eul_wid: kjq-ab
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Hermes the Creator of the World and Hermopolis Magna by Epic Work Anonymous

Hermes the Creator of the World and Hermopolis Magna is an anonymous Greek epic poem that narrates the cosmogonic and theogonic actions of the god Hermes. The work, structured in 32 passages, centres on Hermes in his role as a demiurge, or world-creator, and explores his association with the major Egyptian cult centre of Hermopolis Magna. This thematic focus indicates a narrative deeply engaged in religious syncretism, explicitly identifying the Greek Hermes with the Egyptian god Thoth, a deity of wisdom, writing, and magic. The poem likely incorporates a foundation myth for the city, detailing its religious significance within this fused theological framework. While the specific episodes, characters, and manuscript tradition of the work remain unattested in standard references, its subject matter strongly suggests a composition date in the Hellenistic or Imperial Roman period, when such cultural and theological syntheses between Greek and Egyptian traditions were particularly prevalent. The poem stands as a direct literary example of interpretatio graeca, the Hellenic practice of equating foreign gods with their own, here recasting a fundamental Egyptian religious concept through the lens of epic poetry.

ἐξερύσας τινὰ μοῖραν ἑῆς πολυειδέος ἀλκῆς·
κεῖνος δὴ Νόος ἐστὶν ἐμὸς πατρώιος Ἑρμῆς.
τῷ μάλα πόλλʼ ἐπέτελλε καμεῖν περικαλλέα κόσμον,
δῶκε δέ οἱ ῥάβδον χρυσέην διακοσμήτειραν,
πάσης εὐέργοιο νοήμονα μητέρα τέχνης.
σὺν τῇ ἔβη Διὸς υἱὸς ἑοῦ γενετῆρος ἐφετμήν
πᾶσαν ἵνα κρήνειεν, ὁ δʼ ἥμενος ἐν περιωπῇ
τέρπετο κυδαλίμου θηεύμενος υἱέος ἔργα.
αὐτὰρ ὁ θεσπεσίην φορέων τετράζυγα μορφήν
ὀφθαλμοὺς κάμμυσε κεδαζομένης ὑπὲρ αἴγλης
… ς εἶπέ τε μῦθον·
… ι πρόμος αἰθέρος … αὐτός
ληγέμεναι προτέρης ἔριδος στοιχεῖα κελεύει·
ἁρμονίῃ πείθεσθε, διακρίνεσθε δὲ νεῖκος.
λωιτέρη δέ τις ὔμμι συνήλυσις ἔσσετʼ ἔπειτα·
τεύξω γὰρ φιλότητα καὶ ἵμερον …
ὑμέας ἀλλήλοισιν ἀρειοτέρῃ ἐπὶ μοίρῃ.
ὣς εἰπὼν χρυσέῃ ῥάβδῳ θίγεν …
εὐκήλῳ δὲ τάχιστα κατείχετο πάντα γαλήνῃ
παυσάμενα στοιχεῖα πολυστόνου αὐτίκα νείκους·
ἔστη δʼ εὐθὺς ἕκαστον ὀφειλομένῳ ἐνὶ χώρῳ,
μαρμαρυγὴ δ …
δηναίης δὲ διχοστασίης λάθετʼ ἀρθμηθέντα.
αὐτὰρ ὁ παγγενέταο θεοῦ υἱός
πρῶτα μὲν αἰγλήεντα
ἀρρήτῳ στροφάλιγγι παλινδίνητον ἀνάγκην
οὐρανὸν ἐσφαίρωσε κατεστραφ …
ἑπτὰ δέ μιν ζώναις διεκόσμεεν, ἑπτὰ δʼ ἐπῆσαν
ἄστρων ἡγεμονῆες ἀλήμονες
ἄλλου νέρτερος ἄλλος, ἐπήτριμοι ἠλάσκοντες.
πάντοθι δʼ αἰθερίοιο … ου περὶ χ …
μέσσην γαῖαν ἔπηξεν ἀκινήτοις ἐνὶ δεσμοῖς,
ἐς δʼ αἴθωνα νότον κρυμώδεα τʼ ἄρκτον ἔτεινε
λοξὸν ἀκινήτοιο καὶ ἡσύχου ἄξονος οἶμον.
καὶ πόντου κελάδοντος …
μαινομένην, ἀχάλινον, ἀν …
ἀλλὰ μέσαις ἕνα κόλπον ἀολλ
μακραῖς ἠιόνεσσι χάραξε δ …
ἡ δὲ πολυπλάγκτων π …
νήχεται ἠπείροιο κασιγνήτης ἐνὶ κόλπῳ.
ἄξονα δὲ σφίγγουσι δύω πόλοι ἀμφοτέρωθεν.
… νι … περ …
… η παρακέκλιται
… χθαμαλὴν ἐ …
… ονθιν … ωδε …
… θον ὅλην …
οὔπω κύκλος ἔην Ὑπερίονος οὐδὲ καὶ αὐτή
εἰλιπόδων εὔληρα βοῶν ἐτίνασσε Σελήνη,
νὺξ δὲ διηνεκέως ἄτερ ἤματος ἔρρεε μούνη
ἄστρων λεπταλέῃσιν ὑπὸ στίλβουσα βολῇσι.
τὰ φρονέων πολιοῖο διʼ ἠέρος ἔστιχεν Ἑρμῆς
οὐκ οἶος, σὺν τῷ γε Λόγος κίεν ἀγλαὸς υἱός
λαιψηραῖς πτερύγεσσι κεκασμένος, αἰὲν ἀληθής,
ἁγνὴν ἀτρεκέεσσιν ἔχων ἐπὶ χείλεσι πειθώ,
πατρῴου καθαροῖο νοήματος ἄγγελος ὠκύς.
σὺν τῷ ἔβη γαῖάνδε μετ … Ἑρμῆς
παπταιν …
χῶρον ἐύκρητον διζήμενος, ἔνθα πολίσσῃ
ἄστυ … εστον, ὅ κεν πεπολισμένον εἴη
ἄξιον ἠελίου μορφὴν εὐφεγγέα δέχθαι.
ἀλλʼ οὐ … ἐπὶ κρυμώδεας ἄρκτους
πα … μοίραις χθονὸς οὕνεκα κείναις
… ε βαθὺς περιπέπταται ἀήρ
… υνόμενος νιφάδεσσι,
οὔλη δʼ ἐπενήνοθε πάχνη
θνητὸν δέμας· οὐδέ κεν αὖθι
…
…
… λθε χαλα … η
… λισ … λαων
… φυε …
… επται ἄσκιος ἀήρ
… δύω κατὰ βασμὸν ἔασι
… ι ἀκρήτοιο θερείης
… αἰθομένῳ πυρὶ γείτων
… α πολυσπερέων γένος ἀνδρῶν
… κλητοι … γένοντο
καὶ ἄστεα μοιρηθεῖσαι
… ὠκεανοῖο
… νυμίῃσι δέδασται
… οι, τῶν δέ τε μέσση
λεχωιὰς Ὠγυγίη χθών
… ομαι οι ποτ …
… τὸ δὲ κλέος οὐδεπ … θ …
… ἀντιπέρηθεν ὀρούσας
ἐυκτιμένῃ ἐνὶ Πυθοῖ
… θεοι μεγαλ …
… σανοτ …
… υσι … ν …
… ης διζημεν …