eul_wid: hsa-aa
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

Fragments on Athenian Politics by Demetrius of Phaleron II

The Fragments on Athenian Politics by Demetrius of Phaleron is a lost Hellenistic treatise known only through passages preserved within the Aristotelian Athenaion Politeia. These eighty-one fragments, which cover Athenian political history and institutions, do not constitute a continuous text but are excerpts embedded by later authors who cited Demetrius as a source. The fragments address several core themes, including the constitutional development of Athenian governance and laws, historical analysis of specific political events and figures, and descriptions of political bodies such as the Areopagus, the Council, and the popular courts. The work survives entirely through this indirect transmission, being reconstructed from quotations and paraphrases in the Athenaion Politeia without an independent manuscript tradition. Demetrius’s treatise served as a major source for the Peripatetic school’s constitutional research, directly informing the influential Athenaion Politeia. His accounts, shaped by his experience as an oligarchic ruler and a Peripatetic philosopher, became a foundational resource for both ancient and modern historians of Athenian politics.

Λαέρτιος Διογένης πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατʼ αὐτὸν Περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρʼ ὁντινοῦν. ὧν ἐστι τὰ μὲν ἱστορικὰ τὰ δὲ πολιτικὰ τὰ δὲ περὶ ποιητῶν τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ Περὶ τῆς Ἀθήνησι νομοθεσίας αʹ βʹ γʹ δʹ εʹ· Περὶ τῶν Ἀθήνησι πολιτειῶν αʹ βʹ· Περὶ δημαγωγίας αʹ βʹ· Περὶ πολιτικῶν αʹ βʹ· Περὶ νόμων αʹ· Περὶ ῥητορικῆς αʹ βʹ· Στρατηγικῶν αʹ βʹ· Περὶ Ἰλιάδος αʹ βʹ· Περὶ Ὀδυσσείας αʹ βʹ γʹ δʹ· Πτολεμαῖος αʹ· Ἐρωτικός αʹ· Φαιδώνδας αʹ· Μαίδων αʹ· Κλέων αʹ· Σωκράτης αʹ· Ἀρτοξέρξης αʹ· Ὁμηρικός αʹ· Ἀριστείδης αʹ· Ἀριστόμαχος αʹ· Προτρεπτικός αʹ· Ὑπὲρ τῆς πολιτείας αʹ· Περὶ τῆς δεκαετίας αʹ· Περὶ τῶν Ἰώνων αʹ· Πρεσβευτικός αʹ· Περὶ πίστεως αʹ· Περὶ χάριτος αʹ· Περὶ τύχης αʹ· Περὶ μεγαλοψυχίας αʹ· Περὶ γάμου αʹ· Περὶ τοῦ δοκοῦ αʹ· Περὶ εἰρήνης αʹ· Περὶ νόμων αʹ· Περὶ ἐπιτηδευμάτων αʹ· Περὶ καιροῦ αʹ· Διονύσιος αʹ· Χαλκιδικός αʹ· Ἀθηναίων καταδρομή αʹ· Περὶ Ἀντιφάνους αʹ· Προοίμιον ἱστορικόν αʹ· Ἐπιστολαί αʹ· Ἐκκλησία ἔνορκος αʹ· Περὶ γήρως αʹ· Δίκαια αʹ· Αἰσωπείων αʹ· Χρειῶν αʹ.

Σοῦδα Δημήτριος: ..... γέγραφε φιλόσοφά τε καὶ ἱστορικὰ καὶ ῥητορικὰ καὶ πολιτικὰ καὶ περὶ ποιητῶν.

Δημητρίου Βοιωτιακός· Ἀρίσταιχμος ἕν· Κλέων ἕν· Φαιδώνδας ἢ περι ο——ἕν· Περὶ τῆς Ἀθήνησι νομοθεσίας πέντε· Περὶ τῶν Ἀθήνησι πολιτειῶν δύο.

Πλούταρχος ὅθεν ὀρθῶς ὁ Φαληρεὺς Δημήτριος εἰπόντος Εὐριπίδου ὁ δʼ ὄλβος οὐ βέβαιος ἀλλʼ ἐφήμερος καὶ ὅτι μικρὰ τὰ σφάλλοντα, καὶ μίʼ ἡμέρα τὰ μὲν καθεῖλεν ὑψόθεν τὰ δʼ ἦρʼ ἄνω τὰ μὲν ἄλλα καλῶς ἔφη λέγειν αὐτόν, βέλτιον δʼ ἂν ἔχειν εἰ μὴ μίαν ἡμέραν ἀλλὰ στιγμὴν εἶπε χρόνου.

Πολύβιος ὥστε πολλάκις καὶ λίαν μνημονεύειν τῆς Δημητρίου τοῦ Φαληρέως φωνῆς. ἐκεῖνος γὰρ ἐν τῷ περὶ τῆς τύχης ὑπομνήματι βουλόμενος ἐναργῶς ὑποδεικνύναι τοῖς ἀνθρώποις τὸ ταύτης εὐμετάβολον, ἐπιστὰς ἐπὶ τοὺς κατʼ Ἀλέξανδρον καιροὺς ὅτε κατέλυσε τὴν Περσῶν ἀρχήν, λέγει ταῦτα: εἰ γὰρ λάβοιτʼ ἐν νῷ μὴ χρόνον ἄπειρον μηδὲ γενεὰς πολλὰς ἀλλὰ πεντήκοντα μόνον ἔτη ταυτὶ τὰ πρὸ ἡμῶν, γνοίητʼ ἂν ὡς τὸ τῆς τύχης χαλεπὸν ἐνταῦθα. πεντηκοστὸν γὰρ ἔτος οἴεσθʼ ἂν ἢ Πέρσας ἢ βασιλέα τῶν Περσῶν ἢ Μακεδόνας ἢ βασιλέα τῶν Μακεδόνων, εἴ τις θεῶν αὐτοῖς προύλεγε τὸ μέλλον, πιστεῦσαί ποτʼ ἂν ὡς εἰς τοῦτον τὸν καιρὸν Περσῶν μὲν οὐδʼ ὄνομα λειφθήσεται τὸ παράπαν, οἳ πάσης σχεδὸν τῆς οἰκουμένης ἐδέσποζον, Μακεδόνες δὲ καὶ πάσης κρατήσουσιν, ὧν οὐδʼ ὄνομα πρότερον ἦν; ἀλλʼ ὅμως ἡ πρὸς τὸν βίον ἡμῶν ἀσύνθετος τύχη, καὶ πάντα παρὰ τὸν λογισμὸν τὸν ἡμέτερον καινοποιοῦσα καὶ τὴν αὑτῆς δύναμιν ἐν τοῖς παραδόξοις ἐνδεικνυμένη, καὶ νῦν, ὡς ἐμοὶ δοκεῖ, δείκνυσι πᾶσιν ἀνθρώποις Μακεδόνας εἰς τὴν Περσῶν εὐδαιμονίαν εἰσοικίσασα, διότι καὶ τούτοις ταῦτα τἀγαθὰ κέχρηκεν, ἕως ἂν ἄλλο τι βουλεύσηται περὶ αὐτῶν.

Λαέρτιος Διογένης ὅτε καὶ ἀμφοτέρων αὐτῷ προσαγγελέντων, τῆς τε καταδίκης καὶ τῆς τῶν παίδων τελευτῆς, εἰπεῖν περὶ μὲν τῆς καταδίκης, ὅτι ἄρα κἀκείνων κἀμοῦ πάλαι ἡ φύσις κατεψηφίσατο, περὶ δὲ τῶν παίδων, ὅτι ᾔδειν αὐτοὺς θνητοὺς γεννήσας. οἱ δʼ εἰς Σόλωνα τοῦτο ἀναφέρουσιν, ἄλλοι εἰς Ξενοφῶντα, τοῦτον δὲ καὶ θάψαι ταῖς ἰδίαις χερσὶν αὐτοὺς Δημήτριός φησιν ὁ Φαληρεὺς ἐν τῷ περὶ γήρως.

Λαέρτιος Διογένης φησὶ δὲ Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ περὶ γήρως καὶ Παναίτιος ὁ Στωικὸς ἐν τῷ περὶ εὐθυμίας ταῖς ἰδίαις χερσὶ θάψαι τοὺς υἱεῖς αὐτόν καθάπερ καὶ Ἀναξαγόραν.

Πλούταρχος αὐτὸν δὲ τὸν Λυκοῦργον Ἱππίας μὲν ὁ σοφιστὴς πολεμικώτατόν φησι γενέσθαι καὶ πολλῶν ἔμπειρον στρατειῶν· .... ὁ δὲ Φαληρεὺς Δημήτριος οὐδεμιᾶς ἁψάμενον πολεμικῆς πράξεως ἐν εἰρήνῃ καταστήσασθαι τὴν πολιτείαν ἔοικε δὲ καὶ τῆς Ὀλυμπιακῆς ἐκεχειρίας ἡ ἐπίνοια πρᾴου καὶ πρὸς εἰρήνην οἰκείως ἔχοντος ἀνδρὸς εἶναι.

Λαέρτιος Διογένης Διογένης .... Ἀπολλωνιάτης .... ἦν δὲ τοῖς χρόνοις κατʼ Ἀναξαγόραν. τοῦτόν φησιν ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ διὰ μέγαν φθόνον μικροῦ κινδυνεῦσαι Ἀθήνησιν.

Λαέρτιος Διογένης Δημήτριος δέ φησιν ἐν τοῖς Ὁμωνύμοις καὶ Ἀθηναίων αὐτὸν ὑπερφρονῆσαι, δόξαν ἔχοντα παμπλείστην, καταφρονούμενόν τε ὑπὸ τῶν Ἐφεσίων ἑλέσθαι μᾶλλον τὰ οἰκεῖα. μέμνηται αὐτοῦ καὶ ὁ Φαληρεὺς Δημήτριος ἐν τῇ Σωκράτους ἀπολογίᾳ.

Λαέρτιος Διογένης Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τῇ Σωκράτους ἀπολογίᾳ μηδὲ ἐλθεῖν φησιν αὐτὸν εἰς Ἀθήνας.

Πλούταρχος περὶ δὲ οὐσίας αὐτοῦ λόγοι διάφοροι γεγόνασιν, ὁ μὲν ὡς ἐν πενίᾳ συντόνῳ καταβιώσαντος καὶ μετὰ τὴν τελευτὴν ἀπολιπόντος θυγατέρας δύο πολὺν χρόνον ἀνεκδότους διʼ ἀπορίαν γενομένας. πρὸς δὲ τοῦτον τὸν λόγον ὑπὸ πολλῶν εἰρημένον ἀντιτασσόμενος ὁ Φαληρεὺς Δημήτριος ἐν τῷ Σωκράτει χωρίον Φαληροῖ φησι γινώσκειν Ἀριστείδου γενόμενον, ἐν ᾧ τέθαπται, καὶ τεκμήρια τῆς περὶ τὸν οἶκον εὐπορίας ἓν μὲν ἡγεῖται τὴν ἐπώνυμον ἀρχήν, ἣν ἦρξε τῷ κυάμῳ λαχὼν ἐκ τῶν γενῶν τῶν τὰ μέγιστα τιμήματα κεκτημένων, οὓς πεντακοσιομεδίμνους προσηγόρευον, ἕτερον δὲ τὸν ἐξοστρακισμόν. οὐδενὶ γὰρ τῶν πενήτων ἀλλὰ τοῖς ἐξ οἴκων τε μεγάλων καὶ διὰ γένους ὄγκον ἐπιφθόνοις ὄστρακον ἐπιφέρεσθαι. τρίτον δὲ καὶ τελευταῖον, ὅτι νίκης ἀναθήματα χορηγικῆς τρίποδας ἐν Διονύσου καταλέλοιπεν, οἳ καὶ καθʼ ἡμᾶς ἐδείκνυντο τοιαύτην ἐπιγραφὴν διασώζοντες: Ἀντιοχὶς ἐνίκα, Ἀριστείδης ἐχορήγει, Ἀρχέστρατος ἐδίδασκε .... εἰ δὲ καὶ μετὰ τὴν ἐν Πλαταιαῖς μάχην ἦρξεν ὡς αὐτὸς ὁ Δημήτριος γέγραφε, καὶ πάνυ πιθανόν ἐστιν ἐπὶ δόξῃ τοσαύτῃ καὶ κατορθώμασι τηλικούτοις ἀξιωθῆναι διʼ ἀρετὴν ἀρχῆς ἧς διὰ πλοῦτον ἐτύγχανον οἱ λαγχάνοντες. ἀλλὰ γὰρ ὁ μὲν Δημήτριος οὐ μόνον Ἀριστείδην ἀλλὰ καὶ Σωκράτη δῆλός ἐστι τῆς πενίας ἐξελέσθαι φιλοτιμούμενος ὡς μεγάλου κακοῦ. καὶ γὰρ ἐκείνῳ φησὶν οὐ μόνον τὴν οἰκίαν ὑπάρχειν, ἀλλὰ καὶ μνᾶς ἑβδομήκοντα τοκιζομένας ὑπὸ Κρίτωνος.

Πλούταρχος Δημήτριος δʼ ὁ Φαληρεὺς καὶ Ἱερώνυμος ὁ Ῥόδιος καὶ Ἀριστόξενος ὁ μουσικὸς καὶ Ἀριστοτέλης—εἰ δὴ τό γε περὶ εὐγενείας βιβλίον ἐν τοῖς γνησίοις Ἀριστοτέλους θετέον—ἱστοροῦσι Μυρτὼ θυγατριδῆν Ἀριστείδου Σωκράτει τῷ σοφῷ συνοικῆσαι, γυναῖκα μὲν ἑτέραν ἔχοντι, ταύτην δʼ ἀναλαβόντι χηρεύουσαν διὰ πενίαν καὶ τῶν ἀναγκαίων ἐνδεομένην. πρὸς μὲν οὖν τούτους ἱκανῶς ὁ Παναίτιος ἐν τοῖς περὶ Σωκράτους ἀντείρηκεν, ὁ δὲ Φαληρεὺς ἐν τῷ Σωκράτει φησὶ μνημονεύειν Ἀριστείδου θυγατριδοῦν εὖ μάλα πένητα Λυσίμαχον, ὃς ἑαυτὸν μὲν ἐκ πινακίου τινὸς ὀνειροκριτικοῦ παρὰ τὸ Ἰακχεῖον λεγόμενον καθεζόμενος ἔβοσκε, τῇ δὲ μητρὶ καὶ τῇ ταύτης ἀδελφῇ ψήφισμα γράψας δωρεὰν ἔπεισε τὸν δῆμον τροφὴν διδόναι τριώβολον ἑκάστης ἡμέρας. αὐτὸς μέντοι φησὶν ὁ Δημήτριος νομοθετῶν ἀντὶ τριωβόλου δραχμὴν ἑκατέρᾳ τάξαι τῶν γυναικῶν.

Πλούταρχος καίτοι φησὶν ὁ Φαληρεὺς Δημήτριος ἄρξαι τὸν ἄνδρα μικρὸν ἔμπροσθεν τοῦ θανάτου μετὰ τὴν ἐν Πλαταιαῖς μάχην.

Ἀρτεμίδωρος ὁ Δαλδιανός ὀνείρους δὲ ἀποβεβηκότας καὶ τὰς ἀποβάσεις αὐτῶν οὐκ ἐνεδέχετο γράφειν ἐν τέχνῃ ὀνειροκριτικῇ καὶ ὑποθήκαις θεωρημάτων. οὐδέ μοι πιθανὰ ἐδόκει ταῦτα, καίτοι Γεμινοῦ τοῦ Τυρίου καὶ Δημητρίου τοῦ Φαληρέως καὶ Ἀρτέμωνος τοῦ Μιλησίου τοῦ μὲν ἐν τρισὶ βιβλίοις τοῦ δὲ ἐν πέντε τοῦ δὲ ἐν εἰκοσιδύο πολλοὺς ὀνείρους ἀναγραψαμένων καὶ μάλιστα συνταγὰς καὶ θεραπείας τὰς ὑπὸ Σαράπιδος δοθείσας.

Λαέρτιος Διογένης Δημήτριος ἔλεγε μικρὸν μὲν εἶναι μέρος τὰς ὀφρῦς, ὅλῳ δʼ ἐπισκοτῆσαι δύνασθαι τῷ βίῳ.

Λαέρτιος Διογένης τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους.

Λαέρτιος Διογένης τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονεῖς αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς:

Λαέρτιος Διογένης ἰδών ποτε νεανίσκον ἄσωτον, ἰδού, ἔφη, τετράγωνος Ἑρμῆς ἔχων σύρμα κοιλίαν αἰδοῖον πώγωνα.

Λαέρτιος Διογένης τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν.

Λαέρτιος Διογένης ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολίταις ἰσχύειν λόγον.

Λαέρτιος Διογένης οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην.

Λαέρτιος Διογένης οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, ἀλλʼ οὐ τὴν ἀρετήν, ἔφη, διʼ ἣν ἐκείνας ἀνέστησαν.

Δημήτριος ὁ Φαληρεὺς ἔφη ὡς οἱ θυμοὶ καθάπερ οἱ κύνες τυφλὰ τίκτουσι τὰ κριτήρια.

ὁ αὐτὸς εὐχομένους μὲν ἔφη δεῖν αἰτεῖσθαι τὰ μέγιστα τῶν ἀγαθῶν, βουλευομένους δὲ ζητεῖν δυνατά.

ὁ αὐτὸς εἶπε τὸν μὴ δυνάμενον γενναίως ἐνεγκεῖν ἀτυχίαν μὴ δύνασθαι ἐπιδεξίως ἐνεγκεῖν εὐτυχίαν.

ὁ αὐτὸς ἔφη μὴ δεῖν ζητεῖν τοὺς ἀνθρώπους εἰ ἐκ μεγάλης πόλεώς εἰσιν, ἀλλʼ εἰ μεγάλης πόλεως ἄξιοι.

ὁ αὐτὸς ἔλεγε τὸ μὲν τὰ κακὰ ἐνεγκεῖν ἀνδραπόδων εἶναι, τὸ δὲ τὰ ἀγαθὰ ἀνδρῶν.

ὁ αὐτὸς ἐρωτηθεὶς τί τῶν ζώων κάλλιστόν ἐστιν εἶπεν ἄνθρωπος παιδείᾳ κεκοσμημένος.

ὁ αὐτὸς ἐρωτηθεὶς τίς ἄριστος σύμβουλος ἔφη ὁ καιρός.

Πολύβιος Δημήτριος ὁ Φαληρεὺς ἕως λόγου τὸ τοιοῦτον ὑπέδειξε, φήσας ὅτι καθάπερ ἐν οἰκοδομίαις, ἐὰν κατὰ μίαν πλίνθον θῇς καὶ καθʼ ἕνα δόμον ἐπιμελείας τύχῃ τὸ παρατεθέν, οὕτως ἐν στρατοπέδῳ τὸ κατʼ ἄνδρα καὶ κατὰ λόχον ἀκριβωθὲν ὅλην ποιεῖ τὴν δύναμιν ἰσχυράν.

Πολύβιος ἔνστασις γὰρ πολέμου κατὰ τὸν Δημήτριον δικαία μὲν δοκοῦσα εἶναι καὶ τὰ νικήματα ποιεῖ μείζω καὶ τὰς ἀποτεύξεις ἀσφαλεστέρας, ἀσχήμων δὲ καὶ φαύλη τἀναντία ἀπεργάζεται.

Πολύβιος οὐ γὰρ ἂν Ἀρχέδικος ὁ κωμῳδιογράφος ἔλεγε ταῦτα μόνος περὶ Δημοχάρους, ὡς Τίμαιός φησιν, ἀλλὰ πολλοὶ μὲν ἂν τῶν Ἀντιπάτρου φίλων, .... πολλοὶ δὲ τῶν ἀντιπεπολιτευμένων, ὧν ἦν καὶ Δημήτριος ὁ Φαληρεύς. οὗ κεῖνος οὐ τὴν τυχοῦσαν πεποίηται κατηγορίαν ἐν ταῖς ἱστορίαις, φάσκων αὐτὸν γεγονέναι τοιοῦτον προστάτην τῆς πατρίδος καὶ ἐπὶ τούτοις σεμνύνεσθαι κατὰ τὴν πολιτείαν, ἐφʼ οἷς ἂν καὶ τελώνης σεμνυνθείη βάναυσος. ἐπὶ γὰρ τῷ πολλὰ καὶ λυσιτελῶς πωλεῖσθαι κατὰ τὴν πόλιν καὶ δαψιλῆ τὰ πρὸς τὸν βίον ὑπάρχειν πᾶσιν, ἐπὶ τούτοις φησὶν μεγαλαυχεῖν αὐτόν· καὶ διότι κοχλίας αὐτομάτως βαδίζων προηγεῖτο τῆς πομπῆς αὐτῷ, σίαλον ἀναπτύων, σὺν δὲ τούτοις ἄνθρωποι διεπέμποντο διὰ τοῦ θεάτρου διότι δὲ πάντων τῶν τῆς Ἑλλάδος καλῶν ἡ πατρὶς παρακεχωρηκυῖα τοῖς ἄλλοις ἐποίει Κασσάνδρῳ τὸ προσταττόμενον, ἐπὶ τούτοις αὐτὸν οὐκ αἰσχύνεσθαί φησιν. ἀλλʼ ὅμως οὔτε Δημήτριος οὔτʼ ἄλλος οὐδεὶς εἰρήκει περὶ Δημοχάρους τοιοῦτον οὐδέν.

Πλούταρχος τῶν γοῦν κατʼ αὐτὸν ὁ Φωκίων οὐκ ἐπαινουμένης προϊστάμενος πολιτείας ἀλλὰ δοκῶν μακεδονίζειν, ὅμως διʼ ἀνδρείαν καὶ δικαιοσύνην οὐδὲν οὐδαμῇ χείρων ἔδοξεν Ἐφιάλτου καὶ Ἀριστείδου καὶ Κίμωνος ἀνὴρ γενέσθαι. Δημοσθένης δʼ οὐκ ὢν ἐν τοῖς ὅπλοις ἀξιόπιστος, ὥς φησιν ὁ Δημήτριος, οὐδὲ πρὸς τὸ λαμβάνειν παντάπασιν ἀπωχυρωμένος, ἀλλὰ τῷ μὲν παρὰ Φιλίππου καὶ ἐκ Μακεδονίας ἀνάλωτος ὤν, τῷ δʼ ἄνωθεν ἐκ Σούσων καὶ Ἐκβατάνων ἐπιβατὸς χρυσίῳ γεγονὼς καὶ κατακεκλυσμένος, ἐπαινέσαι μὲν ἱκανώτατος ἦν τὰ τῶν προγόνων καλά, μιμήσασθαι δὲ οὐχ ὁμοίως.

Πλούταρχος Ἕρμιππος δὲ τὸν Ἀρχίαν. ἐν τοῖς Λακρίτου τοῦ ῥήτορος μαθηταῖς ἀναγράφει· Δημήτριος δὲ τῆς Ἀναξιμένους διατριβῆς μετεσχηκέναι φησὶν αὐτόν. οὗτος οὖν ὁ Ἀρχίας Ὑπερείδην μὲν τὸν ῥήτορα καὶ Ἀριστόνικον τὸν Μαραθώνιον καὶ τὸν Δημητρίου τοῦ Φαληρέως ἀδελφὸν Ἱμεραῖον ἐν Αἰγίνῃ καταφυγόντας ἐπὶ τὸ Αἰάκειον ἀποσπάσας ἔπεμψεν εἰς Κλεωνὰς πρὸς Ἀντίπατρον. κακεῖ διεφθάρησαν, Ὑπερείδου δὲ καὶ τὴν γλῶτταν ἐκτμηθῆναι ζῶντος λέγουσι.

Πλούταρχος καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους· τοῖς δὲ νικήσασιν ὁ τρίπους ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλʼ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.

Στράβων Ποσειδώνιος τὴν δʼ ἐπιμέλειαν φράζων τὴν τῶν μεταλλευόντων παρατίθησι τὸ τοῦ Φαληρέως, ὅτι φησὶν ἐκεῖνος ἐπὶ τῶν Ἀττικῶν ἀργυρείων, οὕτω συντόνως ὀρύττειν τοὺς ἀνθρώπους ὡς ἂν προσδοκώντων αὐτὸν ἀνάξειν τὸν Πλούτωνα .... τὸν δόλον οὐ ταὐτὸν εἶναι τούτοις τε καὶ τοῖς Ἀττικοῖς, ἀλλʼ ἐκείνοις μὲν αἰνίγματι ἐοικέναι τὴν μεταλλείαν. ὅσα μὲν γὰρ ἀνέλαβον, φησίν, οὐκ ἔλαβον, ὅσα δὲ εἶχον, ἀπέβαλον.

Ἀθήναιος τὸ μέντοι γε πολὺ τούτου βαθείαις καὶ κακοπάθοις μεταλλείαις εὑρίσκεται κατὰ τὸν Φαληρέα Δημήτριον, ἐλπιζούσης τῆς πλεονεξίας ἀνάξειν ἐκ τῶν μυχῶν τῆς γῆς αὐτὸν τὸν Πλούτωνα. χαριεντιζόμενος γοῦν φησιν ὅτι πολλάκις καταναλώσαντες τὰ φανερὰ τῶν ἀδήλων ἕνεκα ἃ μὲν ἔμελλον οὐκ ἔλαβον, ἃ δʼ εἶχον ἀπέβαλον, ὥσπερ αἰνίγματος τρόπον ἀτυχοῦντες.

Οὐαλέριος Ἁρποκρατίων ἕρκειος Ζεύς: ... ὅτι δὲ τούτοις μετῆν τῆς πολιτείας οἷς εἴη Ζεὺς ἕρκειος, δεδήλωκε καὶ Ὑπερείδης ἐν τῷ ὑπὲρ δημοποιήτου, εἰ γνήσιος, καὶ Δημήτριος ἐν τοῖς περὶ τῆς Ἀθήνησι νομοθεσίας.

Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε κυρία ἡ ἐκκλησία· Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ δευτέρῳ περὶ τῆς Ἀθηναίων νομοθεσίας πλεῖστα ἐχρημάτιζεν καὶ μέγιστα τῶν κοινῶν ἀλλʼ ἐνῆν τὸν δεδεμένον φησίν. εἰκότως δʼ ἄν τις αὐτῷ ἐπιτιμήσειεν. εἰ γὰρ ἄν ποτε κυρίας ἐκκλησίας τοὺς Ἀθηναίους νομίσαι ἐν ἐμίσθουν ἄμεινον οὖν Ἀριστοτέλει τὰς γὰρ ἀρχὰς ἐν ταῖς κυρίαις ἐκκλησίαις ἐκκλησίαις ἔφησε χειροτονεῖσθαι, καὶ τὰς εἰσαγγελίας καὶ τὰ ἄλλα τῶν ἀναγκαίων χρηματίζειν κτλ.

Ἰούλιος Πολυδεύκης ὁ Ναυκρατίτης χίλιοι δὲ κατὰ μὲν τὸν Σόλωνα τὰς εἰσαγγελίας ἔκρινον, κατὰ δὲ τὸν Φαληρέα καὶ πρὸς πεντακόσιοι.

Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε εἰσαγγελία: ...., Θεόφραστος δὲ ἐν τῷ τετάρτῳ περὶ νόμων φησὶ γενέσθαι, ἐὰν κτλ. .... ἔνιοι δὲ τῶν ῥητόρων εἰώθεσαν καλεῖν καὶ τὰ μὴ μεγάλα ἀδικήματα εἰσαγγελίαν. ἔστι δʼ ὅτε ἐμβάλλοντες τοὺς συκοφαντοῦντας εἰσήγγελλον, ὡς μὲν Φιλόχορος χιλίων καθεζομένων, ὡς δὲ Δημήτριος ὁ Φαληρεὺς χιλίων πεντακοσίων.

Σοῦδα τοὔνομα πολὺ παρὰ τοῖς ῥήτορσι. ἔστι δὲ δραχμὴ καταβαλλομένη ὑπὸ τῶν δικαζομένων τὰς ἰδίας δίκας. ... Δημήτριος δὲ ὁ Φαληρεὺς ἐν τοῖς περὶ νομοθεσίας τοὺς διαιτητάς φησι λαμβάνειν τὰς δραχμάς, μίαν μὲν ἀπὸ τῆς λήξεως, ἣν παράστασιν ἐκάλουν, ἑτέραν δὲ καθʼ ὑπωμοσίαν ἑκάστην.

Ἀνώνυμον Λεξικὸν Ῥητορικόν τὸ Κανταβριγενσε μὴ οὖσα δίκη: Δημήτριος ὁ Φαληρεὺς ἐνίους λέγει τῶν κρινομένων κακοτεχνεῖν τοῖς διώκουσιν ἀντιλαγχάνοντας τὴν μὴ οὖσαν. ἔδει γὰρ τοὺς ὑπὲρ δέκα δραχμῶν ἀμφισβητοῦντας διαιτητὰς δικαστὰς λαμβάνειν. διὸ καὶ ἔκειτο νόμος μὴ εἰσάγεσθαι δίκην, εἰ μὴ πρότερον ἐξετασθείη παρʼ αὐτοῖς τὸ πρᾶγμα. ἐνίους δὲ ἀσθενὲς τὸ δίκαιον ἔχοντας καὶ δεδοικότας τὴν καταδίαιταν, χρόνους ἐμβάλλειν καὶ σκήψεις οἵας δοκεῖν εἶναι εὐλόγους, καὶ τὸ μὲν πρῶτον παραγράφεσθαι, εἶτα ὑπόμνυσθαι νόσον ἢ ἀποδημίαν, καὶ τελευτῶντας ἐπὶ τὴν κυρίαν τῆς διαίτης ἡμέραν οὐκ ἀπαντῶντας ὅπῃ ἂν δύνωνται ἀντιλαγχάνειν τὴν μὴ οὖσαν τῷ ἑλόντι, ὥστε ἐξ ὑπαρχῆς ἀκέραιον αὐτοῖς καθίστασθαι τὸν ἀγῶνα.

Ἀριστοφάνους Σχόλια Δημήτριος δὲ ὁ Φαληρεὺς οὕτω φησί: καὶ δημάρχους οἱ περὶ Σόλωνα καθίσταντο ἐν πολλῇ σπουδῇ, ἵνα οἱ κατὰ δῆμον ἄρχοντες διδῶσι καὶ λαμβάνωσι τὰ δίκαια παρʼ ἀλλήλων.

Σοῦδα Δημήτριος γοῦν ἐν γʹ Νομοθεσίας φησὶν ὅτι προσέταττεν ὁ νόμος τοῖς μετοίκοις ἐν ταῖς πομπαῖς αὐτοὺς μὲν σκάφας φέρειν, τὰς δὲ θυγατέρας αὐτῶν ὑδρεῖα καὶ σκιάδεια.

Πλούταρχος λύκον δὲ τῷ κομίσαντι πέντε δραχμὰς λυκιδέα δὲ μίαν, ὧν φησὶν ὁ Φαληρεὺς Δημήτριος τὸ μὲν βοὸς εἶναι, τὸ δὲ προβάτου τιμήν. ἃς γὰρ ἐν τῷ ἑκκαιδεκάτῳ τῶν ἀξόνων ὁρίζει τιμὰς τῶν ἐκκρίτων ἱερείων, εἰκὸς μὲν εἶναι πολλαπλασίας, ἄλλως δὲ κἀκεῖναι πρὸς τὰς νῦν εὐτελεῖς εἰσιν.

Λαέρτιος Διογένης καὶ πρῶτος σοφὸς ὠνομάσθη ἄρχοντος Ἀθήνησι Δαμασίου, καθʼ ὃν καὶ οἱ ἑπτὰ σοφοὶ ἐκλήθησαν, ὥς φησιν Δημήτριος ὁ Φαληρεὺς ἐν τῇ τῶν ἀρχόντων ἀναγραφῇ.

Λαέρτιος Διογένης λέγεται δὲ κατὰ τὴν Ξέρξου διάβασιν εἴκοσιν ἐτῶν εἶναι βεβιωκέναι δὲ ἑβδομήκοντα δύο. φησὶ δʼ Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς γεγενῆσθαι αὐτὸν τῇ ἑβδομηκοστῇ ὀλυμπιάδι, τεθνηκέναι δὲ τῷ πρώτῳ ἔτει τῆς ὀγδοηκοστῆς ὀγδόης. ἤρξατο δὲ φιλοσοφεῖν Ἀθήνησιν ἐπὶ Καλλίου, ἐτῶν εἴκοσιν ὤν, ὥς φησι Δημήτριος ὁ Φαληρεὺς ἐν τῇ τῶν ἀρχόντων ἀναγραφῇ, ἔνθα καί φασιν αὐτὸν ἐτῶν διατρῖψαι τριάκοντα.

Ἀριστοφάνους Σχόλια τοῦ Κλέωνος εἰς δίκην ἐπαγαγόντος τὸν Λάχητα. στρατηγῆσαι δὲ αὐτόν φησι Δημήτριος ἐπὶ ἄρχοντος Εὐκλέους πρὸ τριῶν ἐτῶν εἰς Σικελίαν πεμφθέντα μετὰ νεῶν Λεοντίνοις βοηθήσοντα.

Ἀριστοφάνους Σχόλια Ἐρασινίδης εἷς τῶν περὶ Ἀργίνουσαν στρατηγησάντων δυστυχῶς. ἀπέθανε δὲ δημοσίᾳ οὗτός τε καὶ οἱ ὑπομείναντες, Δημήτριος δέ φησι περιττότερόν τι γενέσθαι τῷ Ἐρασινίδῃ τὸ καὶ κλοπῆς κατηγορηθῆναι τῶν περὶ Ἑλλήσποντον χρημάτων.

Μαρκελλῖνος ὁ Βιογράφος Δίδυμος δʼ ἐν Ἀθήναις ἀπὸ τῆς φυγῆς ἐλθόντα βιαίῳ θανάτῳ τοῦτο δέ φησι Ζώπυρον ἱστορεῖν. τοὺς γὰρ Ἀθηναίους κάθοδον δεδωκέναι τοῖς φυγάσι πλὴν τῶν Πεισιστρατιδῶν μετὰ τὴν ἧτταν τὴν ἐν Σικελίᾳ. ..... ἀλλὰ δῆλον ὅτι κάθοδος ἐδόθη τοῖς φεύγουσιν, ὡς καὶ Φιλόχορος λέγει καὶ Δημήτριος ἐν τοῖς Ἄρχουσιν.

Λαέρτιος Διογένης ἐγεννήθη δέ καθά φησιν Ἀπολλόδωρος ἐν τοῖς Χρονικοῖς, ἐπὶ Ἀφηψίωνος ἐν τῷ τετάρτῳ ἔτει τῆς ἑβδομηκοστῆς ἑβδόμης ὀλυμπιάδος Θαργηλιῶνος ἕκτῃ, ὅτε καθαίρουσιν Ἀθηναῖοι τὴν πόλιν καὶ τὴν Ἄρτεμιν Δήλιοι γενέσθαι φασίν. ἐτελεύτησε δὲ τῷ πρώτῳ ἔτει τῆς ἐνενηκοστῆς πέμπτης ὀλυμπιάδος, γεγονὼς ἐτῶν ἑβδομήκοντα. καὶ ταὐτά φησι καὶ Δημήτριος ὁ Φαληρεύς, ἔνιοι δὲ ἑξήκοντα ἐτῶν τελευτῆσαι αὐτόν φασιν.

ἀπέθανε δʼ ἐπὶ Χαιρώνδου ἄρχοντος μετὰ τὴν ἐν Χαιρωνείᾳ μάχην, λυπηθεὶς διὰ τὴν ἧτταν, .... ἀποκαρτερήσας δʼ ἐτελεύτησεν, ὡς μὲν Δημήτριός φησιν, θʹ ἡμέρας, ὡς δʼ Ἀφαρεύς, ιδʹ.

Πλούταρχος τὸ δὲ πλοῖον ἐν ᾧ μετὰ τῶν ἠιθέων ἔπλευσε καὶ πάλιν ἐσώθη τὴν τριακόντορον, ἄχρις τῶν Δημητρίου τοῦ Φαληρέως χρόνων διεφύλαττον οἱ Ἀθηναῖοι τὰ μὲν παλαιὰ τῶν ξύλων ὑφαιροῦντες, ἄλλα δʼ ἐμβάλλοντες ἰσχυρὰ καὶ συμπηγνύντες οὕτως ὥστε καὶ τοῖς φιλοσόφοις εἰς τὸν αὐξόμενον λόγον ἀμφιδοξούμενον παράδειγμα τὸ πλοῖον εἶναι, τῶν μὲν ὡς τὸ αὐτό, τῶν δʼ ὡς οὐ τὸ αὐτὸ διαμένοι λεγόντων.

Φιλόδημος εἶναι Φίλωνος ὁ Δημήτριος ὁ Φαληρεὺς ἐν τῷ περὶ τῆς ῥητορικῆς ἔταξεν ἴσως τὰ πράγματʼ ἄλλως, κατʼ αὐτοῦ δὲ καὶ τὰ περὶ θατέρου Φίλωνος.

Φιλόδημος καὶ μὴν ὁ Δημήτριος μετὰ τοῦ σοφιστικοῦ γένους τῶν λόγων προστιθεὶς τῷ δημηγορικῷ καὶ δικανικῷ τὸν ἐντευκτικὸν ἅπασιν, εἰ μὲν λαμβάνει τὸν τοῖς πλήθεσιν ἐντευκτικὸν καὶ τὸν κατὰ πρεσβείαν τοῖς δυνάσταις, ἐχέτω μὲν ἐπὶ τοῦ παρόντος ....

διότι δὲ ταὐτοῦ καὶ ταῦτα καὶ τὸ σοφιστικὸν εἶδος ἐποίησεν, λεγέσθω διαμαρτάνειν. εἰ δὲ τὸν περὶ τῆς ἀληθείας λόγον ἴδιον ἡμῶν ὄντα καὶ ποικίλως ἐπιδεικνύμενον τῶν φιλοσόφων ἀφαιρούμενος τοῖς ῥητορικοῖς ἀνατίθησι, τὴν ἐν τοῖς πολιτικοῖς ἑαυτοῦ ποτε γενομένην ἐξουσίαν καὶ ἐπὶ τὰς σκέψεις μετάγει τὰς πίστεως δεομένας.

Φιλόδημος τὸ δὲ τοὺς ἀρξαμένους ἀπὸ τοῦ δύνασθαι σιωπᾶν, ὡς παρὰ Ξενοκράτει, μονωτάτους καὶ λέγειν εἰδέναι—ταὐτοῦ γὰρ ἑκάτερον εἶναι—τίνι προσέχοντες, ὦ πρὸς θεῶν, πιστεύσομεν, εἰ μὴ τῷ Ξενοκράτην οὕτως ἐπʼ Ἀντιπάτρου καὶ τῶν συνέδρων διαλεχθῆναι, καθάπερ ὁ Φαληρεὺς ἱστόρηκεν ἐν τῷ περὶ τῆς ῥητορικῆς;

καὶ δημηγοροῦσιν οὐ ῥήτορες μόνον, ἀλλὰ καὶ φιλόσοφοι, φοβοῦμαι δὲ μὴ καὶ πλείους ἐκείνων οὗτοι. καὶ γὰρ οἵους οἴονται καὶ ἀριθμοῦσιν ὡς ῥήτορας, ἔνιοι φιλοσόφους ἀποφαίνουσιν. Ξενοκράτης δʼ, εἴπερ ἀληθεύει Δημήτριος, καὶ διὰ τὸ μὴ ῥήτωρ εἶναι καὶ Θεοφράστου γνώριμος … λπε … ψεύδετʼ αὐτοῦ φανερόν, ἐπί τε τοῦ παρʼ Ἀντιπάτρῳ συνεδρίου κατηγο

Πλούταρχος τοῖς μὲν οὖν πολλοῖς ὑποκρινόμενος ἤρεσκε θαυμαστῶς οἱ δὲ χαρίεντες ταπεινὸν ἡγοῦντο καὶ ἀγεννὲς αὐτοῦ τὸ πλάσμα καὶ μαλακόν, ὧν καὶ Δημήτριος ὁ Φαληρεύς ἐστιν.

Φιλόδημος παρὰ δὲ τῷ Φαληρεῖ λέγεται τὸ ποικίλον μὲν αὐτὸν ὑποκριτὴν γεγονέναι καὶ περιττόν, οὐχ ἁπλοῦν δὲ οὐδὲ κατὰ τὸν γενναῖον τρόπον, ἀλλʼ ἐς τὸ μαλακώτερον καὶ ταπεινότερον ἀποκλείνοντα.

Πλούταρχος ἐπεὶ τόλμαν γε καὶ θάρσος οἱ λεχθέντες ὑπʼ αὐτοῦ λόγοι τῶν γραφέντων μᾶλλον εἶχον, εἴ τι δεῖ πιστεύειν Ἐρατοσθένει καὶ Δημητρίῳ τῷ Φαληρεῖ καὶ τοῖς κωμικοῖς. ὧν Ἐρατοσθένης μέν φησιν αὐτὸν ἐν τοῖς λόγοις πολλαχοῦ γεγονέναι παράβακχον, ὁ δὲ Φαληρεὺς τὸν ἔμμετρον ἐκεῖνον ὅρκον ὀμόσαι ποτὲ πρὸς τὸν δῆμον ὥσπερ ἐνθουσιῶντα: μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα.

Φώτιος ἐπεὶ δέ ποτε δημηγορῶν ἐξέπεσε τοῦ θεάτρου καὶ ἀθυμῶν οἴκαδε ἀπῄει, Εὔνομος μὲν αὐτῷ ὁ Θριάσιος ἤδη πρεσβύτης ὢν κατὰ τὴν ὁδὸν συνεκύρησε, καὶ μαθὼν τῆς ἀθυμίας τὸ αἴτιον θαρρεῖν τε προυτρέψατο καὶ ἀνεκτήσατο. καὶ τούτου πλέον Ἀνδρόνικος ὁ ὑποκριτὴς τοὺς μὲν λόγους εὖ ἔχειν καὶ ὡς ἄριστα φάμενος, ἐνδεῖν δὲ αὐτοῖς τὰ τῆς ὑποκρίσεως. ὁ δὲ παραδίδωσί τε ἑαυτὸν τῷ Ἀνδρονίκῳ καὶ τὴν τῆς ὑποκρίσεως τέχνην ἐκεῖθεν ἐξήσκησε. διόπερ ἐρομένου ποτέ τινος αὐτόν: τί πρῶτον ἐν ῥητορικῇ; ἀνεῖπεν· ὑπόκρισις. καὶ τί δεύτερον; ὑπόκρισις. τί δὲ τρίτον; ὑπόκρισις, δηλῶν μέγα μέρος εἶναι τῆς ἐν τῷ δήμῳ πειθοῦς τὴν ὑπόκρισιν. ὤμνυ δὲ ὡς ὁ Φαληρεύς φησι: μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα. καὶ δὴ καί ποτε ὀμόσας τοὺς ὅρκους τούτους τῷ δήμῳ θόρυβον ἐνεποίησεν ὥσπερ καὶ ἐπὶ τῷ ὀμνύναι τὸν Ἀσκληπιόν, χρώμενος τῇ φωνῇ προπαροξυτόνως.

Διονύσιος ὁ Ἁλικαρνασσεύς ἧς πλείστην ὥσπερ καὶ τῶν ἄλλων πρόνοιαν ἔσχεν οὗτος ὁ ἀνήρ διττὴν δὲ τὴν φύσιν αὐτῆς οὖσαν ὁρῶν, περὶ ἄμφω τὰ μέρη σφόδρα ἐσπούδασε. καὶ γὰρ τὰ πάθη τὰ τῆς φωνῆς καὶ τὰ σχήματα τὰ τοῦ σώματος ὡς κράτιστα ἕξειν ἔμελλεν, οὐ μικρῷ πόνῳ κατειργάσατο, καίτοι φύσει πρὸς ταῦτα οὐ πάνυ εὐτυχεῖ χρησάμενος, ὡς Δημήτριός τε ὁ Φαληρεύς φησι καὶ οἱ ἄλλοι πάντες οἱ τὸν βίον αὐτοῦ συγγράψαντες.

Πλούταρχος τοῖς δὲ σωματικοῖς ἐλαττώμασιν τοιαύτην ἐπῆγεν ἄσκησιν ὡς ὁ Φαληρεὺς Δημήτριος ἱστορεῖ, λέγων αὐτοῦ Δημοσθένους ἀκοῦσαι πρεσβύτου γεγονότος· τὴν μὲν γὰρ ἀσάφειαν καὶ τραυλότητα τῆς γλώττης ἐκβιάζεσθαι καὶ διαρθροῦν εἰς τὸ στόμα ψήφους λαμβάνοντα καὶ ῥήσεις ἅμα λέγοντα, τὴν δὲ φωνὴν γυμνάζειν ἐν τοῖς δρόμοις καὶ ταῖς πρὸς τὰ σιμὰ ἀναβάσεσι διαλεγόμενον καὶ λόγους τινὰς ἢ στίχους ἅμα τῷ πνεύματι πυκνουμένῳ προφερόμενον. εἶναι δʼ αὐτῷ μέγα κάτοπτρον οἴκοι, καὶ πρὸς τοῦτο τὰς μελέτας ἐξ ἐναντίας ἱστάμενον περαίνειν.

Φιλόδημος πονηρὸν γὰρ εἰς ὑπόκρισιν αἱ μακραὶ περίοδοι καθάπερ καὶ παρὰ Δημητρίῳ κεῖται περὶ τῶν Ἰσοκράτους.

Διονύσιος ὁ Ἁλικαρνασσεύς σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται καὶ πολὺς ὁ τελέτης ἐν τοῖς τοιούτοις παρʼ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοὶ πρότερον. οὐ γὰρ ἐμὸς ὁ μῦθος.

Ἀισχίνου Βίοι ὅτι μαθητὴς ἐγένετο ὡς μὲν Δημήτριος ὁ Φαληρεύς φησι Σωκράτους τοῦ φιλοσόφου, εἶθʼ ὕστερον Πλάτωνος.

Φιλόδημος πεπαιγμένας … ι φάσεις ἔθηκεν … τους· ὃ δὲ Λύσιν γεγραφέναι Δημήτριος ὁ Φαληρεὺς ἐν τοῖς περὶ τῆς ῥητορικῆς συγγράμμασίν φησιν εἰ καὶ κα …

Τζέτζης Ἀραβίας. τὸ Ἄραψ γράφε μεθʼ ἑνὸς μηδὲ διπλοῦ τοῦ ῥῶ μοι· Τζέτζης ὁ τοῦτο λέγων σοι· μὴ πείθου τοῖς βαναύσοις. καὶ Φαληρεὺς Δημήτριος Ῥητορικῆς φῆ γράφειν.

Δημήτριος ὁ Φαληρεύς πολλάκις δὲ ἢ πρὸς τύραννον ἢ ἄλλως βίαιόν τινα διαλεγόμενοι καὶ ὀνειδίσαι ὁρμῶντες χρῄζομεν ἐξ ἀνάγκης σχήματος λόγου, ὡς Δημήτριος ὁ Φαληρεὺς πρὸς Κρατερὸν τὸν Μακεδόνα ἐπὶ χρυσῆς κλίνης καθεζόμενον μετέωρον, καὶ ἐν πορφυρᾷ χλανίδι καὶ ὑπερηφάνως ἀποδεχόμενον τὰς πρεσβείας τῶν Ἑλλήνων, σχηματίσας εἶπεν ὀνειδιστικῶς ὅτι: ὑπεδεξάμεθά ποτε πρεσβεύοντας ἡμεῖς τούσδε καὶ Κρατερὸν τοῦτον. ἐν γὰρ τῷ δεικτικῷ τῷ τοῦτον ἐμφαίνεται ἡ ὑπερηφανία τοῦ Κρατεροῦ πᾶσα ὠνειδισμένη ἐν σχήματι.

Ἀνώνυμος Σεγυεριανός Ἀλέξανδρος δὲ ὁ τοῦ Νουμηνίου καὶ Νεοκλῆς οὐ μίαν ἀποδεδώκασιν αὐτῇ τάξιν, ἀλλὰ ἄλλοτε ἄλλην. ἐνίοτε καὶ πρό γε τοῦ προοιμίου, ὁπόταν ὁ δικαστὴς προηρεθισμένος ᾖ καὶ σπεύδῃ πρὸς τὸ μαθεῖν τὸ πρᾶγμα· ἔστι δὲ ὅτε ἐν ταῖς πίστεσι καὶ μετὰ τὰς πίστεις, ὥσπερ Αἰσχίνην τέ φασιν ἐν τῷ κατὰ Τιμάρχου πεποιηκέναι καὶ Δημοσθένην ἐν τῷ κατὰ Μειδίου. τοῦτο δʼ ἁρμόζειν, ἡνίκα ἂν ἰσχυρότερον οἱ ἀντίδικοι προβεβληκότες ὦσι τὰς διηγήσεις. προμαλαχθέντα γὰρ τὸν δικαστὴν ταῖς πίστεσι ῥαδίως παραδέχεσθαι τὴν διήγησιν. παρὰ μὲν οὖν Δημητρίῳ τῷ Φαληρεῖ φασιν ἐν ἐπιλόγῳ καὶ μετʼ ἐπίλογον κεῖσθαι διήγησιν. ἁρμόζειν γὰρ τὸ τοιοῦτον, ὅταν σφόδρα ὑπὸ τῶν κατηγόρων καταληφθῶσιν οἱ δικασταί.

Ἀθήναιος Δημήτριος δʼ ὁ Φαληρεὺς ἐπαρίστερον τὴν τοῦ στίχου παράληψιν ἐπειπὼν καὶ τῆς ποιήσεως ἀλλοτρίαν τὸν ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο. μικρολογίαν ἐμβάλλειν τοῖς ἤθεσιν. οἶμαι γάρ, φησίν, ἕκαστον τῶν χαριέντων ἀνθρώπων ἔχειν καὶ οἰκεῖον καὶ φίλον πρὸς ὃν ἂν ἔλθοι θυσίας οὔσης τὸν καλοῦντα μὴ περιμείνας.

Εὐστάθιος ὁ Θεσσαλονίκης πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ ὁ δὲ Φαληρεὺς Δημήτριος ἱστορεῖ ὅτι Μενέλαος ἅμα Ὀδυσσεῖ ἐλθὼν εἰς Δελφοὺς ἤρετο περὶ τῆς εἰς Ἴλιον στρατείας ἀγωνοθετοῦντος Κρέοντος τὸν ἐνναετηρικὸν ἀγῶνα τῶν Πυθίων, ἐν ᾧ ἐνίκα Δημόδοκος Λάκων μαθητὴς Μυκηναίου Αὐτομήδους τοῦ διʼ ἐπῶν γράψαντος τὴν Ἀμφιτρύωνός τε μάχην πρὸς Τηλεβόας καὶ τὴν ἔριν Κιθαιρῶνος καὶ Ἑλικῶνος, ἀφʼ ὧν τὰ ἐν Βοιωτίᾳ ὄρη ἐκλήθησαν. ἦν δέ, φησί, καὶ αὐτὸς μαθητὴς Περιμήδους Ἀργείου διδάξαντος αὐτόν τε καὶ τὸν ῥηθέντα Μυκηναῖον Αὐτομήδην καὶ Λικύμνιον τὸν Βουπρασιέα καὶ Φαρίδαν τὸν Λάκωνα καὶ Πρόβολον τὸν Σπαρτιάτην. τότε δὴ Μενέλαος μὲν τῇ Προναίᾳ Ἀθηνᾷ τὸν τῆς Ἑλένης ὅρμον ἀνέθηκεν ἐν Δελφοῖς. Ἀγαμέμνων δὲ τὸν Δημόδοκον εἰς Μυκήνας ἀκολουθῆσαι πείσας ἔταξε τὴν Κλυταιμνήστραν τηρεῖν. ἐτίμα γὰρ λίαν φησὶ τοὺς ἀοιδοὺς ὡς διδασκάλους τῶν τε θείων καὶ ἀνθρωπίνων. δηλοῖ δέ φησι καὶ Κλυταιμνήστρα τὴν εἰς αὐτὸν τιμήν. οὐ γὰρ φονεύειν ἀλλʼ ἀφορίζειν αὐτὸν ἀφῆκε

Τζέτζης ἀσματογράφων δὲ τῶν καὶ ἀοιδῶν γνωρίσματα τὸ ᾄσματα καὶ ᾠδὰς γράφειν πρὸς μουσικὴν καὶ φόρμιγγα καὶ βάρβιτον καὶ κιθάραν καὶ πᾶν ὄργανον μουσικῶς ᾀδόμενον. οἷοίπερ ἦσαν ποιηταὶ ὡς ὁ Φαληρεὺς Δημήτριος γράφει Αὐτομήδης καὶ Δημόδοκος καὶ Χαῖρις οἱ Κερκυραῖοι καὶ ὁ Ἰθακήσιος Φήμιος καὶ οἱ λοιποί, οὓς ὁ Φαληρεὺς Δημήτριος γράφει.

Ἰωάννης ὁ Στοβαῖος ἐκ τῆς Ἑρμίππου συναγωγῆς τῶν καλῶς ἀναφωνηθέντων ἐξ Ὁμήρου. Δημήτριος ὁ Φαληρεὺς εἰς σωφροσύνην ἔλεγε ταῦτα ποιεῖν ἀσπάσιοι λέκτροιο παλαιοῦ θεσμὸν ἵκοντο

Διονύσιος ὁ Ἁλικαρνασσεύς καὶ γὰρ τὰ δόγματα διέβαλον αὐτοῦ τινες καὶ τοὺς λόγους ἐμέμψαντο πρῶτον μὲν ὁ γνησιώτατος αὐτοῦ μαθητὴς Ἀριστοτέλης, ἔπειτα οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον καὶ Ζωΐλον καὶ Ἱπποδάμαντα καὶ Δημήτριον καὶ ἄλλοι συχνοί, οὐ διὰ φθόνον ἢ διὰ φιλαπεχθημοσύνην κωμῳδοῦντες, ἀλλὰ τὴν ἀλήθειαν ἐξετάζοντες.

Ἰωάννης ὁ Στοβαῖος Δημητρίου: Δημήτριος ἐρωτηθεὶς τί φαῦλον τοῖς ψευδομένοις παρακολουθεῖ εἶπε· τὸ μηδʼ ἂν τἀληθῆ λέγωσιν ἔτι πιστεύεσθαι.

Ἰώσηπος ὁ ἱστορικός οἱ πολλοὶ δὲ τῶν εἰρημένων ἀνδρῶν τῆς μὲν ἀληθείας τῶν ἐξ ἀρχῆς πραγμάτων διήμαρτον, ὅτι μὴ ταῖς ἱεραῖς ἡμῶν βίβλοις ἐνέτυχον. κοινῶς μέντοι περὶ τῆς ἀρχαιότητος ἅπαντες μεμαρτυρήκασιν, ὑπὲρ ἧς τὰ νῦν λέγειν προεθέμην. ὁ μέντοι Φαληρεὺς Δημήτριος καὶ Φίλων ὁ πρεσβύτερος καὶ Εὐπόλεμος οὐ πολὺ τῆς ἀληθείας διήμαρτον. οἷς συγγιγνώσκειν ἄξιον, οὐ γὰρ ἐνῆν αὐτοῖς μετὰ πάσης ἀκριβείας τοῖς ἡμετέροις γράμμασι παρακολουθεῖν.

Τζέτζης ὁ Φαληρεὺς δὲ χάριν ὀνομάζει τὸ ἀστεῖον.

Φιλόδημος ... καὶ Δημήτριος δια ....νην τοῦτο νομίζων ....ν μὴ τοῦτον ἔθηκε τὸν τρόπον ἀλλὰ μᾶλλον διὰ ...αταρ .....ων, ὧν ἐστιν ἡ ... κτλ.

Φώτιος Ἰσαῖος: .... εἷς μέν ἐστι τῶν δέκα ῥητόρων, μαθητὴς δὲ Ἰσοκράτους, διδάσκαλος δὲ Δημοσθένους· Ἀθηναῖος τὸ γένος, Δημήτριος δὲ Χαλκιδέα φησιν αὐτὸν εἶναι.

Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν Ἀχιλλεὺς ὑπὸ τὸν Τρωικὸν πόλεμον πορθῶν τὰς περιοίκους τῆς Ἰλίου πόλεις ἀφίκετο εἰς τὴν πάλαι μὲν Μονηνίαν, νῦν δὲ Πήδασον καλουμένην, καὶ αὐτὴν σὺν ταῖς ἄλλαις ἐπειρᾶτο ἑλεῖν. ἀπογνόντος δὲ αὐτοῦ τὴν εἰς τὸ τέλος πολιορκίαν διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ μέλλοντος ἀναχωρεῖν, φασὶν εἴσω τῶν τειχῶν οὖσάν τινα παρθένον ἐρασθῆναι τοῦ Ἀχιλλέως καὶ λαβοῦσαν μῆλον εἰς τοῦτο ἐπιγράψαι καὶ ῥῖψαι εἰς μέσον τῶν Ἀχαιῶν. ἦν δὲ ἐν αὐτῷ γεγραμμένον: μὴ σπεῦδʼ, Ἀχιλλεῦ, πρὶν Μονηνίαν ἑλεῖν· ὕδωρ γὰρ οὐκ ἔνεστι· διψῶσιν κακῶς. τὸν δὲ Ἀχιλλέα ἐπιμείναντα οὕτω λαβεῖν τὴν πόλιν τῇ τοῦ ὕδατος σπάνει. ἡ ἱστορία παρὰ Δημητρίῳ καὶ Ἡσιόδῳ

Στέφανος ὁ Βυζάντιος Κορώπη: πόλις Θεσσαλίας. ὁ πολίτης Κορωπαῖος. Νίκανδρος ἐν Θηριακοῖς ᾗ ἐν Ἀπόλλων μαντείας Κοροπαῖος ἐθήκατο καὶ θέμιν ἀνδρῶν. οἱ δὲ ὑπομνηματίσαντες αὐτὸν Θέων καὶ Πλούταρχος καὶ Δημήτριος ὁ Φαληρεύς φασιν: Νίκανδρος Ὀροπαῖος καὶ Κοροπαῖος Ἀπόλλων. ἀγνοεῖ δʼ ὅτι Ἀμφιαράου ἱερόν, οὐκ Ἀπόλλωνός ἐστιν. λέγεται δὲ κατʼ ἔλλειψιν τοῦ κ Ὀρωπαῖος·