ΑΙΓΙΝΗΤΙΚΑ.
Τζέτζης : Ἡ αἴγινα πρότερον Οἰνώνη ἐλέγετο ἀπὸ Οἰνώνης τῆς Βουδίωνος θυγατρὸς, καθά φησι Πυθαίνετος ἐν τῷ πρώτῳ τῶν Αἰγινητικῶν.
Πινδαρικὴ ὑπόμνησις : Βασσίδαισιν Ὁ Δίδυμός φησι· Προσήκει γράφειν Βουδίδαι· γενέσθαι γάρ τινα Βουδίωνα ἐν Αἰγίνῃ, ἀφʼ οὗ κατάγεσθαι γενεὰν τὴν Βουδιδῶν· μνημονεύειν δέ φασι τοῦ Βουδίωνος Πυθαίνετον ἐν πρώτῳ Αἰγινητικῶν γράφοντα οὕτως· «Περὶ δὲ ταῦτα τούτων λεγομένων λέγεται Βουδίωνα τυγχάνειν διηνεγμένον πρὸς Οἰνώνην τὴν ἑαυτοῦ θυγατέρα.»
Ἀπολλωνίου τοῦ Ῥοδίου Σχόλια : Νῆσος ἡ Ἱππουρὶς πλησίον Θήρας. Μνημονεύει δὲ αὐτῆς καὶ Τιμοσθένης, καὶ Πυθαίνετος ἐν πρώτῳ Περὶ Αἰγίνης.
Πινδαρικὴ ὑπόμνησις : Πυθαίνετος δὲ Διὶ συνελθοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν, ἣν γαμηθῆναι Ἄκτορι ἐν Θεσσαλίᾳ καὶ τεκεῖν Μενοίτιον· ὕστερον δὲ τοῦτον εἰς Ὀποῦντα ἐλθεῖν. Συγγενὴς γὰρ ὑπῆρχε τοῦ Λοκροῦ.
Πινδαρικὴ ὑπόμνησις : Παρʼ Αἰγινήταις Δελφίνιος μεὶς ἄγεται Δελφινίου Ἀπόλλωνος ἱερὸς, ἐν ᾧ ἴσως φησὶ γεγενῆσθαι τὰ Νέμεα. Πεφιλῆσθαι γάρ φησι τὸν μῆνα τοῦτον ὑπὸ τοῦ Ἀπόλλωνος. Καὶ εἴη ἂν ὁ μὴν οὗτος, ἐν ᾧ θύουσιν Αἰγινῆται Ἀπόλλωνι οἰκιστῇ καὶ δωματίτῃ, καθά φησι Πυθαίνετος.
Ἀθήναιος : Πυθαίνετος ἐν τρίτῳ Περὶ Αἰγίνης Περίανδρόν φησιν, ἐξ Ἐπιδαύρου τὴν Προκλέους θυγατέρα Μέλισσαν ἰδόντα, Πελοποννησιακῶς ἠσθημένην — ἀναμπέχονος γὰρ καὶ μονοχίτων ἦν, καὶ ᾠνοχόει τοῖς ἐργαζομένοις —, ἐρασθέντα γῆμαι.