eul_wid: pcs-ab

Ἱστορία τῶν Διαδόχων Ἀλεξάνδρου
History of Alexander's Successors

Arrian of Nicomedia History of Alexander's Successors PDF

t ΤΑ ΜΕΤΑ ΑΛΕΞΑΝΔΡΟΝ Photiu s , Bib l .
1 [20] cod. 82,1 p. 64a, 11 (F. gr. Hist. II A, p. 461): Ἀνεγνώσθη Δεξίππου Τὰ μετὰ Ἀλέξανδρο ν , ἐν λόγοις τέσσαρσιν ... ἄρχεται δὲ ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ’ αὐτῆς τῆς τοῦ βασιλέως τελευτῆς, καὶ διέξεισιν ὅπως εἰς τὸν ἀδελφὸν Ἀλεξάνδρου τὸν Ἀρριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρισαίας τῷ Φιλίππῳ γεγεννημένος, ἡ τῶν Μακεδόνων ἀρχὴ περιέστη, εἰς αὐτόν τε καὶ εἰς τὸν μέλλοντα Ἀλεξάνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα καταλέλειπτο) καὶ εἰς τοὺς ἀμφὶ Περδίκκαν, οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν. διέξεισι καὶ ὅπως ἡ τοῦ Ἀλεξάνδρου διενεμήθη ἀρχή.
2 [5] τὰ μὲν οὖν τῆς Ἀσίας οὕτως· Πτολεμαῖος ὁ Λάγου Αἰγύπτου πάσης καὶ Λιβύης καὶ τῆς ἐπέκεινα γῆς, ὁπόση Αἰγύπτῳ συνάπτει, ἄρχειν ἐτάχθη, ὁ δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ ἐπὶ τῇ σατραπείᾳ ταύτῃ τεταγμένος Κλεομένης ὕπαρχος Πτολεμαίῳ ἀποκατέστη. Λαομέδων δὲ ὁ Μιτυληναῖος Σύρων ἡγεῖσθαι ἀπεφάνθη· καὶ Φιλώτας μὲν Κιλικίας, Πείθων δὲ Μηδίας, Εὐμένης δὲ Καππαδοκίας τε καὶ Παφλαγονίας καὶ τῶν ἐπὶ τὸν Εὔξεινον Πόντον κατιόντων μέχρι καὶ ἐς Τραπεζοῦντα, Ἀντίγονος δὲ Παμφύλων καὶ Λυκίων μέχρι Φρυγίας, Καρῶν δὲ Ἄσανδρος, Μένανδρος δὲ Λυδῶν, Λεόννατος δὲ τῆς ἐφ’ Ἑλλησπόντῳ Φρυγίας. καὶ τῶν μὲν Ἀσιανῶν οὕτως· τῶν δ’ Εὐρωπαίων Θρᾴκης μὲν καὶ Χερρονήσου Λυσίμαχος· Ἀντίπατρος δὲ ἐπὶ πᾶσι Μακεδόσι καὶ Ἕλλησι καὶ Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Ἀγριᾶσι καὶ ὅσα τῆς Ἠπείρου ἐξέτι Ἀλεξάνδρου στρατηγὸς αὐτοκράτωρ ἐτέτακτο· τὴν δὲ κηδεμονίαν καὶ ὅση προστασία τῆς βασιλείας Κρατερὸς ἐπετράπη, ὃ δὴ πρώτιστον τιμῆς τέλος παρὰ Μακεδόσι· Περδίκκας δὲ τὴν Ἡφαιστίωνος χιλιαρχίαν.
5 [20] ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶρος καὶ Ταξίλης, ἀλλ’ ὁ μὲν Πῶρος οἳ ἐν μέσω Ἰνδοῦ ποταμοῦ καὶ Ὑδάσπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν· Πείθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο, πλὴν Παραπαμισαδῶν. οἱ δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς ἦν Ῥωξάνης πατήρ, εἰς ἀρχὴν ἀπενεμήθησαν—ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν Ἀλέξανδρον ἔθεντο. Ἀραχωσίων δὲ καὶ Γαδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δραγγῶν ἡγεῖτο.
6 [20] Φιλίππου δὲ ἦν ἀρχὴ 〈Βακτριανοὶ καὶ〉 Σογδιανοί, καὶ Ῥαδαφέρνους Ὑρκάνιοι, καὶ Νεοπτολέμου 〈Ἀρμενία, Τληπολέμου〉 Καρμανία. Πέρσαι δὲ ὑπὸ Πευκέστῃ ἐτάχθησαν. τὴν δὲ Σουσιανῶν βασιλείαν Ὀρώπιος εἶχεν, οὐ πάτριον ἔχων ἀρχήν, ἀλλὰ δόντος αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν ἐπαναστάσεως αἰτίαν φεύγοντι παραλυθῆναι τῆς ἀρχῆς, τότε Κοῖνος αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλωνίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρχέλαος ἦρχε.
7 [5] τοσόσδε ἀριθμὸς ἐθνῶν τε καὶ ἔθνεσιν ἀρχόντων ἦν, ὅτε Περδίκκας μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν τὰς ἀρχὰς ἔνειμε. καὶ τὰ ἄλλα διέξεισι ἐν πολλοῖς, ὡς κἀν τούτοις, Ἀρριανῷ κατὰ τὸ πλεῖστον σύμφωνα γράφων.