On TropesΠερὶ τρόπων
Tryphon the Grammarian On Tropes PDF
On Tropes is a grammatical treatise attributed to the Alexandrian grammarian Tryphon, who was active during the reign of Augustus. The work provides a systematic examination of rhetorical and grammatical tropes, defined as figures of speech that involve a deliberate shift in a word's meaning from its literal sense. It opens by establishing a fundamental distinction between literal expression, or kyriologia, and figurative expression, or tropos. The treatise then proceeds to classify and define fourteen primary tropes, including metaphor, catachresis, allegory, enigma, metalepsis, metonymy, synecdoche, onomatopoeia, periphrasis, anastrophe, hyperbaton, pleonasm, ellipsis, and parapleroma. Tryphon notes that these are often called poetic tropes, as their usage is most prevalent among poets, and grammarians employ them when interpreting passages spoken either literally or figuratively in poetic works. The surviving text begins a detailed discussion of metaphor, describing it as a word transferred from its proper signification to another.
The treatise does not survive as an independent work. Its content is known only through fragments and quotations preserved in the writings of later grammarians and lexicographers, as well as in Byzantine compilations such as the Etymologicum Magnum. Tryphon's works were considered authoritative within the Alexandrian grammatical tradition and are frequently cited by subsequent scholars like Herodian and Apollonius Dyscolus. His methodical approach to categorizing linguistic devices contributed significantly to the standardization of grammatical theory and education in the Greco-Roman world.
| 191 (1t) | ΤΡΥΦΩΝΟΣ ΠΕΡΙ ΤΡΟΠΩΝ. Φράσις ἐστὶ λόγος ἐγκατάσκευος, ἢ λόγος κατά τινα δήλωσιν περισσοτέραν ἐκφερόμενος, τῆς δὲ φράσεως εἴδη εἰσὶ δύο, κυριολογία τε καὶ τρόπος. κυριολογία μὲν οὖν ἐστιν ἡ διὰ τῆς πρώτης θέσεως τῶν ὀνομάτων τὰ πράγματα σημαίνουσα, οἷον πὺξ μὲν ἐνίκησα Κλυτομήδεα Φαίνοπος υἱόν· Ἀγκαῖον δὲ πάλην Πλευρώνιον, ὅς μοι ἀνέστη. Ἴφικλον δὲ πόδεσσι παρέδραμον ἐσθλὸν ἔοντα· δουρὶ δ’ ὑπειρέβαλον Φυλῆά τε καὶ Πολύδωρον. τρόπος δέ ἐστι λόγος κατὰ παρατροπὴν τοῦ κυρίου λεγόμενος κατά τινα δήλωσιν κοσμιωτέραν ἢ κατὰ τὸ ἀναγκαῖον. τρόποι δέ εἰσιν οἱ γενικωτάτην ἐμφαίνοντες στάσιν τέσσαρες καὶ δέκα, μεταφορά, κατάχρησις, ἀλληγορία, αἴνιγμα, μετάληψις, μετωνυμία, συνεκδοχή, ὀνοματοποιΐα, περίφρασις, ἀναστροφή, ὑπερβατόν, πλεονασμός, ἔλλειψις, παραπλήρωμα. τούτους δὲ ποιητικοὺς καλοῦσιν, ἐπεὶ κατά γε τὸ πλεῖστον ἡ τούτων χρῆσις παρὰ ποιηταῖς, καὶ ὅτι τούτοις οἱ γραμματικοὶ χρῶνται ἐξηγούμενοι τὰ κυρίως ἢ τροπικῶς τοῖς ποιηταῖς εἰρημένα. αʹ. ΠΕΡΙ ΜΕΤΑΦΟΡΑΣ. Μεταφορά ἐστι λέξις μεταφερομένη ἀπὸ τοῦ κυρίου ἐπὶ τὸ μὴ κύριον ἐμφάσεως ἢ ὁμοιώσεως ἕνεκα, ἐμφάσεως μέν, οἷον αἰχμὴ δὲ διέσσυτο μαιμώωσα. |
| 192 | ἡ γὰρ μαιμώωσα λέξις, ὅπερ ἐστὶ προθυμουμένη, ἰδίως ἐπὶ ἐμψύχου τασσομένη νῦν ἐπὶ ἀψύχου τοῦ δόρατος τέτακται· ὁμοιώσεως δὲ πάντες δ’ ἐσσείοντο πόδες πολυπιδάκου Ἴδης· καὶ οὔρεος ἐν κορυφῇσι. πόδες γὰρ καὶ κορυφαὶ ἐπ’ ἀνθρώπων ῥηθεῖεν ἄν, ἐπὶ δὲ ὄρους ὑπώρειαι καὶ ἀκρώρειαι. γίνεται δὲ ἡ μεταφορὰ τετραχῶς, ἀπὸ ἐμψύχων ἐπὶ ἔμψυχα, οἷον ποιμένα λαῶν, ἄμφω γὰρ ἔμψυχα. ἀπὸ ἀψύχων ἐπὶ ἄψυχα, οἷον σπέρμα πυρὸς σώζων. ἀπὸ ἐμψύχων ἐπὶ ἄψυχα, οἷον ἐν γαίῃ ἵστατο λιλαιομένη χροὸς ἆσαι· καὶ κυλίνδετο λᾶας ἀναιδής· ἀπὸ ἀψύχων ἐπὶ ἔμψυχα, οἷον ἄσβεστος δ’ ἀνῶρτο γέλως μακάρεσσι θεοῖσι. βʹ. ΠΕΡΙ ΚΑΤΑΧΡΗΣΕΩΣ. Κατάχρησίς ἐστι λέξις μετενηνεγμένη ἀπὸ τοῦ πρώτου κατονομασθέντος κυρίως τε καὶ ἐτύμως ἐφ’ ἕτερον ἀκατονόμαστον κατὰ τὸ οἰκεῖον, οἷον γόνυ καλάμου, καὶ ὀφθαλμὸς ἀμπέλου, καὶ χεῖλος κεραμίου καὶ τράχηλος ὄρους· κυρίως γὰρ ταῦτα ἐπὶ ἀνθρώπου λέγονται, καὶ πάλιν πυξὶς μὲν λέγεται ἡ ἐκ πύξου κατεσκευασμένη, καταχρηστικῶς δὲ καὶ ἡ χαλκῆ καὶ ἡ ἐξ οἵας δήποτε πεποιημένη ὕλης. τῷ αὐτῷ σχήματι ἀνδριὰς κυρίως μὲν τὸ τοῦ ἀνδρὸς ἀπεικόνισμα, καταχρηστικῶς δὲ καὶ γυναικός, καὶ ἀνδροφόνος κυρίως ὁ ἄνδρα φονεύσας, καταχρηστικῶς δὲ καὶ ὁ γυναῖκα. ἔτι τριήραρχος κυρίως ὁ τριήρους ἄρχων, καταχρηστικῶς δὲ καὶ ὁ πεντήρους καὶ ἑξήρους, καὶ τὸ ψηφίζειν κυρίως μὲν τὸ ταῖς ψήφοις ἀριθμεῖν, καταχρηστικῶς δὲ καὶ δακτύλοις ἀριθμεῖν. |
| 193 | διαφέρει δὲ μεταφορὰ καὶ κατάχρησις, ὅτι ἡ μὲν μεταφορὰ ἀπὸ κατωνομασμένου ἐπὶ κατωνομασμένον γίνεται, ἡ δὲ κατάχρησις ἀπὸ κατονομαζομένου ἐπὶ ἀκατονόμαστον, ὅθεν καὶ κατάχρησις λέγεται. γʹ. ΠΕΡΙ ΑΛΛΗΓΟΡΙΑΣ. Ἀλληγορία ἐστὶ λόγος ἕτερον μέν τι κυρίως δηλῶν, ἑτέρου δὲ ἔννοιαν παριστάνων καθ’ ὁμοίωσιν ἐπὶ τὸ πλεῖστον, οἷον ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν. δʹ. ΠΕΡΙ ΑΙΝΙΓΜΑΤΟΣ. Αἴνιγμά ἐστι φράσις ἐπιτετηδευμένη κακοσχόλως εἰς ἀσάφειαν ἀποκρύπτουσα τὸ νοούμενον, ἢ ἀδύνατόν τι καὶ ἀμήχανον παριστάνουσα· διαφέρει δὲ ἀλληγορίας, ὅτι ἡ μὲν ἀμαυροῦται ἢ λέξει ἢ διανοίᾳ, τὸ δὲ καθ’ ἑκάτερον, οἷον Ἥσσων ἀλγήσας παῖδα τὸν ἐκ Θέτιδος ἀνέθρεψε· ἥσσων γὰρ ὁ χείρων, ἀλγήσας πονήσας· ἐστὶ δὲ ὅτι Χείρων ὁ Κένταυρος ἐξέθρεψε τὸν Ἀχιλλέα· καὶ πάλιν, γῆς ἔθανε καταδέσμου ὅτ’ ἀγγείων ἀφάμαρτεν· ἀντὶ τοῦ Αἴας ὁ Τελαμῶνος ἐτελεύτησεν, ὅτε τῶν ὅπλων ἀπέτυχε. γῆς γὰρ Αἴας γίνεται, δεσμοῦ Τελαμῶνος, ἀγγείων δὲ τῶν ὅπλων. καὶ εἰσὶ κασίγνηται δισσαί, ὧν ἡ μὲν μία τίκτει τὴν ἑτέραν· αὐτὴ δὲ τεκοῦς’ ὑπὸ τῆσδε τεκνοῦται. ἐπὶ ἡμέρας γὰρ καὶ νυκτὸς λέγει. γίνεται δὲ τὸ αἴνιγμα κατὰ τρόπους ἕξ· καθ’ ὅμοιον, κατ’ ἐναντίον, κατὰ συμβεβηκός, καθ’ ἱστορίαν, καθ’ ὁμωνυμίαν, κατὰ γλῶτταν. κατὰ μὲν ὅμοιον, οἷον Ἀνδροκύδης ὁ Πυθαγορικὸς ἔλεγε, ζυγὸν μὴ ὑπερβαίνειν ἀντὶ τοῦ τὸ δίκαιον μὴ παραβαίνειν, γαμψώνυχας μὴ τρέφειν ἀντὶ τοῦ ἅρπαγας φεύγειν, μελάνουρον μὴ ἐσθίειν ἀντὶ τοῦ ψευδῆ λόγον μὴ προΐεσθαι· τὸ γὰρ ψεῦδος ἐν τοῖς ἐσχάτοις μέρεσι μελαίνεται καὶ ἀμαυροῦται. |
| 194 | ἐπὶ χοίνικος μὴ καθίζειν, τουτέστι, μὴ ἐπαναπαύεσθαι τῇ ἐφημέρῳ τροφῇ, ἀλλὰ προεισφέρειν. μαχαίρᾳ πῦρ μὴ σκαλεύειν, τουτέστι τὸν θυμούμενον λόγοις μὴ ἐρεθίζειν. καὶ τὸ Ἡσιόδειον μηδ’ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀφελόντα ἔσθειν· τουτέστι, μὴ ἀκρατῆ μηδὲ λίχνον εἶναι. καὶ ἐν τῷ βίῳ δέ τινα αἰνιγματωδῶς γίνονται κατὰ τὸν ὅμοιον τρόπον, οἷον ἐπὶ τῶν γαμούντων ὅτι σήσαμον ἢ κριθὰς κόπτουσιν οἰωνιζόμενοι, ἐπεὶ πολύγονά ἐστι. κατ’ ἐναντίον δέ, οἷον ὡς ἀνήρ τε καὶ οὐκ ἀνὴρ ὄρνιθα καὶ οὐκ ὄρνιθα ἰδών τε καὶ οὐκ ἰδὼν ἐπὶ ξύλου καὶ οὐ ξύλου καθημένην τε καὶ οὐ καθημένην λίθῳ τε καὶ οὐ λίθῳ βάλλει τε καὶ οὐ βάλλει. ταῦτα εἴρηται ἐπὶ εὐνούχου κισσήρει βεβληκότος νυκτερίδα καὶ διὰ τὸ μὴ ἀκριβῶς ἰδεῖν ἐφημαρτηκότος· ἀνὴρ μὲν καὶ οὐκ ἀνὴρ ὁ εὐνοῦχος, ὄρνις καὶ οὐκ ὄρνις ἡ νυκτερίς, ἄπτερος γὰρ καὶ πετομένη· τὸ δὲ ἰδεῖν τε καὶ μὴ ἰδεῖν τὸ μὴ καλῶς ἰδεῖν· ἠμβλυώπει γάρ· καθημένην καὶ οὐ καθημένην διὰ τὸ ἀνεπιστρόφως κρέμασθαι· ξύλον τε καὶ οὐ ξύλον ὁ νάρθηξ· λίθος τε καὶ οὐ λίθος ἡ κίσσηρις· βαλεῖν τε καὶ οὐ βαλεῖν τὸ προέμενον μὴ εὐστοχῆσαι. κατὰ δὲ συμβεβηκός, ὡς τὸ εἰσίν μοι δύο κασίγνητοι, οἱ δύο μοῦνοι· ὄφρα μὲν οὖν ζώωσι, τὸν ἥλιον οὐκ ἐσορῶσι, αὐτὰρ ἐπεί κε θάνωσι καὶ ἀνδρῶν χεῖρας ἵκωνται, ἠέλιόν τε ὁρῶσι, καὶ ἀλλήλοισι μάχονται. περὶ τῶν ἀστραγάλων, οἶμαι, λέγει. κατὰ δὲ ἱστορίαν, οἷον Τριτογένεια. |
| 195 | κατὰ δὲ ὁμωνυμίαν, ὡς ἔχει ὁ δεδομένος χρησμὸς Ἀλεξάνδρῳ τῷ Μολοσσῷ, φυλάξασθαι τὸν ΚΗΡΟΕΝΤΑ. ὁ μὲν γὰρ ᾤετο τὸν ἐν Ἰταλίᾳ ποταμόν, ἦν δὲ ἕτερον· προσδοθέντος γὰρ αὐτῷ πινακιδίου κεκηρωμένου, τοῦτο ἀναγινώσκων ἐδολοφονήθη. κατὰ δὲ γλῶτταν ὅταν τὴν μὲν θάλατταν εὐρυγάστορα λέγῃ, τὴν δὲ Ἀθηναίαν μαρμαρῶπιν, τὸν δὲ μῦν δολιχοῦρον. εʹ. ΠΕΡΙ ΜΕΤΑΛΗΨΕΩΣ. Μετάληψίς ἐστι λέξις ἐκ συνωνυμίας τὸ ὁμώνυμον δηλοῦσα, οἷον ἔνθεν δ’ αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι. τὸ γὰρ θοὸν καὶ ὀξὺ συνωνυμεῖ. τὰς γὰρ καλουμένας ὀνομαστικῶς ὀξείας νήσους διὰ τὸ σχῆμα μεταληπτικῶς θοὰς ἐκάλεσεν. οὕτω καὶ τὸ ἔρρε κακὴ γλήν η, καὶ Τεῦκρος δὲ τόξου χρώμενος φειδωλίᾳ, ὑπὲρ τάφρου πηδῶντας ἔστησε Φρύγας. εἴρηται γὰρ φειδωλίᾳ ἀντὶ τοῦ ἀκριβείᾳ. ϛʹ. ΠΕΡΙ ΜΕΤΩΝΓΜΙΑΣ. Μετωνυμία ἐστὶ λέξις ἀπὸ τοῦ ὁμωνύμου τὸ συνώνυμον δηλοῦσα, οἷον σπλάγχνα δ’ ἄρ’ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο· Ἥφαιστος γὰρ ὁ εὑρὼν τὸ πῦρ· καὶ ὅταν τὸν πυρὸν Δήμητραν εἴπωμεν. ἢ ἀπὸ τῶν εὑρόντων τὰ εὑρήματα, ἀλλὰ καὶ ἀπὸ τοῦ εὑρήματος τὸν εὑρόντα, οἷον οἶνός μ’ ἔπεισε, δαιμόνων ὑπέρτατος. ζʹ. ΠΕΡΙ ΣΥΝΕΚΔΟΧΗΣ. Συνεκδοχή ἐστι φράσις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, προσδεομένη δέ τινος ἔξωθεν ἀκολουθίας. τῶν δὲ συνεκδοχῶν εἰσι διαφοραὶ πλείους· αἱ μὲν γὰρ ἀπὸ μέρους τὸ ὅλον δηλοῦσιν, ὡς ἀργυρόπεζα Θέτις καὶ λευκώλενος Ἥρη· ἢ ἀπὸ τοῦ ὅλου τὸ μέρος, οἷον χάλκεον ἔγχος· οὐ γὰρ ὅλον, ἀλλὰ μέρος· καὶ βόας αὔας τὰς βύρσας· ἢ ἀπὸ τῆς ὕλης τὸ ἀποτέλεσμα, οἷον χρυσὸν δ’ αὐτὸς ἔδυνε περὶ χροΐ, ἀντὶ τοῦ χρυσέην πανοπλίαν. |
| 196 | ἢ ἀπὸ τοῦ προηγουμένου τὸ ἀκόλουθον, οἷον πολλὰς δ’ ἰφθίμους ψυχάς· ἢ ἀπὸ τοῦ ἀκολούθου τὸ προηγούμενον, οἷον ἑζόμενοι λεύκαινον ὕδωρ ξεστῇς ἐλάτῃσι. ηʹ. ΠΕΡΙ ΟΝΟΜΑΤΟΠΟΙΙΑΣ. Ὀνοματοποιΐα ἐστὶ λέξις κατὰ παραγωγὴν τοῦ καθωμιλημένου ἐξενηνεγμένη, λέγεται δὲ ὀνοματοποιΐα ἑπταχῶς· κατὰ ἐτυμολογίαν, κατὰ ἀναλογίαν, κατὰ παρονομασίαν, κατὰ σύνθεσιν, κατὰ ἐναλλαγήν, κατὰ διαίρεσιν, κατὰ πεποιημένον. κατὰ μὲν ἐτυμολογίαν εὐλαβῆ λίθον τὸν εὔληπτον. κατὰ δὲ ἀναλογίαν, ὡς παρὰ Σοφοκλεῖ γερονταγωγῶ κἀναπαιδεύω πάλιν· ἀναλόγως γὰρ τὸ γερονταγωγεῖν συνήθους ὄντος τοῦ παιδαγωγεῖν εἴληπται. κατὰ παρονομασίαν χρυσῶ ἀπὸ τοῦ χρυσοῦ· οὕτως ὠνόμασται καὶ παρ’ Αἰσχύλῳ μελλώ· χρονίζομεν γὰρ ὧδε τῆς μελλοῦς χάριν. κατὰ σύνθεσιν, ὡς τὸ ποδάρκης δῖος Ἀχιλλεὺς καὶ νεφεληγερέτα Ζεύς. κατ’ ἐναλλαγήν, ὡς ὅταν ἐπὶ συνθέτων ὀνομάτων ἐναλλάξῃ τις τὸ καθωμιλημένον, ὡς παρὰ Σοφοκλεῖ, οἱ γὰρ γύνανδροι, καὶ λέγειν ἠσκηκότες, ἀντὶ τοῦ οἱ ἀνδρόγυνοι. κατὰ διαίρεσιν δέ, ὡς εἴ τις τὸ σύνθετον καταδιέλοι, ὡς παρὰ τῷ ποιητῇ ἀκρόπολιν πόλιν ἄκρην. |
| 197 | πεποιημένον, ὡς τὸ τετριγῶτας καὶ κελαρύζει, καὶ λάψοντες γλώσσῃσι. θʹ. ΠΕΡΙ ΠΕΡΙΦΡΑΣΕΩΣ. Περίφρασίς ἐστι φράσις πλείοσι λέξεσι παριστάνουσα μετ’ αὐξήσεως τὸ ὑποκείμενον πρᾶγμα, οἷον Ποσειδάωνος σθένος, ἀντὶ τοῦ Ποσειδῶνος, καὶ βίη Ἡρακληείη, καὶ Πριάμοιο βίη, καὶ μένος Ἀτρείδαο, καὶ ἲς Τηλεμάχοιο, καὶ Πατροκλῆος λάσιον κῆρ. ιʹ. ΠΕΡΙ ΑΝΑΣΤΡΟΦΗΣ. Ἀναστροφή ἐστι λέξις, ἣν ἐχρῆν προηγεῖσθαι, δευτέραν ἔχουσα τάξιν· γίνεται δὲ ἤτοι ὀνόματος ἢ προθέσεως ἢ ἐπιρρήματος μετακίνησις. ἐπὶ ὀνόματος μέν, οἷον οὕνεκα τὸν Χρύσην ἠτίμης’ ἀρητῆρα Ἀτρείδης. τὸ γὰρ ἑξῆς, τὸν ἀρητῆρα Χρύσην, ἐπὶ δὲ προθέσεως, οἷον ᾧ ἔπι πόλλ’ ἐμόγησα. ἀντὶ τοῦ ἐφ’ ᾧ. καὶ Ἰθάκῃ ἔνι ἀντὶ τοῦ ἐν Ἰθάκῃ. ἐπὶ δὲ ἐπιρρήματος, οἷον ὄρνιθες ὥς, βόες ὥς. ιαʹ. ΠΕΡΙ ΥΠΕΡΒΑΤΟΥ. Ὑπερβατόν ἐστι λέξις μετακεκινημένη ἀπὸ τῆς ἰδίας τάξεως· γίνεται δὲ ὑπερβατὸν ἐν εἴδεσι δυσίν· ἢ γὰρ ἐν λόγῳ, ἢ ἐν λέξει· ἐν λέξει μέν, οἷον κατὰ ταῦρον ἐδηδὼς ἀντὶ τοῦ κατεδηδώς· ἐν λόγῳ δέ, οἷον ὣς ἔφατ’. Ἀργεῖοι δὲ μέγ’ ἴαχον, ἀμφὶ δὲ νῆες σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ’ Ἀχαιῶν μῦθον ἀγασσαμένοι Διομήδεος ἱπποδάμοιο. διαφέρει δὲ τῆς ἀναστροφῆς, ὅτι ἡ μὲν τὰ τελευταῖα τοῖς πρώτοις συνάπτει, τὸ δὲ τὰ τελευταῖα ἐπὶ τὰ πρῶτα ἀνάγει. ιβʹ. |
| 198 (1t) | ΠΕΡΙ ΠΛΕΟΝΑΣΜΟΥ. Πλεονασμός ἐστι λέξις ἢ καθάπαξ ἢ μέρεσί τισι πλεονάζουσα, εἴδη δέ εἰσι τοῦ πλεονασμοῦ τρία, παράγωγον, ἔκτασις, παραπλήρωμα. παράγωγον μὲν οὖν ἐστι λέξις ἐν αὑτῇ τὸ πλεονάζον ἔχουσα, οἷον κελαινεφὲς αἷμα· οὐ γὰρ ἔγκειται τὸ νέφος. ὁμοίως καὶ τὸ χθονὸς εὐρυοδείης παρῆκται· οὐ γὰρ ἔγκειται ἡ ὁδός. ἔκτασις δέ ἐστι λέξις ἐκτεινομένη παρὰ τὸ σύνηθες, οἷον καλῆσι, θέλησι, δῶσι. παραπλήρωμα δέ ἐστι λέξις ἐκ περισσοῦ παραλαμβανομένη, οἷον Πάνδαρος, ᾧ καὶ τόξον Ἀπόλλων αὐτὸς ἔδωκεν· ὁ γὰρ καὶ σύνδεσμος ἐνθάδε πλεονάζει· καὶ ἀρχοὺς αὖ νηῶν ἐρέω, νῆάς τε προπάσας, πλεονάζει ἡ πρ ό. ιγʹ. ΠΕΡΙ ΕΛΛΕΙΨΕΩΣ. Ἔλλειψίς ἐστι λέξις οὐ κατὰ τὸ πλῆρες ἐξενηνεγμένη, γίνεται δὲ κατ’ ἀρχήν, κατὰ μέσον, κατὰ τέλος, οἷον ἀφαίρεσις, συγκοπὴ καὶ ἀποκοπή. κατ’ ἀρχὴν μέν, οἷον λείβειν εἴβειν, κατὰ μέσον, οἷον μονώνυχας μώνυχας, κατὰ δὲ τὸ τέλος, δῶμα δῶ. Τρόποι μὲν οὖν οὗτοι τῆς γραμματικῆς τὴν κοινὴν συνήθειαν παραβαίνοντες, λοιποὶ δὲ τῆς φράσεώς εἰσιν κζʹ, ὑπερβολή, ἔμφασις, ἐνέργεια, παρασιώπησις, ὁμοίωσις, εἰκών, παράδειγμα, παραβολή, χαρακτηρισμός, εἰκασμός, συντομία, βραχύτης, σύλληψις, ἐπανάληψις, προαναφώνησις, παρέκβασις, ἀμφιβολία, ἀντίφρασις, μετατύπωσις, ἀντονομασία, εἰρωνεία, σαρκασμός, ἀστεϊσμός, μυκτηρισμός, χαριεντισμός, ἐπικερτόμησις, παροιμία. αʹ. ΠΕΡΙ ΥΠΕΡΒΟΛΗΣ. Ὑπερβολή ἐστι φράσις ὑπεραίρουσα τὴν ἀλήθειαν αὐξήσεως ἢ μειώσεως χάριν· αὐξήσεως μέν, οἷον ἠχὴ δ’ ἀμφοτέρων ἵκετ’ αἰθέρα καὶ Διὸς αὐγάς· καὶ λευκότεροι χιόνος, θείειν δ’ ἀνέμοισιν ὁμοῖοι· καὶ μελάντερον ἠΰτε πίσσα, καὶ κούρην δ’ οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, οὐδ’ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι· καὶ τὰ ἑξῆς. |
| 199 | μειώσεως δέ, οἷον Δίφιλός φησιν ἐπὶ αἰσχρᾶς γυναικός, ἣν ὁ πατὴρ ἐφίλησεν οὐδὲ πώποτε· παρ’ ἧς τὸν ἄρτον ἡ κύων οὐ λαμβάνει, μέλαινα δ’ οὕτως, ὥστε καὶ ποιεῖν σκότος. βʹ. ΠΕΡΙ ΕΜΦΑΣΕΩΣ. Ἔμφασίς ἐστι λέξις δι’ ὑπονοίας αὐξάνουσα τὸ δηλούμενον, οἷον αὐτὰρ ὅτ’ εἰς ἵππον κατεβαίνομεν· ἐν γὰρ τῷ κατεβαίνομεν δηλοῦται τὸ μέγεθος τοῦ ἵππου· καὶ πάλιν ἱππόθεν ἐκχυμένο ι· τὴν γὰρ ἀθρόαν ὁρμὴν τοῦ πλήθους διὰ μιᾶς ἐσήμανε λέξεως. γʹ. ΠΕΡΙ ΕΝΕΡΓΕΙΑΣ. Ἐνέργειά ἐστι φράσις ὑπ’ ὄψιν ἄγουσα τὸ νοούμενον, οἷον μυρίοι, οὐκ ἄνδρεσσιν ἐοικότες, ἀλλὰ Γίγασιν· ἔχονται δὲ τῆς ἐνεργείας καὶ αἱ τοῦ Ὁμήρου παραβολαί. δʹ. ΠΕΡΙ ΠΑΡΑΣΙΩΠΗΣΕΩΣ. Παρασιώπησίς ἐστι λόγος, ἐν ᾧ δύο ὀφειλόντων πραγμάτων κατὰ τὸ πλῆρες λέγεσθαι, τοῦ μὲν ἑνός ἐστιν ἀπαγγελία, τοῦ δ’ ἑτέρου παρασιώπησις κατὰ τὸ ἀνάλογον νοουμένη, οἷον αὐτὰρ ὁ Διογενὴς δόρυ μὲν λίπεν. |
| 200 | ὡς μὲν γὰρ ἔθηκεν, εἶπεν, ὡς δὲ ἀνέλαβεν, οὔ. εʹ. ΠΕΡΙ ΟΜΟΙΩΣΕΩΣ. Ὁμοίωσίς ἐστι ῥῆσις, καθ’ ἣν ἕτερον ἑτέρῳ παραβάλλομεν, εἴδη δὲ αὐτῆς εἰσι τρία, εἰκών, παράδειγμα, παραβολή. εἰκών ἐστι λόγος ἐναργῶς ἐξομοιοῦν πειρώμενος διὰ τοῦ παραλαμβανομένου, πρὸς ὃ παραλαμβάνεται, οἷον ἠΰτε βοῦς ἀγέλῃφι μέγ’ ἔξοχος ἔπλετο πάντων. παρέπεται δὲ τῇ εἰκόνι μέγεθος, σχῆμα, χρῶμα. εἰκονίζεται δὲ ἤτοι ὅλα πρὸς ὅλα, οἷον περίφρων Πηνελόπεια, Ἀρτέμιδι ἰκέλη. ἢ μέρη πρὸς μέρη, οἷον Ἄρεϊ μὲν ζώνην, στέρνον δὲ Ποσειδάωνι· σχῆμα δὲ πρὸς σχῆμα, οἷον ἠΰτε ἔθνεα εἶσι μελισσάων ἀδινάων· χρῶμα δὲ πρὸς χρῶμα, οἷον ὥς δ’ ὅτε τίς τ’ ἐλέφαντα γυνὴ φοίνικι μιήνῃ. μέγεθος δὲ πρὸς μέγεθος, οἷον Κύκλωπος γὰρ ἔκειτο μέγα ῥόπαλον παρὰ σηκῷ ὡς ἱστὸς νηὸς ἐεικοσόροιο· παράδειγμά ἐστι τοῦ προγεγονότος πράγματος παρένθεσις καθ’ ὁμοιότητα τῶν ὑποκειμένων πρὸς παραίνεσιν προτροπῆς ἢ ἀποτροπῆς ἕνεκεν· προτροπῆς μέν, οἷον οὐκ ἀΐεις οἷον κλέος ἔλλαβε δῖος Ὀρέστης, πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅς οἱ πατέρα κλυτὸν ἔκτα; ἀποτροπῆς δέ, οὐδὲ γὰρ οὐδὲ Δρύαντος υἱὸς κρατερὸς Λυκόεργος δὴν ἦν, ὅς ῥα θεοῖσιν ἐπουρανίοισιν ἔριζε· διαφέρει δὲ παράδειγμα παραβολῆς, ὅτι τὸ μὲν παράδειγμα ἀπὸ γεγονότων πραγμάτων παραλαμβάνεται, ἡ δὲ παραβολὴ ἐξ ἀορίστων καὶ ἐνδεχομένων γενέσθαι. |
| 201 | [Κόμμα ἐστὶ φράσις βραχύ τι νόημα ἔχουσα, οἷον δεῖ δὲ χρημάτω ν· κῶλον δὲ μέρος νοήματος, οἷον ἄλλως τε κἂν Ὅμηρον ἔχωσιν. Χαρακτῆρες ῥητορικοὶ τρεῖς, τουτέστιν εἴδη φράσεων· αὐστηρόν, μέσον, ἰσχνόν· καὶ τὸν μὲν αὐστηρὸν ὁ Θουκυδίδης ἐπετήδευσε χαρακτῆρα καὶ Ἀντιφῶν ὁ τούτου διδάσκαλος, τὸν δὲ μέσον Δημοσθένης, Ὑπερίδης, Δείναρχος, Λυκοῦργος, τὸν δὲ ἰσχνὸν Αἰσχίνης, Ἰσοκράτης, Λυσίας, Ἀνδοκίδης, Ἰσαῖος.] Παραβολή ἐστι λόγος διὰ παραθέσεως ὁμοίου πράγματος τὸ ὑποκείμενον μετ’ ἐνεργείας παριστάνων, οἷον κινήθη δ’ ἀγορή, ὡς κύματα μακρὰ θαλάσσης πόντου Ἰκαρίοιο· γίνονται δὲ αἱ παραβολαὶ τετραχῶς, ἤτοι πάθους πάθει ἢ διαθέσεως διαθέσει ἢ φύσεως φύσει ἢ πράξεως πράξει. πάθους μὲν οὖν πάθει, ὡς δ’ ὅταν ἀσπασίως· διαθέσεως δὲ διαθέσει, ὡς δ’ ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη, ὣς αὖθις καθ’ ὅμιλον ἔδυ Τρώων ἀγερώχων. φύσεως δὲ φύσει, οἷον οἵη περ φύλλων γενεή, τοιήδε καὶ ἀνδρῶν. πράξεως δὲ πράξει, οἱ δ’ ὡς ἀμητῆρες ἐναντίοι ἀλλήλοισι. ϛʹ. ΠΕΡΙ ΧΑΡΑΚΤΗΡΙΣΜΟΥ. Χαρακτηρισμός ἐστι λόγος τῶν περὶ τὸ σῶμα ἰδιωμάτων ἀπαγγελτικός, ὃν καί τινες εἰκονισμὸν λέγουσιν, οἷον γυρὸς ἐν ὤμοισιν, μελανόχροος, οὐλοκάρηνος. ζʹ. |
| 202 (1t) | ΠΕΡΙ ΕΙΚΑΣΜΟΥ. Εἰκασμός ἐστιν ὁμοιότης εἴδους, περισπῶσα τὴν φαντασίαν πρὸς τὸ γελοιότερον, ὃ δὴ ὑπό τινων σκῶμμα καλεῖται· διαφέρει δὲ τῆς εἰκόνος, ὡς γένος εἴδους· ἡ μὲν γὰρ εἰκὼν οὐκ εὐθέως εἰκασμός, ὁ δὲ εἰκασμὸς πάντως εἰκών. ηʹ. ΠΕΡΙ ΣΥΝΤΟΜΙΑΣ. Συντομία ἐστὶ φράσις αὐτὰ τὰ ἀναγκαῖα τοῦ δηλουμένου ἔχουσα, οἷον κεῖται Πάτροκλος· νέκυος δὲ δὴ ἀμφιμάχονται γυμνοῦ· ἀτὰρ τά γε τεύχε’ ἔχει κορυθαίολος Ἕκτωρ καὶ σφαῖραν ἔπειτ’ ἔρριψε μετ’ ἀμφίπολον βασίλεια, ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δ’ ἔμπεσε δίνῃ· ταὶ δ’ ἐπὶ μακρὸν ἄϋσαν· ὁ δ’ ἔγρετο δῖος Ὀδυσσεύς. θʹ. ΠΕΡΙ ΒΡΑΧΥΤΗΤΟΣ. Βραχύτης ἐστὶ φράσις πλέον τι τοῦ ἀκουομένου νοούμενον ἔχουσα, οἷά ἐστι τὰ Δελφικὰ ἀποφθέγματα, γνῶθι σαυτόν· χρόνου φείδου· μηδὲν ἄγαν. βραχύτητα δὲ ἔχει καὶ τὸ Λακεδαιμόνιοι Φιλίππῳ, Διονύσιος ἐν Κορίνθῳ· βούλονται γὰρ εἰπεῖν, μὴ ὑψαύχει ἀφορῶν εἰς Διονύσιον τανῦν γράμματα ἐν Κορίνθῳ διδάσκοντα, ὃς πρότερον ἐτυράννει. ιʹ. ΠΕΡΙ ΣΥΛΛΗΨΕΩΣ. Σύλληψίς ἐστι φράσις τὸ ἰδίᾳ τινὶ συμβὰν κατὰ δύο τιθεῖσα, οἷον Βορέης καὶ Ζέφυρος τώ τε Θρῄκηθεν ἄητον. καὶ τὼ δὲ δύω σκάζοντε βάτην· καὶ φὰν δ’ ἔμμεναι Ζηνὸς υἱοὶ καὶ κλυτοπώλου Ποσειδάωνος. ιαʹ. |
| 203 (1t) | ΠΕΡΙ ΕΠΑΝΑΛΗΨΕΩΣ. Ἐπανάληψίς ἐστι δὶς ἢ καὶ πολλάκις ἐπαλλήλως τιθεμένη φράσις· δὶς μὲν ἀλλ’ ὁ μὲν Αἰθίοπας μετεκίαθε τήλοθ’ ἐόντας, Αἰθίοπας, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν. πλεονάκις δέ, Νιρεὺς αὖ Σύμηθεν ἄγεν τρεῖς νῆας ἐΐσας, Νιρεύς, Ἀγλαΐης υἱός, Χαροποῖό τ’ ἄνακτος, Νιρεύς, ὃς κάλλιστος ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε. γίνεται δὲ ἐπανάληψις, ὅτε τὸ καθάπαξ ῥηθὲν ὑποδιαιρεῖται κατὰ μέρος. [Νιρεὺς δὲ ἐκ τοῦ ἵπτω· Νειρεὺς δὲ ἐκ τοῦ νέω τὸ πορεύομαι· Νηρεὺς ἐκ τοῦ νήχω τὸ κολυμβῶ.] ιβʹ. ΠΕΡΙ ΠΡΟΑΝΑΦΩΝΗΣΕΩΣ. Προαναφώνησίς ἐστι λέξις περὶ τῶν μελλόντων προαναφωνουμένη μεταξὺ τῆς συνεχούσης διηγήσεως, αἶψα δ’ ἑταῖρον ἑὸν Πατροκλῆα προσέειπε φθεγξάμενος παρὰ νηός· ὁ δὲ κλισίηθεν ἀκούσας ἔκμολεν ἴσος Ἄρηϊ· κακοῦ δ’ ἄρα οἱ πέλεν ἀρχή. ιγʹ. ΠΕΡΙ ΠΑΡΕΚΒΑΣΕΩΣ. Παρέκβασίς ἐστι λόγος χάριν ἱστορίας ἢ γενεαλογίας παραλαμβανόμενος, ὥσπερ ἅ φησιν ὁ Φοῖνιξ περὶ Κουρήτων. ιδʹ. ΠΕΡΙ ΑΜΦΙΒΟΛΙΑΣ. Ἀμφιβολία ἐστὶ λέξις ἢ λόγος δύο καὶ πλείονα πράγματα δηλοῦσα· λέξις μὲν γὰρ εἴρηται, ὅτι αἱ ὁμωνυμίαι ἀμφίβολοί εἰσιν, οἷον Αἴας, ἄδηλον γάρ, πότερον τῶν Αἰάντων δηλοῖ. λόγος δέ, ἐπεὶ καὶ ἐν λόγῳ ἀμφιβολίαι εἰσίν, οἷον ἅρματα δ’ ἔγκλιναν πρὸς ἐνώπια παμφανόωντα· καὶ δός δέ τέ μ’ ἄνδρα ἑλεῖν, καὶ ἐς ὁρμὴν ἔγχεος ἐλθεῖν. |
| 204 | ιεʹ. ΠΕΡΙ ΑΝΤΙΦΡΑΣΕΩΣ. Ἀντίφρασίς ἐστι λέξις διὰ τοῦ ἐναντίου ἢ παρακειμένου τὸ ἐναντίον παριστῶσα χωρὶς ὑποκρίσεως, πρόσκειται δὲ χωρὶς ὑποκρίσεως διὰ τὴν εἰρωνείαν. διὰ μὲν τοῦ ἐναντίου τὸ ἐναντίον ἀντιφράζεται οὕτως, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν· ἀλλ’ ὁ ἄριστος δηλονότι. καὶ οὐδ’ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς· ἀλλὰ συνεχύθη καὶ ἐλυπήθη. ἐνίοτε καὶ αὐτὸ προτίθεται τὸ ἐκ τοῦ ἐναντίου, οἷον οὐχ ὁ κάκιστος, ἀλλ’ ὁ ἄριστος. διὰ δὲ τοῦ παρακειμένου, τὰ κατ’ εὐφημισμὸν λεγόμενα καὶ τὴν κακίαν περιστέλλοντα, ὡς ὅταν τὴν χολὴν ἡδεῖαν λέγωμεν, καὶ τὰς Ἐριννύας Εὐμενίδας, καὶ ἄχαριν τὸν λύπης ποιητικόν, καὶ τὸν δυσειδῆ πίθηκον κάλλιστον, καὶ τὴν σκαιὰν εὐώνυμον, καὶ τοὺς ἅλας ἡδυντῆρας. ιϛʹ. ΠΕΡΙ ΜΕΤΑΤΥΠΩΣΕΩΣ. Μετατύπωσίς ἐστι λέξις ἐνηλλαγμένα στοχεῖα ἔχουσα, οἷον ὑπαὶ πόδα ἀντὶ τοῦ ὑπὸ πόδα, καὶ τὸ Βορέης Βορέας, καὶ τὸ Ἕως Ἠώς. ιηʹ. ΠΕΡΙ ΑΝΤΟΝΟΜΑΣΙΑΣ. Ἀντονομασία ἐστὶ λέξις ἢ φράσις διὰ συνωνύμων ὀνομάτων τὸ κύριον παριστῶσα· λέξις μὲν Φοῖβε ἀντὶ τοῦ Ἄπολλον, καὶ Ἐννοσίγαιε ἀντὶ τοῦ Πόσειδον, καὶ ὄφρα ἴδῃ γλαυκῶπις, ὅταν ᾧ πατρὶ μάχηται· ἀντὶ τοῦ Ἀθηνᾶ. φράσις δὲ Λητοῦς καὶ Διὸς υἱός, ἀντὶ τοῦ Ἀπόλλων. ἔνιοι δὲ τὴν ἔλλειψιν καὶ τὴν ἀντονομασίαν ὑποτάττουσι τῇ συνεκδοχῇ. ιθʹ. |
| 205 (1t) | ΠΕΡΙ ΕΙΡΩΝΕΙΑΣ. Εἰρωνεία ἐστὶ λόγος διὰ τοῦ ἐναντίου τὸ ἐναντίον μετά τινος ἠθικῆς ὑποκρίσεως δηλῶν, ὡς παρ’ Εὐριπίδῃ ἡ Μήδεια τὸν πολλὰ ἠδικηκότα Ἰάσονα μακαρίαν αὐτήν φησι πεποιηκέναι, ὁμοίως δὲ καὶ Τηλέμαχος πρὸς ἕνα τῶν μνηστήρων φησὶν Ἀντίνο’ ἦ μευ καλὰ πατὴρ ὣς κήδεαι υἷος. οὐ γὰρ ὁ Ἀντίνοος ὡς πατὴρ ἐφρόντιζεν αὐτοῦ. τοὐναντίον μὲν οὖν καὶ ἐβούλετο ἀποκτεῖναι αὐτόν. καὶ ὅταν ὁ Ὀρέστης φησὶ Τυνδαρέῳ, ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ· ὁ τὰς κακίστας φύσας. τῆς δὲ εἰρωνείας τὸ μὲν ἐπὶ τῶν πέλας λέγεται, τὸ δὲ ἐφ’ ἡμῶν αὐτῶν· τὸ μὲν οὖν ἐπὶ τῶν πέλας καλεῖται μυκτηρισμὸς καὶ χλευασμός, τὸ δὲ ἐφ’ ἡμῶν ἀστεϊσμός. κʹ. ΠΕΡΙ ΣΑΡΚΑΣΜΟΥ. Σαρκασμός ἐστι μέχρι τοῦ σεσηρέναι τοὺς ὀδόντας παραφαίνειν, ὅπερ ἦν εἰκὸς ποιῆσαι τὸν Ἀχιλλέα λέγοντα· τοῖσι μὲν ἔμπεδα κεῖται, ἐμεῦ δ’ ἀπὸ μούνου Ἀχαιῶν εἵλετο. καʹ. ΠΕΡΙ ΜΥΚΤΗΡΙΣΜΟΥ. Μυκτηρισμός ἐστι τὸ μετὰ ποιᾶς κινήσεως καὶ συναγωγῆς τῶν μυκτήρων γινόμενον, ὥσπερ καὶ Μένανδρός φησιν, οἱ δὲ πάλιν ἐμυκτήρισαν, καὶ τὸ ἐπέμυξάν τινες οὕτως εἰλήφασι. κβʹ. ΠΕΡΙ ΧΑΡΙΕΝΤΙΣΜΟΥ. Χαριεντισμός ἐστι λόγος εὐτράπελος, ἐν ᾧ διαχεῖται ὅ τε λέγων καὶ ὁ ἀκούων, ἦ μάλα δή τινα Κύπρις Ἀχαιϊάδων ἀνιεῖσα Τρωσὶν ἅμ’ ἑσπέσθαι, τοὺς νῦν ἔκπαγλ’ ἐφίλησε, τῶν τινα καρρέζουσα Ἀχαιϊάδων ἐϋπέπλων, πρὸς χρυσῇ περόνῃ κατεμύξατο χεῖρα ἀραιήν. |
| 206 | κγʹ. ΠΕΡΙ ΕΠΙΚΕΡΤΟΜΗΣΕΩΣ. Ἐπικερτόμησίς ἐστιν ἀλληγορία μετὰ χλευασμοῦ ἐκφερομένη ἐφ’ ἡδονῇ τοῖς κατορθωθεῖσιν ὑπ’ αὐτῆς, οἷον τῷ δ’ ἐπικερτομέων προσέφης Πατρόκλεις ἱππεῦ· ὢ πόποι ἦ μάλ’ ἐλαφρὸς ἀνήρ, ὃς ῥεῖα κυβιστᾷ ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασι. κδʹ. ΠΕΡΙ ΑΣΤΕΙΣΜΟΥ. Ἀστεϊσμός ἐστι λόγος ἀφ’ ἑαυτοῦ διασυρτικὸς γενόμενος, ὡς εἴ τις πλουτῶν λέγει, ἐγὼ δέ εἰμι πάντων πενέστατος, καὶ ὁ πάντας καταπαλαίων λέγει ὑπὸ πάντων πίπτειν. παρὰ δὲ Καλλιμάχῳ ἀστεϊζομένη ἡ ἐλαία φησίν, ἐγὼ φαύλη πάντων τῶν δένδρων εἰμ ί . καλεῖται δὲ τοῦτο καὶ προσποίησις. κεʹ. ΠΕΡΙ ΠΑΡΟΙΜΙΑΣ. Παροιμία ἐστὶ λόγος εἰρημένος ἐν ἀρχῇ πρὸς ἕτερον, λεγόμενος δὲ ὑφ’ ἡμῶν κατὰ ἀνακύκλησιν πρός τινα τῶν ὁμοηθῶν, ὡς παρὰ Σαπφοῖ, μή τ ’ ἐμοὶ μέλ ι , μήτε μέλιττ α . |