ΙΤΑΛΙΚΑ.
Πλούταρχος Ῥωμαῖοι πολεμοῦντες πρὸς Τοῦσκον, ἐχειροτόνησαν Βαλέριον Τουρκουάτον· οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυγατέρα, τοὔνομα Κλουσίαν, ᾐτεῖτο παρὰ τοῦ Τούσκου τὴν θυγατέρα· μὴ τυχὼν δὲ, πορθεῖ τὴν πόλιν. Ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δʼ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς ἔφθειρε· καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κέρσικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν.
ΠΕΛΟΠΟΝΝΗΣΙΑΚΑ.
Πλούταρχος Ἐν τῷ Πελοποννησιακῷ πολέμῳ Πεισίστρατος Ὀρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δʼ εὐτελεῖς ἐφίλει. Ἐβουλεύσαντο δὲ οἱ ἐν τῇ βουλῇ φονεῦσαι, καὶ διακόψαντας αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον, καὶ τὴν γῆν ἔξυσαν. Ὁ δὲ δημότης ὄχλος ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν. Ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως, Τλησίμαχος, εἰδὼς τὴν συνωμοσίαν, ἀπὸ τῆς ἐκκλησίας ἀπέσπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθʼ ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου κεκτημένον. Καὶ οὕτως ἠπατήθη ὁ ὄχλος· ὡς Θεόφιλος ἐν δευτέρῳ Πελοποννησιακῶν.
Πλούταρχος Τίγρις ποταμός ἐστι τῆς Ἀρμενίας τὸν ῥοῦν καταφέρων εἴς τε τὸν Ἀράξην καὶ τὴν Ἀρσακίδα λίμνην· ἐκαλεῖτο δὲ τὸ πρότερον Σόλλαξ, ὅπερ μεθερμηνευόμενόν ἐστι κατωφερής· ὠνομάσθη δὲ Τίγρις διʼ αἰτίαν τοιαύτην. Διόνυσος κατὰ πρόνοιαν Ἥρας ἐμμανὴς γενόμενος, περιήρχετο γῆν τε καὶ θάλατταν, ἀπαλλαγῆναι τοῦ πάθους θέλων. Γενόμενος δʼ ἐν τοῖς κατʼ Ἀρμενίαν τόποις, καὶ τὸν προειρημένον ποταμὸν διελθεῖν μὴ δυνάμενος, ἐπεκαλέσατο τὸν Δία· γενόμενος δʼ ἐπήκοος ὁ θεὸς, ἔπεμψεν αὐτῷ τίγριν, ἐφʼ ἧς ἀκινδύνως προσενεχθεὶς, εἰς τιμὴν τῶν συμβεβηκότων τὸν ποταμὸν Τίγριν μετωνόμασε· καθὼς ἱστορεῖ Θεόφιλος ἐν αʹ Περὶ λίθων.
ΠΕΡΙΗΓΗΣΙΣ ΣΙΚΕΛΙΑΣ.
Στέφανος ὁ Βυζάντιος Παλική, πόλις Σικελίας. Θεόφιλος δʼ ἐν ἑνδεκάτῳ Περιηγήσεως Σικελίας Παλικίνην κρήνην φησὶν εἶναι.
Ἀλέξανδρος ὁ Μιλήσιος ὁ Πολυΐστωρ, Εὐσέβιος Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σαλομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι· τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι.
Ὁ δὲ Ζηνοδότειος Θεόφιλος ἱστορεῖ, ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοὶ, Φάλαγξ μὲν ἄρσην, θήλεια δʼ Ἀράχνη τοὔνομα· καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστοποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετὰ, ἃ δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.
Ἀθήναιος Θεόφιλος δέ φησιν· «Οὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος· ἐκεῖνος γὰρ, ὡς ἔοικεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν· ἀλλὰ πολὺ μᾶλλον ἵππον ὅλως ἢ βοῦν ἢ κάμηλον ἢ ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. Οὕτω γὰρ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι· πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.»
Φουλγέντιος μίμος ὁ βίος,
Κλαύδιος Πτολεμαῖος Ἀλλʼ ἵνα μὴ δόξωμεν καὶ αὐτοὶ πρὸς κείμενόν τι πλῆθος ἐφαρμόζειν τὰς τῶν ἀποχῶν εἰκασίας, παραλάβωμεν τὸν ἀπὸ τῆς Χρυσῆς Χερρονήσου μέχρι Καττιγάρων πλοῦν, συγκείμενον ἔκ τε εἴκοσιν ἡμερῶν, τῶν ἐπὶ Ζάβας, καὶ ἐξ ἄλλων τινῶν τῶν ἐπὶ τὰ Καττίγαρα, ὥσπερ ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὸ Πράσον ἄκρον, συγκείμενον καὶ αὐτὸν ἔκ τε τῶν ἴσων ἡμερῶν, εἴκοσιν τῶν ἐπὶ τὰ Ῥαπτὰ, κατὰ Θεόφιλον, καὶ ἐξ ἄλλων πολλῶν τῶν ἐπὶ τὸ Πράσον, κατὰ Διόσκορον, ἵνα καὶ κατὰ τὸν Μαρῖνον ἐν ἴσῳ θῶμεν τάς τινας ἡμέρας ταῖς πολλαῖς εἰκάσαντα.