eul_wid: chg-aa

Ἰταλικὰ θαύματα
Italian Wonders

Heliodorus the Tragedian of Athens Italian Wonders PDF

unit_1 Ἰταλίης οὐ πολλὸν ὑπερστείχοντι κολώνην Γαυρείην χώρη τις ὁδιτάων ἐπὶ λαιὰ κέκλιται ἀργήεσσα χιών ὥς. ἐκ δέ οἱ ὕδωρ ἀΐσσει μάλα πικρὸν ἀναπνεῦσαι πιέειν τε. Κεῖνο πολυστάφυλοι περιναιέται ἀνέρες ὕδωρ ὄσσων ἄλκαρ ἔχουσιν. ὁ μὲν λοετροῖο χατίζων αὕτως ὄφρα κε μοῦνον ἐν ὕδατι γυῖα καθήρῃ, ὀφθαλμοὺς βλεφάροισι λίην ἀραρόσι καλύψας δύεται, ὡς μή οἵ τι παραδράμῃ ἕρκεος εἴσω ὑργὸν ἐπὶ γλήνης· τὸ γὰρ ἄλγεος αἴτιον εἴη· ὃς δέ κενημερή νεφέλῃ λελυσμένος ὄσσε ἀσχάλλῃ ὀδύναις, κεροειδέα δ’ ἀμφὶ χιτῶνα οἶδος πιαλέοισι περιβριθῇ πελανοῖσι, κείνῳ καίριόν ἐστι καὶ ἀσφαλὲς ὄμμα διῆναι ἀμπετές, ἀκλήϊστον, ἄφαρ δ’ ἀπὸ πᾶσα τελέσθη θυμοδακὴς ὀδύνη, ῥέα δ’ ἔκθεται ὕδατι νοῦσος.