eul_wid: pcs-ai
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments of Bithynica by Arrian of Nicomedia

The Bithynica is a lost historical work by the 2nd-century CE author Arrian of Nicomedia, best known for his Anabasis of Alexander. Composed in eight books, it was a comprehensive local history of the Bithynia region in northwestern Asia Minor, written in Greek as a tribute to the author's homeland. Arrian, a Roman senator of Bithynian origin, structured the work as a narrative stretching from the region's mythical foundations through the period of its independent monarchy, concluding with its annexation by the Roman Republic in 74 BCE. The text does not survive intact; modern knowledge of it derives from approximately 75 identifiable fragments preserved in later Greek and Byzantine authors and from a summary provided by the 9th-century patriarch Photius. These remnants indicate the work contained detailed accounts of Bithynian cities, rulers, and local legends. As a product of the Second Sophistic, a period marked by cultural revival and antiquarian scholarship in the Greek East, the Bithynica exemplifies the era's local patriotism, crafted to assert Bithynia's historical and cultural prestige within the Roman Empire. Its fragments remain a valuable, though limited, source for the Hellenistic history and historiography of the region.

ΒΙΘΥΝΙΚΑ

Φώτιος Ἀνεγνώσθη τοῦ αὐτοῦ τὰ Βιθυνικά, ἐν βιβλίοις ὀκτώ, ἐν οἷς τά τε μυθικὰ τὰ περὶ Βιθυνίας καὶ τἆλλα, ὅσα συνέστη περὶ αὐτήν, εἰς λεπτὸν ἀναγράφει, τῇ πατρίδι δῶρον ἀναφέρων τὰ πάτρια. Νικομήδειον γάρ τὸ γένος αὑτοῦ ἐν ταύτῃ τῇ συγγραφῇ διορίζει, ἐν αὐτῇ τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι, καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν

ἀνακεῖσθαί φησι, χρηματίσαι. μέμνηται δὲ ἐν ταύτῃ τῇ συγγραφῇ καὶ ἑτέρων πραγματειῶν. ὧν ἡ μὲν ὅσα Τιμολέοντι τῷ Κορινθίῳ κατὰ Σικελίαν ἐπράχθη, διαλαμβάνει· ἡ δὲ τὰ Δίωνι τῷ Συρακουσίῳ ὅσα ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρακούσας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου, καὶ τῶν βαρβάρων, οὓς ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο.

φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφήγησιν. μετὰ γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας, ἥδε αὐτῷ ἡ συγγραφὴ ἐξεπονήθη, καὶ ἐξ ἀρχῆς μὲν, ἀφʼ οὗ γράφειν ἴσχυσε, ταύτην ἐνστήσασθαι καὶ συντάξαι τὴν ὑπόθεσιν βουληθέντι, τῆς δὲ παρασκευῆς τῷ ἐνδεῶς αὐτὸν ἔχειν παρατεινάσης τὸν χρόνον· ταύτην γὰρ αὐτὸς τῆς ἐπὶ τούτῳ βραδυτῆτος ἀποδίδωσιν αἰτίαν.

ἄρχεται μὲν οὖν, ὥσπερ εἴρηται, ἀπὸ τῶν μυθικῶν τῆς ἱστορίας, κάτεισι δὲ μέχρι τῆς τελευτῆς τοῦ ἐσχάτου Νικομήδους, ὃς τελευτῶν τὴν βασιλείαν Ῥωμαίοις κατὰ διαθήκας ἀπέλιπεν, οὔπω βασιλευομένοις μετὰ τὴν τοῦ Ταρκυνίου ἐξέλασιν.

Στέφανος ὁ Βυζάντιος Ὄλυμπος, ὄρος Μυσίας. Ἀρριανὸς Βιθυνιακῶν πρώτῳ. οἱ οἰκοῦντες Ὀλυμπηνοί.

Ἐτυμολογικὸν τὸ Μέγα Ἀφεσίου Ζεὺς ἐν Ἄργει τιμᾶται. εἴρηται δὲ ὅτι Δευκαλίων τοῦ κατακλυσμοῦ γενομένου διαφυγὼν καὶ εἰς τὴν ἄκραν τὴν Ἄργους διασωθεὶς ἱδρύσατο βωμὸν ἀφεσίου Διὸς, ὅτι ἀφείθη ἐκ τοῦ κατακλυσμοῦ. ἡ δὲ ἄκρα ὕστερον Νεμέα ἐκλήθη, ἀπὸ τῶν Ἄργου βοσκημάτων ἐκεῖ νεμομένων. οὕτως Ἀρρειανὸς ἐτυμολογεῖ ἐν τῷ βʹ τῶν Βιθυνιακῶν.

Στέφανος ὁ Βυζάντιος Μεγαρικόν, πολίχνιον, ὃ συγκαταλέγεται ταῖς Βιθυνῶν πόλεσιν. Ἀρριανὸς πέμπτῳ· «Ἀστακός τε καὶ Ἡραία καὶ τὸ Μεγαρικόν». ἐθνικὸν Μεγαρικός.

Στέφανος ὁ Βυζάντιος Ἀστακός, πόλις Βιθυνίας, ἀπὸ Ἀστακοῦ τοῦ Ποσειδῶνος καὶ νύμφης Ὀλβίας, ὡς Ἀρριανὸς ἐν Βιθυνικοῖς ἱστορεῖ.

Στέφανος ὁ Βυζάντιος Νικομήδειον, ἐμπόριον Βιθυνίας. Ἀρριανὸς πέμπτῳ Βιθυνιακῶν. τὸ ἐθνικὸν Νικομηδεύς.

Στέφανος ὁ Βυζάντιος Βιθυνόπολις, πόλις Βιθυνίας, ἀπὸ Βίθυος. τὸ ἐθνικὸν ὤφειλε Βιθυνοπολίτης, εὗρον δὲ Βιθυνιαπολίτης παρὰ Ἀρριανῷ ἐν πέμπτῳ Βιθυνικῶν. δεῖ δὲ τοῦ Βιθυνόπολις εἶναι Βιθυνοπολίτης.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἰστέον δὲ ὅτι Διονύσιος μὲν Ἀσιανῶν ἐνταῦθα Φρυγῶν μέμνηται, ἄλλοι δέ φασι καὶ ἑτέρους Εὐρωπαίους εἶναί ποτε Φρύγας, ἐξ ὧν περαιωθέντων οἱ κατὰ τὴν Ἀσίαν ἐγένοντο.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὀλβιωτάτους δὲ τοὺς Φρύγας καὶ Ἀρριανὸς ἱστορεῖ, λέγων καὶ ὅτι λέγονται Φρύγες παλαιότατοι ἀνθρώπων γενέσθαι, καὶ ὅτι μαίνονται τῇ Ῥέᾳ καὶ πρὸς Κορυβάντων κατέχονται — ἤγουν κορυβαντιῶσι δαιμονῶντες· ὅταν δὲ κατασχῇ αὐτοὺς τὸ θεῖον, ἐλαυνόμενοι καὶ μέγα βοῶντες καὶ ὀρχούμενοι προθεσπίζουσι τὰ μέλλοντα, θεοφορούμενοι καὶ μαινόμενοι.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἦν δὲ καὶ σίκιννις κωμικωτέρα, ἣν πρῶτον, φασίν, ὠρχήσαντο Φρύγες ἐπὶ Σαβαζίῳ Διονύσῳ, ὀνομασθεῖσαν κατὰ τὸν Ἀρριανὸν ἐπὶ μιᾷ τῶν ὀπαδῶν τῆς Κυβέλλης νυμφῶν, ᾗ ὄνομα ἦν Σίκιννις.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι οὐ μόνον Εὐρωπαῖοι Μυσοὶ ἀλλὰ καὶ Ἀσιανοί. ὁ δὲ Ἀρριανὸς τῶν Εὐρωπαίων Μυσῶν ἀποίκους λέγει τοὺς ἐν τῇ Ἀσίᾳ Ὀλυμπηνοὺς Μυσούς, οἵτινες Μυσοὶ ὀνομάζονται ἢ ἀπὸ Μυσοῦ τοῦ Διὸς ἢ ἀπὸ ἑτέρου Μυσοῦ υἱοῦ Ἀργανθώνης τῆς γενναίας, τῆς ὀρεσιβίου, ἢ ἀπὸ τοῦ φυτοῦ τῆς μυσῆς ἢ τοῦ μυσοῦ, ἀμφοτέρως γὰρ λέγεται, ὅπερ τὴν ὀξύην δηλοῖ κατὰ τὴν γλῶσσαν τῶν Λυδῶν, ὡς καὶ ὁ Γεωγράφος φησίν.

Στέφανος ὁ Βυζάντιος Ἀβρεττηνή, χώρα Μυσίας, ἀπὸ Βρεττίας νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνός, ὡς Ἀρριανός φησιν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὁ δʼ αὐτὸς Ἀρριανὸς καὶ Θρᾴκην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπῳδάς τε καὶ φάρμακα, καὶ οἵαν τὰ μὲν ἐκλῦσαι τῶν παθημάτων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι, ὁποία τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυλουμένη Κροκοδίκη· καὶ ἀπὸ ταύτης τῆς Θρᾴκης δοκεῖ ὠνομάσθαι ἡ χώρα, Πέρκη ποτὲ καλουμένη.

Ὁ αὐτὸς λέγει καὶ ὅτι ἔθος ἦν Θρᾳξὶ πολλὰς ἔχειν γυναῖκας, ὡς ἂν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας, καὶ τὸ ἔθος αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν Δολόγκου, ᾧ παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἐνυάλιος δὲ κατὰ μὲν τοὺς πλείους ὁ πολεμικὸς ἀπὸ τῆς Ἐνυοῦς, τινὲς δὲ ὥσπερ τὴν Παλλάδα διὰ φόνον τοῦ Πάλλαντος οὕτω καὶ τὸν Ἐνυάλιον διά τι τοιοῦτον κεκλῆσθαί φασιν. Ἀρριανὸς γοῦν ἱστορεῖ ὅτι ἐλθὼν Ἄρης εἰς τὰ τῆς Θρᾴκης χωρία, ὅπου τὰ οἰκία ἦν τῷ Ἐνυαλίῳ, ἤθελε ξενισθῆναι· ὁ δὲ οὐκ ἤθελε δέχεσθαι, φάμενος οὐκ ἂν ξενίσαι ἄλλον ἢ ὃς κρείσσων αὐτοῦ τὰ πολέμια ἔλθοι. καὶ ὅς· «ὥρα σοι ξενίζειν ἐμέ, καθότι κρείσσων σοῦ φημὶ τὰ πολέμια εἶναι.» τοῦ δὲ Ἐνυαλίου ἀποφάσκοντος ἔρχεται εἰς χεῖρας, καὶ ἐπὶ πολὺ τῆς μάχης ἐκταθείσης τέλος ὁ Ἐνυάλιος πίπτει ὑπὸ τῷ Ἄρεϊ, πληγεὶς ὅπλῳ τῇ ῥομφαίᾳ. διὸ καθότι μέγα τοῦτο ἆθλον ὁ Ἄρης νέος ὢν ἐξετέλεσεν, ἐκαλεῖτο ἐπʼ αὐτῷ Ἐνυάλιος.

ὁ δʼ Ἐνυάλιος θεὸς πολεμικὸς ὑπάρχει.

κατά τινας ὁ Ἄρης μὲν παῖς Ἐνυοῦς ὢν Ἥρας,

ἄλλοις υἱὸς τοῦ Ἄρεος, ἑτέροις δὲ θεράπων,

Ἀρριανῷ δὲ ἄλλος τις Ἄρεϊ ἐσφαγμένος.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἰστέον δὲ καὶ ὅτι περὶ Ἑλένου ἱστορία τοιαύτη φέρεται παρὰ Ἀρριανῷ. Ἠδωνοῦ Θρᾳκὸς ἀνδρὸς παῖς Ἕλενος, μάντεων διαπρεπέστατος· παρὰ τοῦτον ἐξ Ἀσίας φοιτῆσαι τὸν Πριάμου παῖδα Σκαμάνδριον, ὃν ἀπονοστήσαντα οἴκαδε μνήμην θέσθαι τοῦ τὴν μαντικὴν ἐκπαιδεύσαντος Ἕλενον ἀπὸ Σκαμανδρίου μετονομασθέντα.

Εὐστάθιος ὁ Θεσσαλονίκης Τὴν μὲν Μάκριν, ὃ ἔστι τὴν Εὔβοιαν, Ἀβαντιάδα λέγει, ἀπὸ τοῦ ἐν αὐτῇ ἔθνους τῶν Ἀβάντων, Θρᾳκίου ἔθνους, ὥς φησιν Ἀρριανός, κληθέντος οὕτως ἀπό τινος Ἀργείου υἱοῦ Ποσειδῶνος Ἄβαντος.

Στέφανος ὁ Βυζάντιος Γετία, ἡ χώρα τῶν Γετῶν ... ἔστι δὲ Θρᾳκικὸν ἔθνος ... νόμοι δὲ Γετῶν τὸ ἐπισφάζειν τὴν γυναῖκα τῷ ἀνδρὶ καὶ ὅταν ἐπικηρυκεύωνται κιθαρίζειν. Ἀρριανὸς δὲ Γετηνοὺς αὐτούς φησι.

Στέφανος ὁ Βυζάντιος Τριῆρες, Θρᾴκιον ἔθνος, ἀπὸ Τριήρου τοῦ Ὀβριάρεω παιδὸς καὶ Θρᾴκης, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι Θρᾷκες οὐ μόνον Εὐρωπαῖοι, ἀλλὰ καὶ Ἀσιανοί, κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος ὥσπερ Φρύγας καὶ Μυσοὺς οὕτω δὴ καὶ Θρᾷκας ἐξ Εὐρώπης διαβῆναι εἰς Ἀσίαν μετὰ Πατάρου τινὸς ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, οὓς ἐκβαλόντες ἐκ Βιθυνίας οἱ Θρᾷκες ᾤκησαν αὐτοί.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ῥέειν δέ φασι καὶ αὐτὸν ἐκ τοῦ Μυσίου Ὀλύμπου, καθὰ καὶ τὸν Σαγγάριον, ὃς δὴ Σαγγάριος καὶ ναυσίπορός ἐστι καὶ μέγιστος τῶν ἐν Βιθυνίᾳ ποταμῶν, εἰσβάλλων εἰς τὸν Εὔξεινον. τοὺς δὲ Βιθυνοὺς καὶ ναυτικωτάτους ἱστοροῦσι γενέσθαι ποτέ, καὶ τὴν αὐτῶν γῆν πάμφορόν τε καὶ εὔδενδρον εἶναί φασι, καὶ λιθοτομίας ἔχουσαν πολλαχοῦ καὶ κρυστάλλους ἐν ὄρεσι φύουσαν, καὶ ἄλλα πολλὰ ἔχουσαν ἀγαθά.

λέγεται δὲ καὶ ὅτι τὴν ἀπὸ Βοσπόρου γῆν ἕως ἐπὶ Ῥήβαντα Βιθυνοί ποτε κατέσχον· τὴν δὲ αὐτοῦ ἐπέκεινα ἐπὶ Πόντον ὀρεινὴν οἱ Θυνοὶ ἔσχον ἄχρι ποταμοῦ Κάλητος, ὡς εἶναι ὁμόρους τούς τε Θυνοὺς καὶ τοὺς Βιθυνούς, οὕτω καλουμένους ἀπό τινων ἀδελφῶν ἐπιφανῶν Θυνοῦ καὶ Βιθυνοῦ, παίδων Φινέως κατὰ ποίησιν — ἤτοι ποιητῶν καὶ θετῶν —, καθά φησιν Ἀρριανός, ὃς καὶ γνήσιον παῖδα Φινέως ἱστορεῖ Παφλαγόνα, ἐξ οὗ χώρα Παφλαγονία. καὶ γῆν λέγει Ῥηβαντίαν τὴν πρὸς τῷ Ψιλλίῳ ποταμῷ, καὶ δημιουργόν τινα ἱστορεῖ παρὰ Βιθυνοῖς Δοιδάλσην καλούμενον, οὗ ἔργον ἐν Νικομηδείᾳ γενέσθαι θαυμαστὸν ἄγαλμα Στρατίου Διός.

λέγει δὲ ὁ αὐτὸς Ἀρριανὸς καὶ ὅτι ἄλλοι Ὀδρύσου παῖδάς φασι τὸν Θυνὸν καὶ τὸν Βιθυνόν, ὧν ἡ χώρα ὁμώνυμος.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανός· «φῦναι Φινέα».

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δέ φησιν ὅτι «Θυνὸς καὶ Μυσὸς υἱοὶ ἦσαν Ἀργανθώνης, ἥτις καλόν τι χρῆμα νύμφης ἦν, ἀφʼ ὧν Θυνὸς μὲν Θυνίαν οἰκίσας ἀφʼ ἑαυτοῦ ὠνόμασε, Μυσοὶ δὲ ἐπὶ τῷ Μυσῷ ὠνομάσθησαν».

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ τοιαῦτα περὶ Ἁλιζώνων ἱστορεῖ· οὓς Ὅμηρος ἐν νεῶν καταλόγῳ φησὶν Ἁλιζῶνας, Βιθυνοί εἰσιν; ὧν Ὁδίος καὶ Ἐπίστροφος ἦρχον· καὶ ἡ Ἀλύβη, ἐν ᾗ λέγει ἀργύρου γενέθλην εἶναι, παραδείκνυται, καὶ οὐκ ἀμαυρὰ ὑπόμνησις ἀργυρίων ἔργα ὑπολελειμμένα ὁρᾶται. Ἁλιζῶνες δὲ οἱ· ἄνθρωποι οὗτοι, φησί, καλοῦνται ὅτι πανταχόθεν θαλάσσῃ περιείργονται, ἀπὸ μὲν ἄρκτου καὶ ἀνατολῆς τῷ Εὐξείνῳ πόντῳ, πρὸς μεσημβρίαν δὲ καὶ νότον τῷ Ἀστακηνῷ κόλπῳ τῷ πρὸς Νικομήδειαν, πρὸς δὲ δύσιν καὶ ζέφυρον τῇ Προποντίδι καὶ τῷ Βοσπόρῳ, ὡς μὴ πόρρω χερρονήσου εἶναι τὰ πολλὰ αὐτῶν καὶ δικαιότατα λέγεσθαι διεζῶσθαι θαλάσσῃ. ὁ δʼ αὐτὸς Ἀρριανὸς λέγει καὶ τὸν ῥηθέντα Ὁδίον Ῥοδοίτην ποτὲ καλεῖσθαι, εἶτα εἰς Ῥοδίον μεταπεσεῖν, εἶτα Ὁδίον κληθῆναι.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἐνταῦθα δὲ χρήσιμον καὶ τὸ τοῦ Ἀρριανοῦ εἰπόντος ἐν Βιθυνιακοῖς ὅτι ἀνιόντες εἰς τὰ ἄκρα τῶν ὀρῶν Βιθυνοὶ ἐκάλουν Πάπαν τὸν Δία καὶ Ἄττιν τὸν αὐτόν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Καὶ ὁ Πρίηπος οὐ μόνον ἐν τῷ η λέγεται, ἀλλὰ καὶ διὰ τοῦ α Πρίαπος, καὶ διὰ τοῦ ε δὲ Πρίεπος παρὰ Ἀρριανῷ ἐν Βιθυνιακοῖς, παρʼ ᾧ καὶ εἰς ἥλιον ἀλληγορεῖται ὁ Πρίεπος διὰ τὸ γόνιμον.

Εὐστάθιος ὁ Θεσσαλονίκης Τὸν Ἥλιον δὲ ταμίαν τῶν ὅρκων ἐνταῦθα καλεῖ ὡς πάντα ἐφορῶντα. διὸ καὶ Βιθυνοὶ, ὡς Ἀρριανὸς ἱστορεῖ, δίκας ἐδίκαζον καθεζόμενοι ἀντίοι τοῦ Ἡλίου, ὡς ἂν ὁ θεὸς ἐποπτεύοι.

Εὐστάθιος ὁ Θεσσαλονίκης Κατὰ τὴν ἱστορίαν τοῦ Ἀρριανοῦ καὶ Βιθυνίας ποταμὸς Ὅρκος ὄνομα, ὃς φρικωδέστατος ὅρκων τοῖς ἐκεῖ ἐνομίζετο πρὸς βίαν εἰς τὰς δίνας ἕλκων τὸν ἐπίορκον, εἰ μὴ δρόμῳ ἐξεπήδησεν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ λέγει καὶ ὅτε παρὰ Βιθυνοῖς τελοῦνται τὰ νεκύσια, καλεῖν ὀνομαστὶ τὰς τῶν κατοιχομένων ψυχὰς ὅσοι τελευτᾶν ἔτυχον ὑπερόριοι, καὶ κατακαλεῖν αὐτοὺς ἐς τρὶς καὶ δέεσθαι ἀνελθεῖν ὡς μετάσχοιεν τῆς δαιτός.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι νῆσός ποτε ἦν ἡ Τύρος, ὡς καὶ Ἀρριανὸς λέγει· «Τύρος ἡ τότε ἔτι νῆσος.» ὠνόμασται δὲ ἀπὸ Τύρου τοῦ Φοίνικος, ἢ ἀπὸ γυναικὸς Τυροῦς, ἧς καὶ Ἀγήνορος ἡ Εὐρώπη, ἧς ἡ χώρα ἐπώνυμος.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι Εὐρώπη ἡ χώρα ἐξ Εὐρώπης λέγεται καθὰ καὶ ὁ Λυκόφρων φησίν· ἀφʼ ἧς ὁ Σαρπηδών, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσῳ. Ἀγήνορος δὲ αὕτη θυγάτηρ, ἣν Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐληΐσατο, ναυμαχίᾳ τὴν Τύρον ἑλών. σημείωσαι δὲ ὅτι ἄλλος ἐστὶν οὗτος παρὰ τὸν Λύκιον Σαρπηδόνα. Σαρπηδὼν μὲν γὰρ οὗτος, ὁ τῆς ῥηθείσης Εὐρώπης, ἀδελφός ἐστι Μίνωος καὶ Αἰακοῦ κατὰ τὸν Ἀρριανόν, ὁ δὲ ἐκ Λυκίας Σαρπηδὼν ὁ Ὁμηρικὸς οὐκ ἂν εἴη τούτοις σύγχρονος.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι Κίλικες τὸ ἔθνος, καθά φησιν Ἀρριανός, ἀπὸ Κίλικος τοῦ Ἀγήνορος, ὃς ἐκ Φοινίκης κατὰ ζήτησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ἴχνει τῆς παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν τῆς Κιλίκων γῆς κατασχὼν ἀφʼ ἑαυτοῦ τὴν ἐπωνυμίαν τῇ χώρᾳ δέδωκεν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἰστέον δὲ ὅτι ὁ μὲν μῦθος τὴν τῷ Κάδμῳ συνοικήσασαν Ἁρμονίαν Ἄρεος καὶ Ἀφροδίτης γενεαλογεῖ. Ἀρριανὸς δὲ Ἀσιανήν τε αὐτὴν οἶδε καὶ Δαρδάνου ἀδελφήν. φησὶ γὰρ ὅτι Κάδμος ὑπὸ τοῦ πατρὸς κατὰ ζήτησιν τῆς ἀδελφῆς Εὐρώπης σταλεὶς καὶ πλανώμενος περιπετὴς γέγονεν Ἁρμονίᾳ τῇ τοῦ Δαρδάνου ἀδελφῇ καὶ ἁρπάσας καὶ εἰς τὰς νῆας ἐνθέμενος προσέσχε τῇ Βοιωτῶν γῇ, ἔνθα Θηβαίων ἐγένετο καρτερὸς πλούτῳ τε εὐδοκιμῶν καὶ τῇ ἄλλῃ σοφίᾳ.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἱστορεῖ δὲ ὁ Γεωγράφος καὶ ὅτι Βάτεια ἀπὸ Βατείας προσηγόρευται τῆς Δαρδάνου γυναικός, ἧς καὶ Ἀρριανὸς μεμνημένος φησὶν ὅτι Δάρδανος ἐκ Σάμου τῆς Θρᾳκίας ἐλθὼν τὰς τοῦ Τεύκρου βασιλέως θυγατέρας ἔγημε, Νησὼ καὶ Βατείαν. καὶ ἐκ μὲν τῆς Νησοῦς ἦν αὐτῷ θυγάτηρ Σίβυλλα ἡ μάντις, ἀφʼ ἧς καὶ ἄλλαι γυναῖκες ὅσαι ἐγένοντο μαντικαὶ σίβυλλαι ἐλέγοντο, οὐχ ὡς πρὸς αἵματος αὐτῇ οὖσαι ἀλλὰ διὰ τὴν ὁμοίαν θεοφορίαν τυχοῦσαι τῆς ἐπικλήσεως· ἐκ Βατείας δὲ Ἐριχθόνιος καὶ Ἶλος.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἐλέγετο δέ ποτε ἡ Σαμοθρᾴκη Δαρδανία, διὰ τὸν Δάρδανον, ὃς ἐν τῷ κατακλυσμῷ διεπορθμεύθη ἐκεῖθεν εἰς τοὺς Τρωικοὺς τόπους.

Εὐστάθιος ὁ Θεσσαλονίκης Περὶ δὲ Δαρδάνου φασὶν οἱ παλαιοὶ ὅτι ἐν τῷ κατακλυσμῷ τῷ κατὰ τὸν Δευκαλίωνα ἐκ τῆς Σαμοθρᾴκης ἀσκὸν ἢ σχεδίαν μετὰ δερμάτων σκευάσας, καθὰ καὶ τῷ Λυκόφρονι δοκεῖ, καὶ ὑποδὺς καὶ τοῖς ὕδασιν ἑαυτὸν ἐπιδοὺς προσοκείλας τε τῇ Τροίᾳ, μετὰ τὸ ἀναξηρανθῆναι τὸ ὕδωρ τὴν Δαρδανίαν ἔκτισεν ὑψηλοτέραν κειμένην τῆς ὕστερον Ἰλίου φόβῳ τῆς ἐξ ὑετῶν κατακλύσεως, ἧς αὐτὸς ἐπειράθη.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὁ δὲ Ἀρριανὸς ἱστορεῖ καὶ ὅτι Ἰασίων, ἀδελφὸς Ἀετίωνος καὶ Δαρδάνου τοῦ προγόνου Πριάμου, ἐκ Δήμητρος καὶ Κόρης κάτοχος γενόμενος, εἴς τε Σικελίαν ἦλθε καὶ ἐπὶ πολλὴν ἄλλην γῆν ἐπλανήθη τὰ ἐκείνης ὄργια δεικνύων· διὸ λόγον ἔσχεν ὡς Δημήτηρ αὐτῷ μίσγεται. τούτου, φησίν, υἱὸς Πάριος, ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὁ δὲ Ἀρριανός ... φησί· Πάριος υἱὸς Ἰασίωνος, ᾧ ἐπώνυμον τὸ ἐν Ἑλλησπόντῳ Πάριον ὡς οἰκιστῇ.

Εὐστάθιος ὁ Θεσσαλονίκης Λέγει δὲ καὶ Ἀρριανὸς οὕτω· Ζέλεια ἡ καὶ Λυκία, καὶ ὁ Ἀπόλλων ἐπὶ τῇδε τῇ Λυκίᾳ Λύκιος· διὸ καὶ Πανδάρου πατὴρ Λυκάων, οὐ πόρρω τοῦ τοιούτου ἔθνους πεσόντος τοῦ ὀνόματος· καὶ Λυκηγενεῖ Ἀπόλλωνι ἐκεῖνος εὔχεται τῷ ἐγχωρίῳ.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἡ δὲ ἱστορία λόφον τινὰ οἶδεν Αἰγαίωνος περὶ τὴν Ἀσίαν, ἐξ οὗ πηγαί τινες ἑκατὸν ἀναπιδύουσαι — ἤτοι πολλαί, ἢ αὐτὸ τοῦτο ἑκατὸν — καὶ τὰ ἐκεῖ πεδία λιπαίνουσαι τὴν τοῦ ἑκατόγχειρος μυθολογίαν παρήγαγον. φησὶ γὰρ ἡ τοῦ Ἀρριανοῦ ἱστορία ὅτι Βριάρεως, Γῆς καὶ Οὐρανοῦ παῖς, θαλαττοκρατήσας ὁρμητηρίῳ ἐχρήσατο Εὐβοίᾳ τῇ νήσῳ, κἀκεῖθεν ὁρμώμενος κατεστρέψατο τὰς Κυκλάδας· ὃς καὶ Αἰγαίων ὠνόμασται ὑπὸ τῶν ἀνθρώπων. οὗτος δὲ καὶ αἰτίαν παρασχεῖν λέγεται τῷ Αἰγαίῳ πελάγει εἰς ἐπωνυμίαν. σῆμα δὲ αὐτοῦ δείκνυσθαι κατὰ τὸν Ῥυνδακὸν ποταμὸν οὐ πόρρω θαλάσσης λόφον τινὰ καὶ τοῦτον ἐπικαλεῖσθαι Αἰγαίωνος, καὶ ἀπὸ τοῦ λόφου τούτου πίδακας ἐκδιδόναι ἑκατὸν καὶ ταύτας καλεῖσθαι παλάμας Βριάρεω.

Εὐστάθιος ὁ Θεσσαλονίκης οὕτως οὐδὲ ὁ μυθικὸς Βριάρεως φίλα φρονεῖ τῷ πατρί, ἢ Κρόνῳ ὄντι κατὰ τὸν Ἀρριανὸν ἢ Ποσειδῶνι κατά τινας.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι μετὰ τὴν Προποντίδα τὸ τοῦ Θρᾳκικοῦ Βοσπόρου στόμα ἐστίν, ἤγουν ὁ Θρᾳκικὸς Βόσπορος, ὁ καὶ Μύσιος ... τὸν δὲ Θρᾳκικὸν τοῦτον Βόσπορον οἱ μέν φασιν εἶναι τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενά. φησὶ γοῦν περί τινος Ἀρριανός, ὅτι «ἐλαύνει ἐπὶ Χρυσόπολιν, ἔνθα ὑπὸ νύκτα περάσας τὸν Βόσπορον» καὶ τὰ ἑξῆς. οἱ δὲ μάλιστα τὰ ἄνω που τοῦ καλουμένου Ἀνάπλου. τοῦτον δὲ τὸν Βόσπορον ἐνήξατο, φησί, ποτὲ ἡ Ἰὼ βουλαῖς Ἥρας δάμαλις οὖσα. διὸ καὶ Βόσπορος λέγεται, οἱονεὶ βοὸς πόρος τῆς ἐκείνης οἰστροπλῆγος, περὶ ἧς Ἀρριανὸς οὕτω φησί· «πορθμὸς ὁ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον, ὅ ποτε Μύσιος, διότι Μυσοὶ ἀντιπέραν ᾤκουν ποτὲ τῆς Θρᾴκης, ὕστερον δὲ Θρᾴκιος Βόσπορος, ἐπὶ τῇ συμφορᾷ τῆς Ἰοῦς, ἣν κατὰ μῆνιν Ἥρας οἰστρηθεῖσαν εἰς τοὺς χώρους τούτους ἀφικέσθαι καὶ ταύτῃ διαπεραιώσασθαι οἱ μῦθοι ἐποίησαν.» λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι κατά τινας οὐκ ἀπὸ τῆς ῥηθείσης βοὸς ὁ τοιοῦτος Βόσπορος, ἀλλʼ ἀπό τινος ἑτέρας ὠνόμασται, ἥτις, φησί, Φρυγῶν ἐπικειμένων, ἐμβάλλει ἀδεῶς εἰς τὴν θάλασσαν, καὶ περαιοῦται ἀβλαβῶς τὸν κατὰ Χαλκηδόνα καὶ Βυζάντιον Βόσπορον· καὶ οὕτω καθηγεμὼν ἐκείνοις γίνεται κατά τινα θεοφορίαν — ἤγουν μαντείαν —, ἥτις διεκελεύετο βοῦν ἡγεμόνα τῆς ὁδοῦ ποιήσασθαι· ὃ καὶ ποιήσαντες ἐκεῖνοι διεπεραιώσαντο ἀσφαλῶς. καὶ μνῆμα, φησί, τοῦ πόρου τούτου ἕστηκε βοῦς χαλκῆ, ὑστέρῳ ποτὲ χρόνῳ ὑπὸ Χαλκηδονίων ἱδρυθεῖσα ... Θρᾴκιος δὲ ὁ Βόσπορος καλεῖται ἀπὸ τῶν πρὸς δύσιν αὐτοῦ οἰκούντων Θρᾳκῶν, ὥσπερ ἀπὸ τῶν ἀντιπέραν ποτὲ Μυσῶν ἐκλήθη, ὡς εἴρηται, Μύσιος.

Διονύσιος ὁ Βυζάντιος Περὶ μὲν οὖν τῆς ἄκρας, ἣν Βοσπόριον καλοῦμεν, διττὸς κατέχει λόγος· οἱ μὲν γάρ φασι βοῦν οἴστρῳ κατʼ αὐτὴν ἐνεχθεῖσαν διανήξασθαι τὸν μεταξὺ πόρον, οἱ δὲ μυθωδέστερον ἀπομνημονεύοντες Ἰὼ τὴν Ἰνάχου κατὰ ζῆλον Ἥρας ἐλαυνομένην ἔνθεν εἰς τὴν Ἀσίαν διαπεράσαι. τοῦτο καὶ Ἀριανὸς λέγει ἐν τοῖς Βιθυνιακοῖς αὐτοῦ.

Εὐστάθιος ὁ Θεσσαλονίκης Κατὰ δὲ τὴν Ἀρριανοῦ ἱστορίαν ἐπώνυμός ἐστιν ἡ τῶν Χαλκηδονίων πόλις τῷ Κρόνου υἱῷ Χαλκηδόνι, ἀφʼ οὗ πρώτως μὲν ὁ ἐκεῖ που ῥέων ποταμὸς ἐκλήθη Χαλκηδών, ἔπειτα ἡ πόλις, Δωριέων ἀποικησάντων ὑστέροις χρόνοις, ὁμώνυμος γίνεται τῷ ποταμῷ.

ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι τοῖς Χαλκηδονίοις ἀποφρὰς νομίζεται παντὸς μηνὸς φθίνοντος ἐνάτη — ἤγουν, ὡς τοῖς Ἀττικοῖς ἀρέσκει, αἱ εἰκοσταὶ πρῶται τῶν ὅλων μηνῶν ἀπαίσιοι αὐτοῖς κρίνονται —, διότι ἐν τοιαύταις ἡμέραις ἄλλας τε δυστυχίας αὐτοὶ ἔπαθον καὶ Φαρνάβαζος δὲ ὁ Πέρσης τοὺς αὐτῶν παῖδας ἐκτεμὼν εἰς τὸν Δαρεῖον ἀνέπεμψε. κατασκῆψαι δέ φησιν αὐτοῖς καὶ νόσον ἐκ θεομηνίας, τὸ αὐτοὺς τὰ σφῶν ἀποτέμνειν αἰδοῖα, διότι θυσιῶν τινων κατημέλησαν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι μετὰ τοὺς Χαλκηδονίους Χαλκιδέας οἱ Βέβρυκες κεῖνται, οἳ οὕτως καλοῦνται ἀπὸ Βέβρυκός τινος ἡρωϊκοῦ ἀνδρὸς ἢ ἀπὸ Βεβρύκης γυναικός. τούτους τοὺς Βέβρυκας ἱστορεῖται μείζω δοκεῖν ἔχειν τὰ σώματα ἢ καθʼ ἡλικίαν ἀνθρώπων, παρʼ οἷς καὶ ὁ Βέβρυξ ἐκεῖνος Ἀράντας, ᾧ τὸ μὲν μῆκος εἰς ὀκτὼ λέγεται πήχεις, εὖρος δέ, ὡς Ἀρριανός φησιν, ὅσον τοσῷδε μήκει ἐς κουφότητα ξύμμετρον — ἤγουν ὅσον ἦν ξύμμετρον πρὸς τοὺς ὀκτὼ πήχεις τοῦ μήκους εἰς τὸ κούφως βαίνειν τὸν ἄνθρωπον. κατὰ δὲ τοῦ τοσούτου ἀνδρὸς νικηφόρος γέγονεν εἰς μονομαχίαν συστὰς νεανίας ἐτῶν ἑπτακαίδεκα.

τὴν δὲ ῥηθεῖσαν Βεβρύκην τοῦ Αἰγύπτου μὲν ἀδελφόπαιδά φασι, μίαν δὲ τῶν θυγατέρων τοῦ Δαναοῦ, ἀδελφὴν τῆς Ὑπερμήστρας. φείσασθαι δὲ λέγουσι καὶ αὐτὴν Ἱππολύτου τοῦ αὐτανεψιοῦ νυμφίου, ὡς καὶ τὴν Ὑπερμήστραν τοῦ Λυγκέως, καὶ φυγεῖν σὺν ἐκείνῳ καὶ πολλὰ δυνηθῆναι διὰ τὸ διδάσκειν τοὺς βαρβάρους τὴν Αἰγυπτίαν σοφίαν· διὸ καὶ Βεβρύκην ἢ Βεβρυκίαν ἀπʼ αὐτῆς κληθῆναι τὴν χώραν εἰς ἣν ἔφυγε.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἰστέον δὲ ὅτι κατὰ Ἀρριανὸν ἐφαρμάκου μὲν οἶνον καὶ ἡ παρʼ αὐτῷ Κροκοδίκη, οὐκ ἐφʼ ὁμοίοις δέ· φησὶ γὰρ ἐκεῖνος ὅτι ἡ φαρμακὶς Κροκοδίκη οἶνον νέμουσα κατὰ τέλη τῇ τοῦ πατρὸς στρατιᾷ ἐμβάλλει εἰς τοὺς κρατῆρας ῥίζας, λήθης καὶ ὕπνου φάρμακα—οἱ δὲ ἔκειντο ἡμιθανεῖς ὑπὸ τοῦ πόματος καὶ ἐφθάρησαν ὑπὸ τῶν πολεμίων—διʼ ἔρωτα Πριηνέως νεανίου.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ καὶ Κροκοδίκην τινὰ ἱστορεῖ οὐδὲν ἧττον γυναῖκα γοητευτρίαν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Λέγει δὲ καὶ πολυφάρμακον τὴν Κίρκην, ὁποία ἦν καὶ ἡ παλαιὰ Μήδεια καὶ ἡ Κροκοδίκη.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ περὶ τούτων οὕτω γράφει· ἐν Δάφνῃ τῇ πρὸς Ἀντιοχείᾳ ἄλσος τι ἱερὸν Ἀπόλλωνος, καὶ αὐτὴ ἐκείνη ἡ δάφνη δείκνυται, ἥν τινες γῆθεν ἀνασχεῖν λέγουσιν ἐπὶ τῇ Δάφνῃ τοῦ Λάδωνος, ἣ φεύγουσα τὸν ἐραστὴν Ἀπόλλωνα ηὔξατο τὸν ὑπὸ γῆν ἀφανισμὸν καὶ ἔτυχε τῶν εὐχῶν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὁ μὲν Ὑπείρων ἐκ μόνης τῆς ὑπεὶρ προθέσεως παρῆκται, ... οὕτω δὲ καὶ ... ἐκ τῆς ὑπὸ Ὕπιος ὁ παρὰ Ἀρριανῷ ποταμός.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι ὁ Διονύσιος ἐπιτόμῳ ἐγκωμίῳ τὴν Ἀραβίαν σεμνύνας κατὰ τὸ προσεχὲς ἐπάγει μῦθον, ὅτι ὄντως ἐκεῖ Ζεὺς τὸν Διόνυσον ἐλύσατο παρὰ μηροῦ εὐραφέος· ἀφʼ οὗ καὶ Εἰραφιώτης, ὡς προερρέθη, ἐκλήθη κατά τινας. τοῦτο δὲ Ἀρριανὸς ἐπὶ Σαγγαρίῳ μυθοπλαστεῖ, λέγων ὅτι πρὸς ταῖς ὄχθαις τοῦ Σαγγαρίου ἔρρηξε τοὺς δεσμοὺς τοῦ Διὸς ὁ Διόνυσος ἤδη τρόφιμος ὤν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ οὕτω γράφει περὶ τῶν τοιούτων· ἐπέκεινα Σαγγαρίου ὅμοροι Παφλαγόνων Μαριανδυνοί, ἔνθα πόλις Ἡράκλεια πεπόλισται, ὅπου Κιμμέριοι πόαν φαγόντες ἀκόνιτον ἐδυστύχησαν· ἦν γὰρ αὐτοῖς πάτριον τὸ ποηφαγεῖν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δέ φησιν ὅτι Κιμμέριοι Σκυθικὸν ἔθνος ἐξ ἠθῶν τῶν οἰκείων ἀναστάντες καὶ πάντας τοὺς διὰ μέσου βλάπτοντες ἦλθον ἕως Βιθυνίας.

Στέφανος ὁ Βυζάντιος Ἀλμήνη, πόλις πρὸς τῷ Εὐξείνῳ πόντῳ, ὡς Ἀρριανός.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανός φησιν ὅτι Ἐνετοὶ πονήσαντες ἐν μάχῃ κατὰ Ἀσσυρίους καὶ ἀποπεράσαντες εἰς Εὐρώπην ᾠκίσθησαν πρὸς Πάδῳ τῷ ποταμῷ, καὶ τῇ ἐπιχωρίῳ γλώττῃ Βενετοὶ ἐς τοῦτο ἔτι ἀντὶ Ἐνετῶν κληΐζονται καὶ Βενετία ἡ γῆ ἥντινα νέμονται.

Εὐστάθιος ὁ Θεσσαλονίκης Περὶ τούτου ὁ Ἀρριανὸς ταῦτά φησιν· Αἷμος βασιλεὺς Σκυθῶν, οὗ υἱὸς Ἐρίδιος, ἀφʼ οὗ ὁ Ποντικὸς ποταμὸς κληθεὶς Ἐρίδιος ὕστερον εἰς τὸ δεξιώτερον μετωνομάσθη Ἶρις.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἔθνος δὲ γυναικεῖον αἱ Ἀμαζόνες πρὸς τῷ Θερμώδοντι, διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ Ἀρριανὸς ἱστορεῖ.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι δὲ αἱ Ἀμαζόνες πολλοὺς ἐν Ἀσίᾳ κατέσχον τόπους ποτὲ δηλοῦσι καὶ κρῆναί τινες Ἀμαζόνων ὁμώνυμοι, ναὶ μὴν καὶ πόλεις, οἷον ἡ Ἔφεσος αὕτη, ἡ Ἀναία, ἡ Μύρινα, ἡ Αἰολικὴ Κύμη. ἔστι δὲ καὶ Ἐλαία τόπος πρὸς τῇ Νικομηδείᾳ κατὰ τὸν Ἀρριανὸν ἀπὸ Ἐλαίας Ἀμαζόνος, καὶ πρὸς τῷ Πόντῳ δὲ Θίβα — τόπος διὰ τοῦ ι ἔχων τὴν παραλήγουσαν —, ἀπὸ μιᾶς τῶν ὑφʼ Ἡρακλέος ἀναιρεθεισῶν Ἀμαζόνων σχοῦσα τὴν κλῆσιν, ὧν αἱ διάφοροι — τουτέστιν αἱ ὑπερέχουσαι καὶ ἀξιολογώτεραι — κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν εἰσὶν αὗται πρὸς ὄνομα, Τράλλα, Ἰσοκράτεια, Θίβα, Πάλλα καὶ ἄλλαι.

Στέφανος ὁ Βυζάντιος Θιβαΐς, τόπος πρὸς τῷ Πόντῳ, ἀπὸ μιᾶς τῶν Ἀμαζόνων ὑφʼ Ἡρακλέους ἀναιρεθεισῶν κληθεῖσα. πεσεῖν γάρ φησι Ἀρριανὸς τὰς μάλιστα διαφέρουσας, Τράλλαν τε καὶ Ἰσοκράτειαν καὶ Θίβαν καὶ Πάλλαν καὶ Κοίαν καὶ Κοινίαν.

Στέφανος ὁ Βυζάντιος Ἀμαζόνειον ... ἔστι καὶ ἐν Βιθυνίᾳ Μαζαῖον κατὰ παραφθοράν, ὡς Ἀρριανὸς ἐν Βιθυνιακοῖς. τὸ ἐθνικὸν Μαζαεὺς ὡς Μιδαεὺς καὶ Δορυλαεύς.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ τοὺς περὶ Μεσοποταμίαν Ἀσσυρίους λέγει, ἐν οἷς φησι τοὺς πρὸς Εὐφράτῃ ποταμῷ Ἀσσυρίους, ἔστε ἐπὶ Νῖνον καὶ Βαβυλῶνα· καθʼ ὧν Ἀμαζόνες ἐστράτευσαν, Εὐρυπύλης ἡγουμένης αὐτῶν· καὶ τοὺς Καππαδόκας δὲ οὕτω ποτὲ ἱστορεῖ λέγεσθαι, ἐν οἷς φησι Καππάδοκα παῖδα Νινύου, ἐφʼ ὅτῳ Ἀσσύριοι μεταβαλόντες τὸ ὄνομα Καππαδόκαι ὠνομάσθησαν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ οὕτω φησίν· Χάλυβες πρῶτοι ἀνθρώπων αἰτίαν ἔχουσι χαλκεύσασθαι σίδηρον.

Εὐστάθιος ὁ Θεσσαλονίκης Τοὺς δὲ Πέρσας, ὧν μητρόπολις ἡ Βαβυλών, Κηφῆνάς ποτε καλεῖσθαί φησιν ὁ Ἀρριανός.

Εὐστάθιος ὁ Θεσσαλονίκης Σκυθῶν δὲ ἡ τοιαύτη πᾶσα γῆ, περὶ ὧν ἱστορεῖ Ἀρριανὸς ὅτι σιτοφάγοι ποτὲ καὶ ἀροτῆρες ὄντες καὶ οἰκίας οἰκοῦντες καὶ πόλεις ἔχοντες, ἐπειδὴ ὑπὸ Θρᾳκῶν ἐπλήγησαν, μετέβαλον τὰ πρότερον ἤθη καὶ ἀρὰς ἐπηράσαντο μεγάλας μήποτε οἰκίαν ἔτι δείμασθαι μήτε ἀρότρῳ γῆν ἀναρρῆξαι μήτε πόλεις δομήσασθαι μήτε κτῆμα κειμήλιον ἐπικτήσασθαι, ἀλλʼ οἴκους μὲν ποιήσασθαι ἁμάξας, τροφὴν δὲ κρέα θήρεια, πόμα δὲ ταὐτὸ καὶ τροφὴν τὸ γάλα, θρέμματα δὲ κεκτῆσθαι μόνα, ἅπερ ἄγεσθαι αὐτοῖς ἔμελλεν ἄλλην γῆν ἐξ ἄλλης ἀμείβουσι, καὶ ἀπὸ τοῦδε ἀντὶ γεωπόνων γενέσθαι νομάδας.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ οὕτω φησί· Φαναγόρεια, ἣν ἔκτισε Φαναγόρας ὁ Τήιος, φεύγων τὴν τῶν Περσῶν ὕβριν· ἔτι δὲ Ἑρμώνασσα ἐπὶ Ἑρμωνάσσῃ τῇ γυναικὶ Σημάνδρου Μυτιληναίου τινός, οὗ τινας τῶν Αἰολέων εἰς ἀποικίαν μεταστήσαντος καὶ θανόντος ἐν τῷ τῆς πόλεως οἰκισμῷ, ἡ γυνὴ τῆς τε πόλεως ἐγκρατὴς ἐγένετο καὶ τὸ ἑαυτῆς ὄνομα τῇ πόλει ἐπέθετο.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δέ φησι καὶ ὅτι Θάσος ἀπὸ Θάσου καλεῖται Ποσειδῶνος υἱοῦ, καὶ ὅτι ἐκαλεῖτό ποτε καὶ Χρυσῆ νῆσος διὰ τὰ χρυσᾶ μέταλλα, ὧν καὶ Ἡρόδοτος μέμνηται.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δέ φησι· Κρής, οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας ἐν ὄρει Δικταίῳ, ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανίσαι αὐτόν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἡ Μῆλος περὶ τὸ Κρητικὸν πέλαγος, ἀπό τινος ἀνδρὸς Μήλου κληθεῖσα κατὰ τὴν τοῦ Ἀρριανοῦ ἱστορίαν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἐκαλεῖτο δέ ποτε Κυχρεία, ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων καὶ Ἀρριανὸς μέμνηνται, ὃς Ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ Εὐρυλόχου.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν ὅτι Δῆλος ἡ πάλαι πλωτὴ οὖσα ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα παῖδας.

Εὐστάθιος ὁ Θεσσαλονίκης Τινὲς δὲ Νεῖλόν φασιν ὠνομάσθαι ἀπὸ Νείλου τινὸς ἀπογόνου Ἄτλαντος, βασιλεύσαντος τῶν ἐκεῖ· ἄλλοι δὲ ὅτι Μέλας πρότερον καλούμενος μετεκλήθη Νεῖλος ἀπό τινος Νείλου βασιλικοῦ παιδὸς ἐκεῖ ῥίψαντος ἑαυτόν· τινὰς μέντοι ἀπό τινος Νειλασίου κεκλῆσθαι οὕτως αὐτὸν εἰπόντας οὐκ εὖ λέγοντας ἀπελέγχει ὁ Ἀρριανός.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ὅτι νῆσος ἑσπεριωτάτη τὰ ἐσχατόεντα Γάδειρα, κατὰ μέσον τῶν πρὸς τῇ Ἰβηρίᾳ στηλῶν· διὸ καὶ Ἰβηρικά φησιν ὁ Ἀρριανὸς αὐτά.

Τζέτζης ὁ τοῦ Ζειποίτου μὲν υἱός, ἐκεῖνος Νικομήδης, ὁ κτίσας Νικομήδειαν, πατὴρ ὁ τοῦ Προυσίου, Προυσίου ἔχοντος ὀστοῦν ἓν τοὺς ὀδόντας πάντας ... οὗτος ὁ τοῦ μονώδοντος τούτου πατὴρ Προυσίου, τοῦ κτίστορος τῆς πόλεως Προύσης τῆς παρʼ Ὀλύμπῳ, ὁ Νικομήδης ὁ ῥηθεὶς μέγιστον εἶχε κύνα, ἐκ γένους ὄντα Μολοσσῶν, πιστότατον ἐκείνῳ. οὗτός ποτε τὴν δέσποιναν σύζυγον Νικομήδους, μητέρα τοῦ Προυσίου δέ, Ζιήλου καὶ Λυσάνδρας, τὴν Διτιζήλην κλῆσιν μέν, ἀπὸ Φρυγῶν δὲ γένος, συμπαίζουσαν τῷ βασιλεῖ, νομίσας πολεμίαν, ἐσπάσατο περιχανὼν τὸν δεξιὸν τὸν ὦμον καὶ ταύτης σάρκας καὶ ὀστᾶ συντρίψας τοῖς ὀδοῦσιν. ἥπερ θανοῦσα παρʼ αὐταῖς ἀγκάλαις βασιλέως Νικομηδείᾳ τέθαπτο μεγαλοπρεπεστάτως, ἐν τάφῳ ἀπὸ λίθου μέν, ἀλλʼ ἐγκεχρυσωμένῳ ... τὸν κύνα δὲ γενόμενον ἐξ ὀφθαλμῶν ἐκείνου στοργῇ τοῦ βασιλέως τε καὶ γυναικὸς τῇ λύπῃ λόγος ἐμφέρεται πολλοῖς τὸν βίον ἀποπνεῦσαι. Ἀρριανὸς Βιθυνικοῖς γράφει τὴν ἱστορίαν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Οὐ μὴν καὶ λεοντῆν προσφυῶς πάνυ λεχθείη ἐνάπτεσθαι ὁ ἀνδρεῖος κατὰ τὸν πάλαι Ἡρακλῆν ἢ κατὰ τὸν ὕστερον Ζιήλαν τὸν παρὰ τῷ Ἀρριανῷ.

Τζέτζης αὐτὸς δὲ φάρμακον πιὼν θνήσκει πρὸς Βιθυνίαν, πρός τι χωρίον Λίβυσσαν καλούμενον τῇ κλήσει, δοκῶν θανεῖν εἰς Λίβυσσαν πατρίδα τὴν οἰκείαν. ἦν γὰρ Ἀννίβᾳ τις χρησμὸς οὕτω που γεγραμμένος· Λίβυσσα κρύψει βῶλος Ἀννίβα δέμας.

Εὐστάθιος ὁ Θεσσαλονίκης Τὴν δὲ ῥηθεῖσαν αἰτίαν τοῦ κλήρου ἀναπτύσσει που καὶ ὁ Ἀρριανός, λέγων περί τινος ὅτι εἰς κλῆρον τοὺς δεῖνα καθίστασθαι ἐδικαίου, οὐ θέλων ὡς γέρας αὐτὸ τῷ ἑτέρῳ ἀπονείμασθαι, οὐδὲ ἀτιμῶσαι τὸν οὐ προκριθέντα εἰς μάχην.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἀμφιβάλλειν δὲ οὐ μόνον τὸ ἐνδοιάζειν καὶ ἀμφὶς βάλλειν ἤγουν ἀμφοτέρωσε ῥίπτειν τὸν νοῦν, ἀλλὰ καὶ τὸ ἑκατέρωθεν βάλλειν, ὡς δῆλον ἐκ τοῦ ἀμφίβολος, ὃς παρά τε Ἀρριανῷ καὶ ἑτέροις τὸν ἀμφοτέρωθεν βαλλόμενον σημαίνει.

Εὐστάθιος ὁ Θεσσαλονίκης Καὶ ἀμφίβολοι παρὰ Ἀρριανῷ καὶ ἑτέροις οἱ ἀμφοτέρωθεν βαλλόμενοι.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἡ πτέρις δέ, ἣν ἔνιοι βλάχνον καλοῦσιν, ὡς καὶ Ἀρριανὸς δηλοῖ ἐν Βιθυνιακοῖς.

Εὐστάθιος ὁ Θεσσαλονίκης Καὶ γοῦν Καδμείαν νίκην οἱ μὲν ἄλλοι οὐκ ἐπαινοῦντες φασί· τὴν ἀκάρπωτον γὰρ καὶ ἀκερδῆ τά τε ἄλλα καὶ διὰ τὸ μηδὲν ἀπόνασθαι τὸν Ἐτεοκλῆν τῆς τῶν Καδμείων κατὰ τῶν Ἀργείων νίκης, μηδὲ τοὺς ἀμφʼ αὐτόν· Ἀρριανὸς δὲ τὴν μεγάλην καὶ ὅ φασι κατʼ ἄκρας νοεῖ διὰ τὸ ἄκρως ἡττηθῆναι τοὺς περὶ τὸν Πολυνείκην ὑπὸ τῶν Καδμείων ὡς μόνον περισωθῆναι τὸν Ἄδραστον.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἰστέον δὲ ὅτι ἐκ τῶν ῥηθέντων Θηβαϊκῶν πολέμων παροιμία ἐξέπεσεν ἐπὶ τῶν ἀλυσιτελῶν τὸ Καδμεία νίκη. ἐπειδή, φασι, Θηβαῖοι τὰ πρῶτα νικήσαντες ὕστερον ὑπὸ τῶν ἐπιγόνων ἡττήθησαν. Ἀρριανὸς μέντοι ἐν τοῖς Βιθυνιακοῖς, ὡς καὶ προεδηλώθη, ἐπὶ μεγίστης νίκης τὴν παροιμίαν ἐδέξατο.

Εὐστάθιος ὁ Θεσσαλονίκης Ἐνάπτεσθαι δὲ καὶ καθάπτεσθαι λέγομεν τὰ μὴ ζώνῃ διαλαμβανόμενα μηδὲ τὸ σῶμα ὅλον ἐνδύοντα, ἀλλὰ μέρος τι σκέποντα καὶ ἄφετα ἐξαρτώμενα, οἷον πήραν, λεοντῆν ἢ παρδαλέην. Ἀρριανὸς δὲ καὶ διφθέρας καθάπτεσθαι λέγει.

Εὐστάθιος ὁ Θεσσαλονίκης Οἱ δὲ μεθʼ Ὅμηρον καὶ Κρατερὸν ἱστοροῦσι κύριον ὄνομα. Ἀρριανὸς δὲ ἐπὶ νικητοῦ τὴν λέξιν τίθησιν, οἷον ὁ δεῖνα κρατερὸς τοῦ δεῖνος γέγονεν.

Εὐστάθιος ὁ Θεσσαλονίκης Τὸ ξεναγεῖν, ὅπερ ταὐτόν ἐστι τῷ προξενεῖν, γενικῇ συντάσσει ὁ Ἀρριανός.