---
title: Historical Epic Fragment
title_greek: Ἱστορικὸν Ἐπικὸν Ἀπόσπασμα
author: Epic Work  Anonymous
eul_wid: kjq-ah
eul_aid: kjq
canonical: "https://eulogikon.org/works/epic-anon-historical-fragment-kjq-ah"
period: Hellenistic
dialect: Epic (Homeric) (frg)
domain: Epic
format: Verse
license: "https://creativecommons.org/publicdomain/mark/1.0/"
---

# Historical Epic Fragment

*Ἱστορικὸν Ἐπικὸν Ἀπόσπασμα*

**Author:** Epic Work  Anonymous

**eul_wid:** `kjq-ah` · [HTML page](https://eulogikon.org/works/epic-anon-historical-fragment-kjq-ah)

## Text

### unit_1

[δεξιτε]ρῇ κραδάων δολιχόσ[κιον ἔγχος ἔτυψεν] γαστ[έ]ρα· τῇ δ’ ἐνὶ χαλκὸς ἐλήλατ[ο] ἀσπίδα δαιδαλέην χαμάδις βάλ[ε, κάππεσε δ’ αὐτός] ὕπτιος ἐν κονίῃσι, κυλινδομέν[ου δ’ ὑπὸ χα]λκῷ γαστρὸς ἀποθρώσκοντα κατέρρεε[ν] ἔ[γκατ]α γαίῃ. Περσίνοος δ’ ὄλεκεν Δολίον κρατερόν τε Πυλάρτην Λαμπετίδην τε Φάληρον Ἀγήνορά τ’ αἰολομήτην· Αἴνιος αὖτε Μίμαντα δαήμονα θηροσυνάων [Ν]ειλῴης προβλῆτος ἰδὼν ἐπιάλμενον ὄχθης [ἀκ]ροτάτης κεφαλῆς κατὰ ἰνίον οὔτασε χαλκῷ· πρηνὴς δ’ ἐς ποταμὸν προκυλίνδετο, [μίσ]γετο δ’ ὕδ[ωρ] [αἵμ]ατι, τῆλε δέ οἱ προλιπὼν χρόα θ[υμὸς ἀπέπτη] [ἠύτ]ε κοῦφος ὄνειρος, ἐπερρώο[ντο δὲ νεκρῷ] [ἰχθ]ύες, ἀμφὶ δ’ ἀρ’ αὐτὸν ἀγήγ[ερατ’ ἔνθα καὶ ἔνθα] [ἐσ]θόντες σάρκας τε κ[αὶ] ἔγ[κατα πίονα φωτός.] [Αὐτ]ομέδων δ’ ὑσμῖν[ι..] .....[] [καὶ γ]ὰρ δὴ Βλεμύων πυκιναὶ κλονέ[οντο φάλαγγες·] [ἔν]θ’ ἔβαλ’ Αἴσυμνον κατὰ γαστέρα, τ[ῆς δὲ διαπρό] [ὠκυ]πετὲς κατέδυ δόρυ [χάλκ]εον, [αὐτὰρ ὅ γ’ ἥρως]

### unit_2

[ἔστ]η ἀμηχανέων, χολ[άδες δέ οἱ αὐτίκα πᾶσαι] [χύν]το χαμαί, τὰς δ’ αὖτε [] []μαινων τε κα[ὶ] []τέταται νέφος, οὐδ’ ἐσορῶ[μαι] []αινην ὁδόν, ἡ δέ μ[οι] ἔξω [στηθέων ταρβαλέη] κραδίη ἀναπάλλεται ἤδη, πάντα δ[ὲ .....]λυται χρόα δείματι. τίς κεν ἀλύξῃ ἀνέρα τό[νδ’] οὗπέρ τε μένος καὶ χεῖρες ἄαπτοι [ἀ]τρεκέως πεφύασιν ἀπ’ ἀκαμάτοιο σιδήρου. [ἦ ῥ]α καὶ ἐς φόβον ὦρτο κατὰ φρένα θυμὸν ἀλυίων, [οἱ] δ’ ἄλλοι κατὰ μέσσον ἐελμένοι ἠύτε κάπροι [..]θόμενοι κατ’ ὄρεσφι λίνων ὑπὸ θηρητήρων [...]ν..[..........] τεκέων ὕπερ, ἔρρεε δ’ ἠχή [τῶν μὲν ἀπολλυμένω]ν τῶν δ’ αὖ φεύγοντας ὀπίσσω [θεινόντων ξίφεσίν τε] καὶ ἔγχεσιν, ἔκτυπε δ’ αἰθ[ήρ] [] πέδον δ’ ἐρυθαίνετο λύ[θρῳ] [ὑπὸ] πληγῇσι σιδήρου [] ... [.....]ον μέλος ἠχώ· [καὶ τίνα δὴ πρῶτον, τί]να λοίσθιον ὤλεσεν ἥρω[ς,] [ὡς Βλεμύας φεύγον]τας ἀπεσκέδασεν πολέμο[ιο;] [πᾶ]σι μετέπρεπεν ἠμὲν ὀιστῷ [ἠδ’ ἔγχει δεδαὼς μάλ’ ἐπισταμέ]νως πολεμίζει[ν.] [πρῶτον μὲν]ενεοντα ποδώκη, [τῷ δ’ ἔπιἀπη]λοίησε σιδή[ρῳ] [Βλε]μύων ἡγήτορες [] []ς τιέσκετο· τῷ δ[] []χευεν ἐπ’ ὄμμασι· μ[] []ρε[ο]ιτο καὶ ἐσσομένο[ισι] []κήεντα καὶ ἐσσυμέ[νως] []οἳ δὲ παρέστασαν· []

### unit_3

[]ην ἐπεὶ οὐκ ἄρα[] []γγος ἐπὶ χρόνον α[] []ερόν μοι ἐπὶ κνέφα[ς] [σ]κοπέλοιο φανήμεναι [] []τον ἦμαρ ἐπαντέλλε[] []υμελ[.]ντις.[] [ἀλλ’ οὐδ’ ὣς] ἀπέληγε μάχης [] [ἀλλ’ ἐπιὼν Β]λεμύων κλισίας τ[ε κ]αὶ ἕ[ρκεα πυκνά] [ῥῆξέ τε] καὶ κατέκηε καὶ οὓς κατέμαρπτε κα[τέκτα,] [πρὸς δ’] ἔθεεν πέτρας τε καὶ οὔρεα καὶ μέλαν [ὕδωρ] [εὐνὰ]ς λειπομένων διζήμενος εἴ που ἐφ[εύροι.] [ὡς δ]ὲ λέων νομίῃ ἐπὶ φορβάδι θυμὸν ἀλυ[ίων] [αἶψα] βοῶν ἀγέλην μετανίσεται ἤματι μέ[σσῳ,] [οὐδέ] μιν ἰσχανόωσι κύνες δεδαημέν[οι ἄγρης] [δύμε]ναι ἕρκεα πυκνά, τεθήπασιν δὲ β[οτῆρες,] [αὐτὰρ ὅ]γ’ αἶψα βόαυλον ἀμαιμακέτῃ ὑ[πὸ λύσσῃ] [ἔσθορε, τ]αυροφόνον δὲ γένυν περιάγνυτ[αι αἷμα·] [ὣς κλισίαις Γερμανὸς] ἐπέχραεν, οἳ δ’ ἐπ[έχυντο] [] παρ’ ἀλλήλο[ι]σι [μένοντες] [] ἐοικότε[ς] []σε[] [.....] [ἐ]πιχθον[ί]οισι φ[] ........ρχε[.....] σοι κατόπισθεν [] .....των δ’ ἑκάτερθε κύνες προθέουσ[ι] [ὣς ἄρα Γ]ερμανῷ ῥηξήνορι χαλκοκορύστ[ῃ] [τῇ μὲν θ]ῆλυς ὅμιλος εὐπλέκτοις ἐνὶ δεσμο[ῖς] [τῇ δὲ καὶ] αἰζήων στρατὸς ἕσπετο, τοὺς [κατὰ χώρην] [ζώγρης’ ἐκ] πολέμοιο πεφυζότας. ἔστενε δὲ χθ[ών] [στειβομέν]η πρυλέεσσι καὶ ἀκ[α]μάτων ποσὶν ἵππω[ν]

### unit_4

[στεινομένων ἄ]μυδις, λιγυρὴ δ’ ἀνεβόμβεε σάλ[πιγξ] [πατρίδι ση]μαίνουσα μάχης πολυγηθέα νίκ[ην·] [οὐδὲ φυλα]κτῆρες πυλέων ψαύ[ε]σκον ὀχῆε[ς] []ενεοιγερ [...]ντε ποδα[] []τιν ἐπὶ χνοά[οντι] [] ἐπέρρ[] []β[]

## License and provenance

Eulogikon publishes public-domain Greek texts in cleaned, structured, readable form and makes no copyright claim over that preparation (Public Domain Mark 1.0, https://creativecommons.org/publicdomain/mark/1.0/). Cite as `eul_wid: kjq-ah`.
