eul_wid: chg-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on the Poisonous Spring by Heliodorus the Tragedian of Athens

The Fragments on the Poisonous Spring is a lost tragedy attributed to Heliodorus the Tragedian of Athens. The work survives only as a title and a record of twenty-five fragments, with no extant description of its plot or characters. The title indicates the play’s central motif was likely a toxic water source, a common tragic device for murder, suicide, or divine punishment. Inferred solely from the title, potential thematic elements include the concept of pollution and toxicity, representing both physical and moral corruption. The work is fragmentary, preserved through indirect transmission; the twenty-five passages were likely quotations in the works of other ancient authors, though the specific sources are unrecorded. The author may be identifiable with the Heliodorus who was a member of the Alexandrian Pleiad of tragic poets during the reign of Ptolemy II Philadelphus in the third century BCE. If so, these fragments represent a trace of the Hellenistic tragic tradition, though the work’s loss and the author’s obscurity have precluded any identifiable influence on later literature.

Ἡλιόδωρος ὁ τραγικός Ἀθηναῖος Ἀπολυτικὰ πρὸς Νικόμαχον
Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεόν, οὐ μὰ τὸν ὑψοῦ
Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην,
οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα,
οὔτε μέ τις δώροισι παρήγαγεν οὔθʼ ὑπʼ ἀνάγκης
οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην·
ἀλλʼ ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω
καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.
Ἡλιόδωρος ὁ τραγικός Ἀθηναῖος
Ἰταλίης οὐ πολλὸν ὑπερστείχοντι κολώνην
Γαυρείην χώρη τις ὁδιτάων ἐπὶ λαιὰ
κέκλιται ἀργήεσσα χιὼν ὥς· ἐκ δέ οἱ ὕδωρ
ἀΐσσει μάλα πικρὸν ἀναπνεῦσαι πιέειν τε.
κεῖνο πολυστάφυλοι περιναιέται ἀνέρες ὕδωρ
ὄσσων ἄλκαρ ἔχουσιν· ὁ μὲν λοετροῖο χατίζων
αὔτως, ὄφρα κε μοῦνον ἐν ὕδατι γυῖα καθήρῃ,
ὀφθαλμοὺς βλεφάροισι λίην ἀραρῶσι καλύψας
δεύεται, ὡς μή οἵ τι παραδράμῃ ἕρκεος εἴσω
ὑγρὸν ἐπὶ γλήνης· τὸ γὰρ ἄλγεος αἴτιον εἴη.
ὃς δέ κε λημηρῇ νεφέλῃ εἰλυμένος ὄσσε
ἀσχάλλῃ ὀδύναις, κεροειδέα δʼ ἀμφὶ χιτῶνα
οἶδος πιαλέοισι περιβρίθῃ πελανοῖσι,
κείνῳ καίριόν ἐστι καὶ ἀσφαλὲς ὄμμα διῆναι
ἀμπετὲς ἀκλήϊστον. ἄφαρ δʼ ἀπὸ πᾶσα τελέσθη
θυμοδακὴς ὀδύνη, ῥέα δʼ ἄλθεται ὕδατι νοῦσος.
Ἡλιόδωρος ὁ τραγικός Ἀθηναῖος Πρωτεσίλαος
Ἀργείων τελέεσσιν ὅσοι Φυλάκηθεν ἕποντο
φοῖβον ὕδωρ ἐπάγων κέρασʼ Ὠκεανοῖο ῥοῇσι.