eul_wid: pfu-aa

Fragments on Apollo
Ἀποσπάσματα περὶ Ἀπόλλωνος

Mesomedes of Crete Fragments on Apollo PDF

The Fragments on Apollo is a collection of poetic passages attributed to Mesomedes of Crete, a Greek lyric poet and composer active in the 2nd century CE. As a freedman and court musician to Emperor Hadrian, Mesomedes composed hymns for performance within the imperial Roman court, an environment where Greek artistic traditions continued to be esteemed. The work comprises short lyric poems that exalt Apollo, celebrating his divine domains of music, light, prophecy, and healing. The collection's precise structure remains ambiguous in the historical record and may represent a later compilation of his Apollo-themed verses. Several of his complete hymns survive independently, composed in a range of Greek meters such as anapaestic and dactylic. Of exceptional importance is the survival of musical notation for three of his hymns in a Byzantine manuscript, the Codex Palatinus graecus 281, copied in the 13th or 14th century. These notated pieces provide rare and invaluable insight into the actual sound of ancient Greek music. His poems were also preserved in literary anthologies like the Palatine Anthology. Modern scholarship values these hymns both as poetry and as exceptional documentary evidence for musical practice during the Roman imperial period.

book 1.1 [ln_1]Ἄειδε μοῦσά μοι φίλη, μολπῆς δ’ ἐμῆς κατάρχου, αὔρη δὲ σῶν ἀπ’ ἀλσέων ἐμὰς
book 1.2 φρένας δονείτω.[ln_5]Καλλιόπεια
book 1.3 σοφά, μουσῶν
book 1.4 προκαθαγέτι
book 1.5 τερπνῶν, καὶ σοφὲ μυστοδότα, Λατοῦς γόνε, Δήλιε
book 1.6 Παιάν, εὐμενεῖς πάρεστέ μοι.
book 2.1 [ln_1]Εὐφαμείτω πᾶς αἰθήρ, γῆ καὶ πόντος καὶ πνοιαί, οὔρεα, τέμπεα
book 2.2 σιγάτω, ἦχοι
book 2.3 φθόγγοι τ’ ὀρνίθων·[ln_5]μέλλει γὰρ
book 2.4 πορτ’ ἡμᾶς βαίνειν
book 2.5 Φοῖβος ἀκερσεκόμας εὐχαίτας.[ln_6]χιονοβλεφάρου πάτερ Ἀοῦς, ῥοδόεσσαν ὃς ἄντυγα πώλων
book 2.6 πτανοῖς ὑπ’ ἴχνεσσι διώκεις,[ln_10]χρυσέαισιν ἀγαλλόμενος κόμαις
book 2.7 περὶ νῶτον ἀπείριτον οὐρανοῦ ἀκτῖνα
book 2.8 πολύστροφον ἀμπλέκων, αἴγλας
book 2.9 πολυδερκέα
book 2.10 παγάν
book 2.11 περὶ γαῖαν ἅπασαν ἑλίσσων,[ln_15]ποταμοὶ δὲ σέθεν
book 2.12 πυρὸς ἀμβρότου τίκτουσιν ἐπήρατον ἁμέραν. σοὶ μὲν
book 2.13 χορὸς εὔδιος ἀστέρων κατ’ Ὄλυμπον ἄνακτα
book 2.14 χορεύει ἄνετον μέλος αἰὲν ἀείδων[ln_20]Φοιβηίδι
book 2.15 τερπόμενος λύρᾳ,
book 2.1 γλαυκὰ δὲ πάροιθε
book 2.2 Σελάνα
book 2.3 χρόνον ὥριον ἁγεμονεύει λευκῶν ὑπὸ σύρμασι μόσχων· γάνυται δέ τέ 〈σ〉οι νόος εὐμενής[ln_25]πολυείμονα κόσμον ἑλίσσων.
book 3.1 [ln_1]Νέμεσι
book 3.2 πτερόεσσα βίου ῥοπά, κυανῶπι θεά, θύγατερ Δίκας, ἃ κοῦφα
book 3.3 φρυάγματα θνατῶν ἐπέχεις ἀδάμαντι
book 3.4 χαλινῷ,[ln_5]ἔχθουσα δ’ ὕβριν ὀλοὰν βροτῶν μέλανα
book 3.5 φθόνον ἐκτὸς ἐλαύνεις. ὑπὸ σὸν
book 3.6 τροχὸν ἄστατον ἀστιβῆ χαροπὰ μερόπων
book 3.7 στρέφεται τύχα, λήθουσα δὲ πὰρ πόδα βαίνεις,[ln_10]γαυρούμενον αὐχένα κλίνεις. ὑπὸ πῆχυν ἀεὶ βίοτον μετρεῖς, νεύεις δ’ ὑπὸ κόλπον ὄφρυν ἀεί ζυγὸν μετὰ χεῖρα κρατοῦσα. ἵλαθι μάκαιρα δικασπόλε[ln_15]Νέμεσι
book 3.8 πτερόεσσα βίου ῥοπά.
book 3.1 [ln_15]Νέμεσιν θεὸν ᾄδομεν ἀφθίταν, Νίκην
book 3.2 τανυσίπτερον ὀμβρίμαν νημερτέα καὶ πάρεδρον Δίκας, ἃ τὰν μεγαλανορίαν βροτῶν[ln_20]νεμεσῶσα φέρεις κατὰ ταρτάρου.
book 4.1 [ln_1]Ἀρχὰ καὶ πάντων γέννα, πρεσβίστα κόσμου μᾶτερ καὶ νὺξ καὶ φῶς καὶ σιγά, ἃ φρουρεῖς πάντα〈σ〉 μύ〈στασ〉[ln_5]ἠδ’ ἀγγέλλεις
book 4.2 τοὺς Ζηνός
book 4.3 παῖδας κυδίστῃ Ῥείῃ, δέχει γὰρ πάντας μύθους μειλικτοὺς ἀνδρῶν ἔργοις. καί μοι
book 4.4 πρῶτον μὲν
book 4.5 ψυχά[ln_10]ὀρθὰν βαίνοι
book 4.6 πρὸς γραμμά〈ν〉 ἀψευδεῖ γλώσσης ῥύμῃ· γυίων αὖθις δ’ ἀσκηθεῖς γόμφοι τ’ εἶεν καὶ ταρσοί ζωᾶς ἐς μέτρον τᾶσδε.[ln_15]σὺ δ’ ὦ λαμπραῖς ἀκτῖσι〈ν〉 γαῖαν πᾶσαν
book 4.7 πυρσεύων Αἰὼν ἀσβέστων
book 4.8 φλογμῶν, ταῖς
book 4.9 σαῖς δέρκευ με γλήναις ὄλβον
book 4.10 χεύων εὐαγῆ[ln_20]τῷ σῷ, Παιάν, βακχευτᾷ. εἰς σὲ ζωὰν γὰρ
book 4.11 τείνω γυίοις ἐνναίων ῥευστοῖς· οἴκτειρον τόσσον, Τιτάν, ἀνθρώπου δειλοῦ δεσμόν.
book 5.1 [ln_1]Εἷς ὕμνος ἀνά τε γᾶν ἀνά τε νηῦς ἁλιπόρους ᾄδεται, πολυτρόποις ἓν τέλος ἐν ὀργίοις·[ln_5]ἁ βαθύκερως Ἶσις ἅτ’ ἔαρος ἅτε θέρεος ἅτε
book 5.2 χείματος ἄγει νεογόνους ἡνίας. τὲ καλεῦσι πῦρ Ἄιδος {τε}[ln_10]καὶ χθόνιος ὑμέναιος, αἱ φυτῶν ὠδῖνες, οἱ Κύπριδος ἵμεροι, τὲ νηπιάχου γονά, πῦρ τέλεον ἄρρητον,[ln_15]οἱ Ῥέας Κούρητες ὅ τε Κρόνιος ἄμητος· ἄστρα διφρηλάτᾳ πάντα δι’ ἀνακτόρων Ἴσιδι
book 5.3 χορεύεται.
book 6.1 [ln_1]Ἀδρία βαθύπλου, πόθεν ἄρξομαι ὑμνεῖν
book 6.2 σε, μεσαιπόλε πόντου; πῶς ἢ τίς ἔτικτέ σε
book 6.3 παγά ἢ πῶς τὸ πανόλβιον ὕδωρ[ln_5]χθονὶ μὴ περικείμενον ἵσταται; οὐ γὰρ βλέπετ’ ἔνθεν †ἀπωροφά, οὐ βουκόλος, οὐ γένος ὀρνέων, οὐ μηκάσι σύρισε
book 6.4 ποιμήν· ἔνθ’ ὕδατα καὶ πλατὺς ἀήρ.[ln_10]χορὸς εἰς σὲ πάλιν κέκλιτ’ ἀστέρων καὶ κέντρα
book 6.5 φαεινὰ σελάνας καὶ Πλειάδος ἀστέρες εὐγενεῖς. δὸς ἰδεῖν
book 6.6 χθόνα, δέσποτα, καὶ πόλιν, ἀνέμους δὸς ἀπήμονας εὐδίους·
book 6.1 [ln_15]καὶ μητέρα γῆς ἐσιδὼν πόλιν τότε
book 6.2 σοι νεβρὸν εὔκερω θύσω.
book 7.1 [ln_1]Τίς ὁ λάινον ἄντρον Ἄρει ξέσας, τίς ὁ κέντρον ἐπίσκοπον ἁρμόσας
book 7.2 συνοδοιπόρον εὗρε τὸ〈ν〉 ἁλίου, ἐνέκλεισεν ἔσω δρόμον ἁμέρας,[ln_5]ὅθεν αἰθέρος ἅρμα
book 7.3 προσίπταται; ὦ δαιδαλέου καμάτου τέχνας· ὀλίγη λίθος ἐνδέδυται πόλον, τὸν Ἄτλας
book 7.4 τις ἐκούφισε βαστάσας.
book 8.1 [ln_1]Τίς ἐτεύξατο
book 8.2 χαλκελάτῳ τέχνᾳ μακάρων δρόμον ἐς μέτρον ἁμέρας; τίς ἔταξε κύκλῳ δρόμον ἀστέρων, παγχάλκεον εἰκόνα κόσμου,[ln_5]μερίσας κανόνων τύπον εὐδρόμων, ὁρίσας ἀτραπῶν ὁδὸν εὐαγῆ ζῴων ἀριθμὸν
book 8.3 τρὶς
book 8.4 τεσσάρων; ὁ δὲ δίσκος ἔχει
book 8.5 πυκινὰν γλυφάν, τετορευμένα
book 8.6 τείρεα
book 8.7 χρύσεα·[ln_10]Κριὸν βριαρὸν λασιὸν κόμαν, Ταῦρον κεραὸν, Πλειάδων δρόμον, μορφὰν κρατερῶν Διδύμων ἴσαν, ὤμοισι κεχηνότα Καρκίνον, κρατερὸν δὲ Λέοντα
book 8.8 πελώριον,[ln_15]ξανθὰν εὐώπιδα
book 8.9 Παρθένον, Ζυγὸν ἀμφιρεπῆ, μερόπων δίκαν, καὶ Σκορπίον εὔοπλον ὀργίλον, Κένταυρον ἀναιδέα
book 8.10 τοξόταν,
book 8.1 διφυὲς καλὸν Αἰγόκερω δέμας,[ln_20]ὑετοῦ μέγαν ὄμβρον Ὑδρηχόου, πελάγους ἁλικύμονος Ἰχθύας. φέρεται δὲ μέσον κανόνων λίθ[ος τὰν τάξιν ἔχων ἰδίων μέτρων, ἀνόδευτον ὁδὸν
book 8.2 φανερὰν ἔχων,[ln_25]θέμενος
book 8.3 χορὸν εἰς μέτρον ἀφθίτων. καὶ δείκνυτο πᾶσι τέχνα
book 8.4 σοφά· μετὰ δῆριν ἀπείριτον οὐρανοῦ μυκήσατο χάλκεος ἁδονά, δηλοῦσα βροτοῖς μέτρον ἁμέρας.
book 9.1 [ln_1]Ἄνθος τόδε
book 9.2 σοι βυθίων
book 9.3 πετρῶν
book 9.4 πολύτρητον ἁλὸς
book 9.5 παλάμαις φέρω
book 9.6 σμήνεσσι
book 9.7 πανείκελον †α δων† ἅτε κηρὸν Ὑμήττιον ἐκ
book 9.8 πετρῶν,[ln_5]ᾧ Γλαῦκος ἐν ὕδασι τέρπεται, Τρίτωνος ὅδ’ ἐστὶ χαμεύνα. τούτῳ παρὰ κύμασι
book 9.9 παρθένοι
book 9.10 παίζουσιν, ἀγάλματα Νηρέως, πώλων ὅδ’ ἀφρώδε’ ἀθυ〈ρμάτ〉ων[ln_10]Ἐνοσίχθονος ἄσθματα λούει. τοῦτον τάμε νηχόμενος δύτας ἁλὸς ὕδασιν ἄτρομος ἐργάτας, ἵνα
book 9.11 σου κατὰ χιονέων μελῶν λύσῃ μετὰ νύκτα, γύναι καλά,[ln_15]κάματον †τῶν ἐρωτικῶν ὀμμάτων.
book 10.1 [ln_1]Κύκνον ἐνὶ ποταμῷ κάτεχεν ἄτερ βρόχου
book 10.2 παγόδετον ὕδωρ· ὃν ἄμουσος ἰδών[ln_5]αἰπόλος ἀγρότας ἔθελε διολέσαι, κεφαλὰν λιγύθρουν τῷ σταχυοτόμῳ δρεπάνῳ θερίσας.[ln_10]κατὰ δ’ ὑδατοπαγοῦς βαῖνε κελεύθου βήμασι κούφοις, Τιτὰν δὲ κύκνῳ πυρόεντι βολᾷ[ln_15]σύμμαχος ἐφάνη· γίγνετο μὲν ὑγρόν πάλι
book 10.3 ποταμὸς ὕδωρ· ἔπεσεν ὁ βούτας, ὁ δὲ κύκνος ἀνέθορε[ln_20]κἄμπτατο
book 10.4 χαίρων.
book 11.1 [ln_1]Ἐλέφαντος ἐπ’ οὔατι κώνωψ
book 11.2 πτερὸν οὐ πτερὸν ἵστατο
book 11.3 σείων, φάτο δ’ ἄφρονα μῦθον· ἀφίπταμαι, βάρος οὐ γὰρ ἐμὸν δύνασαι φέρειν.[ln_5]ὃ δ’ ἔλεξε γέλωτος ὑφ’ ἁδονᾷ· ἀλλ’ οὔτ’ ἐδάην ὅτ’ ἐφιπτάθης οὔθ’ ἡνίκ’ ἀφίπτασαι, κώνωψ.
book 12.1 Ἕρπουσα
book 12.2 ποτωμένα βεβῶσα κούρα, νόθον ἴχνος ἀραμένα δρομαία λέαινα, πτερόεσσα μὲν ἦν τὰ πρόσω γυνά, τὰ δὲ μέσ〈σ〉α βρέμουσα λέαινα θήρ,[ln_5]τὰ δ’ ὄπισθεν ἑλισσόμενος δράκων. οὔθ’ ὁλκὸς ἀπέτρεχεν, οὐ γυνά οὔτ’ ὄρνις ὅλον δέμας οὔτε θήρ· κο〈ύ〉ρη γὰρ ἐφαίνετ’ ἄνευ
book 12.3 ποδῶν, κεφαλὰν δ’ οὐκ ἔσχε βρέμουσα θήρ.[ln_10]φύσιν ἔσχεν ἄτακτα κεκραμένα〈ν〉 ἀτέλεστα τέλεια μεμ〈ε〉ιγμένα.
book 13.1 Τὰν ὕελον †ἐκόμιζε κόψας† ἐργάτας ἀνήρ, ἐς δὲ πῦρ ἔθηκε βῶλον ὡς σίδηρον εὐσθενῆ.[ln_5]ἁ δ’ ὕελος οἷα κηρός ἐξεχεῖτο
book 13.2 παμφάγοισι
book 13.3 φλοξὶν ἐκπυρουμένα. θαῦμα δ’ ἦν ἰδεῖν βροτοῖς ὁλκὸν ἐκ
book 13.4 πυρὸς ῥέοντα[ln_10]καὶ τὸν ἐργάταν
book 13.5 τρέμοντα μὴ πεσὼν διαρραγῇ. ἐς δὲ διπτύχων ἀκμάς
book 13.6 χηλέων ἔθηκε βῶλον ...