... πάντα ὡς εἰπεῖν τὰ περὶ αὐτῶν τισι γεγραμμένα, συνέγραψα δὲ οὐ πάντα ἀλλʼ ὅσα ἐξέκρινα. μὴ μέντοι μηδʼ ὅτι κεκαλλιεπημένοις, ἐς ὅσον γε καὶ τὰ πράγματα ἐπέτρεψε, λόγοις κέχρημαι, ἐς τὴν ἀλήθειαν αὐτῶν διὰ τοῦτό τις ὑποπτεύσῃ, ὅπερ ἐπʼ ἄλλων τινῶν συμβέβηκεν· ἐγὼ γὰρ ἀμφότερα, ὡς οἷόν τε ἦν, ὁμοίως ἀκριβῶσαι ἐσπούδασα. ἄρξομαι δὲ ὅθενπερ τὰ σαφέστατα τῶν περὶ τήνδε τὴν γῆν, ἣν κατοικοῦμεν, συμβῆναι λεγομένων παρελάβομεν.
τὴν χώραν ταύτην, ἐν ᾗ τὸ τῶν Ῥωμαίων ἄστυ πεπόλισται ..
ὅτι περὶ Τυρσηνῶν φησιν ὁ Δίων «ταῦτα γὰρ καὶ προσῆκεν ἐνταῦθα τοῦ λόγου περὶ αὐτῶν γεγράφθαι· ἑτέρωθι καὶ ἄλλο τι καὶ αὖθις αὖ ἕτερον, ὅτῳ ποτʼ ἂν ἡ διέξοδος τῆς συγγραφῆς τὸ ἀεὶ παρὸν εὐτρεπίζουσα προστύχῃ, κατὰ καιρὸν εἰρήσεται. τὸ δʼ αὐτὸ τοῦτο καὶ περὶ τῶν ἄλλων τῶν ἀναγκαίων ἀρκούντως ἔχοντες· τὰ μὲν γὰρ τῶν Ῥωμαίων πάντα κατὰ δύναμιν ἐπέξειμι, τῶν δὲ δὴ λοιπῶν τὰ πρόσφορα αὐτοῖς μόνα γεγράψεται.»
..... — οὐ γὰρ ἔστιν οὔτε προϊδέσθαι πάντα ἀνθρώπῳ ὄντι οὔτʼ ἀποτροπὴν τῶν ἀναγκαίως ἐσομένων εὑρεῖν — τιμωρούς τινας τῆς ἀδικίας αὐτοῦ ἐκ τῆς κόρης ἐκείνης γεννηθῆναι.
ὅτι στασιάσαντες πρὸς ἀλλήλους Ῥέμος καὶ Ῥωμύλος ἔκδηλον ἐποίησαν ὅτι τινὲς καὶ πάνυ ἀσφαλέστερον τοὺς κινδύνους τῶν εὐτυχιῶν συνδιαφέρουσιν.
καὶ αὐτοί τε ἐξέμαθον καὶ τοὺς ἄλλους ἐξεδίδαξαν ὅτι οὔθʼ οἱ τιμωρούμενοί τινας κατορθοῦσι πάντως, ὅτι προηδίκηνται, οὔθʼ οἱ παρὰ τῶν κρειττόνων ἀπαιτοῦντές τινα ἀπολαμβάνουσιν αὐτά, ἀλλὰ πολλάκις καὶ τὰ λοιπὰ προσαπολλύουσιν.
ὅτι ἡ Ἑρσιλία καὶ αἱ ἄλλαι αἱ ὁμόφυλοι γυναῖκες τηρήσασαί ποτε ἀντιπαρατεταγμένους σφᾶς κατέδραμον ἀπὸ τοῦ Παλατίου μετὰ τῶν παιδίων — ἤδη γάρ τινα ἐγεγέννητο — καὶ ἐς τὸ μεταίχμιον ἐξαπίνης ἐσπεσοῦσαι πολλὰ καὶ οἰκτρὰ καὶ εἶπον καὶ ἐποίησαν· τοτὲ μὲν γὰρ πρὸς τούτους τοτὲ δὲ πρὸς ἐκείνους βλέπουσαι «τί ταῦτα» ἔφασαν «ποιεῖτε, πατέρες; τί ταῦτα, ἄνδρες; μέχρι ποῦ μαχεῖσθε; μέχρι ποῦ μισήσετε ἀλλήλους; καταλλάγητε τοῖς γαμβροῖς, καταλλάγητε τοῖς πενθεροῖς. φείσασθε πρὸς τοῦ Πανὸς τῶν τέκνων, φείσασθε πρὸς τοῦ Κυρίνου τῶν ἐκγόνων. ἐλεήσατε τὰς θυγατέρας, ἐλεήσατε τὰς γυναῖκας· ὡς εἴγε ἀκαταλλάκτως ἔχετε καί τις ὑμᾶς σκηπτὸς μανίας ἐσπεσὼν οἰστρεῖ, ἡμᾶς τε, διʼ ἃς μάχεσθε, προαποκτείνατε, καὶ τὰ παιδία ταῦτα ἃ μισεῖτε προαποσφάξατε, ἵνα μηδὲν ἔτι μήτʼ ὄνομα μήτε σύνδεσμον συγγενείας πρὸς ἀλλήλους ἔχοντες κερδάνητε τὸ μέγιστον τῶν κακῶν, τὸ τούς τε πάππους τῶν παίδων καὶ τοὺς πατέρας τῶν ἐκγόνων φονεύειν.» ταῦτά τε ἔλεγον καὶ τὰ ἱμάτια καταρρηξάμεναι, τούς τε μαστοὺς καὶ τὰς γαστέρας γυμνώσασαι, αἱ μὲν αὐταὶ τοῖς ξίφεσί σφων ἐνεχρίμπτοντο, αἱ δὲ καὶ τὰ παιδία αὐτοῖς προσερρίπτουν, ὥστε ἐκείνους καὶ ἐξ ὧν ἤκουον καὶ ἐξ ὧν ἑώρων κλαῦσαι καὶ τῆς τε μάχης ἐπισχεῖν καὶ ἐς λόγους αὐτοῦ, ὥσπερ εἶχον, ἐν τῷ κομιτίῳ διʼ αὐτὸ τοῦτο κληθέντι συνελθεῖν.
πολὺ γὰρ διαφέρει ἐκ καινῆς τινας κατασταθῆναι ἢ καὶ πρότερον οὔσας ἐπικληθῆναι.
ὅτι ὁ Ῥωμύλος πρὸς τὴν γερουσίαν τραχύτερον διέκειτο καὶ τυραννικώτερον αὐτῇ προσεφέρετο, καὶ τοὺς ὁμήρους τοῖς Οὐηιένταις ...... καθʼ ἑαυτὸν καὶ οὐκ ἀπὸ κοινῆς γνώμης, ὥσπερ τὰ πολλὰ ἐγίγνετο· ἀγανακτοῦντάς τε ἐπὶ τούτῳ αἰσθόμενος ἄλλα τε ἐπαχθῆ καὶ τέλος εἶπεν ὅτι «ἐγὼ ὑμᾶς, ὦ πατέρες, ἐξελεξάμην οὐχ ἵνα ὑμεῖς ἐμοῦ ἄρχητε, ἀλλʼ ἵνα ἐγὼ ὑμῖν ἐπιτάττοιμι.»
Δίων αʹ «οὕτω που φύσει πᾶν τὸ ἀνθρώπινον οὐ φέρει πρός τε τοῦ ὁμοίου καὶ τοῦ συνήθους, τὰ μὲν φθόνῳ τὰ δὲ καταφρονήσει αὐτοῦ, ἀρχόμενον.»
αʹ βιβλίῳ Δίων «ἐν ᾧ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν παραβαλλόμενος ὑπὲρ ὑμῶν ἐκινδύνευσεν.»
ὅτι ὁ Νουμᾶς ᾤκει ἐν κολωνῷ τῷ Κυριναλίῳ ὠνομασμένῳ ἅτε καὶ Σαβῖνος ὤν, τὰ δὲ δὴ ἀρχεῖα ἐν τῇ ἱερᾷ ὁδῷ εἶχε, καὶ τάς τε διατριβὰς πλησίον τοῦ Ἑστιαίου ἐποιεῖτο καὶ ἔστιν ὅτε καὶ κατὰ χώραν ἔμενεν.
ὁ δὲ Δίων φησὶν ὅτι σπουδὴν ἔχω συγγράψαι πάνθʼ ὅσα τοῖς Ῥωμαίοις καὶ εἰρηνοῦσι καὶ πολεμοῦσι ἀξίως μνήμης ἐπράχθη, ὥστε μηδὲν τῶν ἀναγκαίων μήτε ἐκείνων τινὰ μήτε τῶν ἄλλων ποθῆσαι.
ἐπειδὴ γὰρ εὖ ἠπίστατο τοὺς πολλοὺς τῶν ἀνθρώπων τὸ μὲν ὁμοφυές σφισι καὶ σύννομον ἐν ὀλιγωρίᾳ ὡς μηδὲν βέλτιον ἑαυτῶν ὂν ποιουμένους, τὸ δὲ ἀφανὲς καὶ ἀλλοῖον ὡς καὶ κρεῖσσον πίστει τοῦ θείου θεραπεύοντας, χωρίον τέ τι ταῖς Μούσαις ἱέρωσεν ...
Δίων αʹ βιβλίῳ «ταῦτά τε οὖν ὁ Νουμᾶς ἐνόμισεν.»
ὅτι διʼ ἑαυτῶν τότε κατέστησαν, πίστιν τοῦ θείου λαβόντες, κἀκ τούτου αὐτοί τε ἐν εἰρήνῃ καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἀλλοφύλους παρὰ πᾶσαν τὴν τοῦ Νουμᾶ ἀρχὴν διεγένοντο, καὶ ἐκεῖνος οὐκ ἀθεεί σφισι ἐξ ἴσου τῷ Ῥωμύλῳ ὑπάρξαι ἔδοξεν. φασὶ δὲ αὐτὸν οἱ τὰ σαφέστατα Σαβίνων εἰδότες ἐν τῇ αὐτῇ ἡμέρᾳ ἐν ᾗ ἡ Ῥώμη ἐκτίσθη γεγεννῆσθαι. οὕτω μὲν δὴ διʼ ἀμφοτέρους αὐτοὺς καὶ ἰσχυρὰ ταχὺ καὶ εὔκοσμος ἡ πόλις ἐγένετο, τοῦ μὲν τὰ πολεμικὰ αὐτὴν ἀναγκαίως ἅτε καὶ νεόκτιστον οὖσαν ἀσκήσαντος, τοῦ δὲ τὰ εἰρηνικὰ προσεκδιδάξαντος, ὥστʼ αὐτὴν ἐν ἑκατέρῳ ὁμοίως διαπρέψαι.
αʹ βιβλίῳ Δίων «καὶ γὰρ ἐν ἀρχαῖς τισι τελευταίων ὀριγνώμενοι καὶ τὰς δαπάνας οὐκ ἀκουσίως ὑπομένομεν.»
Δίωνος βʹ βιβλίῳ «δόξαν τὴν ἐκείνων ἐπίπροσθέν σφισι τῆς αὐξήσεως ἔσεσθαι.»
ὅ τε Τοῦλλος καὶ ὁ Μέττιος οὐδέτεροι συνεχώρουν τὴν μετανάστασιν, ἀμφότεροι δὲ τὰ σφέτερα περιέστελλον· ὅ τε γὰρ Τοῦλλος πρός τε τὴν φήμην τὴν περὶ Ῥωμύλου καὶ πρὸς τὴν δύναμιν τὴν παροῦσαν καὶ ὁ Φουφήτιος πρός τε τὴν ἀρχαιότητα τῆς Ἄλβης καὶ ὅτι καὶ μητρόπολις ἄλλων τε πολλῶν καὶ αὐτῶν τῶν Ῥωμαίων ἦν, ἐπαιρόμενοι μικρὸν οὐδὲν ἐφρόνουν. διʼ οὖν ταῦτα τῆς ἀμφισβητήσεως ἐκείνης ἀπέστησαν, περὶ δὲ τῆς ἡγεμονίας διηνέχθησαν· ἀστασία ... γὰρ ἐπὶ τοῖς ἴσοις ἀσφαλῶς συμβῆναί σφας ... ρωνιον ἐκ τῆς ἐμφύτου τοῖς ἀνθρώποις πρός τε τὸ ὅμοιον φιλονεικίας καὶ πρὸς τὸ ἄρχειν ἑτέρων ἐπιθυμίας. πολλάς τε καὶ περὶ τούτου δικαιώσεις ἀλλήλοις προσήνεγκον, εἴ πως ἐκείνης γε οἱ ἕτεροι ὁποτεροιοῦν ἐθελούσιοι τοῖς ἑτέροις παραχωρήσειαν. οὐδὲν δʼ ἐπέραναν, ἀλλʼ ὑπὲρ αὐτῆς ἀγωνίσασθαι συνέθεντο.
Δίωνος βιβλίον βʹ «καὶ μηδὲν ἕτερον δεινὸν προσδεχομένοις ἐπιθέμενος.»
ὅτι ὁ Τοῦλλος πρὸς τοὺς πολεμίους κράτιστος ἐνομίζετο, τοῦ δὲ δὴ θείου πάνυ καταφρονήσας παρημέλει, μέχρις οὗ νόσου λοιμώδους γενομένης καὶ αὐτὸς ἠρρώστησε· τότε γὰρ τῶν τε ἄλλων θεῶν διʼ ἀκριβείας ἐπεμελήθη, καὶ τοὺς Σαλίους τοὺς Κολλίνους προσκατέστησε.
ὅτι συνεὶς ὁ Μάρκιος ὡς τοῖς βουλομένοις εἰρηνεῖν οὐκ ἐξαρκεῖ τὸ μηδὲν ἀδικεῖν, οὐδέ ἐστι τὸ ἄπραγμον ἄνευ τοῦ δραστηρίου σωτήριον, ἀλλʼ ὅσῳ τις αὐτοῦ ὀριγνᾶται, εὐεπιθετώτερος τοῖς πολλοῖς γίγνεται, μετεβάλετο· οὔτε γὰρ τὸ ἐπιθυμοῦν ἡσυχίας ἰσχυρὸν πρὸς φυλακὴν ἄνευ τῶν πρὸς τὸν πόλεμον παρασκευῶν ἑώρα ὄν, καὶ τὸ τερπνὸν τῆς ἀπραγμοσύνης τάχιστα καὶ ῥᾷστα τοῖς πέρα τοῦ καιροῦ σπουδάζουσιν αὐτὴν ἀπολλύμενον ᾐσθάνετο. καὶ διὰ ταῦτα καὶ καλλίω καὶ ἀσφαλεστέραν καὶ παρασκευὴν καὶ φροντίδα τῆς εἰρήνης τὸν πόλεμον νομίσας εἶναι, πάνθʼ ὅσα παρʼ ἑκόντων τῶν Λατίνων μηδέν σφας ἀδικῶν οὐκ ἠδυνήθη κομίσασθαι, παρὰ ἀκόντων στρατεύσας ἀπέλαβεν.
ὅτι Ταρκύνιος πλούτῳ καὶ συνέσει καὶ εὐτραπελίᾳ πολλῇ πανταχοῦ κατὰ καιρὸν χρώμενος οὕτω τὸν Μάρκιον διέθηκεν ὥστε καὶ ἐς τοὺς εὐπατρίδας καὶ ἐς τὴν βουλὴν ὑπʼ αὐτοῦ καταλεχθῆναι, στρατηγός τε πολλάκις ἀποδειχθῆναι, καὶ τὴν ἐπιτροπείαν τῶν παίδων αὐτοῦ καὶ τῆς βασιλείας πιστευθῆναι· καὶ γὰρ τοῖς ἄλλοις προσφιλὴς οὐδὲν ἧττον ἦν, καὶ διὰ τοῦτο καὶ ἑκόντων αὐτῶν ἐπρώτευσεν. αἴτιον δὲ ὅτι πάντα ἀφʼ ὧν ἰσχύειν ἔμελλε πράττων οὐκ ἐξεφρόνει, ἀλλʼ ἐν τοῖς πρῶτος ὢν συνεστέλλετο, καὶ τὰ μὲν ἐπίπονα καὶ ἀνθʼ ἑτέρων καὶ ἐν τῷ φανερῷ ὑπέμενεν, τῶν δὲ δὴ ἡδέων τοῖς τε ἄλλοις ἐθελοντὴς παρεχώρει καὶ αὐτὸς ἢ οὐδὲν ἢ ὀλίγα, καὶ ταῦτα λανθάνων, ἐκαρποῦτο. καὶ τῶν μὲν ἀμεινόνων τήν τε αἰτίαν ἐς πάντας μᾶλλον ἢ ἐς αὑτὸν ἀνῆγε καὶ τὴν ἀπόλαυσιν ἐς τὸ μέσον τῷ δεομένῳ κατετίθει, τὰ δὲ ἀτοπώτερα οὔτʼ ἀνέφερεν ἔς τινα οὔτε ἐκοινοῦτό τινι. πρὸς δὲ τούτοις ἐχαρίζετο μὲν πᾶσι τοῖς ἀμφὶ τὸν Μάρκιον ὡς ἑκάστοις καὶ τῷ ἔργῳ καὶ τοῖς λόγοις· τῶν τε γὰρ χρημάτων ἀφειδῶς ἀνήλισκε, καὶ ταῖς σπουδαῖς, εἴ τίς τι αὐτοῦ δεηθείη, ἑτοίμως ἐχρῆτο· φαῦλον δέ τι ἐς οὐδένα οὔτε ἔλεγεν οὔτε ἔπραττεν, οὐδὲ ἐς ἀπέχθειαν ἑκὼν οὐδενὶ καθίστατο. καὶ προσέτι, ἃ μὲν εὖ ὑπό τινων ἔπασχεν, ἐπὶ τὸ μεῖζον ἀεὶ ἐλάμβανεν, τὰ δὲ δυσχερέστερα ἤτοι τὴν ἀρχὴν οὐδὲ προσεποιεῖτο ἢ καὶ φαυλίσας παρʼ ἐλάχιστον ἦγε, καὶ οὐχ ὅσον οὐκ ἠμύνετό τινα ἐπʼ αὐτοῖς, ἀλλὰ καὶ εὐηργέτει, μέχριπερ καὶ ἐκεῖνον ἐξενίκησεν. ἐκ μὲν οὖν τούτων σοφίας τινὰ δόξαν, ἅτε καὶ τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν πάντας χειρωσάμενος, ἐκτήσατο, ἐκ δὲ δὴ τῶν ἔπειτα ἀπιστεῖσθαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐποίησεν ὡς ἤτοι δολεροὺς φύσει ὄντας ἢ καὶ πρὸς τὰς δυνάμεις τάς τε τύχας καὶ τὴν γνώμην ἀλλοιουμένους.
βʹ βιβλίῳ Δίων «ὡς δὲ οὐδὲν ὅ τι οὐκ ἐπειθάρχουν αὐτῷ.»
Δίωνος βιβλίον βʹ «καὶ τὸν ἀδελφόν, ὅτι μὴ συνῄρετο, λάθρᾳ διὰ τῆς γυναικὸς αὐτοῦ φαρμάκοις ἐξειργάσατο.»
ὁ Ταρκύνιος ἐπεὶ ἱκανῶς ὡς καὶ ἀκόντων τυραννήσων παρεσκευάσατο, τοὺς δυνατωτάτους πρῶτον μὲν τῶν βουλευτῶν ἔπειτα καὶ τῶν ἄλλων συλλαμβάνων, πολλοὺς μὲν φανερῶς, οἷς γε αἰτίαν τινὰ εὐπρεπῆ ἐπενεγκεῖν ἐδύνατο, πολλοὺς δὲ καὶ λάθρᾳ ἀπεκτίννυε καί τινας ὑπερώριζεν. οὐ γὰρ ὅτι τὸν Τούλλιόν τινες αὐτῶν μᾶλλον ἢ ἐκεῖνον ἠγάπησαν, οὐδʼ ὅτι γένη καὶ πλούτους ἢ καὶ φρόνημα εἶχον, ἀνδρείᾳ τε ἐπιφανεῖ ἢ καὶ σοφίᾳ διαπρεπεῖ ἐχρῶντο, τοὺς μὲν ἀμυνόμενος τοὺς δὲ προκαταλαμβάνων, φθόνῳ τε καὶ ὑποψίᾳ ἅμα μίσους ἐκ τοῦ μὴ ὁμοήθους ἔφθειρεν, ἀλλὰ καὶ τοὺς πάνυ φίλους πρός τε τὴν μοναρχίαν οἱ σπουδάσαντας οὐδὲν ἧττον τῶν ἑτέρων ἀπώλλυεν, νομίζων σφᾶς ὑπό τε τῆς θρασύτητος καὶ ὑπὸ τῆς νεωτεροποιίας, ὑφʼ ἧς ἑαυτῷ τὴν ἀρχὴν συγκατέπραξαν, κἂν ἄλλῳ τινὶ αὐτὴν δοῦναι. κἀκ τούτου τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀπανάλωσεν, οὐδʼ ἀντικαθίστη τὸ παράπαν ἐς αὐτοὺς ἀντὶ τῶν ἀπολλυμένων οὐδένα· μισεῖσθαί τε γὰρ ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε, καὶ τὰ τέλη ἐκεῖνα ἀσθενέστατα ἐκ τῆς ὀλιγανθρωπίας ποιῆσαι ἐπεθύμει. καὶ τήν γε γερουσίαν καὶ καταλῦσαι παντελῶς ἐπεχείρησεν, πᾶν ἄθροισμα ἀνθρώπων, ἄλλως τε καὶ ἐπιλέκτων καὶ πρόσχημα προστατείας τινὸς ἀπὸ παλαιοῦ ἐχόντων, πολεμιώτατον τυράννῳ νομίζων εἶναι. δείσας δὲ μή πώς οἱ τὸ πλῆθος ἢ καὶ αὐτοὶ οἱ δορυφόροι, οἷά που πολῖται ὄντες, ἀγανακτήσει τοῦ τὴν πολιτείαν σφῶν μεθίστασθαι ἐπαναστῶσιν, ἐκ μὲν τοῦ προφανοῦς οὐκ ἐποίησεν τοῦτο, ἐν τρόπῳ δέ τινι ἐπιτηδείῳ καὶ πάνυ αὐτὸ κατέπραξεν. οὔτε γὰρ ἀντεσῆγεν ἐς αὐτὴν οὐδένα, οὔτε τοῖς καταλοίποις λόγου τι ἄξιον ἐπεκοίνου. συνεκάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε καὶ συνδιοικεῖν τι τῶν ἀναγκαίων, ἀλλὰ καὶ αὐτὸ τοῦτο πρός τε τὸν ἔλεγχον τῆς ὀλιγότητός σφων καὶ διὰ τοῦτο καὶ ταπεινότητα καὶ καταφρόνησιν ἐξεπίτηδες ἐποίει. τὰ δὲ δὴ πλεῖστα καθʼ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων, τοῦτο μὲν ὅπως μηδεὶς τῶν ἄλλων μηδὲν δύναιτο, τοῦτο δὲ καὶ κατοκνῶν δημοσιεύειν ἐν οἷς ἐκακούργει, ἔπραττεν. δυσπρόσοδός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπεροψίᾳ τῇ τε ὠμότητι τοσαύτῃ πρὸς πάντας ὁμοίως ἐχρῆτο ὥστε καὶ Ὑπερήφανος ἀπʼ αὐτῶν ἐπικληθῆναι. τά τε γὰρ ἄλλα καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ τυραννικώτερον ἔπραττον, καί ποτε πολιτῶν τινὰς ἔν τε τῇ ἀγορᾷ καὶ ἐν τοῖς τοῦ δήμου ὄμμασι σταυροῖς τε γυμνοὺς προσέδησεν καὶ ῥάβδοις αἰκισάμενος ἀπέκτεινεν. καὶ τοῦθʼ ὑπʼ ἐκείνου τότε ἐξευρεθὲν καὶ πολλάκις ἐγένετο.
Δίων ἐν βʹ βιβλίῳ «τὸν γὰρ πατέρα πολλὰ καὶ ἄτοπα ὡς καὶ τυραννοῦντα καὶ παρασπονδοῦντα φανερῶς ἐκ συνθήκης λοιδορήσας.»
ὅτι Λούκιος Ἰούνιος, ἀδελφῆς Ταρκυνίου παῖς, φοβηθεὶς ἐπειδὴ τόν τε πατέρα αὐτοῦ ἀπεκτόνει καὶ προσέτι καὶ τὰς οὐσίας αὐτῶν ἀφῄρητο, μωρίαν προσεποιήσατο, εἴ πως αὐτός γε περιγένοιτο· καὶ γὰρ εὖ ἠπίστατο ὅτι πᾶν τὸ ἔμφρον, ἄλλως τε καὶ ὅταν ἐν λαμπρότητι γένους ᾖ, διʼ ὑποψίας τοῖς τυραννοῦσι γίγνεται. καὶ ἐπειδή γε ἅπαξ ἐπὶ τοῦτο ὥρμησεν, ἀκριβέστατα αὐτὴν ὑπεκρίνετο, καὶ διὰ τοῦτο καὶ Βροῦτος ἐκλήθη· τοὺς γὰρ εὐήθεις οὕτω πως οἱ Λατῖνοι προσηγόρευον. τῷ τε Τίτῳ καὶ Ἀρροῦντι ὥσπερ τι ἄθυρμα συμπεμφθεὶς βακτηρίαν τινὰ ἀνάθημα τῷ θεῷ φέρειν ἔλεγεν, μηδὲν μέγα ὅσα γε ἰδεῖν ἔχουσαν.
ἐν βʹ βιβλίῳ Δίων «ἔπειτα ἐν τοῦ Πυθίου εὑρέθη.»
ὅτι τοῦ Βρούτου τό τε δῶρον, ἔσκωπτον, καὶ ὅτι τοῦ θεοῦ τοῖς θεωροῖς περὶ τῆς τοῦ πατρὸς βασιλείας, ὅστις αὐτὴν διαδέξεται ἐπερωτήσασι, θεσπίσαντος τὸν πρῶτον τὴν μητέρα φιλήσαντα τὸ κράτος τὸ τῶν Ῥωμαίων ἕξειν, τὴν γῆν ὡς καὶ καταπεσὼν ἄλλως κατεφίλησε, νομίσας αὐτὴν μητέρα ἁπάντων τῶν ἀνθρώπων εἶναι.
ὅτι ὁ Βροῦτος τοὺς Ταρκυνίους ἐκ τοιᾶσδε αἰτίας κατέλυσε. συνδειπνοῦντές ποτε ἐν τῇ τῶν Ἀρδεατῶν πολιορκίᾳ οἵ τε τοῦ Ταρκυνίου παῖδες καὶ Κολλατῖνος καὶ Βροῦτος, ἅτε καὶ ἡλικιῶται καὶ συγγενεῖς αὐτῶν ὄντες, ἐς λόγον τινὰ περὶ τῆς σωφροσύνης τῶν γυναικῶν σφῶν, κἀκ τούτου καὶ ἐς ἔριν, τὴν ἑαυτοῦ γαμετὴν ἑκάστου προκρίνοντος, ἦλθον. καὶ — ἐτύγχανον γὰρ πᾶσαι ἀπὸ τοῦ στρατοπέδου ἀποῦσαι — ἔδοξεν αὐτοῖς αὐτίκα τῆς νυκτός, πρὶν καταγγέλτους σφᾶς γενέσθαι, πρὸς πάσας ἅμα αὐτὰς ἀφιππεῦσαι. ποιήσαντες δὲ τοῦτο τὰς μὲν ἄλλας ἐν λόγῳ τινὶ εὗρον, Λουκρητίαν δὲ τὴν τοῦ Κολλατίνου γυναῖκα ἐριουργοῦσαν κατέλαβον. περιβόητον οὖν ἐπὶ τούτῳ γενομένην ὁ Σέξτος αἰσχῦναι ἐπεθύμησεν· τάχα μὲν γὰρ καὶ ἔρωτα αὐτῆς ἔσχε ὑπερκαλλοῦς οὔσης, ἐπὶ πλέον δὲ ὅμως τὴν δόξαν μᾶλλον ἢ τὸ σῶμα διαφθεῖραι ἠθέλησε. καί ποτε τηρήσας τὸν Κολλατῖνον πρὸς τοῖς Ῥουτούλοις ὄντα ἠπείχθη μὲν ἐς τὴν Κολλατίαν, καὶ νυκτὸς πρὸς αὐτὴν ὡς καὶ πρὸς οἰκείαν γυναῖκα ἐλθὼν καὶ σίτου καὶ καταλύσεως ἔτυχε. καὶ τὰ μὲν πρῶτα ἀναπείθειν αὐτὴν ἐπειρᾶτο συγγενέσθαι οἱ, ὡς δὲ οὐδὲν ἐπέραινεν, ἐβιάζετο. ἐπειδὴ δὲ οὐδὲν οὐδὲ οὕτως αὐτῷ προεχώρει, καινὸν δή τινα τρόπον ἐξεῦρεν, ὑφʼ οὗ τὸ παραδοξότατον ἠνάγκασεν αὐτὴν ἑκοῦσαν ὑβρισθῆναι. ὅτι μὲν γὰρ ἀποσφάξειν αὐτὴν εἶπε, παρʼ οὐδὲν ἔθετο, καὶ ὅτι καὶ τῶν οἰκετῶν τινα προσκαταχρήσεσθαι ἔφη, καὶ τοῦτο ὀλιγώρως ἤκουσεν· ἐπεὶ μέντοι παρακατακλινεῖν τε αὐτῇ τὸ τοῦ δούλου σῶμα καὶ λόγον ὡς καὶ συγκαθεύδοντάς σφας εὑρὼν ἀποκτείνειε διαδώσειν ἐπηπείλησεν, οὐκέτʼ ἀνεκτὸν ἐποιήσατο, ἀλλὰ φοβηθεῖσα μὴ καὶ πιστευθῇ τοῦθʼ οὕτω γεγονέναι, εἵλετο μιχθεῖσα αὐτῷ καὶ τὸ πραχθὲν ἐξειποῦσα ἀποθανεῖν μᾶλλον ἢ παραχρῆμα τελευτήσασα ἀδοξῆσαι. διὰ μὲν οὖν ταῦτʼ οὐκ ἄκουσα δὴ ἐμοιχεύθη, παρασκευάσασα δὲ ἐκ τούτου ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον μετεπέμψατο τόν τε ἄνδρα καὶ τὸν πατέρα, καὶ ἐπειδὴ τάχιστα ἦλθον, κατεδάκρυε, καὶ μετὰ τοῦτʼ ἀναστενάξασα «πάτερ» εἶπε, «— τὸν γὰρ ἄνδρα μᾶλλον ἢ σὲ αἰσχύνομαι — οὐδέν μοι χρηστὸν ἐν τῇ νυκτὶ ταύτῃ πέπρακται. ἀλλά με Σέξτος ἐβιάσατο ἀπειλήσας δούλῳ τινὶ συναποκτενεῖν ὡς καὶ μετʼ αὐτοῦ καθεύδουσαν λαβών. αὕτη γάρ με ἡ ἀπειλὴ ἁμαρτεῖν ἠνάγκασεν, ἵνα μὴ καὶ πιστεύσητε τοῦθʼ οὕτω γεγονέναι. καὶ ἐγὼ μέν — γυνὴ γάρ εἰμι — τὰ πρέποντα ἐμαυτῇ ποιήσω· ὑμεῖς δʼ εἴπερ ἄνδρες ἐστὲ καὶ τῶν γαμετῶν τῶν τε παίδων ὑμῶν προορᾶσθε, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἵων ἄρα ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν.» τοιαῦτα ἄττα εἰποῦσα οὐκ ἀνέμεινεν ἀντακοῦσαί τι, ἀλλʼ εὐθέως τὸ ξιφίδιον ὑφελκύσασα αὐτὴ ἑαυτὴν ἐφόνευσεν.
Δίων βʹ βιβλίῳ «καὶ ἐκχωρήσας ἐκ τῆς τῶν Ῥωμαίων γῆς πολλαχῇ μὲν τῶν προσοίκων ἐπείρασεν.»
Δίων βʹ βιβλίῳ «μαθὼν οὖν τοῦτο ἐκεῖνος ἦλθέ τε τῆς ὑστεραίας πρὸς αὐτούς.»
ὅτι οἱ ὅμιλοι πάντες τὰ πράγματα πρὸς τοὺς μεταχειρίζοντας αὐτὰ κρίνουσι, καὶ ὁποίους ἂν τούτους αἰσθάνωνται ὄντας, τοιαῦτα καὶ ἐκεῖνα νομίζουσιν εἶναι.
πᾶς γάρ τις τὸ ἀπείρατον πρὸ τοῦ κατεγνωσμένου προαιρεῖται, μεγάλην ἐς τὸ ἄδηλον ἐλπίδα παρὰ τὸ μεμισημένον ἤδη ποιούμενος.
πᾶσαι μὲν γὰρ μεταβολαὶ σφαλερώταταί εἰσι, μάλιστα δὲ αἱ ἐν ταῖς πολιτείαις πλεῖστα δὴ καὶ μέγιστα καὶ ἰδιώτας καὶ πόλεις βλάπτουσι. διὸ οἱ νοῦν ἔχοντες ἐν τοῖς αὐτοῖς ἀεί, κἂν μὴ βέλτιστα ᾖ, ἀξιοῦσιν ἐμμένειν ἢ μεταλαμβάνοντες ἄλλοτε ἄλλα ἀεὶ πλανᾶσθαι.
ὅτι καὶ τὰ βουλήματα καὶ τὰς ἐπιθυμίας πρὸς τὰς τύχας ἕκαστοι κτῶνται, καὶ ὁποῖα ἂν τὰ παρόντα αὐτοῖς ᾖ, τοιαῦτα καὶ τὰ οἰήματα λαμβάνουσιν.
ὅτι τὸ τῆς βασιλείας πρᾶγμα οὐκ ἀρετῆς μόνον ἀλλὰ καὶ ἐπιστήμης καὶ συνηθείας, εἴπερ τι ἄλλο, πολλῆς δεῖται, καὶ οὐχ οἷόν τέ ἐστιν ἄνευ ἐκείνων ἁψάμενόν τινα σωφρονῆσαι. πολλοὶ γοῦν ὥσπερ ἐς ὕψος τι μέγα παρὰ λόγον ἀρθέντες οὐκ ἤνεγκαν τὴν μετεώρισιν, ἀλλʼ αὐτοί τε καταπεσόντες ὑπʼ ἐκπλήξεως ἔπταισαν καὶ τὰ τῶν ἀρχομένων πάντα συνηλόησαν.
γʹ Δίωνος βιβλίῳ «οὐχ ὅπως πρὸς αὐτῶν τῶν βασιλευόντων σφῶν, ἀλλὰ καὶ πρὸς τῶν παραδυναστευόντων αὐτοῖς γίγνεται.»
ἐν γʹ βιβλίῳ Δίωνος «οὗ γε καὶ ὁ πατὴρ ἀμέμπτως ὑμῶν ἦρξεν.»
Δίωνος γʹ βιβλίῳ «ὅτι μὲν γὰρ ἀγαπᾷ ὑμᾶς, οὐδὲν ἂν μεῖζον τεκμήριον λάβοιτε ἢ ὅτι τοῦ τε βίου τοῦ παρʼ ὑμῖν ἐφίεται ...»
γʹ βιβλίῳ Δίων «καὶ πρὸ πολλοῦ κομίσασθαι τὰ προϋπάρξαντά οἱ ποιεῖται»
Δίων βιβλίῳ γʹ «πῶς δʼ ἂν καὶ λυσιτελήσειέ τινι τοῦτο πρᾶξαι;»
Δίωνος γʹ βιβλίον «ὥσπερ που καὶ Ῥωμύλος ἡμῖν ἐπέσκηψεν.»
καὶ περὶ τῶν μελλόντων ἐξ ὧν ἔπραξαν τεκμήρασθε, ἀλλὰ μὴ ἐξ ὧν πλάττονται ἱκετεύοντες ἀπατηθῆτε· τὰ μὲν γὰρ ἀνόσια ἔργα ἀπὸ γνώμης ἀληθοῦς ἑκάστῳ γίγνεται, συλλαβὰς δʼ ἄν τις εὐπρεπεῖς συμπλάσειεν· καὶ διὰ τοῦτʼ ἀφʼ ὧν ἐποίησέ τις, ἀλλʼ οὐκ ἀφʼ ὧν φησὶ ποιήσειν, κρίνετε.
Δίων γʹ βιβλίῳ «πένθος αἱ γυναῖκες ἐνιαυτῷ ὅλῳ ἐποιήσαντο.»
ὅτι Οὐαλέριον τὸν συνάρχοντα Βρούτου, καίπερ δημοτικώτατον ἀνδρῶν γενόμενον, ὅμως αὐτοεντίᾳ μικροῦ ὁ ὅμιλος κατεχρήσατο· ἐπιθυμεῖν γὰρ αὐτὸν μοναρχίας ὑπετόπησαν. καὶ ἐφόνευσαν ἄν, εἰ μή σφας διὰ ταχέων φθάσας ἐθώπευσεν. ἐσελθὼν γὰρ ἐς τὴν ἐκκλησίαν τάς τε ῥάβδους ἔκλινεν, ὀρθαῖς πρότερον ταύταις χρώμενος, καὶ τοὺς πελέκεις τοὺς συνδεδεμένους σφίσι περιεῖλε· σχηματίσας δὲ ἐπὶ τούτοις ἑαυτὸν ἐς τὸ ταπεινότατον ἐπὶ πολὺ μὲν ἐσκυθρώπασε καὶ κατεδάκρυσεν, ἐπεὶ δὲ καὶ ἐφθέγξατό ποτε, σμικρᾷ καὶ δεδιυίᾳ τῇ φωνῇ ὑποτρέμων εἶπεν.
τῷ γὰρ Μάρκῳ ἀνελθόντι τε ἐς τὸ Καπιτώλιον καὶ τοῖς θεοῖς εὐχὰς ὑπὲρ τῶν παρόντων ποιουμένῳ ...
ὅτι τὸν τοῦ Διὸς νεὼν ἐθείωσεν ἀπὸ κλήρου ὁ Ὁράτιος, καίτοι τοῦ Οὐαλερίου τόν τε υἱὸν αὐτοῦ τεθνηκέναι φήσαντος, καὶ τοῦτο παρʼ αὐτὴν αὐτῷ τὴν ἱερουργίαν ἀγγελθῆναι παρασκευάσαντος, ἵνʼ ὑπό τε τοῦ πάθους, καὶ ὅτι οὐδʼ ἄλλως ὅσιον ἦν ἐν πένθει τινὰ ὄντα ἱεροποιεῖν, παραχωρήσειέν οἱ τῆς τοῦ ἔργου ἱερώσεως. ἐκεῖνος γὰρ οὐκ ἠπίστησε μὲν τῷ ῥηθέντι — καὶ γὰρ ὑπὸ πολλῶν καὶ ἀξιοπίστων ἐθρυλήθη —, οὐ μέντοι καὶ τῶν ἱερῶν ἐξέστη, ἀλλʼ ἄταφον τὸ σῶμα τοῦ παιδὸς ὡς καὶ ἀλλότριον, ὅπως μηδὲν τῇ περὶ αὐτοῦ ὁσίᾳ προσήκειν δόξῃ, κελεύσας τισὶν ἐᾶσαι, πάνθʼ οὕτω τὰ καθήκοντα διετέλεσεν.
Δίωνος δʹ βιβλίῳ «καὶ τῇ γε κόρῃ καὶ ὅπλα, ὡς φασί τινες, καὶ ἵππον ἐδωρήσατο.»
Δίωνος δʹ βιβλίῳ «καὶ τά τε ἄλλα αὐτοῖς πολὺ διαλλάττοντα ἀλλήλων καὶ τὰς ἐπικλήσεις διαφόρους παρέθεσαν.»
Δίωνος ἐκ τοῦ δʹ βιβλίου «ἀλλὰ τῆς τε χώρας τῆς Ῥωμαϊκῆς κατέδραμον.»
Δίων δʹ βιβλίῳ «πάντα τὰ μέχρι τείχους ἐκακούργουν.»
ὅτι τὸ κρύφιον τῶν βουλευμάτων καὶ τὸ καίριον τῶν πράξεων, τό τε ἰδιοβουλεῖν τινα καὶ τὸ μήτʼ ἀναχώρησιν ἐς μηδένα ἄλλον μηδεμίαν ἔχειν καὶ τῶν συμβαινόντων αὐτὸν ἐφʼ ἑκάτερα τὴν αἰτίαν λαμβάνειν, μέγα μέρος ἐς τὸ κατορθωθῆναί τι συμβάλλεται.
πρὸς στάσεις ἐτράποντο. αἴτιον δʼ ὅτι οἵ τε ἰσχύοντες τοῖς χρήμασιν ἐν πᾶσι τῶν καταδεεστέρων ὡς καὶ βασιλεύοντές σφων προέχειν ἐβούλοντο, καὶ οἱ ἀσθενέστεροι οὐδὲν αὐτοῖς οὐδὲ σμικρὸν ὡς καὶ ἰσονομούμενοι πειθαρχεῖν ἤθελον, ἀλλʼ οἱ μὲν ἄπληστοι τῆς ἐλευθερίας ὄντες καὶ ταῖς οὐσίαις ταῖς ἐκείνων, οἱ δὲ ἀκρατῶς τῆς τιμήσεως ἔχοντες καὶ τοῖς σώμασι τοῖς τούτων ἐχρῶντο· καὶ οὕτως ἐξ ὧν πρότερον τὰ πρόσφορα ἀνθυπουργοῦντες ἀλλήλοις συνεφρόνουν, καταλύσαντες οὐκέτι τὸ οἰκεῖον ἀπὸ τοῦ ὀθνείου διέκρινον, ἀλλὰ τό τε μέτριον ἀμφότεροι ὑπερορῶντες καὶ τὸ ἄκρον οἱ μὲν τῆς ἐπιτάξεως οἱ δὲ τῆς οὐκ ἐθελοδουλείας προτιμῶντες, οὔτε ἐκεῖνα κατειργάσαντο καὶ πολλὰ καὶ ἄτοπα τὰ μὲν ἀμυνόμενοι τὰ δὲ καὶ προκαταλαμβάνοντες ἀλλήλους ἔδρασαν, ὥστʼ αὐτοὺς ἐπὶ πλεῖστον ἀνθρώπων, πλὴν ἐν τοῖς πάνυ κινδύνοις, οὓς ἐκ τῶν ἀεὶ πολέμων διʼ αὐτὰ ταῦτα μάλιστα ἔσχον, διχοστατῆσαι· ὅθενπερ συχνοὶ τῶν πρώτων καὶ ἐξεπίτηδές σφας πολλάκις παρεσκεύασαν. καὶ ἐκεῖθεν ἀρξάμενοι πολὺ πλείω κακὰ πρὸς ἀλλήλων ἢ τῶν ἀλλοφύλων ἔπαθον. καί μοι καὶ καταμαντεύσασθαι ἐξ αὐτῶν ἐπέρχεται ὅτι οὐκ ἔστιν ὅπως ἄλλως εἴτʼ οὖν τῆς δυνάμεως εἴτʼ οὖν τῆς ἀρχῆς στερηθεῖεν, εἰ μὴ διʼ ἀλλήλων σφαλεῖεν.
ἄλλως τε γὰρ ἐδυσχέραινον ὅτι μὴ τὰ αὐτὰ δεόμενοί σφων οἱ βουλευταὶ καὶ τυχόντες ἐφρόνουν, ἀλλʼ ἐν μὲν τῷ κινδύνῳ πολλὰ καὶ μεγάλα αὐτοῖς ὑπέσχοντο, σωθέντες δὲ οὐδὲν οὐδὲ τῶν ἐλαχίστων ἐποίησαν.
ἵνα γὰρ δὴ μὴ καθʼ ἓν μαχόμενοι ἀλλʼ ὑπὲρ τῆς οἰκείας χωρὶς ἕκαστοι ἀγωνιζόμενοι εὐχειρωτότεροί σφισι γένωνται, διεῖλον τὴν στρατιάν.
ὅτι ὁ δῆμος ἰδιωτεύσαντος τοῦ Οὐαλερίου τοῦ δικτάτορος χαλεπώτατα ἐστασίασεν, ὥστε καὶ τὴν πολιτείαν νεοχμῶσαι· οἱ γὰρ ἐν ταῖς περιουσίαις ὄντες τοῦ πάνυ ἀκριβοῦς περὶ τὰ συμβόλαια ἀντεχόμενοι καὶ μηδʼ ὁτιοῦν αὐτοῦ παριέντες καὶ ἐκείνου διήμαρτον καὶ ἄλλων πολλῶν ἐστερήθησαν· οὐ γὰρ ἔγνωσαν ὅτι ἥ τε πενία ἡ ἄκρατος βιαιότατον κακόν, ἥ τε ἐξ αὐτῆς ἀπόνοια, ἄλλως τε καὶ πλῆθος προσλαβοῦσα, δυσμαχώτατόν ἐστι. καὶ διὰ τοῦτο οὐκ ὀλίγοι τῶν τὰ πολιτικὰ πρασσόντων ἐθελοντὶ τὸ ἐπιεικὲς πρὸ τοῦ σφόδρα δικαίου προαιροῦνται· τοῦτο μὲν γὰρ τῆς τε ἀνθρωπείας φύσεως πολλάκις ἡττᾶται καὶ ἔστιν ὅτε καὶ παντελῶς καταλύεται, ἐκεῖνο δὲ σμικρόν τι αὐτοῦ παραθραῦσαν τὸ γοῦν λοιπὸν μεῖζον ὂν σώζει. πλείστων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τοῦ δυνατωτέρου ἐς τοὺς ὑποδεεστέρους ἀκρίβεια ἐγένετο· ἄλλα τε γὰρ πολλὰ κατὰ τῶν ὑπερημέρων αὐτοῖς ἐδέδοτο, καὶ εἰ δή τινι πλείους δεδανεικότες ἔτυχον, κρεουργηδὸν αὐτοῦ τὸ σῶμα πρὸς τὸ μέρος ὧν ὤφειλεν ἐξουσίαν εἶχον κατανέμεσθαι. καὶ τοῦτο μὲν εἰ καὶ τὰ μάλιστα ἐνενόμιστο, ἀλλʼ οὔτι γε καὶ ἔργῳ ποτὲ ἐγεγόνει· πῶς γὰρ ἂν πρὸς τοσαύτην ὠμότητα προεχώρησαν οἱ καὶ τοῖς ἐπʼ ἀδικήματί τινι ἁλοῦσι διάφευξιν ἐπὶ σωτηρίᾳ πολλάκις δόντες τοῖς τε ἀπὸ τῶν πετρῶν τοῦ Καπιτωλίου ὠσθεῖσι ζῆν, εἰ περιγένοιντο, ἐπιτρέποντες;
ὅτι οἱ χρεωστοῦντες τὰ δάνεια κολωνόν τινα κατέλαβον, καὶ Γάιόν τινα προστησάμενοι τὴν τροφὴν ἐκ τῆς χώρας ὥσπερ ἐκ πολεμίας ἐλάμβανον, κἀκ τούτου τούς τε νόμους τῶν ὅπλων καὶ τὸ δίκαιον τῆς ἀπονοίας σφῶν ἀσθενέστερα ἀπέφηναν. οἱ δὲ βουλευταὶ τούτους τε φοβηθέντες μὴ ἐπὶ πλεῖον πολεμωθῶσι καὶ τοὺς περιοίκους μὴ πρὸς τὰ παρόντα συνεπίθωνται σφίσι, διεκηρυκεύσαντο αὐτοῖς πάνθʼ ὅσα καθʼ ἡδονὴν ἤλπιζον ἔσεσθαι προτείνοντες. οἱ δὲ τὸ μὲν πρῶτον ἐθρασύνοντο, θαυμασίῳ δὲ δή τινι τρόπῳ κατέστησαν· ἐπειδὴ γὰρ ἀτάκτως διεβόων, Ἀγρίππας εἷς τῶν πρέσβεων μύθου τινὸς ἐπακοῦσαί σφας ἠξίωσε, καὶ τυχὼν εἶπεν ὅτι πρὸς τὴν γαστέρα ποτὲ τἆλλα μέλη τοῦ ἀνθρώπου ἐστασίασε, λέγοντα αὐτὰ μὲν καὶ ἄσιτα καὶ ἄποτα πονεῖν καὶ ταλαιπωρεῖν ἅτε καὶ ἅπαντα αὐτῇ διακονούμενα, ἐκείνην δὲ δὴ μήτε τινὰ πόνον ἔχειν καὶ τῆς τροφῆς μόνην ἐμπίμπλασθαι. καὶ τέλος ἐψηφίσαντο μηκέτι μήτε τὰς χεῖρας τῷ στόματι προσφέρειν μήτε ἐκεῖνο λαμβάνειν, ὅπως ὅτι μάλιστα ἡ γαστὴρ ἐνδεὴς καὶ σίτου καὶ ποτοῦ γενομένη φθαρείη. ὡς δὲ ἔδοξε ταῦτα καὶ ἐγένετο, τὸ μὲν πρῶτον ἐξισχνάνθη τὸ σῶμα σύμπαν, ἔπειτα ὑπέδωκε καὶ ἐξέκαμε. πονήρως οὖν τὰ μέλη σφῶν ἔχοντα συνέγνω τε ἐκεῖνοι καὶ τὴν σφετέραν σωτηρίαν εἶναι καὶ ἀπέδωκεν αὐτῇ τὴν τροφήν. ἀκοῦσαν δὲ τούτων τὸ πλῆθος συνῆκεν ὅτι καὶ τὰ τῶν πενήτων αἱ τῶν εὐπόρων περιουσίαι ἀνέχουσι, καὶ διὰ τοῦτʼ ἠπιώτεροι ἐγένοντο καὶ κατηλλάγησαν ἄφεσιν τῶν τε δανεισμάτων καὶ τῶν ὑπερημεριῶν εὑρόμενοι. ταῦτα μὲν οὖν καὶ πρὸς τῆς βουλῆς ἐψηφίσθη.
καὶ ἐδόκει μήτʼ ἀπὸ τοῦ ἀνθρωπείου εἶναι, καὶ πολλοῖς καὶ ἄλλοις, τοῖς μὲν ἑκοῦσι τοῖς δὲ ἄκουσιν ...
ὅτι ὅταν πολλοὶ καθʼ ἓν γενόμενοι πλεονεκτήσωσι βιασάμενοι, παραχρῆμα μὲν ὁμολογίᾳ τινὶ ἐπιεικεῖ θρασύνονται, διαλυθέντες δὲ ἄλλος κατʼ ἄλλην πρόφασιν δικαιοῦνται.
κατά τε τὸ φύσει τοῖς πλείστοις πρὸς τοὺς συνάρχοντας διάφορον — χαλεπὸν γὰρ πολλοὺς ἄλλως τε καὶ ἐν δυνάμει τινὶ συμφρονῆσαι — πᾶσα αὐτῶν ἡ ἰσχὺς διεσπᾶτο καὶ κατετέμνετο· οὐδὲν γὰρ ὄφελος ὧν ἐγίγνωσκον ἦν, εἰ καὶ εἷς σφῶν ἀντεῖπεν· τῷ γὰρ τὴν ἀρχὴν αὐτοὺς μὴ ἐπʼ ἄλλο τι ἢ τὸ τοῖς βιαζομένοις τινὰς ἐναντιοῦσθαι λαμβάνειν ἰσχυρότερος ὁ κωλύων τι πραχθῆναι τῶν σπουδαζόντων αὐτὸ ἐγίγνετο.
Δίων εʹ βιβλίῳ «ἐπελπίζοντές τινα αὐτοὺς οἱ δυνατοί.»
Δίων εʹ βιβλίῳ «τούτῳ τε οὖν αὐτὸν ἐτίμησεν»
οὐ γάρ ἐστι ῥᾴδιον οὔτε ἐν πᾶσί τινα ἰσχύειν οὔτε ἐν ἑκατέροις ἅμα τοῖς τε πολεμικοῖς καὶ τοῖς εἰρηνικοῖς πράγμασιν ἀρετὴν ἔχειν· οἵ τε γὰρ τοῖς σώμασιν ἰσχυριζόμενοι ἀνοηταίνουσιν ὡς πλήθει, καὶ τὰ ἀθρόως εὐτυχήσαντʼ οὐκ ἐπὶ πᾶν ὡς ἐπὶ τὸ πολὺ ἀνθεῖ. διʼ οὖν ταῦτʼ ἐς τὰ πρῶτά ποθʼ ὑπὸ τῶν πολιτῶν ἀρθεὶς ἔπειτα πρὸς αὐτῶν οὐ πολλῷ ὕστερον ἐξέπεσεν, καὶ τὴν πόλιν τὴν τῶν Οὐόλσκων τῇ πατρίδι δουλώσας τὴν οἰκείαν αὖ μετʼ ἐκείνων ἐς πᾶν κινδύνου κατέστησεν.
ὅτι ὁ αὐτὸς στρατηγὸς θελήσας καὶ μὴ τελεσθεὶς ἠγανάκτησε τῷ ὁμίλῳ, καὶ ἐκ τούτου καὶ ἐκ τοῦ τοῖς δημάρχοις πολὺ δυναμένοις βαρύνεσθαι παρρησίᾳ πλείονι πρὸς αὐτὸν παρὰ τοὺς ἄλλους τοὺς ὁμοίους οἱ ἐκ τῶν κατειργασμένων ἐχρῆτο. καὶ λιμοῦ γενομένου ἰσχυροῦ καὶ Νώρβης πόλεως ἀποικίζεσθαι βουλομένης τὸ πλῆθος ἐπʼ ἀμφοτέροις αὐτοῖς τοὺς δυνατοὺς ᾐτιάσατο, ὡς καὶ διʼ ἐκείνους καὶ τῆς τροφῆς στερισκόμενοι καὶ ἐς τοὺς πολεμίους ἐπίτηδες ἐπʼ ὀλέθρῳ προύπτῳ ἐκδιδόμενοι· ὅταν γὰρ ἐς ὑποψίαν τινὲς ἀλλήλων ἔλθωσι, πάντα καὶ τὰ ὑπὲρ σφῶν γιγνόμενα ἀλλοίως κατὰ τὸ στασιωτικὸν λαμβάνουσι. καὶ ὁ Κοριολανὸς ἄλλως τε ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιήσατο, καὶ σίτου πολλαχόθεν κομισθέντος, καὶ τοῦ γε πλείστου προῖκα παρὰ τῶν ἐν Σικελίᾳ βασιλέων πεμφθέντος, οὐκ ἐπέτρεψέ σφισι διαλαχεῖν αὐτὸν ὥσπερ ᾔτουν. οἱ οὖν δήμαρχοι, οὕσπερ που καὶ τὰ μάλιστα καταλῦσαι ἐγλίχετο, τυραννίδος αὐτὸν ὑπὸ τὸ πλῆθος ἀγαγόντες ἐξήλασαν, καίτοι πάντων βοώντων καὶ δεινὸν ποιουμένων ὅτι καὶ περὶ σφῶν τὰ τοιαῦτα κρίνειν ἐτόλμων. ἐκπεσὼν οὖν πρὸς τοὺς Οὐόλσκους καίπερ ἐχθίστους ὄντας ὀργῇ τῆς συμφορᾶς ἦλθε, καὶ ἑαυτὸν ἔκ τε τῆς ἀνδρείας ἧς ἐπεπείραντο καὶ ἐκ τοῦ θυμοῦ τοῦ πρὸς τοὺς πολίτας ἀσμένως δέξεσθαι προσεδόκησεν, ἀντίπαλα ἢ καὶ μείζω διʼ αὐτὸν τοὺς Ῥωμαίους ὧν ἔπαθον δράσειν ἀντελπίσαντας· ὑφʼ ὧν γὰρ ἄν τις σφόδρα κακοπαθῇ, πρὸς τῶν αὐτῶν τούτων καὶ εὖ πείσεσθαι, βουλομένων γε καὶ δυναμένων εὖ ποιῆσαι, οὐκ ἐλάχιστα πιστεύει.
πάνυ γὰρ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς οἰκείας κινδυνεύοντες μηδʼ ὣς τῶν ἀλλοτρίων ἀφίσταντο. ὡς οὖν καὶ ταῦτα ἀνηγγέλθη σφίσιν, οἱ μὲν ἄνδρες οὐδὲν μᾶλλον ἐκινήθησαν· οὕτω πως κακῶς ἐστασίαζον ὥστε μηδʼ ὑπὸ τῶν κινδύνων καταλλαγῆναι· αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολανοῦ Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετουρία, παραλαβοῦσαι καὶ τὰς ἄλλας τὰς ἐπιφανεστάτας, ἦλθον πρὸς αὐτὸν ἐς τὸ στρατόπεδον τὰ παιδία αὐτοῦ ἄγουσαι, καὶ ἐποίησαν αὐτὸν μὴ ὅτι ἐπὶ τῇ χώρᾳ ἀλλὰ μηδὲ ἐπὶ τῇ καθόδῳ καταλύσασθαι. προσήκατο γὰρ αὐτὰς εὐθύς, ἐπειδὴ τάχιστα παρούσας ᾔσθετο, καὶ λόγου σφίσι μετέδωκεν, ἐπράχθη τε ὧδε· αἱ μὲν ἄλλαι σιωπῶσαι ἔκλαον, ἡ δὲ δὴ Οὐετουρία «τί θαυμάζεις» ἔφη, «τέκνον; τί δὲ ἐκπέπληξαι; οὐκ ηὐτομολήκαμεν, ἀλλʼ ἡμᾶς ἡ πατρὶς ἔπεμψέ σοι, εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα, ὥστʼ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας ἡμᾶς ἀπόκτεινον. τί δακρύεις; τί δʼ ἀποστρέφῃ; ἢ ἀγνοεῖς ὅπως τἀν τῇ πόλει ἡμεῖς τοι ἄρτι ὀδυρόμεναι ἐπαυσάμεθα, ἵνα σε ἴδωμεν; καταλλάγηθί τε οὖν ἡμῖν καὶ μηκέτι ὀργίζου τοῖς πολίταις τοῖς φίλοις τοῖς ἱεροῖς τοῖς τάφοις, μηδʼ ἐπεσπέσῃς ἐς τὸ ἄστυ θυμῷ πολεμίῳ, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ καὶ ἐγεννήθης καὶ ἀνετράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολανὸς ἐγένου. πείσθητί μοι, παιδίον, μηδέ με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με ὑπʼ αὐτοχειρίας ἴδῃς.» ταῦτʼ εἰποῦσα ἀνέκλαυσε, καὶ τήν τε ἐσθῆτα καταρρηξαμένη καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη «ἰδού» ἔφη, «τέκνον, αὕτη σε ἔτεκεν, οὗτοί σε ἐξέθρεψαν.» εἰπούσης δὲ αὐτῆς ταῦτα καὶ ἡ γαμετὴ αὐτοῦ τά τε παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν, ὥστε καὶ ἐκεῖνον ἐς πένθος ἐμβαλεῖν. μόλις τέ ποτε ἀνενεγκὼν περιέπτυξε τὴν μητέρα, καὶ φιλῶν ἅμα αὐτὴν «ἰδού» ἔφη, «μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς, καὶ σοὶ δὴ ταύτην τὴν χάριν καὶ οἱ ἄλλοι πάντες ἐχέτωσαν· ἐγὼ γὰρ οὐδʼ ἰδεῖν αὐτοὺς ὑπομένω, οἵτινες τηλικαῦτα ὑπʼ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά με ἔδρασαν. οὔκουν οὐδʼ ἀφίξομαί ποτε ἐς τὴν πόλιν· ἀλλὰ σὺ μὲν καὶ ἀντʼ ἐμοῦ τὴν πατρίδα ἔχε, ἐπειδὴ τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἐκποδὼν ὑμῖν ἀπαλλαγήσομαι.» ταῦτʼ εἰπὼν ἀπανέστη· τῷ τε γὰρ δέει τῷ τοῦ ὁμίλου καὶ τῇ αἰσχύνῃ τῶν ὁμοίων, ὅτι καὶ τὴν ἀρχὴν ἐπʼ αὐτοὺς ἐπεστράτευσεν, οὐδὲ τὴν κάθοδον διδομένην οἱ ἐδέξατο, ἀλλʼ ἐς τοὺς Οὐόλσκους ἀναχωρήσας ἐνταῦθα ἐξ ἐπιβουλῆς ἢ καὶ γηράσας ἀπέθανεν.
ὅτι Κάσσιος τοὺς Ῥωμαίους εὐεργετήσας ὑπʼ αὐτῶν ἐκείνων ἐθανατώθη· ὥστε καὶ ἐκ τούτου διαδειχθῆναι ὅτι πιστὸν οὐδὲν ἐν τοῖς πλήθεσιν ἐστίν, ἀλλὰ καὶ τοὺς πάνυ σφίσι προσκειμένους οὐχ ἧττον τῶν τὰ μέγιστα ἀδικούντων ἀπολλύουσι· πρὸς μὲν γὰρ τὸ ἀεὶ παρὸν μεγάλους τοὺς αἰτίους τῶν ὠφελημάτων ἄγουσιν, ἐπειδὰν δέ σφας ἐκκαρπώσωνται, οὐδὲν ἔτʼ αὐτοὺς οἰκειοτέρους τῶν ἐχθίστων νομίζουσι. τὸν γὰρ Κάσσιον καίπερ χαριζόμενόν σφισιν ὅμως ἐπʼ αὐτοῖς οἷς ἐσεμνύνετο ἀπέκτειναν, καὶ ἔκδηλόν γε ὅτι ζηλοτυπηθεὶς ἀλλʼ οὐκ ἀδικήσας τι ἀπώλετο.
οἱ γὰρ ἐν τοῖς πράγμασιν ἀεὶ γιγνόμενοι ἐπειδὴ μηδένα ἄλλον τρόπον κατέχειν σφᾶς ἐδύναντο, πολέμους ἐκ πολέμων ἐξεπίτηδες ἐκίνουν, ὅπως πρὸς ἐκείνους ἀσχολίαν ἄγοντες μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσιν.
οὕτω γοῦν ὑφʼ ἑκατέρου παρωξύνθησαν ὥστε καὶ τὴν νίκην ἔνορκον τοῖς στρατηγοῖς ὑποσχέσθαι· πρὸς γὰρ τὴν αὐτίκα ὁρμὴν κύριοι καὶ τῆς τύχης εἶναι ἐνόμισαν.
ὅτι ἔοικε τὸ πλεῖστον τοῦ ἀνθρωπίνου πρὸς μὲν τὸ ἀνθιστάμενον καὶ παρὰ τὸ συμφέρον φιλονεικεῖν, τοῖς δὲ ὑπείκουσι καὶ παρὰ δύναμιν ἀνθυπουργεῖν.
ὅτι οἱ Φάβιοι ἐπί τε τῷ γένει καὶ τῷ πλούτῳ ὅμοια τοῖς ἀρίστοις φρονοῦντες ὡς τάχιστα αὐτοὺς ἀθυμοῦντας εἶδον· ὅταν γάρ τινες ἐς πολλὰς ἅμα καὶ δυσχερεῖς πράξεις ἐμπέσωσιν, οὔτε τι βούλευμα πρός τε τὸ πλῆθος καὶ πρὸς τὸ ἀθρόον τῶν κινδύνων ἐξευρεῖν δύνανται, καὶ τῶν ἔργων καὶ τὰ πάνυ ῥᾴδια ἀπογιγνώσκουσι, κἀκ τούτου ταῖς τε γνώμαις καὶ παρὰ τὸ εἰκὸς ταῖς δόξαις ἀναπίπτουσι καὶ τὰ πράγματα ἑκόντες ὡς καὶ μάτην πονήσοντες προΐενται, καὶ τέλος ἐπιτρέψαντές σφας τοῖς ἐκ τοῦ δαιμονίου παραλόγοις ἀναμένουσι πάνθʼ ὅσα ἂν ἡ συντυχία ἐνέγκῃ.
ὅτι οἱ Φάβιοι ἓξ καὶ τριακόσιοι ὄντες ὑπὸ Τυρσηνῶν ἀνῃρέθησαν· καὶ γάρ πως τὸ διʼ ἀνδρείας πίστιν ὀγκούμενον ὑπʼ αὐτοῦ τοῦ θράσους πολλάκις φθείρεται, τό τε διʼ εὐτυχίαν αὐχοῦν ἐς τοὐναντίον ἐκφρονῆσαν ἐκπίπτει.
οὓς οἱ Ῥωμαῖοι μειζόνως ἢ κατὰ ἀριθμὸν τῶν ἀπογενομένων καὶ ἰδίᾳ καὶ κοινῇ ἐπένθησαν. ἦν μὲν γὰρ ἐκεῖνος ἄλλως τε καὶ ἐν εὐπατρίδαις οὐ σμικρός, πρὸς δὲ δὴ τὴν ἀξίωσιν τό τε φρόνημα αὐτῶν πᾶσάν σφων ἀπολωλέναι τὴν ἰσχὺν ἐνόμιζον. καὶ διὰ τοῦτο τήν τε ἡμέραν ἐν ᾗ διεφθάρησαν ἐς τὰς μιαρὰς ἐνέγραψαν, καὶ τὰς πύλας διʼ ὧν ἐξεστράτευσαν ἐν ἀτιμίᾳ ἐποιήσαντο, ὥστε μηδένα διʼ αὐτῶν ἄρχοντα διιέναι. καὶ Τίτου Μενηνίου τοῦ στρατηγοῦ — ἐπὶ γὰρ τούτου τὸ πάθος ἐγένετο — κατηγορηθέντος ὕστερον ἐν τῷ δήμῳ ὅτι μήτʼ ἐκείνοις ἤμυνε καὶ μάχῃ μετὰ τοῦθʼ ἡττήθη, κατεψηφίσαντο.
Δίωνος ϛʹ βιβλίῳ ἐπειδὴ διῆρξεν, εἰσήγαγον καὶ χρημάτων ἐζημίωσαν, οὔτε περὶ τοῦ σώματος ἐς κίνδυνον καταστήσαντες ....
ὅτι οἱ εὐπατρίδαι φανερῶς μὲν οὐ πάνυ πλὴν βραχέων ἐπιθειάζοντές τινα ἀντέπραττον, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἐννέα γάρ ποτε δήμαρχοι πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν· ἀλλʼ οὔτε τοῦτο τοὺς λοιποὺς ἐπέσχεν, πολλῷ τε πλείονα ἐλπίδα οἱ μετὰ ταῦτα ἀεὶ δημαρχοῦντες ἐκ τῆς ἑαυτῶν φιλονεικίας ἢ δέος ἐκ τῆς ἐκείνων συμφορᾶς λαμβάνοντες οὐκ ἠμβλύνοντο, ἀλλὰ καὶ ἐπὶ μᾶλλον ὑπʼ αὐτῶν τούτων ἐθρασύνοντο· τούς τε γὰρ ἀπολλυμένους ἐς δικαίωμα τῆς ὑπὲρ ἑαυτῶν τιμωρίας προεβάλλοντο, καὶ αὐτοὶ μεγάλην ἡδονὴν ἐκ τοῦ καὶ παρὰ δόξαν ἀκινδύνως περιέσεσθαι νομίζειν προσετίθεντο. ὥστε καὶ τῶν εὐπατριδῶν τινάς, ἐπειδὴ μηδὲν ἄλλως ἤνυτον, ἐς τὰ τοῦ πλήθους νομίσματα μεταστῆναι· τὴν γὰρ ταπεινότητα αὐτοῦ πολὺ ...... πρὸς τὰς τῆς δημαρχικῆς ἰσχύος ἐπιθυμίας τῆς τῶν σφετέρων καλλωπισμάτων ἀσθενείας ἐνόμιζον εἶναι, καὶ μάλισθʼ ὅτι καὶ δεύτερον καὶ τρίτον ἐπὶ πλεῖόν τε ἔτι, καίπερ κωλυθὲν τό τινα δὶς τὴν ἀρχὴν λαμβάνειν, συχνοὶ καὶ ἐφεξῆς ἐδημάρχουν.
ὅτι ἐς τοῦτο ὁ ὅμιλος ὑπʼ αὐτῶν τῶν εὐπατριδῶν προήχθη· ὃ γάρ τοι ὑπὲρ ἑαυτῶν ἡγοῦντο ποιεῖν, τὸ πολέμους τινὰς ἀεὶ παρασκευάζειν σφίσιν, ὅπως ὑπό γε τῶν ἔξωθεν κινδύνων σωφρονεῖν ἀναγκάζωνται, τοῦτο θρασυτέρους αὐτοὺς ἀπειργάζετο· οὔτε γὰρ στρατεύειν, εἰ μὴ λάβοιεν ὧν ἑκάστοτε ἐπωρέγοντο, βουλόμενοι, καὶ ἀπροθύμως ὁπότε ἐξέλθοιεν ἀγωνιζόμενοι πάνθʼ ὅσʼ ἤθελον ἔπραττον. κἀν τούτῳ καὶ ἀληθῶς οὐκ ὀλίγοι τῶν πλησιοχώρων σφίσι, τῇ ἐκείνων διχοστασίᾳ πλέον ἢ τῇ ἑαυτῶν δυνάμει θαρσοῦντες, ἐνεωτέριζον.
ὅτι οἱ Αἴκουοι τό τε Τούσκουλον λαβόντες καὶ Μᾶρκον Μινούκιον νικήσαντες ἐν φρονήματι ἐγένοντο, ὥστε καὶ τοῖς πρέσβεσι τοῖς τῶν Ῥωμαίων, οὓς ἐπὶ τῇ τοῦ χωρίου καταλήψει αἰτιώμενοί σφας ἔπεμψαν, πρὸς μὲν τὸ ἐπίκλημα μηδὲν ἀποκρίνασθαι, δρῦν δέ τινα διὰ τοῦ στρατηγοῦ σφων Κοιλίου Γράκχου δείξαντες πρὸς ἐκείνην, εἴ τι βούλοιντο, λέγειν αὐτοὺς κελεῦσαι.
ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι τὸν Μινούκιον ἐν κοίλῳ τινὶ καὶ λοχμώδει τόπῳ μετά τινων ἀπειλῆφθαι, δικτάτορα ἐπʼ αὐτοὺς Λούκιον Κοΐντιον, καίπερ πένητα ὄντα, τό τε γῄδιον, ὃ μόνον αὐτῷ ὑπῆρχεν, αὐτοχειρίᾳ τότε γεωργοῦντα, προεχειρίσαντο· ἔς τε γὰρ τὰ ἄλλα ὅμοιος τοῖς πρώτοις ἀρετὴν ἦν καὶ σωφροσύνῃ διέπρεπεν, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιείς, ἀφʼ οὗ δὴ καὶ Κιγκινᾶτος ἐπωνομάσθη.
ὅτι καὶ τὰ ἐν τοῖς στρατοπέδοις καὶ τὰ ἐν τῷ ἄστει ἐταράχθη· οἵ τε γὰρ στρατευόμενοι φιλονεικίᾳ τοῦ μηδὲν τοῖς τὴν δυναστείαν ἔχουσι προχωρῆσαι καὶ τὰ κοινὰ καὶ τὰ οἰκεῖα ἐθελονταὶ προΐεντο, καὶ ἐκεῖνοι οὐχ ὅτι τοῖς ὑπὸ τῶν ἐναντίων ἀπολλυμένοις σφῶν ἔχαιρον, ἀλλὰ καὶ αὐτοὶ πολλοὺς τῶν δραστηρίων τῶν τὰ τοῦ πλήθους πραττόντων ἐκ τρόπου δή τινος ἐπιτηδείου ἔφθειρον. κἀκ τούτου στάσις οὐ σμικρά σφων συνηνέχθη.
ὅτι πρὸς Φαλίσκους οἱ Ῥωμαῖοι πολλὰς μάχας μαχεσάμενοι καὶ πολλὰ καὶ παθόντες καὶ δράσαντες τῶν μὲν πατρίων ἱερῶν ὠλιγώρησαν, πρὸς δὲ τὰ ξενικὰ ὡς καὶ ἐπαρκέσοντά σφισιν ὥρμησαν. φιλεῖ γάρ πως τὸ ἀνθρώπειον ἐν ταῖς συμφοραῖς τοῦ μὲν συνήθους, κἂν θεῖον ᾖ, καταφρονεῖν, τὸ δὲ ἀπείρατον θαυμάζειν. παρʼ ἐκείνου μὲν γὰρ ἅτε μηδὲν ἐς τὸ παρὸν ὠφελεῖσθαι νομίζοντες οὐδὲ ἐς τὸ ἔπειτα χρηστὸν οὐδὲν προσδέχονται, παρὰ δὲ δὴ τοῦ ξένου πᾶν ὅσον ἂν ἐθελήσωσιν ὑπὸ τῆς καινοτομίας ἐλπίζουσιν.
ἐς γὰρ τοῦτο φιλοτιμίας κἀκ τούτου καὶ φιλονεικίας ἀλλήλοις ἀφίκοντο, ὥστε μηκέτι καθʼ ἓν πάντας, ὥσπερ εἰώθεσαν, ἀλλʼ ἐκ περιτροπῆς ἰδίᾳ ἕκαστον αὐτῶν ἄρχειν, ἀφʼ οὗ οὐδὲν χρηστὸν ἐγίγνετο· τό τε γὰρ οἰκεῖον, οὐ τὸ κοινὸν ἑκάστου αὐτῶν σκοποῦντος, καὶ βλαβῆναί πῃ τὸ δημόσιον μᾶλλον ἢ τὸν συνάρχοντα εὐδοκιμῆσαι ἐθέλοντος, πολλὰ καὶ δυσχερῆ συνέβαινεν.
ὅτι δημοκρατία ἐστὶν οὐ τὸ πάντας τῶν αὐτῶν ἁπλῶς τυγχάνειν, ἀλλὰ τὸ τὰ κατʼ ἀξίαν ἕκαστον φέρεσθαι.
ὅτι τὴν τῶν Φαλίσκων πόλιν πολιορκοῦντες οἱ Ῥωμαῖοι ταύτῃ προσκαθήμενοι διετρίβησαν, εἰ μὴ τοιόνδε τι ἐγένετο. γραμματιστής τις ἐν αὐτῇ παῖδας οὔτʼ ὀλίγους οὔτʼ ἀφανεῖς παιδεύων, εἴθʼ ὑπʼ ὀργῆς ἢ καὶ κέρδους ἐλπίδι πάντας σφᾶς ἔξω τε τοῦ τείχους ὡς καὶ ἐπʼ ἄλλο τι ἐξήγαγεν — τοσοῦτον γάρ που τῆς ἀδείας αὐτοῖς περιῆν ὥστε καὶ τότε συμφοιτᾶν — καὶ πρὸς τὸν Κάμιλλον ἐκόμισε, πᾶσάν οἱ τὴν πόλιν διʼ αὐτῶν παραδιδόναι λέγων· οὐ γὰρ περιοίσειν ἔτι τοὺς ἔνδον, τῶν φιλτάτων σφίσι ἐχομένων. οὐ μέντοι καὶ ἐπέρανέ τι· ὁ γὰρ Κάμιλλος τῆς τε ἀρετῆς ἅμα τῆς τῶν Ῥωμαίων καὶ τῶν συμπτωμάτων τῶν ἀνθρωπίνων ἐνθυμηθεὶς οὐκ ἠξίωσεν ἐκ προδοσίας αὐτοὺς ἑλεῖν, ἀλλὰ καὶ τὼ χεῖρε ἐς τοὐπίσω τοῦ προδότου δήσας παρέδωκεν αὐτὸν αὐτοῖς τοῖς παισὶν ὀπισθόχειρα ἀπαγαγεῖν οἴκαδε. γενομένου δὲ τούτου οἱ Φαλίσκοι οὐκέτʼ ἀντέσχον, ἀλλὰ καίτοι καὶ δυσάλωτοι ὄντες καὶ ἐκ περιουσίας τὸν πόλεμον διαφέροντες, ὅμως ἐθελονταὶ ὡμολόγησαν αὐτῷ, θαυμαστήν τινα φιλίαν παρʼ αὐτοῦ προσδοκήσαντες ἕξειν, οὗγε καὶ πολεμίου οὕτω δικαίου ἐπεπείραντο.
ὁ οὖν Κάμιλλος ἐπιφθονώτερος ἔτι καὶ μᾶλλον ἐκ τούτων τοῖς πολίταις γενόμενος ἐγράφη τε ὑπὸ τῶν δημάρχων ὡς μηδὲν ἐκ τῆς λείας τῆς τῶν Οὐηίων τὸ δημόσιον ὠφελήσας, καὶ ἑκουσίως πρὸ τῆς δίκης ὑπεξέσχεν.
οὕτω γὰρ αὐτὸν οὐ τὸ πλῆθος μόνον, οὐδʼ ὅσοι φιλοτιμίαν τινὰ πρὸς τὴν ἀξίωσιν αὐτοῦ εἶχον, ἀλλὰ καὶ οἱ πάνυ φίλοι συγγενεῖς τε αὐτῷ ὄντες ἐβάσκαινον ὥστε μηδʼ ἀποκρύπτεσθαι· δεομένου γὰρ αὐτοῦ τῶν μὲν καὶ συναγωνίσασθαί οἱ τῶν δὲ τήν γε ἀπολύουσαν θέσθαι, ... ἁλόντι δʼ αὐτῷ χρημάτων τε τιμήσειν καὶ τὴν καταδίκην συνεκτίσειν ὑπέσχοντο. διὰ μὲν δὴ ταῦτα εὐχήν τε ὑπʼ ὀργῆς ἐποιήσατο χρείαν αὐτοῦ τὴν πόλιν σχεῖν, καὶ πρὸς τοὺς Ῥουτούλους πρὶν κατηγορηθῆναι μετέστη.
ὅτι τῆς στρατείας τῶν Γαλατῶν αἰτία αὕτη ἐγένετο. οἱ Κλουσῖνοι πολέμῳ ὑπʼ αὐτῶν κακωθέντες πρὸς τοὺς Ῥωμαίους κατέφυγον, ἐλπίδα οὐκ ἐλαχίστην ἔχοντες, ἐπειδὴ τοῖς Οὐηιένταις καίπερ ὁμοφύλοις οὖσιν οὐ συνήραντο, πάντως τινὰ ὠφελίαν παρʼ αὐτῶν εὑρήσεσθαι. ὡς δὲ ἐκεῖνοι τὴν ἐπικουρίαν οὐκ ἐψηφίσαντο, πρέσβεις δὲ πρὸς τοὺς Γαλάτας πέμψαντες εἰρήνην αὐτοῖς ἔπραττον, ταύτην παρὰ μικρόν — ἐπὶ γὰρ μέρει τῆς χώρας προετείνετό σφισιν — ἐποιήσαντο, συμπεσόντες δὲ τοῖς βαρβάροις ἐκ τῶν λόγων ἐς μάχην τοὺς τῶν Ῥωμαίων πρέσβεις προσπαρέλαβον. οἱ οὖν Γαλάται χαλεπῶς ἐπὶ τῇ ἀντιτάξει αὐτῶν ἐνεγκόντες, τὸ μὲν πρῶτον ἀνταπέστειλάν τινας ἐς τὴν Ῥώμην, αἰτιώμενοι τοὺς πρέσβεις· εἶτʼ ἐπειδὴ μήτε τιμωρία σφίσιν ἐγένετο καὶ χιλίαρχοι πάντες ἀπεδείχθησαν, θυμοῦ τε ἐπληρώθησαν ὄντες καὶ ἄλλως ὀργὴν ἄκροι, καὶ Κλουσίνους ἐν ὀλιγωρίᾳ θέμενοι πρὸς τὴν Ῥώμην ὥρμησαν.
ὅτι τοῖς Ῥωμαίοις δεξαμένοις τὴν τῶν Γαλατῶν ἔφοδον οὐδʼ ἀναπνεῦσαι ὑπῆρξεν, ἀλλʼ αὐθημερὸν ἐς τὴν μάχην ἐκ τῆς πορείας ὥσπερ εἶχον καταστάντες ἔπταισαν· πρός τε γὰρ τὸ ἀδόκητον τῆς ἐπιστρατείας αὐτῶν καὶ τὸ πλῆθος καὶ τὸ μέγεθος τῶν σωμάτων τήν τε φωνὴν ξενικόν τέ τι καὶ φρικῶδες φθεγγομένην ἐκπλαγέντες τῆς τε ἐμπειρίας ἅμα τῆς τῶν τακτικῶν ἐπελάθοντο καὶ ἐκ τούτου καὶ τὰς ἀρετὰς προήκαντο. πλεῖστον γάρ τοι πρὸς ἀνδρείαν ἐπιστήμη φέρει, ὅτι καὶ παροῦσά τισι τὴν ῥώμην τῆς γνώμης σφῶν βεβαιοῖ καὶ ἐλλείπουσα καὶ ἐκείνην προσδιαφθείρει πολλῷ μᾶλλον ἢ εἰ μηδὲ τὴν ἀρχὴν αὐτοῖς προϋπῆρχεν· ἄπειροι μὲν γὰρ πολλοὶ πολλὰ θυμῷ βιαίως κατορθοῦσιν, οἱ δὲ δὴ τῆς εὐταξίας, ἣν ἂν μάθωσιν, ἁμαρτάνοντες καὶ τὴν τοῦ φρονήματος ἰσχὺν προσαπολλύουσιν. ὑφʼ ὧν καὶ οἱ Ῥωμαῖοι ἐσφάλησαν.
ὅτι οἱ Ῥωμαῖοι οἱ ἐν τῷ Καπιτωλίῳ ὄντες καὶ πολιορκούμενοι ἐλπίδα σωτηρίας πλὴν παρὰ τοῦ δαιμονίου οὐδεμίαν εἶχον. τὸ γὰρ δὴ θεῖον καίπερ ἐν παντὶ κακοῦ ὄντες ἐθεράπευον οὕτως ὥστε, ἐπειδή τι τῶν ἱερῶν ἐχρῆν ὑπὸ τῶν ποντιφίκων ἄλλοθί που τῆς πόλεως γενέσθαι, Καίσων Φάβιος, οὗ ἡ ἱερουργία ἱκνεῖτο, κατέβη τε ἐπʼ αὐτὴν ἐκ τοῦ Καπιτωλίου στειλάμενος ὥσπερ εἰώθει, καὶ διὰ τῶν πολεμίων διεξελθὼν τά τε νομιζόμενα ἐποίησε καὶ αὐθημερὸν ἀνεκομίσθη. θαυμάζω μὲν οὖν καὶ τῶν βαρβάρων ὅτι αὐτοῦ, εἴτʼ οὖν διὰ τοὺς θεοὺς εἴτε καὶ διὰ τὴν ἀρετήν, ἐφείσαντο· πολύ γε μὴν μᾶλλον αὐτὸν ἐκεῖνον ἐν θαύματι ποιοῦμαι καθʼ ἑκάτερον, ὅτι τε ἐς τοὺς πολεμίους μόνος κατελθεῖν ἐτόλμησε, καὶ ὅτι δυνηθεὶς ἀναχωρῆσαί ποι ἀσφαλῶς οὐκ ἠθέλησεν, ἀλλʼ ἐς τὸ Καπιτώλιον αὖθις ἑκὼν ἐπὶ προῦπτον κίνδυνον ἀνεχώρησεν, ἐπιστάμενος μὲν ὀκνοῦντας αὐτοὺς τὸ χωρίον, ὃ μόνον ἔτι τῆς πατρίδος εἶχον, ἐκλιπεῖν, ὁρῶν δὲ μηδʼ εἰ πάνυ ἐπεθύμουν ἐκφυγεῖν δυναμένους ὑπὸ τοῦ πλήθους τῶν πολιορκούντων τοῦτο ποιῆσαι.
ὅτι ὁ αὐτὸς παρακαλούμενος τὴν ἡγεμονίαν ἐγχειρισθῆναι οὐχ ὑπήκουσεν, ὅτι φεύγων τε ἦν καὶ οὐκ ἔμελλε κατὰ τὰ πάτρια αὐτὴν λήψεσθαι. οὕτω γάρ που νόμιμος ἀκριβής τε ἀνὴρ ἐγένετο ὥστε καὶ ἐν τηλικούτῳ τῆς πατρίδος κινδύνῳ διὰ φροντίδος τὰ καθήκοντα ποιεῖσθαι, καὶ μὴ δικαιοῦν παράδειγμα τοῖς ἔπειτα παρανομίας καταλιπεῖν.
ὅτι τοῦ Καπιτωλίνου κατέγνω ὁ δῆμος, καὶ ἥ τε οἰκία αὐτοῦ κατεσκάφη καὶ τὰ χρήματα ἐδημεύθη, τό τε ὄνομα, καὶ εἰ δή που εἰκὼν ἦν, ἀπηλείφθη καὶ διεφθάρη. καὶ νῦν δὲ πλὴν τῆς κατασκαφῆς πάντα γίγνεται ἐπὶ τοῖς τῷ κοινῷ ἐπιβουλεύουσιν. ἔκριναν δὲ καὶ μηδένα εὐπατρίδην ἐν τῇ ἄκρᾳ κατοικεῖν, ὅτι καὶ ἐκεῖνος ἐνταυθοῖ οἰκῶν ἐτύγχανεν. ἡ δὲ δὴ συγγένεια ἡ τῶν Μαλλίων ἀπεῖπε μηδένα σφῶν Μᾶρκον, ἐπείπερ οὗτος ὠνομάζετο, προσκαλεῖσθαι.
Καπιτωλῖνος μὲν οὖν τοσοῦτον τὸ διαλλάσσον κἀν τοῖς τρόποις κἀν τῇ τύχῃ ἔσχεν· τά τε γὰρ πολέμια ἀκριβώσας εἰρηνεῖν οὐκ ἠπίστατο, καὶ τὸ Καπιτώλιον ὃ ἐσεσώκει κατέλαβεν ἐπὶ τυραννίδι, εὐπατρίδης τε ὢν οἰκέτου ἔργον ἐγένετο, καὶ πολεμικὸς νομισθεὶς ἐν ἀνδραπόδου τρόπῳ συνελήφθη, κατά τε τῆς πέτρας αὐτῆς ἀφʼ ἧς τοὺς Γαλάτας ἀπεώσατο ἐρρίφη.
ὅτι ὁ Καπιτωλῖνος κατεκρημνίσθη ὑπὸ τῶν Ῥωμαίων. οὕτως οὔτʼ ἄλλο τι κατὰ χώραν ὡς πλήθει τοῖς ἀνθρώποις μένει, καὶ αἱ εὐπραγίαι συχνοὺς ἐς συμφορὰς ἀντιρρόπους προάγουσιν· ἐξαίρουσαι γὰρ αὐτοὺς πρὸς τὰς ἐλπίδας τῶν ὁμοίων τοῦ τε πλείονος ἀεὶ ποιοῦσιν ἐπορέγεσθαι καὶ ἐς τὸ ἐναντιώτατον σφαλέντας καταβάλλουσι.
ὅτι πρὸς Τουσκουλανοὺς ἐστράτευσε Κάμιλλος, θαυμαστῇ δέ τινι προσποιήσει δεινὸν οὐδὲν ἔπαθον. καθάπερ γὰρ οὔτʼ αὐτοί τι πλημμελήσαντες οὔτε τῶν Ῥωμαίων ὀργήν σφισι ἐχόντων, ἀλλʼ ἤτοι ὡς φίλων παρὰ φίλους ἰόντων ἢ καὶ ἐφʼ ἑτέρους τινὰς διὰ τῆς ἐκείνων στρατευόντων, οὔτε τι μετέβαλον τῶν καθεστηκότων οὔθʼ ὅλως ἐταράχθησαν, ἀλλὰ καὶ πάνυ πάντες ἐπί τε ταῖς δημιουργίαις καὶ ἐπὶ τοῖς ἄλλοις ἔργοις ὡς καὶ ἐν εἰρήνῃ κατὰ χώραν μείναντες, εἴσω τε τὸν στρατὸν ἐσεδέξαντο καὶ ξένια αὐτοῖς ἔδοσαν τά τε ἄλλα ὡς φίλους ἐτίμησαν. ἐξ οὗπερ καὶ οἱ Ῥωμαῖοι οὐχ ὅτι κακόν τι αὐτοὺς ἔδρασαν, ἀλλὰ καὶ ἐς τὴν πολιτείαν μετὰ ταῦτʼ ἐσεγράψαντο.
Δίωνος ζʹ βιβλίῳ «Τουσκουλανοὶ δὲ χεῖρας μὲν οὐκ ἀντήραντο αὐτῷ.»
ὅτι ἡ τοῦ Ῥούφου γυνὴ χιλιαρχοῦντος καὶ πράττοντός τι ἐν τῇ ἀγορᾷ δημόσιον, ἐπειδὴ ἐκεῖνος ἀφίκετο καὶ τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσεν, ἐξεταράχθη πρὸς τοῦτο οὔπω πρότερον τοιούτου τινὸς πεπειραμένη καὶ διεπτοήθη. γέλωτος οὖν ἐπʼ αὐτῇ συχνοῦ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν ἄλλων γενομένου, καὶ σκωφθεῖσα ὡς ἰδιῶτις τῶν ἀρχικῶν πραγμάτων διὰ τὸ τὸν ἄνδρα αὐτῆς μήποτε ἐν ἡγεμονίᾳ τινὶ ἐξητάσθαι οὖσα, δεινὸν ἐποιήσατο, οἷά που ἄλλως τε καὶ ταῖς γυναιξὶν ἐκ μικροψυχίας συμβαίνειν πέφυκεν, καὶ οὐ πρότερον ἀνῆκε δυσκολαίνουσα πρὶν πᾶσαν τὴν πόλιν θορυβῆσαι, ὥς που σμικρὰ καὶ τὰ τυχόντα πολλῶν τισι καὶ μεγάλων κακῶν αἴτια γίγνεται, ὅταν φθόνῳ τέ τις αὐτὰ καὶ ζηλοτύπως λαμβάνῃ.
ὅτι δεινὸν ἐν κακοῖς προσδοκία σωτηρίας ἀναπεῖσαί τινα πιστεῦσαι καὶ τοῖς παραλόγοις.
ἀεὶ γάρ τι τοῦ τῆς πολιτείας κόσμου στασιάζοντες παρέλυον, ὥσθʼ ὑπὲρ ὧν τοὺς πολέμους πρὶν τοὺς μεγίστους ἀνῃροῦντο, ταῦτʼ ἐν τῷ χρόνῳ σύμπαντα ὡς εἰπεῖν οὐκ ἀστασιάστως μέν, οὐ μέντοι καὶ χαλεπῶς κατακτήσασθαι.
ὅτι Πούπλιος, τῶν πολιτῶν Ῥωμαίων στασιαζόντων πρὸς ἀλλήλους, ὀλίγου τούτους συνήλλαξεν· Λικίννιον γὰρ Στόλωνα προσείλετο ὄντα ἵππαρχον. ὅπερ καινοτομηθὲν τοὺς μὲν εὐπατρίδας ἐλύπησεν, τοὺς δὲ ἄλλους οὕτως ὑπηγάγετο ὥστε μηκέτι τῆς ὑπατείας τῷ ὑστέρῳ ἔτει ἀντιποιήσασθαι, ἀλλʼ ἐᾶσαι τοὺς χιλιάρχους αἱρεθῆναι. ἐκ γὰρ τούτου καὶ ἐς τἆλλα ἀνθυπείξαντές γέ τινα ἀλλήλοις ἴσως ἂν κατηλλάγησαν, εἰ μήπερ ὁ Στόλων ὁ δήμαρχος τοιοῦτόν τι εἰπών, ὡς οὐκ ἂν πίοιεν εἰ μὴ φάγοιεν, ἀνέπεισεν αὐτοὺς μηδενὸς ἀφέσθαι, ἀλλʼ ὡς καὶ ἀναγκαῖα πάντα ὅσα ἐνεχειρίσαντο κατεργάσασθαι.
οὐκ ἔστιν οὐδὲν ζῷον θνητὸν οὔτʼ ἄμεινον οὔτʼ ἰσχυρότερον ἀνθρώπου. ἢ οὐχ ὁρᾶτε ὅτι τὰ μὲν ἄλλα πάντα κάτω κέκυφε καὶ ἐς τὴν γῆν ἀεὶ βλέπει, πράττει τε οὐδὲν ὃ μὴ τροφῆς καὶ ἀφροδισίων ἔχεται, — οὕτω καὶ ὑπʼ αὐτῆς τῆς φύσεως ἐς ταῦτα κατακέκριται —, μόνοι δὲ ἡμεῖς ἄνω τε ὁρῶμεν καὶ τῷ οὐρανῷ αὐτῷ ὁμιλοῦμεν, καὶ τὰ μὲν ἐπὶ τῆς γῆς ὑπερφρονοῦμεν, τοῖς δὲ δὴ θεοῖς αὐτοῖς ὡς καὶ ὁμοίοις οὖσιν ἡμῖν σύνεσμεν, ἅτε καὶ φυτὰ καὶ ποιήματα αὐτῶν οὐ γήινα ἀλλʼ οὐράνια ὄντες; ὑφʼ οὗ καὶ αὐτοὺς ἐκείνους πρὸς τὰ ἡμέτερα εἴδη καὶ γράφομεν καὶ πλάττομεν· εἰ γὰρ δεῖ δή τι καὶ θρασυνόμενον εἰπεῖν, οὔτʼ ἄνθρωπος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων, οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος καὶ διὰ τοῦτο καὶ ἀθάνατος. ταῦτά τοι καὶ συμπάντων τῶν ἄλλων ζῴων προφέρομεν· καὶ οὔτε τι πεζόν ἐστιν ὃ μὴ τάχει καταληφθὲν ἢ ἰσχύι δαμασθὲν ἢ καὶ τέχναις τισὶ συλληφθὲν δουλούμεθα, οὔτʼ ἔνυδρον οὔτʼ ἀεροπόρον, ἀλλὰ καὶ ἐκεῖνα τὰ μὲν ἐκ τοῦ βυθοῦ μηδʼ ὁρῶντες ἀνέλκομεν, τὰ δὲ καὶ ἐκ τοῦ οὐρανοῦ μηδὲ ἐξικνούμενοι κατασύρομεν.
ὅτι ὁ Δίων φησί «διόπερ που, καίπερ οὐκ εἰωθὼς ἐκβολαῖς τοῦ λόγου χρῆσθαι, ἄλλως τε ἐπεμνήσθην αὐτοῦ καὶ τὴν ὀλυμπιάδα προσέγραψα, ἵνʼ ἐπειδὴ λανθάνει. τοὺς πολλοὺς ὁ χρόνος τῆς μετοικίσεως, ἐκφανέστερος ἐξ ἐκείνου γένηται.»
ταῦτά τε δὴ καὶ ἄλλα τινὰ τοιουτότροπα προετείνοντο, οὐχ ὅτι καὶ καταπράξειν τι αὐτῶν ἤλπιζον — εὖ γάρ, εἴπερ τινὲς ἄλλοι, τὰ τῶν Ῥωμαίων φρονήματα ἠπίσταντο —, ἀλλʼ ὅπως ἀποτυχόντες αὐτῶν πρόφασιν ἐγκλημάτων ὡς ἀδικούμενοι λάβωσιν.
Δίωνος ζʹ βιβλίῳ «καὶ διὰ τοῦτό σε δικαιώσω, ἵνα ὥσπερ τὸ τῆς ἀριστείας ἆθλον, οὕτω καὶ τὸ τῆς ἀνηκουστίας τίμημα ἀπολάβῃς.»
ἦν μὲν δὴ παντὶ καταφανὲς ὅτι περισκοπήσαντες τὴν ἔκβασιν τῆς τύχης πρὸς τὸ κρατοῦν ἔστησαν· οὐ μὴν ἐξήλεγξεν αὐτοὺς ὁ Τορκουᾶτος, μή τι οἰδούντων σφίσιν ἔτι τῶν πρὸς τοὺς Λατίνους πραγμάτων νεωτερίσωσιν· οὐ γάρ τοι τὰ πάντα τραχύς, οὐδʼ οἷος ἐς τὸν υἱὸν ἐγένετο καὶ ἐς τἆλλα ἦν, ἀλλὰ καὶ εὔβουλος καὶ εὐπόλεμος ὡμολόγητο εἶναι, ὥστε καὶ πρὸς τῶν πολιτῶν καὶ πρὸς τῶν ἐναντίων ὁμοίως λέγεσθαι ὅτι τό τε κράτος τοῦ πολέμου ὑποχείριον ἔσχε, καὶ εἰ καὶ τῶν Λατίνων ἡγεῖτο, πάντως ἂν αὐτοὺς νικῆσαι ἐποίησεν.
ὅτι οἱ Ῥωμαῖοι καίπερ ἀχθόμενοι τῷ Τορκουάτῳ διά τε τὸν υἱὸν αὐτοῦ οὕτως ὥστε καὶ τὰ χαλεπώτατα τῶν ἔργων μαλλιανὰ ἀπʼ αὐτοῦ ὀνομάσαι, καὶ διότι καὶ τὰ ἐπινίκια τεθνηκότος μὲν ἐκείνου τεθνηκότος δὲ καὶ τοῦ συνάρχοντος ἑώρτασεν, ὅμως ἐπείξαντός ποτε ἑτέρου σφᾶς πολέμου καὶ αὖθις αὐτὸν ἐς τετάρτην ὑπατείαν προεχειρίσαντο. οὐ μέντοι καὶ ἐκεῖνος ἄρξαι ἔτʼ αὐτῶν ἠθέλησεν, ἀλλʼ ἐξωμόσατο εἰπὼν ὅτι οὔτʼ ἂν ἐγὼ ὑμῶν ἀνασχοίμην οὔθʼ ὑμεῖς ἐμοῦ.
ὅτι φησὶν ὁ Δίων «θαυμάζω μὲν γὰρ εἰ ὁ θάνατος ὁ τοῦ Δεκίου τὴν μάχην ἀνώρθωσε καὶ τοὺς μὲν νικῶντας ἥττησε, τοῖς δὲ δὴ κρατουμένοις νίκην ἔδωκεν, οὐ μὴν καὶ συμβαλεῖν ἔχω διʼ ὃ τοῦτʼ ἐγένετο. ὅταν μὲν γὰρ τὰ πραχθέντα τισὶν ἐπιλέξωμαι — πολλὰ γὰρ ἤδη πολλοῖς τοιαῦτα συνενεχθέντα ἴσμεν —, οὐ δύναμαι τοῖς λεγομένοις ἀπιστῆσαι· ὅταν δὲ δὴ τὰς αἰτίας αὐτῶν ἐκλογίσωμαι, καὶ πάνυ ἐς ἀπορίαν καθίσταμαι· πῶς γὰρ ἂν καὶ πιστεύσειέ τις ἐκ τοιαύτης ἑνὸς ἀνδρὸς ἐπιδόσεως τοσοῦτο πλῆθος ἀνθρώπων ἔς τε τὴν σωτηρίαν ὁμοίως καὶ ἐς τὴν ἐπικράτησιν μεταβαλέσθαι; καὶ ταῦτα μὲν ὅπῃ ποτὲ καὶ διʼ ἃς αἰτίας οὕτως ἔχει ζητεῖν ἄλλοις μελήσει.»
ὅτι ἀνθυπαγόμενοι τοὺς Λατίνους ἐς εὔνοιαν οἱ Ῥωμαῖοι τὴν πολιτείαν αὐτοῖς ἔδωκαν, ὥστε καὶ τῶν ὁμοίων σφίσι μεταλαμβάνειν· ὧν γὰρ ἀπειλοῦσι τὸν πόλεμον οὐ μετέδοσαν καὶ διʼ ἃ τοσούτους κινδύνους ὑπέστησαν, ταῦτα τότε κρατήσαντες αὐτῶν αὐτεπάγγελτοι τούτοις ἐψηφίσαντο, τοὺς μὲν τῆς συμμαχίας, τοὺς δὲ ὅτι μηδὲν ἐνεόχμωσαν ἀμειβόμενοι.
ὅτι διαγνώμην πρὸς Πριουερνάτας ἐποιήσαντο οἱ Ῥωμαῖοι, ἐρωτήσαντες τί παθεῖν τοιαῦτα δρῶντες ἄξιοι εἶεν· οἳ ἀπεκρίναντο θαρσούντως ὅτι ὅσα χρὴ τοὺς ἐλευθέρους ὄντας τε καὶ ἐπιθυμοῦντας εἶναι. πυθομένου τε αὖθις τοῦ ὑπάτου «καὶ τί ποιήσετε ἂν τῆς εἰρήνης τύχητε;» ἔφασαν ὅτι, ἂν μὲν ἐπὶ μετρίοις τισὶν αὐτὴν λάβωμεν ἡσυχάσομεν, ἂν δὲ ἀφόρητόν τι προσταχθῶμεν, πολεμήσομεν. θαυμάσαντες δὲ τὴν προθυμίαν οὐχ ὅπως τὰς σπονδὰς πολὺ βελτίους σφίσι παρὰ τοὺς ἄλλους ἔδοσαν ...
Δίωνος ηʹ βιβλίῳ «ἦν γὰρ καὶ πάνυ αὐτὸς ἑαυτῷ πρὸς πάντα τὰ τοιαῦτα ἀρκῶν.»
ἀλλʼ εὖ ἴσθι ὅτι αἱ μὲν ἀνήκεστοι ἐν τοῖς τοιούτοις τιμωρίαι αὐτούς τε τοὺς δικαιουμένους παραπολλύουσι δυνηθέντας ἂν ἀμείνους γενέσθαι καὶ τοὺς ἄλλους οὐδὲν μᾶλλον σωφρονίζουσιν· ἡ γὰρ ἀνθρωπίνη φύσις οὐκ ἐθέλει ἑαυτῆς πρὸς τὰς ἀπειλὰς ἐξίστασθαι, ἀλλʼ ἢ δέους τινὸς ἀνάγκῃ ἢ θάρσους ὕβρει ἀπειρίας τε θρασύτητι καὶ ἐξουσίας προπετείᾳ, ἢ καθʼ ἑτέραν τινὰ συντυχίαν, οἷα πολλὰ πολλοῖς καὶ παρʼ ἐλπίδα συμβαίνει, τοὺς μὲν οὐδὲ ἐνθυμουμένους τῶν κολάσεων ἀλλʼ ἀλογίστως αὐτῶν ἐς τὸ προκείμενον φερομένους, τοὺς δὲ παρʼ οὐδὲν αὐτὰς πρὸς τὸ τυχεῖν ὧν ὀρέγονται ποιουμένους ἁμαρτάνειν ἀναπείθει. αἱ δὲ ἐμμελεῖς φιλανθρωπίαι τἀναντία αὐτῶν πάντα διαπράττουσιν· ὑπὸ γὰρ τῆς ἐγκαίρου συγγνώμης αὐτοί τε πολλάκις μεταβάλλονται, ἄλλως τε καὶ ὅταν ἐξ ἀνδρείας καὶ μὴ κακουργίας, ἐκ φιλοτιμίας καὶ μὴ πονηρίας τι ποιήσωσι — δεινὴ γάρ ἐστι καὶ δουλῶσαι καὶ σωφρονίσαι φρόνημα γενναῖον εὔλογος φιλανθρωπία —, καὶ τοὺς ἄλλους ἐθελοντὰς ἅτε καὶ τὸ σεσωσμένον ὁρῶντας μεταρρυθμίζουσι· πείθεται γὰρ πᾶς ἥδιον ἢ βιάζεται, καὶ ἑκούσιος ἀκούειν τοῦ νόμου βούλεται μᾶλλον ἢ ἀνάγκῃ, ὅτι τὸ μὲν αὐθαίρετον ὡς καὶ οἰκεῖον σπουδάζει, τὸ δὲ ἐξ ἐπιτάγματος ὡς καὶ ἀνελεύθερον ἀπωθεῖται.
ὅτι τῆς μεγίστης καὶ ἀρετῆς καὶ ἐξουσίας ἐστὶν ἔργον οὐ τὸ φονεῦσαί τινα — τοῦτο μὲν γὰρ καὶ ὑπὸ τῶν κακίστων καὶ ἀσθενεστάτων πολλάκις γίγνεται — ἀλλὰ τὸ φείσασθαί τινος καὶ τὸ σῶσαί τινα, ὃ μηδεὶς ἄλλος ἡμῶν ἄκοντός γέ σου δύναται.
βούλομαι μὲν ἤδη πεπαῦσθαι λέγων· τό τε γὰρ ψυχίδιόν μου κέκμηκε καὶ τὸ φθέγμα ἐνδίδωσι, τά τε δάκρυα τὴν φωνὴν ἐνίσχει, καὶ ὁ φόβος τὸ στόμα συνδεῖ. ἀλλʼ οὐκ ἔχω πῶς ἀπαλλαγῶ· τὸ γὰρ πάθος ἄν .. ἄλλο δόξῃ σοι μὴ δο ........ προφαινόμενον οὐκ ἐπιτρέπει μοι σιωπῆσαι, ἀλλʼ ὡς καὶ παρὰ τοῦθʼ ὅ τι ποτʼ ἂν τελευταῖον εἴπω τῆς σωτηρίας μοι τοῦ παιδὸς ἐσομένης, ἀναγκάζει με πλείω ὥσπερ ἐν εὐχαῖς λαλεῖν.
τό τε γὰρ ὄνομα καὶ τὸ σχῆμα τῆς ἀρχῆς ἧς περιεβέβλητο ὤκνει καταλῦσαι· καὶ ἐπειδὴ ἔμελλε τοῦ Ῥούλλου φείσεσθαι — τὴν γὰρ σπουδὴν τοῦ δήμου ἑώρα —, ἐκείνῳ τε ἐπὶ πλεῖον ἀντισχὼν χαρίσασθαι καὶ τοὺς νέους ἐπιστρέψαι μᾶλλον, ὥστε ἐξ ἀδοκήτου αὐτῷ συγγνούς, ἠθέλησε. τό τε οὖν πρόσωπον συστρέψας καὶ τὸν δῆμον δριμὺ ὑποβλέψας τὴν φωνὴν ἐνέτεινε καὶ εἶπε—. καὶ σιωπὴ μὲν ἦν, οὐ μέντοι καὶ ἡσύχαζον, ἀλλʼ οἷόν τι φιλεῖ ἐν τῷ τοιούτῳ γίγνεσθαι, αὐτῷ τε ἐπιστένοντες καὶ πρὸς ἀλλήλους τονθορύζοντες ἓν μὲν οὐδὲν λαλοῦντες ἐξηκούοντο, σωθῆναι δὲ δὴ τὸν ἵππαρχον ἐπιθυμεῖν ὑπωπτεύοντο. ἰδὼν δὲ ταῦθʼ ὁ Παπίριος καὶ φοβηθεὶς μὴ καὶ νεοχμώσωσί τι, τοῦ τε πάνυ ἀρχικοῦ, ὅπερ ἐς ἐπανόρθωσιν αὐτῶν ἐπὶ μεῖζον τοῦ καθήκοντος προσεπεποίητο, ὑφῆκε, καὶ τὰ λοιπὰ μετριάζων ἔς τε φιλίαν ἑαυτοῦ καὶ προθυμίαν αὖθις σφᾶς ἀντικατέστησεν, ὥστε συμβαλόντας τοῖς ἐναντίοις ἀνδρίσασθαι.
ὅτι νικηθέντες οἱ Σαυνῖται ὑπὸ Ῥωμαίων ἐπεκηρυκεύσαντο τοῖς ἐν τῇ πόλει Ῥωμαίοις, τούς τε αἰχμαλώτους, ὅσους εἶχον αὐτῶν, πέμψαντές σφισι, καί τινος Παπίου, ἀνδρὸς ἔς τε τὰ πρῶτα τῶν παρʼ αὐτοῖς ἀξιουμένου καὶ τὴν αἰτίαν τοῦ πολέμου πᾶσαν φερομένου, τήν τε οὐσίαν καὶ τὰ ὀστᾶ, ἐπειδὴ φθάσας ἑαυτὸν προαπεχρήσατο, διαρρίψαντες. οὐ μέντοι καὶ ἔτυχον τῆς εἰρήνης· ἄπιστοί τε γὰρ δόξαντες εἶναι, καὶ πρὸς τὰς συμφορὰς ἐς παράκρουσιν τοῦ ἀεὶ κρατοῦντός σφων σπένδεσθαι, οὐχ ὅσον οὐχ εὕροντό τι συμβατικόν, ἀλλὰ καὶ ἄσπονδόν σφισι τὸν πόλεμον παρεσκεύασαν. οἱ γὰρ Ῥωμαῖοι, καίτοι τοὺς αἰχμαλώτους λαβόντες, ἀκηρυκτὶ πολεμεῖν αὐτοῖς ἐψηφίσαντο.
πολλὰ μὲν δὴ οὖν καὶ ἄλλα τοῦ ἀνθρωπείου γένους θαυμάσειεν ἄν τις, οὐχ ἥκιστα δὲ τὰ τότε γενόμενα· οἵ τε γὰρ Ῥωμαῖοι ὑπεραυχήσαντες, ὥστε μήτε κήρυκα ἔτι ἐπʼ εἰρήνῃ παρὰ τῶν Σαυνιτῶν προσδέχεσθαι ψηφίσασθαι καὶ προσελπίσαι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν, παθήματι δεινῷ περιέπεσον καὶ ἐν αἰσχύνῃ οἵᾳ οὐ πώποτε ἐγένοντο, καὶ ἐκεῖνοι ἄλλως τε ὑπερδείσαντες καὶ ἐν μεγάλῃ συμφορᾷ τὸ μὴ σπείσασθαι ποιησάμενοι πανσυδίᾳ τε τὸ στρατόπεδον αὐτῶν ἐζώγρησαν καὶ πάντας ὑπὸ τὸν ζυγὸν ὑπήγαγον· ἐς τοῦτο γὰρ αὐτοῖς ἡ τύχη περιέστη.
αἱ εὐεργεσίαι ἐν τῇ τῶν ἀνθρώπων μᾶλλον προαιρέσει εἰσί, καὶ οὔθʼ ὑπʼ ἀνάγκης οὔθʼ ὑπʼ ἀγνοίας, οὐκ ὀργῆς, οὐκ ἀπάτης, οὐκ ἄλλου τινὸς τῶν τοιούτων γίγνονται, ἀλλʼ αὐθαίρετοι παρʼ ἑκουσίας καὶ προθύμου τῆς ψυχῆς ἐκτελοῦνται· καὶ διὰ ταῦτα χρὴ τοὺς μὲν πλημμελήσαντάς τι ἐλεεῖν νουθετεῖν παιδεύειν, τοὺς δὲ εὖ ποιήσαντας θαυμάζειν φιλεῖν ἀμείβεσθαι. καὶ ὅταν γε ὑπὸ τῶν ἀνθρώπων ἑκάτερον γένηται, πολύ που μᾶλλον τοῖς ἤθεσιν ἡμῶν προσήκει τῶν ἀμεινόνων μνημονεύειν ἢ τῶν ἀτοπωτέρων.
ὅτι αἱ διαφοραὶ εὐεργεσίαις παύονται· καὶ ὅσῳ ἄν τις ἐπὶ μεῖζον ἔχθρας ἐλθὼν σωτηρίας ἀντὶ τιμωρίας παρὰ δόξαν τύχῃ, πολὺ μᾶλλον ἐκείνην τε ἑκὼν καταλύει καὶ ταύτης ἄσμενος ἡττᾶται· ὅσῳ τε τῶν ἄλλως πως διενεχθέντων οἱ ἐκ φιλίας ἐς ἔχθραν χωρήσαντες μισοῦσιν ἀλλήλους, ἐπὶ πλεῖον καὶ τῶν ἄλλως πως εὐεργετηθέντων οἱ ἐκ διαφορᾶς εὖ παθόντες φιλοῦσι τοὺς πεποιηκότας. καὶ Ῥωμαῖοι οὖν βούλονται μὲν καὶ μάλα πολέμῳ κρατιστεύειν, προσέτι δὲ δὴ καὶ ἀρετὴν τιμῶσι καὶ διὰ τοῦτο ἐν ἀμφοτέροις ἠναγκασμένοι τῇ τῆς ψυχῆς γενναιότητι τὸ κρατεῖν ἐπικερδαίνουσι, σπουδάζοντες ἀεὶ τὰ ὅμοια τοῖς ὁμοίοις καθʼ ὑπερβολὰς ἀμύνεσθαι.
μέγα μὲν γὰρ καὶ ἐπὶ τῷ τοὺς ἀδικήσαντάς τι ἀμύνασθαι δεῖ φρονεῖν, μείζω δὲ δόξαν ἐπὶ τῷ τοὺς εὐεργετήσαντάς τι ἀμείβεσθαι ἔχειν.
πεφύκασι γὰρ πάντες ἄνθρωποι πλέον ἀλγεῖν ὧν ἂν ἀτιμασθῶσιν ἢ χαίρειν ἐφʼ οἷς ἂν εὐεργετηθῶσι, καὶ ῥᾷόν γε ἐπεξέρχονται τοῖς τι λυπήσασί σφας ἢ ἀνθυπουργοῦσι τοῖς εὖ ποιήσασι, τήν τε κακοδοξίαν τοῦ τὸν σώσαντα μὴ διʼ εὐνοίας ποιήσασθαι παρʼ οὐδὲν πρὸς τὰ συμφέροντα αὑτῶν τιθέμενοι, καὶ τῷ θυμουμένῳ καὶ παρὰ τὸ λυσιτελοῦν σφῶν χαριζόμενοι.
τοιαῦτα αὐτοῖς παρά τε τῆς ἐμφύτου φρονήσεως καὶ παρὰ τῆς ἐκ τοῦ γήρως ἐμπειρίας οὐ τὸ αὐτίκα κεχαρισμένον ἀλλὰ τὸ ἔπειτα ἀλγεινὸν προσκοπῶν παρῄνεσεν.
ὅτι οἱ Καπυηνοὶ τῶν Ῥωμαίων ἡττηθέντων καὶ ἐς Καπύην ἐλθόντων οὔτʼ εἶπον αὐτοὺς δεινὸν οὐδὲν οὔτε ἔπραξαν, ἀλλὰ καὶ τροφὴν καὶ ἵππους αὐτοῖς ἔδωκαν καὶ ὡς κεκρατηκότας ὑπεδέξαντο· οὓς γὰρ οὐκ ἂν ἐβούλοντο διὰ τὰ προγεγονότα σφίσιν ὑπʼ αὐτῶν νενικηκέναι, τούτοις κακοτυχήσασιν ἠλέησαν. οἱ δὲ Ῥωμαῖοι ὡς τὰ πεπραγμένα ἤκουσαν, ἄποροι πανταχόθεν ἐγένοντο, μήθʼ ὅπως ἡσθῶσι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ μήθʼ ὅπως ἀχθεσθῶσιν ἔχοντες· πρὸς μὲν γὰρ τὸ δεινὸν τῆς αἰσχύνης ὑπερήλγουν, ἀπαξιοῦντες ἄλλως τε τοῦτο καὶ ὑπὸ τῶν Σαυνιτῶν πεπονθέναι, καὶ ἐβούλοντο ἂν πάντας αὐτοὺς ἀπολωλέναι, ἐκλογιζόμενοι δὲ ὅτι, εἴπερ τι τοιοῦτον συνεβεβήκει σφίσι, κἂν περὶ τοῖς λοιποῖς ἅπασιν ἐκινδύνευσαν, οὐκ ἀκουσίως ἤκουον ὅτι ἐσώθησαν.
ὅτι τῆς σωτηρίας τῆς ἑαυτῶν πᾶσιν ἀνθρώποις καὶ ἀναγκαῖον καὶ ἀνεμέσητόν ἐστι προνοεῖσθαι, κἂν ἐν κινδύνῳ τινὶ καταστῶσι, πᾶν ὁτιοῦν ὥστε σωθῆναι πράττειν.
ὅτι συγγνώμη καὶ παρὰ θεῶν καὶ παρὰ ἀνθρώπων δίδοται τοῖς ἀκούσιόν τι πράξασιν.
Δίων ηʹ βιβλίῳ «καὶ προσποιοῦμαι τὸ ἀδίκημα καὶ ὁμολογῶ τὴν ἐπιορκίαν.»
ὅτι οἱ Σαυνῖται ὁρῶντες μήτε τὰς συνθήκας σφίσι τηρουμένας μήτε ἄλλην χάριν ἀντιδιδομένην, ἀλλʼ ὀλίγους ἀντὶ πολλῶν ἐς παραγωγὴν τῶν ὅρκων ἐκδιδομένους, δεινῶς ἠγανάκτησαν, ἐπεθείαζόν τέ τινα τοὺς θεοὺς ἐπιβοώμενοι καὶ τὰς πίστεις αὐτῶν προφερόμενοι, καὶ ἀπῄτουν τοὺς ἁλόντας, ἐκέλευόν τε αὐτοὺς ὑπὸ τὸν αὐτὸν ζυγὸν γυμνοὺς ἐσελθεῖν οὗπερ ἐλεηθέντες ἀφείθησαν, ἵνα καὶ τῷ ἔργῳ μάθωσι τοῖς ἅπαξ ὁμολογηθεῖσιν ἐμμένειν. καὶ ἀπέπεμψαν τοὺς ἐκδοθέντας, εἴτʼ οὖν ὅτι οὐκ ἠξίωσάν σφας μηδὲν ἠδικηκότας ἀπολέσαι, ἢ ὅτι τῷ δήμῳ τὴν ἐπιορκίαν προσάψαι ἠθέλησαν καὶ μὴ διʼ ὀλίγων ἀνδρῶν κολάσεως τοὺς ἄλλους ἀπολῦσαι. ταῦτʼ ἔπραξαν ἐλπίσαντες ἐκ τούτων ἐπιεικές τι εὑρήσεσθαι.
ὅτι οἱ Ῥωμαῖοι τοῖς Σαυνίταις οὐχ ὅτι χάριν τινὰ τῆς γοῦν τῶν ἐκδοθέντων σωτηρίας ἔσχον, ἀλλʼ ὥσπερ τι δεινὸν ἐκ τούτου παθόντες ὀργῇ τε τὸν πόλεμον ἐποιήσαντο, καὶ κρατήσαντες τὰ αὐτὰ αὐτοὺς ἀντειργάσαντο· τὸ γὰρ δίκαιον οὐκ ἐκ τοῦ ὁμοίου τῷ νομιζομένῳ καὶ ἐν τοῖς ὅπλοις ὡς πλήθει κρίνεται, οὐδʼ ἀνάγκη τίς ἐστι νικᾶν τοὺς ἀδικουμένους, ἀλλʼ ὁ πόλεμος αὐτοκράτωρ ὢν τά τε ἄλλα πρὸς τὸ τοῦ κρατοῦντος συμφέρον τίθεται καὶ τὴν τοῦ δικαίου νόμισιν ἐς τοὐναντίον πολλάκις περιίστησιν.
ὅτι οἱ Ῥωμαῖοι Σαυνιτῶν κρατήσαντες τοὺς αἰχμαλώτους ὑπὸ τὸν ζυγὸν ἀνθυπήγαγον, ἐξαρκεῖν σφίσι νομίσαντες τὴν τῆς ὁμοίας αἰσχύνης ἀνταπόδοσιν. οὕτω μὲν ἡ τύχη πρὸς τὰ ἐναντία τοῖς ἀμφοτέροις ἐς βραχύτατον περιστᾶσα, καὶ τοὺς Σαυνίτας ὑπʼ αὐτῶν τῶν ὑβρισθέντων τὰ αὐτὰ ἀντιποιήσασα, διέδειξε καὶ ἐν τούτῳ τὸ ὅλον αὐτὴ δυναμένη.
ὅτι ὁ Παπίριος στρατεύσας ἐπὶ τοὺς Σαυνίτας καὶ καταστήσας αὐτοὺς ἐς πολιορκίαν προσήδρευε σφίσι. κἀν τούτῳ ὀνειδίσαντός τινος αὐτῷ ὅτι οἴνῳ πολλῷ ἐχρῆτο, ἔφη ὅτι τὸ μὲν μὴ εἶναί με μεθυστικὸν παντί που δῆλον ἔκ τε τοῦ πρωιαίτατά με ὀρθρεύεσθαι καὶ ἐκ τοῦ ὀψιαίτατα καταδαρθάνειν ἐστίν· διὰ δὲ τὸ τὰ κοινὰ ἀεὶ καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ ὁμοίως ἐν φροντίδι ποιεῖσθαι, καὶ ὑπὸ τοῦ μὴ δύνασθαι ῥᾳδίως ὕπνου λαχεῖν, τὸν οἶνον κατακοιμήσοντά με παραλαμβάνω.
ὅτι ὁ αὐτὸς ἐφοδεύων ποτὲ τὰς φυλακὰς καὶ μὴ εὑρὼν τὸν Πραινεστίνων στρατηγὸν ἐν τῇ τάξει ὄντα ἠγανάκτησεν, εἶτα μεταπεμψάμενος αὐτὸν ἐκέλευσε τῷ ῥαβδούχῳ τὸν πέλεκυν προχειρίσασθαι· ἐκπλαγέντος τε αὐτοῦ πρὸς τοῦτο καὶ καταδείσαντος, τῷ τε φόβῳ αὐτοῦ ἠρκέσθη καὶ οὐδὲν ἔτι δεινὸν αὐτὸν ἔδρασεν, ἀλλὰ ῥίζας τινὰς παρὰ τὰ σκηνώματα οὔσας ἐκκόψαι τῷ ῥαβδούχῳ, ἵνα μὴ τοὺς παριόντας λυπῶσι, προσέταξεν.
ὅτι αἱ εὐπραγίαι οὐ πάνυ τοῖς πολλοῖς παραμένουσιν, ἀλλὰ καὶ συχνοὺς ἐς ἀφυλαξίαν παραγαγοῦσαι φθείρουσιν.
ὅτι Παπίριον δικτάτορα προεβάλοντο οἱ ἐν τῷ ἄστει, καὶ δείσαντες μὴ ὁ Ῥοῦλλος οὐκ ἐθελήσῃ αὐτὸν διὰ τὰ συμβάντα οἱ ἐν τῇ ἱππαρχίᾳ εἰπεῖν, ἔπεμψαν πρὸς αὐτὸν δεόμενοι τὰ κοινὰ πρὸ τῆς ἰδίας ἔχθρας προτιμῆσαι. καὶ ὃς τοῖς μὲν πρέσβεσιν οὐδὲν ἀπεκρίνατο, ἐπειδὴ δὲ νὺξ ἐγένετο — νυκτὸς γὰρ πάντως ἐκ τῶν πατρίων τὸν δικτάτορα ἔδει λέγεσθαι —, εἶπέ τε αὐτὸν καὶ εὔκλειαν ἐκ τούτου μεγίστην ἔλαβεν.
ὅτι Ἄππιος ὁ τυφλὸς καὶ ὁ Οὐολούμνιος διεφέροντο πρὸς ἀλλήλους· ἀφʼ οὗπερ Οὐολούμνιος τοῦ Ἀππίου προενεγκόντος ποτὲ αὐτῷ ἐν ἐκκλησίᾳ ὅτι σοφώτερος ὑφʼ ἑαυτοῦ γεγονὼς οὐδεμίαν οἱ χάριν εἰδείη, αὐτὸς μὲν καὶ γεγονέναι οὕτως σοφώτερος καὶ ὁμολογεῖν τοῦτʼ ἔφη, ἐκεῖνον δὲ μηδὲν πρὸς τὰ τοῦ πολέμου πράγματα ἐπιδεδωκέναι.
ὅτι ὁ ὅμιλος περὶ τῆς μαντείας παραχρῆμα μὲν οὔθʼ ὅπως πιστεύσῃ οὔθʼ ὅπως ἀπιστήσῃ αὐτῷ εἶχεν· οὔτε γὰρ ἐλπίζειν πάντα ἐβούλετο, ὅτι μηδὲ γενέσθαι πάντα ἤθελεν, οὔτʼ αὖ ἀπιστεῖν ἅπασιν ἐτόλμα, ὅτι νικῆσαι ἐπεθύμει, ἀλλʼ οἷα ἐν μέσῳ τῆς ταραχῆς καὶ τοῦ φόβου ὢν χαλεπώτατα διῆγεν. συμβάντων δʼ αὐτῶν ὡς ἑκάστων καὶ τὴν ἑρμήνευσίν σφισιν ἐκ τῆς τῶν ἔργων πείρας ἐφήρμοσαν, καὶ αὐτὸς σοφίας τινὰ δόξαν ἐς τὴν τοῦ ἀφανοῦς πρόγνωσιν προσποιεῖσθαι ἐπεχείρει.
ὅτι οἱ Σαυνῖται ἀγανακτήσαντες ἐπὶ τοῖς γεγονόσι καὶ ἀπαξιώσαντες ἐπὶ πολὺ ἡττᾶσθαι, πρὸς ἀποκινδύνευσιν καὶ πρὸς ἀπόνοιαν ὡς ἤτοι κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι ὥρμησαν, καὶ τήν τε ἡλικίαν πᾶσαν ἐπελέξαντο, θάνατόν τε προειπόντες ὅστις ἂν αὐτῶν οἴκοι καταμένῃ, καὶ ὅρκοις σφᾶς φρικώδεσι πιστωσάμενοι μήτʼ αὐτόν τινα ἐκ μάχης φεύξεσθαι καὶ τὸν ἐπιχειρήσοντα τοῦτο ποιῆσαι φονεύσειν.
ὅτι πυθόμενοι οἱ Ῥωμαῖοι ὅτι ὁ ὕπατος Φάβιος ἡττήθη ἐν τῷ πολέμῳ δεινῶς ἠγανάκτησαν καὶ τοῦτον μεταπέμψαντες εὔθυνον. κατηγορίας τε αὐτοῦ πολλῆς ἐν τῷ δήμῳ γενομένης — καὶ γὰρ τῇ τοῦ πατρὸς δόξῃ ἐπὶ πλεῖον τῶν ἐγκλημάτων ἐβαρύνετο — ἐκείνῳ μὲν οὐδεὶς λόγος ἐδόθη, ὁ δὲ γέρων ὑπὲρ τοῦ παιδὸς οὐκ ἀπελογήσατο, καταριθμήσας δὲ τά τε ἑαυτοῦ καὶ τὰ τῶν προγόνων ἔργα, καὶ προσυποσχόμενος μηδὲν ἀνάξιον αὐτῶν πράξειν τῆς τε ὀργῆς σφας παρέλυσεν, ἄλλως τε καὶ τὴν ἡλικίαν τοῦ υἱέος προβαλόμενος· καὶ συνεξελθὼν εὐθὺς αὐτῷ μάχῃ τοὺς Σαυνίτας καὶ πρὸς τὴν νίκην ἐπηρμένους κατέβαλεν, καὶ τὸ στρατόπεδον καὶ λείαν πολλὴν εἷλεν. οἱ δὲ Ῥωμαῖοι διὰ τοῦτο ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἐς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρατήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτῷ διῴκει καὶ διῆγεν οὐδὲν τοῦ γήρως φειδόμενος, καὶ τά γε συμμαχικὰ προθύμως οἱ, μνήμῃ τῶν παλαιῶν αὐτοῦ ἔργων, συνῄρετο· οὐ μέντοι καὶ ἔνδηλος ἦν διʼ ἑαυτοῦ τὰ πράγματα ποιούμενος, ἀλλʼ ὥσπερ ὄντως ἔν τε συμβούλου καὶ ἐν ὑπάρχου μέρει τῷ παιδὶ συνὼν αὐτός τε ἐμετρίαζε καὶ τὴν δόξαν τῶν ἔργων ἐκείνῳ προσετίθει.
ὅτι οἱ τοῦ Ἰουνίου στρατιῶται σὺν Ποστουμίῳ ἐξελθόντες κατὰ τὴν ὁδόν τε ἐνόσησαν καὶ ἐδόκουν διὰ τὴν τοῦ ἄλσους τομὴν πονεῖσθαι. ἐπʼ οὖν τούτοις ἀνακληθεὶς ἐν ὀλιγωρίᾳ κἀνταῦθα αὐτοὺς ἐποιήσατο λέγων οὐχ ἑαυτοῦ τὴν βουλὴν ἀλλʼ ἐκείνης αὑτὸν ἄρχειν.
ὅτι Γάιος Φαβρίκιος ἐν μὲν τοῖς ἄλλοις ὅμοιος ἦν Ῥουφίνῳ, ἐν δὲ δὴ τῇ ἀδωροδοκίᾳ πολὺ προέχων· ἦν γὰρ ἀδωρότατος, καὶ διὰ τοῦτο καὶ ἐκείνῳ οὔτʼ ἠρέσκετο καὶ ἀεί ποτε διεφέρετο. ὅμως ἐχειροτονήθη· ἐπιτηδειότατον γὰρ αὐτὸν ἐς τὴν τοῦ πολέμου χρείαν ἐνόμισεν εἶναι, καὶ παρʼ ὀλίγον τὴν ἰδίαν ἔχθραν πρὸς τὰ κοινῇ συμφέροντα ἐποιήσατο, καὶ δόξαν γε καὶ ἐκ τούτου ἐκτήσατο, κρείττων καὶ τοῦ φθόνου γενόμενος, ὅσπερ που καὶ τῶν ἀρίστων ἀνδρῶν πολλοῖς ὑπὸ φιλοτιμίας ἐγγίγνεται. φιλόπολίς τε γὰρ ἀκριβῶς ὤν, καὶ οὐκ ἐπὶ προσχήματι ἀρετὴν ἀσκῶν, ἐν τῷ ἴσῳ τό τε ὑφʼ ἑαυτοῦ καὶ τὸ διʼ ἑτέρου τινός, κἂν διάφορός οἱ ᾖ, εὖ τι τὴν πόλιν παθεῖν ἐτίθετο.
ὅτι ἐρωτηθεὶς Γάιος Φαβρίκιος διὰ τί τῷ ἐχθρῷ τὰ πράγματα ἐπέτρεψε τήν τε ἄλλην ἀρετὴν τοις ..... φετο καὶ πρὸς εἶπεν ὅτι αἱρετώτερόν ἐστιν ὑπὸ τοῦ πολίτου συληθῆναι ἡ ὑπὸ τῶν πολεμίων πραθῆναι.
ὅτι Κούριος τὰ πεπραγμένα οἱ ἐν τῷ δήμῳ ἀπολογιζόμενος ἔφη ὅτι γῆν μὲν τοσαύτην προσεκτήσατο ὅσην οὐκ ἂν ἄνθρωποι ἐλάττους ἐξειργάσαντο καὶ ἀνθρώπους τόσους ἐχειρώσατο … ὅσοις οὐκ ἂν ἐλάττων χώρα ἐξήρκεσεν.
ὅτι χρεῶν ἀποκοπὴν εἰσηγουμένων τῶν δημάρχων ὁ νόμος κελεύων τὴν ἄφεσιν τῶν ὑπερημεριῶν πολλάκις .........., τὸ πᾶν ἀπολαβεῖν τῶν δανειστῶν βουλομένων, τῶν δὲ δὴ δημάρχων αἵρεσιν διδόντων τοῖς δυνατοῖς ἢ τοῦτον ἐπιψηφίσαντας τὸν νόμον τὰ ἀρχαῖα μόνα λαβεῖν ἢ καὶ ἐκείνους τοὺς .......... ἀποφοραῖς τριέτεσι κομίσασθαι. καὶ ἐν μὲν τῷ παραχρῆμα οἵ τʼ ἀσθενέστεροι ὀκνήσαντες μὴ καὶ τοῦ παντὸς ἁμαρτάνοιεν ἀμφότερα προσήκαντο καὶ οἱ εὐπορώτεροι θαρσήσαντες ὡς οὐδέτερον ἀναγκασθήσονται ἤχθοντο· ἐπειδὴ δὲ ἐπισχεῖν τὸ μεταστάν τι ἔμελλεν, ἐς τοὐναντίον ἀμφοτέροις αὐτοῖς περιέστη· τοῖς τε γὰρ ὀφείλουσιν οὐδέτερον ἔτʼ αὐτῶν ἐξήρκεσε, καὶ τοῖς δυνατοῖς ἀγαπητὸν ἐδόκει εἰ μὴ καὶ τῶν ἀρχαίων στερηθεῖεν. οὔτʼ οὖν ἐν τῷ τότε παρόντι ἡ στάσις διεκρίθη, καὶ μετὰ ταῦτα ἐπὶ μακρότερον ἐς τὸ φιλονεικεῖν συνέβαλλον ἀλλήλοις· οὔτʼ ἄλλο οὐδὲν ἐν τῷ καθεστῶτι προσώπῳ ἐποίουν. τελευτῶντες οὖν οὐδέ, ἐθελόντων τῶν δυνατῶν πολλῷ πλείω τῶν κατʼ ἀρχὰς ἐλπισθέντων σφίσιν ἀφεῖναι, συνηλλάγησαν, ἀλλʼ ὅσῳ μᾶλλον εἴκοντας αὐτοὺς ἑώρων, ἐπὶ πλεῖον ὡς καὶ δικαιώματί τινι περιγιγνόμενοι ἐθρασύνοντο, καὶ διὰ τοῦτο τά τε ἀεὶ συγχωρούμενα αὐτοῖς ὡς καὶ ἀναγκαῖα παρὰ μικρὸν ἐτίθεντο καὶ ἑτέρων ἐπωρέγοντο, ἐπιβασίαν ἐς αὐτὰ τὸ τινῶν ἤδη τετυχηκέναι ποιούμενοι.
ὅτι ὡς εἶδον οἱ ἐναντίοι καὶ ἕτερον στρατηγὸν ἐλθόντα, τοῦ μὲν κοινοῦ τῆς στρατείας σφῶν ἠμέλησαν, τὴν δὲ ἰδίαν ἕκαστοι σωτηρίαν διεσκόπουν, οἷά που φιλοῦσι ποιεῖν οἱ μήτε ἐξ ὁμοφύλων συνιόντες μήτʼ ἀπὸ κοινῶν ἐγκλημάτων στρατεύοντες μήτʼ ἄρχοντα ἕνα ἔχοντες· ἐν μὲν γὰρ ταῖς εὐπραγίαις συμφρονοῦσιν, ἐν δὲ δὴ ταῖς συμφοραῖς τὸ καθʼ ἑαυτὸν ἕκαστος μόνον προορᾶται. καὶ ὥρμησαν ἐς φυγήν, ἐπειδὴ συνεσκότασε, μηδὲν ἀλλήλοις ἐπικοινωνήσαντες· ἀθρόοι μὲν γὰρ οὔτʼ ἂν βιάσασθαι οὔτʼ ἂν λαθεῖν τὴν ἀπόδρασιν ἐνόμισαν, ἂν δὲ αὐτοὶ ἰδίᾳ ἕκαστοι καὶ ὡς ᾤοντο μόνοι ποι ἀπίωσι, ῥᾷόν που διαπεσεῖσθαι. καὶ .. τ. τῷ οἰκείῳ ἕκαστος αὐτῶν δόξωσι .. την ... λ ... ον τὴν φυγὴν ποιησάμενοι ...
ὅτι πυθομένων τῶν Ῥωμαίων ὡς Ταραντῖνοι καὶ ἄλλοι τινὲς πόλεμον ἀρτύουσι κατʼ αὐτῶν, καὶ πρεσβευτὴν Φαβρίκιον ἐς τὰς πόλεις τὰς συμμαχίδας, ὅπως μηδὲν νεωτερίσωσι, στειλάντων, ἐκεῖνόν τε συνέλαβον, καὶ πέμψαντες πρὸς τοὺς Τυρσηνοὺς καὶ Ὀμβρικοὺς καὶ Γαλάτας συχνοὺς αὐτῶν, τοὺς μὲν παραχρῆμα τοὺς δʼ οὐ πολλῷ ὕστερον, προσαπέστησαν.
ὅτι οἱ Ταραντῖνοι, καίπερ τὸν πόλεμον αὐτοὶ παρασκευάσαντες, ὅμως ἐν σκέπῃ τοῦ φόβου ἦσαν· οἱ γὰρ Ῥωμαῖοι ᾐσθάνοντο μὲν τὰ πραττόμενα ὑπʼ αὐτῶν, οὐ μέντοι καὶ προσεποιοῦντο διὰ τὰ παρόντα σφίσι. μετὰ δὲ δὴ τοῦτο νομίσαντες γοῦν ἢ δ . α .. λειν ἢ πάντως γε λανθάνειν, ὅτι μηδʼ ἔγκλημα ἐλάμβανον, ἐπὶ πλεῖον ἐξύβρισαν καὶ ἄκοντας αὑτοῖς τοὺς Ῥωμαίους ἐξεπολέμωσαν, ὥστε καὶ ἐπαληθεῦσαι ὅτι καὶ αἱ εὐπραγίαι, ἐπειδὰν ἔξω τοῦ συμμέτρου τισὶ γένωνται, συμφορῶν σφισιν αἴτιαι καθίστανται· προαγαγοῦσαι γὰρ αὐτοὺς ἐς τὸ ἔκφρον — οὐδὲ γὰρ ἐθέλει τὸ σῶφρον τῷ χαύνῳ συνεῖναι — τὰ μέγιστα σφάλλουσιν, ὥσπερ που καὶ ἐκεῖνοι ὑπερανθήσαντες ἀντίπαλον τῆς ἀσελγείας κακοπραγίαν ἀντέλαβον.
Δίων θʹ βιβλίῳ «Λούκιος Οὐαλέριος ναυαρχῶν τε Ῥωμαίοις καὶ σταλείς ποι ὑπʼ αὐτῶν.»
ὅτι Λούκιος ἀπεστάλη παρὰ Ῥωμαίων ἐς Τάραντα. οἱ δὲ Ταραντῖνοι Διονύσια ἄγοντες, καὶ ἐν τῷ θεάτρῳ διακορεῖς οἴνου τὸ δείλης καθήμενοι, πλεῖν ἐπὶ σφᾶς αὐτὸν ὑπετόπησαν, καὶ παραχρῆμα διʼ ὀργῆς, καί τι καὶ τῆς μέθης αὐτοὺς ἀναπειθούσης, ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μήτε χεῖρας ἀνταιρομένῳ μήθʼ ὅλως πολέμιόν τι ὑποτοπουμένῳ κατέδυσαν κἀκεῖνον καὶ ἄλλους πολλούς. πυθόμενοι δὲ ταῦθʼ οἱ Ῥωμαῖοι χαλεπῶς μέν, ὥσπερ οὖν εἰκός, ἔφερον, οὐ μὴν καὶ στρατεῦσαι ἐπʼ αὐτοὺς εὐθὺς ἠθέλησαν. πρέσβεις μέντοι, τοῦ μὴ κατασεσιωπηκέναι δόξαι κἀκ τούτου θρασυτέρους αὐτοὺς ποιῆσαι, ἔστειλαν. καὶ αὐτοὺς οἱ Ταραντῖνοι οὐχ ὅπως καλῶς ἐδέξαντο, ἢ τρόπον γέ τινα ἐπιτήδειον ἀποκρινάμενοι ἀπέπεμψαν, ἀλλʼ εὐθύς, πρὶν καὶ λόγον σφίσι δοῦναι, γέλωτα τά τε ἄλλα καὶ τὴν στολὴν αὐτῶν ἐποιοῦντο. ἦν δὲ ἡ ἀστική, ᾗ κατʼ ἀγορὰν χρώμεθα· ταύτην γὰρ ἐκεῖνοι, εἴτʼ οὖν σεμνότητος ἕνεκα εἴτε καὶ διὰ δέος, ἵνʼ ἔκ γε τούτου αἰδεσθῶσιν αὐτούς, ἐσταλμένοι ἦσαν. κατὰ συστάσεις τε οὖν κωμάζοντες ἐτώθαζον — καὶ γὰρ καὶ τότε ἑορτὴν ἦγον, ὑφʼ ἧς καίτοι μηδένα χρόνον σωφρονοῦντες ἔτι καὶ μᾶλλον ὕβριζον —, καὶ τέλος προσστάς τις τῷ Ποστουμίῳ καὶ κύψας ἑαυτὸν ἐξέβαλε καὶ τὴν ἐσθῆτα αὐτοῦ ἐκηλίδωσε. θορύβου δὲ ἐπὶ τούτῳ παρὰ πάντων τῶν ἄλλων γενομένου, καὶ τὸν μὲν ἐπαινούντων ὥσπερ τι θαυμαστὸν εἰργασμένον, ἐς δὲ δὴ τοὺς Ῥωμαίους πολλὰ καὶ ἀσελγῆ ἀνάπαιστα ἐν ῥυθμῷ τοῦ τε κρότου καὶ τῆς βαδίσεως ᾀδόντων, ὁ Ποστούμιος «γελᾶτε» ἔφη, «γελᾶτε, ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότατον, ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀποπλύνητε.»
ἀκούσαντες τοῦτʼ ἐκεῖνοι τῶν μὲν σκωμμάτων ἐπέσχον, ἐς δὲ τὴν παραίτησιν τοῦ ὑβρίσματος οὐδὲν ἔπραξαν, ἀλλʼ ὅτι καὶ σῶς αὐτοὺς ἀφῆκαν, ἐν εὐεργεσίας μέρει ἐτίθεντο.
ὅτι Μέτων ὡς οὐκ ἔπεισε Ταραντίνους τὸ μὴ Ῥωμαίοις ἐκπολεμωθῆναι, ἔκ τε τῆς ἐκκλησίας ὑπεξῆλθε καὶ στεφάνους ἀνεδήσατο, συγκωμαστάς τέ τινας καὶ αὐλητρίδα λαβὼν ὑπέστρεψεν. ᾄδοντος δὲ αὐτοῦ καὶ κορδακίζοντος ἐξέστησαν τῶν προκειμένων καὶ ἐπεβόων καὶ ἐπεκρότουν, οἷα ἐν τῷ τοιούτῳ φιλεῖ γίγνεσθαι. καὶ ὃς σιγάσας αὐτοὺς «νῦν μὲν καὶ μεθύειν» ἔφη «καὶ κωμάζειν ἔξεστιν ἡμῖν· ἂν δʼ ὅσα βουλεύεσθε ἐπιτελέσητε, δουλεύσομεν.»
ὅτι ὑπὸ τοῦ Κινέου ἐλέγετο Πύρρος ὁ βασιλεὺς πλείονας πόλεις ἢ ὑπὸ τοῦ αὑτοῦ ἐξελεῖν δόρατος. καὶ γὰρ ἦν δεινός, φησὶ Πλούταρχος, ἐν τῷ λέγειν, καὶ τῷ Δημοσθένει μόνος ἐν τῇ δεινότητι παρισούμενος. ἀμέλει καὶ τὸ ἄτοπον τῆς ἐκστρατείας οἷα ἔμφρων εἰδὼς ἀνήρ, ἐμποδὼν τῷ Πύρρῳ ἐς λόγους ἐλθὼν καθίστατο· ὁ μὲν γὰρ ἄρξειν διὰ τὴν ἀνδρείαν πάσης διενοεῖτο τῆς γῆς, ὁ δὲ ἀρκεῖσθαι ἱκανοῖς οὖσι τοῖς οἰκείοις πρὸς εὐδαιμονίαν προέτρεπεν. ἀλλὰ τὸ φιλοπόλεμον τοῦ ἀνδρὸς καὶ φιλόπρωτον τὴν τοῦ Κινέου νικῆσαν παραίνεσιν, αἰσχρῶς ἀπαλλάξαι αὐτὸν καὶ Σικελίας καὶ Ἰταλίας πεποίηκεν, πολλὰς τῶν αὑτοῦ δυνάμεων μυριάδας ἐν ταῖς μάχαις ἁπάσαις ἀποβεβληκότα.
ὅτι ὁ Πύρρος ὁ βασιλεὺς τῆς τε Ἠπείρου καλουμένης ἐβασίλευσε, καὶ τοῦ Ἑλληνικοῦ τὸ πλεῖστον, τὸ μὲν εὐεργεσίαις τὸ δὲ φόβῳ, προσεπεποίητο. Αἰτωλοί τε πολὺ τότε δυνάμενοι καὶ Φίλιππος ὁ Μακεδὼν καὶ οἱ ἐν τῷ Ἰλλυρικῷ δυνάσται ἐθεράπευον αὐτόν. καὶ γὰρ φύσεως λαμπρότητι καὶ παιδείας ἰσχύι καὶ ἐμπειρίᾳ πραγμάτων πολὺ πάντων προέφερεν, ὥστε καὶ ὑπὲρ τὰς δυνάμεις καὶ τὰς ἑαυτοῦ καὶ τὰς τῶν συμμάχων καίπερ μεγάλας οὔσας ἀξιοῦσθαι.
ὅτι Πύρρος ὁ βασιλεὺς τῆς Ἠπείρου τό τε φρόνημα πολλῷ μεῖζον ἔσχεν ἅτε καὶ ὑπὸ τῶν ἀλλοφύλων ἀντίπαλος τοῖς Ῥωμαίοις εἶναι νομιζόμενος, καὶ ἐν τύχῃ οἱ ἡγήσατο ἔσεσθαι τοῖς τε πρὸς αὐτὸν καταφυγοῦσιν, ἄλλως τε καὶ Ἕλλησιν οὖσιν, ἐπικουρῆσαι καὶ ἐκείνους σὺν προφάσει τινὶ εὐπρεπεῖ προκαταλαβεῖν πρίν τι δεινὸν ὑπʼ αὐτῶν παθεῖν. οὕτω γάρ που καὶ τῆς εὐδοξίας αὐτῷ ἔμελεν ὥστε καὶ ἐκ πολλοῦ χρόνου Σικελίας ἐφιέμενος καὶ τὰ τῶν Ῥωμαίων ὅπῃ χειρώσαιτο διασκοπῶν, ὀκνεῖν τῆς πρὸς αὐτοὺς ἔχθρας, ἐπειδὴ μηδὲν ἠδίκητο, προκατάρξασθαι.
ὅτι Πύρρος πέμψας ἐς Δωδώνην ἐμαντεύσατο περὶ τῆς στρατείας· καί οἱ χρησμοῦ ἐλθόντος, ἂν ἐς τὴν Ἰταλίαν περαιωθῇ, Ῥωμαίους νικήσειν, συμβαλὼν αὐτὸν πρὸς τὸ βούλημα — δεινὴ γὰρ ἐξαπατῆσαί τινα ἐπιθυμία ἐστίν — οὐδὲ τὸ ἔαρ ἔμεινεν.
ὅτι οἱ Ῥηγῖνοι φρουρὰν ᾐτήσαντο παρὰ Ῥωμαίοις, ἡγεῖτο δὲ αὐτῆς Δέκιος. τούτων οὖν οἱ πλείους ἔκ τε τῆς περιουσίας τῶν ἐπιτηδείων καὶ ἐκ τῆς ἄλλης ῥᾳστώνης, ἅτε καὶ ἀνειμένῃ παρὰ πολὺ διαίτῃ πρὸς τὰ οἴκοι χρώμενοι, ἐπεθύμησαν, ἐνάγοντος αὐτοὺς τοῦ Δεκίου, τοὺς πρώτους τῶν Ῥηγίνων ἀποκτείναντες τὴν πόλιν κατασχεῖν· ἄδεια γὰρ αὐτοῖς πολλὴ ἐφαίνετο, τῶν Ῥωμαίων περὶ τοὺς Ταραντίνους καὶ περὶ τὸν Πύρρον ἀσχόλων ὄντων, πάνθʼ ὅσα ἐβούλοντο πρᾶξαι. προσανέπειθε δὲ αὐτοὺς ὅτι καὶ τὴν Μεσσήνην ὑπὸ τῶν Μαμερτίνων ἐχομένην ἑώρων· οὗτοι γὰρ Καμπανοί τε ὄντες, καὶ φρουρεῖν αὐτὴν ὑπʼ Ἀγαθοκλέους τοῦ ἐν Σικελίᾳ δυναστεύοντος ταχθέντες, σφαγάς τε τῶν ἐπιχωρίων ἐποιήσαντο καὶ τὴν πόλιν κατέσχον. οὐ μέντοι ἐκ τοῦ προφανοῦς τὴν ἐπιχείρησιν ἐποιήσαντο· πολὺ γὰρ ἠλαττοῦντο τῷ πλήθει· ἀλλʼ ἐπιστολὰς ὁ Δέκιος ὡς καὶ τῷ Πύρρῳ ἐπὶ προδοσίᾳ σφῶν ὑπό τινων γεγραμμένας πλάσας ἤθροισε τοὺς στρατιώτας, καὶ ἐκείνας τε αὐτοῖς ὡς καὶ ἑαλωκυίας ἀνέγνω, καὶ προσπαρώξυνεν αὐτοὺς εἰπὼν οἷα εἰκὸς ἦν, ἄλλως τε καὶ ἐσαγγείλαντός τινος ἐκ κατασκευασμοῦ ὅτι ναυτικόν τέ τι τοῦ Πύρρου κατῆρέ που τῆς χώρας καὶ ἐς λόγους τοῖς προδόταις ἀφικνεῖται. οἱ δὲ παρεσκευασμένοι ἐμεγάλυνον, καὶ διεβόων προκαταλαβεῖν τοὺς Ῥηγίνους πρίν τι δεινὸν παθεῖν· ἀγνοοῦντας δὲ τὸ πρασσόμενον χαλεπῶς ἂν ἀντισχεῖν. καὶ οἱ μὲν ἐς τὰς καταγωγάς σφων οἱ δὲ ἐς τὰς οἰκίας ἐσπηδήσαντες ἐφόνευσαν πολλούς, πλὴν ὀλίγων οὓς ὁ Δέκιος καλέσας ἐπὶ δεῖπνον ἔσφαξεν.
ὅτι ὁ Δέκιος ὁ φρούραρχος τοὺς Ῥηγίνους ἀποσφάξας φιλίαν πρὸς Μαμερτίνους ἐσπείσατο, νομίζων αὐτοὺς ἐκ τοῦ ὁμοιοτρόπου τῶν τολμημάτων πιστοτάτους σφίσι συμμάχους ἔσεσθαι, ἅτε καὶ εὖ εἰδὼς ὅτι συχνοὶ τῶν ἀνθρώπων ἰσχυροτέραις δή τισιν ἀνάγκαις ὑπὸ τοῦ τῶν ὁμοίων τι παρανομῆσαι τοῦ τε κατὰ νόμους ἑταιρικοῦ καὶ τοῦ κατὰ γένος οἰκείου συνίστανται.
ὅτι διαβολὴν ἀπʼ αὐτῶν οἱ Ῥωμαῖοι χρόνον τινὰ ἔσχον, μέχρι οὗ ἐπεξῆλθον αὐτοῖς· πρὸς γὰρ τὰ μείζω καὶ πρὸς τὰ μᾶλλον κατεπείγοντα ἀσχολίαν ἄγοντες παρὰ σμικρόν τισιν αὐτὰ ποιεῖσθαι ἔδοξαν.
ὅτι οἱ Ῥωμαῖοι μαθόντες ἥξειν τὸν Πύρρον κατέδεισαν, ἐκεῖνόν τε αὐτὸν εὐπόλεμον εἶναι μαθόντες καὶ δύναμιν πολλὴν καὶ ἀνανταγώνιστον ἔχειν, οἷά που συμβαίνει περί τε τῶν ἀγνώστων σφίσι καὶ περὶ τῶν διὰ πλείστου ὄντων μάλιστα θρυλεῖσθαι τοῖς πυνθανομένοις.
ἀδύνατον γάρ ἐστι μήτε ἐν τοῖς αὐτοῖς ἤθεσι τεθραμμένους τινάς, μήτε τῶν αὐτῶν ἐπιθυμοῦντας, μήτε τὰ αὐτὰ καλὰ καὶ αἰσχρὰ νομίζοντας εἶναι, φίλους ποτὲ ἀλλήλοις γενέσθαι.
ὅτι ἥ τε φιλοτιμία καὶ ἡ ἀπιστία ἀεὶ τοῖς τυράννοις σύνεστιν, ἐξ ὧν ἀνάγκη μηδένα αὐτοὺς ἀκριβῆ φίλον ἔχειν· ἀπιστούμενός τε γὰρ καὶ φθονούμενός τις οὐδένα ἂν καθαρῶς ἀγαπήσειε. πρὸς δʼ ἔτι καὶ ἡ τῶν τρόπων ὁμοιότης ἥ τε τοῦ βίου ἰσότης καὶ τὸ τὰ αὐτά τισι καὶ σφαλερὰ καὶ σωτήρια εἶναι καὶ ἀληθεῖς καὶ βεβαίους φιλίας μόνα ποιεῖ. ὅπου δʼ ἂν τούτων τι ἐνδεήσῃ, προσποιητὸν μέν τι σχῆμα ἑταιρίας ὁρᾶται, ἕρμα δʼ οὐδὲν αὐτῆς ἐχέγγυον εὑρίσκεται.
ὅτι στρατηγία ἂν μὲν καὶ δυνάμεις ἀξιόχρεως λάβῃ, πλεῖστον καὶ πρὸς σωτηρίαν σφῶν καὶ πρὸς ἐπικράτησιν φέρει, αὐτὴ δὲ καθʼ ἑαυτὴν οὐδενὸς ἐν μέρει ἐστίν· οὐδὲ γὰρ οὐδʼ ἄλλη τις τέχνη χωρὶς τῶν συμπραξόντων καὶ συνδιοικησόντων αὐτῇ ἰσχύει.
ὅτι τοῦ Μεγακλέους τελευτήσαντος καὶ τοῦ Πύρρου τὸν πῖλον ἀπορρίψαντος ἐς τὸ ἐναντίον ἡ μάχη περιέστη· τοῖς μὲν γὰρ ἡ σωτηρία αὐτοῦ πολὺ πλεῖον ἐκ τοῦ παρὰ τὴν ἐλπίδα σφῶν αὐτὸν περιεῖναι, ἢ εἰ μηδʼ ἀρχὴν τεθνηκέναι ἐνενόμιστο, θάρσος ἐνεποίησεν, οἱ δὲ ἀπατηθέντες δεύτερον οὐδὲν ἔτι πρόθυμον ἔσχον, κολουσθέντες τε αὖθις τὸ μάτην θαρσῆσαν καὶ ἐκ τῆς διʼ ὀλίγου μεταβολῆς σφων ἐς τὴν τοῦ χείρονος δόκησιν οὐδʼ ὕστερόν ποτε αὐτὸν φθαρήσεσθαι ἐλπίσαντες.
ὅτι συγχαιρόντων τινῶν τῷ Πύρρῳ τῆς νίκης, τὴν μὲν δόξαν τοῦ ἔργου ἐδέχετο, εἰ δὲ δὴ καὶ αὖθίς ποτε ὁμοίως κρατήσειεν, ἀπολεῖσθαι ἔφη. καὶ τοῦτό τʼ αὐτοῦ φερόμενόν ἐστιν, καὶ ὅτι τοὺς Ῥωμαίους καίτοι νικηθέντας ἐθαύμασε καὶ προέκρινε τῶν ἑαυτοῦ στρατιωτῶν, εἰπὼν ὅτι τὴν οἰκουμένην ἂν ἤδη πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασίλευον.
ὅτι Πύρρος λαμπρός τε ἐπὶ τῇ νίκῃ ἦν καὶ ὄνομα ἀπʼ αὐτῆς μέγα ἔσχεν, ὥστε πολλοὺς μὲν τῶν ἐκ τοῦ μέσου καθημένων προσχωρῆσαί οἱ, πάντας δὲ τοὺς περιορωμένους τῶν συμμάχων ἀφικέσθαι. οὐ μὴν οὔτε ἐμφανῆ ὀργὴν αὐτοῖς ἐποιήσατο, οὔτʼ αὖ παντελῶς τὴν ὑποψίαν ἀπεκρύψατο, ἀλλʼ ὀλίγα σφίσιν ἐπὶ τῇ διαμελλήσει ἐπιτιμήσας ............... ἔδεισε μὴ καὶ ἐς φανερὰν αὐτοὺς ἀλλοτρίωσιν προαγάγῃ, καὶ ἐκ τοῦ μηδὲν ἐνδείξασθαι ἐνόμισεν ἤτοι καταγνωσθήσεσθαι ὑπʼ αὐτῶν εὐήθειαν ὡς οὐ συνεὶς ὧν ἔπραξαν, ἢ καὶ ὑποπτευθήσεσθαι ὀργὴν κρυφαίαν ἔχειν, καὶ ἀπʼ αὐτῶν ἢ καταφρόνησιν ἢ μῖσος προεπιβουλήν τε ἐς αὑτόν, ὅπως μὴ προπάθωσί τι, ἐγγενήσεσθαί σφισι προσεδόκησε. διʼ οὖν ταῦτα πρᾴως τε αὐτοῖς διελέχθη καὶ τῶν σκύλων τινὰ ἔδωκεν.
ὅτι Πύρρος τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους συχνοὺς ὄντας τὸ μὲν πρῶτον πεῖσαι ἐπεχείρησεν ἐπὶ τὴν Ῥώμην συστρατεῦσαι, ὡς δὲ οὐκ ἠθέλησαν, ἰσχυρῶς ἐθεράπευσε, μήτε δήσας τινὰ μήτʼ ἄλλο τι κακὸν δράσας, ὡς καὶ προῖκα αὐτοὺς ἀποδώσων καὶ ἀμαχεὶ διʼ αὐτῶν τὸ ἄστυ προσποιησόμενος.
ὅτι οἱ Ῥωμαῖοι ἐν ἀπόρῳ γενόμενοι διὰ τοὺς ἐλέφαντας ἅτε μηπώποτε τοιοῦτο θηρίον ἰδόντες, τὴν μέντοι θνητὴν φύσιν ἐνθυμούμενοι καὶ ὅτι θηρίον οὐδὲν ἀνθρώπου κρεῖττόν ἐστιν, ἀλλὰ πάντα δὴ πάντως, εἰ καὶ μὴ κατʼ ἰσχύν, ταῖς γοῦν σοφίαις σφῶν ἐλαττοῦται, ἐθάρσουν.
ὅτι καὶ οἱ στρατιῶται οἱ τοῦ Πύρρου, οἵ τε οἴκοθεν καὶ οἱ σύμμαχοι, δεινῶς πρὸς τὰς ἁρπαγὰς ὡς καὶ ἑτοίμους καὶ ἀκινδύνους σφίσιν οὔσας ἠπείγοντο.
ὅτι οἱ Ἠπειρῶται τὴν φιλίαν, ἀγανακτήσει ὅτι ἐπὶ μεγάλαις δή τισιν ἐλπίσι στρατεύσαντες οὐδὲν ἔξω τῶν πραγμάτων εἶχον, ἐλυμήναντο, καὶ πάνυ γε ἐν καιρῷ τοῦτο τοῖς Ῥωμαίοις ἐγένετο· συνιστάμενοι γὰρ πρὸς αὐτὸν οἱ τὴν Ἰταλίαν οἰκοῦντες ἀνεκόπησαν, ἐξ ἴσου τὰ τῶν συμμάχων καὶ τὰ τῶν πολεμίων πορθοῦντας αὐτοὺς ὁρῶντες· τὰ γὰρ ἔργα αὐτοῦ μᾶλλον ἢ τὰς ὑποσχέσεις ἐσκόπουν.
ὅτι ὁ Πύρρος ἐφοβήθη μὴ καὶ πανταχόθεν ὑπὸ τῶν Ῥωμαίων ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ. χαλεπῶς δʼ ἐπὶ τούτῳ τῶν συμμάχων αὐτοῦ φερόντων, εἶπέ σφισιν ὅτι σαφῶς ἐξ αὐτῆς τῆς χώρας ὁρῴη ὅσον τῶν Ῥωμαίων διαφέρουσι· τὴν μὲν γὰρ ἐκείνων ὑπήκοον καὶ δένδρα παντοδαπὰ καὶ ἀμπελουργίας καὶ γεωργίας κατασκευάς τε τῶν ἀγρῶν πολυτελεῖς ἔχειν, τὰ δὲ δὴ τῶν ἑαυτοῦ φίλων οὕτω πεπορθῆσθαι ὥστε μηδʼ εἰ κατῳκήθη ποτὲ γιγνώσκεσθαι.
ὅτι ὁ αὐτός, ἐπειδή γε ἀναχωροῦντι αὐτῷ τὸ στράτευμα τοῦ Λαιουίνου πολλῷ πλεῖον τοῦ πρόσθεν εἶδεν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. οὐ μέντοι παρὰ τοῦθʼ ἧττον ἐθάρσησεν, ἀλλʼ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ.
ὅτι ὁ Πύρρος πρέσβεις ὑπὲρ τῶν αἰχμαλώτων ἄλλους τε καὶ τὸν Φαβρίκιον προσιέναι πυθόμενος, φρουράν τέ σφισι πρὸς τὰ μεθόρια, μὴ καὶ βίαιόν τι ὑπὸ τῶν Ταραντίνων πάθωσιν, ἔπεμψε, καὶ μετὰ τοῦτο καὶ ἀπήντησεν, ἔς τε τὴν πόλιν αὐτοὺς ἐσαγαγὼν καὶ ἐξένισε λαμπρῶς καὶ τἆλλα ἐδεξιώσατο, ἐλπίσας σπονδῶν τε δεῖσθαι καὶ ὁμολογίαν οἵαν ἡττηθέντας εἰκὸς ἦν ποιήσεσθαι.
ὅτι τοῦ Φαβρικίου αὐτὸ τοῦτο μόνον εἰπόντος, ὅτι Ῥωμαῖοι ἡμᾶς ἔπεμψαν τούς τε ἑαλωκότας ἐν τῇ μάχῃ κομιουμένους καὶ λύτρα ἀντʼ αὐτῶν ἀντιδώσοντας, ὅσα ἂν ἀμφοτέροις ἡμῖν συμβῇ, διηπορήθη τε ὅτι μὴ περὶ τῆς εἰρήνης πρεσβεύειν ἔφη, καὶ μεταστησάμενος αὐτοὺς ἐβουλεύετο μετὰ τῶν φίλων ὧνπερ εἰώθει, τὸ μέν τι καὶ περὶ τῆς ἀνταποδόσεως τῶν αἰχμαλώτων, τὸ δὲ δὴ πλεῖστον περί τε τοῦ πολέμου καὶ περὶ τῆς διαχειρίσεως αὐτοῦ, εἴτε κατὰ τὸ ἰσχυρὸν εἴτε καὶ ἄλλως πως αὐτὸν ...
... μεταχειρίσασθαι ἢ μάχας καὶ παρατάξεις ἀσταθμήτους ἀναρρῖψαι· ὥστε πεισθείς, ὦ Μίλων, ἐμοὶ καὶ τῷ παλαιῷ λόγῳ, μηδὲ ἐς ἄλλο τι βίᾳ μᾶλλον ἢ σοφίᾳ, ὅπου γε καὶ ἐνδέχεται, χρήσῃ, ἐπεὶ Πύρρος γε πάντα τὰ πρακτέα οἱ ἀκριβῶς οἶδε καὶ οὐδὲν αὐτῶν δεῖται παρʼ ἡμῶν μαθεῖν.» ταῦτʼ εἶπε, καὶ πάντας ὁμογνώμονες ἐγένοντο, καὶ μάλισθʼ ὅτι ἐκ μὲν τούτων οὔτε ζημιωθήσεσθαί τι οὔτε κινδυνεύσειν, ἐκ δὲ τῶν ἑτέρων ἑκάτερον πείσεσθαι ἔμελλον. καὶ ὁ Πύρρος οὕτω φρονῶν εἶπε πρὸς τοὺς πρέσβεις «οὔτε πρότερον ἑκὼν ὑμῖν, ὦ Ῥωμαῖοι, ἐπολέμησα, οὔτʼ ἂν νῦν πολεμήσαιμι· φίλος τε γὰρ ὑμῶν γενέσθαι περὶ παντὸς ποιοῦμαι, καὶ διὰ τοῦτο τούς τε αἰχμαλώτους πάντας ἄνευ λύτρων ἀφίημι καὶ τὴν εἰρήνην σπένδομαι.» καὶ ἰδίᾳ τούτους ἐθεράπευεν, ὅπως μάλιστα μὲν τὰ ἑαυτοῦ ἀνθέλωνται, εἰ δὲ μή, τήν γε φιλίαν οἱ πρυτανεύσωσιν.
ὁ δὲ Πύρρος τούς τε ἄλλους προσηταιρίσατο καὶ τῷ Φαβρικίῳ διελέχθη ὧδε· «ἐγὼ, ὦ Φαβρίκιε, πολεμεῖν μὲν ὑμῖν οὐδὲν ἔτι δέομαι, ἀλλὰ καὶ ὅτι τὴν ἀρχὴν τοῖς Ταραντίνοις ἐπείσθην καὶ δεῦρο ἦλθον μεταγιγνώσκω, καίπερ πολὺ ὑμᾶς ἐν τῇ μάχῃ κρατήσας· φίλος δὲ δὴ καὶ πᾶσι μὲν Ῥωμαίων ἡδέως ἂν ἐγενόμην, μάλιστα δὲ δὴ σοί· πάνυ γάρ σε καὶ ἀγαθὸν καὶ ἐλλόγιμον ἄνδρα ὁρῶ ὄντα. τήν τε οὖν εἰρήνην συμπρᾶξαί σέ μοι ἀξιῶ, καὶ οἴκαδε ἐπισπέσθαι· ἐπί τε γὰρ τὴν Ἑλλάδα στρατευσείω καὶ συμβούλου στρατηγοῦ τέ σου δέομαι.» ὁ οὖν Φαβρίκιος «ἐπαινῶ μέν σε» εἶπεν «ὅτι καὶ ἐπὶ τῇ στρατείᾳ μεταγιγνώσκεις καὶ τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι πρὸς αὐτήν, εἴγε συμφέρει ἡμῖν, σπουδάσω — οὐ γάρ που καὶ κατὰ τῆς πατρίδος τι πρᾶξαί με ἀγαθόν, ὡς φής, ἄνδρα ὄντα ἀξιώσεις —, σύμβουλον δὲ δὴ καὶ στρατηγὸν μηδένα ποτὲ ἐκ δημοκρατίας παραλάβῃς· ἔμοιγʼ οὐδʼ ἡτισοῦν ἐστι σχολή. οὐ μέντοι οὐδὲ τούτων τι λάβοιμι ἄν, ὅτι οὐ προσήκει τὸ παράπαν πρεσβευτὴν δωροδοκεῖν. πυνθάνομαι γοῦν πότερον ἐλλόγιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα εἶναι ἢ οὔ· εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; εὖ τοίνυν ἴσθʼ ὅτι ἐγὼ μὲν καὶ πάνυ πολλὰ ἔχω καὶ οὐδὲν δέομαι πλειόνων· ἀρκεῖ γάρ μοι τὰ ὄντα, καὶ οὐδενὸς τῶν ἀλλοτρίων ἐπιθυμῶ· σὺ δʼ εἰ καὶ σφόδρα πλουτεῖν νομίζεις, ἐν πενίᾳ μυρίᾳ καθέστηκας· οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τἆλλα ὅσα κέκτησαι καταλιπὼν δεῦρʼ ἐπεραιώθης, εἴγε ἐκείνοις τε ἠρκοῦ καὶ μὴ πλειόνων ὠρέγου. ὅταν γάρ τις τοῦτο πάσχῃ καὶ μηδένα ὅρον τῆς ἀπληστίας ποιῆται, πτωχότατός ἐστι. διὰ τί; ὅτι πᾶν τὸ μὴ ὑπάρχον αὐτῷ ὡς καὶ ἀναγκαῖον ποθεῖ, καθάπερ ἄνευ ἐκείνου μὴ δυνάμενος ζῆσαι. ὥστʼ ἔγωγε ἡδέως ἄν σοι, ἐπειδὴ καὶ φίλος μοι φὴς εἶναι, ἐκ τοῦ ἐμαυτοῦ τι πλούτου χαρισαίμην· πολλῷ γάρ τοι καὶ ἀσφαλέστερος καὶ ἀθανατώτερός ἐστι τοῦ σοῦ, καὶ οὔτε τις αὐτῷ φθονεῖ οὔτε τις ἐπιβουλεύει, οὐ δῆμος, οὐ τύραννος· καὶ τὸ μέγιστον, ὅσῳ τις ἂν αὐτοῦ πλείοσι μεταδιδῷ, καὶ αὐτὸς ἐπὶ μεῖζον αὔξεται. τίς οὖν οὗτός ἐστιν; τὸ τοῖς ὑπάρχουσί τινι ὡς καὶ παμπληθέσιν οὖσιν ἡδέως χρῆσθαι, τὸ τῶν ἀλλοτρίων ὡς καὶ μέγα τι κακὸν ἐχόντων ἀπέχεσθαι, τὸ μηδένα ἀδικεῖν, τὸ πολλοὺς εὐεργετεῖν, ἄλλα μυρία ἃ σχολὴν ἄν τις ἄγων εἴποι. ὡς ἔγωγε βουλοίμην ἄν, εἴπερ που πάντως ἀναγκαῖον εἴη θάτερον αὐτῶν παθεῖν, βιασθεὶς ἂν μᾶλλον ἢ φενακισθεὶς ἀπολέσθαι· τὸ μὲν γὰρ τῆς τύχης ἀξιώσει φιλεῖ τισι συμβαίνειν, τὸ δὲ ἔκ τε ἀνοίας καὶ ἐξ αἰσχροκερδείας πολλῆς, ὥσθʼ αἱρετώτερον εἶναι τῇ τοῦ θείου πλεονεξίᾳ μᾶλλον ἢ τῇ ἑαυτοῦ κακίᾳ σφαλῆναι· ἐν ἐκείνῳ μὲν γὰρ τὸ σῶμά τινος ἡττᾶται, ἐν δὲ τούτῳ καὶ ἡ ψυχὴ προσδιαφθείρεται· ..., ἐνταυθοῖ δʼ αὐτοέντης τρόπον τινὰ αὐτός τις ἑαυτοῦ γίγνεται, ὅτι ὁ τὴν ψυχὴν ἅπαξ τὴν ἑαυτοῦ τὸ μὴ τοῖς παροῦσιν ἀρκεῖσθαι διδάξας ἀόριστον τὴν τῆς πλεονεξίας ἐπιθυμίαν λαμβάνει.
καὶ προθυμότατα ἐς τοὺς καταλόγους ἀπήντησαν, τὸ καθʼ ἑαυτὸν ἕκαστος ἐλλιπὲς ἀνάστασιν τῆς πατρίδος νομίζοντες ἔσεσθαι.
τοιαύτη μὲν ἡ τοῦ λόγου φύσις ἐστὶ καὶ τοσαύτην ἰσχὺν ἔχει ὥστε καὶ ἐκείνους ὑπʼ αὐτοῦ τότε μεταβαλεῖν καὶ ἐς ἀντίπαλον καὶ μῖσος καὶ θάρσος τοῦ τε δέους τοῦ Πύρρου καὶ τῆς ἐκ τῶν δώρων αὐτοῦ ἀλλοιώσεως περιστῆναι.
ὅτι πᾶν τὸ τῇ γνώμῃ παρὰ δόξαν ταπεινωθὲν καὶ τῆς ῥώμης ὑποδίδωσιν.
ὅτι τῷ Δεκίῳ ὁ Πύρρος προσπέμψας οὔτε προχωρήσειν οἱ τοῦτο πρᾶξαι ἐθελήσαντι ἔφη καὶ ζωγρηθέντα κακῶς αὐτὸν ἀπολεῖσθαι ἐπηπείλησεν. οἱ δὲ ὕπατοι πρὸς ταῦτα ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν.
οὔθʼ ὅπως τὸν ἕτερον αὐτῶν πρότερον οὔθʼ ὅπως ἀμφοτέρους ἅμα ἀμύναιτο ἔσχεν, καὶ ἐν ἀμηχανίᾳ ἦν· τό τε γὰρ διελεῖν τὸ στράτευμα ἔλαττον ὂν τῶν ἐναντίων ἐδεδίει, καὶ τὸ τῷ ἑτέρῳ τὴν χώραν ἀδεῶς κακοῦν ἀφεῖναι δεινὸν ἐποιεῖτο.
ἐπεὶ μέντοι ἄλλως τε διʼ ἀκριβείας αὐτοὺς ἐποιεῖτο, μεῖζον μέρος ἐς ἀσφάλειαν τοῦ μηδʼ ἂν ἐπιθυμῆσαί τινα κακῶς αὐτὸν δρᾶσαι τῷ μηδʼ ἂν ἐθελήσῃ δύνασθαι νέμων, καὶ διὰ τοῦτο πολλοὺς τῶν ἐν τέλει, καὶ τοὺς ἐπικαλεσαμένους αὐτόν, τὸ μέν τι βαρυνόμενός σφισιν ὅτι ὑπʼ αὐτῶν ἐν κράτει τῆς πόλεως γεγονέναι ἐλέγετο, τὸ δὲ καὶ προσυποπτεύων σφᾶς μὴ ὥσπερ αὐτῷ οὕτω καὶ ἄλλῳ τινὶ προσχωρήσωσιν, ἐξήλασε καὶ διέφθειρεν, ...
ὅτι τῷ Πύρρῳ ὡς οὐδὲν οἱ σύμμαχοι συντελέσαι ἐβούλοντο, ἐτράπετο πρὸς τοὺς θησαυροὺς τῆς Φερρεφάττης, δόξαν πλούτου μεγάλην ἔχοντας, καὶ αὐτοὺς συλήσας ἐς τὸν Τάραντα τὰ σῦλα ἐπὶ νεῶν ἔπεμψε. καὶ οἵ τε ἄνθρωποι ὀλίγου πάντες ὑπὸ χειμῶνος ἐφθάρησαν καὶ τὰ χρήματα τά τε ἀναθήματα ἐς τὴν γῆν ἐξέπεσεν.
ὅτι τοῦ Πύρρου ἐκεῖνο δὴ πάντες ἐθαύμαζον, ὅτι νεανίσκων τινῶν ἐν συμποσίῳ σκωψάντων αὐτὸν τὰ μὲν πρῶτα ἐξελέγξαι σφᾶς ἠθέλησεν, ὅπως τιμωρήσηται, ἔπειτʼ εἰπόντων αὐτῶν ὅτι πολὺ πλείω καὶ χαλεπώτερα ἂν εἰρήκειμεν εἰ μήπερ ὁ οἶνος ἡμᾶς ἐπελελοίπει, ἐγέλασε καὶ ἀφῆκεν αὐτούς.
ὅτι Ἀγύλλαιοι ἐπειδὴ ᾔσθοντο τοὺς Ῥωμαίους σφίσι πολεμῆσαι βουλομένους, πρέσβεις τε ἐς τὴν Ῥώμην ἔστειλαν πρὶν καὶ ὁτιοῦν ψηφισθῆναι, καὶ εἰρήνης ἐπὶ τῷ ἡμίσει τῆς χώρας ἔτυχον.
καὶ ὁ Πτολεμαῖος ὁ τῆς Αἰγύπτου βασιλεύς, ὁ Φιλάδελφος ἐπικληθείς, ὡς τόν τε Πύρρον κακῶς ἀπηλλαχότα καὶ τοὺς Ῥωμαίους αὐξανομένους ἔμαθε, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. οἱ οὖν Ῥωμαῖοι ἡσθέντες ὅτι καίτοι διὰ πλείστου ὢν περὶ πολλοῦ σφᾶς ἐπεποίητο, πρέσβεις πρὸς αὐτὸν ἀνταπέστειλαν. ἐπειδή τε ἐκεῖνοι δῶρα παρʼ αὐτοῦ μεγαλοπρεπῆ λαβόντες ἐς τὸ δημόσιόν σφας ἀπέδειξαν, οὐκ ἐδέξαντο αὐτά.
ὅτι τοιαῦτα πράττοντες οἱ Ῥωμαῖοι καὶ ἐπὶ μεῖζον ἀεὶ αἰρόμενοι οὐδέπω ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βουλευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ὑπὸ Κορινθίων ἀποικισθεῖσιν ἐξέδωκαν, ὅτι τινὰς πρέσβεις αὐτῶν ὕβρισεν. οὐ μέντοι καὶ ἐκεῖνοι δεινόν τι ἔδρασαν αὐτόν, ἀλλὰ καὶ ἔπεμψαν οἴκαδε.
Δίων ιʹ βιβλίῳ «οὗτοι δὲ καὶ προσυποπτεύουσιν ὑμᾶς».
ὅτι αἰτίαι ἐγένοντο τῆς πρὸς ἀλλήλους διαφορᾶς τοῖς μὲν Ῥωμαίοις ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, τοῖς δὲ Καρχηδονίοις ὅτι Ῥωμαῖοι φιλίαν τῷ Ἱέρωνι συνέθεντο. ἀλλὰ ταῦτα μέν, οἷά που πεφύκασιν οἱ τῷ μὲν ἔργῳ πλεονεκτεῖν βουλόμενοι τὴν δὲ δόξαν αὐτοῦ αἰσχυνόμενοι, σκήψεις ἐποιοῦντο· ἡ δὲ ἀλήθεια ἄλλως ἔχει. δυνάμενοι μὲν γὰρ ἐκ πολλοῦ οἱ Καρχηδόνιοι, αὐξανόμενοι δὲ ἤδη οἱ Ῥωμαῖοι ἀλλήλους τε ὑφεωρῶντο, καὶ τὰ μὲν ἐπιθυμίᾳ τοῦ ἀεὶ πλείονος κατὰ τὸ τοῖς πολλοῖς τῶν ἀνθρώπων, καὶ μάλισθʼ ὅταν εὖ πράττωσιν, ἔμφυτον, τὰ δὲ καὶ φόβῳ προήχθησαν ἐς τὸν πόλεμον, μίαν καὶ τὴν αὐτὴν ἑκάτεροι τῶν οἰκείων σωτηρίαν ἀσφαλῆ τὸ τὰ τῶν ἑτέρων προσκτήσασθαι νομίζοντες εἶναι· τά τε γὰρ ἄλλα καὶ χαλεπώτατον ἀδύνατόν τε ἦν δύο δήμους ἔν τε ἐλευθερίᾳ καὶ ἐν δυνάμει φρονήματί τε ὄντας, καὶ βραχύτατον ὡς εἰπεῖν ταῖς τῆς ναυτιλίας ὀξύτησι διεστηκότας, ἄλλων μέν τινων ἄρχειν, ἀλλήλων δὲ ἀπέχεσθαι ἐθελῆσαι. τοιοῦτον κατὰ τύχην συμπεσὸν τάς τε σπονδάς σφων διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς συνέρρηξεν.
ὅτι τὸ ἀγώνισμα λόγῳ μὲν περὶ Μεσσήνης καὶ Σικελίας, ἔργῳ δὲ καὶ περὶ τῆς οἰκείας ἑκάτεροι ἐκεῖθεν ἤδη κινούμενον ᾐσθάνοντο, καὶ τὴν νῆσον, ἅτε ἐν μέσῳ σφῶν κειμένην, ἐπίβασιν τοῖς κρατήσασιν αὐτῆς ἐπὶ τοὺς ἑτέρους ἀσφαλῆ παρέξειν ἐνόμιζον.
ὅτι Γάιος Κλαύδιος ἐλθὼν ἐς ἐκκλησίαν ἄλλα τε ἐπαγωγὰ εἶπε καὶ ὅτι ἐπʼ ἐλευθερώσει τῆς πόλεως ἥκει, οὐ γὰρ δεῖσθαί γε Ῥωμαίους Μεσσήνης οὐδέν· καὶ ὅτι εὐθύς, ἐπειδὰν τὰ πράγματα αὐτῶν καταστήσῃ, ἀποπλευσεῖται. κἀκ τούτου καὶ τοὺς Καρχηδονίους ἤτοι καὶ ἀποχωρῆσαι ἐκέλευσεν, ἤ, εἰ δή τι δίκαιον εἰπεῖν ἔχουσιν, ἐς κρίσιν καταστῆναι. ὡς δʼ οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο καὶ οἱ Καρχηδόνιοι ἅτε καὶ βίᾳ τὴν πόλιν κατέχοντες βραχὺ αὐτοῦ ἐφρόντιζον, αὔταρκες ἔφη μαρτύριον τὴν σιωπὴν παρʼ ἀμφοτέρων ἔχειν, τῶν μὲν ὅτι ἀδικοῖεν, δεδικαιολογῆσθαι γὰρ ἂν εἴπερ τι ὑγιὲς ἐφρόνουν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐπιθυμοῖεν· παρρησίᾳ γὰρ ἄν, εἴπερ τὰ τῶν Καρχηδονίων ᾑροῦντο, ἄλλως τε καὶ ἰσχύος αὐτῶν παρούσης κεχρῆσθαι. καὶ προσυπέσχετό σφισι βοηθήσειν καὶ διὰ τὸ γένος αὐτῶν τῆς Ἰταλίας ὂν καὶ διὰ τὴν αἴτησιν τῆς ἐπικουρίας ἣν ἐπεποίηντο.
ὅτι Γάιος Κλαύδιος τῶν τε τριήρων τινὰς ἀπέβαλε καὶ χαλεπῶς ἀπεσώθη· οὐ μέντοι παρὰ τοῦθʼ ἧττον οὔτε ἐκεῖνος οὔτε οἱ ἐν τῷ ἄστει Ῥωμαῖοι ἀντελάβοντο τῆς θαλάσσης, ὅτι πρῶτον πειρασάμενοι αὐτῆς ἡττήθησαν, ὅπερ που φιλοῦσιν οἱ πρῶτόν τι ἐγχειρισάμενοι καὶ σφαλέντες ποιεῖν, πρὸς οἰωνοῦ τὸ πρόσθεν τιθέμενοι καὶ μηδʼ αὖθίς ποτε κατορθώσειν νομίζοντες· ἀλλὰ καὶ προθυμότερον αὐτῆς διά τε τἆλλα καὶ διὰ φιλοτιμίαν, ἵνα μὴ καὶ ὑπὸ τῆς συμφορᾶς ἀποτετράφθαι δόξωσι, μετεποιήσαντο.
ὅτι ὁ Ἄννων οὔτʼ ἄλλως ἐν ἐλαφρῷ τὸν πόλεμον ποιούμενος, εἴ τε καὶ δέοι αὐτὸν γενέσθαι, τὴν γοῦν αἰτίαν τῆς διαλύσεως τῶν σπονδῶν ἐς ἐκεῖνον τρέψαι, μὴ κατάρχειν αὐτὸς νομισθείη, θέλων, ἀπέπεμψε αὐτῷ τὰς ναῦς καὶ τοὺς αἰχμαλώτους, πρός τε τὴν εἰρήνην προυκαλεῖτο, καὶ προσπαρῄνει οἱ μὴ πολυπραγμονεῖν τὴν θάλατταν.
ὅτι ἐπεὶ οὐδὲν ἐδέξατο, ἀπειλὴν ὑπέρφρονα καὶ νεμεσητὴν ἠπείλησεν· ἔφη τε γὰρ μηδʼ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ τοῖς Ῥωμαίοις ἐπιτρέψειν, καὶ μετὰ ταύτης ἀπέβαλε καὶ τὴν Μεσσήνην οὐ πολλῷ ὕστερον.
ὅτι ὁ Κλαύδιος καταλαβὼν τοὺς Μαμερτίνους ἐν τῷ λιμένι συνεστραμμένους ἐκκλησίαν τε αὐτῶν ἐποίησε καὶ εἰπὼν ὅτι «οὐδὲν δέομαι τῶν ὅπλων, ἀλλʼ αὐτοῖς ὑμῖν διαγνῶναι πάντα ἐπιτρέπω,» ἔπεισέ σφας μεταπέμψασθαι τὸν Ἄννωνα· μὴ βουληθέντος τε αὐτοῦ καταβῆναι πολὺς ἐνέκειτο κατατρέχων καὶ λέγων ὅτι, εἰ δή τι καὶ τὸ βραχύτατον δικαίωμα εἶχεν, πάντως ἂν ἐς λόγους οἱ ἀφίκετο καὶ οὐκ ἂν βίᾳ τὴν πόλιν κατεῖχεν.
Δίων ιαʹ βιβλίῳ «σὺ μὲν καὶ τοῖς φίλοις τοῖς τι πλημμελήσασιν ἐπεξέρχῃ, ἐγὼ δὲ καὶ τοῖς ἐχθροῖς συγγιγνώσκω.»
ὅτι ὁ ὕπατος Κλαύδιος τοῖς στρατιώταις προσπαρῄνεσε θαρσεῖν μηδὲ ἐπὶ τῇ τοῦ χιλιάρχου ἥττῃ καταπεπλῆχθαι, διδάσκων αὐτοὺς ὅτι τε αἱ νῖκαι τοῖς ἄμεινον παρεσκευασμένοις γίγνοιντο καὶ ὅτι ἡ σφετέρα ἀρετὴ πολὺ τῆς τῶν ἐναντίων τέχνης προέχουσα εἴη· ἑαυτοὺς μὲν γὰρ τὴν ἐπιστήμην τῶν ναυτικῶν διʼ ὀλίγου προσλήψεσθαι, τοῖς δὲ δὴ Καρχηδονίοις μηδέποτε τὴν ἀνδρείαν ἐκ τοῦ ἴσου σφίσιν ὑπάρξειν ἔφη· τὸ μὲν γὰρ κτητὸν διὰ βραχέος τοῖς τὸν νοῦν αὐτῷ προσέχουσι καὶ καθαιρετὸν μελέτῃ εἶναι, τὸ δὲ εἰ μὴ φύσει τῳ προσείη, οὐκ ἂν διδαχῇ πορισθῆναι.
ὅτι θαρσήσαντες οἱ Λίβυες ὡς οὐ τῇ φύσει τοῦ χωρίου ἀλλὰ τῇ σφετέρᾳ ἀρετῇ κεκρατηκότες ἐπέξοδον ἐποιήσαντο· ὁ δὲ Κλαύδιος οὕτως αὐτοὺς δεδιέναι ἐποίησεν ὡς μηδʼ ἔξω τοῦ στρατοπέδου παρακῦψαι.
ὅτι συμβαίνει γὰρ ὡς πλήθει τοῖς μὲν ἐκ λογισμοῦ τι δεδιόσιν ὀρθοῦσθαι διὰ προφυλακὴν αὐτοῦ, τοῖς δʼ ἀπρονοήτως θρασυνομένοις φθείρεσθαι διʼ ἀφυλαξίαν.
τὸ μὲν σωφρονοῦν καὶ κτᾶται τὰς νίκας καὶ γενομένας φυλάσσει, τὸ δʼ ἀσελγαῖνον οὔτε περιγίγνεταί τινος, κἂν ἄρα εὐτυχήσῃ ποτὲ ἔν τινι, ῥᾷστα αὐτὸ ἀπόλλυσι· κἂν μὲν διασώσῃ τι, χεῖρον ὑπʼ αὐτοῦ τοῦ παρὰ λόγον εὐπραγῆσαι γενόμενον, οὐχ ὅσον οὐκ ἐκείνου τι ὀνίναται, ἀλλὰ καὶ αὐτῷ προσδιαφθείρεται. καὶ γάρ πως πᾶν τὸ παρὰ λόγον θρασυνόμενον καὶ δεδιέναι ἀλόγως πέφυκεν· ὁ μὲν γὰρ λογισμὸς τήν τε γνώμην τῇ προνοίᾳ βεβαίαν καὶ τὴν ἐλπίδα πιστὴν ἐκ τοῦ ἐχεγγύου αὐτῆς ἔχων, οὔτε καταπτήσσειν τινὰ οὔθʼ ὑπερφρονεῖν ἐᾷ· ἡ δʼ ἀλόγιστος ἐμπληξία πολλοὺς ἔν τε ταῖς εὐπραγίαις ἐξαίρει κἀν ταῖς συμφοραῖς ταπεινοῖ, οἷα μηδὲν ἕρμα ἔχουσα, ἀλλʼ ἀεὶ τῷ συμπίπτοντι ἐξομοιουμένη.
ὅτι Ῥωμαῖοι καὶ Καρχηδόνιοι πρὸς ναυμαχίαν ἐλθόντες τῷ μὲν ἀριθμῷ τῶν νεῶν καὶ ταῖς προθυμίαις ἀντίρροποι ἦσαν, ὕστερον δὲ πρῶτόν τʼ ἐς ναυμαχίαν ἀπʼ ἀντιπάλου παρασκευῆς καθιστάμενοι, καὶ ἐλπίζοντες καὶ τὸν πάντα πόλεμον ὑπʼ αὐτῆς κριθήσεσθαι, τό τε ἆθλον τὴν Σικελίαν ἐν τοῖς ὀφθαλμοῖς ἔχοντες, καὶ περὶ δουλείας καὶ περὶ ἀρχῆς, τῆς μὲν μὴ πειραθῆναι νικηθέντες τὴν δὲ προσκτήσασθαι κρατήσαντες, ἀγωνιζόμενοι. προέφερον δὲ οἱ μὲν τῇ ἐμπειρίᾳ τῶν τριηριτῶν ἅτε ἀπὸ παλαιοῦ ναυκρατοῦντες, οἱ δὲ τῇ τε ῥώμῃ τῶν ἐπιβατῶν καὶ ταῖς τόλμαις· ὅσῳ γὰρ ἀπειρότεροι τῶν ναυτικῶν ἦσαν, τόσῳ καὶ προπετέστερον καὶ θρασύτερον ἐμάχοντο. τὸ μὲν γὰρ ἐν πείρᾳ σφίσιν ὂν ἀκριβῶς πάντες ὡς εἰπεῖν ἐκλογίζονται, καὶ ὀκνοῦσιν ἄν γε καὶ ταύτῃ σφᾶς ἡ γνώμη φέρῃ, τὸ δὲ ἀπείρατον ἀλογίστως τε θαρσοῦσι καὶ ἐς χεῖρας ἐξ ἀπροβουλίας ἄγονται.
ὅτι ἡττηθέντων Καρχηδονίων κατὰ τὴν ναυμαχίαν ὑπὸ Ῥωμαίων ὀλίγου καὶ τὸν Ἀννίβαν ἀπέκτειναν — πᾶσί τε γὰρ ὡς εἰπεῖν τοῖς στρατεύματά ποι πέμπουσι πρόσεστι φύσει τῶν μὲν πλεονεξιῶν προσποιεῖσθαι, τὰς δὲ ἐλαττώσεις ἐς τοὺς στρατηγήσαντας ἀνωθεῖν, καὶ οἱ Καρχηδόνιοι προχειρότατα τοὺς πταίσαντάς τι ἐκόλαζον —, εἰ μὴ φοβηθεὶς εὐθὺς μετὰ τὴν ἧτταν ἐπερωτῶν αὐτούς, ὡς καὶ ἀκεραίων ἔτι τῶν πραγμάτων ὄντων, πότερον ναυμαχῆσαί οἱ κελεύουσιν ἢ μή, συνεπαινεσάντων αὐτῶν ὥσπερ που καὶ προσεδόκα, ἅτε καὶ τοσοῦτον τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπε διὰ τῶν αὐτῶν ἀγγέλων ὅτι «οὐδὲν ἄρα ἠδίκηκα ὅτι τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλʼ οὐ τῆς τύχης ἦν κύριος.»
Δίωνος ιαʹ βιβλίῳ «ἐπειδὴ δὲ ὅ τε χειμὼν ἐπέμενε καὶ ὁμίχλη προσεγένετο, ἔσφηλε διʼ αὐτομόλων δή τινων τὸν Ἀννίβαν».
ἀλλʼ ἐν τῷ ἴσῳ τὸ τὴν οἰκείαν μὴ προέσθαι καὶ τὸ τὴν ἀλλοτρίαν προσκτήσασθαι τιθέμενοι θυμῷ καὶ ῥώμῃ ἠγωνίζοντο· τῶν γὰρ πολλῶν τὰ μὲν σφέτερα καὶ παρὰ δύναμιν περιστελλόντων, τῶν δὲ ἀλλοτρίων οὐκ ἐθελόντων μετὰ κινδύνων ἀντιποιεῖσθαι, ἐκεῖνοι ἐν τῷ ὁμοίῳ τό τε κεχειρωμένον καὶ τὸ προσδοκώμενον ποιούμενοι πρὸς ἀμφότερα ὁμοίως ἔρρωντο. οἱ δὲ δὴ Ῥωμαῖοι ἄμεινον εἶναι νομίσαντες μηκέτι πόρρω τὸν πόλεμον ποιεῖσθαι, μηδὲ ἐν ταῖς νήσοις προκινδυνεύειν, ἀλλʼ ἐν τῇ οἰκείᾳ τῇ τῶν Καρχηδονίων ἀγωνίζεσθαι — πταίσαντες γὰρ οὐδενὸς στερήσεσθαι καὶ κρατήσαντες οὐκ ἐν ἐλπίσιν ἔσεσθαι —, καὶ διὰ τοῦτʼ ἀκόλουθον τῇ διανοίᾳ σφῶν τὴν παρασκευὴν ποιησάμενοι ἐξεστράτευσαν ἐπὶ Καρχήδονα.
ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥήγουλος καὶ Λούκιος, ἀπʼ ἀρετῆς προκριθέντες· ὁ γὰρ Ῥήγουλος ἐν τοσαύτῃ πενίᾳ ἦν ὥστε μήτε τὴν ἀρχὴν ῥᾳδίως ἐθελῆσαι διʼ αὐτὴν ὑποστῆναι, καὶ τῇ γυναικὶ τοῖς τε παισὶν αὐτοῦ τὴν τροφὴν ἐκ τοῦ δημοσίου δίδοσθαι ψηφισθῆναι.
ὅτι Ἄννωνα πρὸς Ῥωμαίους λόγῳ μὲν ὑπὲρ εἰρήνης ἔργῳ δὲ τριβῆς ἕνεκα ἔπεμψεν Ἀμίλκας· καὶ ὃς ἐπιβοώντων τινῶν συλλαβεῖν αὐτόν, ὅτι Καρχηδόνιοι τὸν Κορνήλιον ἀπάτῃ .......
ὅτι οἱ Καρχηδόνιοι φοβηθέντες μὴ ἁλῶσι, προεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραχρῆμα δεινὸν ὑπεκφύγωσιν. ἐπειδή τε οὐκ ἠθέλησαν Σικελίας τε πάσης καὶ Σαρδοῦς ἀποστῆναι, καὶ τοὺς μὲν τῶν Ῥωμαίων αἰχμαλώτους προῖκα ἀφεῖναι τοὺς δὲ σφετέρους λύσασθαι, τά τε δαπανηθέντα τοῖς Ῥωμαίοις ἐς τὸν πόλεμον πάντα διαλῦσαι καὶ χωρὶς ἄλλα καθʼ ἕκαστον ἔτος συντελεῖν, οὐδὲν ἤνυσαν. πρὸς γὰρ δὴ τοῖς εἰρημένοις καὶ ἐκεῖνα αὐτοὺς ἐλύπει, ὅτι μήτε πολεμεῖν μήτε συμβαίνειν ἄνευ τῶν Ῥωμαίων, καὶ αὐτοὶ μὲν μὴ πλείοσι μιᾶς ναυσὶ μακραῖς χρῆσθαι, ἐκείνοις δὲ πεντήκοντα τριήρεσιν ἐπικουρεῖν ὁσάκις ἂν ἐπαγγελθῇ σφίσιν, ἄλλα τέ τινα οὐκ ἐκ τοῦ ὁμοίου ποιεῖν ἐκελεύοντο. ἐξ οὖν τούτων ἅλωσίν σφων ἀκριβῆ τὰς σπονδὰς νομίσαντες ἔσεσθαι, πολεμεῖν αὐτοῖς μᾶλλον εἵλοντο.
Δίωνος ιαʹ βιβλίῳ «οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν ἀναπλεούσας οἴκαδε τηρήσαντες, συχνὰς χρημάτων γεμούσας εἷλον.»
Δίωνος ιαʹ βιβλίῳ «τὸν δῆμον ἐδείπνισεν.»
ὅτι φασὶ Καρχηδονίους ἐπικηρυκεύσασθαι τοῖς Ῥωμαίοις διά τε τἆλλα καὶ διὰ τὸ πλῆθος τῶν αἰχμαλώτων, μάλιστα μὲν εἴ πως καὶ τὴν εἰρήνην ἐπὶ μετρίοις τισὶ ποιήσαιντο, εἰ δὲ μή, ἵνα τούς γε ἑαλωκότας κομίσαιντο. φασὶ δὲ καὶ τὸν Ῥήγουλον ἐν τοῖς πρέσβεσι πεμφθῆναι διά τε τὸ ἀξίωμα αὐτοῦ καὶ τὴν ἀρετήν· ὑπέλαβον γὰρ πᾶν ὁτιοῦν τοὺς Ῥωμαίους ἐπὶ τῷ κομίσασθαι αὐτὸν ἐλπίσαι σφᾶς πρᾶξαι, ὥστε καὶ μόνον ἀντὶ τῆς εἰρήνης ἢ πάντως γε ἀντὶ τῶν αἰχμαλώτων ἀνταποδοθῆναι. ὥρκωσάν τε οὖν αὐτὸν πίστεσι μεγάλαις, ἦ μὴν ἐπανήξειν, ἂν μηδέτερον αὐτῶν διαπράξηται, καὶ πρεσβευτὴν μεθʼ ἑτέρων ἔστειλαν. καὶ ὃς τά τʼ ἄλλα καθάπερ τις Καρχηδόνιος ἀλλʼ οὐ Ῥωμαῖος ὢν ἔπραττε, καὶ οὔτε τὴν γυναῖκα ἐς λόγους ἐδέξατο, οὔτε ἐς τὴν πόλιν καίπερ ἐσκληθεὶς ἐσῆλθεν, ἀλλʼ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθείσης, ὥσπερ τοῖς τῶν πολεμίων πρέσβεσιν ἔθος εἶχον χρηματίζειν, τήν τε πρόσοδον μετὰ τῶν ἄλλων, ὥς γε καὶ ὁ λόγος ἔχει, ᾐτήσατο, ...
Δίων ιαʹ βιβλίῳ «οὐ πρότερον αὐτοῖς ἐπείσθη ὁ Ῥήγουλος πρὶν Καρχηδονίους οἱ ἐπιτρέψαι».
ιαʹ βιβλίῳ «ἄλλος ἄν τις, παραμυθήσασθαι τὴν καθʼ ἑαυτὸν συμφορὰν ἐθελήσας, ἐξῆρεν ἂν τὰ τῶν πολεμίων».
Δίωνος ιβʹ βιβλίῳ «ἐκεῖνο μὲν γὰρ ἀπαλλοτριωθῆναι ὑμῶν τρόπον τινὰ ἠδυνήθη».
Δίωνος ιβʹ βιβλίῳ «τεθνᾶσι δὲ οἱ μέν, οἱ δὲ ἑαλώκασιν οἵ γε καὶ λόγου τινὸς ἄξιοι».
Δίων ιαʹ βιβλίῳ «οὔτε γὰρ πρὸς ἐμοῦ οὔτε πρὸς ἄλλου ἀνδρὸς ἀγαθοῦ οὐδενός ἐστι προέσθαι τι τῶν κοινῇ συμφερόντων».
καὶ γὰρ ἡγεῖτο δεῖν τόν τι διʼ ἀπορρήτων πρᾶξαι βουλόμενον μηδενὶ αὐτὸ τὸ παράπαν ἐμφαίνειν· οὐδένα γὰρ οὕτως ἰσχυρόφρονα εἶναι ὡς ἀκούσαντά τι καρτερῆσαι καὶ σιωπῆσαι αὐτὸ ἐθελῆσαι, ἀλλὰ καὶ πᾶν τοὐναντίον, ὅσῳ ἂν ἀπορρηθῇ τινὶ μὴ εἰπεῖν τι, τόσῳ μᾶλλον αὐτὸν ἐπιθυμεῖν αὐτὸ ἐκλαλῆσαι, καὶ οὕτως ἕτερον παρʼ ἑτέρου τὸ ἀπόρρητον ὡς καὶ μόνον μανθάνοντα φημίζειν. οἱ δὲ Λίγυες τὴν παραλίαν ἀπὸ Τυρσηνίδος μέχρι τῶν Ἄλπεων καὶ ἄχρι Γαλατῶν νέμονται, ὥς φησι Δίων.
ὅτι οἱ Ῥωμαῖοι τὸν Κλαύδιον, ἐπειδὴ πρὸς τοὺς Λίγυας συνθήκας ἐποιήσατο, πόλεμον ἀράμενοι καὶ αὐτοὺς χειρωσάμενοι τὸ μὲν πρῶτον, ὡς καὶ ἐκείνου τὸ παρασπονδηθὲν ἀλλʼ οὐχ ἑαυτῶν τὸ αἰτίαμα ὄν, ἔπεμψαν ἐκδιδόντες αὐτοῖς, μὴ προσδεξαμένων δέ σφων αὐτὸν ἐξήλασαν.
ὅτι οἱ Ῥωμαῖοι τοὺς Καρχηδονίους χρήματα ἐπιπραξάμενοι τὰς σπονδὰς ἀνενεώσαντο, καὶ τὸ μὲν πρῶτον πρεσβείας αὐτῶν ἐλθούσης, ὅτι τε τῆς σφετέρας παρασκευῆς ᾔσθοντο καὶ ὅτι αὐτοὶ τῷ πρὸς τοὺς ὁμόρους πολέμῳ ἔτι καὶ τότε κατείχοντο, μέτριον οὐδὲν ἀπεκρίναντο, μετὰ δὲ τοῦτο Ἄννωνός τινος νέου τῇ ἡλικίᾳ καὶ δεινοῦ τῇ παρρησίᾳ πεμφθέντος, καὶ ἄλλα τε πολλὰ ἀπαρακαλύπτως καὶ τέλος ὅτι, «εἰ μὴ βούλεσθε εἰρηνεῖν, ἀπόδοτε ἡμῖν καὶ Σαρδὼ καὶ Σικελίαν· οὐ γὰρ πρόσκαιρόν τινα ἀνοχὴν ἀλλʼ ἀίδιον φιλίαν ἀπʼ αὐτῶν ἐπριάμεθα» εἰπόντος, ἠπιώτεροί τε αἰσχυνθέντες ἐγένοντο ..
... οἱ δὲ μὴ τὰ αὐτὰ ἀντιπάθωσιν, ὥστε καὶ πάνυ ἀσμένως οἱ μὲν τὴν ἐκ τοῦ πρόσθεν εὐτυχίαν διασώσασθαι, οἱ δʼ ἐπὶ γοῦν τῶν ὑπαρχόντων σφίσι μεῖναι αἱρούμενοι διεμέλλησαν, καὶ ταῖς ἀπειλαῖς μηκέτι τὴν εἰρήνην ἄγοντες, τοῖς ἔργοις ἔτι διασκοποῦντες περὶ τῆς αὐτῆς ἀνέσχον, ὥσθʼ ἅπασι δῆλον γενέσθαι ὅτι ὁποτέροις ἂν αὐτῶν προτέροις παρακινῆσαί τι συνενέγκῃ, καὶ τοῦ πολέμου προκατάρξουσιν. ἐς γὰρ τοσοῦτον οἱ πολλοὶ ταῖς ὁμολογίαις ἐμμένουσιν ἐς ὅσον αὐτοῖς καὶ καθήκῃ· πρὸς δὲ δὴ τὸ μᾶλλόν σφισι συμφέρον ἀσφαλὲς καὶ τὸ παρασπονδῆσαί τι νομίζουσιν εἶναι.
ὅτι πρέσβεις ποτὲ ἐπὶ κατασκοπῇ .......... Γαΐου Παπιρίου, καίπερ μηδὲν μηδέπω τῶν Ἰβηρικῶν σφίσι προσηκόντων, ἀπέστειλαν, καὶ αὐτοὺς ἐκεῖνος τά τε ἄλλα ἐδεξιώσατο καὶ λόγοις ἐπιτηδείοις διήγαγεν, εἰπὼν ἄλλα τε καὶ ὅτι ἀναγκαίως τοῖς Ἴβηρσι πολεμεῖ, ἵνα τὰ χρήματα ἃ τοῖς Ῥωμαίοις ἔτι πρὸς τῶν Καρχηδονίων ἐπωφείλετο ἀποδοθῇ, διὰ τὸ μὴ δύνασθαι ἄλλοθέν ποθεν αὐτὰ ἀπαλλαγῆναι, ὥστε τοὺς πρέσβεις ἀπορῆσαι ὅ τι οἱ ἐπιτιμήσωσιν.
ὅτι Ἴσσα ἡ νῆσος ἑκουσία ἑαυτὴν Ῥωμαίοις παρέδωκεν. ἐπειδὴ γὰρ τότε πρῶτον πειρᾶσθαί σφων ἔμελλον, καὶ προσφιλεστέρους αὐτοὺς καὶ πιστοτέρους τῶν ἤδη φοβερῶν ἐνόμιζον εἶναι, κρείττους ἐς τὸ ἀφανὲς τοῦ προδήλου τῷ λογισμῷ γιγνόμενοι, ὅτι τὸ μὲν ἐκ τοῦ ἤδη προσκεῖσθαί σφισιν ἀχθηδόνα, τὸ δὲ ἐκ τοῦ προσδοκᾶσθαι ἐλπίδα χρηστὴν ἔφερεν.
ὅτι οἱ Ῥωμαῖοι τοὺς Ἰσσαίους προσχωρήσαντας αὐτοῖς, ἀνθυπουργεῖν τι εὐθὺς τούτοις προθύμως, ὡς τοῖς πρὸς ἑαυτοὺς ἐσπουδακόσι βοηθεῖν δοκεῖν, καὶ τοὺς Ἀρδιαίους ἀμύνεσθαι διότι τοὺς ἐκ τοῦ Βρεντεσίου ἐκπλέοντας ἐκακούργουν ἐθελήσαντες, ἔπεμψαν πρὸς Ἄγρωνα τοὺς μὲν παραιτούμενοι, τὸν δὲ ὅτι μηδὲν προπαθὼν ἀδικοίη σφᾶς αἰτιώμενοι. καὶ ἐκεῖνον μὲν οὐκέτι περιόντα εὗρον, ἀλλά τι παιδίον, Πίννην ὄνομα, καταλιπὼν ἐτεθνήκει· Τεύτα δὲ ἡ γυνὴ αὐτοῦ, μητρυιὰ δὲ τοῦ Πίννου, ἐκράτει τῶν Ἀρδιαίων .... ὑπὸ θρασύτητος οὖσα οὐδὲν μέτριον αὐτοῖς ἀπεκρίνατο, ἀλλʼ οἷα γυνὴ πρὸς τῇ ἐμφύτῳ προπετείᾳ καὶ ὑπὸ τῆς δυνάμεως ἧς εἶχε χαυνουμένη, τοὺς μὲν ἔδησε τῶν πρέσβεων, τοὺς δὲ καὶ ἀπέκτεινεν, ὅτι ἐπαρρησιάσαντο. καὶ τότε μὲν ταῦτʼ ἔπραξε, καὶ φρόνημα ἀπʼ αὐτῶν, ὥσπερ τινὰ ἰσχὺν ἐν τῷ προχείρῳ τῆς ὠμότητος ἐπιδεδειγμένη, ἔλαβε· διήλεγξε δὲ διʼ ἐλαχίστου τὴν τοῦ γυναικείου γένους ἀσθένειαν ταχὺ μὲν ὑπὸ βραχύτητος γνώμης ὀργιζομένην, ταχὺ δὲ καὶ ὑπὸ δειλίας φοβουμένην. ἐπειδὴ γὰρ τάχιστα τὸν πόλεμον τοὺς Ῥωμαίους ἐψηφίσθαι οἱ ἐπύθετο, κατέπτηξε, καὶ τούς τε ἄνδρας οὓς εἶχεν αὐτῶν ἀποδώσειν ὑπέσχετο καὶ ἐπὶ τοῖς τετελευτηκόσιν ἀπελογεῖτο λέγουσα ὑπὸ λῃστῶν τινων αὐτοὺς πεφονεῦσθαι. τῶν τε Ῥωμαίων τὰ τῆς στρατείας διὰ τοῦτο ἐπισχόντων τοὺς δὲ αὐτόχειρας ἐξαιτησάντων κατεφρόνησέ τε αὖθις, ὅτι μηδέπω τὰ δεινὰ αὐτῇ παρῆν, καὶ οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν στράτευμα ἀπέστειλεν. ἐπειδὴ δὲ τοὺς ὑπάτους παρόντας ᾔσθετο, κατέδεισεν αὖ καὶ τοῦ θυμοῦ ὑφῆκε καὶ ἐς πᾶν ὁτιοῦν ἐπακοῦσαί σφων ἑτοίμη ἐγένετο. οὐ μέντοι καὶ παντάπασιν ἐσωφρονίσθη· τῶν γὰρ ὑπάτων πρὸς Κέρκυραν περαιωθέντων ἀνεθάρσησε, καὶ ἀποστᾶσα ἐπʼ Ἐπίδαμνον καὶ Ἀπολλωνίαν στράτευμα ἀπέστειλε. τῶν δὲ Ῥωμαίων τὰς πόλεις ῥυσαμένων καὶ πλοῖα αὐτῆς μετὰ χρημάτων λαμβανόντων ἐμέλλησεν αὖθις πειθαρχῆσαί σφισιν· ἐπεὶ δὲ ἀναβάντες ὑπὲρ τῆς θαλάσσης κακῶς περὶ τὸν Ἀτύριον λόφον ἀπήλλαξαν, ἐπέσχεν ἐλπίσασα αὐτούς — ἤδη γὰρ καὶ χειμὼν ἦν — ἀπαναστήσεσθαι. αἰσθομένη δὲ τὸν Ἀλβῖνον κατὰ χώραν μένειν, καὶ τὸν Δημήτριον ἔκ τε τῆς ἐμπληξίας ἐκείνης καὶ ἐκ τοῦ τῶν Ῥωμαίων φόβου μεθεστηκότα καί τινας ἄλλους αὐτομολῆσαι πεπεικότα, παντελῶς κατέδεισε καὶ τὴν ἀρχὴν ἀφῆκεν.
ὅτι χρησμός τις τῆς Σιβύλλης τοὺς Ῥωμαίους ἐδειμάτου, φυλάξασθαι τοὺς Γαλάτας δεῖν κελεύων ὅταν κεραυνὸς ἐς τὸ Καπιτώλιον πλησίον Ἀπολλωνίου κατασκήψῃ.
ὅτι οἱ Γαλάται τοὺς Ῥωμαίους ἰδόντες τὰ ἐπιτηδειότατα τῶν χωρῶν προκατειληφότας ἠθύμησαν· πάντες μὲν γὰρ ἄνθρωποι καὶ ἐπιτυχόντες ὧν ἂν ὀριγνηθῶσι πρῶτον ἑτοιμότερον πρὸς τὰ λοιπὰ χωροῦσιν, καὶ διαμαρτόντες ἐς πάντα ἀπαμβλύνονται, τὸ δὲ δὴ Γαλατικὸν πλέον τι ἢ κατὰ τοὺς ἄλλους ὀξύτατα μὲν ὧν ἂν ἐπιθυμήσωσιν ἀντιλαμβάνονται καὶ ἐρρωμενέστατα τῶν προχωρούντων αὐτοῖς ἀντέχονται, ἂν δʼ ἄρα τι καὶ βραχύτατον ἐπισυγκρούσωσιν, οὐδὲν οὐδʼ ἐς τὰ λοιπὰ ἐλπίζουσι, πρόχειροι μὲν ὑπʼ ἀνοίας πᾶν ὃ βούλονται προσδοκῆσαι, πρόχειροι δὲ ὑπὸ θυμοῦ πᾶν ὃ ἂν ἐγχειρίσωνται ἐπεξελθεῖν ὄντες. καὶ ὀργῇ ἀκράτῳ καὶ ὁρμῇ ἀπλήστῳ χρῶνται, καὶ διʼ αὐτὰ οὔτε τι διαρκὲς ἐν αὐταῖς ἔχουσιν — ἀδύνατον γάρ ἐστιν ἐπὶ πολὺ τὸ προπετῶς θρασυνόμενον ἀνταρκέσαι —, κἂν ἅπαξ ἀλλοιωθῶσιν, οὔτʼ ἀναλαβεῖν ἑαυτοὺς ἄλλως τε καὶ δέους τινὸς προσγενομένου δύνανται, καὶ ἐς ἀντίπαλον ἔκπληξιν τῆς πρόσθεν ἀδεοῦς τόλμης καθίστανται· διʼ ὀλίγου γὰρ πρὸς τὰ ἐναντιώτατα ὀξυρρόπως, ἅτε μηδὲν ἐκ τοῦ λογισμοῦ ἐχέγγυον ἐς μηδέτερον αὐτῶν παρεχόμενοι, φέρονται.
ὅτι Αἰμίλιος τοὺς Ἰνσούμβρους νικήσας τὰ ἐπινίκια ἤγαγε, καὶ ἐν αὐτοῖς τοὺς πρώτους τῶν ἁλόντων ἐς τὸ Καπιτώλιον ὡπλισμένους ἀνεκόμισεν ἐπισκώπτων σφίσιν, ὅτι ὀμωμοκότας αὐτοὺς ᾔσθετο μὴ πρότερον τοὺς θώρακας ἀποδύσεσθαι πρὶν ἐς τὸ Καπιτώλιον ἀναβῆναι.
ὅτι εἴ τι τῶν ἐν ταῖς πανηγύρεσι νομιζομένων καὶ τὸ βραχύτατον ἡμαρτήθη, πάντως που καὶ δεύτερον καὶ τρίτον ἐπὶ πλεῖόν τε ἔτι, μέχρι περ καὶ ἀμέμπτως πάντα γεγονέναι σφίσιν ἔδοξεν, μιᾷ γέ τινι ἡμέρᾳ ἀνεωρτάζετο.
ὅτι Δημήτριος ἔκ τε τῆς τοῦ Πίννου ἐπιτροπεύσεως καὶ ἐκ τοῦ τὴν μητέρα αὐτοῦ Τριτεύταν τῆς Τεύτας ἀποθανούσης γῆμαι ἐπαρθεὶς τοῖς τε ἐπιχωρίοις ἐπαχθὴς ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει. καὶ ἐδόκει γὰρ τῇ τῶν Ῥωμαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν αὐτούς, αἰσθόμενοι τοῦτο μετεπέμψαντο αὐτόν. ὡς δὲ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν ἐπʼ αὐτὸν ἐν τῇ Ἴσσῃ ὄντα.
ὅτι οἱ Ῥωμαῖοι τὰ τοῦ πολέμου ἤκμαζον καὶ τῇ πρὸς ἀλλήλους ὁμονοίᾳ ἀκριβῶς ἐχρῶντο, ὥσθʼ ἅπερ τοῖς πολλοῖς ἐκ μὲν ἀκράτου εὐπραγίας ἐς θάρσος, ἐκ δὲ ἰσχυροῦ δέους ἐς ἐπιείκειαν φέρει, ταῦτά τε αὐτοῖς τότε διαλλαγῆναι· ὅσῳ γὰρ ἐπὶ πλεῖον εὐτύχησαν, ἐπὶ μᾶλλον ἐσωφρόνησαν, τὸ μὲν θράσος, οὗ τὸ ἀνδρεῖον μετέχει, πρὸς τοὺς ἀντιπάλους ἐνδεικνύμενοι, τὸ δὲ ἐπιεικὲς οὗ κοινωνεῖ ἡ εὐψυχία, κατʼ ἀλλήλους παρεχόμενοι· τήν τε γὰρ ἰσχὺν πρὸς μετριότητος ἀκινδύνου ἐξουσίαν καὶ τὸ κόσμιον πρὸς ἀνδρείας ἀληθοῦς κτῆσιν ἐλάμβανον, μήτε τὴν εὐπραγίαν ἐς ὕβριν μήτε τὴν ἐπιείκειαν ἐς δειλίαν ἐξάγοντες. οὕτω μὲν γὰρ τό τε σωφρονοῦν ἐξ ἀνδρείας καὶ τὸ θαρσοῦν ἐκ θάρσους φθείρεσθαι, ἐκείνως δὲ τὸ μέτριον ὑπʼ ἀνδρείας ἀσφαλέστερον καὶ τὸ εὐτυχοῦν ὑπʼ εὐταξίας βεβαιότερον γίγνεσθαι ἐνόμιζον. καὶ διὰ τοῦτο καὶ τὰ μάλιστα τούς τε προσπεσόντας σφίσι πολέμους κράτιστα διήνεγκαν καὶ τὰ σφέτερα τά τε τῶν συμμάχων ἄριστα ἐπολίτευσαν.
ὅτι ὅσοι ἐντὸς τῶν Ἄλπεων ἐνέμοντο τοῖς Καρχηδονίοις συνεπανέστησαν, οὐχ ὅτι τοὺς Καρχηδονίους ἀντὶ τῶν Ῥωμαίων ἡγεμόνας ἀνθῃροῦντο, ἀλλʼ ὅτι τὸ μὲν ἄρχον σφῶν ἐμίσουν, τὸ δὲ ἀπείρατον ἠγάπων. ἐκ πάντων μὲν δὴ τῶν τότε ἐθνῶν σύμμαχοι τοῖς Καρχηδονίοις ἐπὶ τοὺς Ῥωμαίους ὑπῆρξαν· πρὸς ἅπαντας δʼ ὡς εἰπεῖν αὐτοὺς ἰσοστάσιος ὁ Ἀννίβας ἐγένετο· συνεῖναί τε γὰρ ὀξύτατα καὶ ἐκφροντίσαι πάνθʼ ὅσα ἐνεθυμεῖτο τάχιστα ἐδύνατο· καίτοι πέφυκεν ὡς πλήθει τὸ μὲν βέβαιον ἐκ βραδυτῆτος τὸ δὲ ὀξύρροπον ἐκ τάχους διανοίας ὑπάρχειν. κ ... ωτατος τε γὰρ ἐκ τοῦ ὑπογυωτάτου καὶ διαρκέστατος ἐς τὸ φερεγγυώτατον ἦν· τό τε ἀεὶ παρὸν ἀσφαλῶς διετίθετο καὶ τὸ μέλλον ἰσχυρῶς προενόει, βουλευτής τε τοῦ συνήθους ἱκανώτατος καὶ εἰκαστὴς τοῦ παραδόξου ἀκριβέστατος γενόμενος, ἀφʼ ὧν τό τε ἤδη προσπῖπτόν οἱ ἑτοιμότατα καὶ διʼ ἐλαχίστου καθίστατο, καὶ τὸ μέλλον ἐκ πολλοῦ τοῖς λογισμοῖς προλαμβάνων ὡς καὶ παρὸν διεσκόπει. κἀκ τούτου καὶ τοῖς καιροῖς ἐπὶ πλεῖστον ἀνθρώπων καὶ τοὺς λόγους καὶ τὰς πράξεις ἐφήρμοζεν, ἅτε καὶ ἐν τῷ ὁμοίῳ τό τε ὑπάρχον καὶ τὸ ἐλπιζόμενον ποιούμενος. ἐδύνατο δὲ ταῦθʼ οὕτω πράττειν, ὅτι πρὸς τῇ τῆς φύσεως ἀρετῇ καὶ παιδείᾳ πολλῇ μὲν Φοινικικῇ κατὰ τὸ πάτριον πολλῇ δὲ καὶ Ἑλληνικῇ ἤσκητο, καὶ προσέτι καὶ μαντικῆς τῆς διὰ σπλάχνων ἠπίστατο.
τοιοῦτος οὖν δή τις τὴν ψυχὴν γενόμενος ἀντίρροπον καὶ τὸ σῶμα, τὰ μὲν φύσει τὰ δὲ καὶ διαίτῃ, παρεσκεύαστο, ὥσθʼ ὅσα ἐνεχειρίζετο ῥᾳδίως κατεργάζεσθαι. κοῦφόν τε γὰρ καὶ ἐμβριθὲς ὅτι μάλιστα αὐτὸ εἶχε, καὶ διὰ τοῦτο καὶ θεῖν καὶ συνίστασθαι ἱππεύειν τε ἀνὰ κράτος ἀσφαλῶς ἐδύνατο. καὶ οὔτε πλήθει ποτὲ τροφῆς ἐβαρύνετο οὔτε ἐνδείᾳ ἔκαμνεν, ἀλλʼ ἐν ἴσῳ καὶ τὸ πλέον καὶ τὸ ἔλαττον, ὡς καὶ αὔταρκες ἑκάτερον, ἐλάμβανεν. ταῖς τε ταλαιπωρίαις ἰσχυρίζετο, καὶ ταῖς ἀγρυπνίαις ἐρρώννυτο.
οὕτως οὖν δὴ καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔχων τοιᾷδε τῇ τῶν πραγμάτων διαχειρίσει ἐπίπαν ἐχρῆτο. τούς τε γὰρ πολλοὺς ἐς μόνον τὸ συμφέρον σφίσι πιστοὺς ὁρῶν ὄντας, αὐτός τε τοῦτον τὸν τρόπον αὐτοῖς προσεφέρετο καὶ ἐς ἐκείνους ταὐτὸν ὑπώπτευεν, ὥστε πλεῖστα μὲν ἀπατήσας τινὰς κατορθῶσαι, ἐλάχιστα δὲ ἐπιβουλευθεὶς σφαλῆναι. καὶ πολέμιον πᾶν τὸ πλεονεκτεῖν δυνάμενον καὶ ἐν τοῖς ὀθνείοις καὶ ἐν τοῖς ὁμοφύλοις ὁμοίως ἡγούμενος, οὐκ ἀνέμενε τοῖς ἔργοις τὴν διάνοιαν αὐτῶν ἐκμανθάνειν, ἀλλʼ ὡς καὶ βουλομένους σφᾶς ἀδικεῖν ὅτι ἐδύναντο τραχύτατα μετεχειρίζετο, προποιῆσαί τέ τι μᾶλλον ἢ προπαθεῖν ἄμεινον ἡγεῖτο, καὶ ἐφʼ ἑαυτῷ τοὺς ἄλλους, ἀλλʼ οὐκ ἐφʼ ἑτέροις ἑαυτὸν εἶναι ἠξίου. τό τε σύμπαν εἰπεῖν, τῇ φύσει τῶν πραγμάτων, ἀλλʼ οὐ τοῖς ἐς φήμην αὐτῶν εὐδοκιμοῦσιν, ὁσάκις γε μὴ κατʼ αὐτὸ καὶ ἄμφω συνέπιπτε, προσέκειτο. καὶ μέντοι καὶ ἐτίμα καθʼ ὑπερβολὴν ὅτου δέοιτο· δούλους τε γὰρ τοῦ τοιούτου τοὺς πλείστους ἡγεῖτο εἶναι, καὶ κινδυνεύειν ἐπʼ αὐτῷ καὶ παρὰ τὸ συμφέρον σφίσιν ἐθέλοντας ἑώρα. καὶ διὰ ταῦτα καὶ τῶν κερδῶν καὶ τῶν ἄλλων τῶν ἡδίστων αὐτὸς μὲν πολλάκις ἀπείχετο, ἐκείνοις δὲ ἀφθόνως μετεδίδου, καὶ ἀπʼ αὐτοῦ κοινωνούς σφας καὶ τῶν πόνων οὐκ ἀκουσίους ἐκτᾶτο. καὶ τούτοις μὲν οὐχ ὅπως ἰσοδίαιτος ἀλλὰ καὶ ἰσοκίνδυνος ἐγίγνετο, πάνθʼ ὅσα ἀπῄτει παρʼ αὐτῶν πρῶτος ἐκπονούμενος· οὕτω γὰρ καὶ ἐκείνους ἀπροφασίστως καὶ προθύμως; ἅτε μήτε τοῖς λόγοις αὐτοῦ προσέχοντας, σύμπαντά οἱ συμπράξειν ἐπίστευεν· πρὸς δὲ δὴ τοὺς ἄλλους πολλῷ τῷ φρονήματι ἀεὶ ἐχρῆτο· ὥστε τοὺς μὲν εὔνοιαν αὐτοῦ τοὺς δὲ δέος ἔκ τε τοῦ ὁμοδιαίτου καὶ ἐκ τοῦ ὑπέρφρονος παμπληθεῖς ἔχειν. ἐξ οὗπερ καὶ τὰ μάλιστα τό τε ὑπερέχον κολούειν καὶ τὸ ταπεινούμενον ἐξαίρειν, καὶ τῷ μὲν ὄκνον τῷ δὲ θάρσος, ἐλπίδα τε καὶ ἀπόγνωσιν ὑπὲρ τῶν μεγίστων διʼ ἐλαχίστου πᾶσιν οἷς ἐβούλετο ἐμποιεῖν ἐδύνατο.
καὶ ὅτι ταῦτʼ οὐκ ἄλλως περὶ αὐτοῦ λέγεται ἀλλʼ ἀληθῆ παραδέδοται, τεκμηριοῖ τὰ ἔργα. τῆς τε γὰρ Ἰβηρίας πολλὰ διὰ βραχέος προσεκτήσατο, καὶ τὸν πόλεμον ἐκεῖθεν διὰ τῶν Γαλατῶν, οὐχ ὅτι ἀσπόνδων ἀλλὰ καὶ ἀγνώστων οἱ τῶν πλείστων ὄντων, ἐς τὴν Ἰταλίαν ἐσήγαγε. τάς τε Ἄλπεις πρῶτος ἀνθρώπων τῶν οὐκ Εὐρωπαίων, ὅσα γε ἡμεῖς ἴσμεν, σὺν στρατῷ διέβη. καὶ ἐπʼ αὐτὴν τὴν Ῥώμην ἐπεστράτευσε, τά τε συμμαχικὰ αὐτῆς ὀλίγου πάντα, τὰ μὲν βίᾳ τὰ δὲ καὶ πείθων, ἀπέρρηξεν. καὶ ταῦτα μέντοι αὐτὸς καθʼ ἑαυτὸν ἄνευ τοῦ κοινοῦ τῶν Καρχηδονίων κατέπραξεν. οὔτε γὰρ τὴν ἀρχὴν ὑπὸ τῶν οἴκοι τελῶν ἐξεπέμφθη, οὔθʼ ὕστερον μεγάλης τινὸς βοηθείας παρʼ αὐτῶν ἔτυχε· τῆς γάρ τοι δόξης τῆς τε ὠφελίας οὐκ ἐλάχιστα ἀπολαύσειν ἀπʼ αὐτοῦ μέλλοντες, μὴ ἐγκαταλιπεῖν αὐτὸν δόξαι μᾶλλον ἢ συναίρεσθαι ἔν τινι ἰσχυρῶς ἠθέλησαν.
ὅτι ἡ μὲν εἰρήνη καὶ πορίζει χρήματα καὶ φυλάσσει, ὁ δὲ δὴ πόλεμος καὶ ἀναλίσκει καὶ διαφθείρει.
ὅτι πέφυκε πᾶν τὸ ἀνθρώπειον δεσπόζειν τε ἐπιθυμεῖν τῶν ὑπεικόντων καὶ τῇ παρὰ τῆς τύχης ῥοπῇ κατὰ τῶν ἐθελοδουλούντων χρῆσθαι.
ἀλλὰ μὴν συνειδότες αὐτὸ καὶ πεπειραμένοι αὐτῶν ἐξαρκεῖν ὑμῖν πρὸς ἀσφάλειαν τήν τε ἐπιείκειαν καὶ τὴν φιλανθρωπίαν νομίζετε; καὶ ὅσα ἂν ἢ λαθόντες ἢ ἐξαπατήσαντες ἡμᾶς ἢ καὶ βιασάμενοι ἀδικήσωσιν ἐν ἀμελείᾳ τίθεσθε μήτε παρορμᾶσθε μήτε προφυλάττεσθε μήτε ἀμύνεσθε; καὶ μέντοι καὶ ὅτι οὐδέποτε ἐλογίσασθε τοῦθʼ ὅτι τὰ τοιαῦτα πρὸς μὲν ἀλλήλους ὀρθῶς ὑμῖν ἔχει ποιεῖν, πρὸς δὲ δὴ Καρχηδονίους αἰσχρῶς καὶ κακῶς· τοῖς μὲν γὰρ πολίταις καὶ πράως καὶ πολιτικῶς χρῆσθαι δεῖ, κἂν γὰρ ἀλόγως τις σωθῇ, ἡμέτερόν ἐστιν, τοῖς δὲ δὴ πολεμίοις ἀφειδῶς· οὐ γὰρ ἐξ ὧν ἂν σφαλῶμεν φεισάμενοι αὐτῶν, ἀλλʼ ἐξ ὧν ἂν κρατήσωμεν κολούσαντες αὐτοὺς σωθησόμεθα.
ὅτι ὁ μὲν πόλεμος καὶ τὰ οἰκεῖά τισι σώζει καὶ τὰ ἀλλότρια προσκτᾶται, ἡ δὲ εἰρήνη οὐχ ὅπως τὰ πορισθέντα διʼ ἐκεῖνον ἀλλὰ καὶ ἑαυτὴν προσαπόλλυσιν.
αἰσχρὸν ἄρʼ ἐστιν ἤτοι τὸ κατʼ ἀρχὰς μὴ ὀρθῶς δόξαι τι πεποιηκέναι ἢ αὖθις μὴ δεόντως μετεγνωκέναι· τό τε γὰρ ἀπʼ ἀρχῆς προπετῶς ἃ μὴ χρὴ πράττειν δεινόν ἐστι καὶ τὸ τὰ ἀρέσαντα ἅπαξ ἐμπλήκτως λύειν δεινότερον.
δεῖ γὰρ τοὺς ὀρθῶς καὶ καλῶς βιοῦντας καὶ τοῖς πράγμασι χρωμένους προδιασκοπεῖν πρότερον ἃ δεῖ ποιεῖν, εἶθʼ οὕτως τοῖς ἀρέσασι χρῆσθαι· αἰσχρὸν γάρ ἐστι πρὸς τὰ ἔργα πρὸ τῶν λόγων τῶν περὶ αὐτῶν χωρεῖν, ἐν ᾧ κατορθώσαντες μὲν εὐτυχηκέναι μᾶλλον ἢ καλῶς βεβουλεῦσθαι δόξετε, σφαλέντες δὲ τὴν σκέψιν ἀπρονοήτως ὅτε οὐδὲν ὄφελος ἔτι ποιεῖσθαι. καὶ μέντοι καὶ ἐκεῖνο τίς οὐκ οἶδεν, ὅτι τὸ μὲν ἐπιτιμῆσαί τι καὶ κατηγορῆσαί τινων προσπολεμησάντων ποτὲ ἡμῖν ῥᾷστόν που καὶ παντός ἐστι, τὸ δʼ αὖ τῇ πόλει συμφέρον οὐ πρὸς ὀργὴν ὧν πεποιήκασί τινες, ἀλλὰ πρὸς τὸ χρήσιμον αὐτῆς εἰπεῖν τῇ τοῦ συμβούλου τάξει προσήκει; μὴ παρόξυνε πρότερον ἡμᾶς, ὦ Λέντουλε, μηδʼ ἀνάπειθε πολεμῆσαι πρὶν ὅτι καὶ συνοίσει τοῦθʼ ἡμῖν ἐπιδεῖξαι, σκοπῶν τά τε ἄλλα καὶ μάλισθʼ ὅτι οὐχ ὁμοίως ἐνταυθοῖ τε περὶ τῶν τοῦ πολέμου πραγμάτων λέγεται καὶ ἐν αὐτοῖς τοῖς ἔργοις πράττεται. — δεῖ γὰρ τοὺς—ὅτʼ οὐδὲν ὄφελός ἐστι ποιήσασθαι — ὅτι αἰσχρόν ἐστι πρὸς τὰ ἔργα—πράττεται.
συχνοὺς γὰρ αἱ συμφοραὶ διορθοῦσι, καὶ πολλοὶ καλῶς αὐταῖς χρησάμενοι κρεῖττον ἀπαλλάσσουσι τῶν εὖ καὶ τελείως πραττόντων καὶ διʼ αὐτὸ καὶ ὑβριζόντων· δοκεῖ γάρ πως ἡ κακοπραγία μέρος οὐκ ἐλάχιστον ἔχειν ὠφελίας, ὅτι μήτε ἐκφρονεῖν τοὺς ἀνθρώπους μήτε ἐξυβρίζειν ἐᾷ. κράτιστον μὲν γάρ ἐστι φύσει πρὸς πάντα τὰ ἀμείνονα τετράφθαι, καὶ τῆς ἐπιθυμίας μέτρον μὴ τὴν ἐξουσίαν ἀλλὰ τὸν λογισμὸν ποιεῖσθαι· ἂν δέ τις ἀδυνατῇ στέργειν τὸ κρεῖττον, λυσιτελεῖ αὐτῷ καὶ ἄκοντι σωφρονεῖν, ὥστε ἐν εὐδαιμονίᾳ καὶ τὸ μὴ πάντα εὖ πράττειν τίθεσθαι.
πῶς μὲν γὰρ οὐκ ἄτοπον τά τε ἔξω καὶ τὰ πόρρω πραττόμενα προθυμεῖσθαι ἡμᾶς κατορθῶσαι πρὸ τοῦ τὴν πόλιν αὐτὴν ἐπανορθῶσαι; πῶς δʼ οὐ σχέτλιον τῶν πολεμίων σπουδάζειν κρατῆσαι πρὸ τοῦ τὰ σφέτερα εὖ θέσθαι;
φυλάξασθαι χρὴ μὴ καὶ αὖθίς τι τῶν ὁμοίων παθεῖν· ὅπερ που καὶ μόνον ἄν τις ἐκ τῶν συμφορῶν ὠφεληθείη· αἱ μὲν γὰρ εὐπραγίαι σφάλλουσιν ἔστιν ὅτε τοὺς ἀπερισκέπτως τι διʼ αὐτὰς ἐλπίσαντας ὡς καὶ αὖθις κρατήσοντας, τὰ δὲ δὴ πταίσματα ἀναγκάζει πάντα τινὰ ἐξ αὐτῶν ὧν πεπείραται, καὶ τοῦ μέλλοντος ἀσφαλῶς προορᾶσθαι.
ὅτι οὐκ ἔστι σμικρὸν οὔτε πρὸς τὴν παρὰ τῶν θεῶν εὔνοιαν οὔτε πρὸς τὴν παρὰ τῶν ἀνθρώπων εὐδοξίαν τὸ μὴ δοκεῖν πολεμοποιεῖν, ἀλλʼ ἀναγκάζεσθαι τοὺς ὑπάρξαντας ἀμύνασθαι.
τοιούτων δή τινων ἐπʼ ἀμφότερα λεχθέντων ἔδοξέ σφισι παρασκευάζεσθαι μὲν ὡς καὶ πολεμήσουσι, μὴ μέντοι καὶ τοῦτο ψηφίσασθαι, ἀλλὰ πρέσβεις ἐς τὴν Καρχηδόνα πέμψασι τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα ὑπʼ αὐτοῦ, δικάσαι, εἰ δʼ ἐς ἐκεῖνον ἀναφέροιεν αὐτά, ἐξαίτησιν αὐτοῦ ποιήσασθαι, κἂν μὲν ἐκδῶσιν αὐτόν, εἰ δὲ μή, τὸν πόλεμόν σφισιν ἐπαγγεῖλαι.
ὅτι ὡς οὐδὲν σαφὲς οἱ Καρχηδόνιοι τοῖς πρέσβεσιν ἀπεκρίναντο, ἀλλὰ καὶ ἐν ὀλιγωρίᾳ αὐτοὺς ἐποιοῦντο, ὁ Φάβιος ὁ Μᾶρκος τάς τε χεῖρας ὑπὸ τὸ ἱμάτιον ὑπέβαλε καὶ ὑπτιάσας αὐτὰς ἔφη «ἐγὼ μὲν ἐνταῦθʼ, ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δʼ ὁπότερον αὐτῶν βούλεσθε, ἄντικρυς ἕλεσθε.» ἀποκριναμένων δὲ πρὸς τοῦτο καὶ τότε αὐτῶν αἱρεῖσθαι μὲν μηδέτερον, δέχεσθαι δὲ ἑτοίμως ὁπότερον ἄν σφισι καταλίπωσι, τὸν πόλεμον αὐτοῖς ἐπήγγειλεν.
ὅτι οἱ Ῥωμαῖοι Ναρβωνησίους πρὸς συμμαχίαν ἐκάλουν· οἱ δὲ οὔτε τι πρὸς τῶν Καρχηδονίων κακὸν οὔτʼ αὖ πρὸς τῶν Ῥωμαίων ἀγαθόν, ὥστε τοῖς μὲν πολεμῆσαι τοῖς δὲ ἀμῦναι, πεπονθέναι πώποτε ἔφασαν, καὶ πάνυ διʼ ὀργῆς αὐτοὺς ἔσχον, ἐπικαλοῦντές σφισιν ὅτι πολλὰ καὶ δεινὰ τοὺς ὁμοφύλους αὐτῶν ἐδεδράκεσαν.
ὅτι ἀπὸ τοιαύτης φησὶν ὁ Δίων ἐκεῖθεν ἤδη προσδοκίας Ῥωμαίους καὶ Καρχηδονίους καθίστασθαι μέγιστον τῇ γνώμῃ τὸ διάφορον ἐς τὴν τοῦ πολέμου διαχείρισιν εἰληφότας. τό τε γὰρ εὔελπι πρὸς εὐθυμίαν πάντας ἀνθρώπους ἄγον προθυμοτέρους τε αὐτοὺς καὶ ἐχεγγυωτέρους πρὸς πίστιν τοῦ κρατήσειν παρέχεται, καὶ τὸ δύσελπι ἔς τε ἀθυμίαν καὶ ἐς ἀπόγνωσιν ἐμβαλὸν καὶ τὴν ῥώμην τῆς εὐψυχίας ἀφαιρεῖται.
οἷά που οὖν φιλεῖ τά τε διὰ πλείστου καὶ τὰ ἐν ἀγνωσίᾳ ὄντα πολλοὺς ἐκταράσσειν, δέος τοῖς Ἴβηρσιν οὐκ ἐλάχιστον ἐνεποίει. τὸ γάρ τοι πολὺ τοῦ ὁμίλου, τὸ μὴ ἀπʼ οἰκείας τινὸς αἰτίας ἀλλʼ ἐν συμμαχίας λόγῳ στρατευόμενον, ἐπὶ τοσοῦτον ἔρρωται ἐφʼ ὅσον ἂν ὠφελήσεσθαί τι ἀκινδύνως ἐλπίσωσιν· ὅταν δὲ δὴ ἐγγὺς τῶν ἀγώνων γένωνται, τάς τε ἐλπίδας τῶν κερδῶν ἐξίστανται καὶ τὰς πίστεις τῶν ὑποσχέσεων ἐγκαταλείπουσι. καὶ τὸ μὲν πλεῖστον ταῖς γνώμαις, ὡς καὶ πάντῃ πάντως κατορθώσοντας, λαβεῖν· εἰ δʼ οὖν τι καὶ σφαλεῖεν, ἐλάχιστον αὐτὸ πρὸς ἃ ἀντήλπιζον νομίζειν.
ὅτι ἐπεὶ τῷ πλήθει τοῦ στρατοῦ τοῦ Ἀννίβου οὐδὲν τῶν παρασκευαζομένων ἐξήρκει, καί τινος αὐτῷ διὰ τοῦτο γνώμην δόντος ταῖς τῶν ἐναντίων σαρξὶ τοὺς στρατιώτας σιτίζειν, τὸ μὲν πρᾶγμα οὐκ ἐδυσχέραινε, φοβεῖσθαι δὲ ἔφη μήποτε τοιούτων σωμάτων ἀπορήσαντες ἐπʼ ἀλληλοφαγίαν τράπωνται.
ὅτι Ἀννίβας πρὶν ἔργου ἔχεσθαι συγκαλέσας τοὺς στρατιώτας παρήγαγε τοὺς αἰχμαλώτους οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἐπύθετο αὐτῶν πότερα δεδέσθαι τε ἐν πέδαις καὶ δουλεύειν κακῶς ἢ μονομαχῆσαι ἀλλήλοις, ὥστʼ ἀφεθῆναι προῖκα τοὺς νικήσαντας, ἐθέλοιεν. ἐπειδή τε τοῦθʼ εἵλοντο, συνέβαλεν αὐτούς, καὶ μαχεσαμένων σφῶν εἶπεν «εἶτʼ οὐκ αἰσχρόν, ὦ ἄνδρες στρατιῶται, τούτους μὲν τοὺς ὑφʼ ἡμῶν ἑαλωκότας οὕτω πρὸς τὴν ἀνδρείαν ἔχειν ὥστε καὶ ἀποθανεῖν ἀντὶ τοῦ δουλεῦσαι ἐπιθυμῆσαι, ἡμᾶς δʼ ὀκνῆσαι πόνον τινὰ καὶ κίνδυνον ὑπὲρ τοῦ μὴ ἀκούειν ἑτέρων καὶ προσέτι καὶ ἄρχειν ἄλλων ὑποστῆναι;»
ὅσα ἐλαττωθέντες ποτὲ ὑπὸ τῶν πολεμίων ἐπάθομεν, ταῦτα νικήσαντες αὐτοὺς ἀντιδράσομεν· εὖ γὰρ ἴστε, κρατήσαντες μὲν πάντων ὧν λέγω τευξόμεθα, κρατηθέντες δὲ οὐδὲ τὴν διαφυγὴν ἀσφαλῆ σχήσομεν· τοῦ τε γὰρ κρατήσαντος τὸ πᾶν παραχρῆμα φίλιόν ἐστι, κἂν μισοῦν αὐτὸ τυγχάνῃ, καὶ τὸ νικηθὲν οὐδεὶς οὐδὲ τῶν οἰκείων ἔτι θεραπεύει.
ὅτι τὸ ἅπαξ προσπταῖσαν πρός τινας ἀεί τε δυσωπεῖταί σφας καὶ θαρσεῖν οὐκέτι τολμᾷ.
..... γάρ τι καὶ δειλὸν καὶ ἄπιστον φύσει πᾶν τὸ Γαλατικὸν γένος ἐστίν· ὥσπερ γὰρ ἑτοίμως θρασύνεται πρὸς τὰς ἐλπίδας, οὕτως ἑτοιμότερον φοβηθὲν ἐκπλήττεται· πιστότερόν τʼ οὐδὲν τοῖς .... ....... τοὺς ἄλλους ἀνθρώπους ἐκδιδάξει τε μηδέποτε ἐς τὴν Ἰταλίαν ἐμβάλλειν τολμῆσαι ...
ὅτι πολλὰ τέρατα τὰ μὲν ὡς ἀληθῶς συμβάντα, τὰ δὲ καὶ μάτην θρυλούμενα ἐλογοποιήθη· ὅταν γάρ τινες ἰσχυρῶς φοβηθῶσιν καί σφισι καὶ ἐκεῖνα ὡς ὄντως γενόμενα ἀποδειχθῇ, πολλάκις ἕτερα προςφαντάζεται· κἂν ἅπαξ τι καὶ ἐκείνων πιστευθῇ, προπετῶς ἤδη καὶ τἆλλα πίστιν λαμβάνει. ἐθύοντο οὖν αἱ θυσίαι καὶ τἆλλα ὅσα οἱ ἄνθρωποι πρός τε τὴν τοῦ παρόντος δεινοῦ σφισιν ἄκεσιν καὶ πρὸς τὴν τοῦ ὑποπτευομένου διάφευξιν εἰώθασι ποιεῖν, ἐγίγνετο. ἀλλά, καὶ γὰρ φιλοῦσιν οἱ πολλοὶ τοῖς τοιούτοις παρὰ τὸ κρεῖττον ἐλπίζοντες πιστεῦσαι, καὶ τότε, εἰ καὶ μᾶλλον διὰ τὸ τοῦ προσδοκωμένου κινδύνου μέγεθος ἐνόμιζον ὅτι καὶ τὸ τραχύτατον αὑτοῖς συμπέσοι, ὅμως ἤλπιζον μὴ ἡττηθήσεσθαι.
ὅτι οἱ Ῥωμαῖοι δικτάτορα τὸν Φάβιον ἀνεῖπον, ἀγαπῶντες εἰ αὐτοί γε περιγένοιντο οὐδὲ τοῖς συμμάχοις βοήθειαν ἀπέστειλαν οὐδε μίαν οὐδὲ εστη ......., πυθόμενοι δὲ τὸν Ἀννίβαν τῆς τε ἐπὶ τὴν Ῥώμην ὁδοῦ ἀποτετράφθαι καὶ ἐς Καμπανίαν ὡρμῆσθαι τότε δὴ καὶ ἐκείνους, μή πως εἴτε ἑκούσιοι εἴτε βιασθέντες μεταστῶσιν, ἐς ἀσφάλειαν ἐποιήσαντο.
ὅτι ὁ Φάβιος διʼ ἀσφαλείας μᾶλλον ἢ διὰ κινδύνων προσεδρεύων οὔτε πεῖραν λαβεῖν ἀνδρῶν χειροτεχνῶν τοῦ πολέμου ὄντων ἐτόλμα, καὶ ἐν πολλῇ περιωπῇ τὴν τῶν στρατιωτῶν σωτηρίαν, ἄλλως τε καὶ διὰ τὴν τῶν πολιτῶν ὀλιγανθρωπίαν, ἐποιεῖτο, συμφορὰν οὐ τὸ μὴ φθεῖραι τὰ τῶν ἐναντίων ἀλλὰ τὸ τῶν οἰκείων ἀποβαλεῖν μεγάλην εἶναι νομίζων· ἐκείνους μὲν γὰρ τῇ περιουσίᾳ τοῦ πλήθους κἂν ἀνακινδυνεῦσαί ποτε σφαλέντας ἡγεῖτο, αὐτὸς δʼ εἰ καὶ τὸ βραχύτατον πταίσειεν, ἐν παντὶ κακοῦ, οὐ πρὸς τὸν ἀριθμὸν τῶν τότε ἀποθανόντων ἀλλὰ πρὸς τὸ μέγεθος τῶν πρὶν παθημάτων, γενήσεσθαι ἐλογίζετο· τοῖς μὲν γὰρ ἀκεραίοις πράγμασι καὶ τὰ δεινότατα ῥᾳδίως πολλάκις τοὺς ἀνθρώπους ὑφίστασθαι, τοὺς δὲ προκεκμηκότας καὶ τὰ βραχύτατα κακοῦν ἔλεγεν. καὶ διὰ τοῦτο καὶ τοῦ υἱέος συμβουλεύοντός ποτε αὐτῷ ἀποκινδυνεῦσαι, καί τι τοιοῦτον εἰπόντος ὅτι οὐκ ἂν πλείους ἑκατὸν ἀνδρῶν ἀπόλοιντο, οὔτε ἐπείσθη, καὶ προσανήρετο αὐτὸν εἰ καὶ αὐτὸς ἂν ἐθελήσειε τῶν ἑκατὸν ἀνδρῶν γενέσθαι.
ὅτι οἱ Καρχηδόνιοι οὐχ ὅπως αὐτεπάγγελτοί τι τῷ Ἀννίβᾳ ἔπεμψαν, ἀλλʼ ἐν γέλωτί τε αὐτὸν ἐποιοῦντο ὅτι τε εὖ πράττειν καὶ ὅτι πολλὰ κατορθοῦν ἀεί ποτε γράφων σφίσι καὶ χρήματα καὶ στρατιώτας παρʼ αὐτῶν ᾔτει, λέγοντες μηδὲν ὁμολογεῖν τὰς αἰτήσεις αὐτοῦ ταῖς κατορθώσεσι· τοὺς γὰρ κρατοῦντας προσήκειν καὶ τῷ παρόντι στρατεύματι ἀρκεῖσθαι καὶ χρήματα οἴκαδε πέμπειν, ἀλλʼ οὐχ ἕτερα πρὸς ἑαυτῶν προσεπαιτεῖν.
ἔγκλημα γοῦν ἔχω οὐχ ὅτι προπετῶς ἐς τὰς μάχας χωρῶ, οὐδʼ ὅτι διὰ κινδύνων στρατηγῶ, ἵνα πολλοὺς μὲν τῶν στρατιωτῶν ἀποβαλὼν πολλοὺς δὲ καὶ τῶν πολεμίων ἀποκτείνας αὐτοκράτωρ τε ὀνομασθῶ καὶ τὰ ἐπινίκια πέμψω, ἀλλʼ ὅτι βραδύνω καὶ ὅτι μέλλω καὶ ὅτι τῆς σωτηρίας ὑμῶν ἰσχυρῶς ἀεὶ προορῶμαι.
ὅτι τοῖς πολλοῖς σύνηθες τοῖς ἀρχομένοις εὖ φέρεσθαι ῥᾳδίως, ἄλλως τε καὶ ἐπὶ διαβολῇ τῶν εὐδοκιμούντων, προστίθεσθαι, διότι τὸ μὲν ἄρτι προφαινόμενον συναύξειν τὸ δʼ ὑπερέχον ἔτι καθαιρεῖν πεφύκασι· τοῖς μὲν γὰρ ἐκ πλείονος σφῶν προφέρουσιν οὐκ ἄν τις ἐξαίφνης παρισωθείη, τὸ δʼ ἀδόκητον αὐξηθὲν ἐλπίδα καὶ ἐκείνοις ἐς τὴν ὁμοίαν εὐτυχίαν φέρει.
ὅτι Ἀννίβας ἤτοι χαριζόμενος τῷ Φαβίῳ ὡς καὶ ἐπιτηδείῳ σφίσιν ὄντι, ἢ καὶ ἐπὶ διαβολῇ αὐτοῦ, οὐδὲν τῶν προσηκόντων οἱ κατέδραμεν. καὶ διὰ τοῦτʼ ἀντιδόσεως τῶν αἰχμαλώτων τοῖς Ῥωμαίοις πρὸς τοὺς Καρχηδονίους, ὥσθʼ ὁποτέρων ἂν πλείους εὑρεθῶσιν ἀπολυτρωθῆναί σφας, γενομένης, καὶ τῶν Ῥωμαίων μὴ βουληθέντων αὐτοὺς ἐκ τοῦ δημοσίου λυτρώσασθαι, τὰ χωρία ὁ Φάβιος ἀποδόμενος τὰ λύτρα αὐτοῖς ἐχαρίσατο. καὶ διὰ τοῦτο αὐτὸν μὲν οὐκ ἔπαυσαν, τῷ δὲ ἱππάρχῳ τὴν αὐτήν οἱ ἐξουσίαν ἔδωκαν, ὥστʼ ἀμφοτέρους ἅμα ἀπὸ τῆς ἴσης ἄρχειν. καὶ ὁ μὲν Φάβιος οὐδεμίαν ὀργὴν οὔτε τοῖς πολίταις οὔτε τῷ Ῥούφῳ ἔσχε· τῶν τε γὰρ ἀνθρωπίνων πραγμάτων συνεγίγνωσκεν αὐτοῖς, καὶ ἀγαπητὸν ἐποιεῖτο εἰ καὶ ὁπωσοῦν περιγένοιντο. τὸ γὰρ κοινὸν σώζεσθαι καὶ κρατεῖν, ἀλλʼ οὐκ αὐτὸς εὐδοξεῖν ἤθελεν, τήν τε ἀρετὴν οὐκ ἐν τοῖς ψηφίσμασιν ἀλλʼ ἐν τῇ ἑκάστου ψυχῇ εἶναι, καὶ τὸ κρεῖττον τό τε χεῖρον οὐκ ἀπὸ δόγματός τινι ἀλλʼ ἐκ τῆς αὐτοῦ ἐκείνου ἐπιστήμης ἢ ἀμαθίας ὑπάρχειν νομίζων. ὁ δὲ δὴ Ῥοῦφος οὐδὲ ἐν τῷ πρὶν ὀρθῶς φρονῶν τότε δὴ καὶ μᾶλλον ἐπεφύσητο, καὶ κατέχειν ἑαυτόν, ἅτε καὶ τῆς ἀπειθαρχίας ἆθλον τὴν πρὸς τὸν δικτάτορα ἰσομοιρίαν προσλαβών, οὐκ ἐδύνατο, ἀλλʼ ἡμέραν ἠξίου παρʼ ἡμέραν ἢ καὶ πλείους ἐναλλὰξ μόνος ἄρχειν. ὁ δὲ Φάβιος φοβηθεὶς μή τι κακόν σφας, εἰ πάσης τῆς δυνάμεως ἐγκρατὴς γένοιτο, ἐξεργάσαιτο, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλʼ ἐνείματο τὸ στράτευμα, ὥστε ἐν ὁμοίῳ τοῖς ὑπάτοις καὶ ἐκείνους ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ παραχρῆμα ὁ Ῥοῦφος ἀπεστρατοπεδεύσατο, ἵνα καὶ τῷ ἔργῳ διάδηλος, ὅτι αὐτὸς καθʼ ἑαυτὸν ἀλλʼ οὐχ ὑπὸ τῷ δικτάτορι ἄρχοι, γένοιτο.
ὅτι ὁ Ῥοῦφος ἰσομοιρίαν λαχὼν τῷ δικτάτορι καὶ ἡττηθεὶς ὑπὸ Καρχηδονίων μετεβάλετο — σωφρονίζουσι γάρ πως τοὺς μὴ πάνυ ἀνοήτους αἱ συμφοραί — καὶ ἐθελοντὴς τὴν ἡγεμονίαν ἀφῆκε. καὶ αὐτὸν ἰσχυρῶς ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν· οὐ γὰρ ὅτι μὴ κατʼ ἀρχὰς τὸ δέον ἔγνω, μεμπτὸς ἐνομίζετο, ἀλλʼ ὅτι μὴ κατώκνησε μετανοῆσαι, καλῶς ἤκουε. τὸ μὲν γὰρ ἀπὸ πρώτης εὐθὺς τὰ προσήκοντά τινα ἑλέσθαι καὶ εὐτυχίας ἔργον ἡγοῦντο εἶναι, τὸ δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων τὰ βελτίω μαθόντα μὴ αἰσχυνθῆναι μεταθέσθαι μεγάλως ἐπῄνουν. ὥστε καὶ ἐκ τούτου δειχθῆναι σαφῶς ὅσον ἀνὴρ ἀνδρὸς ἀρετή τε ἀληθὴς δοκήσεως διαφέρει· ἃ γοῦν φθόνῳ καὶ διαβολῇ πρὸς τῶν πολιτῶν ὁ Φάβιος ἀφῃρέθη, ταῦτα παρʼ ἑκόντος τοῦ συνάρχοντος καὶ δεομένου γε ἀνεκτήσατο.
ὅτι ὁ αὐτὸς μέλλων ἐκ τῆς ἀρχῆς ἀπαλλαγήσεσθαι τοὺς ὑπάτους μετεπέμψατο καὶ ἐκεῖνό τε αὐτοῖς παρέδωκε καὶ προσπαρῄνεσε πάνθʼ ὅσα πραχθῆναι ἐχρῆν ἀφθονώτατα· τήν τε γὰρ σωτηρίαν τῆς πόλεως προετίμα τοῦ μόνος γε δοκεῖν καλῶς ἄρχειν, καὶ οὐκ ἐξ ὧν ἂν ἔπταισαν ἰδιογνωμονήσαντες, ἀλλʼ ἐξ ὧν κατώρθωσαν πεισθέντες αὐτῷ μᾶλλον ἐπαινεθήσεσθαι προσεδόκησε. καὶ οἱ ὕπατοι δὲ οὐδὲν θρασέως κατὰ τὴν τοῦ Φαβίου ὑποθήκην ἔπραξαν, ἀλλʼ ἐν ἀμείνονι τὸ μή τι καταπρᾶξαι τοῦ καὶ σφαλῆναι τιθέμενοι κατὰ χώραν πάντα τὸν τῆς ἡγεμονίας χρόνον ἔμειναν.
Οἱ γὰρ Ἰάπυγες καὶ Ἄπουλοι περὶ τὸν Ἰόνιον κόλπον οἰκοῦσιν. Ἀπούλων δὲ ἔθνη κατὰ τὸν Δίωνα Πευκέτιοι Πεδίκουλοι καὶ Δαύνιοι καὶ Ταραντῖνοι. καὶ Κάνναι Διομήδους πεδίον ἔστι περὶ τὴν Ἀπουλίαν τῶν Δαυνίων. ἡ δὲ Μεσσαπία καὶ Ἰαπυγία ὕστερον Σαλεντία, εἶτα Καλαβρία ἐκλήθη. ἡ δὲ Ἀργύριππα πόλις τοῦ Διομήδους μετεκλήθη Ἀπούλοις Ἄρποι.
ὅτι περὶ μαντικῆς καὶ ἀστρονομίας φησὶν ὁ Δίων «ἐγὼ μέντοι οὔτε περὶ τούτων οὔτε περὶ τῶν ἄλλων τῶν ἐκ μαντικῆς προλεγομένων τισὶ συμβαλεῖν ἔχω· τί γάρ που καὶ βούλεται τὸ προσημαίνειν, εἴ γε πάντως τέ τι ἔσται καὶ μηδεμία ἂν αὐτοῦ ἀποτροπὴ μήτʼ ἀνθρωπίνῃ περιτεχνήσει μήτʼ αὖ θείᾳ προνοίᾳ γένοιτο; ταῦτα μὲν οὖν ὅπῃ ποτὲ ἑκάστῳ δοκεῖ νομιζέσθω.»
ὅτι ἦρχον Παῦλος καὶ Τερέντιος ἄνδρες οὐχ ὁμοιότροποι, ἀλλʼ ἐξ ἴσου τῷ διαφόρῳ τοῦ γένους καὶ τὰ ἤθη διαλλάττοντες. ὁ μὲν γὰρ εὐπατρίδης τε ἦν καὶ παιδείᾳ ἐκεκόσμητο, τό τε ἀσφαλὲς πρὸ τοῦ προπετοῦς προετίμα, καί πῃ καὶ ἐκ τῆς αἰτίας, ἣν ἐπὶ τῇ προτέρᾳ ἀρχῇ εἰλήφει, κεκολουσμένος οὐκ ἐθρασύνετο, ἀλλʼ ὅπως μὴ καὶ αὖθίς τι δεινὸν πάθοι μᾶλλον ἢ ὅπως ἀποτολμήσας τι κατορθώσῃ . .. Τερέντιος δὲ ἔν τε τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν θρασύτητι βαναυσικῇ ἤσκητο, καὶ διὰ ταῦτʼ ἔς τε τἆλλʼ ἐξεφρόνει καὶ τὸ κράτος ἑαυτῷ τοῦ πολέμου προυπισχνεῖτο, τοῖς τε εὐπατρίδαις πολὺς ἐνέκειτο, καὶ τὴν ἡγεμονίαν μόνος πρὸς τὴν τοῦ συνάρχοντος ἐπιείκειαν ἔχειν ἡγεῖτο.
ὅτι τὸ τοῦ Τερεντίου ἀπερίσκεπτον καὶ τὸ τοῦ Παύλου ἐπιεικές, βουλομένου μὲν ἀεὶ τὰ προσήκοντα, συγχωροῦντος δὲ τὰ πολλὰ τῷ συνάρχοντι — δεινὴ γάρ ἐστιν ἐλαττωθῆναι θράσους πρᾳότης —, ἥττησεν αὐτούς.
ὅτι ἐν τῇ συμπλοκῇ τοῦ πολέμου οὐδʼ οἱ πάνυ θαρσοῦντες ἐλαφροτέραν τὴν ἐλπίδα τοῦ φόβου πρὸς τὸ ἄδηλον αὐτῆς εἶχον, ἀλλὰ καὶ ὅσῳ μᾶλλον ἡγοῦντο νικήσειν, τόσῳ μᾶλλον ἐδέδισαν μή πῃ καὶ σφαλῶσι· τοῖς μὲν γὰρ ἀγνοοῦσί τι οὐδέν ἐστι φοβερὸν ἐκ τῆς ἀπονοίας ὑπομένειν, τὸ δὲ ἐκ λογισμοῦ θαρσοῦν ...
ὅτι ὁ Σκιπίων πυθόμενός τινας παρασκευάζεσθαι τῶν Ῥωμαίων τήν τε Ῥώμην ἐγκαταλιπεῖν καὶ τὴν Ἰταλίαν ὅλην ὡς τῶν Καρχηδονίων ἐσομένην, ἐπέσχεν αὐτοὺς ξιφήρης ἐς τὴν κατάλυσιν ἐν ᾗ ἐκοινολογοῦντο ἐξαίφνης ἐσπηδήσας, καὶ αὐτός τε ὀμόσας πάντα τὰ προσήκοντα καὶ λόγῳ καὶ ἔργῳ πράξειν, καὶ ἐκείνους ὁρκώσας ὡς παραχρῆμα ἀπολουμένους, ἂν μὴ τὰ πιστὰ αὐτῷ παράσχωνται. καὶ οἱ μὲν ἐκ τούτου συμφρονήσαντες πρὸς τὸν ὕπατον ἔγραψαν ὅτι σώζοιντο· ἐκεῖνος δὲ ἐς μὲν τὴν Ῥώμην οὔτʼ ἔγραψε παραχρῆμα οὔτʼ ἄγγελον ἀπέστειλεν, ἐς δὲ τὸ Κανύσιον ἐλθὼν τά τε ἐνταῦθα κατεστήσατο, καὶ τοῖς πλησιοχώροις φρουρὰς ὡς ἐκ τῶν παρόντων ἔπεμψε, προσβάλλοντάς τε τῇ πόλει ἱππέας ἀπεκρούσατο. τό τε σύνολον οὔτʼ ἀθυμήσας οὔτε καταπτήξας, ἀλλʼ ἀπʼ ὀρθῆς τῆς διανοίας, ὥσπερ μηδενός σφισι δεινοῦ συμβεβηκότος, πάντα τὰ πρόσφορα τοῖς παροῦσι καὶ ἐβούλευσε καὶ ἔπραξεν.
ὅτι τοὺς Νουκερίνους καθʼ ὁμολογίαν ὥστε μεθʼ ἑνὸς ἱματίου ἕκαστον ἐκ τῆς πόλεως ἐκχωρῆσαι λαβὼν Ἀννίβας, ἐπειδὴ ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξεν, τοῖς δὲ ἄλλοις ἀπελθεῖν δῆθεν ὅποι βούλοιντο δοὺς πολλοὺς καὶ ἐκείνων ἐν τῇ ὁδῷ ἐφόνευσεν. οὐ μέντοι αὐτῷ ἐλυσιτέλησε· φοβηθέντες γὰρ καὶ οἱ λοιποὶ μὴ τὰ ὅμοια πάθωσιν, οὐ συνέβαινον αὐτῷ, καὶ ἀντεῖχον ἐφʼ ὅσον ἐξήρκουν.
ὅτι ὁ Μάρκελλος καὶ ἀνδρείᾳ καὶ σωφροσύνῃ τῇ τε δικαιοσύνῃ πολλῇ ἐχρήσατο, παρὰ δὲ δὴ τῶν ἀρχομένων οὐ πάντα ἀκριβῶς οὐδὲ χαλεπῶς ἀπῄτει, οὐδὲ ἐπιμέλειαν ὅπως καὶ ἐκεῖνοι τὰ δέοντα πράττωσιν ἐποιεῖτο, τοῖς τε ἁμαρτάνουσί τι αὐτῶν συγγνώμην κατὰ τὸ ἀνθρώπινον ἔνεμε, καὶ οὐκ ὠργίζετο ἔτι εἰ μὴ ὅμοιοι αὐτῷ εἶεν.
ὅτι ἐν τῇ Νώλῃ πολλῶν τοὺς ἁλόντας τε ἐν ταῖς Κάνναις καὶ ἀφεθέντας ὑπὸ τοῦ Ἀννίβου διὰ φόβου τε ἐχόντων ὡς καὶ τὰ ἐκείνου φρονοῦντας καὶ θανατῶσαι βουλομένων, ἀντέστη. καὶ μετὰ τοῦτο τὴν ὑποψίαν ἣν ἐς αὐτοὺς εἶχεν ἀποκρυψάμενος, οὕτω σφᾶς μετεχειρίσατο ὥστε τά τε ἑαυτοῦ ἀνθελέσθαι καὶ χρησιμωτάτους καὶ τῇ πατρίδι καὶ τοῖς Ῥωμαίοις γενέσθαι.
ὅτι ὁ αὐτὸς Μάρκελλος τῶν ἱππέων τινὰ τῶν Λευκανῶν αἰσθόμενος ἐν ἔρωτι γυναικὸς ὄντα, συνεχώρησεν αὐτῷ καὶ ἐν τῷ στρατοπέδῳ αὐτὴν ἔχειν, ὅτι κράτιστα ἐμάχετο, καίπερ ἀπαγορεύσας μηδεμίαν ἐς τὸ τάφρευμα γυναῖκα ἐσιέναι.
ὅτι τὰ αὐτὰ ἐποίησε καὶ τοῖς Νουκερίνοις, πλὴν καθʼ ὅσον ἐς φρέατα τοὺς βουλευτὰς καὶ οὐκ ἐς βαλανεῖα ἐνέβαλεν.
ὅτι ὁ Φάβιος τοὺς πολίτας τοὺς ἐν ταῖς πρὶν μάχαις ζωγρηθέντας τοὺς μὲν ἄνδρα ἀντʼ ἀνδρὸς ἐκομίσατο, τοὺς δὲ καὶ χρημάτων ἀπολύσασθαι συνέθετο. μὴ δεξαμένης δὲ τῆς βουλῆς τὸ ἀνάλωμα, ὅτι μηδὲ τὴν λύσιν αὐτῶν συνεπῄνεσε, τά τε ἑαυτοῦ χωρία, ὥσπερ εἶπον, ἀπεκήρυξεν, καὶ ἐκ τῆς τιμῆς σφων τὰ λύτρα αὐτοῖς ἐχαρίσατο.
Δίων ἐν ιεʹ βιβλίῳ «μὴ οἱ Συρακούσιοι νεωτερίσωσί τι, τὴν βοήθειαν ἀπογνόντες.»
Δίων ἐν Ῥωμαϊκῶν ειʹ «ἔκ τε γὰρ τῆς ἀπὸ τοῦ πάνυ ἀρχαίου ἀξιώσεως καὶ ἐκ τῆς παλαιᾶς πρὸς τοὺς Ῥωμαίους φιλίας οὐκ ἤνεγκαν δικαιωθέντες ἀλλʼ ἐπεχείρησαν καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου καὶ οἱ Συρακόσιοι τοῦ Μαρκέλλου κατηγορῆσαι. καὶ ἐδικαιώθησαν ἐν τῷ συνεδρίῳ.»
ὅτι οἱ Ῥωμαῖοι διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ, ἀνταπόδοσιν τῶν αἰχμαλώτων ἀξιοῦντες γενέσθαι, οὐ κατηλλάξαντο δὲ αὐτούς, καίπερ καὶ ἐκείνου Καρθάλωνα ἐπʼ αὐτὸ τοῦτο ἀντιπέμψαντος· ἐπειδὴ γὰρ οὐκ ἐδέξαντο αὐτὸν εἴσω τοῦ τείχους κατὰ τὸ πολέμιον, οὐδὲ ἐς λόγους αὐτοῖς ἐλθεῖν ἠθέλησεν, ἀλλʼ εὐθὺς διʼ ὀργῆς ἀνέστρεψεν.
ὅτι ὁ Σκιπίων ὁ τὸν πατέρα τρωθέντα σώσας, ὁ στρατηγός, ἦν καὶ φύσεως ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος, τό τε φρόνημα καὶ τὸ τῆς γνώμης καὶ τὸ τῶν λόγων, ὁπότε γε καὶ τούτου ἔδει, μέγιστον εἶχε, καὶ αὐτὸ καὶ ἐν τοῖς ἔργοις οὐχ ἥκιστα ἐβεβαίου, ὥστε καὶ μεγαλόφρων καὶ μεγαλοπράγμων, οὐκ ἐκ κενοῦ αὐχήματος ἀλλʼ ἐξ ἐχεγγύου διανοίας, δοκεῖν εἶναι. διά τε οὖν ταῦτα, καὶ διότι καὶ τὸ θεῖον ἀκριβῶς ἤγαλλεν, ἐχειροτονήθη. οὐδὲν γὰρ οὔτʼ οὖν δημόσιον οὔτʼ ἴδιον πρὶν ἔς τε τὸ Καπιτώλιον ἀναβῆναι καὶ χρόνον τινὰ ἐνδιατρῖψαι ἐνεχειρίζετο. καὶ διὰ τοῦτο φήμην ἔλαβεν ἐκ τοῦ Διὸς ἐς δράκοντα ἐν τῇ πρὸς τὴν μητέρα αὐτοῦ συνουσίᾳ μεταβαλόντος γεγεννῆσθαι. καί τινας καὶ ἐκ τούτου πολλοῖς ἐλπίδας ἐς αὑτὸν ἐνεποίει.
ὅτι ὁ Σκιπίων καὶ μὴ ἐννόμου ἡγεμονίας λαβὼν ὄνομα ἐξ ὧν ἐχειροτονήθη, τὸ στρατόπεδον προσφιλὲς ἐποιήσατο, καὶ ἤσκησεν ἐξηργηκότας ἐκ τῆς ἀναρχίας καὶ ἀνεκτήσατο κατεπτηχότας ἐκ τῶν συμφορῶν. τόν τε Μάρκιον οὐχ, οἷά που φιλοῦσιν οἱ πολλοί, ἀνεπιτήδειον ἡγήσατο ὅτι εὐδοκιμηκὼς ἦν, ἀλλὰ καὶ ἐν τοῖς λόγοις καὶ ἐν τοῖς ἔργοις ἀεὶ ἐσέμνυνεν· καὶ γὰρ ἦν οἷος οὐκ ἐκ τῆς τοῦ πέλας διαβολῆς καὶ καθαιρέσεως ἀλλʼ ἐκ τῆς οἰκείας ἀρετῆς αὔξεσθαι θέλειν. καὶ διὰ τοῦτό γε οὐχ ἥκιστα τοὺς στρατιώτας ᾠκειώσατο.
ὅτι στάσεως γενομένης τῶν στρατιωτῶν ὁ Σκιπίων συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ ἐς τὸ δημόσιον ἀπέδειξε. τῶν τε αἰχμαλώτων ἐς τὸ ναυτικὸν κατέταξεν, καὶ τοὺς ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέδωκε. καὶ αὐτῷ διὰ τοῦτο πολλοὶ μὲν δῆμοι πολλοὶ δὲ καὶ δυνάσται, ἄλλοι τε καὶ Ἰνδίβολις καὶ Μανδόνιος Ἰλεργετανοί, προσεχώρησαν. τό τε τῶν Κελτιβήρων ἔθνος πλεῖστόν τε καὶ ἰσχυρότατον τῶν περιχώρων ὂν ὧδε προσέθετο. παρθένον ἐν τοῖς αἰχμαλώτοις ἐπιφανῆ κάλλει λαβὼν ὑπωπτεύθη μὲν ἄλλως ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι Ἀλλουκίῳ τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἠγγύηται, μετεπέμψατό τε αὐτὸν αὐτεπάγγελτος, καὶ τὴν παῖδα αὐτῷ παρέδωκε μετὰ τῶν λύτρων ἅπερ οἱ προσήκοντες αὐτῆς ἐκεκομίκεσαν. κἀκ τοῦ ἔργου τούτου καὶ ἐκείνους καὶ τοὺς ἄλλους ἀνηρτήσατο.
ὅτι ὁ Σκιπίων δεινὸς μὲν ἦν ἐν ταῖς στρατηγίαις, ἐπιεικὴς δὲ ἐν ταῖς ὁμιλίαις, καὶ ἐς μὲν τοὺς ἀνθισταμένους αὐτῷ φοβερός, ἐς δὲ τοὺς ὑπείκοντας φιλάνθρωπος. καὶ προσέτι καὶ ἐκ τῆς τοῦ πατρὸς τοῦ τε θείου δόξης πλεῖστον ἐς πίστιν ὧν ἐποίει, τῷ δοκεῖν ἀπʼ ἀρετῆς ἐκ γένους ἀλλʼ οὐκ ἐκ τοῦ προστυχόντος εὐδοκιμεῖν, ἴσχυε. τότε δὲ καὶ μᾶλλον ἐπί τε τῷ τάχει τῆς νίκης, καὶ ὅτι καὶ ὁ Ἀσδρούβας ἐς τὴν μεσόγειαν ἀνεχώρησεν, μάλιστα δὲ ὅτι καὶ ἐθείασεν, εἴτʼ οὖν παρὰ δαιμονίου τινὸς μαθὼν εἴτε κατὰ τύχην, ὅτι ἐν τῇ τῶν πολεμίων στρατοπεδεύσοιτο, ὃ καὶ ἐγένετο, πάντες μὲν αὐτὸν ὡς καὶ κρείττω σφῶν ὄντα ἐτίμων, οἱ δὲ Ἴβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον.
Δίων ἐν τῷ ιϛʹ «πάντες ἀποθανεῖν ἐστε ἄξιοι, οὐ μέντοι καὶ ἐγὼ πάντας ὑμᾶς θανατώσω, ἀλλʼ ὀλίγους μέν, οὓς καὶ συνείληφα ἤδη, δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι.»
ὅτι ὁ Μασινίσσας ἄλλως μὲν ἐν τοῖς κράτιστος ἀνὴρ ἦν, τά τε πολέμια καὶ τοῖς βουλεύμασι καὶ τῇ χειρὶ ἄριστα ἐξειργάζετο, καὶ ἐς πίστιν οὐχ ὅτι τῶν ὁμοφύλων — ἄπιστοι γὰρ οὗτοί γε ὡς πλήθει εἰσί — ἀλλὰ καὶ τῶν πάνυ μέγα ἐπʼ αὐτῇ φρονούντων προέφερεν.
ὅτι τῆς Σοφωνίδος ἰσχυρῶς ἤρα Μασινίσσας, ἣ τό τε κάλλος ἐπιφανὲς εἶχε — καὶ γὰρ τῇ συμμετρίᾳ τοῦ σώματος καὶ τῷ ἄνθει τῆς ὥρας ἤκμαζεν — καὶ παιδείᾳ πολλῇ καὶ γραμμάτων καὶ μουσικῆς ἤσκητο· ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ τὸ σύμπαν οὕτως ἐπαφρόδιτος ὥστε καὶ ὀφθεῖσα ἢ καὶ ἀκουσθεῖσα μόνον πάντα τινά, καὶ τὸν πάνυ δυσέρωτα, κατεργάσασθαι.
... μέντοι καὶ ἠθέλησε τοῦτον τίσασθαι· προϋποπτευθεὶς γὰρ ἔφυγε, καὶ ἐς τὴν Λιβύην ἐλθὼν πολλὰ μὲν καθʼ ἑαυτὸν πολλὰ δὲ καὶ μετὰ τῶν Ῥωμαίων καὶ τὸν Σύφακα καὶ τοὺς Καρχηδονίους ἐλύπησεν. Σκιπίων δὲ ἐπειδὴ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν βίᾳ τὰ δὲ καὶ ὁμολογίᾳ προσεποιήσατο, τὸν στόλον τὸν ἐς τὴν Λιβύην ἡτοιμάζετο, οὗπερ ἀεὶ ἐφίετο· καὶ γὰρ τοῦτο καίτοι πολλῶν ἀντιλεγόντων ἐπετράπη τότε, καὶ τῷ Σύφακι συγγενέσθαι ἐκελεύσθη. κἂν ἐξείργαστό τι τοῦ φρονήματος τοῦ ἑαυτοῦ ἄξιον· ἢ γὰρ Καρχηδόνα εἷλεν ἂν τὸν πόλεμον αὐτῇ περιστήσας, ἢ τὸν Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἐξήγαγεν, ὅπερ ὕστερον ἔπραξεν, εἰ μὴ οἱ ἐν οἴκῳ Ῥωμαῖοι τὰ μὲν φθόνῳ αὐτοῦ τὰ δὲ καὶ φόβῳ ἐμποδὼν ἐγένοντο· τό τε γὰρ νέον πᾶν μειζόνων ἀεὶ ἐπορέγεσθαι καὶ τὸ κατορθοῦν πολλάκις ἄπληστον τῆς εὐπραγίας εἶναι νομίζοντες χαλεπώτατα ἂν ἡγοῦντο νεανίσκου ψυχὴν αὐχήματι προ ....... ... ........................... ........... .................. .................... ........ .............................. ........ χ..ρ οὐκ ἐκείνῳ πρός τε δυναστείαν καὶ δόξαν ἀλλʼ ἑαυτοῖς πρός τε ἐλευθερίαν καὶ σωτηρίαν συμφέρῃ χρῆσθαι, κατέλυον αὐτόν, καὶ ὃν αὐτοὶ προῆγον ἐς τὰ πράγματα ἐν χρείᾳ αὐτοῦ γενόμενοι, τοῦτον ἐθελονταὶ καθῄρουν, ὅτι μείζων τῆς κοινῆς ἀσφαλείας ἐγεγόνει· καὶ τοῦτο οὐκέτι ὅπως Καρχηδονίους παντελῶς διʼ αὐτοῦ καταπολεμήσωσιν, ἀλλʼ ὅπως μὴ ἑαυτοῖς τύραννον αὐθαίρετον ἐπασκήσωσιν ἐσκόπουν. τῶν οὖν στρατηγῶν δύο αὐτῷ διαδόχους πέμψαντες ἀνεκάλεσαν αὐτόν. καὶ τὰ μὲν ἐπινίκια οὐκ ἐψηφίσαντό οἱ, ὅτι ἰδιώτης τε ὢν ἐστράτευτο καὶ ἐπʼ οὐδεμιᾶς ἐννόμου ἡγεμονίας ἐξήταστο, βοῦς μέντοι ἑκατὸν λευκοὺς ἐν τῷ Καπιτωλίῳ θῦσαι καὶ πανήγυρίν τινα ἐπιτελέσαι τήν τε ὑπατείαν ἐς τὸ τρίτον ἔτος αἰτῆσαι ἐπέτρεψαν· αἱ γὰρ ἐς νέωτα ἀρχαιρεσίαι νεωστὶ ἐγεγόνεσαν.
ἐν δὲ τοῖς αὐτοῖς τούτοις χρόνοις καὶ ὁ Σουλπίκιος μετὰ τοῦ Ἀττάλου Ὠρεὸν μὲν προδοσίᾳ, Ὀποῦντα δὲ κατὰ τὸ ἰσχυρὸν ἔλαβεν· ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη σφίσι διὰ τάχεων καίπερ ἐν Δημητριάδι ὢν ἐπαμῦναι, ἐπειδὴ οἱ Αἰτωλοὶ τὰς διόδους προκατέσχον. ὀψὲ δʼ οὖν ποτε ἐπελθὼν καὶ καταλαβὼν τὸν Ἄτταλον τὴν λείαν τὴν ἐκ τοῦ Ὀποῦντος διατιθέμενον — ἐκείνῳ μὲν γὰρ αὕτη, τοῖς δὲ δὴ Ῥωμαίοις ἡ ἐκ τοῦ Ὠρεοῦ ἐγένετο — ἐς τὰς ναῦς αὐτὸν κατήραξεν, ὥστε τὸν Ἄτταλον διά τε τοῦτο καὶ διὰ Προυσίαν τὸν Βιθυνῶν βασιλέα, ἐσβαλόντα τε ἐς τὴν χώραν αὐτοῦ καὶ πορθοῦντα αὐτήν, ἀποπλεῦσαι κατὰ τάχος οἴκαδε. ὁ μέντοι Φίλιππος οὐχ ὅσον οὐκ ἐπήρθη τούτῳ, ἀλλὰ καὶ σπείσασθαι τοῖς Ῥωμαίοις ἠθέλησε, καὶ μάλισθʼ ὅτι καὶ ὁ Πτολεμαῖος πρέσβεις ἐκ τῆς Αἰγύπτου πέμπων συνήλλαττεν αὐτούς. καί τινων λόγων σφίσι γενομένων ..... ......................... ............. ................ ...................... .......... ............................ ... εἰρήνην οὐκέτι ᾔτησεν ἀλλὰ .................. τοὺς δὲ Αἰτωλοὺς ἀπὸ τῆς συμμαχίας τῆς τῶν Ῥωμαίων ρ .... τινι ἀποσπάσας φίλους ἐποιήσατο. οὐ μέντοι καὶ ἐπράχθη τι μνήμης ἄξιον οὔθʼ ὑπʼ ἐκείνων οὔτε ὑπʼ ἄλλων τινῶν, οὔτε τότε οὔτε ἐν τῷ ὑστέρῳ ἔτει ἐν ᾧ Λούκιός τε Οὐετούριος καὶ Καικίλιος Μέτελλος ὑπάτευσαν, καίπερ σημείων πολλῶν καὶ δυσχερῶν τοῖς Ῥωμαίοις γενομένων· ἀρνίον τε γὰρ ἀρρενόθηλυ ἐγεννήθη, καὶ σμῆνος ὑ ................ ον ὤφθη, κατά τε τῶν θυρῶν τοῦ ναοῦ τοῦ Διὸς τοῦ Καπιτωλίου ὄφεις δύο κατώλισθον, καὶ ἱδρῶτι πολλῷ αἵ τε θύραι τοῦ Ποσειδωνίου καὶ ὁ βωμὸς ἐρρύη, ἔν τε Ἀντίῳ στάχυες αἱματώδεις θερίζουσί τισιν ὤφθησαν, καὶ ἑτέρωθι γυνὴ κέρατα ἔχουσα ἀνεφάνη, κεραυνοί τε ἐς ναοὺς πολλοὶ ...
ὅτι Λικίννιος Κράσσος ὑπό τε ἐπιεικείας καὶ κάλλους πλούτου τε, ἀφʼ οὗπερ καὶ πλούσιος ἐπωνομάσθη, ὅτι τε ἀρχιερεὺς ἦν, ἔμελλεν ἐν τῇ Ἰταλίᾳ ἀκλήρωτος μένειν.
ὅτι τοῦ Πυθίου κελεύσαντος τοῖς Ῥωμαίοις τῷ ἀρίστῳ τῶν πολιτῶν ἐπιτρέψαι τὴν θεὸν τὴν ἐκ Πεσινοῦντος κομιζομένην ἐς τὸ ἄστυ, Πούπλιον Σκιπίωνα, παῖδα τοῦ Γναίου τοῦ ἐν τῇ Ἰβηρίᾳ τελευτήσαντος ὄντα, ἁπάντων προέκριναν καὶ προετίμησαν. αἴτιον δὲ ὅτι ἄλλως τε ... καὶ εὐσεβὴς καὶ δίκαιος ἐνομίζετο. ὃς ταύτην τότε ἐς τὴν πόλιν καὶ ἐς τὸ Παλάτιον μετὰ τῶν ἐπιφανεστάτων γυναικῶν ἀνήγαγεν.
ὅτι πυθόμενοι τὰ τῶν Λοκρῶν οἱ Ῥωμαῖοι, καὶ νομίσαντες αὐτὰ ὀλιγωρίᾳ τοῦ Σκιπίωνος συμβεβηκέναι, χαλεπῶς τε ἔφερον, καὶ ἐβουλεύσαντο εὐθὺς ὑπὸ ὀργῆς τῆς τε ἡγεμονίας αὐτὸν παῦσαι καὶ ἐπὶ δίκην ἀνακαλέσαι, προσπαροξυνθέντες ὅτι τῇ τε Ἑλληνικῇ διαίτῃ ἐχρῆτο καὶ ὅτι ἱμάτιον ἀνεβάλλετο, ὅτι τε ἐς παλαίστραν παρέβαλλεν. ὅτι τε τοῖς στρατιώταις ἁρπάζειν τὰ τῶν συμμάχων ἐπιτρέπειν ἐλέγετο, τόν τε πλοῦν τὸν ἐπὶ Καρχηδόνα διατρίβειν ἐπίτηδες, ὅπως ἐπὶ πλεῖον ἄρξειεν, ὑπωπτεύετο, μέγιστον δέ, ἐναγόντων τῶν ἀπʼ ἀρχῆς οἱ φθονούντων, μεταπέμψασθαι αὐτὸν ἤθελον. καὶ τοῦτο μὲν διὰ τὸ πλῆθος μεγάλην εὔνοιαν αὐτοῦ πρὸς τὰς ἐλπίδας ἔχον οὐκ ἐγένετο.
... σχόντες στρατόπεδόν τε ἐν ἐπιτηδείῳ ἐποιήσαντο, καὶ πᾶν αὐτὸ σταυρώμασι περιέφραξαν, χάρακας ἐπʼ αὐτὸ τοῦτʼ ἐνεγκάμενοι. ἄρτι τε κατεσκεύαστο, καὶ δράκων παρʼ αὐτὸ μέγας διὰ τῆς ἐπὶ τὴν Καρχηδόνα φερούσης ὁδοῦ παρείρπυσεν, ὥστε καὶ ἐκ τούτου τὸν Σκιπίωνα κατὰ τὴν περὶ τοῦ γονέως αὐτοῦ φήμην ἐπιθαρσήσαντα προθυμότερον τήν τε χώραν πορθῆσαι καὶ ταῖς πόλεσι προσμῖξαι. καί τινας καὶ εἷλεν αὐτῶν· οἵ τε Καρχηδόνιοι μηδέπω … φ.... παρεσκευασμένοι ἡσύχαζον, καὶ ὁ Σύφαξ ὀνόματι μὲν φίλος αὐτῶν ἦν, τῷ δὲ ἔργῳ ἐκ μέσου εἱστήκει· καὶ γὰρ πρὸς τὸν Σκιπίωνα καταλλαγὰς αὐτοῖς πρυτανεύειν ἐβούλετο, κρατήσαντας τοὺς ἑτέρους τῶν τε ἑτέρων ἂν ἅμα καὶ ἑαυτοῦ δεσπότας γενέσθαι νομίζων καὶ ἀντιπάλους ὅτι μάλιστα ἀλλήλοις ὄντας ἐθέλων διαλλάξαι. ἐγκειμένου δʼ οὖν τῇ χώρᾳ τοῦ Σκιπίωνος ὁ Ἄννων ὁ ἵππαρχος — ἦν δὲ υἱὸς τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος — φ . ξ .. εινος μὲν τὸν ......... ..........διεστ.... ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ........χω ..... Καρχηδονίοις .............................. ν πολεμικῶν ομ...ριας ἐν π......νε...ε … φ...σιν ἐπιστεύετο· κἀκ τούτου προπέμψας ὁ Σκιπίων ἱππέας τινὰς ἐκ τῆς συμβουλίας τῆς τοῦ Μασινίσσου ἐνήδρευσεν ἐς χωρία ἐπιτήδεια ἐς λείαν ὄντα, ἵνα καταδρομὴν ποιούμενοι ὑποφεύγωσι καὶ ἐπισπῶνται τοὺς ἐπιδιῶξαί σφας ἐθελήσοντας. γενομένου δὲ τούτου καὶ τῶν Καρχηδονίων ἐπεξελθόντων τε ἐκείνοις καὶ διʼ ὀλίγου κατὰ τὸ συγκείμενον τραπομένοις ἀνὰ κράτος ἐπισπομένων ὅ τε Μασινίσσας μετὰ τῶν ἀμφʼ αὐτὸν ἱππέων ὑπολειφθεὶς κατὰ νώτου τοῖς διώκουσιν ἐγένετο, καὶ ὁ Σκιπίων ἐξαναστὰς ἐκ τοῦ λόχου ἐπιὼν ἀπήντησεν αὐτοῖς, ὥστʼ ἀμφιβόλους δίχα ἀποληφθέντας καὶ ἀποθανεῖν πολλοὺς καὶ ἁλῶναι . ...... δ . ε . καὶ τὸν Ἄννωνα. πυθόμενος δὲ τοῦτο ὁ Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε. καὶ ἐκεῖνοι μὲν ἀνταπεδόθησαν· ὁ δὲ δὴ Σύφαξ εὖ τε εἰδὼς ὅτι ὁ Μασινίσσας οὐ Καρχηδονίοις μᾶλλόν τι ἢ καὶ αὐτῷ πολεμήσει, καὶ φοβηθεὶς μὴ ἐν ἐρημίᾳ συμμάχων, ἄν τι ἐκεῖνοι ἐγκαταλειφθέντες ὑπʼ αὐτοῦ πάθωσι, γένηται, τήν τε προσποίητον πρὸς τοὺς Ῥωμαίους φιλίαν ἀπεῖπε καὶ τοῖς Καρχηδονίοις φανερῶς συνῄρετο· οὐ μέντοι γε καθαρῶς, ὥστε καὶ ἀνθίστασθαί σφισιν, ἀλλὰ ἀδεῶς ἐκεῖνοι καταθέοντες λείαν τε πολλὴν ἦγον καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ Ἀννίβου πρότερον ἐς τὴν Λιβύην πεμφθέντων ἐκομίσαντο, καταφρονήσαντές τε αὐτῶν διὰ ταῦτα καὶ ἐπὶ τὴν Οὐτίκην ἐπεστράτευσαν. ἰδόντες οὖν τοῦτο ὅ τε Σύφαξ καὶ ὁ Ἀσδρούβας καὶ δείσαντες περὶ αὐτῇ οὐκέτʼ ἐκαρτέρησαν ἀλλʼ ἀντεπελθόντες ἔλυσαν τὴν πολιορκίαν, μὴ τολμησάντων αὐτῶν καὶ πρὸς ἀμφοτέρους ἅμα ἀγωνίσασθαι. καὶ οἱ μὲν ἐκ τούτου κατὰ χώραν ἐχείμασαν, τὰ ἐπιτήδεια τὰ μὲν αὐτόθεν λαμβάνοντες τὰ δὲ ἐκ τῆς Σικελίας τῆς τε Σαρδοῦς μεταπεμπόμενοι· αἱ γὰρ νῆές σφισιν αἱ τὰ λάφυρα ἐς τὴν Σικελίαν ἄγουσαι καὶ τροφὴν ἂν ἐπῆγον.
ἐν δὲ τῇ Ἰταλίᾳ κατὰ μὲν τὸν πρὸς Ἀννίβαν πόλεμον οὐδὲν μέγα ἐπράχθη, Πούπλιος γὰρ Σεμπρώνιος μάχῃ τινὶ βραχείᾳ νικηθεὶς ὑπὸ τοῦ Ἀννίβου ἀντεπεκράτησεν αὐτοῦ, ὁ δὲ δὴ Λίουιος καὶ ὁ Νέρων τιμητεύσαντες τοῖς τε Λατίνοις τοῖς προλιποῦσι τὴν συστρατείαν καὶ διπλοῦν ἀποδιδόναι πλῆθος τῶν στρατιωτῶν προσταχθεῖσι διδόναι ἀπογραφὰς ἐπήγγειλαν, ὅπως καὶ ἄλλοι χρήματά σφισι συνεσφέρωσι, καὶ τοὺς ἅλας ἀτελεῖς μέχρι τότε ὄντας ὑποτελεῖς ἐποίησαν· τοῦτο δὲ οὐκ ἄλλως ἔλεξα, ἀλλʼ ὅτι ὁ Λίουιος ἔπραξέ τε αὐτὸ ἀμυνόμενος τοὺς πολίτας ἐπὶ τῇ καταψηφίσει καὶ ἐπίκλησιν ἀπʼ αὐτοῦ ἔλαβε· Σαλινάτωρ γὰρ ἐπωνομάσθη. διά τε οὖν τοῦτο περιβόητοι οἱ τιμηταὶ οὗτοι ἐγένοντο, καὶ ὅτι τε ἀλλήλου ς τῶν τε ἵππων παρείλοντο καὶ αἰραρίους ἐποίησαν ..... όντες κατὰ τὴν ...
ὅτι ὁ Σκιπίων ναῦν Καρχηδονίαν λαβὼν ἀφῆκε μηδὲν ἀδικήσας, ἐπειδὴ ἐπὶ πρεσβείᾳ πρὸς αὐτὸν ἀφικνεῖσθαι ἐπλάσαντο· ᾔδει μὲν γὰρ ὅτι ἐπὶ τῇ τῶν ἑαλωκότων σωτηρίᾳ προεφασίσθη, προετίμησε δὲ τῆς καθέξεως αὐτῶν τὸ μηδʼ ὁτιοῦν διαβληθῆναί πως δυνάμενον ποιῆσαι. τοῦ τε Σύφακος καὶ τότε ἔτι συναλλάττοντος αὐτοὺς ὡς τὸν Σκιπίωνα ἐκ τῆς Λιβύης καὶ τὸν Ἀννίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὅτι καὶ ἐπίστευέν οἱ, ἀλλʼ ἵνα αὐτὸν σφήλῃ.
ὅτι ἦλθον οἱ Ῥωμαῖοι πρὸς τὸν Σκιπίωνα τά τε ἄλλα πολλὰ ἄγοντες καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς τε παρʼ αὐτῷ ξενίσεως μνημονεύσας, καὶ τὰ ἀνθρώπεια παθήματα ἀναλογισάμενος, ὅτι τε βασιλέα δυνάμεως οὐ σμικρᾶς καὶ ὅτι ἀξιοσπούδαστον καὶ ἑαυτῷ γενόμενον ἑώρα τότε οἰκτρῶς οὕτως ἔχοντα, ἀνεπήδησε μὲν ἐκ τοῦ δίφρου, καὶ ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐν θεραπείᾳ πολλῇ ἦγε.
ὅτι ἐπικηρυκευσάμενοι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι, τῶν τε ἐπιταχθέντων σφίσιν ὑπʼ αὐτοῦ οὐδὲν ὅτι οὐχ ὑποσχόμενοι, οἷα μηδὲν αὐτῶν πράξειν μέλλοντες, χρήματα μὲν αὐτῷ εὐθὺς ἔδοσαν καὶ τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν, ὑπὲρ δὲ τῶν ἄλλων ἐς τὴν Ῥώμην ἐπρεσβεύσαντο. καὶ αὐτοὺς ἐκεῖνοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναί σφισι πάτριον στρατοπέδων τισὶν ἐν τῇ Ἰταλίᾳ ὄντων ὑπὲρ εἰρήνης χρηματίζειν. ὕστερον δὲ ἀπάραντος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος λόγον αὐτοῖς ἔδοσαν, καὶ ἦλθον μὲν ἐς ἀμφισβήτησιν πρὸς ἀλλήλους, ἐπʼ ἀμφότερα ταῖς γνώμαις γενόμενοι, τέλος δὲ ἐψηφίσαντο τὰς σπονδὰς ἐφʼ οἷς ὁ Σκιπίων συνετέθειτο.
ὅτι οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι ἐπέθεντο καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν. τοῦ δὲ Σκιπίωνος ἀγανακτήσαντος ἐπὶ τούτῳ καὶ ἔγκλημα ποιησαμένου οὔτε τι μέτριον τοῖς πρέσβεσιν ἀπεκρίναντο, καὶ προσέτι καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασιν· καὶ εἴγε μὴ ἄνεμός σφισι κατὰ τύχην ἐπιγενόμενος ἐβοήθησεν, ἑάλωσαν ἂν ἢ ἀπώλοντο. καὶ διὰ τοῦτο ὁ Σκιπίων, καίπερ ἐπελθόντων ἐν τούτῳ τῶν τὴν εἰρήνην αὐτοῖς φερόντων, οὐκέτʼ αὐτὴν ἐποιήσατο.
Δίων βιβλίῳ ιζʹ «ἐπέστησεν ἐξαίφνης τοῦ δρόμου.»
Δίων ἐν Ῥωμαϊκῶν ιζʹ «πέφυκε γὰρ καὶ ἄλλως ὡς πλήθει τὸ μὲν εὐτυχοῦν θρασύνεσθαι, τὸ δὲ κακοπραγοῦν μετριάζειν, κἀκ τούτου τὸ μὲν δεδιὸς σωφρονεῖν, τὸ δὲ θαρσοῦν ἀκολασταίνειν. ἐπὶ πλέον δὲ ἐν ἐκείνῳ τοῦτʼ ἐφωράθη.»
Δίων ἐν Ῥωμαϊκῶν ιζʹ «καί τις λόγος περὶ αὐτῶν τοιόσδε ἐδημώθη.»
ἐνθυμιζόμενοι, λογιζόμενοι. οὕτω Δίων ἐν ιζʹ Ῥωμαϊκῶν.
ὅτι διεκηρυκεύσαντο οἱ Καρχηδόνιοι τῷ Σκιπίωνι. ἦν δὲ τὰ διωμολογημένα ὁμήρους τέ σφας δοῦναι, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους οὓς ἤτοι τῶν Ῥωμαίων ἢ τῶν συμμάχων σφῶν εἶχον ἀποδοῦναι, καὶ τοὺς ἐλέφαντας πάντας καὶ τὰς τριήρεις πλὴν δέκα παραδοῦναι, καὶ τὸ λοιπὸν μὴ κεκτῆσθαι μήτε ἐλέφαντας μήτε ναῦς, καὶ τῷ Μασινίσσᾳ πάντων ὧν εἶχον αὐτοῦ ἀποστῆναι καὶ ἐκείνῳ δοῦναι, τήν τε χώραν καὶ τὰς πόλεις τὰς ἐν τῇ ἐπικρατείᾳ αὐτοῦ οὔσας ἀφεῖναι, καὶ μήτε καταλόγους ποιεῖσθαι μήτε μισθοφόροις χρῆσθαι μήτε πόλεμον πρὸς μηδένα παρὰ τὴν τῶν Ῥωμαίων γνώμην ἀναιρεῖσθαι.
ὅτι ἡ Καρχηδὼν πολλοῖς Ῥωμαίων ἐξαιρετέα ἐδόκει εἶναι, καὶ Κορνηλίῳ ὑπάτῳ, καὶ ἔλεγεν ὅτι ἀδύνατόν ἐστι συνεστώσης αὐτῆς ἀδεεῖς σφᾶς εἶναι.
... ἐν μέντοι τῷ δήμῷ ........................... πάντες τὴν εἰρήνην ὁμοθυμαδὸν ἐψηφίσαντο. ἃ γὰρ ἐπεπόνθεσαν λογισάμενοι .................. αὐτῶν ἤμελλον π............. .............. κινδύνων τε ταλ........................ ... τῶν πραγμάτων ............................ ἐδικαίωσαν· ὁ ............................. τες καὶ ἐκεῖνα ......... ....................τ.. ἐκ μεγάλων ................... .......... α … α ε … ν οι δὲ ὃ .......................... .....ντες ἐπτ...
καὶ τῶν ἐλεφάντων οἱ μὲν πλείους ἐς τὴν Ῥώμην ἀπήχθησαν, οἱ δὲ λοιποὶ τῷ Μασινίσσᾳ ἐδωρήθησαν ..................... Καρχηδονίων .............................. τε τὴν Λιβύην ............................. δὲ δὴ πρεσβεύ ............ ................. συμβαλεῖν τοῖς ...................... ...... ἐπέτρεψαν· καὶ ὡ ............................ λησαν τῷ Σκιπίωνι ......................... μετὰ τὴν σύμβασιν .. ....................... τήν τε φιλίαν κ ................ ............βαίωσαν· καὶ τ........................... ..νην ἐχαρίσαντο .............................
... αἰχμαλώτους ........................... ε Τερέντιος εἷς .......................... βουλῆς ὢν πιλίον ..... .......................... καὶ ὥς τινα ............... ........ ἀκολουθῆσαι. Σκιπίων μὲν οὖν μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ καὶ ἐς δίκην παρὰ τοῖς οἰκείοις ἤχθη, καὶ ὡς τήν τε Ῥώμην δυνηθεὶς λαβεῖν καὶ μὴ ἐθελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφετερισάμενος κατηγορήθη. οὐ μέντοι καὶ ἑάλω, ἀλλὰ καὶ τὴν μεγίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ ἐς μακρὰν ἐπετράπη ........ τα μὲν ἐπί τε .............................. ν ὑπάτων γε .. ........................... τῇ Σικελίᾳ βε ..
.... νῳ Μᾶρκος ............................. πον πεμφθεὶς ............................ ὑπὸ τῶν στρατηγῶν .............. .............. παρʼ αὐτῶν ἠ .............................. ώρθωσε πρες ........................ ην τοῦ Φιλίππου καὶ ..... ...................... τέ τινα ὃν αὐτὸς ................... Καρχηδονίοις ἐπεπόμφει ........................... υτος οὐδὲν εἰρη ........................... ν κεκρατηκότες ............. .............. πολέμους τῷ μὲν ......................... ε δὴ δόξῃ οὐδὲν σμι ..................... κροτέρους κατέστησαν.
πλεῖστοι ὅσοι ἐστρατεύσαντο, ὥς που πολλὰ ἑκουσίως πολλοὶ ὧν οὐδὲν ἂν ἀναγκαζόμενοι δράσειαν ποιοῦσι. τὸ μὲν γὰρ προσταττόμενόν σφισι ὡς καὶ βίαιον δυσχεραίνουσιν, τὸ δʼ αὐθαίρετον ὡς καὶ αὐτοκράτορες ἀγαπῶσιν.
... καὶ διέτριψαν συχνὰς ἡμέρας, ἐς μὲν παράταξιν μὴ συνιόντες, ἀκροβολισμοῖς δέ τισι καὶ πείραις τῶν τε ψιλῶν καὶ τῶν ἱππέων χρώμενοι. οἱ μὲν γὰρ Ῥωμαῖοι ἠπείγοντο ὅτι τάχιστα συμβαλεῖν· τῇ τε γὰρ δυνάμει ἔρρωντο καὶ τροφὴν οὐ πολλὴν εἶχον, καὶ διὰ ταῦτα πολλάκις καὶ πρὸς τὸ χαράκωμά σφων προσέμισγον· ὁ δὲ δὴ Φίλιππος τοῖς μὲν ὅπλοις ἀσθενέστερος ὤν, τῇ δὲ παρασκευῇ τῶν ἐπιτηδείων διὰ τὸ τὴν οἰκείαν οἱ ἐγγὺς εἶναι προφέρων ἀνεῖχεν, ἐκτρυχώσειν αὐτοὺς ἀμαχεὶ προσδοκήσας. καὶ εἴπερ ἐκεκρατήκει τῆς γνώμης, πάντως ἄν τι ἐξείργαστο· νῦν δὲ καταφρονήσας τῶν Ῥωμαίων ὡς φοβουμένων αὐτόν, ὅτι πρὸς χωρίον τι ὅθεν ἐπισιτίσασθαί σφισι λῷον ἦν μετέστησαν, ἐπῆλθέ τε αὐτοῖς ἁρπαγὰς ποιουμένοις ἀπροσδόκητος, καί τινας καὶ διέφθειρεν. αἰσθόμενος δὲ τοῦτο ὁ Γάλβας ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου, καὶ προςπεσὼν αὐτῷ μὴ προσδεχομένῳ πολλῷ πλείους ἀνταπέκτεινεν. ἡττηθείς τε καὶ προσέτι καὶ τρωθεὶς οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλʼ ἡμέρας τινὰς πρὸς ἀναίρεσιν καὶ ταφὴν δὴ τῶν νεκρῶν σπεισάμενος ἔπειτα ὑπὸ τὴν πρώτην νύκτα ἀπανέστη. οὐ μέντοι ὁ Γάλβας ἐπεδίωξεν αὐτόν· τῇ τε γὰρ ἀπορίᾳ τῶν τροφῶν καὶ τῇ ἀπειρίᾳ τῶν χωρίων, τὸ δὲ δὴ πλεῖστον καὶ τῇ ἀγνωσίᾳ τῆς παρασκευῆς αὐτοῦ καὶ δέει μὴ ἀπερισκέπτως ποι προχωρῶν σφαλῇ, οὐκ ἠθέλησε περαιτέρω προχωρῆσαι, ἀλλʼ ἐς τὴν Ἀπολλωνίαν ἀνεκομίσθησαν. κἀν τούτῳ καὶ ὁ Ἀπούστιος μετὰ τῶν Ῥοδίων καὶ μετὰ τοῦ Ἀττάλου περιπλέων συχνὰς μὲν νήσους ἐχειρώσατο ... ........................................ ........................................ ........................................
.... οἱ Ἴνσουμβροι ἐταράχθησαν· Ἀμίλκας γάρ τις Καρχηδόνιος τῷ τε Μάγωνι συστρατεύσας καὶ ἐν τοῖς χωρίοις ἐκείνοις ὑπομείνας τέως μὲν ἡσυχίαν εἶχεν, ἀγαπῶν εἰ διαλάθοι, ἐπεὶ δʼ ὁ Μακεδονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας ἀπέστησε τῶν Ῥωμαίων καὶ μετʼ αὐτῶν ἐπὶ Λίγυας στρατεύσας καὶ ἐκείνων τινὰς προσεποιήσατο. μάχης δέ σφισι μετὰ ταῦτα πρὸς τὸν Λούκιον Φούριον στρατηγὸν γενομένης ἡττήθησαν καὶ ἐπρεσβεύσαντο σπονδῶν δεόμενοι. καὶ οἱ μὲν Λίγυες ἔτυχον αὐτῶν· τότε δʼ ἄλλοι ... ................χ.. εν ἄλλους Γαλάτας .................. ........... αιρεσιν ......κ … ς.......... δεινὸν μὲν ...η … συνε … ημ … δ … μ ..ν.......................... ἐκυρίευεν ε .............................. ταις ἐπε … φακ εστ..δ … γεω .........ν........... οὐκ ..ε......ε...υ … ες τὴν μν … μην· ..ιχθείο.................διη … η.......... τῶν ἐπινικίων τυχεῖν ἠξίου· λόγων τε ἐπʼ ἀμφότερα πολλῶν γενομένων — οἱ μὲν γὰρ ἄλλως τε καὶ πρὸς τὴν τοῦ Αὐρηλίου κακοήθειαν συνεσπούδαζον αὐτῷ, καὶ τήν τε νίκην ἐμεγάλυνον καὶ παραδείγμασι πολλοῖς ἐχρῶντο· οἱ δὲ τῇ τε τοῦ ὑπάτου ἰσχύϊ ἠγωνίσθαι αὐτὸν ἔλεγον, μηδεμίαν ἰδίαν αὐτοκράτορα ἀρχὴν ἔχοντα, καὶ προσέτι καὶ λόγον παρʼ αὐτοῦ ἀπῄτουν ὅτι τὰ προσταχθέντα οὐκ ἐπεποιήκει — ὅμως ἔλαβεν αὐτά. καὶ ὁ μὲν ἐκεῖνα πρὶν τὸν Αὐρήλιον ε ... θες ... ν ἑώρτασεν.
ὁ δὲ δὴ Οὐερμίνα ................εστ..ε μὲν παρὰ τῶν .χ..
ὅτι ὁ Φίλιππος ἡττηθεὶς ἐπεκηρυκεύσατο τῷ Φλαμινίνῳ· καὶ ὅς, εἰ καὶ τὰ μάλιστα καὶ τῆς Μακεδονίας ἐγλίχετο καὶ τῇ παρούσῃ οἱ εὐτυχίᾳ ἐπίπαν ἐπεξελθεῖν ἐπεθύμει, ὅμως ἐσπείσατο. αἴτιον δὲ ὅτι ἐφοβήθη μὴ οἵ τε Ἕλληνες ὑπεξαιρεθέντος αὐτοῦ τό τε φρόνημα τὸ παλαιὸν ἀναλάβωσι καὶ σφᾶς οὐκέτι θεραπεύσωσι, καὶ οἱ Αἰτωλοὶ ἐν μεγάλῳ καὶ τότε αὐχήματι, ὅτι τὸ πλεῖστον τῆς νίκης κατειργάσαντο, ὄντες ἐπαχθέστεροί σφισι γένωνται, ὅ τε Ἀντίοχος ἔς τε τὴν Εὐρώπην, ὥσπερ ἠγγέλλετο, ἔλθῃ καὶ τῷ Φιλίππῳ συμμαχήσῃ.
ὅτι ὁ Ἀντίοχος καὶ οἱ στρατηγοὶ αὐτοῦ προδιεφθάρησαν· τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἔς τε τὸ ἁβροδίαιτον ἐξώκειλε καὶ ἀπολέμους καὶ τοὺς ἄλλους ἐποίησεν.
Δίων ιθʹ βιβλίῳ «περὶ .... τὰ δὲ ὑμέτερα ἐγώ τε ἀεὶ προστατῶ.»
ὅτι Σέλευκος ὁ τοῦ Ἀντιόχου τὸν τοῦ Ἀφρικανοῦ υἱὸν διαπλέοντα ἐκ τῆς Ἑλλάδος λαβὼν ἐν θεραπείᾳ πολλῇ ἐπεποίητο. ἀπολυτρῶσαι μὲν γάρ, καίτοι τοῦ πατρὸς αὐτοῦ πολλὰ δεηθέντος, οὐκ ἠθέλησεν, οὐ μέντοι καὶ κακόν τι εἰργάσατο, ἀλλὰ καὶ τοὐναντίον ἰσχυρῶς περιεῖπε, καὶ τέλος, καίπερ τῶν σπονδῶν ἁμαρτών, ἀφῆκεν ἄνευ λύτρων.
ὅτι ἐφθόνουν τοῖς Σκιπίωσι πολλοί, ὅτι δύο ἀδελφοὶ γένους τε καὶ ἀρετῆς εὖ ἥκοντες τά τε ἄλλα κατέπραξαν ὥσπερ εἴρηται, καὶ ἐπικλήσεις τοιαύτας ἔλαβον, ἐπεὶ ὅτι γε οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ τοῖς εἰρημένοις, ἀπεδείχθη δὲ ἔτι μᾶλλον τῇ τε τοῦ Ἀσιατικοῦ δημεύσει τῆς οὐσίας, ἐν ᾗ μηδὲν πλέον τῶν προϋπαρχόντων οἱ εὑρέθη, καὶ τῇ τοῦ Ἀφρικανοῦ ἐς Λίτερνον ἀναχωρήσει κἀνταῦθα μέχρι τῆς τοῦ βίου τελευτῆς ἀδείᾳ. τὴν μὲν γὰρ πρώτην ἀπήντησε, νομίζων τῇ τῆς ἀρετῆς ἀληθείᾳ περιέσεσθαι.
ὅτι νεανίσκοι τινὲς Καρχηδονίων πρέσβεις ἐς τὴν Ῥώμην ἐλθόντας ὑβρίσαντες ἐπέμφθησαν μὲν ἐς τὴν Καρχηδόνα καὶ ἐξεδόθησάν σφισιν, οὐκ ἔπαθον δὲ ὑπʼ αὐτῶν δεινὸν οὐδέν, ἀλλʼ ἀφείθησαν.
ὅτι οἱ Ῥωμαῖοι τῆς τρυφῆς τῆς Ἀσιανῆς γευσάμενοι, καὶ μετὰ τῆς τῶν λαφύρων περιουσίας τῆς τε παρὰ τῶν ὅπλων ἐξουσίας ἐν τοῖς τῶν ἡττηθέντων κτήμασιν ἐγχρονίσαντες, τήν τε ἀσωτίαν αὐτῶν διὰ βραχέος ἐζήλωσαν, καὶ τὰ πάτρια ἔθη οὐ διὰ μακροῦ κατεπάτησαν. οὕτω τὸ δεινὸν τοῦτʼ ἐκεῖθεν ἀρξάμενον καὶ ἐς τὸ ἄστυ ἐνέπεσε.
ὅτι ὁ Γράκχος ἄλλως μὲν ἔκ τε τοῦ πλήθους ἦν καὶ ἐδημηγόρει δεινότατα, οὐ μέντοι καὶ ὡμοιώθη Κάτωνι, ἀλλὰ καίπερ παλαιάν τινα πρὸς τοὺς Σκιπίωνας ἔχθραν ἔχων οὐκ ἤνεγκε τὸ γιγνόμενον, ἀλλʼ ὑπὲρ τοῦ Ἀφρικανοῦ καὶ ἀπελογήσατο ἐρήμην κατηγορηθέντος, ὅπως τε μηδεμίαν κηλῖδα λάβῃ διεσπούδαστο, τόν τε Ἀσιατικὸν ἐκώλυσεν ἐς τὸ οἴκημα ἐμβληθῆναι. καὶ διὰ ταῦτα αὐτῷ οἱ Σκιπίωνες τήν τε ἔχθραν κατέλυσαν καὶ κῆδος συνῆψαν· τὴν γὰρ θυγατέρα τὴν ἑαυτοῦ ὁ Ἀφρικανὸς συνῴκισεν.
Δίων ιθʹ βιβλίῳ «ἐπειδὴ δὲ καὶ ὣς περιῆν αὐτοῖς τῆς σχολῆς, τὰς ὁδοὺς διʼ αὐτῶν κατεσκευάσαντο.»
ὅτι ὁ Περσεὺς παντελῶς τοὺς Ῥωμαίους ἐκ τῆς Ἑλλάδος ἐκβαλεῖν ἤλπισεν, τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φειδωλίᾳ καὶ τῇ διʼ αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ἐπειδὴ γὰρ τά τε τῶν Ῥωμαίων ὑπεδίδου καὶ τὰ ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ἔτι τῶν συμμαχικῶν δεόμενος, ἀλλʼ ἤτοι καὶ προῖκά οἱ αὐτῶν βοηθησόντων, ἢ καὶ καθʼ ἑαυτὸν κρατήσων, καὶ οὔτε τῷ Εὐμενεῖ οὔτε τῷ Γεντίῳ τὰ χρήματα ἃ ὑπέσχητο ἀπέδωκε, νομίσας οἰκείαν αὐτοὺς αἰτίαν ἔχθρας πρὸς Ῥωμαίους ἔχειν. τούτων τε οὖν καὶ τῶν Θρᾳκῶν — οὐδὲ γὰρ οὐδʼ ἐκεῖνοι ἐντελῆ τὸν μισθὸν ἐλάμβανον — ἀπροθύμων γενομένων ἐς τοσοῦτο αὖθις ἀπογνώσεως ἀφίκετο ὥστε καὶ σπονδῶν δεηθῆναι.
ὅτι ὁ Περσεὺς σπονδῶν ἐδεήθη παρὰ Ῥωμαίοις, κἂν ἔτυχεν αὐτῶν, εἰ μὴ οἱ Ῥόδιοι συνεπρέσβευσαν αὐτῷ δέει τοῦ μὴ Ῥωμαίοις τὸν ἀντίπαλον ὑπεξαιρεθῆναι. μέτριον μὲν γὰρ οὐδέν, οἷα δεομένους εἰκὸς ἦν εἰπεῖν, ἔλεξαν· καὶ τῆς εἰρήνης οὐκ αἰτηταὶ μᾶλλον τῷ Περσεῖ ἢ δόται ὄντες, ἄλλα τε πολλὰ ὑπερήφανα διελέχθησαν, καὶ τέλος ἠπείλησαν τοῖς αἰτίοις τοῦ μὴ συμβῆναί σφας γενομένοις μετὰ τῶν ἑτέρων πολεμήσειν. κἀκ τούτου οὐδὲ τὸ πρὶν ἀνύποπτοι τοῖς Ῥωμαίοις ὄντες μᾶλλον διεβλήθησαν, καὶ τὸν Περσέα τῶν σπονδῶν τυχεῖν ἐκώλυσαν.
ὅτι ὁ Περσεὺς ἐν Σαμοθρᾴκῃ ὢν ἐν τῷ ἱερῷ, καὶ ἐξαιτηθεὶς Εὔανδρόν τινα, γένος μὲν Κρῆτα, πιστότατον δὲ ὄντα καὶ ἄλλα τε πολλὰ ἑαυτῷ κατὰ τῶν Ῥωμαίων ὑπουργηκότα καὶ τὴν τοῦ Εὐμενοῦς ἐπιβουλὴν τὴν ἐν τοῖς Δελφοῖς γενομένην συνεσκευακότα, οὐκ ἐξέδωκε μέν, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ ἀποκτείνας διέδωκε λόγον ὅτι ἑαυτὸν προαπεχρήσατο. οἱ δὲ συνόντες οἱ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ καὶ τὴν μιαιφονίαν μεθίστασθαι ἤρξαντο.
ὅτι ὁ Περσεὺς ἐθελοντὴς εὑρέθη, καὶ αὐτὸν ἐς τὴν Ἀμφίπολιν ἀχθέντα ὁ Παῦλος οὐδὲν οὔτε ἔργῳ οὔτε λόγῳ δεινὸν ἔδρασεν, ἀλλὰ καὶ προσιόντι οἱ ὑπαναστὰς τά τε ἄλλα ἐδεξιώσατο καὶ ὁμόσιτον ἐποιήσατο, ἔν τε φυλακῇ ἀδέσμῳ καὶ ἐν θεραπείᾳ πολλῇ ἦγε.
ὅτι ὁ Παῦλος οὐ στρατηγῆσαι μόνον ἦν ἀγαθὸς ἀλλὰ καὶ χρημάτων ἀδωρότατος. τεκμήριον δέ· δεύτερον τότε ὑπατεύσας καὶ λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. τοιοῦτος μὲν οὖν ἦν καὶ τοιαῦτα ἔπραξεν· τοῦτο δὲ μόνον ὥσπερ τινὰ κηλῖδα τῷ τούτου βίῳ προστετρῖφθαι νομίζουσι, τὸ διαρπάσαι τοῖς στρατιώταις τὰ χρήματα ἐπιτρέψαι, τἆλλα οὐκ ἄμοιρον χαρίτων ἄνδρα γενόμενον, καὶ μέτριον μὲν ἐν ταῖς εὐπραγίαις, εὐτυχέστατον δὲ ἅμα καὶ εὐβουλότατον ἐν τοῖς πολεμίοις ὀφθέντα. μαρτύριον δὲ τὸ μήτε πρὸς τὸν Περσέα ὑπέρογκον καὶ ἀλαζόνα δειχθῆναι, μήτε τὸν πρὸς αὐτὸν πόλεμον κακῶς καὶ ἀπροβούλως ἀγωνίσασθαι.
ὅτι οἱ Ῥόδιοι φρόνημα πολὺ πρότερον σχόντες ὡς καὶ αὐτοὶ τόν τε Φίλιππον καὶ τὸν Ἀντίοχον νενικηκότες τῶν τε Ῥωμαίων κρείττους ὄντες, ἐς τοσοῦτον δέους ἀφίκοντο ὥστε καὶ πρεσβευτὴν πρὸς τὸν Ἀντίοχον τὸν τῆς Συρίας βασιλέα σταλέντα Ποπίλιον μεταπέμψασθαι, καὶ παρόντος αὐτοῦ καταψηφίσασθαι πάντων τῶν τἀναντία τοῖς Ῥωμαίοις φρονησάντων, τούς τε συλληφθέντας αὐτῶν ἐπὶ τιμωρίαν πέμψαι.
ὅτι οἱ αὐτοὶ πρεσβευσάμενοι πρὸς αὐτοὺς πολλάκις, ὥς που καὶ ἐδέοντό τινος, οὐδὲν ἔτʼ αὐτοῖς προσέφερον ὧνπερ καὶ πρότερον, ἀλλʼ ὅσα ἐς τὸ παραιτήσασθαι μὴ μνησικακεῖν σφισιν αὐτοὺς χρήσιμα ἐξ ὧν ὑπούργησάν ποτε αὐτοῖς λαβεῖν ἐδύναντο, μόνα ἔλεγον, καὶ τήν γε πρόσρησιν τῆς συμμαχίας τῆς πρὸς αὐτοὺς μὴ προσδεχόμενοι πρόσθεν, ἵνα ὡς καὶ μετατάξασθαί ποτε ἀπʼ αὐτῶν ἐκ τοῦ μηδεμίαν ἔνορκον ἀνάγκην φιλίας ἔχειν δυνάμενοι φοβεροί τε αὐτοῖς ὦσι καὶ πρὸς τῶν ἀεὶ πολεμούντων σφίσιν ἐπιθεραπεύωνται, τότε καὶ πάνυ προσθέσθαι ἐσπούδαζον, τήν τε παρὰ τῶν Ῥωμαίων εὔνοιαν ἅμα βεβαιούμενοι, καὶ τιμὴν ἐκ τούτου καὶ παρὰ τῶν ἄλλων θηρώμενοι.
ὅτι ὁ Προυσίας αὐτὸς ἔς τε τὴν Ῥώμην καὶ ἐς τὸ βουλευτήριον ἐσελθὼν τόν τε οὐδὸν αὐτοῦ κατεφίλησε καὶ τοὺς βουλευτὰς θεοὺς ἐπωνόμασε καὶ προσεκύνησεν. ἐξ οὗπερ καὶ ἠλεήθη ὅτι μάλιστα, καίτοι καὶ τῷ Ἀττάλῳ παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πολεμήσας. ἐλέγετο γὰρ καὶ οἴκοι τοὺς πρέσβεις αὐτῶν, ὁσάκις ἀφίκοιντό τινες, προσκυνεῖν, ἀπελεύθερόν τε ἑαυτὸν τοῦ δήμου ἐπεκάλει, καὶ πιλίον πολλάκις ἐπετίθετο.
ὅτι οὗτος ἄριστος μὲν ἦν ἐκ πλείονος τὸ δέον ἐκφροντίσαι, ἄριστος δὲ καὶ ἐκ τοῦ παραχρῆμα τὸ κατεπεῖγον ἐρευνῆσαι, ἔν τε τῷ προσήκοντι καιρῷ ἑκατέρῳ αὐτῶν χρήσασθαι ἦν τά τε πρακτέα ἐν τῷ θαρσοῦντι διεσκόπει, καὶ τὴν διαχείρισιν αὐτῶν ὡς καὶ δεδιὼς ἐποιεῖτο. ὅθενπερ τῇ τοῦ λογισμοῦ ἀδεεῖ διασκέψει πάντα ἀκριβῶς τὰ καθήκοντα ἐνενόει, καὶ τῇ περὶ τοῦ ἀσταθμήτου φροντίδι ἀσφαλῶς αὐτὰ ἔπραττε. καὶ διὰ τοῦτʼ εἴ ποτε καὶ ἐς ἀπροβουλίας ἀνάγκην, οἷα ἔν τε τοῖς τοῦ πολέμου παραλόγοις καὶ ἐν ταῖς τῆς τύχης ῥοπαῖς συμβαίνειν εἴωθε, προήχθη, οὐδὲ τότε τῶν προσηκόντων ἡμάρτανεν. ὑπὸ γὰρ τοῦ ἔθους, τοῦ τε τῇ τύχῃ πρὸς μηδὲν ἀλογίστως χρῆσθαι, οὐδὲ ἐς τὴν τοῦ ἐξαπιναίου προσβολὴν ἀπαράσκευος ἦν, ἀλλὰ καὶ τοῖς αἰφνιδίοις ὑπὸ τοῦ μηδέποτε ἀτρεμίζειν ὡς καὶ ἐκ πολλοῦ αὐτὰ προνενοηκὼς ἐχρῆτο. τολμητής τε ἐκ τούτων, ἐν οἷς ἐπεπιστεύκει ὀρθῶς ἔχειν, καὶ κινδυνευτὴς ἐν οἷς ἐθάρσει ἰσχυρῶς ἐγίγνετο· καὶ γὰρ τὸ σῶμα ἴσα τοῖς πάνυ τῶν στρατιωτῶν ἔρρωτο. καὶ διὰ τοῦτο, ὃ καὶ τὰ μάλιστα ἄν τις αὐτοῦ θαυμάσειεν, προεβούλευέ τε τὰ κράτιστα ὡς καὶ ἑτέροις ἐπιτάξων, καὶ ἐν τῷ ἔργῳ αὐτὰ ὡς καὶ ὑφʼ ἑτέρων κεκελευσμένα ἐχειρούργει. τῇ τε οὖν ἄλλῃ ἀρετῇ ἀσφαλὴς ἦν, καὶ τὴν πιστότητα οὐχ ὅπως πρὸς τοὺς πολίτας τούς τε χρωμένους οἱ, ἀλλὰ καὶ πρὸς τὸ ὀθνεῖον τό τε πολεμιώτατον ἀκριβῆ ἐκέκτητο. καὶ αὐτῷ κατὰ τοῦτο πολλοὶ μὲν ἰδιῶται πολλαὶ δὲ καὶ πόλεις προσεχώρησαν. ἅτε γὰρ μηδὲν ἀλογίστως μηδὲ ἐξ ὀργῆς ἢ καὶ δέους ποιῶν ἢ καὶ λέγων, ἀλλʼ ἐκ τοῦ βεβαίου τῶν λογισμῶν πρὸς πάντα τὰ καίρια ἕτοιμος ὤν, καὶ τὰ ἀνθρώπινα ἱκανῶς ἐκλογιζόμενος, καὶ μήτε τι ἀνέλπιστον ποιούμενος καὶ πάντα πρὸς τὴν τῶν πραγμάτων φύσιν προδιασκοπῶν, ῥᾷστά τε τὰ πρακτέα πρὶν καὶ δεηθῆναι αὐτῶν ἐπενόει, καὶ ἐς βεβαιότητα αὐτοῖς ἐχρῆτο. τοιγαροῦν μόνος ἀνθρώπων ἢ καὶ μάλιστα διά τε ταῦτα καὶ διὰ τὴν μετριότητα τήν τε ἐπιείκειαν οὔτε ὑπὸ τῶν ὁμοτίμων οὔθʼ ὑπό τινος ἐφθονήθη. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ ἀμείνων δὲ τῶν ὁμοίων, ἀσθενέστερος δὲ τῶν μειζόνων ἀξιῶν εἶναι, κρείττων καὶ τοῦ φθόνου τοῦ μόνου τοὺς ἀρίστους ἄνδρας λυμαινομένου ἐγένετο.
Δίωνας καʹ βιβλίῳ «ὅ τε Φαμέας ἀπογνοὺς τὰ τῶν Καρχηδονίων πράγματα.»
τίς γάρ ποτε καὶ ὅρος ἡλικίας τοῖς γε ἅπαξ ἐκ μειρακίων ἐξελθοῦσι πρὸς τὸ τὰ δέοντα φρονεῖν ἔπεστι; τίς ἀριθμὸς ἐτῶν πρὸς τὸ τὰ προσήκοντα πράττειν ἀποδέδεικται; οὐχ ὅσοι μὲν ἂν τῇ τε φύσει καὶ τῇ τύχῃ χρηστῇ χρήσωνται, πάντα ἀπʼ ἀρχῆς εὐθὺς ἃ δεῖ καὶ φρονοῦσι καὶ πράττουσιν, οἱ δὲ ἐν τῇδε τῇ ἡλικίᾳ βραχὺν νοῦν ἔχοντες οὐδʼ ἂν αὖθίς ποτε, οὐδʼ εἰ πολλὰ ἔτη διέλθοι, φρονιμώτεροι γένοιντο; ἀμείνων μὲν γὰρ ἄν τις αὐτὸς ἑαυτοῦ προϊούσης τῆς ἡλικίας ὑπάρξειεν, ἔννους δʼ ἐξ ἀνοήτου καὶ ἔμφρων ἐξ ἄφρονος οὐδʼ ἂν εἷς ἐκβαίη.
μὴ μέντοι τοὺς νέους ἐς ἀθυμίαν, ὡς καὶ κατεγνωσμένους τὸ μηδὲν τῶν δεόντων πράττειν δύνασθαι, ἐμβάλητε· πᾶν γὰρ τοὐναντίον προτρέπεσθαι αὐτοὺς ὀφείλετε πάντα τὰ προσήκοντα αὐτοῖς προθύμως ποιεῖν ἀσκεῖν, ὡς καὶ τιμὰς καὶ ἀρχὰς καὶ πρὸ τοῦ γήρως ληψομένους· ἐκ γὰρ τούτου καὶ τοὺς πρεσβυτέρους βελτίους ποιήσετε, πρῶτον μὲν ἀνταγωνιστὰς πολλοὺς ἀποδείξαντες, ἔπειτʼ ἐνδειξάμενοι ὡς καὶ τἆλλα πάντα καὶ τὰς ἡγεμονίας μάλιστα οὐκ ἐξ ἀριθμοῦ ἐτῶν ἀλλʼ ἐξ ἀρετῆς ἐμφύτου πᾶσι τοῖς πολίταις δώσετε.
ὅτι ἦρξαν τῆς διαφορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες — διηνέχθησαν γὰρ ἀλλήλοις — ὡς τῶν συμβεβηκότων σφίσιν αἰτίοις γεγονόσι, Διαίου ὅτι μάλιστα τοῦ στρατηγοῦ αὐτοὺς ἐνάγοντος. καὶ τῶν γε Ῥωμαίων καταλλακτὰς αὐτοῖς πολλάκις πεμψάντων οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις, οὓς ἐκεῖνοι διασπάσαι πῃ τὸ Ἑλληνικόν, ὅπως ἀσθενέστεροι ὦσιν, ἐθελήσαντες ἔπεμψαν, πρόφασιν τὸ μὴ δεῖν τὰς πόλεις τὰς τοῦ Φιλίππου γενομένας, ὧν καὶ Κόρινθος ἦν ἔς τε τὰ ἄλλα ἀνθοῦσα καὶ ἐν τῷ συνεδρίῳ κρατιστεύουσα, μετέχειν αὐτοῦ ποιησάμενοι, παρʼ ὀλίγον ἦλθον ἀποκτεῖναι. φυγῇ δʼ οὖν αὐτῶν ἐκ τοῦ Ἀκροκορίνθου, ἐν ᾧ ἦσαν, προαποχωρησάντων ἐπρεσβεύσαντο μὲν ἐς τὴν Ῥώμην, ἀπολογούμενοι ὑπὲρ τοῦ γεγονότος· οὐ γὰρ ἐπʼ ἐκείνους ἀλλʼ ἐπὶ τοὺς Λακεδαιμονίους τοὺς μετʼ αὐτῶν ὄντας ὁρμῆσαι ἔφασκον. τῶν δὲ Ῥωμαίων τὴν μὲν σκῆψιν αὐτῶν οὐκ ἐλεγξάντων — τοῖς τε γὰρ Καρχηδονίοις ἔτι ἐπολέμουν, καὶ τὰ τῶν Μακεδόνων οὐδέπω καλῶς βέβαια εἶχον —, ἄνδρας δὲ στειλάντων, καὶ τὴν ἄδειαν αὐτοῖς, ἂν μηδὲν ἔτι νεωτερίσωσι, δώσειν ὑποσχομένων, τὸ συνέδριον αὐτοῖς οὐ παρέσχον, ἀλλʼ ἐς ἕτερόν σφας σύλλογον, ὃς μεθʼ ἕκμηνον ἔμελλεν ἔσεσθαι, ἀνεβάλοντο.
ὅτι Οὐιρίαθος ἀνὴρ Λυσιτανὸς ἀφανέστατος μὲν γένος ὥς γέ τισι δοκεῖ ὤν, περιβοητότατα δὲ ταῖς πράξεσι χρησάμενος, λῃστής τε γὰρ ἐκ ποιμένος, καὶ μετὰ τοῦτο καὶ στρατηγός. ἐπεφύκει γὰρ καὶ ἤσκητο τάχιστος μὲν διῶξαί τε καὶ φυγεῖν, ἰσχυρότατος δὲ ἐν σταδίᾳ μάχῃ εἶναι· καὶ τήν τε τροφὴν τὴν ἀεὶ παροῦσαν καὶ τὸ ποτὸν τὸ προστυχὸν ἥδιστα ἐλάμβανεν, ὑπαίθριός τε τὸν πλείω τοῦ βίου χρόνον διῃτᾶτο, καὶ ταῖς αὐτοφυέσι στρωμναῖς ἠρκεῖτο. καὶ διὰ ταῦτα παντὸς μὲν καύματος παντὸς δὲ ψύχους κρείσσων ἦν, καὶ οὔθʼ ὑπὸ λιμοῦ ποτε ἐπόνησεν οὔθʼ ὑπὸ ἄλλης τινὸς ἀκηδίας ἐταλαιπώρησεν, ἅτε καὶ πάντων τῶν ἀναγκαίων ἐκ τῶν ἀεὶ παρόντων ὡς καὶ ἀρίστων ἀπολαύων ἱκανώτατα. τοιούτου δʼ αὐτῷ τοῦ σώματος καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τῆς ἀσκήσεως ὄντος, πολὺ ταῖς τῆς ψυχῆς ἀρεταῖς ὑπερέφερε. ταχὺς μὲν γὰρ πᾶν τὸ δέον ἐπινοῆσαι καὶ ποιῆσαι ἦν — τό τε γὰρ πρακτέον ἅμα ἐγίγνωσκε, καὶ τὸν καιρὸν αὐτοῦ ἠπίστατο —, δεινὸς δὲ τά τε ἐμφανέστατα ἀγνοεῖν καὶ τὰ ἀφανέστατα εἰδέναι προσποιήσασθαι. πρὸς δʼ ἔτι καὶ στρατηγὸς καὶ ὑπηρέτης αὐτὸς ἑαυτοῦ ἐς πάντα ὁμοίως γιγνόμενος οὔτε ταπεινὸς οὔτε ἐπαχθὴς ἑωρᾶτο, ἀλλʼ οὕτω πρός τε τὴν τοῦ γένους ἀσθένειαν καὶ πρὸς τὴν τῆς ἰσχύος ἀξίωσιν ἐκέκρατο ὥστε μήτε χείρων τινὸς μήτε κρείσσων δοκεῖν εἶναι. τό τε σύμπαν εἰπεῖν, οὔτε πλεονεξίας οὔτε δυναστείας ἢ καὶ ὀργῆς ἕνεκα τὸν πόλεμον, ἀλλὰ διʼ αὐτὰ τὰ ἔργα αὐτοῦ ἐποιεῖτο, κἀκ τούτου τὰ μάλιστα καὶ φιλοπόλεμος καὶ εὐπόλεμος ἐλογίσθη.
ὅτι ὁ Κλαύδιος ὁ συνάρχων Μετέλλου, πρός τε τὸ γένος ὠγκωμένος καὶ τῷ Μετέλλῳ φθονῶν, ἔτυχεν ἐν τῇ Ἰταλίᾳ λαχὼν ἄρχειν, καὶ πολέμιον οὐδὲν ἀποδεδειγμένον εἶχε, καὶ ἐπεθύμησε πάντως τινὰ ἐπινικίων πρόφασιν λαβεῖν, καὶ Σαλάσσους Γαλάτας μὴ ἐγκαλουμένους τι ἐξεπολέμωσε τοῖς Ῥωμαίοις. ἐπέμφθη γὰρ ὡς συμβιβάσων αὐτοὺς τοῖς ὁμοχώροις περὶ τοῦ ὕδατος τοῦ ἐς τὰ χρυσεῖα ἀναγκαίου διαφερομένοις αὐτοῖς, καὶ τήν τε χώραν αὐτῶν πᾶσαν κατέδραμεν ... ἔπεμψαν δὲ αὐτῷ οἱ Ῥωμαῖοι ἐκ τῶν δέκα ἱερέων δύο.
ὅτι Κλαύδιος, εἰ καὶ τὰ μάλιστα ἀκριβῶς ἠπίστατο ὅτι οὐκ ἐνενικήκει, ἀλλʼ οὖν καὶ τότε τοσαύτῃ ὑπερηφανίᾳ ἐχρήσατο ὥσθʼ ὑπὲρ μὲν τῶν ἐπινικίων μηδένα λόγον μήτε ἐν τῇ βουλῇ μήτε ἐν τῷ δήμῳ ποιήσασθαι, καθάπερ δὲ ὑπαρχόντων οἱ πάντως αὐτῶν κἂν μηδεὶς ψηφίσηται, τὰ ἐς αὐτὰ ἀναλώματα αἰτῆσαι.
ὅτι Μόμμιος καὶ ὁ Ἀφρικανὸς παμπληθὲς ἀλλήλων τοῖς τρόποις ἐς πάντα διέφερον. ὁ μὲν γὰρ ἐπί τε τὸ σωφρονέστατον καὶ μετὰ ἀκριβείας, μηδενὸς μηδὲν προτιμῶν, ἦρξεν, καὶ πολλοὺς μὲν ἐκ τῆς βουλῆς πολλοὺς δὲ καὶ ἐκ τῶν ἱππέων τῶν τε ἄλλων ὡς ἑκάστους εὔθυνεν· ὁ δὲ δὴ Μόμμιος πρός τε τὸ δημοτικώτερον καὶ πρὸς τὸ ἀνθρωπινώτερον οὔτʼ αὐτός τινι κηλῖδα προσέθηκε, καὶ συχνὰ τῶν ὑπʼ ἐκείνου πραχθέντων, ὅσα γε καὶ ἐνεδέχετο, κατέλυσεν. ἐς τοσοῦτον γὰρ ἐπιεικείας φύσει προήκων ἦν ὥστε καὶ τῷ Λουκούλλῳ χρῆσαί τε ἀγάλματα πρὸς τὴν τοῦ Τυχαίου, ὃ ἐκ τοῦ Ἰβηρικοῦ πολέμου κατεσκεύασε, καθιέρωσιν, καὶ μὴ βουληθέντος αὐτὰ ὡς καὶ ἱερὰ ἐκ τῆς ἀναθέσεως γεγονότα ἀποδοῦναι μηδεμίαν ὀργὴν ποιήσασθαι, ἀλλʼ ἐπὶ τῷ ἐκείνου ὀνόματι τὰ ἑαυτοῦ λάφυρα περιιδεῖν ἀνακείμενα.
ὅτι πολλὰ καὶ ἐσφάλη καὶ αἰσχύνην δεινὴν ὦφλεν· ποταμὸν γάρ τινα διὰ τῆς τῶν Νουμαντίνων χώρας ῥέοντα βουληθεὶς ἐκ τῆς ἀρχαίας διεξόδου παρατρέψαι, ἐπὶ δὲ τοὺς ἀγροὺς αὐτῶν ἐφεῖναι, τοῦτο μὲν ἰσχυρῶς πονηθεὶς ἐξειργάσατο, πολλοὺς δὲ στρατιώτας ἀποβαλὼν οὔτε τοῖς Ῥωμαίοις ὄφελος ἐκ τῆς παρεκτροπῆς γενέσθαι οὔτε ἐκείνοις βλάβος ...
ὅτι Καιπίων τοὺς μὲν πολεμίους οὐδὲν ὅ τι καὶ ἄξιον εἰπεῖν, τοὺς δὲ οἰκείους πολλὰ καὶ δεινὰ ἔδρασεν, ὥστε καὶ κινδυνεῦσαι ὑπʼ αὐτῶν ἀπολέσθαι. χαλεπῶς τε γὰρ αὐτοῦ καὶ τραχέως τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς ἱππεῦσι χρωμένου, πολλοὶ πολλὰ καὶ ἄτοπα ταῖς νυξὶν ὅτι μάλιστα διέσκωπτον καὶ διεθρόουν, καὶ ἐφʼ ὅσον γε ἐκεῖνος διὰ τοῦτʼ ἠγανάκτει, ἐπὶ πλεῖον ἐτώθαζον, ὅπως ἐξοργίζοιτο. ὡς οὖν τὸ πραττόμενον ἔνδηλον ἦν, ὑπεύθυνος δὲ οὐδεὶς εὑρίσκετο, ὑποτοπήσας ὑπὸ τῶν ἱππέων αὐτὸ γίγνεσθαι, καὶ ἐς οὐδένα τρέψαι δυνηθεὶς τὴν αἰτίαν, πᾶσιν αὐτοῖς τὴν ὀργὴν ἔφερεν, καὶ ἐκέλευσεν αὐτοὺς ἑξακοσίους ὄντας τὸν ποταμόν, παρʼ ᾧ ἐστρατοπεδένοντο, μετὰ μόνων ἱπποκόμων διαβῆναι, καὶ ἐκ τοῦ ὄρους ἐφʼ ᾧ ὁ Οὐιρίαθος ηὐλίζετο ξυλίσασθαι. προύπτου δὲ δὴ τοῦ κινδύνου πᾶσιν ὄντος, οἱ χιλίαρχοι καὶ οἱ ὑποστράτηγοι ἐδέοντο αὐτοῦ μὴ ἀπολέσαι σφᾶς. οἱ δὲ ἱππῆς ὀλίγον ἐπισχόντες ὡς καὶ ἐκείνων αὐτοῦ ἀκούσοντος, ἐπειδὴ μηδὲν ἐνεδίδου, ἱκετεῦσαι μὲν αὐτὸν ἀπηξίωσαν, οὗπερ που καὶ τὰ μάλιστα ἐγλίχετο, διολέσθαι δὲ μᾶλλον ἤ τι ἐπιεικὲς φθέγξασθαι πρὸς αὐτὸν ἑλόμενοι ὥρμησαν ἐπὶ τὸ τεταγμένον· καὶ αὐτοῖς τό τε τῶν συμμάχων ἱππικὸν καὶ ἄλλοι ἐθελονταὶ συνεξῆλθον. καὶ τόν τε ποταμὸν διέβησαν, καὶ τὴν ὕλην τεμόντες περὶ τὸ στρατήγιον αὐτοῦ παρενέβαλον ὡς καὶ καταπρήσοντες αὐτόν. κἂν κατεκαύθη, εἰ μὴ προεξέφυγεν.
ὅτι Ποπίλιος οὕτω κατεφόβησε τὸν Οὐιρίαθον ὥστε καὶ ὑπὲρ σπονδῶν οἱ εὐθύς, πρὶν καὶ μάχης τινὸς πειραθῆναι, προσπέμψαι, τούς τε κορυφαίους τῶν ἀποστάντων ἀπὸ τῶν Ῥωμαίων ἐξαιτηθέντα τοὺς μὲν ἀποκτεῖναι, ἐν οἷς καὶ ὁ κηδεστὴς αὐτοῦ, καίπερ ἰδίαν δύναμιν ἔχων, ἐφονεύθη, τοὺς δὲ καὶ ἐκδοῦναι, ὧν πάντων ὁ ὕπατος τὰς χεῖρας ἀπέκοψε. κἂν παντελῶς κατελύσατο, εἰ μὴ καὶ τὰ ὅπλα ᾐτήθη· τοῦτο γὰρ οὔτʼ αὐτὸς οὔτε τὸ λοιπὸν πλῆθος ὑπομεῖναι ἐποίησεν.
ὅτι ἐλθόντων Νουμαντίνων πρέσβεων οἱ Ῥωμαῖοι ἔξω τοῦ τείχους ἐδέξαντο αὐτούς, ἵνα μὴ καὶ βεβαιοῦν ἐκ τούτου τὰς σπονδὰς δόξωσι. ξένια μέντοι σφίσι καὶ ὣς ἐξέπεμψαν, μὴ βουληθέντες πω τὴν ἐλπίδα αὐτῶν ὡς καὶ συναλλαγησομένων ἀφελέσθαι. ἔλεγον δὲ οἱ μὲν περὶ τὸν Μαγκῖνον τήν τε ἀνάγκην τῶν ὡμολογημένων καὶ τὸ πλῆθος τῶν σεσωσμένων, ὅτι τε πάνθʼ ὅσα καὶ πρότερον ἐν τῇ Ἰβηρίᾳ ἐκέκτηντο εἶχον· ἠξίουν τʼ αὐτοὺς μὴ πρὸς τὴν παροῦσάν σφων ἄδειαν ἀλλὰ πρὸς τὸν τότε περιστάντα τοὺς στρατιώτας κίνδυνον ἐκλογίζεσθαι οὐχ ὅσα ἔδει γεγονέναι, ἀλλʼ ὅσα ἐνεδέχετο πραχθῆναι. οἱ δὲ Νουμαντῖνοι πολλὰ μὲν περὶ τῆς προτέρας σφῶν ἐς αὐτοὺς εὐνοίας, πολλὰ δὲ καὶ περὶ τῆς ἐκείνων μετὰ ταῦτα ἀδικίας, ὑφʼ ἧς ἐς τὸν πόλεμον κατέστησαν, τήν τε τοῦ Πομπηίου ψευδορκίαν προέφερον, καὶ τῆς τοῦ Μαγκίνου καὶ τῶν ἄλλων σωτηρίας εὐεργεσίαν ἀπῄτουν. καὶ τὰς σπονδὰς ἔλυσαν καὶ τὸν Μαγκῖνον ἐκδοθῆναι τοῖς Νουμαντίνοις ἔγνωσαν.
ὅτι ὁ Κλαύδιος πολλὰ ἂν καὶ ἄτοπα ὑπὸ τραχύτητος εἰργάσατο, εἰ μήπερ ὁ συνάρχων αὐτοῦ Κύιντος ἐκώλυσεν. ἐπιεικὴς γὰρ ὢν καὶ ἐναντιωτάτην αὐτῷ φύσιν ἔχων ὀργῇ μὲν οὐδέν οἱ ἀντέπραξεν, ἐνδιδοὺς δέ πῃ καὶ πράως πως αὐτῷ χρώμενος οὕτως αὐτὸν μετεχειρίσατο ὥστε ἐλάχιστα πικράνασθαι.
ὅτι ὁ Φούριος ἐξήγαγεν ἐν τοῖς ὑποστρατήγοις τὸν Πομπήιον καὶ τὸν Μέτελλον, καίπερ καὶ ἑαυτῷ καὶ ἀλλήλοις ἐχθροὺς ὄντας, ὅπως ὡς καὶ μέγα τι πράξων τόν τε ἔλεγχον τῶν ἔργων ἀκριβῆ διʼ αὐτῶν ποιήσηται, καὶ τὴν μαρτυρίαν τῆς ἀρετῆς καὶ παρὰ ἀκόντων σφῶν λάβῃ.
ὅτι ὁ Γράκχος ὁ Τιβέριος ἐτάραξε τὰ τῶν Ῥωμαίων, καίπερ καὶ γένους ἐς τὰ πρῶτα πρὸς τὸν πάππον τὸν Ἀφρικανὸν ἀνήκων, καὶ φύσει ἀξίᾳ αὐτοῦ χρώμενος, τά τε τῆς παιδείας ἔργα ἐν τοῖς μάλιστα ἀσκήσας, καὶ φρόνημα μέγα ἔχων. ὅσῳ γὰρ πλείω καὶ ἰσχυρότερα ταῦτα ἐκέκτητο, μᾶλλον ἔς τε φιλοτιμίαν ἀπʼ αὐτῶν προήχθη, καὶ ἐπειδὴ ἅπαξ ἔξω τοῦ βελτίστου παρετράπη, καὶ ἄκων ἐς τὸ κάκιστον ἐξώκειλε. ἐπειδὴ γὰρ αὐτῷ τὰ τῶν Νουμαντίνων ἐπινίκια ἀπεψηφίσθη, καὶ αὐτός, τιμηθήσεσθαι πρότερον ἅτε καὶ πρυτανεύσας αὐτὰ ἐλπίσας, οὐχ ὅπως τοιούτου τινὸς ἔτυχεν, ἀλλὰ καὶ προσεκινδύνευσεν ἐκδοθῆναι, ἔγνω καὶ τὰ πράγματα οὐκ ἀπʼ ἀρετῆς οὐδὲ ἐπʼ ἀληθείας, ἀλλʼ ὥς που καὶ ἔτυχεν, ἐξεταζόμενα. ταύτην μὲν τὴν ὁδὸν τῆς δόξης ὡς οὐκ ἀσφαλῆ ἀφῆκε, τρόπον δέ τινα πρωτεῦσαι πάντως ἐπιθυμήσας, καὶ τοῦτο διὰ τοῦ ὁμίλου μᾶλλον ἢ τῆς βουλῆς ἐξεργάσεσθαι προσδοκήσας, ἐκείνῳ προσέθετο.
ὅτι Μᾶρκος Ὀκτάουιος τῷ Γράκχῳ διὰ φιλονεικίαν συγγενικὴν ἑκὼν ἀντηγωνίζετο. καὶ ἐκ τούτου οὐδὲν μέτριον ἐπράττετο, ἀλλʼ ἀντιφιλονεικοῦντες περιγενέσθαι μᾶλλον ἀλλήλων ἢ τὸ κοινὸν ὠφελῆσαι, πολλὰ μὲν καὶ βίαια, ὥσπερ ἐν δυναστείᾳ τινὶ ἀλλʼ οὐ δημοκρατίᾳ, ἔπραξαν, πολλὰ δὲ καὶ ἄτοπα, ὥσπερ ἐν πολέμῳ τινὶ ἀλλʼ οὐκ εἰρήνῃ, ἔπαθον. τοῦτο μὲν γὰρ εἷς πρὸς ἕνα, τοῦτο δὲ πολλοὶ κατὰ συστάσεις λοιδορίας τε ἐπαχθεῖς καὶ μάχας, οὐχ ὅτι κατὰ τὴν ἄλλην πόλιν ἀλλὰ καὶ ἐν αὐτῷ τῷ βουλευτηρίῳ τῇ τε ἐκκλησίᾳ ἐποιοῦντο. τῇ μὲν γὰρ προφάσει τῇ τοῦ νόμου χρώμενοι, τῷ δὲ ἔργῳ καὶ ἐς τὰ ἄλλα πάντα διασπευδόμενοι, ὥστε ἐν μηδενὶ ἀλλήλων ἐλαττοῦσθαι. κἀκ τούτου οὔτʼ ἄλλο τι τῶν εἰθισμένων ἐν κόσμῳ συνέβαινεν οὔθʼ αἱ ἀρχαὶ τὰ νενομισμένα ἔπρασσον, τὰ δὲ δικαστήρια ἐπέπαυτο καὶ συμβόλαιον οὐδὲν ἐγίγνετο, ἄλλη τε ταραχὴ καὶ ἀκρισία πανταχοῦ πολλὴ ἦν· καὶ ὄνομα πόλεως ἔφερον, στρατοπέδου δὲ οὐδὲν ἀπεῖχον.
ὅτι ὁ Γράκχος τοῖς στρατευομένοις ἐκ τοῦ ὁμίλου νόμους τινὰς ἐπικουροῦντας ἔγραφε, καὶ τὰ δικαστήρια ἀπὸ τῆς βουλῆς ἐπὶ τοὺς ἱππέας μετῆγε, φύρων καὶ ταράσσων πάντα τὰ καθεστηκότα, ὅπως ἔκ γε τούτου ἀσφαλείας τινὸς ἐπιλάβηται. καὶ ὡς οὐδὲν οὐδὲ ἐνταῦθα αὐτῷ προεχώρει, ἀλλὰ καὶ ἐπʼ ἐξόδῳ τῆς ἀρχῆς ἦν καὶ ἔμελλεν ἀπαλλαγεὶς αὐτῆς αὐτίκα τοῖς ἐχθροῖς ὑποβληθήσεσθαι, ἐπεχείρησε καὶ ἐς τὸ ἐπιὸν ἔτος μετὰ τοῦ ἀδελφοῦ δημαρχῆσαι καὶ τὸν πενθερὸν ὕπατον ἀποδεῖξαι, μηδὲν μήτʼ εἰπεῖν μήθʼ ὑποσχέσθαι τισὶν ὀκνῶν. καὶ πενθίμην ἐσθῆτα πολλάκις ἐνεδύετο, τήν τε μητέρα καὶ τὰ παιδία ἐς τὸ πλῆθος παρῆγε συνδεόμενα.
ὅτι Σκιπίων ὁ Ἀφρικανὸς φιλοτιμίᾳ πλείονι παρὰ τὸ προσῆκον τό τε ἁρμόζον τῇ ἄλλῃ αὐτοῦ ἀρετῇ ἐχρῆτο. οὐκοῦν οὐδὲ τῶν ἀντιστασιωτῶν τις αὐτῷ θανόντι ἐφήσθη, ἀλλὰ καὶ ἐκεῖνοι, καίπερ βαρύτατον αὐτόν σφισι νομίζοντες εἶναι, ἐπόθησαν· χρήσιμόν τε γὰρ πρὸς τὰ κοινὰ ἑώρων, καὶ δεινὸν οὐδὲν οὐδʼ ἂν σφεῖς παθεῖν ἀπʼ αὐτοῦ προσεδόκων. ὑπεξαιρεθέντος δὲ τούτου πάντα αὖθις τὰ τῶν δυνατῶν ἠλαττώθη, ὥστε ἐπʼ ἀδείας τοὺς γεωνόμους πᾶσαν ὡς εἰπεῖν τὴν Ἰταλίαν πορθῆσαι. καί μοι ἐς τοῦτο ὅτι μάλιστα ἀποσκῆψαι δοκεῖ τό τε πλῆθος τῶν λίθων τῶν ἐκ τοῦ οὐρανοῦ κατενεχθέντων καὶ ἐς ναούς τέ τινας ἐμπεσόντων καὶ ἀνθρώπους ἀποκτεινάντων, καὶ τὰ δάκρυα τοῦ Ἀπόλλωνος. ἔκλαυσεν γάρ, ἔκλαυσεν ἐπὶ τρεῖς ἡμέρας, ὥστε τοὺς Ῥωμαίους κατακόψαι τε τὸ βρέτας καὶ καταποντῶσαι ἐκ συμβουλῆς μάντεων ψηφίσασθαι.
ὅτι ὁ Γράκχος τὴν μὲν γνώμην ὁμοίαν τῷ ἀδελφῷ εἶχεν, πλὴν καθʼ ὅσον ἐκεῖνος μὲν ἀπʼ ἀρετῆς ἐς φιλοτιμίαν καὶ ἐξ αὐτῆς ἐς κακίαν ἐξώκειλεν, οὗτος δὲ ταραχώδης τε φύσει ἦν καὶ ἑκὼν ἐπονηρεύετο, τῇ δὲ δὴ παρασκευῇ τῶν λόγων πολὺ αὐτοῦ προέφερε. καὶ διὰ ταῦτα ταῖς τε ἐπινοίαις κακοτροπωτέραις καὶ ταῖς τόλμαις προχειροτέραις τῇ τε αὐθαδείᾳ πλείονι πρὸς πάντας ὁμοίως ἐχρῆτο. πρῶτός τε ἐν τοῖς συλλόγοις μεταξὺ δημηγορῶν ἐβάδιζε, καὶ τὸν βραχίονα πρῶτος ἀπεγύμνωσεν, ὥστε μηδέτερον αὐτῶν κακὸν ἐξ ἐκείνου νομισθῆναι. καὶ ἐπειδή γε πολλῇ μὲν πυκνότητι ἐνθυμημάτων πολλῇ δὲ καὶ σφοδρότητι ὀνομάτων ἐπίπαν ἐδημηγόρει, καὶ ἐκ τούτου οὔτε κατέχειν ῥᾳδίως ἑαυτὸν ἐδύνατο καὶ πολλάκις ἐς ἃ οὐκ ἤθελεν εἰπεῖν ἐξεφέρετο, αὐλητὴν ἐπήγετο, καὶ παρʼ ἐκείνου ὑπαυλοῦντός οἱ ἐρρυθμίζετο καὶ ἐμετρίαζεν, ἢ καὶ εἴ πῃ καὶ ὣς ἐξέπιπτεν καθίστατο. τοιοῦτος οὖν δή τις ὢν τῇ τε πολιτείᾳ ἐπέθετο, καὶ οὐδὲν ἀπώμοτον οὔτʼ εἰπεῖν οὔτε πρᾶξαι ποιούμενος μέγιστος διʼ ἐλαχίστου παρά τε τῷ ὁμίλῳ καὶ τοῖς ἱππεῦσιν ἐγένετο. τό τε γενναῖον καὶ τὸ βουλεῦον πᾶν, εἰ ἐπὶ πλεῖον ἐβεβιώκει, ... νῦν δʼ ὑπὸ τῆς πολλῆς δυναστείας ἐπίφθονος καὶ τοῖς στασιώταις γενόμενος ταῖς ἑαυτοῦ τέχναις ἐσφάλη.
ὅτι αἱ ἱέρειαι τὸ πλεῖστον αὐταὶ τοῦ τε ὀλέθρου καὶ τῆς αἰσχύνης ὦφλον, συχνοῖς δὲ δὴ καὶ ἄλλοις μεγάλων κακῶν αἴτιαι ἐγένοντο, ἥ τε πόλις ἅπασα ἀπʼ αὐτῶν ἐταράχθη. ἐκλογιζόμενοι γὰρ ὅτι τὰ ὑπὸ τοῦ νόμου ἄχραντα καὶ τὰ ὑπὸ τῆς θρησκείας ἅγια ἔκ τε τοῦ φόβου τῆς τιμωρίας κόσμια ἐλυμάνθη, οὐδὲν ὅ τι οὐχ ὑπετόπουν τῶν αἰσχίστων καὶ ἀνοσιωτάτων δύνασθαι γενέσθαι. καὶ διὰ τοῦτο καὶ τὰς κολάσεις οὐ μόνων τῶν ἐλεγχθέντων ἀλλὰ καὶ τῶν ἄλλων πάντων τῶν αἰτιαθέντων μίσει τοῦ συμβεβηκότος ἐποιήσαντο. ὅθεν οὐκ ἐκ γυναικείας ἔτι ἀσελγείας, ἀλλʼ ἐκ δαιμονίας τινὸς ὀργῆς σύμπαντα τὰ κατʼ αὐτὰς συμβῆναι ἔδοξεν.
ὅτι τρεῖς ἅμα ἠνδρώθησαν, καὶ αὐτῶν Μαρκία μὲν αὐτή τε καθʼ αὑτὴν καὶ πρὸς ἕνα τινὰ ἱππέα ᾐσχύνθη, κἂν διέλαθεν, εἰ μήπερ ἡ ζήτησις ἐπὶ τῶν ἄλλων ἐπὶ πλεῖον ἀρθεῖσα καὶ ἐκείνην προσκατέλαβεν· Αἰμιλία δὲ καὶ Λικιννία πλῆθος ἐραστῶν ἔσχον καὶ διʼ ἀλλήλων ὑβρίζοντο. τὸ μὲν γὰρ πρῶτον ὀλίγοις τισὶν ἰδίᾳ καὶ διʼ ἀπορρήτων ὡς καὶ μόνῳ ἑκάστῳ συνεγίγνοντο· ἔπειτα αὐταί τε πάντα τὸν καὶ ὑποπτεῦσαι μηνῦσαί τέ τι δυνάμενον ἐς σιωπὴν ἀναγκαίαν μισθῷ τῆς ὁμιλίας προκατελάμβανον, καὶ οἱ προδιειλεγμένοι σφίσι ταῦθʼ ὁρῶντες ἔφερον, ἵνα μὴ κατάφωροι τῇ ἀγανακτήσει γένωνται. ὥστε καὶ καθʼ ἕνα καὶ κατὰ πολλούς, τοῦτο μὲν ἰδίᾳ τοῦτο δὲ καὶ κοινῇ, τοῖς τε ἄλλοις ὁμιλεῖν, καὶ τῷ μὲν τῆς Αἰμιλίας ἀδελφῷ τὴν Λικιννίαν τῷ δὲ ταύτης τὴν Αἰμιλίαν συνεῖναι. καὶ ταῦτα μὲν οὕτω γιγνόμενα ἐπὶ πλεῖστον ἔλαθεν, καὶ πολλῶν μὲν ἀνδρῶν πολλῶν δὲ καὶ γυναικῶν, καὶ ἐλευθέρων καὶ δούλων, συγγιγνωσκόντων ὅμως ἐπὶ μακρότατον ἔλαθε, πρὶν δὴ Μάνιός τις, ὅσπερ που καὶ τοῦ παντὸς κακοῦ πρῶτος καὶ ὑπηρέτης καὶ συνεργὸς ἐγεγόνει, κατεμήνυσεν αὐτό, ὅτι μήτε ἐλευθερίας μήτʼ ἄλλου μηδενὸς ὧν ἤλπισεν ἔτυχεν. καὶ ἦν γὰρ οὐ προαγωγεῦσαι μόνον ἀλλὰ καὶ διαβαλεῖν συγκροῦσαί τέ τινας δεινότατος .. ....
ὅτι τῷ Μάρκῳ Δρούσῳ ἦν μέν που καθʼ αὑτὰ ταῦτα δόξαν αὐτῷ φέροντα, πρὸς δὲ δὴ τὴν τοῦ Κάτωνος συμφοράν, καὶ ὅτι καὶ ἐπιεικείᾳ πολλῇ πρὸς τοὺς στρατιώτας ἐχρήσατο, τήν τε κατόρθωσιν ἐπὶ πλεῖον τῆς ἀληθείας πεποιῆσθαι ἔδοξε, καὶ εὔκλειαν μείζω τῶν ἔργων ἐκτήσατο.
ὅτι τῷ Ἰουγούρθᾳ ὁ Μέτελλος προσπέμψαντί οἱ ὑπὲρ τῆς εἰρήνης πολλὰ καθʼ ἓν ἕκαστον ὡς καὶ μόνον ἐπέταξε, καὶ οὕτως ὁμήρους τε παρʼ αὐτοῦ καὶ ὅπλα τούς τε ἐλέφαντας καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους ἔλαβε. καὶ τούτους μὲν πάντας ἀπέκτεινεν, οὐ κατελύσατο δέ, ὅτι ὁ Ἰουγούρθας οὐκ ἠβουλήθη πρὸς αὐτόν, μὴ συλληφθῇ, ἐλθεῖν, καὶ ὁ Μάριος ὅ τε Γναῖος ἐνεπόδισαν.
ὅτι ὁ Μάριος ἦν μὲν γὰρ καὶ τὴν ἄλλως καὶ στασιώδης καὶ ταραχώδης, καὶ παντὸς μὲν τοῦ συρφετώδους, ἀφʼ οὗπερ καὶ ἐπεφύκει, φίλος, παντὸς δὲ τοῦ γενναίου καθαιρέτης. καὶ γὰρ εἰπεῖν τι καὶ ὑποσχέσθαι καὶ ψεύσασθαι καὶ ἐπιορκῆσαι, ἐν ᾧ πλεονεκτήσειν ἤλπιζεν, ἑτοιμότατα ἐτόλμα, τό τε συκοφαντῆσαί τινα τῶν ἀρίστων καὶ τὸ ἐπαινέσαι αὖ τῶν κακίστων ἐν παιδιᾷ ἐτίθετο. καί μοι μηδεὶς θαυμάσῃ εἰ τοιοῦτός τις ὢν ἐπὶ πλεῖστον ἔλαθεν ἐν οἷς ἐκακούργει· ἔκ τε γὰρ τῆς περιτεχνήσεως καὶ ἐκ τῆς τύχης, ᾗ παράπαν τὰ πρῶτα ἀγαθῇ ἐχρήσατο, καὶ ἀρετῆς δόξαν ἐκτήσατο.
ὅτι τὸν Μέτελλον καὶ διʼ ἐκεῖνο ῥᾷον διαβαλεῖν ὁ Μάριος ἠδυνήθη, ὅτι ὁ μὲν ἔν τε τοῖς εὐπατρίδαις ἐξητάζετο καὶ τὰ τοῦ πολέμου ἄριστα διεχείριζεν, αὐτὸς δὲ ἐξ ἀφανεστάτου καὶ ἀδηλοτάτου ἐς τὸ μέσον παριέναι ἤρχετο — οἱ γὰρ πολλοὶ ἑτοίμως τὸν μὲν ὑπὸ τοῦ φθόνου καθῄρουν, τὸν δὲ πρὸς τὰς ἐπαγγελίας ηὖξον —, καὶ μάλισθʼ ὅτι ἐλογοποιήθη τὸν Μέτελλον παριεμένῳ τότε πρὸς τὰς ἀρχαιρεσίας τῷ Μαρίῳ εἰπεῖν ὅτι «ἀγαπᾶν ὀφείλεις ἂν μετὰ τοῦ υἱέος μου» — μειράκιον δὲ ἐκεῖνος ἦν — «ὑπατεύσῃς».
ὅτι τῷ Μετέλλῳ ἤχθετο ὁ Γαύδας, ὅτι μήτε τοὺς αὐτομόλους μήτε φρουρὰν στρατιωτῶν Ῥωμαίων αἰτήσας παρʼ αὐτοῦ ἔλαβεν, ἢ καὶ ὅτι ἐγγὺς αὐτοῦ οὐκ ἐκαθέζετο, ὅπερ ὡς πλήθει τοῖς τε βασιλεῦσι καὶ τοῖς δυνάσταις παρὰ τῶν ὑπάτων ἐδίδοτο.
ὅτι τῆς Κίρτας καθʼ ὁμολογίαν ἁλούσης ὁ Βόκχος ἐπεκηρυκεύσατο τῷ Μαρίῳ, καὶ τὰ μὲν πρῶτα τὴν τοῦ Ἰουγούρθου ἀρχὴν μισθὸν τῆς μεταστάσεως ᾔτει, ἔπειτα μὴ τυχὼν αὐτῆς ἁπλῶς ἠξίωσε συμβῆναι. καὶ ὁ μὲν πρέσβεις ἐς τὴν Ῥώμην ἔπεμψεν, ὁ δὲ Ἰουγούρθας τούτων γιγνομένων ἀπεχώρησεν ἐς τὰ ἐρημότατα τῆς ἑαυτοῦ γῆς.
ὅτι ὁ Μάριος πρέσβεις τοῦ Βόκχου κομισάμενος οὐκ ἔφη αὐτῷ συνθήσεσθαι, εἰ μὴ τὸν Ἰουγούρθαν ἔκδοτον παρʼ αὐτοῦ λάβοι· ὃ καὶ γέγονεν.
ὅτι Τόλοσσαν πρότερον μὲν ἔνσπονδον οὖσαν τοῖς Ῥωμαίοις, στασιάσασαν δὲ πρὸς τὰς τῶν Κίμβρων ἐλπίδας ὡς καὶ τοὺς φρουροὺς δεθῆναι, προκατέσχον νυκτὸς ἐξαπίνης ὑπὸ τῶν ἐπιτηδείων ἐσαχθέντες, καὶ τὰ ἱερὰ διήρπασαν, καὶ ἄλλα χωρὶς χρήματα πολλὰ ἔλαβον· τὸ γὰρ χωρίον ἄλλως τε παλαιόπλουτον ἦν, καὶ τὰ ἀναθήματα ἅ ποτε οἱ Γαλάται οἱ μετὰ Βρέννου στρατεύσαντες ἐκ τῶν Δελφῶν ἐσύλησαν εἶχεν. οὐ μέντοι καὶ ἀξιόλογόν τι ἀπʼ αὐτῶν τοῖς οἴκοι Ῥωμαίοις περιεγένετο, ἀλλʼ αὐτοὶ ἐκεῖνοι τὰ πλείω ἐσφετερίσαντο. καὶ ἐπὶ τούτῳ συχνοὶ εὐθύνθησαν.
ὅτι ὁ Σερουίλιος ὑπὸ τοῦ πρὸς τὸν συνάρχοντα φθόνου — τὰ μὲν γὰρ ἄλλα ἐξ ἴσου οἱ ἐπετέτραπτο, τῷ δὲ δὴ ἀξιώματι οἷα ὑπατεύοντος αὐτοῦ ἠλαττοῦτο — πολλῶν καὶ κακῶν αἴτιος τῷ στρατεύματι ἐγένετο. καὶ ....... μετὰ θάνατον Σκαύρου τὸν Σερουίλιον μετεπέμψατο· ὁ δὲ ἀπεκρίνατο τὴν ἑαυτοῦ ἑκάτερον δεῖν φυλάττειν. εἶτα ἐλπίσας τὸν Μάλλιον καθʼ ἑαυτόν τι κατορθώσειν, ἐφθόνησεν αὐτῷ μὴ μόνος εὐδοκιμήσῃ, καὶ ἦλθε μὲν πρὸς αὐτόν, οὔτε δὲ ἐν τῷ αὐτῷ χωρίῳ ηὐλίσατο οὔτε τι βούλευμα κοινὸν ἐποιήσατο, ἀλλʼ ὡς καὶ πρότερος αὐτοῦ τοῖς Κίμβροις συμμίξων, τήν τε δόξαν τοῦ πολέμου πᾶσαν ἀποισόμενος, ἐν μέσῳ ἱδρύθη. καὶ τὸ μὲν πρῶτον φοβεροὶ καὶ ὣς τοῖς πολεμίοις, μέχρι οὗ ἡ διαφορὰ αὐτῶν ἐλάνθανεν, ἐγίγνοντο, ὡς καὶ ἐς ἐπιθυμίαν σπονδῶν αὐτοὺς προαγαγεῖν· ὡς δὲ πρὸς Μάλλιον ὑπατεύοντα διεκηρυκεύσαντο, ὁ Σερουίλιος ἠγανάκτησεν ὅτι μὴ πρὸς ἑαυτὸν ἐπρεσβεύσαντο, καὶ οὔτε τι συμβατικὸν ἀπεκρίνατο, ὀλίγου τε καὶ τοὺς πρεσβευτὰς διέφθειρεν.
ὅτι οἱ στρατιῶται τὸν Σερουίλιον ἠνάγκασαν πρὸς Μάλλιον ἐλθεῖν καὶ μετʼ αὐτοῦ βουλεύσασθαι περὶ τῶν παρόντων. τοσούτου δὲ ὁμοφρονῆσαι ἐδέησαν ὥστε καὶ ἐχθίους ἢ πρόσθεν ἦσαν ἐκ τῆς συνουσίας ἐγένοντο· ἔς τε γὰρ φιλονεικίαν καὶ λοιδορίας προαχθέντες αἰσχρῶς διελύθησαν.
ὅτι Γναῖος Δομίτιος δίκην τῷ Σκαύρῳ λαχών, ἔπειτα ἐπειδὴ τῶν οἰκετῶν τις προσελθὼν αὐτῷ πολλὰ καὶ χαλεπὰ κατὰ τοῦ δεσπότου μηνύσειν ὑπέσχετο, οὐκ ἐπολυπραγμόνησεν, καὶ προσέτι συλλαβὼν αὐτὸν παρέδωκε τῷ Σκαύρῳ.
ὅτι Πούπλιος Λικίννιος Νέρουας στρατηγῶν ἐν τῇ νήσῳ, καὶ μαθὼν ὅτι οὐκ ἐν δίκῃ τινὰ περὶ τοὺς δούλους γίγνοιτο, ἢ καὶ λημμάτων ἀφορμὰς ζητῶν — καὶ γὰρ ἦν οὐκ ἄδωρος —, περιήγγειλεν ἀφικνεῖσθαι πρὸς ἑαυτὸν πάντας τοὺς αἰτιωμένους τι τοὺς δεσπότας σφῶν, ὡς καὶ βοηθήσων αὐτοῖς. ἐξ οὖν τούτου ἐκείνων τε πολλοὶ συνιστάμενοι οἱ μὲν ἀδικεῖσθαί τι ἔλεγον, οἱ δὲ καὶ ἄλλο τι τοῖς δεσπόταις ἐνεκάλουν, νομίζοντες καιρὸν εἰληφέναι τοῦ πάντα ὅσα ἐβούλοντο πρὸς αὐτοὺς ἀναιμωτὶ διαπράξασθαι· καὶ οἱ ἐλεύθεροι συμφρονήσαντες ἀνθίσταντό σφισι καὶ οὐδαμῇ ὑφίεντο. φοβηθεὶς οὖν ὁ Λικίννιος τὴν σύστασιν αὐτῶν ἑκατέρων, μὴ καὶ μέγα τι δεινὸν ὑπὸ τῶν ἐλαττωθέντων γένηται, οὐδένα τῶν δούλων προσεδέξατο, ἀλλʼ ἀπέπεμψεν αὐτοὺς ὡς μηδὲν κακὸν πεισομένους ἢ μηδέν γε ἔτι ταράξαι τῷ διασκεδασθῆναι δυνησομένους. οἱ δὲ δείσαντες τοὺς δεσπότας, ὅτι καὶ τὴν ἀρχὴν ἐπικαλέσαι τι αὐτοῖς ἐτόλμησαν, συνεστράφησαν καὶ κοινολογησάμενοι πρὸς λῃστείας ἐτράποντο.
ὅτι τῶν βαρβάρων ἡττημένων, καὶ συχνῶν ἐν τῇ μάχῃ πεσόντων, ὀλίγοι διεσώθησαν. ἐφʼ ᾧπερ ὁ Μάριος τούτους παραμυθούμενος τε ἅμα καὶ ἀμειβόμενος, πᾶσαν αὐτοῖς τὴν λείαν ἐπευωνίσας ἀπέδοτο, ὅπως μηδὲν δόξῃ προῖκά τινι κεχαρίσθαι.
καὶ ἀπʼ αὐτῶν ὁ Μάριος, καίπερ ἐν τῷ πλήθει μόνῳ πρότερον, ὅτι ἐξ αὐτοῦ γεγονὼς ἦν καὶ ὅτι ὑπʼ αὐτοῦ ηὔξητο, εὖ φερόμενος, τότε καὶ τοὺς εὐπατρίδας ὑφʼ ὧν ἐμισεῖτο ἐξενίκησεν, ὥστε πρὸς πάντων ὁμοίως καὶ ἐπαινεῖσθαι. τήν τε ἀρχὴν καὶ ἐς τὸ ἐπιὸν ἔτος, ὅπως καὶ τὰ λοιπὰ προσκατεργάσηται, παρʼ ἑκόντων καὶ ὁμογνωμονούντων αὐτῶν ἔλαβεν.
ὅτι ὡς ἅπαξ ἐπέσχον, πολὺ τοῦ θυμοῦ οἱ Κίμβροι παρελύθησαν, κἀκ τούτου καὶ ἀμβλύτεροι καὶ ἀσθενέστεροι καὶ ταῖς ψυχαῖς καὶ τοῖς σώμασιν ἐγένοντο. αἴτιον δὲ ὅτι ἔν τε οἰκίαις ἐκ τῆς πρόσθεν ὑπαιθρίου διαίτης κατέλυον, καὶ λουτροῖς θερμοῖς ἀντὶ τῆς πρόσθεν ψυχρολουσίας ἐχρῶντο, καρυκείας τε καὶ ἡδυσμάτων ἐπιχωρίων διεπίμπλαντο, κρέα πρότερον ὠμὰ σιτούμενοι, καὶ τῷ οἴνῳ τῇ τε μέθῃ κατακορεῖς παρὰ τὸ ἔθος ἐγίγνοντο. ταῦτα γὰρ τό τε θυμοειδὲς αὐτῶν πᾶν ἐξέκοψε καὶ τὰ σώματα ἐθήλυνεν, ὥστε μήτε τοὺς πόνους ἔτι μήτε τὰς ταλαιπωρίας, μὴ καῦμα μὴ ψῦχος μὴ ἀγρυπνίαν, φέρειν.
ὅτι οἱ Μεσσήνιοι νομίσαντες μηδὲν δεινὸν πείσεσθαι, πάντα τὰ πλείστου ἄξια καὶ τιμιώτατα ἐκεῖσε ὑπεξέθεντο. μαθὼν δὲ τοῦτο Ἀθηνίων, ὅσπερ που τὸ μέγιστον κράτος τῶν λῃστευόντων Κίλιξ ὢν εἶχεν, ἐπέθετο αὐτοῖς δημοτελῆ τινα ἑορτὴν ἐν τῷ προαστείῳ ἄγουσι, καὶ ἐκείνων τε πολλοὺς σκεδασθέντας ἀπέκτεινε καὶ τὴν πόλιν ὀλίγου κατὰ κράτος εἷλεν. χωρίον δέ τι Μάκελλαν εὐερκὲς τειχισάμενος ἰσχυρῶς τὴν γῆν ἐκακούργει.
ὅτι ὁ υἱὸς ὁ τοῦ Μετέλλου οὕτω καὶ ἰδίᾳ καὶ δημοσίᾳ πάντας ὑπὲρ τοῦ τὸν πατέρα κατελθεῖν ἱκέτευεν ὥστε καὶ Πίος, τοῦτʼ ἔστιν Εὐσεβής, ἐπονομασθῆναι.
ὅτι ὁ Φούριος ἔχθραν τῷ Μετέλλῳ οὕτως ἔσχεν ὅτι τὸν ἵππον αὐτοῦ τιμητεύων ἀφείλετο.
ὅτι Πούπλιον Φούριον γραφέντα ἐφʼ οἷς δημαρχήσας ἐπεποιήκει, ἀπέκτειναν ἐν αὐτῇ τῇ ἐκκλησίᾳ οἱ Ῥωμαῖοι, ἀξιώτατον μέν που ἀπολέσθαι ὄντα — καὶ γὰρ ταραχώδης ἦν, καὶ τῷ Σατουρνίνῳ τῷ τε Γλαυκίᾳ πρῶτον συστὰς μετεβάλετο, καὶ πρὸς τοὺς ἀντιστασιώτας αὐτῶν αὐτομολήσας σφίσι συνεπέθετο —, οὐ μέντοι καὶ προσήκοντα τούτῳ τῷ τρόπῳ φθαρῆναι. καὶ τοῦτο μὲν ἐν δίκῃ δή τινι γεγονέναι ἔδοξεν.
ὅτι τοῦ Ῥουτιλίου ἀγαθοῦ ὄντος ἀνδρὸς ἀδικώτατα κατεψηφίσαντο· ἐσήχθη γὰρ ἐς δικαστήριον ἐκ κατασκευασμοῦ τῶν ἱππέων ὡς δωροδοκή ............ Κυίντῳ Μουκίῳ, καὶ ἐζημιώθη ὑπʼ αὐτῶν χρήμασι. ταῦτα ἐποίησαν θυμῷ φέροντες ὅτι πολλὰ περὶ τὰς τελωνίας πλημμελοῦντας ἐπέσχεν.
ὅτι ὁ Ῥουτίλιος ἀπελογήσατο μὲν γενναιότατα, καὶ οὐδὲν ὅ τι οὐκ εἶπεν ὧν ἂν ἀνὴρ ἀγαθὸς συκοφαντούμενος καὶ πολὺ πλεῖον τὰ τῶν κοινῶν ἢ τὰ ἑαυτοῦ ὀδυρόμενος φθέγξαιτο, ἑάλω δέ, καὶ τῆς γε οὐσίας εὐθὺς ἐξέστη. ἐξ οὗπερ οὐχ ἥκιστα ἐφωράθη μηδέν οἱ προσήκουσαν καταδίκην ὀφλήσας· πολλῷ τε γὰρ σμικρότερα κεκτημένος εὑρέθη ἢ οἱ κατήγοροι ἐκ τῆς Ἀσίας αὐτὸν ἐσφετερίσθαι ἐπεκάλουν, καὶ πάντα ἐκεῖνα ἐς δικαίας καὶ νομίμους ἀρχὰς τῆς κτήσεως ἀνήγαγεν. οὕτω μὲν ἐπηρεάσθη, καί τινα ὁ Μάριος αἰτίαν τῆς ἁλώσεως αὐτοῦ ἔσχεν· ἀρίστῳ γὰρ καὶ εὐδοκιμωτάτῳ αὐτῷ ὄντι ἐβαρύνετο. διόπερ καὶ ἐκεῖνος τῶν τε πραττομένων ἐν τῇ πόλει καταγνούς, καὶ ἀπαξιώσας τοιούτῳ ἔτι ἀνθρώπῳ συζῆσαι, ἐξεχώρησε μηδενὸς ἀναγκάζοντος, καὶ ἐς αὐτήν γε τὴν Ἀσίαν ἐλθὼν τέως μὲν ἐν Μυτιλήνῃ διῆγεν, ἔπειτα ἐκείνης ἐν τῷ Μιθριδατικῷ πολέμῳ κακωθείσης ἐς Σμύρναν μετῳκίσθη, κἀνταῦθα κατεβίω, οὐδὲ ἠθέλησεν ἐπανελθεῖν οἴκαδε. καὶ οὐδέν γε παρὰ τοῦτο ἧττον οὔτε ἐν εὐκλείᾳ οὔτε ἐν περιουσίᾳ ἐγένετο· πολλὰ μὲν γὰρ αὐτῷ καὶ ὁ Μούκιος, πλεῖστα δὲ καὶ δῆμοι καὶ βασιλῆς ὅσοι ποτὲ ἐπεπείραντο αὐτοῦ ἐχαρίσαντο, ὥστε πολὺ πλείω αὐτὸν τῆς ἀρχαίας οὐσίας ἔχειν.
ἦσαν γὰρ καὶ ἄλλοι τινὲς στασίαρχοι, τὸ δὲ δὴ πλεῖστον κράτος τῶν μὲν Μᾶρκος τῶν δὲ Κόιντος εἶχον, δυναστείας τε ἐπιθυμηταὶ καὶ φιλοτιμίας ἄπληστοι καὶ ἀπʼ αὐτῶν καὶ ἐς τὸ φιλόνεικον προπετέστατοι ὄντες. καὶ ταῦτα μὲν ἐκ τοῦ ὁμοίου ἐκέκτηντο, προέφερον δὲ Δροῦσος μὲν τῷ γένει καὶ τῷ πλούτῳ, τῇ τε ἐς τοὺς ἀεὶ δεομένους αὐτοῦ ἀφειδῶς ἀναλώσει, ὁ δὲ τῷ τε θράσει πολλῷ καὶ τῇ τόλμῃ, ταῖς τε προεπιβουλαῖς καὶ ταῖς ὑπʼ αὐτὰ τὰ πράγματα κακοηθείαις. ὅθεν οὐκ ἀπεικότως τὰ μὲν ἐκ τῶν ὁμοίων τὰ δὲ ἐκ τῶν διαφόρων ἀντίρροποι τρόπον τινὰ ἀλλήλοις ὄντες τὴν στάσιν ἐπὶ πλεῖστον ἤγειραν, ὥστε αὐτὴν καὶ ἀποθανόντων αὐτῶν μεῖναι.
ὅτι ὁ Δροῦσος καὶ ὁ Καιπίων ἰδίαν ἀλλήλοις ἔχθραν ἐκ φιλίας πολλῆς καὶ γάμων ἐπαλλαγῆς ποιησάμενοι καὶ ἐς τὰ πολιτικὰ αὐτὴν προήγαγον.
Δίων κηʹ βιβλίῳ «καὶ τοῖς ὑπάτοις ἐπιβουλεύοντα.»
κηʹ βιβλίῳ Δίων «οὐχ ὅπως οὐκ ἔπεισέ τινας καίπερ τινὰ ἀληθῆ λέγων.»
ὅτι ὁ Λοῦπος τοὺς εὐπατρίδας τοὺς συστρατευομένους οἱ ὡς καὶ τὰ βουλεύματα αὐτοῦ τοῖς ἐναντίοις ἐξαγγέλλοντας ὑποπτεύσας, ἐπέστειλε περὶ αὐτῶν τῇ βουλῇ πρίν τι α ... κἀκ τούτου οὐδʼ ἄλλως σφᾶς ............ ὑπὸ τῆς στάσεως ἔχοντας ἔτι καὶ μᾶλλον συνέβαλεν. κἂν ἐπὶ πλεῖον ἐταράχθησαν, εἰ μή τινες τῶν Μαρσῶν ἐφωράθησαν ἀναμιγνύμενοί τε τοῖς προνομεύουσι τῶν Ῥωμαίων, καὶ ἐς τὸ τάφρευμα ὡς καὶ σύμμαχοί σφων συνεσιόντες, καὶ πολυπραγμονοῦντες τὰ ἐν αὐτῷ καὶ λεγόμενα καὶ δρώμενα, καὶ τοῖς σφετέροις ἐξαγγέλλοντες. καὶ οὕτως ὀργιζόμενοι τοῖς εὐπατρίδαις ἐπαύσαντο.
ὅτι ὁ Μάριος ὑποπτεύσας τὸν Λοῦπον καίπερ συγγενῆ ὄντα, φθόνῳ τε καὶ ἐλπίδι τοῦ καὶ ὕπατον τὸ ἕβδομον, ὡς καὶ μόνον ἂν τὰ παρόντα κατορθώσαντα, ἀποδειχθῆναι, τρίβειν ἐκέλευεν· σφᾶς μὲν γὰρ καὶ ..... τὰ ἐπιτήδεια ἕξειν ἔλεγεν, ἐκείνους δὲ οὐ δυνήσεσθαι ἐπὶ πλεῖον, ἅτε τοῦ πολέμου ἐν τῇ χώρᾳ αὐτῶν ὄντος, ἀνταρκέσαι.
ὅτι οἱ Πικένται τοὺς μὴ συναποστάντας σφίσι ἐχειρώσαντο, καὶ τούτοις ἐν ἐπόψει τῶν φίλων ἐνύβριζον, καὶ τῶν γυναικῶν τὰς κόμας σὺν τῷ δέρματι ἐκ τῶν κεφαλῶν ἀπέσπασαν.
ὅτι ὁ Μιθριδάτης πρέσβεων ἡκόντων Ῥωμαίων οὐδὲν ἐκίνησεν, ἀλλʼ ἀνταιτιασάμενός τινα, καὶ προσαποδείξας τοῖς πρέσβεσι τὸ πλῆθος τῶν χρημάτων ὧν τῷ τε κοινῷ καὶ ἰδίᾳ τισὶν ἀναλώκει, ἡσυχίαν ἔσχεν. ὁ δὲ Νικομήδης τῇ συμμαχίᾳ αὐτῶν ἐπαρθεὶς καὶ χρημάτων δεηθεὶς ἐσέβαλεν ἐς τὴν χώραν αὐτοῦ.
Δίωνος λαʹ βιβλίῳ «καὶ τῷ Μιθραδάτῃ αὐτὸς πρός τε τοῦ δήμου καὶ πρὸς τῆς βουλῆς προστετάχθαι.»
ὅτι ὁ Μιθριδάτης πρέσβεις ἀπέστειλεν ἐς τὴν Ῥώμην, ἀξιῶν, εἰ μὲν φίλον τὸν Νικομήδην νομίζουσι, πεῖσαι αὐτὸν ἢ καὶ καταναγκάσαι τὰ δίκαιά οἱ ποιῆσαι, εἰ δὲ μή, αὐτῷ γε ἐπιτρέψαι τὸν ἐχθρὸν ἀμύνασθαι. οἱ δὲ οὐχ ὅτι τι ἔπραξαν ὧν ἤθελεν, ἀλλὰ καὶ ἐπηπείλησαν αὐτῷ, ἂν μὴ τῷ Ἀριοβαρζάνῃ τὴν Καππαδοκίαν ἀποδῷ καὶ πρὸς τὸν Νικομήδην εἰρήνην ἄγῃ. τούς τε πρέσβεις αὐτοῦ αὐθημερὸν ἀπέπεμψαν, καὶ προσαπηγόρευσαν αὐτῷ μηκέτι μηδένα ἄλλον, ἂν μὴ πειθαρχῇ σφίσι, πέμψαι.
Δίωνος λαʹ βιβλίῳ «τῶν δὲ ἄλλων ὡς καὶ ἐπικουρίας τινὸς παρʼ ἑαυτοῦ δεομένων ἐπιμνησθείς.»
ὅτι Κάτων ἀστικὸν καὶ ἀφηλικέστερον τὸ πλεῖον τοῦ στρατοῦ ἔχων ἐς τὰ ἄλλα ἧττον ἔρρωτο, καί ποτε ἐπιτιμῆσαί σφισιν, ὅτι μήτε πονεῖν μήτε τὰ παραγγελλόμενα προθύμως ... ἤθελον, ἐπιτολμήσας ὀλίγου κατεχώσθη βληθεὶς ὑπʼ αὐτῶν. καὶ ἐτεθνήκει γʼ ἂν εἰ λίθων εὐπορήκεσαν· ἐπεὶ δὲ τὸ χωρίον ἐν ᾧ συνειλέχατο ἐγεωργεῖτο καὶ δίυγρον κατὰ τύχην ἦν, οὐδὲν ὑπὸ βώλων ἔπαθεν. συνελήφθη δὲ ὁ τῆς στάσεως ἄρξας Γάιος Τίτιος, ἀνὴρ ἀγοραῖος καὶ ἐκ δικαστηρίων τὸν βίον ποιούμενος, τῇ τε παρρησίᾳ μετὰ ἀναισχυντίας κατακορεῖ χρώμενος, καὶ ἐς τὸ ἄστυ ἐς τοὺς δημάρχους ἐπέμφθη, οὐκ ἐκολάσθη δέ.
ὅτι πάντες τοὺς Ῥωμαίους ἐφόνευον κελεύσαντος Μιθριδάτου οἱ Ἀσιανοί, πλὴν καθʼ ὅσον Τραλλιανοὶ οὐδένα ἀπέκτειναν, Θεόφιλον δέ τινα Παφλαγόνα ἐμισθώσαντο, ὥσπερ που ἧττόν σφων ἀπόλλυσθαι μελλόντων, ἢ καὶ διαφέρον αὐτοῖς ὑφʼ ὅτου σφαγήσοιντο.
ὅτι οἱ Θρᾷκες ἀναπεισθέντες ὑπὸ τοῦ Μιθριδάτου τήν τε Ἤπειρον καὶ τἆλλα τὰ μέχρι τῆς Δωδώνης κατέδραμον, ὥστε καὶ τὸ τοῦ Διὸς ἱερὸν συλῆσαι.
ὅτι ὁ Κίννας ἐπειδὴ τάχιστα τὴν ἀρχὴν παρέλαβεν, οὐδὲν οὕτω τῶν πάντων ἐσπούδασεν ὡς καὶ τὸν Σύλλαν ἐκ τῆς Ἰταλίας ἐκβαλεῖν, πρόφασιν μὲν τὸν Μιθραδάτην ποιησάμενος, ἔργῳ δὲ ἐπιθυμήσας αὐτὸν ἀπαρτῆσαί οἱ, ὅπως μὴ ἐγγύθεν ἐφεδρεύων ἐμποδὼν πρὸς ἃ ἔπραττε γένηται. καίτοι τῇ τοῦ Σύλλου σπουδῇ ἀπεδέδεικτο, καὶ οὐδὲν ὅ τι οὐ κατὰ γνώμην αὐτοῦ πράξειν ὑπέσχητο. ὁ γὰρ Σύλλας τήν τε ἀνάγκην τοῦ πολέμου ὁρῶν καὶ τῆς δόξης αὐτοῦ γλιχόμενος, τά τε ἄλλα τὰ οἴκοι πρὸς τὸ ἐπιτηδειότατον ἑαυτῷ πρὶν ἐξορμηθῆναι κατεστήσατο, καὶ τὸν Κίνναν Γναῖον τέ τινα Ὀκτάουιον διαδόχους ἀπέφηνεν, ἐλπίσας μάλιστα ἂν οὕτω καὶ ἀπὼν ἰσχῦσαι. τοῦτον μὲν γὰρ ἐπί τε ἐπιεικείᾳ ἐπαινούμενον ἠπίστατο καὶ οὐδὲν παρακινήσειν ἐνόμιζεν, ἐκεῖνον δὲ εὖ μὲν ᾔδει κακὸν ἄνδρα ὄντα, οὐκ ἠθέλησε δὲ ἐκπολεμῶσαι δυνάμενόν τέ τι καὶ αὐτὸν ἤδη, καὶ ἑτοίμως, ὥς γε καὶ ἔλεγε καὶ ὤμνυεν, ἔχοντα πᾶν οἱ ὁτιοῦν ὑπουργῆσαι. αὐτός τε οὖν, καίτοι δεινότατος ὢν τάς τε γνώμας τῶν ἀνθρώπων συνιδεῖν καὶ τὰς φύσεις τῶν πραγμάτων συλλογίσασθαι, πάνυ ἐν τούτῳ διεσφάλη, καὶ πόλεμον τῇ πόλει μέγαν κατέλιπεν.
ὅτι Ὀκτάουιος φύσει βραδὺς ἦν πρὸς τὰ πολιτικά.
ὅτι οἱ Ῥωμαῖοι στασιάσαντες πρὸς ἀλλήλους τὸν Μέτελλον μετεπέμψαντο, κελεύσαντες αὐτῷ πρὸς τοὺς Σαυνίτας, ὅπως ποτʼ ἂν δύνηται, συμβῆναι· οὗτοι γὰρ ἔτι τότε μόνοι τὴν Καμπανίαν καὶ τὴν ἐπέκεινα αὐτῆς ἐκακούργουν. ὁ δὲ τούτοις οὐκ ἐσπείσατο· τήν τε γὰρ πολιτείαν ἠξίουν οὐχ ἑαυτοῖς μόνον ἀλλὰ καὶ τοῖς ηὐτομοληκόσι πρὸς σφᾶς δοθῆναι, καὶ οὔτε τι τῆς λείας ἣν εἶχον ἀποδοῦναι ἤθελον, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους σφῶν πάντας ἀπῄτουν, ὥστε μηδὲ τοὺς βουλευτὰς τὴν εἰρήνην ἔτι τὴν πρὸς αὐτοὺς ἐπὶ τούτοις ἑλέσθαι.
ὅτι ἐπειδὴ ὁ Κίννας τὸν νόμον τὸν περὶ τῆς καθόδου τῶν φυγάδων ἀνενεώσατο, ὁ Μάριος οἵ τε ἄλλοι οἱ σὺν αὐτῷ ἐκπεσόντες ἐσεπήδησαν ἐς τὴν πόλιν μετὰ τοῦ λοιποῦ στρατοῦ κατὰ πάσας ἅμα τὰς πύλας, καὶ ἐκείνας τε ἔκλεισαν ὥστε μηδένα διαδρᾶναι, καὶ πάντας τοὺς ἐντυγχάνοντάς σφισι ἐξειργάσαντο, μηδένα αὐτῶν ἀποκρίνοντες, ἀλλὰ πᾶσιν αὐτοῖς ὁμοίως ὡς πολεμίοις χρώμενοι. μάλιστα δὲ τούς τι ἔχοντας ἐπιθυμίᾳ χρημάτων ἔφθειρον, καὶ τούς τε παῖδας καὶ τὰς γυναῖκάς σφων ὕβριζον, ὥσπερ τινὰ ἀλλοτρίαν πόλιν ἠνδραποδισμένοι. καὶ τὰς κεφαλὰς τῶν ἐλλογιμωτάτων ἐπὶ τὸ βῆμα ἀνετίθεσαν. καὶ ἦν τό θέαμα οὐδέν τι τοῦ ὀλέθρου αὐτῶν πρᾳότερον· τά τε γὰρ ἄλλα καὶ τοῖς ὁρῶσι προσπαρίστη νομίζειν ὅτι, ὅσα πολεμίων ἀκροστολίοις οἱ προπάτορές σφων ἐκεκοσμήκεσαν, ταῦτα τότε ταῖς τῶν πολιτῶν κεφαλαῖς ἀπεκοσμεῖτο.
τοσαύτη γὰρ ἑνὶ λόγῳ ἥ τε ἐπιθυμία καὶ ἡ ἀπληστία τῶν φόνων τὸν Μάριον κατέσχεν ὥστε, ἐπειδὴ τὸ πλεῖστον τῶν ἐχθρῶν ἀπεκτόνει καὶ οὐκέτʼ οὐδεὶς ὧν ἐξολέσαι ἐγλίχετο ἐπὶ τὸν νοῦν ἅτε ἐν τοσαύτῃ ταραχῇ ἐπῄει, σύνθημα τοῖς στρατιώταις δοῦναι σφάττειν πάντας ἑξῆς οἷς ἂν τῶν προσιόντων μὴ ὀρέξῃ τὴν χεῖρα. πρὸς γὰρ τοῦτο τὰ τῶν Ῥωμαίων πράγματα ἀφίκετο ὥστε μὴ μόνον ἀκρίτως μηδʼ ἀπʼ ἔχθρας, ἀλλὰ καὶ πρὸς τὴν οὐκ ἔκτασιν τῆς ἐκείνου χειρὸς ἀπόλλυσθαι. καὶ — ἦν γάρ, ὥσπερ εἰκός, ἔν τε ὄχλῳ καὶ ἐν θορύβῳ τοσούτῳ οὐδʼ αὐτῷ τῷ Μαρίῳ ἐπιμελές, ἀλλʼ οὐδὲ δυνατὸν οὐδʼ εἰ πάνυ ἐβούλετο, κατὰ γνώμην τῇ χειρὶ χρῆσθαι — πολλοὶ κἀκ τούτου μάτην ἀπέθανον, οὓς οὐδαμῇ οὐδαμῶς ἀποκτεῖναι ἐδεῖτο. τὸ μὲν οὖν σύμπαν τῶν τε γὰρ ἀποθανόντων ἀνεξεύρετόν ἐστι· πέντε γὰρ ὅλαις ἡμέραις καὶ νυξὶν ἴσαις αἱ σφαγαὶ ἐγένοντο.
Δίων λαʹ βιβλίῳ «κἀνταῦθα ἀπογνοὺς μηδέν οἱ τὸν θεὸν ἐπαρκέσειν ἑαυτὸν διεχρήσατο».
ὅτι θυόντων τῶν Ῥωμαίων ἱσταμένου τοῦ ἔτους τὰ ἐσιτήρια, καὶ τῇ ἡγεμονίᾳ τὰς εὐχὰς κατὰ τὰ πάτρια ποιουμένων, ὁ υἱὸς Μαρίου δήμαρχόν τινα αὐθεντίᾳ ἀποκτείνας τὴν κεφαλὴν αὐτοῦ τοῖς ὑπάτοις ἔπεμψε, καὶ ἄλλον ἀπὸ τοῦ Καπιτωλίου κατεκρήμνισεν, ὅπερ οὐδεὶς ἄλλος ἐπεπόνθει, καὶ δύο στρατηγοὺς καὶ πυρὸς καὶ ὕδατος εἶρξεν.
ὅτι ὁ ὑποστράτηγος Φλάκκου Φιμβρίας ἐς Βυζάντιον ἐλθόντι αὐτῷ ἐστασίασεν. ἦν γὰρ ἐς πάντα δὴ τολμηρότατος καὶ προπετέστατος, δόξης τε ὁποιασοῦν ἐραστὴς καὶ παντὸς τοῦ ἀμείνονος ὀλίγωρος. ἐξ ὧν που καὶ τότε, ἀφʼ οὗπερ ἀπῆρεν ἀπὸ τῆς Ῥώμης, ἀρετήν τε ἐς χρήματα καὶ σπουδὴν περὶ τοὺς στρατιώτας προσποιησάμενος ἀνηρτήσατό τε αὐτοὺς καὶ τῷ Φλάκκῳ συνέκρουσεν. ἠδυνήθη δὲ τοῦτο ποιῆσαι, ὅτι ἐκεῖνος χρημάτων τε ἄπληστος ἦν καὶ οὐκ ἠγάπα τὰ περιγιγνόμενα σφετεριζόμενος, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς τῶν στρατιωτῶν τροφῆς, ἔκ τε τῆς λείας, ἣν ἰδίαν ἑκάστοτε ἐνόμιζεν εἶναι, ἐχρηματίζετο.
ὅτι ἐπεὶ πρὸς τὸ Βυζάντιον ἀφίκοντο Φλάκκος καὶ Φιμβρίας, καὶ ὁ Φλάκκος ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι κελεύσας ἐς τὴν πόλιν ἐσῆλθε, παραλαβὼν δὲ τοῦτο ὁ Φιμβρίας χρήματά τε αὐτὸν εἰληφέναι κατῃτιᾶτο, καὶ διέβαλλε λέγων ὡς ἐκεῖνος μὲν ἔνδον τρυφῴη, σφεῖς δὲ ὑπὸ σκηναῖς ἐν χειμῶνι ταλαιπωροῖντο. οἱ δὲ στρατιῶται ἔς τε τὸ ἄστυ θυμῷ ἔπεσον, καί τινας τῶν ἐμπεσόντων σφίσιν ἀποκτείναντες ἐς τὰς οἰκίας ἐσκεδάσθησαν.
ὅτι διαφορᾶς τινὸς τῷ Φιμβρίᾳ πρὸς τὸν ταμίαν γενομένης ἠπείλησεν αὐτῷ ὁ Φλάκκος ἄκοντα ἐς Ῥώμην ἀποπέμψειν, λοιδορησάμενόν τέ τι διὰ τοῦτο αὐτῷ τὴν ἡγεμονίαν ἀφείλετο. ὁ δὲ Φιμβρίας ἐς τὴν ἀποπορείαν δῆθεν ἐπαχθέστατα στειλάμενος πρὸς τοὺς στρατιώτας τοὺς ἐν Βυζαντίῳ ἀφίκετο, καὶ ὡς ἐπὶ τῇ ἀφόδῳ αὐτοὺς ἠσπάζετο, γράμματά τε ᾔτει, καὶ ἑαυτὸν ὡς καὶ ἀνάξια πεπονθὼς ὠδύρετο· μεμνῆσθαί τέ σφισι ὧν ὑπουργήκει, καὶ φυλακήν σφων ποιεῖσθαι, αἰνιττόμενος ἐς τὸν Φλάκκον ὡς καὶ ἐπιβουλεύσοντα αὐτοῖς, παρῄνει. καὶ μαθὼν τὰ λεγόμενα δεχομένους καὶ ἑαυτῷ εὔνοιαν ἔχοντας καὶ ἐς ἐκεῖνον ὑποπτεύοντας, ἀνέβη ἐπὶ μετέωρον καὶ προσπαρώξυνέ σφας, ἄλλα τέ τινα τοῦ Φλάκκου κατηγορήσας, καὶ ὅτι προδώσει αὐτοὺς ὑπὸ χρημάτων· ὥστε τοὺς στρατιώτας Θέρμον τὸν ἐπιτεταγμένον σφίσιν ἀπελάσαι.
ὅτι ὁ Φιμβρίας ἄνδρας πολλοὺς οὐ πρὸς τὸ δικαιότατον οὐδὲ πρὸς τὸ τῇ Ῥώμῃ συμφορώτατον, ἀλλʼ ὀργῇ καὶ ἐπιθυμίᾳ φόνων ἀπώλλυεν. τεκμήριον δέ, σταυρούς ποτε πολλούς, οἷς προσδέων αὐτοὺς καὶ αἰκιζόμενος διεχρῆτο, γενέσθαι προστάξας, ἔπειτʼ ἐπειδὴ πολὺ πλείους τῶν θανατωθησομένων εὑρέθησαν ὄντες, ἐκέλευσεν ἐκ τῶν περιεστηκότων τινὰς συλληφθῆναι καὶ πρὸς τοὺς λοιποὺς προσδεθῆναι, ἵνα μὴ μάτην δόξωσι γεγονέναι.
ὅτι ὁ αὐτὸς τὸ Ἴλιον λαβὼν τοὺς ἀνθρώπους ὅσους ἠδυνήθη μηδενὸς φεισάμενος κατεχρήσατο, καὶ τὴν πόλιν πᾶσαν ὀλίγου κατέπρησεν. εἷλε δὲ αὐτοὺς οὐ κατὰ τὸ ἰσχυρόν, ἀλλʼ ἀπατήσας· ἔπαινον γάρ τινα αὐτῶν ἐπὶ τῇ πρεσβείᾳ τῇ πρὸς τὸν Σύλλαν πεμφθείσῃ ποιησάμενος, καὶ διαφέρειν μηδὲν ὁποτέρῳ σπείσονται — ἀμφοτέρους γάρ σφας Ῥωμαίους εἶναι — εἰπών, ἔπειτα ὡς παρὰ φίλους αὐτοὺς ἐσῆλθε καὶ ἐξειργάσατο ταῦτα.
ἐν δὲ λγʹ βιβλίῳ — Δίων — «διʼ οὖν ταῦτα ἐκεῖνος τὸν μὲν ἄλλον χρόνον οὔτε τι προσεποιεῖτο αὐτῶν ....»
ὅτι ὁ Μέτελλος ὑπὸ Κίννου ἡττηθεὶς ἐς τὸν Σύλλαν ἧκε καὶ πλεῖστα αὐτῷ συνήρατο· πρὸς γάρ τοι τὴν δόξαν τῆς τε δικαιοσύνης αὐτοῦ καὶ τῆς εὐσεβείας οὐκ ὀλίγοι καὶ τῶν τἀναντία τῷ Σύλλᾳ πραττόντων, νομίσαντες αὐτὸν οὐκ ἀκρίτως οἱ συνεῖναι ἀλλὰ τά τε δικαιότερα καὶ τὰ τῇ πατρίδι συμφορώτερα ὄντως αἱρεῖσθαι, προσεχώρησαν σφίσι.
ὅτι ὁ Πομπήιος υἱὸς ἦν τοῦ Στράβωνος, συνεκρίθη δὲ ὑπὸ Πλουτάρχου Ἀγησιλάῳ τῷ Λακεδαιμονίῳ. ἀχθόμενος δὲ τοῖς τὴν πόλιν ἔχουσι ἐξωρμήθη ἐς τὸ Πικηνὸν αὐτὸς ἐφʼ ἑαυτοῦ, οὐδὲ ἐς ἄνδρας πω πάνυ τελῶν, καὶ παρʼ ἐκείνων χεῖρά τινα διὰ τὴν τοῦ πατρὸς ἡγεμονίαν ἀθροίσας δυναστείαν ἰδίαν συνίστη, καὶ ᾠήθη ἐλλόγιμόν τι πρᾶξαι καθʼ ἑαυτόν· καὶ τῷ Σύλλᾳ προσεχώρησε. καὶ ὁ μὲν τούτων ἀρξάμενος οὐδὲν μείων ἐκείνου ἐγένετο, ἀλλʼ ὥσπερ που καὶ ἡ ἐπίκλησις αὐτῷ προσετέθη, μέγας ηὐξήθη.
Δίων λγʹ βιβλίῳ «καὶ γὰρ γελοῖόν ἐστιν, ἐν Καμπανίᾳ τε αὐτοῦ ὄντος καὶ δυναμένου διὰ ταχέων ὧν αἰτίαν ἔχει λόγον ὑποσχεῖν, ἐμὲ ὑπερδικεῖν».
Δίων λγʹ βιβλίῳ «πῶς δʼ ἄν τις πιστεύσειεν αὐτῷ;»
ὅτι ὁ Σύλλας τὸ στράτευμα παρέδωκεν ἀνδρὶ μήτʼ ἄλλως ἐπαινουμένῳ, καίπερ πολλοὺς ἐκ τῶν ἀπʼ ἀρχῆς συγγενομένων οἱ ἔχων καὶ ἐμπειρίᾳ καὶ πράξει προφέροντας, οἷς που καὶ ἐς ἐκεῖνο τοῦ χρόνου πρὸς πάντα τὰ ἀναγκαῖα ὡς καὶ πιστοτάτοις ἐκέχρητο. καὶ πρὶν μὲν νικῆσαι ἐδεῖτό τε αὐτῶν καὶ ταῖς ἀπʼ αὐτῶν ὠφελίαις ἀπεχρῆτο· ἐπεὶ δὲ ἐγγυτέρω τῆς ἐλπίδος τοῦ παντελῶς κρατήσειν ἐγένετο, οὐδένα αὐτῶν ἔτι λόγον ἐποιεῖτο, τοῖς δὲ κακίστοις καὶ μήτε ἐν περιφανείᾳ γένους μήτε ἐν δόξῃ ἀρετῆς οὖσι μᾶλλον ἐπίστευσεν. αἴτιον δὲ ὅτι τοὺς μὲν τοιούτους πρὸς πάντα αὐτῷ καὶ τὰ χείριστα ἑτοίμους ὄντας ὑπουργεῖν ἑώρα, καὶ χάριν τε ἑαυτῷ πλείστην κἂν ἐλαχίστου τινὸς τύχωσιν ὀφειλήσειν, καὶ μήθʼ ὑπερφρονήσειν ποτὲ μήτε τῶν ἔργων ἢ τῶν βουλευμάτων ἀντιποιήσεσθαι ἐνόμιζεν, τὸ δʼ ἀρετὴν ἔχον οὔτε συγκακουργεῖν οἱ ἐθελήσειν, ἀλλὰ καὶ ἑαυτῷ ἐπιτιμήσειν, καὶ τὰ γέρα τῶν εὐεργετημάτων κατʼ ἀξίαν ἀπαιτήσειν, καὶ μηδεμίαν χάριν ἐπʼ αὐτοῖς ἅτε καὶ ὀφειλόμενά σφισι ἀπολαμβάνοντας ἕξειν, τάς τε πράξεις καὶ τὰς συμβουλίας ὡς καὶ ἑαυτῶν οὔσας προσποιήσεσθαι.
ὅτι ὁ Σύλλας νικήσας τοὺς Σαυνίτας μέχρι μὲν δὴ οὖν τῆς ἡμέρας ἐκείνης διαπρεπὴς ἦν, καὶ ὄνομα ἀπό τε τῶν στρατηγημάτων καὶ ἀπὸ τῶν βουλευμάτων μέγιστον ἔσχε, φιλανθρωπίᾳ τε καὶ εὐσεβείᾳ πολὺ προέχειν ἐνομίζετο, ὥστε καὶ τὴν τύχην σύμμαχον ἀπὸ τῆς ἀρετῆς πάντας ἔχειν αὐτὸν ἡγεῖσθαι· μετὰ δὲ δὴ τοῦτο τοσαύτην μεταβολὴν ἐποιήσατο ὥστε μηδʼ ἂν τοῦ αὐτοῦ τινα φάναι ταῦτά τε καὶ τὰ ἔπειτα εἶναι. οὕτως, ὡς ἔοικεν, οὐκ ἤνεγκεν εὐτυχήσας. καὶ γὰρ ἐκεῖνα ἃ ἕως ἀσθενὴς ἦν ἄλλοις ἐπεκάλει, καὶ ἕτερα πλείω καὶ ἀτοπώτερα ἔπραξε, βουλόμενος μέν που καὶ ἀεὶ αὐτά, ἐλεγχθεὶς δὲ ἐν τῇ ἐξουσίᾳ. ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἔδοξέ τισιν ἡ κακοπραγία μέρος οὐκ ἐλάχιστον ἔχειν. ὁ γὰρ Σύλλας ὡς τάχιστα τῶν Σαυνιτῶν ἐκράτησε καὶ τέλος τῷ πολέμῳ ἐπιτεθεικέναι ἐνόμισε — τὰ γὰρ δὴ λοιπὰ ἐν οὐδενὶ λόγῳ ἐποιεῖτο —, μετεβάλετο, καὶ ἑαυτὸν μὲν ἔξω τε τῶν τειχῶν τρόπον τινὰ καὶ ἐν τῇ μάχῃ κατέλιπεν, τὸν δὲ δὴ Κίνναν καὶ τὸν Μάριον τούς τε ἄλλους τοὺς μετʼ αὐτὸν γενομένους πάντας ἅμα ὑπερέβαλεν. ὅσα γὰρ μηδένα τῶν δήμων τῶν ὀθνείων ἀντιπολεμησάντων οἱ ἔδρασε, ταῦτα τότε τὴν πατρίδα καθάπερ καὶ ἐκείνην νικήσας ἐξειργάσατο. τοῦτο μὲν γὰρ αὐθημερὸν τὰς κεφαλὰς τοῦ τε Δαμασίππου καὶ τῶν συνεξετασθέντων αὐτῷ πρὸς τὸ Πραινέστε πέμψας ἀνεσκολόπισε, καὶ τῶν παραδόντων σφᾶς ἐθελοντὰς συχνοὺς ὡς καὶ ἄκοντας ἑλὼν ἀπέκτεινεν. καὶ τῇ ὑστεραίᾳ τοῖς τε βουλευταῖς ἐς τὸ Ἐνυεῖον, ὡς καὶ ἀπολογιούμενός τι αὐτοῖς, καὶ τοῖς ζωγρηθεῖσι ἐς τὸν ἀγρὸν τὸν δημόσιον καλούμενον ὡς καὶ ἐς τὸν κατάλογον αὐτοὺς ἐσγράψων συνελθεῖν κελεύσας, τούτους ἅμα διʼ ἑτέρων ἐφόνευσε — καὶ πολλοὶ τῶν ἐκ τῆς πόλεως ἀνθρώπων ἀναμιχθέντες σφίσι παραπώλοντο —, καὶ ἐκείνοις αὐτὸς πικρότατα διελέξατο.
ὅτι ὁ φόνος τῶν ἑαλωκότων καὶ τότε οὐδὲν ἧττον ὑπὸ τοῦ Σύλλου ἐγίγνετο, καὶ αὐτῶν ἅτε ἐγγὺς τοῦ ναοῦ θνησκόντων πολὺς μὲν θόρυβος πολὺς δὲ καὶ θρῆνος οἰμωγαί τε καὶ ὀδυρμοὶ ἐς τὸ συνέδριον ἐσέπιπτον, ὥστε τὴν γερουσίαν ἀμφοτέρωθεν ἐκταράττεσθαι. καὶ γὰρ οὐδὲ πόρρω ἔτι τοῦ τι καὶ αὐτοὶ δεινὸν πείσεσθαι προσδοκᾶν ἦσαν, οὕτως ἀνόσια αὐτοῦ καὶ λέγοντος ἅμα καὶ πράττοντος· καὶ διὰ τοῦτο πολλοί, ἅτε ἐπʼ ἀμφοτέροις ἐν ταὐτῷ περιαλγοῦντες, ἐπεθύμουν τῶν ἔξω καὶ αὐτοὶ τῶν ἤδη ἀπολλυμένων εἶναι, ἵνα παύσωνταί ποτε φοβούμενοι. ἀλλʼ αὐτοὶ μὲν ἀνεβέβληντο, οἱ δʼ ἄλλοι κατεσφάγησαν καὶ ἐς τὸν ποταμὸν ἐρρίφησαν, ὥστε τὸ τοῦ Μιθριδάτου πολὺ δεινὸν νομισθέν, ὅτι ποτὲ πάντας τοὺς ἐν τῇ Ἀσίᾳ Ῥωμαίους ἐν μιᾷ ἡμέρᾳ ἀπέκτεινεν, ἐν βραχεῖ πρός τε τὸ πλῆθος καὶ πρὸς τὸν τρόπον τῶν τότε φονευθέντων νομισθῆναι. οὐδὲ ἐνταῦθα τὸ δεινὸν ἔστη, ἀλλʼ ὥσπερ ἀπὸ φρυκτωρίας τινὸς ἐκεῖθεν αἱ σφαγαὶ ἀρξάμεναι καὶ ἐν τῷ ἄστει καὶ ἐν τῇ χώρᾳ ταῖς τε πόλεσι ταῖς ἐν τῇ Ἰταλίᾳ πάσαις ἐγένοντο. πολλοὺς μὲν γὰρ αὐτὸς ὁ Σύλλας πολλοὺς δὲ καὶ οἱ ἑταῖροι αὐτοῦ, οἱ μὲν ἐπʼ ἀληθείας οἱ δὲ καὶ προσποιούμενοι, ἐμίσουν, ὅπως ἐκ τῆς τῶν ἔργων ὁμοιότητος τό τε ὁμόηθές οἱ ἐνδεικνύοντες καὶ τὴν φιλίαν βεβαιοῦντες, μὴ ἐκ τοῦ διαφόρου αὐτῷ ὑποπτευθῶσί τε καταγιγνώσκειν τι αὐτοῦ καὶ διὰ τοῦτο κινδυνεύσωσιν. ἔσφαζον δὲ καὶ ὅσους πλουτοῦντας ἢ καὶ ἄλλως πως ὑπερέχοντάς σφων ἑώρων, τοὺς μὲν φθόνῳ τοὺς δὲ διὰ τὰ χρήματα· πλεῖστοι γὰρ ἐν τῷ τοιούτῳ καὶ τῶν μέσων, κἂν μηδετέρᾳ στάσει συναίρωνται ......, ἴδιόν τι ἔγκλημα τὸ κατʼ ἀρετὴν ἢ καὶ γένει πλούτῳ τέ τινος προέχειν λαμβάνοντες. καὶ ἀσφάλεια οὐδεμία οὐδενὶ πρὸς τοὺς ἐν κράτει τινὶ ἀδικεῖν βουλομένους εὑρίσκετο.
ὅτι τοιαῦται συμφοραὶ τὴν Ῥώμην περιέσχον. τί γὰρ ἄν τις τὰς τῶν ζώντων ὕβρεις λέγοι, αἳ πολλαὶ μὲν περὶ τὰς γυναῖκας πολλαὶ δὲ περὶ τοὺς παῖδας τοὺς εὐγενεστάτους καὶ ἐλλογιμωτάτους καθάπερ αἰχμαλώτους ἐγίγνοντο; οὐ μὴν ἀλλὰ ἐκεῖνα, καίπερ χαλεπώτατα ὄντα, τῷ γοῦν ὁμοιοτρόπῳ τῶν ἤδη σφίσι συμβεβηκότων οἰστὰ τοῖς γε ἐκτὸς τούτων οὖσιν ἐδόκει εἶναι. ὡς δὲ οὐκ ἐξήρκει τῷ Σύλλᾳ, οὐδʼ ἠγάπα τὰ αὐτὰ ἑτέροις δρῶν, ἀλλά τις αὐτῷ πόθος ἐσῄει καὶ ἐν τῇ πολυτροπίᾳ τῶν φόνων πολὺ πάντων περιεῖναι, ὥσπερ τινὰ ἀρετὴν οὖσαν τὸ μηδὲ ἐν ταῖς μιαιφονίαις τινὸς ἡττᾶσθαι, τινὰ καινότητα ἐξέθηκε λελευκωμένον πίνακα, ἐς ὃν ἐνέγραφε τὰ ὀνόματα. οὐ μέντοι γε ἧττον πάντα ὅσα καὶ πρὶν ἐγίγνετο, οὐδὲ ἐν τῷ ἀσφαλεῖ οἱ μὴ ἐς τὰ λευκώματα ἐγγεγραμμένοι ἦσαν. πολλοὶ μὲν γὰρ οἱ μὲν ζῶντες οἱ δὲ καὶ τεθνηκότες ἐπʼ ἀδείᾳ τῶν ἀποκτεινάντων σφᾶς προσενεγράφοντο, ὥστε ἐν τούτῳ μηδὲν διενεγκεῖν τὸ πρᾶγμα, τῇ τε δεινότητι τῇ τε ἀτοπίᾳ αὐτοῦ πάνυ πάντας χαλεπανθῆναι. τά τε γὰρ πινάκια ὥσπερ τις ἀναγραφὴ βουλευτῶν ἢ κατάλογος στρατιωτῶν νομιζομένων ἐξετίθετο, καὶ συνέθεον ἐπʼ αὐτὰ πάντες οἱ ἀεὶ παριόντες σπουδῇ, καθάπερ τινὰ χρηστὴν ἐπαγγελίαν ἔχοντα· καὶ πολλοὶ μὲν συγγενεῖς, ἤδη δέ τινες καὶ ἑαυτοὺς εὕρισκον ἐγγεγραμμένους κτείνεσθαι, κἀκ τούτου τὸ πάθος οἷα ἐξαπιναίῳ κακῷ φοβερόν σφας κατελάμβανεν· καὶ συχνοὶ καὶ ἀπʼ αὐτοῦ τούτου γνωριζόμενοι διώλλυντο. καὶ ἦν οὐδενὶ ἔξω τῶν ἐκ τῆς ἑταιρείας ἀσφαλὲς οὐδέν. εἴτε γὰρ προσίοι τις τοῖς λευκώμασιν, αἰτίαν ὡς καὶ πολυπραγμονῶν τι εἶχεν, εἴτε μὴ προσίοι, δυσχεραίνειν ἐδόκει. καὶ ὅ τε ἀναλεγόμενος ἢ καὶ ἐπερωτῶν τινα τὰ ἐγγεγραμμένα ὕποπτος, ὡς καὶ περὶ ἑαυτοῦ τι τῶν τε ἑταίρων ζητῶν, ἐγίγνετο, καὶ ὁ μὴ ἀναγιγνώσκων μηδὲ πυνθανόμενος ἄχθεσθαί τε αὐτοῖς ὑπωπτεύετο καὶ διὰ τοῦτο καὶ ἐμισεῖτο. τό τε δακρῦσαι ἢ καὶ γελάσαι θανάσιμον τὸ παραχρῆμα ἐγίγνετο· καὶ διὰ τοῦτο καὶ πολλοί, οὐχ ὅτι καὶ εἶπόν τι ἢ καὶ ἔπραξαν ὧν ἀπείρητο, ἀλλʼ ὅτι καὶ ἐσκυθρώπασαν ἢ καὶ ἐμειδίασαν, ἐφθείροντο. οὕτω καὶ τὰ σχήματα αὐτῶν ἀκριβῶς ἐτηρεῖτο, καὶ οὐκ ἐξῆν οὐδενὶ οὔτε ἐπὶ φίλῳ ὀδύρασθαι οὔτε ἐπʼ ἐχθρῷ ἐφησθῆναι, ἀλλὰ καὶ ἐκεῖνοι ὡς καὶ χλευάζοντές τινα ἐσφάζοντο. καὶ προσέτι καὶ αἱ ἐπικλήσεις συχνοῖς πράγματα παρεῖχον· ἀγνοοῦντες γάρ τινες τοὺς ἐπικεκηρυγμένους ἐπὶ πάντας οὓς ἐβούλοντο τὰς ἐπωνυμίας αὐτῶν ἦγον, καὶ πολλοὶ διὰ τοῦτʼ ἀνθʼ ἑτέρων ἀπέθανον. ὥστε καὶ ἐν τούτῳ ταραχήν, τῶν μὲν ὅπως ποτὲ ἐβούλοντο τὸν προστυχόντα ὀνομαζόντων, τῶν δὲ ἀρνουμένων μὴ οὕτω καλεῖσθαι, γίγνεσθαι. ἐφονεύοντο δὲ οἱ μὲν ἀγνοοῦντες ὅτι τελευτήσουσιν, οἱ δὲ καὶ προειδότες, πανταχοῦ ὅπουπερ ἐτύγχανον ὄντες· καὶ οὐδὲν ἦν αὐτοῖς χωρίον, οὐχ ὅσιον, οὐχ ἱερόν, οὔτʼ ἀσφαλὲς οὔτʼ ἄσυλον. οὐ μὴν ἀλλʼ οἱ μὲν ἐξαίφνης, πρὶν μαθεῖν τὴν ἐπικρεμαμένην συμφοράν, ἢ καὶ ἅμα τῇ πύστει αὐτῆς, διαφθειρόμενοι τῇ γοῦν εὐτυχίᾳ τῆς μὴ προεκφοβήσεως ἐπεκουφίζοντο· οἱ δὲ δὴ προαισθόμενοι τοῦ δεινοῦ καὶ κατακρυπτόμενοι χαλεπώτατα ἀπήλλασσον· οὐ γὰρ ἀποχωρῆσαι μὴ φωραθεῖεν ἐτόλμων, οὔτʼ αὖ κατὰ χώραν μένειν μὴ καὶ προδοθεῖεν ὑπέμενον. πλεῖστοι δὲ καὶ ὑπὸ τῶν συνόντων καὶ φιλτάτων σφίσι προεδόθησαν καὶ ἀπώλοντο. κἀκ τούτου τῇ προσδοκίᾳ τοῦ ἀεὶ τὸν θάνατον προσδέχεσθαι οὐχ ὅτι οἱ ἐς τὰ πινάκια ἐγγεγραμμένοι μόνον, ἀλλὰ καὶ οἱ λοιποὶ ὁμοίως ἔπασχον.
ὅτι πάντων τῶν σφαζομένων ὁπουδὰν αἱ κεφαλαὶ ἐς τὴν τῶν Ῥωμαίων ἀγορὰν ἐκομίζοντο καὶ ἐπὶ τοῦ βήματος ἐξετίθεντο, ὥσθʼ ὅσα περὶ τὰς προγραφὰς συνέβαινεν, ταῦτα καὶ περὶ ἐκείνας γίγνεσθαι.
ὅτι τῶν Κρητῶν πρεσβευσαμένων πρὸς τοὺς Ῥωμαίους, καὶ ἐλπιζόντων τάς τε παλαιὰς σπονδὰς ἀνανεώσεσθαι καὶ προσέτι καὶ εὐεργεσίαν τῆς τοῦ ταμίου τῶν τε συστρατιωτῶν αὐτῶν σωτηρίας εὑρήσεσθαι, οὗτοι ὀργὴν μᾶλλον ὅτι μὴ ἑάλωσαν λαβόντες ἢ χάριν αὐτοῖς ὅτι μὴ ἐκείνους ἔφθειραν γνόντες, οὔτʼ ἄλλως μέτριόν τι ἀπεκρίναντο, καὶ τοὺς αἰχμαλώτους τούς τε αὐτομόλους ἅπαντας παρʼ αὐτῶν ἀπῄτησαν. καὶ ὁμήρους χρήματά τε πολλὰ αἰτήσαντες, τάς τε ναῦς τὰς μείζους καὶ τοὺς ἄνδρας τοὺς κορυφαίους ἐξαιτήσαντες, οὐκ ἀνέμειναν τὴν οἴκοθεν αὐτῶν ἀπόκρισιν, ἀλλὰ τῶν ὑπάτων αὐτίκα τὸν ἕτερον ταῦτά τε ληψόμενον καὶ πολεμήσοντά σφισιν, ἂν μὴ διδῶσιν, ὥσπερ οὐκ ἔμελλον, ἐξέπεμψαν· οἱ γὰρ ἀπʼ ἀρχῆς, πρὶν αἰτηθῆναί τι τοιοῦτο καὶ κρατῆσαι, μὴ θελήσαντες ὁμολογῆσαι πῶς ἂν μετὰ τὴν νίκην τοσαῦτά τε ἅμα καὶ τοιαῦτα προσταττόμενοι ἤνεγκαν; τοῦτό τε οὖν σαφῶς εἰδότες, καὶ προσυποπτεύσαντες τοὺς πρέσβεις ἐπιχειρήσειν τινάς, ὡς καὶ κωλύσοντας τὴν στρατείαν, διαφθεῖραι χρήμασιν, ἐψηφίσαντο ἐν τῇ βουλῇ μηδένα αὐτοῖς μηδὲν δανεῖσαι.
ἐν λεʹ βιβλίῳ — Δίων — «ἢ τοῖς πολεμίοις ἡμῶν προσποιῆσαι».