῦμεν.
Αἴλιος Ἡρωδιανός ἔασκε κατὰ συστολήν. οὕτως καὶ πάντες· τὰ γὰρ διὰ τοῦ σκε παρηγμένα Ἰακῶς βραχεῖαν ἔχει τὴν παραλήγουσαν· «ὧδε δέ τις εἴπεσκε» καὶ «τὴν αὐτὸς φορέεσκε».
— Περὶ παρακειμένου.
Γεώργιος ὁ Χοιροβοσκός εἴ τις εἴποι, διὰ τί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ α φαμὲν καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ α ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰς μεν πληθυντικὰ τροπῇ τοῦ μεν εἰς τε τὸ δεύτερον ποιεῖ καὶ φυλάττει τὴν παραλήγουσαν, ὅσα ἔχει τὴν μετοχὴν εἰς ς οἷον ἐτίθεμεν ἐτίθετε, τιθείς γάρ, ἐδίδομεν ἐδίδοτε, διδούς γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείς γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώς γάρ, ἐτύψαμεν ἐτύψατε, τύψας γάρ. λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι εὑρίσκεται χρῆσις τῆς διὰ τοῦ ε γραφῆς, ὡς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισι ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε ἀντὶ τοῦ κεχήνατε.
— Περὶ μέσου παρακειμένου.
Γεώργιος ὁ Χοιροβοσκός εἰ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμεταβόλου ἐκφέρεται ὁ παρακείμενος ὁ μέσος οἷον τέμνω τέτομα, κάμνω κέκαμα. ἐκ τούτου πιθανεύονταί τινες καὶ λέγουσιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ στέλλω ἔστολα καὶ ἐν τοῖς ὁμοίοις τὸ δεύτερον λ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸς οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον λ ἀπεβλήθη καὶ τὸ δεύτερον ἐφυλάχθη· φησὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ν ἀπὸ πλεονασμοῦ ἐστι· κάμω γὰρ καὶ τέμω ἦν· καὶ κατὰ πλεονασμὸν τοῦ ν γέγονε κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ν τὸ πλεονάσαν κατὰ τὸν ἐνεστῶτα ἀπεβλήθη κατὰ τὸν μέσον παρακείμενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὲ τὸ κέκαμα καὶ τέτομα, ὡς ἀπὸ περισπωμένων θεμάτων ἐστὶν οἷον ὡς ἀπὸ τοῦ καμῶ καὶ τεμῶ· τρίτον δέ, ὥσπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν πέμπτης εἶναι συζυγίας διὰ τὸ ρ τὸ ἐν τῇ παραληγούσῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτης διὰ τὸ π ἐν τῇ παραληγούσῃ, τὸ δὲ πέρθω τρίτης διὰ τὸ θ τὸ ἐν τῇ ληγούσῃ, οὕτως καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ στέλλω καὶ τὰ ὅμοια λέγομεν εἶναι πέμπτης συζυγίας, οὐ διὰ τὸ λ τὸ ἐν τῇ παραληγούσῃ, ἀλλὰ τὸ λ τὸ ἐν τῇ ληγούσῃ· τὰ δὲ χαρακτηριστικὰ τοῦ ἐνεστῶτος θέλει εἶναι καὶ ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηριστικὰ οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου λ ἐξηνέχθη ὁ μέσος παρακείμενος ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔστολα καὶ τοῖς ὁμοίοις, ἐπειδὴ αὐτό ἐστιν, ὡς εἴρηται, τὸ χαρακτηριστικὸν τοῦ ἐνεστῶτος. εἰ δὲ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, ὁ μέσος παρακείμενος διὰ καθαροῦ τοῦ α ἐκφέρεται οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικός, δείω δέδια καὶ δείδια κατὰ πλεονασμὸν τοῦ ι, δαίω — τὸ σημαῖνον τὸ καίω — δέδηα καὶ καίω κέκηα· εἴω — σημαίνει δὲ τὸ πορεύομαι — ὡς παρὰ Σώφρονι «ἐγκίκρα, ὡς εἴω», τουτέστι κέρασον ἵνα πορευθῶ, καὶ ὁ μέσος παρακείμενος εἶα διὰ καθαροῦ α καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾖα διὰ τοῦ η καὶ ι ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ πάλιν εἴδειν ᾔδειν, καὶ κατὰ διάλυσιν τοῦ ι ἤϊα, ὡς παρὰ τῷ ποιητῇ ἤϊα, πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόσωπον ἤϊε, ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς. τοῦτο τὸ ἤϊα διὰ τοῦ η καὶ ι τρέπει τὸ α εἰς ειν, καὶ ποιεῖ τὸ ὑπερσυντελικὸν ἠΐειν κατὰ τὴν ἄρχουσαν διὰ τοῦ η καὶ ι καὶ διὰ τῆς ει διφθόγγου κατὰ τὴν λήγουσαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ ἀπῄειν, ὡς παρὰ Μενάνδρῳ ἀπῄειν τῶν τόκων ἔχων τόκους.
Εὐστάθιος ὁ Θεσσαλονίκης ἰστέον ὅτι μέσος παρακείμενός ἐστι τὸ ἐμπεφυυῖα κατὰ κανόνα, ὃν ἐκτίθεται καὶ Ἡρωδιανὸς λέγων, καθαρεύοντι τῷ ἐνεστῶτι συγκαθαρεύειν καὶ τὸν μέσον παρακείμενον οἷον φύω πέφυα, ἀκούω ἀκήκοα.
Γεώργιος ὁ Χοιροβοσκός παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ μέσος παρακείμενος τῷ ἐνεργητικῷ παρακειμένῳ οἷον τέτυφα τέτυπα, νένηκα νένηθα, πέπληχα πέπληγα, νένυχα νένυγα, πέπηχα πέπηγα, ὤρυχα ὤρυγα, ἤμειφα ἤμειβα, ἤγερκα ἤγερα, χωρὶς εἰ μὴ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ε ἢ μόνον ἢ μετὰ τοῦ ι· τότε γὰρ τρέπεται τὸ ε εἰς ο ἐν τῷ παρακειμένῳ οἷον λέγω λέξω λέλογα, τέκω τέξω τέτοκα, νέμω νεμῶ νένομα, μένω μενῶ μέμονα, γείνω γενῶ γέγονα, κείρω κερῶ κέκορα, σπείρω σπερῶ ἔσπορα, φθείρω φθερῶ ἔφθορα, κτείνω κτενῶ ἔκτονα. ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ κερῶ κέκορα καὶ φθερῶ ἔφθορα οὐκ ἐφυλάχθη τὸ ι, ἵνα ᾖ κέκοιρα καὶ ἔφθοιρα· καὶ ἔστιν εἰπεῖν, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ ι κατὰ τὸν μέλλοντα, κερῶ γὰρ καὶ φθερῶ ἐστιν ὁ μέλλων, τούτου χάριν οὐδʼ ἐν τῷ μέσῳ παρακειμένῳ ἐφυλάχθη· ἐπὶ δὲ τοῦ πείθω λείβω ἐπειδὴ ἐφυλάχθη τὸ ι κατὰ τὸν μέλλοντα—πείσω γὰρ καὶ λείψω ἐστὶ ὁ μέλλων—τούτου χάριν καὶ κατὰ τὸν μέσον παρακείμενον ἐφυλάχθη. τούτων οὕτως ἐχόντων, δεῖ γινώσκειν ὅτι ἡνίκα εὑρεθῇ ἐν τῷ περισπωμένῳ ἐνεστῶτι τὸ ε, ἢ ἐν τῷ βαρυτόνῳ ἐνεστῶτι μέν, διʼ ἑνὸς δὲ τοῦ λ ἐκφερομένῳ, οὐ τρέπεται εἰς ο ἐν τῷ μέσῳ παρακειμένῳ ἀλλὰ φυλάττεται οἷον θέλω τέθελα, μέλω μέμελα, καὶ τροπῇ τοῦ ε εἰς τὸ η τέθηλα, μέμηλα, ἐξ οὗ καὶ ἡ μετοχὴ μεμηλώς μέγα πλούτοιο μεμηλώς. καὶ εὐλόγως ἐπὶ τούτων οὐ τρέπεται τὸ ε εἰς τὸ ο ἐν τῷ μέσῳ παρακειμένῳ ἐπειδὴ οὐκ ἔστιν ἐπʼ αὐτῶν δισύλλαβος ὁ μέλλων, ἀλλʼ ὑπὲρ δύο συλλαβὰς οἷον θέλω θελήσω, «μελήσουσιν δέ μοι ἵπποι». ἰστέον δὲ ὅτι ἐὰν ὁ ἐνεστὼς τῇ αι διφθόγγῳ παραλήγηται, τρέπει αὐτὴν ἐν τῷ μέσῳ παρακειμένῳ εἰς η οἷον φαίνω πέφηνα, χαίνω κέχηνα, μαίνω ἐξ οὗ τὸ μαίνομαι μέμηνα, δαίω τὸ καίω δέδηα, καίω κέκηα.
τὸ νένοφα· οὗ μεμνημένος ὁ Ἡρωδιανὸς ἀπορεῖ, πῶς ὁ Ἀριστοφάνης νένοφα εἶπε καὶ οὐ νένοιφα, ἵνʼ ᾖ ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, οὕτω νείφω νένοιφα. περὶ οὗ ἐστιν εἰπεῖν, ὡς οὐκ ἐκ τοῦ νείφω ἐκλίθη κατὰ τὸ πείθω πέποιθα καὶ ὅσα ἕτερα ἐπὶ ἐνεστῶτος ἔχει τὸ ε μετὰ τοῦ ι, ἀλλʼ ὡς εἰκὸς ἐκ τοῦ νέφω, ἵνα ᾖ ὥσπερ λέγω λέλογα οὕτω καὶ νέφω νένοφα κατὰ τὰ ἔχοντα τὸ ε μόνον ἐν τῷ ἐνεστῶτι. τοῦ δὲ νέφω εἰ καὶ μή ἐστι χρῆσις, ἀλλὰ δοκεῖ ὅμως πρωτότυπον αὐτὸ εἶναι τοῦ νείφω, ὡς ὑποδηλοῖ καὶ τὸ ἐξ αὐτοῦ νέφος καὶ ἡ νεφέλη.
Γεώργιος ὁ Χοιροβοσκός περὶ ποσότητος τῶν συλλαβῶν λέγομεν ὅτι μὲν ἐπὶ βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέσος παρακείμενος οἷον τύπτω τέτυφα τέτυπα, νύσσω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήσσω πέπληχα πέπληγα, κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περισπωμένων θεμάτων μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέσος παρακείμενος οἷον δουπῶ δουπήσω δεδούπηκα δέδουπα, μυκῶ μυκήσω μεμύκηκα μέμυκα, κτυπῶ κτυπήσω ἐκτύπηκα ἔκτυπα.
Εὐστάθιος ὁ Θεσσαλονίκης ὥσπερ μέλω μελήσω μεμέληκα καὶ μέσος παρακείμενος μέμηλα καὶ ὤλεκα ὦλα, τεθάληκα τέθηλα, οὕτω βεβούληκα βέβουλα. τοιοῦτόν τι καὶ τὸ λέληκα· «δαιμονίη, τί λέληκας», καὶ τὸ δεδούπηκα δέδουπα κατὰ Ἡρωδιανὸν «δεδουπότος Οἰδιπόδαο». καὶ ἕτερα οὐκ ὀλίγα, ἐν οἷς καὶ τὸ ἐκτύπηκα ἔκτυπα· εἰσὶ γὰρ περισπώμενοι τοιοῦτοι μέσοι παρακείμενοι ὡς πολλαχοῦ φανεῖται· ὃ καὶ αὐτοὶ κατὰ τὰ προρρηθέντα μιᾷ συλλαβῇ ἐνδέουσι τοῦ ἐνεργητικοῦ, ὅπερ ἐν τοῖς βαρυνομένοις οὐκ ἔστι ῥήμασιν. ἐν ἐκείνοις γὰρ ἰσοσυλλαβεῖ καθόλου ὁ μέσος τῷ ἐνεργητικῷ.
Γεώργιος ὁ Χοιροβοσκός δεῖ γινώσκειν ὅτι τότε ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι, ἡνίκα ἀπὸ τῶν περισπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸς παρακείμενος, καὶ τρισύλλαβος ἀπὸ δύο συμφώνων ἀρχόμενος, ἢ ἀπὸ μόνου τοῦ ε οἷον θλῶ θλάσω τέθλακα, κλῶ κλάσω κέκλακα, σμῶ σμήσω ἔσμηκα, δρῶ δράσω δέδρακα, ζῶ ζήσω ἔζηκα· καὶ τοῦτο εὐλόγως, ἐπειδὴ ὁ ἐνεργητικὸς παρακείμενος ἀπὸ περισπωμένων ὑπάρχων μιᾷ συλλαβῇ περιττεύει τοῦ μέσου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα· εἰ ἐποιήσαμεν οὖν μέσον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα, ἔσμηκα, ἔζηκα, ἤμελλεν ὁ μέσος παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰς δισυλλαβίαν περιπεσεῖν, ὅπερ ἐστὶν ἄτοπον· σπανίως γὰρ εὑρίσκεται δισύλλαβος παρακείμενος ἐν χρήσει· σπάνιον δὲ εἶπον διὰ τὸ οἶδα οἶδʼ ἐπὶ δεξιὰ οἶδʼ ἐπʼ ἀριστερὰ νωμῆσαι βῶν ἀζαλέην· καὶ διὰ τὸ οἶκα, ὃ σημαίνει τὸ ὁμοιῶ, οἷον «οἶκας μὲν ὡραίῳ λίνῳ» παρʼ Ἀλκμᾶνι, ἀντὶ τοῦ ὅμοιος εἶ, καὶ διὰ τὸ εἶα καὶ κατʼ ἔκτασιν Ἀττικὴν τοῦ ε εἰς η ᾖα, ὃ γίνεται ἐν διαλύσει παρὰ τῷ ποιητῇ, ἤϊα πολλὰ θεοὺς γουνούμενος.
Εὐστάθιος ὁ Θεσσαλονίκης Ἡρωδιανὸς προϋποθεὶς ῥῆμα τὸ εἴδω παράγει ἐξ αὐτοῦ μέσους παρακειμένους ἐπὶ μὲν τοῦ θεωρῶ καὶ γινώσκω οἶδα, ἐπὶ δὲ τοῦ ὁμοιῶ τὸ οἶκα, ἐξ οὗ ἔοικα, οὗ ὑπερσυντελικὸς ἐῴκειν κατὰ ἔκτασιν.
τοῦ δείδοικα πρωτότυπον ὂν τὸ δέδοικα ἐκ τοῦ δείδω τὸ δειλιῶ ἔχει ἀπορίαν πῶς διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ διὰ τὸν κανόνα, διʼ ὃν ὥρισται καθολικῶς, ὅτι ἐπὶ τῶν βαρυτόνων, διʼ οὗ συμφώνου ἐκφέρεται ὁ ἐνεστώς, διὰ τοῦ αὐτοῦ καὶ ὁ μέσος παρακείμενος οἷον λείβω λέλοιβα, λέγω λέλογα κατὰ τὸν Ἡρωδιανόν, καθʼ ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέσον παρακείμενον. λύσις δὲ τῆς ἀπορίας ταύτης τὸ μὴ χρῆναι τρία παράλληλα δ παραλαμβάνεσθαι. τὸ γὰρ τοιοῦτον ψελλισμῷ, φησίν, ὑποπίπτει. διὸ ἀντεισῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείσω δέδεικα, ὃς ἐσιγήθη διὰ τὸ τοῦ μέσου παρακειμένου πολύχρηστον. ὅτι δʼ ἐν πολλοῖς ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιος, ὃν δέον ὂν διφθόγγῳ παραλήγεσθαι κατὰ τὸν κανόνα τοῦ κήτειος κήδειος ἐπιτήδειος καὶ τῶν ὁμοίων ὅμως, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε, ἐγράφη διὰ μόνου τοῦ ι· Σοφοκλῆς «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «Ἴριδι δίῃ» κακίζεται κατὰ τὸ ἀλλεπάλληλον τῶν διχρόνων.
Γεώργιος ὁ Χοιροβοσκός περὶ τοῦ ἔολπα ζητοῦσιν ὅτι πόθεν γέγονε; — λέγει δὲ ὁ Ἡρωδιανὸς ὅτι δύναται εἶναι ὡς ἀπὸ τρισυλλάβου τοῦ ἐέλπω, τούτου γὰρ ὁ μέσος παρακείμενος ἤελπα καὶ κατὰ τροπὴν τοῦ ε εἰς τὸ ο καὶ συστολῇ τοῦ η εἰς τὸ ε ἔολπα.
τὸ ἔμμορε Ζηνόβιος καὶ Ἡρωδιανὸς οὕτω κανονίζουσι μείρω μερῶ, ὁ μὲν παρακείμενος μέμορα καὶ ἐν ὑπερθέσει τοῦ μ ἔμμορα.
Εὐστάθιος ὁ Θεσσαλονίκης Ἡρωδιανὸς ἐκ τοῦ λήχω τὸ λαγχάνω παράγων τὸ λέλοχα τροπῇ τοῦ η εἰς ο μικρὸν ὁμοίως τῷ πήθω πέποθε λέγει καὶ πλεονάζειν ἐν αὐτοῖς τὸ ν ὡς καὶ ἐν τῷ κέχανδα οἷον «οἶκον κεχανδότα πολλὰ καὶ ἐσθλά».
Ἐτυμολογικὸν τὸ Μέγα, Ἐπιμερισμοὶ Ὁμηρικοί οὐδέποτε μέσος παρακείμενος διὰ δύο συμφώνων κατὰ σύλληψιν ἐκφέρεται οὐδὲ διὰ διπλῶν· ἔνθεν οὔτε ἀπὸ τοῦ χραισμῶ οὔτε ἀπὸ τοῦ ὀλισθῶ μέσοι γεγόνασι παρακείμενοι ὥσπερ οὐδὲ ἀπὸ τοῦ λιχμῶ, ἵνα μὴ διὰ δύο συμφώνων ἐξενεχθῶσι. τὸ γὰρ «γλώσσῃσι δνοφερῇσι λελιχμότες» παρʼ Ἡσιόδῳ οὕτως ἐγένετο· ἔστι τι περισπώμενον λιχμῶ οὗ ὁ παρακείμενος λελίχμηκα καὶ ἡ μετοχὴ λελιχμηκώς καὶ κατὰ συγκοπὴν λελιχμώς. καὶ τὸ πεφυζώς γέγονεν ἀπὸ τοῦ πεφυζηκώς καὶ κατὰ συγκοπὴν πεφυζώς. — Περὶ ὑπερσυντελικοῦ.— Περὶ πρώτου ἀορίστου.
Εὐστάθιος ὁ Θεσσαλονίκης ὥσπερ τὸ κρῆναι ἀπὸ δισυλλάβου τοῦ κραίνω καὶ τὸ μιῆναι ἀπὸ τοῦ μιαίνω, οὕτω καθʼ Ἡρωδιανὸν καὶ τὸ κυδῆναι ἐκ τοῦ κυδαίνω, εἰ καὶ κυδᾶναι, φησί, καθʼ ἡμᾶς λέγεται ὡς καὶ κερδᾶναι.
Γεώργιος ὁ Χοιροβοσκός ἄξιόν ἐστι ζητῆσαι, διὰ τί τῶν σεσημειωμένων ἐν τῷ πρώτῳ ἀορίστῳ, φημὶ δὲ τὸ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰς ω, λέγω δὲ τὸ εἶπα καὶ ἤνεγκα, κλίνεται μὲν καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰς μι, λέγω δὲ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνεται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις; καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν κτλ. ὁ δὲ Ἡρωδιανὸς ἄλλην ἀπολογίαν παραδίδωσιν ἔχουσαν οὕτως· τὸ εἶπα διὰ τοῦ ψ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ψ ἔχει, ἔψω γάρ ἐστι· τοῦ δὲ μέλλοντος τὸ ψ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ψ ἐκφέρεται οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ξ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται, ἐνέγξω γάρ ἐστι ὁ μέλλων· τοῦ δὲ μέλλοντος τὸ ξ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ξ ἐκφέρεται οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ψ ὤφειλε καὶ τὸ ἤνεγκα διὰ τοῦ ξ, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ τὸ μὲν διὰ τοῦ π, τὸ δὲ διὰ τοῦ κ, τὸ δὲ κ συγγένειαν πρὸς τὸ ξ καὶ τὸ π πρὸς τὸ ψ ἔχειν, τὸ δὲ ξ ἐκ τοῦ κ καὶ σ δοκεῖ συγκεῖσθαι, τὸ δὲ ψ ἐκ τοῦ π καὶ σ, εἰκότως ὡς μέρος τι τῆς ἀναλογίας φυλάξαντα ἀκωλύτως κλίνεται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα διὰ τοῦ σ ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ σ ἐκφέρεται, δώσω γὰρ καὶ θήσω καὶ ἥσω ἐστὶν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ ἀφήσω· τοῦ δὲ μέλλοντος διὰ τοῦ σ ὄντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ σ ἐκφέρεται οἷον ποιήσω ἐποίησα, νοήσω ἐνόησα· ἐπειδὴ οὖν τὸ ἔθηκα, ἔδωκα, ἧκα διὰ τοῦ σ ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ διὰ τοῦ κ, τὸ δὲ κ πρὸς τὸ σ οὐδεμίαν συγγένειαν ἔχει, εἰκότως ὡς μὴ φυλάξαντα μέρος τι τῆς ἀναλογίας κωλύεται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. — Περὶ δευτέρου ἀορίστου.
Γεώργιος ὁ Χοιροβοσκός περὶ τῆς ποσότητος τῶν συλλαβῶν ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ πρώτῳ ἀορίστῳ ὁ δεύτερος ἀόριστος οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύσσω ἔνυξα ἔνυγον, γράφω ἔγραψα ἔγραφον, ἐξ οὗ τὸ ἐγράφην, ἀπὸ δὲ περισπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτερος ἀόριστος, οἷον δουπῶ ἐδούπησα ἔδουπον, μυκῶ ἐμύκησα ἔμυκον, χραισμῶ ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὠλίσθησα ὤλισθον.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι ὁ δεύτερος ἀόριστος εἴτε ἀπὸ βαρυτόνων θεμάτων εἴτε ἀπὸ περισπωμένων βραχείᾳ θέλει παραλήγεσθαι, οἷον λείπω ἔλιπον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ ἔμυκον· τὰ γὰρ φυλάττοντα τὴν παραλήγουσαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίστῳ εὐαρίθμητα· ἔστι δὲ ταῦτα· χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, καὶ κατὰ ὑπερβιβασμὸν τοῦ ρ καὶ τροπῇ τοῦ α εἰς ο καὶ πλεονασμῷ τοῦ β ἤμβροτον. ἔστι καὶ τὸ δουπῶ ἔδουπον μακρᾷ παραληγόμενον, καὶ τὸ τέρπω ἔταρπον, πλήσσω ἔπληγον καὶ ἔπλαγον πρὸς διάφορον σημαινόμενον· ὁ γὰρ πλήσσων ἢ ὁ πλησσόμενος ἢ σωματικῶς πλήσσεται ἢ ψυχικῶς, καὶ εἰ μὲν σωματικῶς, ἔπληγον, διὰ τοῦ η, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶς, ἔπλαγον, διὰ τοῦ α, ἐξ οὗ τὸ ἐπλάγην καὶ κατεπλάγην. ἀμέλει ὁ ποιητής, ἐπειδὴ ἐπὶ τῆς ψυχικῆς διαθέσεως κατεπλήγη εἶπε διὰ τοῦ η διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προσέθηκε τὸ φίλον ἦτορ, κατεπλήγη φίλον ἦτορ, ἵνα μὴ διὰ τῆς γραφῆς τοῦ η νομισθῇ ἐπὶ τῆς σωματικῆς διαθέσεως κεῖσθαι. τὸ αὐτὸ δὲ λέγουσι καὶ ἐπὶ τοῦ πονῶ πονήσω καὶ πονέσω, ὁ γὰρ πονῶν ἢ σωματικῶς πονεῖ ἢ ψυχικῶς· καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ε, εἰ δὲ ψυχικῶς πονήσω διὰ τοῦ η· διὰ τοῦτο σημειούμεθα παρὰ Ἀριστοφάνει ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη, ἐπειδὴ σωματικῶς λεχθὲν διὰ τοῦ η προσηνέχθη. ἔστι καὶ τὸ δέρθω ἔδαρθον μακρᾷ παραληγόμενον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδραθον, σημαίνει δὲ τὸ ἐκοιμήθην· ἔστι δὲ καὶ τὸ ἔπεφνον· ἔστι καὶ τὸ ἅδε τὸ σημαῖνον τὸ ἤρεσε. γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ἥδω ἐξ οὗ τὸ ἥδομαι, τούτου ὁ δεύτερος ἀόριστος λόγῳ μὲν παραληγούσης γίνεται ἅδον διὰ τοῦ α, ἐξ οὗ τὸ ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων, ὥσπερ λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον· λόγῳ δὲ ἀρχούσης γίνεται ἧδον διὰ τοῦ η, καὶ ἧδε καὶ κατὰ διάλυσιν τοῦ η εἰς ε καὶ α γίνεται ἕαδα, ὥσπερ ἥλω ἑάλω· ἔστι καὶ τὸ δέρκω ἔδαρκον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδρακον· ἔστι καὶ τὸ πέρθω ἔπαρθον, ὅπερ γίγνεται κατὰ ὑπερβιβασμὸν ἔπραθον· ἔστι καὶ τὸ κακέμφατον τὸ ἔπαρδον μακρᾷ παραληγόμενον, ὅτι ἀπὸ τοῦ πέρδω, ἐξ οὗ τὸ πέρδομαι, ἔπαρδον καὶ ἀπέπαρδον· τὸ ἦλθον καὶ εὗρον λόγῳ ἀρχούσης ἔχουσι τὴν μακράν· ἐπειδὴ γὰρ ταῦτα δισύλλαβά ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἔσχε τὴν μακρὰν καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης. γέγονε δὲ τὸ ἦλθον τοῦτον τὸν τρόπον· ὥσπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονε ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. ὡσαύτως δὲ καὶ τὸ εἶπον, ὡς ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούσης ἔσχε τὴν μακράν· τὸ γὰρ ε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ τρέπεται εἰς η οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον· οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ λόγῳ παραληγούσης προσῆλθε τὸ ι, ἐπειδὴ ὡς εἰρήκαμεν, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτερος ἀόριστος, βραχείᾳ θέλει παραλήγεσθαι οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον. ἰστέον δὲ ὅτι εἶδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούσης διὰ τῆς ει διφθόγγου γράφεται οἷον εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών· λόγῳ δὲ παραληγούσης διὰ τοῦ ι γράφεται οἷον οὐκ ἴδον οὐ πυθόμην.
Ἔλθωμεν δὲ καὶ μάθωμεν πῶς συστέλλεται ἐν τῷ δευτέρῳ ἡ παραλήγουσα. ἰστέον ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ω εἰς τὸ α ἐτράπη καὶ ἐπὶ τοῦ λήβω ἔλαβον τὸ η εἰς α τρέπεται ἐν τῷ δευτέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, εἰς α δὲ συστελλόμενον, δηλονότι βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριστον βραχείᾳ θέλειν παραλήγεσθαι, ὡς εἴρηται. ἔστω δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω — τὸ καίω — ἔπραθον, φήγω ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον — ἐξ οὗ τὸ ἐτάκην —, πλήσσω ἔπλαγον — ἐξ οὗ τὸ ἐπλάγην πρὸς διάφορον σημαινόμενον, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν· ἡ ευ δίφθογγος τὸ ε ἀποβάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίστῳ. φεύγω ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον — ἐξ οὗ τὸ ἐπυθόμην —, ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ δεύτερος ἀόριστος ἐτυχόμην τετύχοντο κατὰ ἀναδιπλασιασμὸν καὶ τροπῇ τοῦ χ εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὲ εἰς τὸ κ, «τετύκοντό τε δαῖτα». ἐὰν εὑρεθῇ δύο δίχρονα, τὸ δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίστῳ καὶ τὸ πρῶτον φυλάττεται οἷον καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, χαίρω ἔχαρον ἐξ οὗ τὸ ἐχάρην, μαίνω μαίνομαι ἔμανον ἐξ οὗ τὸ ἐμάνην, φαίνω ἔφανον ἐξ οὗ τὸ ἐφάνην, χαίνω ἔχανον, παύω ἔπαον ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ συνηθείᾳ· ἡ ει δίφθογγος ἐν τῷ δευτέρῳ ἀορίστῳ ἀποβάλλει τὸ ε καὶ φυλάττει τὸ ι· οἷον λείπω ἔλιπον, πείθω ἔπιθον ἐξ οὗ τὸ ἀπαρέμφατον πιθεῖν ὥσπερ λαβεῖν καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν, λείβω ἔλιβον. δεῖ προσθεῖναι, χωρὶς τῶν δισυλλάβων τῆς εʹ συζυγίας· ἐπʼ ἐκείνων γὰρ τὸ ι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριστον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ι ἀποβάλλεται καὶ τὸ ε εἰς α τρέπεται οἷον κείρω κερῶ ἔκαρον ἐξ οὗ τὸ ἐκάρην, φθείρω φθερῶ ἔφθαρον ἐξ οὗ τὸ ἐφθάρην, σπείρω σπερῶ ἔσπαρον ἐσπάρην, κτείνω κτενῶ ἔκτανον. πρόσκειται «χωρὶς τῶν δισυλλάβων», ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο συλλαβὰς τὸ ι μόνον ἀποβάλλεται, οὐκέτι δὲ τροπὴ παρηκολούθησε τοῦ ε εἰς τὸ α ἐν τῷ δευτέρῳ ἀορίστῳ οἷον ἐγείρω ἤγερον, ὀφείλω ὤφελον.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον δὲ ὅταν εὑρεθῇ τὸ ε σὺν ἀμεταβόλῳ, ὡς ἐπὶ τὸ πλεῖστον τρέπεται εἰς τὸ α κατὰ τὸν δεύτερον ἀόριστον ἐν τῇ παραληγούσῃ, εἴτε τοῦ ε προηγεῖται τὸ ἀμετάβολον, εἴτε ἐπιφέρεται αὐτῷ· τῆς εʹ συζυγίας τὸ ι δηλονότι ἀποβάλλεται οἷον κείρω ἔκαρον, φθείρω ἔφθαρον, στείλω ἔσταλον ἐξ οὗ τὸ ἐστάλην καὶ ἀπεστάλην, δείρω ἔδαρον ἐξ οὗ τὸ ἐδάρην, τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ ὑπερβιβασμὸν ἔπραθον, δέρκω ἔδαρκον, πέρδω ἔπαρδον ἐξ οὗ πέρδομαι, δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τὸ ε καὶ ἐπιφερόμενον ἔχει τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥς φησιν Ἡρωδιανός, καὶ ἀπὸ περισπωμένου τοῦ δραμῶ εἶναι ἐξ οὗ ὁ δεδράμηκα παρακείμενος· καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ε τοῦ ἀμεταβόλου· καὶ προηγουμένου δὲ τοῦ ε τοῦ ἀμεταβόλου οἷον κλέπτω ἔκλαπον ἐξ οὗ τὸ ἐκλάπην, πλέκω ἔπλακον ἐξ οὗ τὸ ἐπλάκην, τρέπω ἔτραπον ἐξ οὗ τὸ ἐτράπην, τρέφω ἔτραφον ἐξ οὗ τὸ ἐτράφην, στρέφω ἔστραφον ἐξ οὗ τὸ ἐστράφην, βρέχω ἔβραχον ἐξ οὗ τὸ ἐβράχην. πρόσκειται «ὡς ἐπὶ τὸ πλεῖστον» διὰ τὸ ἀγείρω ἤγειρον, ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω ἔλεγον ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ε εἰς α.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι τὸ ἔπεσον μονῆρές ἐστιν, οὐδέποτε γὰρ ὁ δεύτερος ἀόριστος πρὸ τῆς ον συλλαβῆς τὸ σ ἔχει οἷον ἔτυπον, ἔνυγον, ἔλαβον, ἔμαθον, ἔφαγον, ἔδακον. λέγει δὲ Ἡρωδιανός, ὅτι ἐστὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὲ τὸ ἔχεσον, καὶ αὐτὸ πρὸ τῆς ον συλλαβῆς τὸ σ ἔχει καὶ παρατίθεται τὴν χρῆσιν παρʼ Ἀλκαίῳ ἐν Γανυμήδει ἔχουσαν οὕτως κατέχεσον τῆς Νηρηΐδος. σχηματίζει δὲ ὁ Ἡρωδιανὸς τοῦτον τὸν τρόπον τὸ ἔπεσον· φησὶν ὅτι ὥσπερ ἀπὸ τοῦ φυσῶ φυσήσω γίνεται φύσημα καὶ ἀπὸ τοῦ νοσῶ νοσήσω νόσημα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πεσῶ περισπωμένου γίνεται πεσήσω καὶ πέσημα, ὄνομα ῥηματικόν, ὡς παρʼ Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ οὗ πεσήματα πλεῖσθʼ Ἑλλάδος πέπτωκε δορυπετῆ νεκρῶν, καὶ λοιπὸν ὡς ἀπὸ τοῦ πεσῶ περισπωμένου γέγονεν ἔπεσον ὁ δεύτερος ἀόριστος ὥσπερ καὶ ἀπὸ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον.
Ἐτυμολογικὸν τὸ Μέγα ὁ Ἡρωδιανὸς λέγει τοῦτο καὶ τὰ ὅμοια ἐκ μέλλοντος μετατεθεῖσθαι εἰς ἐνεστῶτα ἵξω καὶ ὁ παρατατικὸς ἷξον ἷξες ἷξε· τὸ πληθυντικὸν ἵξομεν ἷξετε ἷξον. ὅτι δὲ οὐκ ἔστι δεύτερος ἀόριστος, ἀλλὰ παρατατικός, ἐλέγχει καὶ τὰ προστακτικά. εὑρήσεις γὰρ βῆσε καὶ ἷξε καὶ οἶσε ὡς τύπτε καὶ γράφε. εἰ δὲ ἦν ἀόριστος, ἦν ἂν βῆσον καὶ ἷξον. ἔστι δὲ οἴσω μέλλων, οὗ ἄλλο κίνημα οὐχ εὕρηται πλὴν τοῦ μέλλοντος. οὗτος δὲ μετάγεται κατὰ ποιητικὴν ἐξουσίαν εἰς ἐνεστῶτα, οὗ τὸ προστακτικὸν οἶσε «οἶσε θέειον γρηΰ» καὶ «οἴσετε πῦρ».
Γεώργιος ὁ Χοιροβοσκός εἰ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, καὶ ὁ δεύτερος ἀόριστος διὰ καθαροῦ τοῦ ον ἐκφέρεται οἷον κίω ἔκιον ὡς παρὰ τῷ ποιητῇ «ἔκιον μεγάλῳ ἀλαλητῷ», καίω ἔκαον ἐξ οὗ τὸ ἐκάην, πίω ἔπιον.
Ἐτυμολογικὸν τὸ Μέγα γόον: «οἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα δῖον» ἀντὶ τοῦ ἐγόων. ὁ μὲν Ἀπολλώνιος δευτέρας συζυγίας αὐτὸ εἶναι λέγει καὶ παρατατικοῦ, ὁ δὲ Ἡρωδιανὸς δευτέρου ἀορίστου ὥσπερ κτυπῶ ἔκτυπον, οὕτω γοῶ ἔγοον.
Ἐπιμερισμοὶ Ὁμηρικοί λίγξε τοῦτο δηλοῖ μίμησιν ἤχου, ὃν ἀφιεμένου τοῦ βέλους ἀποτελεῖ ἡ νευρά. τὰ δὲ κατὰ μίμησιν φωνῆς λεγόμενα εἰς ἰδιότητα γέγονε· καὶ τοίνυν τὸ λίγξε, εἰ καὶ ἀορίστου αʹ χαρακτῆρα ἔχει, ἀλλʼ οὖν τὸ θέμα αὐτοῦ μὴ ζητήσεις, ὅθεν τὸν Νίκανδρόν τινες ἐμέμψαντο ἐν τῷ λέγειν «ἐπιλίζοντας ὀϊστούς». τοῦ γὰρ λίγξε τὸ θέμα θελήσας εἰπεῖν ἔφθειρε τὴν τοῦ ἤχου μίμησιν· οὐ γὰρ ἀπὸ θέματος τὰ τοιαῦτα κέκλιται, ἀλλʼ ἀπὸ τῶν φωνῶν μόνων αὐτῶν ἡ ὀνοματοποιΐα γέγονε· καὶ τὸ «σίζʼ ὀφθαλμός»· καιόμενος γὰρ ὁ τοῦ Κύκλωπος ὀφθαλμὸς ποιὰν ἀπετέλεσε φωνήν. τοῦ οὖν σίζω χαρακτῆρα ἔχοντος ἐνεστῶτος χρόνου μὴ ζήτει μηδένα χρόνον ἕτερον μηδὲ ἔγκλισιν ἑτέραν μηδὲ ὡς τὸ ἵζω κλίνῃς τὸ σίζω, ἵνα μὴ καὶ τὸ σημαινόμενον διαφθείρῃς. πάλιν ἔστι τὸ «κύματα παφλάζοντα». μὴ οὖν ὥσπερ τὸ θαυμάζω κλίνῃς παφλάσω ἢ πεπάφλακα, ἀφαιρήσεις γὰρ τὴν λέξιν τῆς ἐμφάσεως, τῆς τοῦ ἤχου μιμήσεως. πάλιν ἔστι παρὰ τῷ ποιητῇ «κρίκε δὲ ζυγόν» μιμητικῶς εἰρημένον, ἐφʼ οὗ τινες οὐ προσεσχηκότες τῇ μιμήσει τῆς φωνῆς ἠπόρησαν, ὡς Ἡρωδιανός φησι, πῶς ἀπὸ θέματος τοῦ κρίζω ὢν ὁ δεύτερος ἀόριστος οὔτε διὰ τοῦ γ ἐστὶν οὔτε διὰ τοῦ δ ὡς τὸ φράζω ἔφραδον καὶ στίζω ἔστιγον, ἀλλὰ διὰ τοῦ κ· ὅτι δέ ἐστι τὸ κρίζω θέμα, δῆλον ἐκ τῶν κινημάτων· ὁ γὰρ ποιητής φησιν «αἱ κεκριγυῖαι» καὶ ῥηματικὸν ὄνομα κριγή ὡς παρʼ Ἱππώνακτι «κριγὴ δὲ νεκρῶν ἄγγελός τε καὶ κῆρυξ». σχηματίζει δὲ τὸ κρίζω Ἡρωδιανὸς οὕτως· ἔστι μονοσύλλαβον κρῶ, ἀφʼ οὗ τὸ κράζω ἕτερον ῥῆμα καὶ κρώζω· ἀπὸ δὲ τοῦ κράζω γίνεται κρίζω ὡς στάζω στίζω, σεβάζω σεβίζω. τούτου δὲ τοῦ κρίζω ἡμαρτημένον ἀόριστον παραλαμβάνει τὸ κρίκε. ἡμεῖς δὲ οὐ φαμὲν ἡμαρτῆσθαι, ἀλλὰ πεποιῆσθαι. — Περὶ πρώτου μέλλοντος.
Γεώργιος ὁ Χοιροβοσκός ἄξιόν ἐστι ζητῆσαι διὰ ποίαν αἰτίαν ὁ μέλλων συνάρχεσθαι θέλει τῷ ἰδίῳ ἐνεστῶτι οἷον τύπτω τύψω, λέγω λέξω, ἄγω ἄξω, οἰκῶ οἰκήσω. καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἰστέον ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· πάντα γὰρ τὰ ὄντα ἐν τῇ εὐθείᾳ ἐστὶ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ ἐστὶ καὶ ἐν τῷ ἐνεστῶτι οἷον τὸ ν, ξ, ρ, ς, ψ ἐστὶν ἐν τῇ εὐθείᾳ ὡς ἐν τῷ Δίων, Φοῖνιξ, Νέστωρ, Πάρις, Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντί ἐστιν οἷον τύψω, λέξω, ποιήσω, κερῶ, ῥανῶ· καὶ πάλιν διὰ τοῦ γ, κ, χ, β, π, φ, δ, θ, τ, καὶ διὰ καθαροῦ τοῦ ος ἐκφέρεται ἡ γενικὴ οἷον Φοίνικος, τέττιγος, ὄνυχος, Πέλοπος, Ἄραβος, Κίνυφος, Πάριδος, ὄρνιθος, Λάχητος, βότρυος· ἀλλὰ καὶ ὁ ἐνεστὼς ἐκφέρεται διὰ τούτων τῶν συμφώνων καὶ διὰ καθαροῦ τοῦ ω οἷον λέγω, πλέκω, τρέχω, τέρπω, λείβω, γράφω, δίδω, πείθω ἀνύτω, ἀκούω, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ μέλλοντί ἐστι καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ πάντα τὰ ὄντα ἐν τῷ ἐνεστῶτι καὶ ἐν τῇ γενικῇ· ἰδοὺ γὰρ τὸ μ καὶ τὸ λ ἔστιν ἐν τῷ μέλλοντι οἷον τιλῶ, νεμῶ, καὶ ὅμως οὐκ ἔστιν ἐν τῇ εὐθείᾳ — τὸ γὰρ Δανιήλ καὶ Ἀδάμ βάρβαρά ἐστι· καὶ πάλιν ὁ ἐνεστὼς ἔχει πρὸ τοῦ ω τὸ ζ καὶ τὰ δύο σσ οἷον πλήσσω, συρίζω, καὶ ὅμως ἡ γενικὴ ἀπὸ κλίσεως οὐκ ἔχει ταῦτα. πρόσκειται «ἀπὸ κλίσεως» διὰ τὸ μαζὸς μαζοῦ καὶ Παρνασσὸς Παρνασσοῦ· ἐνταῦθα γὰρ ἀπὸ τῆς εὐθείας ἐστὶ τὸ ζ καὶ τὰ δύο σσ. ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ, ἡ δὲ γενικὴ συνάρχεται τῇ εὐθείᾳ οἷον λέβητος λέβης, Λάχητος Λάχης, Τρωός Τρώς, Πηλέως Πηλεύς, Αἴαντος Αἴας, ἔρωτος ἔρως· τὸ γὰρ Ζεὺς Διός Βοιωτικόν ἐστι καὶ τὸ θρίξ τριχός τροπὴν πέπονθε τοῦ θ εἰς τὸ τ, τούτου χάριν ὁ ἐνεστὼς συνάρχεται τῷ μέλλοντι.
Γεώργιος ὁ Χοιροβοσκός περὶ τῆς ποσότητος τῶν συλλαβῶν ἰστέον ὅτι ἐπὶ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ μέλλων τῷ ἐνεστῶτι οἷον τύπτω τύψω· τὸ γὰρ παρʼ Ἀριστοφάνει τυπτήσω ἐν Πλούτῳ οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε ὡς ἀπὸ περισπωμένου ἐστί· λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείσω, ἀκούω ἀκούσω, βαδίζω βαδίσω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ. δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων ἓν λ, ἐπὶ τούτων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω, μέλω μελήσω, μελήσουσιν δέ μοι ἵπποι, ὀφείλω ὀφειλήσω· ἐπὶ δὲ περισπωμένων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, γελῶ γελάσω, περῶ περάσω, στεφανῶ στεφανώσω, γυψῶ γυψώσω, καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τις τὴν ἐντέλειαν, εὑρίσκει τὸν μέλλοντα ἰσοσύλλαβον τῷ ἐνεστῶτι οἷον ποιέω ποιήσω, βοάω βοήσω, χρυσόω χρυσώσω, ἀλλὰ λοιπὸν ὁ ἐνεστὼς συναιρούμενος ἔνδειαν πάσχει συλλαβῆς οἷον ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ, καὶ τούτου χάριν εὑρίσκεται ὁ μέλλων μιᾷ συλλαβῇ περιττεύων τοῦ ἐνεστῶτος. καὶ ἄξιόν ἐστι ζητῆσαι διὰ τί τὰ διʼ ἑνὸς λ ἐκφερόμενα περιττοσυλλάβους ἔχει τοὺς μέλλοντας οἷον θέλω θελήσω, μέλω μελήσω — τὸ ἐν φροντίδι εἰμί —, ὀφείλω ὀφειλήσω. καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν αἰτίαν, ὅτι πολλά ἐστι ῥήματα καὶ ὡς ἀπὸ βαρυτόνων καὶ ἀπὸ περισπωμένων ποιεῖται τὴν κλίσιν οἷον τύπτω τύψω καὶ τυπτῶ τυπτήσω, οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε, Ἀριστοφάνης ἐν Πλούτῳ· εἴδω εἴσω, ἐξ οὗ καὶ τὸ εἴσομαι εἴσομαι αἴ κε μʼ ὁ Τυδείδης κρατερὸς Διομήδης, καὶ εἰδῶ εἰδήσω, ἐξ οὗ τὸ εἰδῇς δὲ καὶ αὐτός, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡς παρὰ τῷ ποιητῇ «ἀνερρίπτουν», κύω ἔκυον καὶ κυῶ ἐκύουν ἣ δʼ ἐκύει φίλον υἱόν γράφω γράψω καὶ γραφῶ γραφήσω, ἐξ οὗ ὁ γεγράφηκα παρακείμενος. οὕτως οὖν καὶ τὰ ἔχοντα ἓν λ ἕως μὲν τοῦ παρατατικοῦ ὡς ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίσιν, ἀπὸ δὲ τοῦ μέλλοντος ὡς ἀπὸ περισπωμένων οἷον θέλω θελήσω τεθέληκα ἐθέλησα, μέλω μελήσω μεμέληκα ἐμέλησα, ὀφείλω ὀφειλήσω ὠφείληκα ὠφείλησα, ὥσπερ νοῶ νοήσω νενόηκα ἐνόησα. ταῦτα μὲν Ἀπολλώνιος.
Γεώργιος ὁ Χοιροβοσκός ὁ δὲ Ἡρωδιανὸς ἀνατρέπει αὐτὸν λέγων, ὅτι κακῶς λέγεις, τὰ γὰρ ὡς ἀπὸ βαρυτόνων καὶ ὡς ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ ὡς ἀπὸ περισπωμένων καὶ ὡς ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίσιν οἷον τύπτω τύψω τυπτῶ τυπτήσω, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐῤῥίπτουν, εἴδω εἴσω καὶ εἰδῶ εἰδήσω· τὰ δὲ ἔχοντα ἓν λ οὐ ποιεῖται κατὰ τὸν αὐτὸν χρόνον καὶ ὡς ἀπὸ βαρυτόνων θεμάτων καὶ ὡς ἀπὸ περισπωμένων τὴν κλίσιν· ἀλλʼ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, ἀπὸ βαρυτόνων ποιεῖται τὴν κλίσιν, οὐδέποτε δὲ ὡς ἀπὸ περισπωμένων· κρεῖττον οὖν ἐστιν εἰπεῖν, φημί, τὴν ἀπολογίαν ταύτην· ἐν τοῖς ῥήμασι τὸ σ καὶ τὸ λ πέφυκε διπλασιάζεσθαι οἷον πλήσσω, τινάσσω, πάλλω, τίλλω· καὶ τὰ μὲν ἔχοντα δύο σσ ἢ δύο λλ χαίρει τῇ βαρείᾳ τάσει οἷον νύσσω, πλήσσω, τινάσσω, ἐρύσσω, τίλλω, ποικίλλω, στέλλω, σφάλλω, χωρὶς εἰ μὴ ἔχῃ ὀνόματα προϋποκείμενα· ἐκεῖνα γὰρ περισπᾶται οἷον ἅμιλλα ἁμιλλῶ — ἐξ οὗ ἁμιλλῶμαι —, λύσσα λυσσῶ, τὸ γὰρ νύσσω οὐκ ἀπὸ τοῦ νύσσα ἐστίν, ἐπεὶ εἶχε περισπᾶσθαι, ἀλλὰ τοὐναντίον, νύσσα γὰρ λέγεται ὁ καμπτὸς παρὰ τὸ νύσσεσθαι τοὺς ἵππους· τὰ δὲ εἰς ἓν σ ἢ ἓν λ χαίρει τῇ περισπωμένῃ τάσει οἷον φιλῶ, χρυσῶ, γελῶ, λαλῶ, ἐλῶ — σημαίνει δὲ τὸ ἐλαύνω —, ὠφελῶ, πωλῶ, ἀμελῶ. ταῦτα οὖν ἔχοντα ἓν λ καὶ μὴ περισπασθέντα, λέγω δὲ τὸ μέλω καὶ θέλω καὶ ὀφείλω, ἀνεμερίσατο τὴν κλίσιν, καὶ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, ἀπὸ βαρυτόνων κλίνεται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐφεξῆς χρόνοις ὡς ἀπὸ τῶν περισπωμένων ποιεῖται τὴν κλίσιν. τούτου οὖν χάριν τὰ διʼ ἑνὸς λ ἐκφερόμενα ἔχει τὸν μέλλοντα μιᾷ συλλαβῇ περιττεύοντα τοῦ ἐνεστῶτος.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι ἀναλογίαν ἔχει ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα διὰ τοῦ ψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ β ἢ π ἢ φ ἐκφέρεται οἷον Ἄραψ Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος — ἔστι δὲ ὄνομα ποταμοῦ —, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ β ἢ π ἢ φ ἢ πτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ψ ἐκφέρεται οἷον λείβω λείψω, γράφω γράψω, τέρπω τέρψω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ξ ἐκφέρεται τότε ἡ γενικὴ διὰ τοῦ γ ἢ κ ἢ χ ἢ κτ ἐκφέρεται οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, ὄνυξ ὄνυχος, ἄναξ ἄνακτος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς ἢ διὰ τοῦ γ ἢ κ ἢ χ ἢ κτ, τότε ὁ μέλλων διὰ τοῦ ξ ἐκφέρεται οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, πέκω πέξω· καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ς ἐκφέρεται καὶ περιττοσυλλάβως κλίνεται, τότε ἡ γενικὴ διὰ τοῦ θ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ος ἐκφέρεται οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχητος, βότρυς βότρυος· τούτου οὖν χάριν ὅτε ὁ ἐνεστὼς διὰ τοῦ δ ἢ θ ἢ τ ἢ διὰ καθαροῦ τοῦ ω ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ σ ἐκφέρεται οἷον ᾄδω ᾄσω, πείθω πείσω, ἀνύτω ἀνύσω, ἀκούω ἀκούσω. καὶ πάλιν ἐπειδὴ ἡ εὐθεῖα διʼ ἀμεταβόλου ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἷον Ἕκτωρ Ἕκτορος, Νέστωρ Νέστορος, Πλάτων Πλάτωνος, Θέων Θέωνος — τὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος ἑτερόκλιτα λέγουσιν εἶναι, ὡς ἀπὸ τῆς εἰς ας καταλήξεως, ὁμοίως δὲ καὶ ἡ ὕδατος γενικὴ ὡς ἀπὸ τοῦ ὕδας ἐστί· τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διʼ ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται οἷον κείρω κερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ.
Γεώργιος ὁ Χοιροβοσκός ἡ τετάρτη συζυγία τῶν βαρυτόνων διφορεῖται κατὰ τὸν μέλλοντα· πῇ γὰρ διὰ τοῦ σ ἐκφέρεται οἷον συρίζω συρίσω, ἐλπίζω ἐλπίσω, φράζω φράσω· πῇ δὲ διὰ τοῦ ξ οἷον πλήσσω πλήξω, σφάζω σφάξω. καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι εἰκότως ἀτακτεῖ ὁ μέλλων τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων, καὶ πῇ μὲν διὰ τοῦδε συμφώνου ἐκφέρεται, πῇ δὲ διὰ τοῦδε, ἐπειδὴ καὶ ὁ ἐνεστὼς ἀτακτεῖ. ποία δὲ συγγένεια ἐπὶ τῶν βʹ σσ πρὸς τὸ ξ; οὐ γάρ ἐστι τὰ βʹ σσ διπλοῦν σύμφωνον, ὡς πρὸς τὸ ξ, διπλᾶ γάρ ἐστι τρία, ζ ξ ψ.
Γεώργιος ὁ Χοιροβοσκός δύναται ὁ ἐρέσω μέλλων, ἐξ οὗ ὁ ἀόριστος αʹ ἤρεσα «ἤρεσα χερσὶν ἐμῇσιν», ὥς φησιν ὁ Ἡρωδιανός, καὶ ὡς ἀπὸ περισπωμένου τοῦ ἐρῶ ὥσπερ τελῶ τελέσω.
Αἴλιος Ἡρωδιανός ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττική ἐστι καὶ περισπᾷ τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγεται τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ «τόνδε δʼ ἐγὼ κομιῶ». τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλʼ ἐστὶν ἐνεστὼς ἀντὶ μέλλοντος.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι ἐπὶ τῶν διὰ τοῦ ιζω ὑπερδισυλλάβων διὰ τοῦ ι γραφομένων εἰώθασιν οἱ Ἀθηναῖοι ἀποβάλλειν τὸ σ κατὰ τὸν μέλλοντα καὶ περισπᾶν οἷον γεμίζω γεμίσω γεμιῶ, ἐλπίζω ἐλπίσω ἐλπιῶ, συρίζω συρίσω συριῶ, λακτίζω λακτίσω λακτιῶ, βαδίζω βαδίσω βαδιῶ, κουφίζω κουφίσω κουφιῶ. ἀποβάλλουσι δὲ τὸ σ πρῶτον καὶ οὕτως περισπῶσιν, ἐπειδὴ τὸ σ χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλοντος οἷον ποιήσω, νοήσω, λαλήσω· ἀποβάλλουσι γὰρ πρῶτον τὸ αἴτιον τῆς βαρείας τάσεως καὶ οὕτως περισπῶσι· τοῦτο δὲ ποιοῦσι κατὰ τὸν μέλλοντα διὰ ταύτην τὴν αἰτίαν· κανών ἐστιν ὁ λέγων, ὅτι ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἢ ἴση θέλει εἶναι πρὸς τὴν παραλήγουσαν τοῦ βαρυτόνου ἐνεστῶτος, ἢ μείζων, οὐδέποτε δὲ ἐλάττων, χωρὶς τοῦ πνίγω πνίξω, ἐρείκω ἐρείξω, ψύχω ψύξω· ἴση μὲν οἷον λείπω λείψω, πείθω πείσω, λείβω λείψω, τύπτω τύψω, ῥάπτω ῥάψω, βλάπτω βλάψω· μείζων δὲ οἷον λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, τρέχω θρέξω, ἔχω ἕξω. πρόσκειται «βαρυτόνου ἐνεστῶτος» διὰ τὸ ἀρκῶ ἀρκέσω· ἐνταῦθα γὰρ ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος· ἀλλʼ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος ἐνεστώς. πρόσκειται «βαρυτόνου μέλλοντος», διὰ τὸ κείρω κερῶ· ἐνταῦθα γὰρ ἡ παραλήγουσα τοῦ μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος· ἀλλʼ οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος μέλλων. ἐπειδὴ οὖν ἐν τῇ τετάρτῃ συζυγίᾳ παρεβιάσθη ὁ κανών, ὁ γὰρ συρίζω καὶ δεσπόζω καὶ γεμίζω καὶ ἑτοιμάζω θέσει μακρᾷ παραλήγονται, τὸ δὲ θέσει μακρὸν τοῦ φύσει βραχέος μεῖζόν ἐστι, τούτου χάριν ταύτην τὴν παραλογίαν φεύγοντες οἱ Ἀθηναῖοι περισπῶσι τὸν μέλλοντα. κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης τοῦ βαρυτόνου ἐνεστῶτος, περισπᾶται οἷον κείρω κερῶ, σπείρω σπερῶ, φθείρω φθερῶ. καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ τί ἐπὶ τῶν ἄλλων τοῦτο οὐ ποιοῦσι· ἐπὶ γὰρ τῶν διὰ τοῦ αζω καὶ οζω οὐκ ἀποβάλλουσι τὸ σ κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν οἷον δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, ἀγοράζω ἀγοράσω, ἑτοιμάζω ἑτοιμάσω. καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ αζω καὶ ἐπὶ τῶν διὰ τοῦ οζω τοῦτο οὐ ποιοῦσιν, ἵνα μὴ φεύγοντες τὸ ἓν ἄτοπον μείζονι ἀτόπῳ περιπέσωσι· οἱ γὰρ Ἀθηναῖοι ὅπου εὕρωσι ἀλλεπάλληλα φωνήεντα δυνάμενα συναιρεθῆναι συναιροῦσιν αὐτὰ οἷον Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους. εἰ ἀπέβαλλον οὖν ἐπὶ τούτων τὸ σ κατὰ τὸν μέλλοντα καὶ περιέσπασαν, ἤμελλον συναίρεσιν ποιῆσαι ἀλλεπαλλήλων τῶν αὐτοῦ φωνηέντων οἷον ἑτοιμάζω ἑτοιμάσω καὶ ἑτοιμῶ ὡς τὸ βοῶ· καὶ πάλιν δεσπόζω δεσπόσω δεσπῶ, ὥσπερ χρυσόω χρυσῶ. εἰ ἐποίησαν δὲ συναίρεσιν, ἤμελλεν ὁ μέλλων ἐλάττονας συλλαβὰς ἔχειν τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἀδύνατον. ὁ μέλλων γὰρ ἰσοσυλλαβεῖν θέλει τῷ ἐνεστῶτι οἷον τύπτω τύψω, ἢ περιττοσυλλαβεῖν θέλει οἷον ποιῶ ποιήσω βοῶ βοήσω, θέλω θελήσω, ὀφείλω ὀφειλήσω. διὰ ταύτην οὖν τὴν αἰτίαν οὔτε ἐπὶ τῶν διὰ τοῦ αζω οὔτε ἐπὶ τῶν διὰ τοῦ οζω ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τὸ σ κατὰ τὸν μέλλοντα καὶ περισπῶσι· ἐπὶ γὰρ τῶν διὰ τοῦ ιζω ὑπὲρ βʹ συλλαβὰς διὰ τοῦτο ἀποβάλλουσι τὸ σ κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ τὸ ι καὶ τὸ ω οὐδέποτε κιρνᾶται οὔτε παρʼ ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις οὔτε παρʼ ἄλλῃ τινὶ διαλέκτῳ οἷον μειδιῶ, ἐρυθριῶ, ἀξιῶ, κοπιῶ.
Αἴλιος Ἡρωδιανός ἄξιόν ἐστι ζητῆσαι, διατί οἱ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσι;
Αἴλιος Ἡρωδιανός ἔλσαν Αἰολικωτέρα κλίσις· τὸ φθερῶ οἱ Αἰολεῖς θέλοντες βαρύνειν ἅτε δὴ βαρυντικοὶ ὄντες φθέρσω λέγουσι τὸ σ προστιθέντες. τὸ γὰρ σ χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλοντος οἷον ποιήσω, νοήσω. καὶ πάλιν τὸ κερῶ κέρσω λέγουσιν ἐξ οὗ τὸ «ἀπέκερσε τένοντας».
Γεώργιος ὁ Χοιροβοσκός ἔστι δὲ κανονίσαι τὴν παραλήγουσαν τοῦ μέλλοντος τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὕτως ὅτε γὰρ μακρᾷ παραλήγεται ὁ ἐνεστώς, τότε ὁ μέλλων διὰ τοῦ η ἐκφέρεται οἷον ποιῶ ποιήσω, εὑρῶ εὑρήσω, τηρῶ τηρήσω, ἀθλῶ ἀθλήσω, πενθῶ πενθήσω, ὀλισθῶ ὀλισθήσω· δεῖ προσθεῖναι χωρὶς τοῦ ἀρκῶ ἀρκέσω, τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεστῶτα διὰ τοῦ ε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶς τοῦ νεικῶ νεικέσω, οἷον ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον νεικέσω. τὸ δὲ αἰνῶ αἰνέσω ἀναλογώτερόν ἐστι παρὰ τοῖς ποιηταῖς λεγόμενον αἰνήσω διὰ τοῦ η οἷον μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο, ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ τὸν ἐνεστῶτα, τοῦ παρὰ τοῖς ἰαμβογράφοις διὰ τοῦ ε λεγομένου οἷον αἰνέσω καὶ ἐπαινέσω, ὡς παρὰ Σοφοκλεῖ ἐπῄνεσʼ ἔργον καὶ πρόνοιαν ἣν ἔθου· καὶ πάλιν παρʼ Εὐριπίδῃ ἐν Μηδείᾳ ἐᾷ δʼ Ἰάσων, οὐδὲ ταῦτʼ ἐπῄνεσα, καὶ τὸ αἰδῶ αἰδήσω, ἐξ οὗ τὸ αἰδήμων, ἀναλογώτερόν ἐστι τοῦ αἰδέσω οἷον αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο. εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεστὼς τῆς πρώτης συζυγίας τῶν περισπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ η παραλήγεται, πῇ δὲ τῷ ε οἷον φιλῶ φιλήσω, νοῶ νοήσω, τελέω τελέσω, πατῶ πατήσω, πῇ δὲ διφορεῖται οἷον φορῶ φορέσω καὶ φορήσω, πονῶ πονέσω καὶ πονήσω, τοῦτο δὲ πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὴν παραλήγουσαν ἔχει· ὁ γὰρ πονῶν ἢ ψυχικῶς ἢ σωματικῶς πονεῖ καὶ εἰ μὲν σωματικῶς, διὰ τοῦ ε πονέσω δεῖ λέγειν, εἰ δὲ ψυχικῶς πονήσω διὰ τοῦ η· διὰ τοῦτο σεσημειούμεθα παρʼ Ἀριστοφάνει ἔγωγέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη· ἐπειδὴ σωματικῶς λεχθὲν διὰ τοῦ ε ἐξηνέχθη.
Γεώργιος ὁ Χοιροβοσκός περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα· ἰστέον ὅτι ὁ μέλλων τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἢ τῷ η παραλήγεται ἢ τῷ α οἷον βοήσω, ἐάσω, καὶ τῷ α ἢ μακρῷ ἢ βραχεῖ· ἡνίκα μὲν τὸ λ πρὸ τοῦ α κατὰ τὸν μέλλοντα, συνεσταλμένον ἐστὶν οἷον γελῶ γελάσω, κλῶ κλάσω, θλῶ θλάσω, ἡνίκα δὲ πρὸ τοῦ α τὸ ρ ἢ καθαρὸν τὸ α, τότε τὸ α μακρόν ἐστιν οἷον γηρῶ γηράσω, φυρῶ φυράσω, περῶ περάσω ἐπὶ τοῦ παρελθεῖν· τὸ γὰρ περάσω ἐπὶ τοῦ πωλήσω βραχὺ ἔχει τὸ α οἷον Τρώων καὶ πολλοὺς ζωοὺς ἕλον ἠδʼ ἐπέρασσα, ἐπλεονάσθη γὰρ τὸ σ διὰ τὴν βραχεῖαν, καὶ μήποτε ὡς ἀπὸ τοῦ περάζω ἐστὶν ὥσπερ ἀγοράζω ἀγοράσω· τὸ κεράσω ἔχον πρὸ τοῦ α τὸ ρ καὶ συστέλλον τὸ α οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κερῶ κερᾷς, ἀλλʼ ὡς ἀπὸ τοῦ κεράζω, ὥσπερ ἀπὸ τοῦ ἀγοράζω ἀγοράσω. ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων πρὸ τοῦ α τὸ ρ· τῶν δὲ ἐχόντων τὸ α καθαρὸν ἔστωσαν παραδείγματα ταῦτα· ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω, ἀγωνιῶ ἀγωνιάσω, μειδιῶ μειδιάσω, ἀροτριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, ἐῶ ἐάσω· τὸ γὰρ οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιόν ποιητικῶς συνεστάλη· τὸ πεινάσω καὶ διψάσω μακρὸν ἔχοντα τὸ α καὶ μὴ ἔχοντα πρὸ τοῦ α μήτε ρ μήτε φωνῆεν οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήσω καὶ διψήσω γέγονε κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς α μακρόν.
Γεώργιος ὁ Χοιροβοσκός περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα· ὅτι ἡ τρίτη συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ω παραλήγεται οἷον χρυσῶ χρυσώσω ἢ τῷ ο οἷον ὀμῶ ὀμόσω. καὶ ἔστιν εἰπεῖν, διὰ τί; ἢ ὅτι ὅσα μὲν ἔχει ὀνόματα παρακείμενα διὰ τοῦ ω ἐκφέρεται κατὰ τὸν μέλλοντα οἷον χρυσός χρυσῶ χρυσώσω, ἄργυρος ἀργυρῶ ἀργυρώσω, γύψος γυψῶ γυψώσω, χείρ χειρῶ χειρώσω — ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώσομαι —, πῦρ πυρός πυρῶ πυρώσω, στέφανος στεφανῶ στεφανώσω, ὀρθός ὀρθῶ ὀρθώσω, στρεβλός στρεβλῶ στρεβλώσω, κακός κακῶ κακώσω, ταπεινός ταπεινῶ ταπεινώσω· ὅσα δʼ οὐκ ἔχει ὄνομα προϋποκείμενον, διὰ τοῦ ο ἐκφέρεται κατὰ τὸν μέλλοντα οἷον ὀμῶ ὀμόσω, ὀνῶ ὀνόσω — σημαίνει δὲ τὸ μέμφομαι — καὶ ἀρῶ ἀρόσω — σημαίνει δὲ τὸ ἀροτριῶ —, τοῦτο δὲ διφορεῖται· τινὲς μὲν γὰρ διὰ τοῦ ο γράφουσιν αὐτὸ ὡς δοξάζοντες μὴ ἔχειν αὐτὸ ὄνομα προϋποκείμενον, τινὲς δὲ διὰ τοῦ ω γράφουσιν αὐτὸ λέγοντες ὅτι ἔχει ὄνομα προϋποκείμενον τὸ Ἄρης, Ἄρης γάρ ἐστιν ὁ σίδηρος. — Περὶ δευτέρου μέλλοντος.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι λέγει ὁ Ἡρωδιανός, ὡς οὐδέποτε εὑρίσκεται δεύτερος μέλλων ἐνεργητικὸς ὁριστικὸς ἐν χρήσει· ἃς γάρ, φησί, παρέθετο χρήσεις ὁ Ἀπολλώνιος, ἢ πεπλασμέναι αὐτῷ εἰσιν ὡς τὸ φυγῶ, δραμῶ — οὐδέτεροι γὰρ μέλλοντες· οὐδεὶς γὰρ τῶν παλαιῶν, φησί, τούτοις ἐχρήσατο — ἢ ἐνεστῶτές εἰσιν ἀντὶ μελλόντων, ὡς τὸ κούρην δʼ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο καὶ ὡς τὸ πάντα γὰρ ἤδη τοι τελέω, ἐνταῦθα γὰρ οἱ ἐνεστῶτές εἰσιν ἀντὶ μελλόντων, ἀντὶ γὰρ τοῦ γαμήσω καὶ τελέσω, ὥσπερ καὶ ἐν τῷ ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον, ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἄξω· ἄλλως τε δὲ οὐδέποτε ὁ μέλλων ὁ ὁριστικὸς διαλύεται, πῶς οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλλοντες ὑπῆρχον, ἐν διαλύσει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰσιν ἐνεστῶτος τοῦ γαμῶ καὶ τελῶ. πρόσκειται «ὁριστικός», ἐπειδὴ τὸ εὐφρανεῖν ἀπαρέμφατον γίνεται κατὰ διάλυσιν, εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν· σημειοῦται δὲ τὸ ἐκχεῶ δευτέρου μέλλοντος, οἷον καὶ τὸ κατακλιεῖ παρʼ Εὐπόλιδι ἐν Χρυσῷ Γένει οἷον εἰ μή τις αὐτὴν κατακλιεῖ. — Περὶ παθητικῶν.— Περὶ ἐνεστῶτος καὶ παρατατικοῦ.
Γεώργιος ὁ Χοιροβοσκός πᾶς ἐνεστὼς ὁριστικὸς καὶ πᾶς μέλλων ὁριστικὸς εἰς ω λήγων προσθήκῃ τῆς μαι ἢ παθητικὸν ἢ μέσον ποιοῦσι, καὶ ὁ μὲν ἐνεστὼς προσλαμβάνων τὴν μαι συλλαβὴν παθητικὸν καὶ μέσον ποιεῖ οἷον τύπτω τύπτομαι ὑπʼ αὐτοῦ καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπʼ αὐτοῦ καὶ βιάζομαι αὐτόν. ὁ δὲ μέλλων προσθήκῃ τῆς μαι μέσον ποιεῖ μέλλοντα οἷον τύψω τύψομαι· ὁ δὲ δεύτερος ἐνεργητικὸς μέλλων δεύτερον μέσον μέλλοντα ποιεῖ οἷον τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, σταλῶ σταλοῦμαι. ἰστέον δʼ ὅτι προσερχομένης τῆς μαι συλλαβῆς ἢ φυλάττεται τὸ ω ἢ τρέπεται εἰς τὸ ο ἢ εἰς τὴν ου δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ω τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐν μόνῳ ἐνεστῶτι οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι. πρόσκειται «ἐν μόνῳ τῷ ἐνεστῶτι», ἐπειδὴ ἐν τῷ μέλλοντι τρέπεται ἡ δευτέρα συζυγία τῶν περισπωμένων τὸ ω εἰς τὸ ο οἷον βοῶ βοήσομαι, ἀκροάσω ἀκροάσομαι, καὶ ὅλοις δὲ τοῖς ὑποτακτικοῖς ὁποίας ἂν εἴη συζυγίας τὸ ῥῆμα ἢ ὁποίου χρόνου φυλάττεται τὸ ω οἷον ἐὰν τύπτωμαι, ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι· τρέπεται δὲ τὸ ω εἰς τὸ ο ἐπὶ ὅλων τῶν βαρυτόνων εἴτε ἐνεστῶτες ὦσιν εἴτε μέλλοντες, χωρὶς τῶν ὑποτακτικῶν δηλονότι, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι· ἐπὶ δὲ τῶν περισπωμένων, ὑπεσταλμένων τῶν τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, τρέπεται τὸ ω εἰς τὴν ου δίφθογγον εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες οἷον ποιῶ ποιοῦμαι, στεφανῶ στεφανοῦμαι, κουφιῶ κουφιοῦμαι.
Τὰ δὲ εἰς μι λήγοντα ῥήματα τροπῇ τῆς μι εἰς μαι τὸ παθητικὸν ποιεῖ οἷον τίθημι τίθεμαι, καὶ συστέλλει τὴν παραλήγουσαν· καὶ εἰ μὲν ἔχει ἡ πρώτη συζυγία τὴν εἰς μι, συστέλλει τὴν παραλήγουσαν εἰς τὸ ε οἷον τίθημι τίθεμαι, ἵημι ἵεμαι· ἡ δὲ δευτέρα εἰς τὸ α συστέλλει τὴν παραλήγουσαν οἷον ἵστημι ἵσταμαι· ἡ δὲ τρίτη εἰς τὸ ο συστέλλει τὴν παραλήγουσαν οἷον δίδωμι δίδομαι· ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον οἷον πήγνυμι πήγνυμαι, ὄλλυμι ὄλλυμαι, ζεύγνυμι ζεύγνυμαι. τούτων οὕτως ἐχόντων, τὸ ἧμαι τὸ σημαῖνον κάθημαι καὶ τὸ κεῖμαι δοκεῖ μήτε ἀπὸ τῶν εἰς ω εἶναι μήτε ἀπὸ τῶν εἰς μι· καὶ ἀπὸ τῶν εἰς ω δοκεῖ μὴ εἶναι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς ω ἢ τῷ ο παραλήγεται ἐν τῷ εἰς μαι παθητικῷ ἐνεστῶτι οἷον τύπτομαι, λέγομαι, ἢ τῷ ω οἷον βοῶμαι περῶμαι, ἢ τῇ ου διφθόγγῳ οἷον ποιοῦμαι, φανοῦμαι, χρυσοῦμαι· ἐπὰν οὖν ταῦτα οὐδενὶ ἐκ τούτων παραλήγεται, ἄρα οὐκ ἔστιν ἐκ τῶν εἰς ω· ἀλλʼ οὔτε ἀπὸ τῶν εἰς μι ἐστί· τὰ γὰρ εἰς μι ἢ τῷ ε παραλήγεται ἐν τοῖς παθητικοῖς οἷον τίθεμαι, ἢ τῷ α συνεσταλμένῳ οἷον ἵσταμαι, ἢ τῷ ο οἷον δίδομαι, ἢ διχρόνῳ συνεσταλμένῳ οἷον ζεύγνυμαι· ταῦτα δὲ οὐδενὶ ἐκ τούτων παραλήγεται, ἄρα οὐκ ἔστιν οὔτε παρὰ τῶν εἰς μι. τί οὖν ἔστιν εἰπεῖν; λέγομεν ὅτι ἀπὸ τῶν εἰς μι ἐστίν· ἐλέγχεται γὰρ ταῦτα ἀπὸ τῶν δευτέρων προσώπων ὄντα ἀπὸ τῶν εἰς μι, λέγω δὴ ἀπὸ τοῦ ἧμαι ἧσαι καὶ ἀπὸ τοῦ κεῖσαι οἷον ὡς παρὰ τῷ ποιητῇ κεῖσαι Ὀτρυντείδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν, πᾶς γὰρ ἐνεστὼς εἰς μαι λῆγον καὶ ἔχων εἰς αι τὸ δεύτερον πρόσωπον ἀπὸ τῶν εἰς μι ἐστὶν οἷον τίθεμαι τίθεσαι, ἵσταμαι ἵστασαι, δίδομαι δίδοσαι, ζεύγνυμαι ζεύγνυσαι. εἰ οὖν ἐστι τὸ δεύτερον πρόσωπον ἧσαι καὶ κεῖσαι, δηλονότι ἀπὸ τῶν εἰς μι ἐστίν.
ἐδάμην: οὐδὲν εἰς μην λῆγον ῥῆμα τρέψαν τὸ ν εἰς ς δεύτερον πρόσωπον ἀποτελεῖ. ἀλλὰ μόνον τὸ ἐδάμην ἐποίησε τὸ ἐδάμης καὶ ἀποβολῇ τοῦ ς τρίτον ἐδάμη. τὸ δὲ αἴτιον λέγεται ἐν τοῖς περὶ ῥημάτων. — Περὶ παρακειμένου.
Εὐστάθιος ὁ Θεσσαλονίκης ὅτι ὥσπερ τὸ ὕφασμα διὰ τοῦ ς οὕτω καὶ μετοχή ἐστιν ὑφασμένος Ἡρωδιανὸς δηλοῖ, ὃς καὶ Ἀττικῶν αὐτό φησιν εἶναι, οἳ καὶ μεμολυσμένος φασὶ καὶ μεμαρασμένος· εἰ καὶ ἄλλως ὥσπερ αἰσχύνω ᾐσχυμμένος, οὕτως ὤφειλε εἶναι καὶ μολύνω μεμολυμμένος καὶ μαραίνω μεμαραμμένος. — Περὶ ὑπερσυντελικοῦ.— Περὶ πρώτου ἀορίστου.— Περὶ δευτέρου ἀορίστου.— Περὶ μέσου ἀορίστου πρώτου.— Περὶ μέσου ἀορίστου δευτέρου.— Περὶ μέλλοντος πρώτου.— Περὶ μέλλοντος δευτέρου.— Περὶ μέσου μέλλοντος πρώτου.
Αἴλιος Ἡρωδιανός προπερισπαστέον τὸ ἐσσεῖται. οὐ γὰρ προπαροξυντέον, ὥς τινες, ἐπεὶ Δώριον. ἤδη γὰρ πολλὴ χρῆσις τῶν τοιούτων παρὰ Ἀττικοῖς.
Γεώργιος ὁ Χοιροβοσκός οἱ μέσοι μέλλοντες ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ αʹ ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου τοῦτον τὸν τρόπον· πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν μαι γίνεται, ὁ μὲν πρῶτος μέλλων ἐνεργητικὸς πρῶτος μέσος μέλλων γίνεται, ὁ δὲ δεύτερος ἐνεργητικὸς βʹ μέσος μέλλων γίνεται, καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸς μέλλων, τρέπει τὸ ω εἰς τὸ ο ἐν τῷ μέσῳ μέλλοντι, τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι, ἀκούσω ἀκούσομαι, εἰ δὲ περισπᾶται ὁ μέλλων ὁ ἐνεργητικός, τρέπει τὸ ω εἰς τὴν ου δίφθογγον ἐν τῷ μέσῳ μέλλοντι οἷον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δραμῶ δραμοῦμαι, πεσῶ πεσοῦμαι· ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγοντες περισπωμένως τοὺς μέσους τούτων μελλόντων διὰ τῆς ου διφθόγγου προφέρονται οἷον λακτιοῦμαι, βαδιοῦμαι, κουφιοῦμαι, καὶ οἱ Δωριεῖς δὲ πάντας τοὺς μέλλοντας περισπῶντες καὶ λέγοντες τυψῶ, γραψῶ, ποιησῶ, κλαυσῶ, φευξῶ, καὶ τοὺς μέσους αὐτῶν διὰ τῆς ου διφθόγγου προφέρονται οἷον ποιησοῦμαι, τυψοῦμαι, γραψοῦμαι, κλαυσοῦμαι, πλευσοῦμαι. ταῦτα δὲ οὐ μόνον παρὰ τοῖς Δωριεῦσιν ἀλλὰ καὶ παρὰ τοῖς Ἀττικοῖς οὕτως ἐπεκράτησε λέγεσθαι. ἰστέον δʼ ὅτι εἰ μὲν ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλλοντες κλίσιν ἀναδέχονται, ὁμοίως τοῖς ἐνεστῶσι καὶ παθητικοῖς τῆς αʹ συζυγίας τῶν περισπωμένων· ὥσπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται ποιούμεθον ποιεῖσθον ποιεῖσθον ποιούμεθα ποιεῖσθε ποιοῦνται, οὕτως καὶ τυποῦμαι τυπῇ τυπεῖται τυπούμεθον τυπεῖσθον τυπεῖσθον τυπούμεθα τυπεῖσθε τυποῦνται. πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουσι κλίσιν οἱ παθητικοὶ ἐνεστῶτες τῆς αʹ συζυγίας τῶν περισπωμένων καὶ οἱ ἀπὸ περισπωμένων μέσοι μέλλοντες. ἀλλʼ οὖν χρὴ γινώσκειν ὅτι οἱ μὲν παθητικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελῶν συναιρεθέντες, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν κλίσιν· οἱ δὲ ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλλοντες, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ καροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ συναιρέσεως ποιοῦνται τὴν κλίσιν, οὐδὲ γάρ εἰσιν ἀπὸ τῶν ἐντελῶν συνῃρημένοι. — Περὶ μέσου μέλλοντος δευτέρου.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι ὁ αʹ μέλλων ὁ ἐνεργητικὸς πῇ μὲν τὸ ω εἰς τὸ ο τρέπει ἐν τῷ πρώτῳ μέσῳ μέλλοντι οἷον τύψω τύψομαι, πῇ δὲ εἰς τὴν ου δίφθογγον, καρῶ καροῦμαι. ὁ δὲ βʹ μέλλων ὁ ἐνεργητικὸς ἀεὶ τὸ ω εἰς τὴν ου δίφθογγον τρέπει ἐν τῷ αʹ μέσῳ μέλλοντι. καὶ ὁ μὲν αʹ μέλλων ὁ ἐνεργητικός, ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περισπᾶται οἷον τύψω, εὐφρανῶ, τούτου χάριν ἡνίκα βαρύνεται τρέπει τὸ ω εἰς τὸ ο, ἡνίκα δὲ περισπᾶται, τρέπει τὸ ω εἰς τὴν ου δίφθογγον· ὁ βʹ μέλλων ὁ ἐνεργητικός, ἐπειδὴ ἀεὶ περισπᾶται, τούτου χάριν ἀεὶ εἰς τὴν ου δίφθογγον τρέπει τὸ ω ἐν τῷ βʹ μέλλοντι. δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εἰ καί φησιν Ἡρωδιανὸς μήποτε εὑρίσκεσθαι ἐν χρήσει βʹ μέλλοντα ἐνεργητικὸν ὁριστικόν, ἀλλʼ οὖν ἀπὸ τοῦ βʹ μέλλοντος μέσου εὑρίσκεται ἐν χρήσει· ὥσπερ καὶ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμῶ καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθανῶ. — Περὶ τοῦ μετʼ ὀλίγον μέλλοντος.— Περὶ ἀπαρεμφάτων.
Γεώργιος ὁ Χοιροβοσκός δύο τελικά ἐστι τῶν ἀπαρεμφάτων, τὸ ν καὶ ἡ αι δίφθογγος οἷον τύπτειν τύπτεσθαι. καὶ τοῦτο εἰκότως. ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ φωνῇ δοκεῖ τὰ τρία πρόσωπα ἔχειν οἷον τύπτειν θέλω, τύπτειν θέλεις, τύπτειν θέλει, τούτου χάριν καὶ τελικὰ ἔλαβεν ἁρμόζοντα τοῖς τρισὶ προσώποις, καὶ διὰ τοῦτο τὸ ν καὶ τὴν αι δίφθογγον ἔχει τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ ν καὶ ἡ αι δίφθογγος εὑρίσκεται καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ προσώπῳ οἷον τυπτόμεθον τύπτεσθον τύπτεσθον, πεποίημαι πεποίησαι πεποίηται· τὸ γὰρ ἐνταῦθα τελικὸν ὑπάρχον τῶν ῥημάτων οἷον ἔτυψας οὐκ ἔστι τελικὸν τῶν ἀπαρεμφάτων, ἐπειδὴ τὸ ς τελικόν ἐστι μόνου δευτέρου προσώπου παρʼ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις οἷον τέτυφας. πρόσκειται «παρʼ ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις», ἐπειδὴ παρὰ ταῖς διαλέκτοις εὑρίσκεται τὸ ς καὶ αʹ προσώπου τελικὸν καὶ γʹ, ὡς παρὰ Θεοκρίτῳ εἵρπομες ἐκ πόλιος, ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεως· καὶ πάλιν ἐπὶ γʹ, ἀντὶ τοῦ ἦν, ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἄλεντα, ἀντὶ τοῦ ἦν.
Γεώργιος ὁ Χοιροβοσκός κανονίζεται τὰ ἀπὸ βαρυτόνων γινόμενα ἀπαρέμφατα ἀπὸ τοῦ ἐνεστῶτος· πᾶς ἐνεστὼς ἀπὸ βαρυτόνων θεμάτων κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ οἷον τύπτει τύπτειν, λέγει λέγειν, γράφει γράφειν, κόπτει κόπτειν, πλήττει πλήττειν, ᾄδει ᾄδειν, πλέκει πλέκειν· τὰ δὲ ἀπὸ περισπωμένων γινόμενα ἀπαρέμφατα κανονίζεται ἀπὸ τοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶς παρατατικὸς ἀπὸ περισπωμένων κατὰ τὸ γʹ πρόσωπον προσλαμβάνων τὸ ν μετὰ περισπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ οἷον ἐποίει ποιεῖν, ἐνόει νοεῖν, ἐτέλει τελεῖν, ἐβόα βοᾶν, ἐγέλα γελᾶν, ἐπέρα περᾶν, ἐχρύσου χρυσοῦν, ἐστεφάνου στεφανοῦν, ὤρθου ὀρθοῦν, ἵδρου ἱδροῦν· ὅτι γὰρ καὶ ἐπὶ τῶν περισπωμένων τὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ ἀπὸ τοῦ παρατατικοῦ κανονίζεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, δῆλον ἐκ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων καὶ ἐκ τῆς γʹ καὶ ἐκ μὲν τῆς γʹ, ὅτι χρυσοῦν καὶ στεφανοῦν λέγομεν διὰ τῆς ου διφθόγγου τὰ ἀπαρέμφατα, ἐπειδὴ καὶ ὁ παρατατικὸς ἐχρύσου καὶ ἐστεφάνου ἐστὶ διὰ τῆς ου διφθόγγου· εἰ δὲ ἐγένετο ἀπὸ τοῦ ἐνεστῶτος, χρυσοῖν καὶ στεφανοῖν εἴχομεν λέγειν, χρυσῶ γὰρ χρυσοῖς χρυσοῖ καὶ στεφανῶ στεφανοῖς στεφανοῖ ἐστιν ὁ ἐνεστώς· ἀπὸ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων δῆλόν ἐστιν, ὅτι ἐπὶ τῶν περισπωμένων τὰ ἀπαρέμφατα ἀπὸ τοῦ παρατατικοῦ γίνεται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, ὅτι βοᾶν καὶ γελᾶν λέγομεν χωρὶς τοῦ ι· εἰ δὲ ἐκανονίζετο ἐκ τοῦ ἐνεστῶτος, βοᾷν καὶ γελᾷν εἶχεν εἶναι σὺν τῷ ι, ἐπειδὴ καὶ ὁ ἐνεστὼς βοῶ βοᾷς βοᾷ, γελῶ γελᾷς γελᾷ ἐστι σὺν τῷ ι. εἰ δέ τις εἴποι, διὰ τί γὰρ τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ι προσγεγραμμένον, λέγομεν ὅτι τὰ εἰς ν λήγοντα ῥήματα οὐδέποτε ἔχει πρὸ τοῦ ν τί ποτε ἀνεκφώνητον οἷον ἐτύφθην, ἐδάρην, ἐβόων, ἐγέλων, ἐπέρων· οὕτως οὖν καὶ βοᾶν καὶ γελᾶν χωρὶς τοῦ ι· ἄλλως τε δὲ διὰ τοῦτο τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχει τὸ ι προσγεγραμμένον, ἐπειδὴ οὐδὲ τὸ βοᾶσθαι, καὶ γελᾶσθαι ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν· καθόλου δὲ τὰ εἰς σθαι ἀπαρέμφατα προπερισπώμενα χρόνου ἐνεστῶτος τὴν ἰδίαν παραλήγουσαν ἔχει ἐπὶ τῶν ἐνεργητικῶν· ὁ δὲ λόγος ἐπὶ τῶν φωνηέντων οἷον ποιεῖσθαι ποιεῖν, νοεῖσθαι νοεῖν, χρυσοῦσθαι χρυσοῦν, στεφανοῦσθαι στεφανοῦν· εἰ οὖν τὸ βοᾶσθαι καὶ γελᾶσθαι οὐκ ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, ἄρα οὐδὲ τὸ βοᾶν καὶ γελᾶν ἔχει τὸ ι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν.
Γεώργιος ὁ Χοιροβοσκός εὐλόγως τὰ ἀπαρέμφατα τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ καὶ τοῦ μέσου παρακειμένου εἰς ναι ἐστίν, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰς ς μετʼ ὀξείας τάσεώς ἐστιν οἷον τετυφώς, πεποιηκώς, δεδουπώς· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως εἰς ναι ἔχει τὸ ἀπαρέμφατον οἷον τυφθείς τυφθῆναι, τυπείς τυπῆναι, ἱστάς ἱστάναι, διδούς διδόναι, ζευγνύς ζευγνύναι· οὕτως οὖν καὶ τετυφώς τετυφέναι καὶ τετυπώς τετυπέναι. τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως κανονίζεται τοῦτον τὸν τρόπον· τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τρέπον τὴν μεν συλλαβὴν εἰς ναι καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ ἀπαρέμφατον ποιεῖ μετὰ τοῦ φυλάττεσθαι, δηλονότι ἐν τοῖς ἀπαρεμφάτοις, τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν ἐξ οὗ κανονίζεται οἷον τυφθείς ἐτύφθημεν τυφθῆναι, τυπείς ἐτύπημεν τυπῆναι, τιθείς τίθεμεν τιθέναι, ἱστάς ἵσταμεν ἱστάναι, διδούς δίδομεν διδόναι, ζευγνύς ζεύγνυμεν ζευγνύναι, στάς ἔστημεν στῆναι, γνούς ἔγνωμεν γνῶναι, βιούς ἐβίωμεν βιῶναι, ἁλούς ἥλωμεν ἁλῶναι· σεσημείωται τὸ δοῦναι, θεῖναι, εἷναι· ταῦτα γὰρ ἀπαρέμφατα ὄντα δευτέρου ἀορίστου ἐνεργητικοῦ οὐκ ἐφύλαξε τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, ἐξ οὗ κανονίζεται· ἔδομεν γὰρ καὶ ἔθεμεν καὶ ἕμεν ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· οὐ μόνον δὲ κατὰ τοῦτο σεσημείωται τὸ δοῦναι, θεῖναι, εἷναι, ἀλλὰ καὶ κατὰ ἄλλο· τὰ γὰρ εἰς ναι ἀπαρέμφατα ἔχοντα τὸ ν κλιτικὸν οὐ θέλει διφθόγγῳ παραλήγεσθαι οἷον τυφθῆναι τυπῆναι τετυφέναι. πρόσκειται «ἔχοντα τὸ ν κλιτικὸν» διὰ τὸ μεῖναι· τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλʼ οὐκ ἔχει τὸ ν κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· μένω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ν· παράλογα οὖν ἐστι ταῦτα, φημὶ δὴ τὸ θεῖναι, δοῦναι, εἷναι, ὡς διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ν κλιτικόν. ἀλλʼ ἔστιν ἀπολογήσασθαι περὶ αὐτῶν οὕτως· ἰστέον ὅτι διὰ τὴν τοιαύτην αἰτίαν ταῦτα διφθόγγῳ παραλήγεται· ἀπὸ τοῦ ἔδομεν γὰρ γέγονε δόναι καὶ ἀπὸ τοῦ ἔθεμεν θέναι καὶ ἀπὸ τοῦ ἕμεν ἕναι· καὶ ἐπεὶ τὰ εἰς ναι ἀπαρέμφατα ἀορίστου ὄντα μακρᾷ θέλει παραλήγεσθαι οἷον τυφθῆναι, τυπῆναι, στῆναι, βῆναι, γνῶναι, βιῶναι, ἀναγνῶναι, δαρῆναι, νυγῆναι, ἀναγκάζεται καὶ ταῦτα μακρᾷ παραλήγεσθαι, ὡς ἀορίστου ὄντα· καὶ ἐπειδὴ τὸ μὲν ο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ υ μεγεθύνεται οἷον τύπτοντες τύπτουσα, λέγοντες λέγουσα, τὸ ε διὰ τῆς προσθήκης τοῦ ι μεγεθύνεται οἷον τυφθέντος τυφθεῖσα, νυγέντος νυγεῖσα, τούτου χάριν τὸ μὲν δόναι ἐμεγεθύνθη διὰ τῆς προσθήκης τοῦ υ καὶ γέγονε δοῦναι, τὸ δὲ θέναι καὶ ἕναι διὰ τῆς προσθήκης τοῦ ι ἐμεγεθύνθη καὶ γέγονε θεῖναι καὶ εἷναι· τούτου χάριν ταῦτα διφθόγγῳ παραλήγεται. πρόσκειται δὲ ἀνωτέρω «τὰ εἰς ναι ἀπαρέμφατα» ἐπειδὴ τὰ εἰς σαι ἀπαρέμφατα ἀορίστου ὄντα οὐ πάντως μακρᾷ παραλήγεται οἷον τελέσαι, συρίσαι, λεπίσαι. πρόσκειται δὲ ἐν τῷ κανόνι «ἀορίστου ὄντα» διὰ τὸ τετυφέναι, τετυπέναι, τιθέναι, διδόναι· ταῦτα γὰρ εἰς ναι ἀπαρέμφατα ὄντα οὐ παραλήγεται μακρᾷ, ἀλλʼ οὐκ ἔστιν ἀορίστου χρόνου. ἄξιον δέ ἐστι ζητῆσαι εἰ ἄρα τὸ θεῖναι καὶ δοῦναι καὶ εἷναι διὰ τοῦτο προσέλαβε τὸ υ καὶ ι, ἐπειδὴ ἠναγκάζετο, ὡς εἴρηται, μακρᾷ παραλήγεσθαι ὡς ἀορίστου ὄντα, διὰ τί μὴ μᾶλλον τὸ μὲν δόναι γέγονε δῶναι κατὰ ἔκτασιν τοῦ ο εἰς ω, ὥσπερ ὀμνύω ὤμνυον, τὸ δὲ θέναι καὶ ἕναι θῆναι καὶ ἧναι διὰ τοῦ η κατὰ ἔκτασιν τοῦ ε εἰς τὸ η, ὥσπερ ἐλέγχω ἤλεγχον· οὕτω γὰρ εἰ ἐγένετο καὶ μακρᾷ εὑρίσκετο παραληγόμενα καὶ οὐκέτι παράλογα ὡς διφθόγγῳ παραληγόμενα. ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ ἐγένετο ταῦτα οὕτως κατὰ ἔκτασιν τῶν φωνηέντων, οὐδὲ ὅλως ἐφυλάττετό τι τῆς παραληγούσης τοῦ αʹ προσώπου τῶν πληθυντικῶν, φημὶ δὴ τοῦ ἔδομεν, ἔθεμεν, ἕμεν — ὅπερ σημαίνει τὸ ἀπελύσαμεν· τούτου οὖν χάριν τὸ μὲν δοῦναι τὸ υ προσέλαβε, τὸ δὲ θεῖναι καὶ εἷναι τὸ ι, ἵνα εὑρεθῇ ἐν ταὐτῷ καὶ φυλάττοντα τὸ φωνῆεν τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, καὶ μακρὰν ποιοῦντα τὴν παραλήγουσαν. τούτων οὕτως ἐχόντων, ζητοῦμεν διὰ τί ὁ παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ μέσος ἔχοντες τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως οὐ φυλάττουσι τὴν παραλήγουσαν τοῦ ἰδίου πρώτου προσώπου τῶν πληθυντικῶν ἐν τοῖς ἀπαρεμφάτοις· οὐδὲ γὰρ λέγομεν τετύφαμεν τετυφάναι καὶ τετύπαμεν τετυπάναι, ὥσπερ ἐτύφθημεν τυφθῆναι, καὶ ἐτύπημεν τυπῆναι ἀλλὰ τετυφέναι καὶ τετυπέναι διὰ τοῦ ε. καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τῷ λόγῳ τῆς παραληγούσης τοῦ αʹ προσώπου τῶν πληθυντικῶν τοῦ παρακειμένου διὰ τοῦ α βραχέος ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον οἷον τετυφάναι, τετύφαμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ὑπερσυντελικοῦ τετυφεῖναι ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον διὰ τῆς ει διφθόγγου, ἐτετύφειμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ὑπερσυντελικοῦ· ἐπειδὴ δὲ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντελικὸς συνεζευγμένην ἔχουσι τὴν μετοχήν, ἀναγκάζονται καὶ τὰ ἀπαρέμφατα συνεζευγμένα ἔχειν, ὧν γὰρ αἱ μετοχαὶ συνεζευγμέναι εἰσί, τούτων καὶ τὰ ἀπαρέμφατα συνεζευγμένα ἐστί· συνεζευγμένου δὲ ὄντος τοῦ ἀπαρεμφάτου τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ, οὐ δύναται τὰ ἀπαρέμφατα τὴν ει δίφθογγον ἔχειν κατὰ τὴν παραλήγουσαν καὶ τὸ πρῶτον συνεσταλμένον. τῶν οὖν δύο κανόνων μαχομένων καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὴν ει δίφθογγον, τοῦ δὲ ἑτέρου τὸ α συνεσταλμένον, τὰ τῆς ἀναλογίας ἀνεμερίσαντο, καὶ ὁ μὲν βραχὺς χρόνος ἐφυλάχθη τοῦ παρακειμένου, καὶ γὰρ τὸ ε βραχύ ἐστιν ὁμοίως τῷ α συνεσταλμένῳ, τὸ δὲ φωνῆεν τοῦ ὑπερσυντελικοῦ ἐφυλάχθη, λέγω δὴ τὸ ε, καὶ γὰρ ὁ ὑπερσυντελικὸς τὴν ει δίφθογγον ἔχει. εἰ δέ τις εἴποι, διὰ τί γὰρ μὴ ἐκ τοῦ ἐναντίου γέγονε τετυφᾶναι διὰ μακροῦ τοῦ α, ἵνα ἡ μὲν ποιότης τῆς παραληγούσης τοῦ τετύφαμεν παρακειμένου φυλαχθῇ, τουτέστι τὸ α, ὁ δὲ χρόνος τοῦ ἐτετύφειμεν ὑπερσυντελικοῦ, τουτέστιν ὁ μακρός, λέγομεν ὅτι εὐλόγως μᾶλλον τῇ παραληγούσῃ τοῦ ὑπερσυντελικοῦ ἀκολουθεῖ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ, καὶ δῆλον ἐκ τοῦ εἰδέναι ἀπαρεμφάτου παρακειμένου καὶ ὑπερσυντελικοῦ τοῦ σημαίνοντος τὸ γινώσκειν, οὗ ἡ μετοχὴ ὁ εἰδώς. τοῦτο γὰρ οὐ τῇ ἀρχούσῃ τοῦ οἶδα μέσου παρακειμένου ἠκολούθησεν, ἀλλὰ τῇ ἀρχούσῃ τοῦ εἴδειν ὑπερσυντελικοῦ, ὅστις καὶ κατʼ ἔκτασιν Ἀττικὴν διὰ τοῦ η καὶ ι γίνεται ᾔδειν.
Αἴλιος Ἡρωδιανός ἰδέειν: οὐκ ἔστιν ἐντελὲς τὸ ἰδέειν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν ὥσπερ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν· οἱ γὰρ δεύτεροι ἀόριστοι καὶ μέλλοντες οὐκ ἔχουσι τὴν περισπωμένην ἀπὸ ἐντελείας ὥσπερ οἱ περισπώμενοι ἐνεστῶτες.
Αἴλιος Ἡρωδιανός ἄπρηκτόν γε νέεσθαι: τούτεστι πορεύεσθαι. οὕτως Ἀρίσταρχος. Δημήτριος δὲ γενέεσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ. οὐδὲ γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται οὐδὲ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ γενέσθαι γενέεσθαι γένηται.
Γεώργιος ὁ Χοιροβοσκός ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος διακεχωρισμένον εἶναι, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχωρισμένη ἐστίν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συνέπεσον, τόνῳ δὲ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται οἷον τυπών ἡ τοῦ δευτέρου ἀορίστου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντος ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συμπεσεῖν, τῷ δὲ τόνῳ διιστάναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου ὀξυνθῆναι ὁμοίως τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ βʹ μέλλοντος περισπασθῆναι παραπλησίως τῇ οἰκείᾳ μετοχῇ· ἀλλʼ ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὰ ῥήματα ἀποστρέφεται τὴν ὀξεῖαν τάσιν, ἐξ ἀνάγκης περισπᾶται. περιεσπάσθη οὖν τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου, καὶ συνέπεσε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντος, καὶ λοιπὸν εὑρίσκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος ἓν οἷον τυπεῖν· ὅτι δὲ τοῦτο ἀληθές ἐστι, καὶ ἡ τοῦ τόνου χρεία τὴν συνέμπτωσιν ἐποίησε γενέσθαι, δῆλον, εἴ γε καὶ ἐν τοῖς παθητικοῖς καὶ ἐν τοῖς μέσοις διάφορόν ἐστι τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος· τὸ μὲν γὰρ τοῦ δευτέρου μέσου ἀορίστου ἀπαρέμφατον τυπέσθαι καὶ νυγέσθαι ἐστί, τὸ δὲ τοῦ δευτέρου μέσου μέλλοντος τυπεῖσθαι καὶ νυγεῖσθαι. καὶ πάλιν τὸ μὲν τοῦ δευτέρου ἀορίστου παθητικοῦ ἀπαρέμφατον τυπῆναι καὶ νυγῆναί ἐστι, τὸ δὲ τοῦ δευτέρου μέλλοντος τυπήσεσθαι καὶ νυγήσεσθαι. — Περὶ προστακτικῶν.
Αἴλιος Ἡρωδιανός, Ἐτυμολογικὸν τὸ Μέγα οὐ μόνον ἐπὶ τῶν εἰς ω ῥημάτων, ἀλλὰ καὶ ἐπὶ τῶν εἰς μι τὰ τρίτα πρόσωπα τῶν παρατατικῶν δεύτερα γίνεται τῶν προστακτικῶν οἷον νόει, φίλει, βόα.
Γεώργιος ὁ Χοιροβοσκός τὸ προστακτικὸν τοῦ ἐνεστῶτος καὶ τοῦ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦ ὁριστικοῦ, τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλόν, τὸ προστακτικὸν ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, τῆς βαρείας τάσεως φυλαττομένης οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύσου χρύσου, ἐστεφάνου στεφάνου.
Ἀπολλώνιος ὁ Γραμματικός, Γεώργιος ὁ Χοιροβοσκός ὁ Ἀπολλώνιος λέγει ὅτι εἰς ε λήγει τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ ὁμοφώνως τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ ὁριστικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ οἷον τέτυφε ἐκεῖνος τέτυφε σύ, τέτυπε ἐκεῖνος τέτυπε σύ· τότε γάρ, φησίν, εἰς θι ἐστὶ τὸ προστακτικόν, ἡνίκα ἐστὶν οὐ μόνον εἰς ς καὶ ὀξύτονος ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ντ κλινομένη οἷον τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, σταλείς σταλέντος στάληθι, γνούς γνόντος γνῶθι· εἰ οὖν ἄρα ὁ ἐνεργητικὸς καὶ μέσος παρακείμενος οὐκ ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ντ κλινομένην, εἰ καὶ ἔχουσιν αὐτὴν εἰς ς μετʼ ὀξείας τάσεως οἷον τετυφώς τετυφότος, τετυπώς τετυπότος, δηλονότι οὐδὲ τὸ προστακτικὸν δύναται ἔχειν εἰς θι.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι λέγουσί τινες, ὡς εἰς θι ἐστὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ, ἐπειδὴ πᾶσα μετοχὴ εἰς ς λήγουσα μετʼ ὀξείας τάσεως εἰς θι ἔχει τὸ προστακτικὸν οἷον τυπείς τύπηθι, νυγείς νύγηθι, δαρείς δάρηθι· εἰ οὖν τετυφώς ἡ μετοχὴ εἰς ς μετʼ ὀξείας τάσεως, δηλονότι καὶ τέτυφθι τὸ προστακτικὸν εἰς θι· προστιθέασι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόσωπον τὸ ὁριστικὸν τοῦ παρακειμένου τὸ ἑνικὸν διὰ τοῦ α ὤφειλεν εἶναι οἷον τέτυφας τέτυφα ἐκεῖνος, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλʼ ἔτρεψε τὸ α εἰς τὸ ε, ἵνα μὴ ὁμοφωνήσῃ τῷ ἰδίῳ πρώτῳ, τέτυφα ἐγώ, τούτου χάριν ὡς μὴ γνησίαν κατάληξιν ἔχοντος τοῦ γʹ προσώπου, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προστακτικόν, ἀλλʼ εἰς θι.
Γεώργιος ὁ Χοιροβοσκός λέγει ὁ Ἡρωδιανός, ὅτι ταῦτα τὰ εἰς ε προστακτικὰ οὐκ ἔστι παρακειμένου ἀλλʼ ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ, τοῦ παρακειμένου εἰς ἐνεστῶτα μετενεχθέντος, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεστὼς εὑρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸς εὕρηκον εὕρηκες εὕρηκε καὶ λοιπὸν τὸ προστακτικὸν εὕρηκε σύ.
Γεώργιος ὁ Χοιροβοσκός λέγει ὁ Ἡρωδιανὸς ὅτι εἰκότως εἰς ον ἐγένετο τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος· εἰς ε γάρ, φησίν, οὐκ ἠδύνατο γενέσθαι, ἐπειδὴ τὸ ε οὐκ ἔστιν ἐνταῦθα γνήσιον τοῦ γʹ προσώπου τοῦ ὁριστικοῦ ἑνικοῦ· πᾶν γὰρ δεύτερον πρόσωπον εἰς ς λῆγον ἀποβολῇ τοῦ ς τὸ γʹ ποιεῖ οἷον τύπτεις τύπτει ἔτυπτες ἔτυπτε, ἔλεγες ἔλεγε, ἔμαθες ἔμαθε, χωρὶς τοῦ ἐνεστῶτος τῶν εἰς μι· ἐπʼ ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ς, ἀλλὰ τοὐναντίον καὶ τὸ ι προσέρχεται οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι· εἰ οὖν εἰς ας ἐστὶ τὸ δεύτερον πρόσωπον δηλονότι καὶ τὸ γʹ ὤφειλεν εἶναι ἔτυψα ἐκεῖνος κατὰ ἀποβολὴν τοῦ ς, ἀλλʼ ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ὁμοφωνεῖν τὸ γʹ τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ α εἰς ε καὶ ἐγένετο ἔτυψε. ἐπειδὴ οὖν τὸ ε οὐκ ἔστι γνήσιον τοῦ γʹ προσώπου τοῦ ἑνικοῦ τοῦ αʹ ἀορίστου, ἐμάθομεν γὰρ ὅτι διὰ τοῦ α ὤφειλεν εἶναι, τούτου χάριν οὐκ ἐκφέρεται διʼ αὐτοῦ, φημὶ δὲ διὰ τοῦ ε, τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος. λέγει δὲ πάλιν ὁ Ἡρωδιανός, ὅτι μὴ δυνάμενον γενέσθαι εἰς ε διατί οὐκ ἐγένετο εἰς α, ἵνα τὸ κεχρεωστημένον τῷ γʹ προσώπῳ τῶν ἑνικῶν τοῦ αʹ ἀορίστου ἀναδέξηται τὸ προστακτικόν· οὐδὲ γὰρ ἔχει πρῶτον ἵνα αὐτῷ συνεμπέσῃ, ὥσπερ ἐν τοῖς ὁριστικοῖς. καὶ λέγει, ὅτι οὔτε εἰς α ἠδύνατο γενέσθαι τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος, ἐπειδὴ τὸ α τοῦ αʹ ἀορίστου συνεσταλμένον ἐστὶν οἷον ἔτυψα, ἐποίησα, ἐνόησα. οὐ δύναται δὲ τὸ προστακτικὸν διὰ τοῦ α συνεσταλμένου ἐκφέρεσθαι, ἐπειδὴ τὰ εἰς α λήγοντα προστακτικὰ μὴ ὄντα κατὰ ἀποκοπὴν μακροκαταληκτεῖν θέλει οἷον βόα, πέρα, γέλα, ὅρα, φύρα, σίγα, σιώπα, τίμα, κυβέρνα. εἰ οὖν ἐξηνέχθη τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος διὰ τοῦ α, συνεσταλμένον ἤμελλεν ἔχειν τὸ α· ὡς γὰρ εἴρηται τὸ α τοῦ αʹ ἀορίστου συνεσταλμένον ἐστίν, ὅπερ ἄτοπον. μὴ δυνάμενον οὖν τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος μήτε εἰς ε εἶναι, μήτε εἰς α, ὡς δέδεικται, μήτε εἰς θι, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην — εἰ γὰρ καὶ εἰς ς καὶ διὰ τοῦ ντ κλινομένην αὐτὴν ἔχει, ἀλλʼ οὐκ ὀξύτονον οἷον τύψας τύψαντος, ἐκεῖνα δὲ ἔχει προστακτικὸν εἰς θι, ὅσα ἔχει τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην οἷον τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, γνούς γνόντος γνῶθι —, ἐξ ἀνάγκης γέγονεν εἰς ον κατὰ μίμησιν τῶν Συρακουσίων προστακτικῶν τοῦ βʹ ἀορίστου. οἱ γὰρ Συρακούσιοι τὰ προστακτικὰ τοῦ βʹ ἀορίστου εἰς ον μεταποιοῦσι τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον, οὕτως οὖν καὶ τύψε τύψον.
Γεώργιος ὁ Χοιροβοσκός τὸ γʹ πρόσωπον τῶν προστακτικῶν τοῦ αʹ ἀορίστου καὶ μέλλοντος διὰ τοῦ α ἐγένετο οἷον τυψάτω. ἔστι δὲ εἰπεῖν ὅτι τὸ α τὸ κεχρεωστημένον τῷ γʹ προσώπῳ τοῦ ἀορίστου τοῦ ὁριστικοῦ τὸ προστακτικὸν γʹ πρόσωπον ἀνεδέξατο. ἐκεῖ μὲν γάρ, φημὶ δὲ ἐν τῷ ὁριστικῷ, διὰ τὴν συνέμπτωσιν τὴν πρὸς τὸ αʹ πρόσωπον τροπὴ παρηκολούθησε τοῦ α εἰς ε, ὡς ἐν τῷ προστακτικῷ ἀποσταλείσης τῆς συμπτώσεως τὸ κεχρεωστημένον α προσῆλθε. τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν ὅτι εὑρίσκονται παρὰ τῷ ποιητῇ τινες κινήσεις ὡς ἀπὸ τῆς διὰ τοῦ ετω κλίσεως· τὸ γὰρ «ἄξετε δὲ Πριάμοιο βίαν» καὶ «οἴσετε πῦρ» ὡς ἀπὸ τοῦ ἀξέτω καὶ οἰσέτω ποιεῖ. ἀπὸ γὰρ τοῦ ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰσάτω οἴσατε. ταῦτα ὁ Ἡρωδιανὸς πάντα οὐ λέγει εἶναι προστακτικὰ αʹ ἀορίστου καὶ μέλλοντος, ἀλλʼ ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ μέλλοντος κατὰ ποιητικὴν ἄδειαν μετενεχθέντος εἰς ἐνεστῶτα, καὶ λοιπὸν τοῦ ἐνεστῶτος κλιθέντος εἰς παρατατικὸν καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθως προενεχθέντος τοῦ προστακτικοῦ.
Ἐπιμερισμοὶ Ὁμηρικοί, Ἐτυμολογικὸν τὸ Μέγα λεύσετε: Ἀρίσταρχος ἓν σ γράφει· ἐγὼ δὲ ἐνεστῶτα αὐτὸ λέγω ὡς ἀπὸ τοῦ μέλλοντος ὥσπερ καὶ τὸ «ἄξετε» καὶ «οἴσετε» καὶ «καταβήσεο δίφρου».
Ἐτυμολογικὸν τὸ Μέγα τὸ «ὄψεσθε Τρῶες καὶ Τρῳάδες» ἐνεστῶτα εἶναί φησιν Ἡρωδιανὸς ἀπὸ τοῦ ὄψομαι γενόμενον μέλλοντος· οὐ γὰρ μαντεύεται αὐτοῖς, φησίν, ἀλλʼ ἀντὶ τοῦ ἴδετε καὶ πάλιν «ἀλλʼ ὄψεσθʼ ἵνα τώγε καθεύδετον».
Γεώργιος ὁ Χοιροβοσκός τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέσα τοῦ ἰδίου βʹ προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν τὸ προστακτικὸν ποιεῖ, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου οἷον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγράφου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πεποίησο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου. ταῦτα δέ, φημὶ τὰ προστακτικὰ τοῦ βʹ μέσου ἀορίστου, οἱ Ἀθηναῖοι περισπῶσιν οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. ὑπεξαιρείσθω δὲ ὁ πρῶτος μέσος ἀόριστος. ἐκεῖνος γὰρ εἰς μην λήγει καὶ ἔχει τὸ μ κλιτικόν, καὶ ὅμως οὐκ ἀποβάλλει τοῦ ἰδίου βʹ προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικὸν οἷον ἐτυψάμην ἐτύψω. οὐ λέγομεν τὸ προστακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, οὐ λέγομεν τὸ προστακτικὸν ποιήσω ἀλλὰ ποίησαι, καὶ πάλιν ἐλουσάμην ἐλούσω, οὐ λέγομεν τὸ προστακτικὸν λούσω ἀλλὰ λοῦσαι. πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τοῦτο γὰρ εἰς μην λήγει καὶ ὅμως εἰς θι ἔχει τὸ προστακτικὸν οἷον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου βʹ προσώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆς κατʼ ἀρχὴν κλιτικῆς ἐκτάσεως· ἐδάμης γάρ ἐστι τὸ βʹ πρόσωπον καὶ οὐ γίνεται τὸ βʹ πρόσωπον δάμης· ἀλλʼ οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό. δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ.
Γεώργιος ὁ Χοιροβοσκός πᾶν βʹ πρόσωπον πληθυντικὸν ὁριστικὸν εἴτε ἐνεργητικὸν εἴτε παθητικὸν εἴτε μέσον τροπῇ τοῦ ε εἰς ω προστακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέσον, δηλονότι καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως ἀποβαλλομένης χωρὶς τοῦ παρακειμένου· καὶ ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸς λόγος οἷον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυσοῦτε χρυσούτω, ἐτύψατε τυψάτω, ἐποιήσατε ποιησάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω. δεῖ προσθεῖναι, χωρὶς τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ τοῦ μέσου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁριστικὸν διὰ τοῦ α, τὸ δὲ προστακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ε· ἀπὸ γὰρ τοῦ τέτυφε σύ καὶ τέτυπε σύ γέγονε ταῦτα προσθέσει τῆς τω.
Γεώργιος ὁ Χοιροβοσκός οἱ δύο ἀόριστοι οἱ παθητικοί, φημὶ δὲ ὁ αʹ καὶ ὁ βʹ, κατὰ τὸ γʹ ἑαυτῶν πρόσωπον προσλαμβάνοντες τὴν θι συλλαβήν, ἀλλὰ καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες, τὸ προστακτικὸν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν μελλόντων· ὁ αʹ ἀόριστος τοῦ αʹ ἀορίστου καὶ μέλλοντος αʹ καὶ ὁ βʹ ἀόριστος τοῦ βʹ ἀορίστου καὶ μέλλοντος οἷον ἐτύφθη τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ θ εἰς τ τύφθητι, ἐλέχθη λέχθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ θ εἰς τ λέχθητι, ἐνύγη νύγηθι, ἐστάλθη στάλθητι, ἐδάρη δάρηθι· εἰς θι δὲ ταῦτα ἔχει τὸ προστακτικόν, ἐπειδὴ εἰς ς μετʼ ὀξείας τάσεως ἔχει τὴν μετοχὴν οἷον τυφθείς τυφθέντος, δαρείς δαρέντος· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως οἷον ἱστάς ἱστάντος ἵσταθι, διδούς διδόντος δίδοθι, ζευγνύς ζευνύντος ζεύγνυθι, πηγνύς πηγνύντος πήγνυθι, στάς στάντος στῆθι, βάς βάντος βῆθι, γνούς γνόντος γνῶθι, οὕτως οὖν καὶ τυπείς τυπέντος τύπηθι, τυφθείς τυφθέντος τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων τύφθητι κατὰ μετάθεσιν τοῦ θ εἰς τ. δεῖ δὲ γινώσκειν, ὅτι τότε τρέπεται τὸ θ εἰς τ ἐν τοῖς εἰς θι προστακτικοῖς ἡνίκα προηγεῖται ἕτερον θ οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθηθι νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον θ, οὐ τρέπεται τὸ θ εἰς τ οἷον φαθί ἀντὶ τοῦ εἰπέ, ὡς παρʼ Ἀριστοφάνει ἐν Ἱππεῦσι «αὐτὸ φαθί». σεσημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως εἰς θι ποιεῖ τὸ προστακτικόν, τὸ δός, θές, ἕς, σημαίνει δὲ τὸ πέμψον, ἐξ οὗ ἐν συνθέσει τὸ ἄφες καὶ πρόες καὶ πάρες καὶ μέθες· ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος, ἐξ οὗ καὶ τὸ ἀφείς ἀφέντος, οὐκ ἐγένετο εἰς θι ἐν τοῖς προστακτικοῖς, δός γὰρ καὶ θές καὶ ἕς τὰ προστακτικά. πρόσκειται ἐν τῷ κανόνι, «μετʼ ὀξείας τάσεως οἷον τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως», διὰ τὸ τύψας τύψαντος· αὕτη γὰρ εἰς ς λήγει, καὶ ἐπειδὴ οὐκ ἔστιν ὀξυνομένη, οὐ ποιεῖ τὸ προστακτικὸν εἰς θι, τύψον γὰρ τὸ προστακτικόν.
Γεώργιος ὁ Χοιροβοσκός ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ ἄρα τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικὸν εἴτε παθητικὰ εἴτε μέσα τοῦ ἰδίου δευτέρου προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ προστακτικὸν ποιεῖ οἷον ἐτυπτόμην ἐτύπτου τύπτου καὶ ἐπὶ τοῖς ὁμοίοις, διατί ὁ αʹ μέσος ἀόριστος εἰς μην λήγων καὶ ἔχων τὸ μ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικὸν οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προστακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, καὶ οὐ λέγομεν τὸ προστακτικὸν ποιήσω ἀλλὰ ποίησαι; ἐν ταὐτῷ δὲ ζητοῦμεν καὶ διὰ ποίαν αἰτίαν εἰς τὴν αι δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορίστου καὶ μέλλοντος οἷον ποίησαι, λοῦσαι, κτῆσαι, ἄσπασαι, κατάδεξαι, ἁμίλλησαι, λόγισαι. καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ὅτι διὰ τοῦτο βʹ πρόσωπον τοῦ μέσου ἀορίστου πρώτου καὶ μέλλοντος ἀποβάλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐ ποιεῖ τὸ προστακτικὸν οἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψω, ἐπειδὴ τὰ εἰς μην ἔχοντα τὸ μ κλιτικὸν τότε ἔχει τὰ ἴδια προστακτικὰ ὁμοιοκατάληκτα τοῖς ἰδίοις δευτέροις προσώποις, ἡνίκα καὶ τὸ προστακτικὸν τὸ ἐνεργητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ ἢ εἰς θι λήγει οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε τύπτε ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτως. πάλιν ἔστιν ἔτυπον ἔτυπες τύπε ὁμοιοκαταλήκτως καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ Ἀττικῶς ὁμοιοκαταλήκτως. πάλιν ἔστιν τέτυφα ὅθεν τετύφω ἐτέτυφον ἐτέτυφε καὶ τέτυφε σύ τὸ προστακτικὸν ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο τέτυψο ὁμοιοκαταλήκτως. καὶ πάλιν ἐδίδων ἐδίδως ἐδίδω καὶ τὸ προστακτικὸν δίδοθι εἰς θι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοσο δίδοσο ὁμοιοκαταλήκτως. καὶ πάλιν ἵστην ἵστης ἵστη καὶ τὸ προστακτικὸν ἵσταθι εἰς θι λήγει, καὶ ἱστάμην ἵστασο τὸ προστακτικὸν ὁμοιοκαταλήκτως. καὶ πάλιν ἐπήγνυν ἐπήγνυς ἐπήγνυ καὶ τὸ προστακτικὸν πήγνυθι εἰς θι λήγει, ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυσο πήγνυσο ὁμοιοκαταλήκτως. εἰ οὖν τὸ προστακτικὸν τοῦ αʹ ἀορίστου ἐνεργητικοῦ οὔτε ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ, οὔτε εἰς θι λήγει, ἔτυψε γὰρ τὸ ὁριστικὸν καὶ τύψον τὸ προστακτικόν, δηλονότι εἰκότως οὐ δύναται τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορίστου ὁμοιοκαταληκτεῖν τῷ βʹ προσώπῳ τοῦ μέσου αʹ ἀορίστου ὁριστικοῦ. διατί δὲ εἰς τὴν αι δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορίστου, λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ἡ αι δίφθογγος εὑρίσκεται ἐν πάσαις ταῖς λοιπαῖς ἐγκλίσεσι· καὶ γὰρ ἐν τοῖς ἀπαρεμφάτοις εὑρίσκεται οἷον τύψαι ποιῆσαι, καὶ ἐν τοῖς εὐκτικοῖς οἷον ποιήσαιμι ποιήσαις ποιήσαι, καὶ ἐν τοῖς ὑποτακτικοῖς οἷον ἐὰν τύπτωμαι, καὶ ἐν τοῖς ὁριστικοῖς οἷον τύπτομαι. ἐπειδὴ οὖν ἐν πάσαις ταῖς ἐγκλίσεσιν εὑρίσκεται ἡ αι δίφθογγος, εἰκότως καὶ τὸ προστακτικὸν τοῦ αʹ μέσου ἀορίστου εἰς τὴν αι δίφθογγον λήγει οἷον ποίησαι κατάδεξαι ἄσπασαι, ἵνα εὑρεθῇ καὶ ἐν τοῖς προστακτικοῖς ἡ αι δίφθογγος. — Περὶ εὐκτικῶν.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι πολλὴν ὁμοιότητα ἔχει τὰ εὐκτικὰ πρὸς τὴν δοτικήν· ὥσπερ γὰρ τὸ ι χαρακτηριστικόν ἐστι τῆς δοτικῆς οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ι χαρακτηριστικόν ἐστι τῶν εὐκτικῶν οἷον τύπτοιμι τυπτοίμην τυφθείην. ἀλλʼ ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλος εὑρίσκεται τὸ ι οἷον τῷ σοφῷ, ἐν δὲ τοῖς εὐκτικοῖς κατὰ τὴν παραλήγουσαν οἷον τύπτοιμι τυπτοίμην τυφθείην. ἄλλως τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντως εὑρίσκεται τὸ ι ἐν διφθόγγῳ οἷον Αἴαντι, βότρυϊ, ἐν δὲ τοῖς εὐκτικοῖς πάντως ἐν διφθόγγῳ εὑρίσκεται τὸ ι οἷον τύπτοιμι τυφθείη. πλησιάζει δὲ καὶ κατʼ ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥσπερ γὰρ ἐν ταῖς εἰς ω ληγούσαις δοτικαῖς οὐ προσγράφουσιν οἱ Αἰολεῖς τὸ ι οἷον Ὁμήρω, ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκις ἀποβάλλουσι τὸ ι. ἔστι γὰρ λάχοιμι, λάχοις, λάχοι· τοῦτο γίνεται Ἀττικῶς λαχοίην λαχοίης λαχοίη, ὥσπερ ἐτύφθην ἐτύφθης ἐτύφθη, καὶ ἀποβάλλουσιν οἱ Αἰολεῖς τὸ ι καὶ λέγουσι λαχόης.
Δεῖ δὲ γινώσκειν ὅτι τὰ εὐκτικὰ ἢ εἰς μι λήγει ἢ εἰς μην ἢ εἰς ην καθαρὸν οἷον τύπτοιμι τυπτοίμην τυφθείην. καὶ τὰ μὲν εἰς μι ἐνεργητικά ἐστιν ἢ μέσα, οὐδέποτε δὲ παθητικά· ἐνεργητικὰ μὲν οἷον τύπτοιμι, βοῷμι, χρυσοῖμι, τετύφοιμι, μέσα δὲ οἷον τετύποιμι, δεδούποιμι, πεποίθοιμι. τὰ δὲ εἰς μην παθητικά ἐστιν ἢ μέσα, οὐδέποτε δὲ ἐνεργητικά· παθητικὰ μὲν οἷον τυπτοίμην, λεγοίμην, χρυσοίμην, μέσα δὲ οἷον τυψαίμην λαβοίμην. τὰ δὲ εἰς ην καθαρὸν ἢ παθητικά ἐστιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέσα· ἐνεργητικὰ μὲν οἷον τιθείην, ἱσταίην, γνοίην, δοίην, παθητικὰ δὲ οἷον τυφθείην, δαρείην, νυγείην. καὶ ἰστέον ὅτι ὅσα μὲν ἔχει εἰς μενος τὴν μετοχήν, εἰς μην ἔχει τὸ εὐκτικὸν οἷον τυπτόμενος τυπτοίμην, τυφθησόμενος τυφθησοίμην, τυψάμενος τυψαίμην· ὅσα δὲ ἔχει τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένην, εἰς ην καθαρὸν ἔχει τὸ εὐκτικὸν οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, ἱστάς ἱστάντος ἱσταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην. τὰ δὲ μηδὲν τούτων ἔχοντα εἰς μι ἔχει τὸ εὐκτικὸν οἷον τύπτων τύπτοντος τύπτοιμι, βοῶν βοῶντος βοῷμι, τετυφώς τετυφότος τετύφοιμι. τοῦτο γὰρ ἔχει τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως, ἀλλʼ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, ἵνα ποιήσωμεν εἰς ην τὸ εὐκτικόν. δεῖ δὲ γινώσκειν ὅτι πολλάκις εὑρίσκομεν εἰς ην καθαρὸν εὐκτικὰ μὴ οὔσης τῆς μετοχῆς εἰς ς μετʼ ὀξείας τάσεως καὶ διὰ τοῦ ντ κλινομένης, περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντός ἐστιν ἡ μετοχὴ. τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιος σχηματίζει οὕτως, λέγων, ὅτι ἔστι περιπατοῖμι περιπατοῖς περιπατοῖ καὶ Ἀττικῶς γίνεται περιπατοίη κατὰ πλεονασμὸν τοῦ η καὶ ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς η καταλῆγον προσθέσει τοῦ ς ποιεῖ τὸ βʹ πρόσωπον, καὶ τροπῇ τοῦ ς εἰς ν ποιεῖ τὸ αʹ οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης ἐνύγην, τούτου χάριν ἐγένετο τὸ βʹ πρόσωπον προσθέσει τοῦ ς περιπατοίης καὶ τροπῇ τοῦ ς εἰς τὸ ν περιπατοίην τὸ πρῶτον.
Γεώργιος ὁ Χοιροβοσκός ὁ δὲ Ἡρωδιανὸς ἀλλοίως σχηματίζει αὐτὸ λέγων, ὅτι ἀπὸ τοῦ περιπατοῖμι τροπῇ τῆς μι εἰς ην καὶ ἐκ τούτου τὸ βʹ πρόσωπον περιπατοίης τροπῇ τοῦ ν εἰς ς καὶ τὸ γʹ περιπατοίη ἀποβολῇ τοῦ ς, ὥσπερ ἐτύφθην ἐτύφθης ἐτύφθη, ἐδάρην ἐδάρης ἐδάρη, τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν ὅτι τὸ τρέφοιν, ὡς παρʼ Εὐριπίδῃ ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλας γέγονε τοῦτον τὸν τρόπον· ἔστι τρεφοίην ὡς περιπατοίην καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ η γέγονε τρέφοιν.
Γεώργιος ὁ Χοιροβοσκός πάντα τὰ εὐκτικὰ εἴτε εἰς μι λήγει εἴτε εἰς μην εἴτε εἰς ην καθαρὸν διφθόγγῳ θέλει παραλήγεσθαι τῇ μετὰ τοῦ ι· οἷον τύπτοιμι πεποιῄμην τυπτοίμην τυψαίμην τυφθησοίμην τυφθείης νυγείην γνοίην δοίην. καὶ φυλάττει τὴν δίφθογγον καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς. δεῖ δὲ προσθεῖναι, χωρὶς τῆς δʹ συζυγίας τῶν εἰς μι· ταῦτα γὰρ οὐ παραλήγεται τῇ διφθόγγῳ· ζευγνύην γὰρ καὶ ὀμνύην χωρὶς τοῦ ι.
Γεώργιος ὁ Χοιροβοσκός καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προσθέσει τοῦ μ παθητικὰ γίνεται οἷον ζευγνύμην, πηγνύμην, ὀμνύμην. εἰ εἶχον τὸ ι κατὰ τὴν παραλήγουσαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖς παθητικοῖς, ἐπειδὴ μετὰ τὴν υι δίφθογγον σύμφωνον οὐχ εὑρίσκεται ἐπιφερόμενον οἷον ἅρπυια, μυῖα, υἱός· ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖς παθητικοῖς, προαπέβαλον ἐν τοῖς ἐνεργητικοῖς. τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆς δʹ συζυγίας τῶν εἰς μι οὐ παραλήγεται διφθόγγῳ.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι τὰ εἰς μεν εὐκτικά, εἰ μὲν διφθόγγῳ παραλήγεται, ἀποβολῇ τοῦ μ τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν ποιεῖ οἷον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυσοῖμεν χρυσοῖεν. εἰ δὲ ἑνὶ φωνήεντι παραλήγεται, τροπῇ τῆς μεν εἰς σαν τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν ποιεῖ οἷον τυφθείημεν τυφθείησαν, δαρείημεν δαρείησαν, νυγείημεν νυγείησαν. ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ γʹ πρόσωπον τῶν πληθυντικῶν δοίησαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ συγκοπὴν τοῦ η δοῖμεν δʼ Ἀτρείδαο θυγατρῶν εἶδος ἀρίστην, τότε τὸ γʹ τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ μ, ἐπειδὴ διφθόγγῳ παραλήγεται οἷον ὑμῖν μὲν θεοὶ δοῖεν·
Γεώργιος ὁ Χοιροβοσκός κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελικοῦ τοῦτον τὸν τρόπον· ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ καὶ ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελικοῦ τὴν τελευταίαν συλλαβὴν εἰς μι καὶ πρὸ τοῦ μι δεχόμεναι τὸ ι τὸ εὐκτικὸν ποιοῦσιν ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέση τὸ μέσον οἷον τετυφότος τετύφοιμι, πεποιηκότος πεποιήκοιμι, τετυπότος τετύποιμι, δεδουπότος δεδούποιμι, πεποιθότος πεποίθοιμι. ἰστέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως, ἀλλʼ οὖν οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην οἷον τετυφώς τετυφότος, πεποιθώς πεποιθότος, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ην καθαρὸν τὸ εὐκτικόν· ἐκεῖνα γὰρ εἰς ην καθαρὸν ἔχει τὸ εὐκτικὸν ὅσα ἔχει μετʼ ὀξείας τάσεως τὴν μετοχὴν εἰς ς καὶ διὰ τοῦ ντ κλινομένην οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, γνούς γνόντος γνοίην. σεσημείωται τὸ εἰδείην, τοῦτο γὰρ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ς μετʼ ὀξείας τάσεως οἷον εἰδώς εἰδότος, ἀλλʼ οὐκ ἔχει αὐτὴν διὰ τοῦ ντ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰς ην καθαρὸν ἔχειν τὸ εὐκτικόν. ἀλλʼ ἔστιν εἰπεῖν ὅτι ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην Ἀττικῶς κατὰ τροπὴν τῆς μι εἰς ην, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώς εἰδότος γέγονεν εἴδοιμι, ὥσπερ τετυφώς τετυφότος τετύφοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆς μι εἰς ην καὶ κατὰ τροπὴν τοῦ ο εἰς τὸ ε εἰδείην.
Γεώργιος ὁ Χοιροβοσκός ἰστέον ὅτι τύψαντος ἔστιν ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς μι καὶ πρὸ τοῦ μ δεχομένη τὸ ι καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα, φημὶ δὲ τὸ ν, τὸ εὐκτικὸν ποιεῖ οἷον τύψαιμι· εἰ γὰρ καὶ εἶχε τὴν μετοχὴν τούτου εἰς ς καὶ διὰ τοῦ ντ κλινομένην, ἀλλʼ οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ην καθαρὸν τὸ εὐκτικόν. δεῖ δὲ γινώσκειν ὅτι τὰ εὐκτικὰ τοῦ αʹ ἀορίστου ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ εια προφέρονται οἷον τύψαιμι τύψεια, ὑποστρέψαιμι ὑποστρέψεια. καὶ τῷ μὲν αʹ προσώπῳ οἱ Αἰολεῖς μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι οἷον τύψειας τύψειε, καὶ τύψειαν τὸ γʹ τῶν πληθυντικῶν· τίσειας τίσειε καὶ τίσειαν τὸ γʹ τῶν πληθυντικῶν, ὡς παρὰ τῷ ποιητῇ τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσι καὶ πάλιν ὑποστρέψειας μηδέτι σοῖσι πόδεσσι ὑποστρέψειας καὶ ὑποστρέψειαν τὸ πληθυντικόν.
Αἴλιος Ἡρωδιανός προπαροξυτονητέον τὸ μεμνέῳτο· γράφεται δὲ καὶ σὺν τῷ ι τὸ ω. οὕτω δὲ καὶ ὁ Ἀσκαλωνίτης, ἐκ τοῦ μεμνέοιτο ἡγούμενος αὐτὸ εἶναι. παρὰ μέντοι Ξενοφῶντι ἄνευ τοῦ ε ἐστὶν ὁ σχηματισμὸς καὶ προπερισπᾶται ἐν Κύρου παιδείας πρώτῳ «ἀλλʼ ὅτε τὰ ἄριστα πράττοι, τότε μάλιστα τὸν θεὸν μεμνῷτο». τὸ δὲ ἀνάλογον διὰ τοῦ η προσκειμένου τοῦ ι παρʼ Ἀριστοφάνει ἐν Πλούτῳ δευτέρῳ «ἵνα τοὐμὸν ἱμάτιον φορῶν μεμνῇτό μου» καὶ πάλιν προπερισπαστέον. ἐν ἑτέροις μέντοι ἐντελῶς περὶ τοῦ σχηματισμοῦ διέλαβον. — Περὶ ὑποτακτικῶν.
Γεώργιος ὁ Χοιροβοσκός πᾶν ἐνεργητικὸν ἢ μέσον ἢ παθητικὸν ὑποτακτικὸν μὴ ἔχοντος τὸ μ κλιτικὸν τοῦ ἰδίου ὁριστικοῦ παρῳχημένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶς παρῳχημένος ὁριστικὸς εἴτε ἐνεργητικὸς εἴτε μέσος εἴτε παθητικὸς μὴ ἔχων τὸ μ κλιτικὸν τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν τὸ ὑποτακτικὸν ποιεῖ οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύσουν ἐὰν χρυσῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίησα ἐὰν ποιήσω, ἐνόησα ἐὰν νοήσω, ἐλάλησα ἐὰν λαλήσω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, ἐδεδούπειν ἐὰν δεδούπω, ἐστάλκειν ἐὰν ἐστάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐστάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις, ἐπειδὴ ἡ ἄρχουσά ἐστι τοῦ παρακειμένου. ὁ δὲ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν. εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις, ηὑρίσκετο ἡ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐστὶν ἀδύνατον. πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ μ κλιτικὸν ἀλλὰ θεματικόν.
Γεώργιος ὁ Χοιροβοσκός πᾶς παρῳχημένος ὁριστικὸς ἔχων τὸ μ κλιτικόν, εἴτε παθητικὸς εἴτε μέσος, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς μαι καὶ τὸ παραλῆγον φωνῆεν εἰς ω μετὰ τὸ ἀποβαλεῖν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, δηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γὰρ οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι, τὸ ὑποτακτικὸν ποιεῖ· οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγωμαι, ἐποιούμην ἐὰν ποιῶμαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυσούμην ἐὰν χρυσῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι ἐποιησάμην ἐὰν ποιήσωμαι, ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱστάμην ἐὰν ἱστῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἐπιστάμην ἐὰν ἐπίστωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι. ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ μ ἕτερον σύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος οἷον τέτυμμαι ἐὰν τετυμμένος ὦ, λέλεγμαι ἐὰν λελεγμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ. πρόσκειται ἐν τῷ κανόνι «ἔχον τὸ μ κλιτικὸν» διὰ τὸ ἐδάμην. τούτου γὰρ τὸ ὑποτακτικὸν οὐκ ἔστιν εἰς μαι, ἀλλʼ εἰς ω οἷον δαμῶ, ἀλλʼ οὐκ ἔχει τὸ μ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ μ κλιτικόν. — Περὶ μετοχῶν.