eul_wid: kog-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Myth and Divinity by Euphorion of Chalcis

The Fragments on Myth and Divinity is a modern compilation of 215 surviving passages from the lost works of the Hellenistic poet and scholar Euphorion of Chalcis, who flourished in the third century BCE. As the head of the royal library at Antioch, Euphorion composed learned epic poetry and short epics, or epyllia, characterized by extreme erudition and difficulty. His verses are dense with obscure mythological variants, rare vocabulary, and recondite allusions, designed for a sophisticated, scholarly audience. The extant fragments, which represent the scattered remains of lost poems such as Thrax and Chiliades, were preserved through quotations in later Greek authors and commentators, as well as in papyrus discoveries. They touch upon characteristically Hellenistic themes, including local cult origins, unusual etiological tales, and the pathos of tragic love stories. Though no complete work survives, Euphorion’s influence was profound, particularly on Roman poets such as Virgil, who adapted his erudite and emotionally intense style. His model of allusive, intellectually demanding poetry played a significant role in shaping the course of Augustan literature.

Ἀλέξανδρος
Ἄνιος
Ἷκτο μὲν ἐς Δωδῶνα Διὸς φηγοῖο προφῆτιν,
ἵκετο δʼ ἐς Πυθῶνα καὶ ἐς γλαυκῶπα Προνοίην.
Ἀντιγραφαὶ πρὸς Θεοδωρίδαν
Ζὰψ δὲ ποτὶ σπιλάδεσσι νεῶν ὀλέτειρα κακύνει.
Ἀπολλόδωρος
Ποικιλόνους δὲ μέλαθρον ... ὀρχίλος ἔπτη
Κυζίκου, ὃν δʼ ἤεισε κακὸν γάμον ἐχθομένη κρέξ.
Καί τις Ἀπολλό-
δωρος ........ ἐφʼ υἱέα Λειοφόωντος
Ἀραὶ ἢ Ποτηριοκλέπτης
Ὅστις μευ κελέβην Ἀλυβηίδα μοῦνος ἀπηύρα
… ὄπισθε
… α φέροιτο
… θι κάππεσε λύχνου
… α κατὰ Γλαυκώπιον Ἕρσῃ,
οὕνεκʼ Ἀθηναίης ἱερὴν ἀνελύσατο κίστην
δεσποίνης. Ἢ ὅσσον ὁδοιπόροι ἐρρήσσοντο,
Σκείρων ἔνθα πόδεσσιν ἀεικέα μήδετο χύτλα
οὐκ ἐπὶ δήν· Αἴθρης γὰρ ἀλοιηθεὶς ὑπὸ παιδὶ
νωιτέρης χέλυος πύματος ἐλιπήνατο λαιμόν.
Ἢ καί νιν σφεδανοῖο τανυσσαμένη ἀπὸ τόξου
Ταιναρίη λοχίῃσι γυναικῶν ἐμπελάτειρα
Ἄρτεμις ὠδίνεσσιν ἑῷ ταλάωρι μετάσποι.
Ὀκχοίη δʼ Ἀχέροντι βαρὺν λίθον Ἀσκαλάφοιο,
τόν οἱ χωσαμένη γυίοις ἐπιήραρε Δηώ,
μαρτυρίην ὅτι μοῦνος ἐθήκατο Φερσεφονείῃ.
Ἀρτεμίδωρος
Δαῖμον, ὃς Ἀμφιλύσοιο ῥόον ...
Γέρανος
Ὥριον οἷά τε μῆλον, ὅ τʼ ἀργιλώδεσιν ὄχθαις
πορφύρεον ἐλαχείῃ ἐνιτρέφεται Σιδόεντι.
Δημοσθένης
Δαίμονος ἱλάοιο
Διόνυσος
Ἐν πυρὶ Βάκχον δῖον ὑπὲρ φιάλης ἐβάλοντο.
Ὕῃ ταυροκέρωτι Διωνύσῳ κοτέσασα
Ῥειώνη ἄμυδις βλαψίφρονα φάρμακα χεῦεν,
ὅσσʼ ἐδάη Πολύδαμνα, Κυτηϊὰς ἢ ὅσα Μήδη.
Ἄκτιος Αἰγεύς
Ἴχνος ἂν Ὠρυχίοισιν ἐν ἕρκεσιν ὀκλάσσαιντο.
Διόνυσος Κεχηνώς
Ἐπικήδειον εἰς Πρωταγόραν
Τῷ καὶ μέτρια μέν τις ἐπὶ φθιμένῳ ἀκάχοιτο,
μέτρια καὶ κλαύσειεν· ἐπεὶ καὶ πάμπαν ἄδακρυν
Μοῖραι ἐσικχήναντο.
Ἡσίοδος
Θρᾷξ
Τὸν μὲν ἄρʼ ἐκ φλοίσβου Ἀσβώτιοι ὦκα φέροντες
ὑστάτιον ῥύσαντο κονισαλέῃσιν ἐθείραις
ἵπποι καλὰ νάουσαν ἐπορνύμενοι Φυσάδειαν.
Ἀνέρος ἀρράτοιο φόωσδʼ ἀνὰ Κέρβερον ἄξων
Τύμβος ὑπὸ κνημοῖσι πολυσχεράδος Μυκόνοιο
Ἱππομέδων
Τοῖος γὰρ Κυχρεῖος ἐνὶ ψαφαρῇ Σαλαμῖνι
Ἱστία· Ἴναχος
Κλήτωρ
Αὐλίς τʼ Ὠρωπός τε καὶ Ἀμφιάρεια λοετρά
Μοψοπία ἢ Ἄτακτα
Ἀκτῆς δὲ παροίτερα φωνηθείσης·
οἳ μὲν δὴ ἐνέπουσι καὶ Ἀσίδα κικλῄσκεσθαι,
οἳ δὲ Ποσειδάωνος ἐπώνυμον αὐδηθῆναι.
Οἷοι ἐπιθύουσι βοῶν λίες.
κάπροι τε λίες τε.
Εὔμολπος Δόλιχός τε καὶ Ἱπποθόων μεγάθυμος
Ξένιος
Πολυχάρης
Ἢ καὶ Γαιζῆται περὶ δείρεα χρυσοφορεῦντες
Ὑάκινθος
Πορφυρέη ὑάκινθε, σὲ μὲν μία φῆμις ἀοιδῶν
Ῥοιτείῃς ἀμάθοισι δεδουπότος Αἰακίδαο
εἴαρος ἀντέλλειν γεγραμμένα κωκύουσαν.
Πλευρά τε καὶ θώρηκα διήρικεν ἰνίου ἄχρις.
Τό ῥά οἱ δάνος ὤπασεν Ἕκτωρ.
Κώκυτός τοι μοῦνος ἀφʼ ἕλκεα νίψεν Ἄδωνιν.
Φιλοκτήτης
Τὸν δʼ ἐκάλυψε θάλασσα λιλαιόμενον βιότοιο,
καί οἱ πήχεες ἄκρον ὑπερφαίνοντο ταθέντες
ἀχρεῖʼ ἀσπαίροντος ἅλις Δολοπιονίδαο
δυστήνου· ζωὴν δὲ μεθʼ ὕδατος ἔκβαλε πᾶσαν
χεῖρας ὑπερπλάζων, ἅλμη δʼ ἔκλυσσεν ὀδόντας.
Χιλιάδες
Καὶ Ψίλιν Ἀσκάνιόν τε ...... Ναυαίθοιο
Δαίμων .... σαιτο φιλοπλοκάμοισι Δυμαίναις
Ζηνὸς Χαονίοιο προμάντιες ηὐδάξαντο.
Τῆς μὲν τῶν, ὅσσα φύει εὐδείελος αἶα,
ἢ φυτὸν ἢ ποίην, ὅτεῳ ἐχρίμψατο λύθρον,
ὡς πυρὶ καρφόμενα ψαφαρῇ ἰνδάλλετο τέφρῃ.
Αιπ...
ξανθὸς δ...
καί οἱ δειμαίνοντι ...
ταρφέες ἀφλοισμῷ δι ..
Οἱ δʼ ὄπιθεν λασίῃ ὑπὸ γαστέρι πεπτηῶτες
οὐραῖοι λιχμῶντο περὶ πλευρῇσι δράκοντες,
ἐν καί οἱ βλεφάροις κυάνῳ ἠστράπτετον ὄσσε.
Ἦ που θερμάστραις ἤ που Μελιγουνίδι τοῖαι
μαρμαρυγαί, αἴρῃσιν ὅτε ῥήσσοιτο σίδηρος,
ἠέρʼ ἀναθρῴσκουσι — βοᾷ δʼ εὐήλατος ἄκμων —,
ἢ Αἴτνην ψολόεσσαν, ἐναύλιον Ἀστερόποιο.
Ἵκετο μὴν Τίρυνθα παλιγκότῳ Εὐρυσθῆι
ζωὸς ὑπὲξ Ἀίδαο δυώδεκα λοῖσθος ἀέθλων·
καί μιν ἐνὶ τριόδοισι πολυκρίθοιο Μιδείης
ταρβαλέαι σὺν παισὶν ἐθηήσαντο γυναῖκες.
Χαλκείῃ ἀκάτῳ βουπληθέος ἐξ Ἐρυθείης
Αἳ καὶ ἀναμπέχονοι γυμνοῖς ποσὶν ἠύτε δοῦλαι
ἠοῖαι σαίρεσκον Ἀθηναίης περὶ βωμὸν
νόσφι κρηδέμνοιο, καὶ εἰ βαρὺ γῆρας ἱκάνοι.
Ἦ γὰρ δὴ Φοῖβός τε Ποσειδάων τʼ ἐκάλεσσαν
Αἰακὸν οὐκ ἀβοηθὶ περὶ κρήδεμνα δέμοντες.
Ἐς Φθίην χιλοῖο κατήϊε πάμπαν ἄπαστος·
τούνεκα Μυρμιδόνες μιν Ἀχιλέα φημίξαντο.
Ἥ οἱ Μούνιτον υἷα τέκε πλομένῳ ἐνὶ ὥρῳ
ἀλλά ἑ Σιθονίῃ τε καὶ ἐν κνημοῖσιν Ὀλύνθου
ἀγρώσσονθʼ ἅμα πατρὶ πελώριος ἔκτανεν ὕδρος
Οἳ πλόον ἠρνήσαντο καὶ ὅρκους Αἰγιαλήων.
Αὖλίν τέ σφʼ ἄγαγον
Πεσσά τε Ναυπλιάδαο
Πολλάκι οὑ κλισίῃσι Πυληγενέεσσί τε νηυσὶν
ἐννύχιοι πίλναντο νόσων ἅπερ ἰητῆρος.
Ὅς ῥά τε πᾶσιν ἔικτο θαλάσσιος ἠύτε Πρωτεύς.
Οὐ γὰρ Ἀλήσιοί ἐστε.
Οἳ δʼ οὔπω Σιμόεντος Ἀχαιίδας ἄρσαμεν ἵππους.
Δίρφυν ἀνὰ τρηχεῖαν ὑπʼ Εὐβοίῃ κεκόνιστο.
Μυσοῖο παρʼ ὕδασιν Ἀσκανίοιο
Χθιζόν μοι κνώσσοντι παρʼ Ἀργανθώνιον αἶπος
Ἀποπρὸ δὲ Βέβρυκα πύκτην
Δωροφόροι καλεοίαθʼ ὑποφρίσσοντες ἄνακτας
Ἠοῖ δʼ Εὐάρχοιο φερεκλεὲς ἀμφὶ ῥέεθρον
Ὁπλοτέρου τʼ Ἀχιλῆος ἀκούομεν Εὐρυλόχοιο,
Δελφίδες ᾧ ὕπο καλὸν Ἰήϊον ἀντεβόησαν
Κρῖσαν πορθήσαντι, Λυκωρέος οἰκία Φοίβου.
Θιβρήν τε Σεμίραμιν
Κακώτερε Καλλικόωντος
Ἠδʼ ὅσσα προτέροισιν ἀείδεται Εὐρυβάτοισιν.
Κλαίοντες δέ τε κοῦρον ἐπʼ ἀγχιάλοις πιτύεσσι
κάτθεσαν, ὁκκόθε δὴ στεφάνωμʼ ἄθλοις φορέοντο·
οὐ γάρ πω τρηχεῖα λαβὴ καταμήσατο χειρῶν
Μήνης παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ,
ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο.
Ἄστεα Δυρραχίης τε καὶ ἔθνεα Ταυλαντίνων
Ὀθνεῖον Περσεῖ τελέων γάμον Εὐρυμέδοντι
Ὀρχομενὸν Χαρίτεσσιν ἀφαρέσιν ὀρχηθέντα
Πάντα δέ οἱ νεκυηδὸν ἐλευκαίνοντο πρόσωπα.
Ὑετόμαντις ὅτε κρώξειε κορώνη.
Οὕνεκα δή μιν
ἶφι βιησαμένῳ Ἑλένη ὑπεγείνατο Θησεῖ.
Ἀγχίαλον Βραυρῶνα, κενήριον Ἰφιγενείης
Τέκνον, μὴ σύ γε μητρὸς ἀπʼ ἀνθερεῶνας ἀμήσῃς,
ἠελίους ἥτις σε τριηκοσίους ἐφόρησα,
τέκνον, ὑπὸ ζώνῃ, φοβερὰς δʼ ὠδῖνας ἀνέτλην
ἐς φάος ἐρχομένου, λαρὸν δʼ ἐπὶ χείλεσι πρώτη
μαστὸν ἐπισχομένη λευκῷ σʼ ἔψισα γάλακτι.
Φοιταλέος διὰ πᾶσαν ἄδην ἐπάτησε κοθόρνῳ.
Προπρὸ δέ μιν δασπλῆτες ὀφειλομένην ἄγον οἶμον
γήλοφον εἰς ἀργῆτα θυγατριδέαι Φόρκυνος
Εὐμενίδες ναρκίσσου ἐπιστεφέες πλοκαμῖδας.
Οὗτος μὲν Ζωστὴρ Φοίβου πέδον
Ὄφρα κε μαντεύοιτο μεθʼ υἱάσι Βοιωτοῖο,
τόν ῥα Ποσειδάωνι δαμασσαμένῳ τέκεν Ἄρνη,
Βοιωτὸν δʼ ὀνόμηνε· τὸ γὰρ καλέσαντο νομῆες,
ὅττι ῥα πατρῴῃσι βοῶν ἀπεθήκατο κόπροις.
Πύραμον ἠχήεντα, πόλιν δʼ ἐκτίσσατο Μαλλόν,
ἧς πέρι δῆριν ἔθεντο κακοφράδες ἀλλήλοισι
Μόψος τʼ Ἀμφίλοχός τε, καὶ ἄκριτα δηρινθέντες
μουνὰξ ἀλλίστοιο πύλας ἔβαν Ἀϊδονῆος.
Οὖπις ἀμαλλοφόρος
Οὐδὲ νεογνοὶ
παῖδες ἐδιζήσαντο πελώριον Ὠρίωνα.
Ἀλλʼ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα,
τήν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ,
ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσεσθαι ἔμελλε
νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην.
Κεβληγόνου Ἀτρυτώνης
Καί οἱ γείνατο κοῦρον, ὃς οὐκ ἴδεν ἠλέκτωρα.
Στεψαμένη θαλεροῖσι συνήντετο δικτάμνοισι.
Ὅσσους εὐρυκόωσα Τυφάονι κύσατο Κητώ.
Ἀελλόποδός θʼ ἁρπυίας
Βουκολέων Τρηχινίδα Τυμφρηστοῖο αἰπῆς
Μοῦσαι ἐποιήσαντο καὶ ἀπροτίμαστος Ὅμηρος
Ὕδατα δινήεντος ἀμευσάμενος Ἀθύραο
Δεξιτερὴν ὑπερέσχε καὶ ὀχθηρῆς Γερανείης.
Ἥτις ἔχεις κληῖδας ἐπιζεφύροιο Δυμαίης
Ὠκεανός, τῷ πᾶσα περίρρυτος ἐνδέδεται χθών
Πάντῃ δὲ σέθεν κλέος ἀστέμβακτον
Ἀτάρμυκτον πρέπεν ὄμμα.
Ἀτρέα δῆμον Ἀθηνῶν
Πολύτροφα δάκρυα Βύνης
Ἄστυ κατʼ εὐβύριον
Οὐδέ τοι εὔωροι θυέων
Τῆς οὐδʼ αἴθυιαι οὐδὲ κρυεροὶ καύηκες
Ἠὲ πόθεν ποταμῶν κελέβῃ ἀποήφυσας ὕδωρ;
Κυνηλατέοντος
αὐτῷ σὺν τελαμῶνι νεοσμήκτῳ τε μαχαίρῃ
Πτῶκες ἀειχλώροισιν ἰαύεσκον μολοθούροις.
Ἠπεδαναὶ πέμφιγες ἐπιτρύζουσι θανόντα.
Ζεφύρου μέγα ποιφύξαντος
Ἐν δὲ πόποις θέσσαντο.
Ἀλεξίκακον φύε ῥάμνον.
Οἷόν θʼ εἱαμενῆς ὑποκυδέος
Λιγνύν τε ψολόεσσαν ἀιδνήεντά τε καπνόν.
Πρώτας ὁππότʼ ἔπεξε καλὰς Εὔδοξος ἐθείρας,
Φοίβῳ παιδείην ὤπασεν ἀγλαΐην.
Ἀντὶ δέ οἱ πλοκαμῖδος, Ἑκηβόλε, καλὸς ἐπείη
ὡχαρνῆθεν ἀεὶ κισσὸς ἀεξομένῳ.
Οὐχ ὁ τρηχὺς Ἐλαιὸς ἐπʼ ὀστέα κεῖνα καλύπτει
οὐδʼ ἡ Κυανέη γράμμα λαχοῦσα Πέτρη·
ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπείνης Δρακάνοιο
Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·
ἀντὶ δʼ ἐγὼ ξενίης πολυκηδέος ἡ κεινὴ χθὼν
ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.
Ἀμπέλινος
Βότρυα
Γλαυκῶπις
Ἐλλιπέες
Ἐνοσίχθων
Ἧλ, ἧλι
Κηπουρός
Ναυαγός
Πεφορινῶσθαι
Φλεγεθοίατο
Χαμαιεῦναι
Αἰγιδόκος
Καλαὶ μέν ποτʼ ἔσαν, καλαί, φόβαι Εὐτελίδαο·
ἀλλʼ αὑτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ
δινῆντʼ ἐν ποταμῷ· τὸν δʼ αὐτίκα νοῦσος ἀεικής ...
Τῷ μιν καὶ Περσῆα μετεκλήϊσσαν Ἀχαιοὶ
οὕνεκεν ἄστεα πέρσεν ἀπειρεσίων ἀνθρώπων.