---
title: Fragments on the Poisonous Spring
title_greek: Ἀποσπάσματα περὶ τῆς Ἰοβόλου Πηγῆς
author: Heliodorus the Tragedian of Athens
eul_wid: chg-ab
eul_aid: chg
canonical: "https://eulogikon.org/works/heliodorus-athens-poisonous-spring-chg-ab"
period: Classical
dialect: Attic Drama
domain: Drama
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Fragments on the Poisonous Spring

*Ἀποσπάσματα περὶ τῆς Ἰοβόλου Πηγῆς*

**Author:** Heliodorus the Tragedian of Athens

**eul_wid:** `chg-ab` · [HTML page](https://eulogikon.org/works/heliodorus-athens-poisonous-spring-chg-ab)

## Text

### book 471.1

[ln_1]Οὐ μὰ τὸν ἐν

### book 471.2

Τρίκκῃ πρηὺν θεόν, οὐ μὰ τὸν ὑψοῦ Ἠέλιον

### book 471.3

σπείροντα θεοῖς

### book 471.4

φαεσίμβροτον αἴγλην, οὐ μὰ θεῶν

### book 471.5

σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα, οὔτε μέ τις δώροισι

### book 471.6

παρήγαγεν οὔθ’ ὑπ’ ἀνάγκης[ln_5]οὔτε χάριν

### book 471.7

φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην· ἀλλ’ ὁσίας μὲν

### book 471.8

χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.

### book 472.1

[ln_1]Ἰταλίης οὐ πολλὸν ὑπερστείχοντι κολώνην Γαυρείην χώρη

### book 472.2

τις ὁδιτάων ἐπὶ λαιὰ κέκλιται ἀργήεσσα

### book 472.3

χιὼν ὥς· ἐκ δέ οἱ ὕδωρ ἀΐσσει μάλα

### book 472.4

πικρὸν ἀναπνεῦσαι

### book 472.5

πιέειν

### book 472.6

τε.[ln_5]κεῖνο

### book 472.7

πολυστάφυλοι

### book 472.8

περιναιέται ἀνέρες ὕδωρ ὄσσων ἄλκαρ ἔχουσιν· ὁ μὲν λοετροῖο

### book 472.9

χατίζων αὔτως, ὄφρα κε μοῦνον ἐν ὕδατι γυῖα καθήρῃ, ὀφθαλμοὺς βλεφάροισι λίην ἀραρῶσι καλύψας δεύεται, ὡς μή οἵ τι

### book 472.10

παραδράμῃ ἕρκεος εἴσω[ln_10]ὑγρὸν ἐπὶ γλήνης· τὸ γὰρ ἄλγεος 〈αἴτιον〉 εἴη. ὃς δέ κε λημηρῇ νεφέλῃ εἰλυμένος ὄσσε ἀσχάλλῃ ὀδύναις, κεροειδέα δ’ ἀμφὶ χιτῶνα οἶδος

### book 472.11

πιαλέοισι

### book 472.12

περιβρίθῃ πελανοῖσι, κείνῳ καίριόν ἐστι καὶ ἀσφαλὲς ὄμμα διῆναι[ln_15]ἀμπετὲς ἀκλήϊστον. ἄφαρ δ’ ἀπὸ πᾶσα

### book 472.13

τελέσθη θυμοδακὴς ὀδύνη, ῥέα δ’ ἄλθεται ὕδατι νοῦσος.

### book 473.1

[ln_1]Ἀργείων

### book 473.2

τελέεσσιν ὅσοι

### book 473.3

Φυλάκηθεν ἕποντο

### book 474

[ln_1]φοῖβον ὕδωρ ἐπάγων κέρας’ Ὠκεανοῖο ῥοῇσι.

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: chg-ab`.
