eul_wid: sos-aa

Ἱστορικὰ Ἀποσπάσματα
Historical Fragments

Eunapius of Sardis Historical Fragments PDF

1 205 [20] Ἀνεγνώσθη Εὐναπίου Χρονικῆς ἱστορίας τῆς μετὰ Δέξιππον νέας ἐκδόσεως ἐν βιβλίοις τεσσαρεσκαίδεκα. ἄρχεται μὲν τῆς ἱστορίας ἀπὸ τῆς Κλαυδίου βασιλείας, ἐς ὃν Δεξίππῳ ἡ ἱστορία καταλήγει, ἀποτελευτᾷ δὲ εἰς τὴν Ὁνωρίου καὶ Ἀρκαδίου τῶν Θεοδοσίου παίδων βασιλείαν, ἐκεῖνον τὸν χρόνον τέλος τῆς ἱστορίας ποιησάμενος, ὃν Ἀρσάκιος μὲν τοῦ χρυσοῦ τῆς ἐκκλησίας στόματος Ἰωάννου ἀπελαθέντος εἰς τὸν ἀρχιερατικὸν θρόνον ἀνηγμένος ἱεράτευεν, ἡ δὲ τοῦ βασιλεύοντος Ἀρκαδίου γυνὴ κατὰ γαστρὸς ἔχουσα καὶ ἀμβλώσασα τὸν βίον ἀπέλιπεν. οὗτος ὁ Εὐνάπιος Σαρδιανὸς μὲν γένος ἐστί· τὰς γὰρ ἐν Λυδίᾳ Σάρδεις ἔσχε πατρίδα· δυσσεβὴς δὲ τὴν θρησκείαν ὤν, τὰ Ἑλλήνων γὰρ ἐτίμα, τοὺς μὲν εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσαντας παντὶ τρόπῳ καὶ ἀνέδην κακίζων διασύρει, καὶ μάλιστά γε τὸν μέγαν Κωνσταντῖνον, ἐξαίρει δὲ τοὺς δυσσεβεῖς, καὶ τῶν ἄλλων πλέον Ἰουλιανὸν τὸν παραβάτην, καὶ σχεδόν τι τὸ τῆς ἱστορίας αὐτῷ εἰς τὸ ἐκείνου ἐγκώμιον συντεθὲν ἐξεπονήθη. ἔστι δὲ καλλιεπὴς τὴν φράσιν, εἰ περιέλοι τις αὐτῷ τῶν λόγων τὸ ἀλεκτρυονῶδες καὶ ἐλαφωδέστερον καὶ συωδέστερον, καὶ δὴ καὶ τοὺς ἱερακώδεις καὶ κορακώδεις καὶ πιθηκώδεις καὶ τὸ ποταμῶδες δάκρυον καὶ τὰ ὅμοια· τούτοις γὰρ καὶ τὴν ἄλλην τῶν ὀνομάτων περιλυμαίνεται καὶ διανοθεύει εὐγένειαν.
1 206 [30] καὶ τροπαῖς μὲν κέχρηται παραβόλως, ὅπερ ὁ τῆς ἱστορίας οὐκ ἐθέλει νόμος, ἀφαιρεῖται δὲ τὸ λυποῦν ἡ τῆς λέξεως ἔμφασις τὰ πολλὰ καὶ ἀστειότης. τῇ συνθήκῃ δὲ καὶ τῷ σαφεῖ πρὸς ἱστορίαν καὶ ταῖς περιόδοις συμμέτρως καὶ οἰκείως ἔχει· πλὴν ἐνιαχοῦ δικανικώτερον μᾶλλον ἢ ἱστορικώτερον μεστοῖ καὶ περιβάλλει τὸν λόγον. νεωτερίζει δ’ οὐκ ὀλίγα καὶ περὶ τὰς συντάξεις, πλὴν οὐκ εἰς τὸ ἄχαρι οὐδ’ εἰς τὸ ταῖς μεθόδοις λαβὴν ἐπιδοῦναι. Δύο δὲ πραγματείας τὴν αὐτὴν περιεχούσας ἱστορίαν συνεγράψατο, πρώτην καὶ δευτέραν. καὶ ἐν μὲν τῇ πρώτῃ πολλὴν κατὰ τῆς καθαρᾶς ἡμῶν τῶν Χριστιανῶν πίστεως κατασπείρει βλασφημίαν καὶ τὴν Ἑλληνικὴν ἀποσεμνύνει δεισιδαιμονίαν, πολλὰ τῶν εὐσεβῶν βασιλέων καθαπτόμενος· ἐν δὲ τῇ δευτέρᾳ, ἣν καὶ νέαν ἔκδοσιν ἐπιγράφει, τὴν μὲν πολλὴν ὕβριν καὶ ἀσέλγειαν, ἣν κατὰ τῆς εὐσεβείας ἐσκέδαζεν, ὑποτέμνεται, τὸ δὲ λοιπὸν τῆς συγγραφῆς σῶμα συνείρας νέαν ἔκδοσιν, ὡς ἔφημεν, ἐπιγράφει, ἔτι πολλὰ τῆς ἐκεῖσε λύσσης ὑποφαίνουσαν. ἀμφοῖν δὲ ταῖς ἐκδόσεσιν ἐν παλαιοῖς ἐνετύχομεν βιβλίοις, ἰδίως ἑκατέρᾳ ἐν ἑτέρῳ τεύχει καὶ ἑτέρῳ συντεταγμένῃ· ἐξ ὧν αὐτῶν καὶ τὴν διαφορὰν ἀναλεξάμενοι ἔγνωμεν. συμβαίνει οὖν ἐν τῇ νέᾳ ἐκδόσει πολλὰ τῶν χωρίων διὰ τὰς γεγενημένας τῶν ῥητῶν περικοπὰς ἀσαφῶς ἐκκεῖσθαι, καίτοι φροντιστής ἐστι τοῦ σαφοῦς· ἀλλ’ ὅτῳ τρόπῳ λέγειν οὐκ ἔχω, μὴ καλῶς κατὰ τὰς περικοπὰς ἁρμόσας τοὺς λόγους ἐν τῇ δευτέρᾳ ἐκδόσει τὸν νοῦν λυμαίνεται τῶν ἀναγινωσκομένων.
1 207 [25] ἐν οἷς καὶ τὸ τέλος. [Photius Bibl. cod. 77.] Εἴποι δ’ ἄν τις οὐ γράψαι αὐτὸν ἱστορίαν, ἀλλὰ μεταγράψαι τὴν Εὐναπίου, τῷ συντόμῳ μόνον διαφέρουσαν, καὶ ὅτι οὐχ, ὥσπερ ἐκεῖνος, οὕτω καὶ οὗτος Στελίχωνα διασύρει. τὰ δ’ ἄλλα κατὰ τὴν ἱστορίαν σχεδόν τι ὁ αὐτὸς καὶ μάλιστα ἐν ταῖς τῶν εὐσεβῶν βασιλέων διαβολαῖς. δοκεῖ δέ μοι καὶ οὗτος δύο ἐκδόσεις, ὥσπερ κἀκεῖνος, πεποιηκέναι· ἀλλὰ τούτου μὲν τὴν προτέραν οὐκ εἶδον· ἐξ ὧν δὲ ἣν ἀνέγνωμεν ἐπέγραψε Νέας ἐκδόσεως συμβαλεῖν ἦν καὶ ἑτέραν αὐτῷ, ὥσπερ καὶ τῷ Εὐναπίῳ, ἐκδεδόσθαι. σαφὴς δὲ μᾶλλον οὗτος καὶ συντομώτερος, ὥσπερ ἔφημεν, Εὐναπίου· καὶ ταῖς τροπαῖς, εἰ μὴ σπάνιον, οὐ κεχρημένος. [Idem cod. 98, de Zosimo.] ΙΣΤΟΡΙΑ Η ΜΕΤΑ ΔΕΞΙΠΠΟΝ. ΝΕΑ ΕΚΔΟΣΙΣ. ΠΡΟΟΙΜΙΟΝ. Δεξίππῳ τῷ Ἀθηναίῳ κατὰ τοὺς Ἀθήνησιν ἄρχοντας, ἀφ’ οὗ παρὰ Ἀθηναίοις ἄρχοντες, ἱστορία συγγέγραπται, προσαριθμουμένων καὶ τῶν Ῥωμαϊκῶν ὑπάτων, καὶ πρό γε αὐτῶν τῶν ὑπάτων τε καὶ ἀρχόντων ἀρξαμένης τῆς γραφῆς. τὸ δὲ ἓν κεφάλαιον τῆς ἱστορίας τὰ μὲν ἀνωτέρω καὶ ὅσα τὸ ποιητικὸν νέμεται γένος ἀφεῖναι καὶ ἐπιτρέψαι τῷ πιθανῷ καὶ μᾶλλον ἀναπείθοντι τὸν ἐντυγχάνοντα, τὰ δὲ προϊόντα καὶ ἐπὶ πλέον μαρτυρούμενα συνενεγκεῖν καὶ κατακλεῖσαι πρὸς ἱστορικὴν ἀκρίβειαν καὶ κρίσιν ἀληθεστέραν. βιάζεται γοῦν καὶ συναριθμεῖται τὸν χρόνον ἔς τε τὰς ὀλυμπιάδας περιγράφων καὶ τοὺς ἐντὸς ἑκάστης ὀλυμπιάδος ἄρχοντας.
1 208 [10] πρόθυρα δὲ κάλλους ἀνάμεστα προθεὶς τῆς συγγραφῆς καὶ προΐων τά τε ἔνδον ἐπιδείξας σεμνότερα, τὸ μὲν μυθῶδες καὶ λίαν ἀρχαῖον ἀφαιρεῖ καὶ ἀφίησιν ὥσπερ φάρμακον παλαιὸν καὶ ἀδόκιμον ἐς τοὺς συντεθεικότας· Αἰγυπτίους δὲ χρόνους ἀναλεγόμενος καὶ συνωθούμενος ἐπὶ τὰ πρῶτα καὶ παλαιότερα τῶν παρ’ ἑκάστοις ἀρχῶν, τοὺς ἡγεμόνας καὶ πατέρας τῆς ἱστορίας ἐκτίθησιν, ἔνδηλος ὢν καὶ σχεδόν τι μαρτυρόμενος ὅτι τῶν ἀπιστουμένων ἕκαστον ἕτερος προλαβὼν εἴρηκεν. καὶ περιφέρει γε τὴν ἱστορίαν ἐκ πολλῶν καὶ παντοδαπῶν τῶν ταῦτα εἰρηκότων ὥσπερ ῥῶπόν τινα καὶ ποικίλον καὶ χρήσιμον ἐς ἓν μυροπώλιον τὴν ἰδίαν ἐξήγησιν κατακεκλειμένην καὶ συνηγμένην. πάντα δέ, ὅσα πρός τε τὸ κοινὸν ἁπάντων ἀνθρώπων ἀξιόλογα καὶ κατ’ ἄνδρα δι’ ἀρετὴν περιττοῦ τινος ὀνόματος τετυχηκότα, λάβρως ἐπιδραμὼν καὶ διαθέμενος τῷ λόγῳ, τελευτῶν ἐς Κλαύδιον καταλύει τὴν συγγραφήν, καὶ Κλαυδίου τῆς βασιλείας ἔτος τὸ πρῶτον, ἐς ὃ δὴ καὶ τῆς βασιλείας ἤρχετο καὶ ἐτελεύτα, ἐνιαυτὸν ἄρξας Ῥωμαίοις ἕνα· οἱ δὲ καὶ ἕτερον αὐτῷ χαρίζονται. εἶτα ὀλυμπιάδας καταλογίζεται τόσας καὶ τόσας καὶ ὑπάτους καὶ ἄρχοντας ἐπὶ ταύταις, τὴν χιλιάδα τῶν ἐτῶν ὑποβαλών, ὥσπερ ἀγωνιῶν, εἰ μὴ πολλῶν λίαν ἐτῶν ἀποδοίη λόγον τοῖς ἐντυγχάνουσιν. ἐγὼ δὲ ὁ τοῦτο τὸ ἔργον ἐς νοῦν βαλόμενος, ὑπ’ αὐτοῦ Δεξίππου ταῦτα ἔχων ἐκδιδάσκεσθαι καὶ συλλαμβάνειν ὅσος καὶ ἡλίκος ὁ κίνδυνος κατὰ τὸν ἐνιαυτὸν ἕκαστον ἱστορίαν γράφειν, καὶ πρὸς τοὺς ἐντυγχάνοντας ὁμολογεῖν ὅτι ταῦτα οὐκ ἔστιν ἀληθῆ κατὰ τοὺς χρόνους, ἀλλὰ τῷ μὲν οὕτως, τῷ δὲ ἑτέρως ἔδοξε, καὶ περιφανῶς ἑαυτοῦ κατηγορεῖν, ὥσπερ ἐκεῖνος, ὅτι χρονικὴν ἱστορίαν γράφων πλανωμένην τινὰ καὶ μεστὴν τῶν ἀντιλεγόντων, ὥσπερ ἀπρόεδρον ἐκκλησίαν, ἐκτίθησι τὴν γραφήν, ὀξέως δὲ καὶ τῆς Βοιωτίας ἀκούων παροιμίας, ὅτι οὕτως αὐλεῖν οὐ πρέπει, κἀκεῖνα προσελογιζόμην ὅτι τέλος ἱστορίας καὶ σκοπὸς ἄριστος τὰ πραχθέντα ὅτι μάλιστα δίχα τινὸς πάθους ἐς τὸ ἀληθὲς ἀναφέροντα γράφειν, οἱ δὲ ἀκριβεῖς λογισμοὶ τῶν χρόνων, ὥσπερ ἄκλητοι μάρτυρες, αὐτομάτως ἐπεσιόντες ἐς ταῦτα ὠφελοῦσιν οὐδέν.
1 209 [30] τί γὰρ Σωκράτει πρὸς σοφίαν καὶ Θεμιστοκλεῖ πρὸς δεινότητα συντελεῖται παρὰ τῶν χρόνων; ποῦ δὲ ἐκεῖνοι καλοὶ κἀγαθοὶ διὰ θέρος ἦσαν; ποῦ δὲ τὰς ἀρετὰς ἐφ’ ἑαυτῶν, καθάπερ τὰ φύλλα, πρὸς τὴν ὥραν τοῦ ἔτους αὐξανομένας καὶ ἀπορρεούσας παρείχοντο; ἀλλ’ ἴσως ἕκαστος αὐτῶν τὸ γοῦν ἐς φύσιν καὶ δύναμιν ἀγαθὸν διαρκῶς καὶ συνεχῶς ἐν ταῖς ἐνεργείαις ἀπεδίδου καὶ διέσωζεν. τίς οὖν λόγος πρὸς ἱστορίας τέλος εἰδέναι καὶ γιγνώσκειν ὅτι τὴν ἐν Σαλαμῖνι ναυμαχίαν ἐνίκων οἱ Ἕλληνες κυνὸς ἐπιτέλλοντος; τί δ’ ὄφελος ἦν τοῖς ἐντυγχάνουσιν ἐς ὠφέλειαν ἱστορικῆς χρείας, εἰ κατὰ ταύτην ἐτέχθη τὴν ἡμέραν ὁ δεῖνα καὶ μελοποιὸς ἀνέσχεν ἢ τραγῳδὸς ἄριστος; εἰ γὰρ ἔσχατος ὅρος τῶν περὶ τὴν ἱστορίαν καλῶν τὸ πολλῶν καὶ ἀπείρων πραγμάτων ἐν ὀλίγῳ χρόνῳ καὶ διὰ βραχείας ἀναγνώσεως πεῖραν λαβεῖν καὶ γενέσθαι γέροντας ἔτι νέους ὄντας δι’ ἐπιστήμην τῶν προγεγονότων, ὥστε τίνα μὲν φευκτέον, τίνα δὲ αἱρετέον, εἰδέναι, τοὐναντίον ἔμοιγε δοκοῦσι ποιεῖν οἱ περιττοῖς καὶ ἀπηρτημένοις ἐπεσοδίοις ὥσπερ ξενικοῖς ἡδύσμασι τὸ τῆς ἱστορίας ἐδώδιμον καὶ χρήσιμον ἀνατρέποντες καὶ διαφθείροντες ἁλμυρῷ λόγῳ πότιμον ἀκοήν.
1 210 [5] κωλύει μὲν γὰρ ἴσως οὐδὲν καὶ περιττόν τι μαθεῖν, ἄλλως τε, ὥς φησιν αὐτὸς Δέξιππος, τῶν μὲν χρονικῶν ἢ πάντων ἢ τῶν πλείστων διαπεφωνημένων, τῶν δὲ ὑπερώρων καὶ φανερῶν πράξεων συμπεφωνημένων. τίς γὰρ οὕτω περιβόητος ἅπασιν ὅσοι λόγων ἥψαντο καὶ κατέλιπον λόγους ὡς Λυκοῦργος Λακεδαιμόνιος; ἐς ὃν καὶ ἡ τοῦ θεοῦ μαρτυρία διὰ στόματος ἅπασι θεὸν ἄντικρυς ἀνακαλοῦντος ἐπὶ τῷ θεῖναι τοὺς νόμους. τίς δὲ τῶν ταῦτα εἰρηκότων ἑτέρῳ συμφέρεται περὶ τῶν ἡνίκα ἐτίθει τοὺς νόμους χρόνων; ἀλλὰ πάντες, ὥσπερ οἰκίαν ἢ στῦλον δοκιμάζοντες ἤ τι τῶν ὁμοίων, ὅτι μὲν ἔστι καὶ γέγονε συντίθενται καὶ κατανεύουσι, περὶ δὲ τοῦ πότε [ἀπορίᾳ addit Nieb.] παντοδαπῇ ἐμπεπλήκασι τὰ βιβλία. ὁπότε καὶ Θουκυδίδης ὁ πάντων ἀκριβέστατος τὸν μέγαν καὶ πολυύμνητον ἐκεῖνον πόλεμον ἀρχήν τινα καὶ προφάσεις φησὶ λαβεῖν πρὸς δευτέραν κίνησιν ἐκ διαφορᾶς ἡμερῶν, ἣ περὶ πόλεων ἁλώσεως αὐτοῖς ἐγένετο, καὶ οὐδὲ αὐτὸς ἔχει διαιτᾶν σαφῶς καὶ ἀκριβῶς τίνες ἐπεκάλουν δικαιότερον, ἀλλ’ ἐπὶ τὰς ἡμέρας ἐλθὼν ὑποδηλοῖ καὶ παραδείκνυσιν ὅτι κενή τίς που καὶ ἀχρεῖος ἡ περὶ τοὺς χρόνους διατριβὴ καὶ σχολή. Τοιαῦτά τινα καὶ πλείω ἕτερα πρὸς ἐμαυτὸν ἐκκλησιάσας καὶ βουλευσάμενος, καὶ τοῖς ἐς τὰ χρονικὰ σπεύδουσιν καὶ ἀνεστηκόσιν ὅμοιά τινα παρεγγυῶν, ὡς ἡ περὶ τὰς ὥρας καὶ ἡμέρας ἀκρίβεια πλουσίων οἰκονόμοις τισὶ καὶ λογισταῖς πρέπει, καὶ νὴ Δία γε τοῖς ἐς τὰ οὐράνια κεχηνόσι, καὶ ὅσοι πρὸς ἀριθμῷ φανερῶς κάθηνται, αὐτὸς δὲ προαγορεύων πόρρωθεν τοῖς ἐντυγχάνουσιν ὅτι πιστεύσας ἐμαυτῷ δύνασθαι γράφειν γεγονότα τε καὶ γιγνόμενα πρὸς τόδε τὸ ἔργον ὥρμησα, τὸ μὲν κατ’ ἐνιαυτὸν καὶ καθ’ ἡμέραν ὥσπερ ἀπροσδιόνυσόν τινα ῥῆσιν παραιτησάμενος, τὸ δὲ κατὰ χρόνους, οἳ τοῖς βασιλεῦσι περιγράφονται, κρίνας ἀληθέστερον.
1 211 [30] ἀναγνώσεται γοῦν τις ὅτι ταῦτα ἐπὶ τοῦδε τοῦ βασιλέως ἢ τοῦδ’ ἐπράττετο· καθ’ ὃν δὲ ἐνιαυτὸν καὶ ἡμέραν, ἕτερος ἐς τὴν ἀπάτην χορεύεταί τις· ἐγὼ δὲ καὶ τὸ πιστεύειν ἐμαυτῷ γράφω, ἀνδράσιν ἑπόμενος, οἳ τοῦ καθ’ ἡμᾶς βίου μακρῷ προεῖχον· κατὰ παιδείαν καὶ διατεταμένως ἐνῆγον μὴ σιωπᾶν τὰ κοινὰ τῶν ἔργων καὶ ὅσα ὁ καθ’ ἡμᾶς ἔφερε χρόνος καὶ τὰ πρὸ ἡμῶν μετὰ τὴν Δεξίππου γραφὴν οὔπω λόγου τε καὶ ἱστορίας ἐμφανοῦς τετυχηκότα. ἐγίγνετο δὲ ἐκείνοις τε κἀμοὶ κοινὸν τὸ ἔργον τόδε, καὶ πάντα γε ἐς τὸν Ἰουλιανὸν ἀναφέρειν ἐδόκει, ὃς ἐβασίλευσε μὲν ἐφ’ ἡμῶν, τὸ δὲ ἀνθρώπινον αὐτὸν ὥσπερ τινὰ θεὸν προσεκύνουν ἅπαντες. λόγου δὲ ἦν ἄξιον καὶ καλῶς ἔχειν ἐδόκει, καθάπερ τοῖς ἕνεκεν ἐρωμένης ........ νοῦσι ποιηταῖς οἳ γενομένοις ἀρίστοις, οὕτω καὶ ἡμῖν ἀρχήν τινα καὶ γένεσιν προθεμένοις τὴν ... παρόντα καὶ ... τῶν προ ... ἐδόκει .... φὴν ... κόντων χρόνων ... μένον καὶ ... ψυχῆς ἀναφέρουσι ... τὸ εἴδωλον ... δεῖν ... ἐν ἀλλοτρίοις. Ὅτι ἐξουσία ἐστὶ ... πονηρᾶς ... ὑπὸ λόγου ... παρακινεῖ καὶ ... χρόνον ... χρηματίζει ... ἀρχὰς ... γὰρ μήποτε ... οὕτω δὲ τι ... [Exc. de sentent. (cod. p. 263, 264, 313, 314) p. 248—253 Mai., 56—61 Niebuhr.] ΑΥΡΗΛΙΑΝΟΣ. [Σελευκίς· ὄρνεόν ἐστιν εὔπεπτον καὶ ἀκόρεστον καὶ πανοῦργον [καὶ τὰς ἀκρίδας χανδὸν λαφύσσον addunt libri praeter A.
1 212 [20] et Photium] Photius s. Suidas. „Haec verba credo Suidam hausisse ex Eunapio, quod Zosimus I, 57, 6, in ea parte Historiae quam e Nostro sumpsit, Σελευκιάδας memoret, αἳ ταῖς ἀκρίσι συμπεριίπτανται καὶ τοῖς στόμασι ταύτας δέχονται.“ BOISS. Sed quum gl. sit Photii Eunapium non excerpentis, vix haec sunt illius. ΠΡΟΒΟΣ. Κατακαίνειν, ἀναιρεῖν, φονεύειν. “ὁ δὲ τοξότης ἠφίει βέλος, εὔστοχος ὢν τοσούτους κατακαίνειν, ὅσα ἠφίει βέλη,” Εὐναπιός φησιν. [Suidas.] ΚΑΡΙΝΟΣ. Καρῖνος, Κάρου τοῦ βασιλέως υἱός, γενόμενος ἐν ἐξουσίᾳ καὶ βουλήσεως κύριος, ἀνέδραμε τηλικοῦτον κακὸν ἐς τυραννίδα ὥστε ἀπέδειξε χρυσὸν τὴν τραγῳδουμένην τυραννίδα· οὕτω καὶ τοὔνομα τοῖς ἔργοις μακρῷ παρῆλθε. παίδων μὲν γὰρ εὖ γεγονότων ὕβρεις διὰ τὸ σύνηθες οὐδὲ ὕβρεις ἐνομίσθησαν, ἀλλ’ ἦν ἐγκύκλιον αὐτῷ καὶ πρόχειρον τοιαῦτα ἁμαρτάνειν· ὁ δὲ ἐγκλήματά τε ἀνέπλαττε καὶ ἐδίκαζε τοῖς ἀδικουμένοις καὶ τῶν δικαζομένων οὐδεὶς ἐσώζετο, ὅπου γε πολλῆς οὔσης καὶ ἀδιηγήτου τῆς φθορᾶς παρανηλίσκοντό τινες τῶν εὐδαιμόνων, ὥσπερ ἐν κοινοῖς δείπνοις ἀλεκτορίδες, ἐς τὴν Καρίνου τρυφήν.
1 213 [20] μεμνῆσθαι δὲ τῶν κατακοπτομένων ἔφασκε, τῶν μὲν ὡς οὐκ ἐπῄνεσαν αὐτοῦ τὸ κάλλος, τῶν δὲ ὅτι λέγοντα, ὅτε ἦν μειράκιον, οὐκ ἐθαύμασαν, ὡς ἐβούλετο· ἀπώλλυντο δέ τινες καὶ γελάσαντες ἐναντίον αὐτοῦ ποτε. καὶ πάντα ἦν αὐτοῦ βαρύτερα διοσημίας, καὶ ἐλύττα ἐν μέσοις τοῖς ὑπηκόοις. [Suidas.] ΔΙΟΚΛΗΤΙΑΝΟΣ. [Suidas v. ἐσχατιά· “ὁ Διοκλητιανὸς λόγον ποιούμενος τῶν πραγμάτων ᾠήθη δεῖν καὶ δυνάμεσιν ἀρκούσαις ἑκάστην ἐσχατιὰν ὀχυρῶσαι καὶ φρούρια ποιῆσαι”. Eunapio haec vindicanda probabiliter censet Reitemeier. ad Zosimum II, 34, 2: Τῆς γὰρ Ῥωμαίων ἐπικρατείας ἁπανταχοῦ τῶν ἐσχατιῶν τῇ Διοκλητιανοῦ προνοίᾳ κατὰ τὸν εἰρημένον ἤδη μοι (sc. in libri I parte nunc deperdita) τρόπον πόλεσι καὶ φρουρίοις καὶ πύργοις διειλημμένης, κτλ. Ex ipso Zosimo Suidiana fluxisse putavit Valesius ad Ammian. Marcell. XXIII, 5, 2, p. 256. MÜLLERUS.] [Idem: Ἰόβειοι καὶ Ἑρκούλειοι, ὀνόματα τάξεων. τάγματα γάρ τινα δαίμονος ἐπώνυμα. Ἰόβις γὰρ παρὰ Ἰταλοῖς ὁ Ζεύς, Ἑρκούλιος δὲ ὁ Ἡρακλῆς. Eunapium de his narrasse ex eoque haec hausisse lexicographum suspicatur Boissonadus, collato Zosimo III, 30, 4: Ἐτετάχατο δὲ ἐν τούτῳ Ἰοβιανοὶ καὶ Ἑρκουλιανοί.
1 214 [10] ταγμάτων δὲ ταῦτα ὀνόματα, παρὰ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καταστάντα, φερόντων τὰς τούτων ἐπωνυμίας· ὁ μὲν γὰρ Διός, ὁ δὲ Ἡρακλέους ἐπώνυμον εἶχε. Et II, 42, 3: Ἰοβιανῶν καὶ Ἑρκουλιανῶν· τάγματα δὲ ταῦτα (δαίμοσιν supplendum censet Boiss.) ἐπώνυμα. Ceterum conf. Valesius in Ammian. XXV. 6, 2, et Schwarzium in Mamertini Paneg. p. 93. MÜLLERUS.] ΚΩΝΣΤΑΝΤΙΝΟΣ. Κωνσταντῖνος μὲν οὖν καὶ Ἀβλάβιον τιμῶν ἐκολάζετο, καὶ ὅπως γε ἐτελεύτα ἐν τοῖς περὶ ἐκείνου γέγραπται. Ἀβλαβίῳ δὲ τὸν παῖδα κατέλιπε Κωνστάντιον, συμβασιλεύσαντα μὲν αὐτῷ, διαδεξάμενον δὲ τὴν ἀρχὴν τοῦ πατρὸς σὺν Κωνσταντίνῳ καὶ Κώνσταντι τοῖς ἀδελφοῖς. ἐν δὲ τοῖς κατὰ τὸν θειότατον Ἰουλιανὸν ἀκριβέστερον ταῦτα εἴρηται. [Eunapius Vit. Aedesii p. 25 Boiss.]. ΚΩΝΣΤΑΝΤΙΟΣ. ....... ἀλλ’ ἡ μὲν παροιμία φησὶ τὸ θέρος ἐπὶ τῇ καλάμῃ φαίνεσθαι· τότε δὲ ὁ Κωνστάντιος ἐδείκνυ τοῦ πατρὸς ὤν. Ὅτι κατὰ τὸν Ἰουλιανὸν τὸν Καίσαρα δοκοῦν τῷ αὐτῷ Κωνσταντίῳ βεβουλεῦσθαι καλῶς ὁ χρόνος τὴν πεῖραν ἐς τὸ ἐναντίον ἔστρεφε, ταῖς τοῦ Καίσαρος ἀρεταῖς συνενθουσιώσης ἤδη τῆς τύχης, καὶ σχεδὸν ἑκάστης ἡμέρας ξένα καὶ ποικίλα φερούσης τῷ βασιλεῖ διηγήματα· ἐφ’ οἷς ὁ Κωνστάντιος δακνόμενος ἤδη καὶ δυσφορῶν ὑπὸ φθόνου, τοὺς ἡγουμένους τῶν φύσει πολεμίων ἐπετείχιζε τῷ Καίσαρι, καὶ τὴν ἑαυτοῦ προσετίθει τοῖς ἐχθροῖς δύναμιν, μόνα ὁρῶν τὰ ἡδέα, καὶ τὸ οἰκεῖον ξένον ὑπολαμβάνων, εἰ σὺν τῷ Καίσαρι σώζοιτο, καὶ τὸ ξένον οἰκεῖον, εἰ καταλύοι μεθ’ ἑαυτοῦ τὸν Καίσαρα· ὥστε ὁ πόλεμος ἐς τὸ ὕπουλον μεταβαλὼν καὶ τὸ φύσει πολέμιον ἐποίει σύμμαχον.
1 215 [30] [Exc. de sentent. (cod. p. 121) p. 253 Mai., 61—62 Niebuhr.] ΠΡΟΟΙΜΙΟΝ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΛΟΓΟΥ. Τὰ μὲν οὖν ἀπὸ τῆς Δεξίππου συγγραφῆς ἐς τοὺς Ἰουλιανοῦ καθήκοντα [καιροὺς] ὡς ἐνῆν μάλιστα διὰ τῶν ἀναγκαίων ἐπιτρέχουσιν ἱκανῶς ἐν τοῖς ἔμπροσθεν δεδήλωται· φέρεται δὲ ἐντεῦθεν ὁ λόγος ἐφ’ ὅνπερ ἐφέρετο ἐξ ἀρχῆς, καὶ ἀναγκάζει γε τοῖς ἔργοις ἐνδιατρίβειν ὥσπερ τι πρὸς αὐτὸν ἐρωτικὸν πεπονθότας, οὔτι μὰ Δία τεθεαμένους ἢ πεπειραμένους· κομιδῇ γὰρ ἦν ὁ γράφων τάδε παῖς, ἡνίκα ἐβασίλευσεν· ἀλλὰ δεινόν τι χρῆμα καὶ ἀπαραίτητον ἐς ἔρωτα τὸ κοινὸν ἀνθρώπων ἁπάντων πάθος καὶ τὸ τῆς περὶ αὐτοῦ δόξης ἀστασίαστον. πῶς γὰρ ἦν σιωπᾶν ὑπὲρ ὧν οὐδεὶς ἔφερε σιωπᾶν (σιωπήν Nieb.); πῶς δὲ μὴ λέγειν ὅσα καὶ οἱ μὴ δυνάμενοι λέγειν ἀπὸ στόματος ἔφραζον, ἐς γλυκεῖάν τινα καὶ χρυσῆν διατριβὴν τὴν ἐκείνου ἀναφέροντες (μνήμην addit Nieb., ἀρχὴν Herwerden.
1 216 [10] ); καὶ ὁ μὲν πολὺς ἄνθρωπος ταῦτα πάσχοντες ὅμως ἔλαττον ἐς τὸ γράφειν ἐξεβιάζοντο· τὸ δὲ ἐξαίρετον καὶ ὅ,τιπερ ἦν ἐν παιδείᾳ γνωριμώτατον, οὐδὲ ἀφιέντα ἠφίεσαν, ἀλλ’ ἐνέκειντο παραθαρσύνοντες ὡς ἐπιληψόμενοι (συνεπιλ. Bekk.) τοῦ πόνου. ὁ δὲ ἐς τὰ μάλιστα γεγονὼς αὐτῷ γνώριμος, ὁ Περγαμηνὸς ἀνὴρ Ὀρειβάσιος, ἐκ φυσικῆς φιλοσοφίας ἰατρικὴν ἐπιτάττειν ἄριστος καὶ δρᾶν ἔτι θειότερος, καὶ ἀσεβήσειν ἐβόα περιφανῶς, εἰ μὴ συγγράφοιμι· καὶ τῶν γε πράξεων, πάσας δὲ ἠπίστατο παρὼν ἁπάσαις, μάλα ἀκριβῶς ὑπόμνημα συνετέλει πρὸς τὴν γραφήν· ὥστε οὐκ ἦν ἀναβολὴ καὶ βουλομένῳ ῥᾳθυμεῖν. Τοῦτο ἐγένετο τὸ εὐτύχημα, καὶ πάντα ὥσπερ ὀστράκου μεταπεσόντος ἐπὶ τὸ βέλτιον ἐχώρησε Ῥωμαίοις. [Exc. de sentent. (cod. p. 121, 122) p. 254—255 Mai., 62—63 Niebuhr. Postrema ex Eunapio affert Suidas v. ὀστράκου περιστροφή.] ΚΩΝΣΤΑΝΤΙΟΣ ΚΑΙ ΙΟΥΛΙΑΝΟΣ ΚΑΙΣΑΡ. Ἐξιστάμενος, ἀντὶ τοῦ παραχωρῶν. “ὁ οὖν Μάρκελλος κύριος ἦν τῶν πραγμάτων, ὀνόματος μόνου καὶ σχήματος τῷ Ἰουλιανῷ ἐξιστάμενος, τὴν δὲ ἀληθεστέραν αὐτὸς ἀρχὴν μεταχειριζόμενος”. [Suidas. Eunapii haec esse animadvertit Valesius ad Ammian. Marcell. XVI, 4, 3.] [Ὅτι φησὶν Εὐνάπιος περὶ τοῦ παραβάτου Ἰουλιανοῦ·] Τῆς δὲ στρατείας ταύτης σφοδροτάτης τε ἅμα καὶ κλεινοτάτης τῶν πρὸ αὐτῆς γενομένων τὴν διήγησιν ἐς τήνδε τὴν γραφὴν ἐντείνοντες οὐ πεισόμεθα ταὐτὸν τοῖς ἐν ἡμέρᾳ δᾷδας ἀνασχοῦσιν, ἵνα τι κρυπτόμενον ἀνεύρωσιν, οὐδὲ ὑπὲρ ὧν ἱκανῶς ἅμα καὶ συνενθουσιῶν τοῖς ἑαυτοῦ καλοῖς βιβλίδιον ὅλον τῇδε ἀναθεὶς τῇ μάχῃ διῆλθεν ὁ βασιλικώτατος καὶ ἐν λόγοις Ἰουλιανός, αὐτοὶ παραβαλούμεθα καὶ συνεκθήσομεν ἑτέραν γραφὴν τὰ αὐτὰ σημαίνουσαν, ἀλλὰ τοῖς μὲν βουλομένοις τὸ μέγεθος τῶν ἐκείνου λόγων τε καὶ ἔργων ἀνασκοπεῖν τὸ περὶ τούτων βιβλίον [ἀναγιγνώσκειν] ἐπιτάξομεν, καὶ πρὸς ἐκείνην φέρεσθαι τὴν ἀκτῖνα τῆς συγγραφῆς, ἐκ τῆς ἐνεργείας τῶν τότε ὑπ’ αὐτοῦ πραχθέντων ἐπὶ τὴν τοῦ λόγου δύναμιν ἀπορρυεῖσαν καὶ διαλάμψασαν· αὐτοὶ δὲ ὅσον οὐ πρὸς ἅμιλλαν μειρακιώδη καὶ σοφιστικήν, ἀλλ’ ἐς ἱστορικὴν ἀκρίβειαν ἀναστῆσαι καὶ διαπλάσαι τὸν λόγον, ἐπιδραμούμεθα τὰ γεγενημένα, συνάπτοντες τοῖς εἰρημένοις τὰ ἐχόμενα.
1 217 [5] [Exc. de sentent. (cod. p. 122) p. 255 Mai., 63—64 Niebuhr.] Ὅτι Ἰουλιανὸς τοὺς ἀρχομένους καὶ τοὺς πολεμίους ἐδίδασκεν ἀρεταῖς τίσι δεῖ τὸν ὄντως βασιλέα κρατεῖν, καὶ ὡς ἀνδρεία μὲν καὶ ῥώμη καὶ χειρῶν κράτος πρὸς τοὺς ἀνθεστηκότας μόνον τῶν πολεμίων χρήσιμα, δικαιοσύνη δὲ μετ’ ἐξουσίας ὥσπερ πηγή τις οὖσα τῶν ἀρετῶν καὶ τοὺς μὴ παρόντας χειροήθεις ἐμποιεῖ (τε ποιεῖν Bekk.) καὶ δουλοῦσθαι πέφυκε. τοιαύτας ὑποτείνων ἀρετὰς καὶ σπέρματα φιλοσοφίας ἐς τοὺς ὑπηκόους ἅπαντας ἀπὸ βήματος ἐπέταττε Ῥωμαίοις μηδένα Σαλίων ἀδικεῖν μηδὲ δῃοῦν ἢ σίνεσθαι τὴν ἰδίαν χώραν. ἰδίαν δ’ ἀπέφαινε πᾶσαν αὐτοὺς δεῖν ὑπολαμβάνειν, ἣν ἄνευ μάχης καὶ πόνων ἔχουσιν· ὡς ἀναγκαῖον εἶναι πολεμίαν τὴν τῶν πολεμούντων ἡγεῖσθαι καὶ νομίζειν, οἰκείαν δὲ τὴν τῶν προσκεχωρηκότων. Ὅτι εἰώθει Ἰουλιανὸς * ἀρχὴν νίκης, οὐ πολέμου τίθεσθαι. [Ibid. (cod. p. 284) p. 256 Mai., 64—65 Niebuhr.] Τοῦτον δεξάμενος ἑταῖρον [ἐφ’] ἑαυτῷ συνιστάμενον εἶχεν· εἶτ’ ἄλλος προσῄει, καὶ πλῆθος ἦν· καὶ καθάπερ οἱ Πυθαγόρειοί φασι, μονάδος ἐπὶ δυάδα κινηθείσης οὐκέτι τὴν τῶν ἀριθμῶν ἠρεμεῖν φύσιν, ἀλλὰ διαχεῖσθαι καὶ ῥεῖν ἐς πολύ, οὕτω Χαριέττωνος Κερκίωνα προσλαβόντος αἵ τε πράξεις ἐπὶ πολὺ προῄεσαν καὶ ὁ τῶν συνισταμένων ὄχλος ἀνὰ λόγον ἠκολούθει ταῖς πράξεσιν.
1 218 [30] [Ibid. (cod. p. 284) p. 257 Mai., 65 Nieb.] Ἀνεῖχεν, ἐκώλυε. “Χαριέττων μὲν οὖν καὶ πρὸ τούτου φανερός τις ὢν καὶ ἀνυπόστατος τῷ τε πλεονάζοντι τοῦ δραστηρίου φοβῶν, ἀνεῖχεν ἀπὸ λῃστείας ἅπαντας.” [Suidas. Eunapio haec vindicavit Valesius ad Ammian. XXII, 11. Conf. Zosimus III, 7, 4.] Ἐδόκει γὰρ τὸ σῶμα γιγαντώδης εἶναι καὶ τὸν θυμὸν θηριώδης καὶ ἐς ἀγχίνοιαν τῶν συλλῃστευόντων ἁπάντων πολυπλοκώτερος. [Suidas v. γιγαντώδης. Haec ex eodem fonte ducta esse censet Maius, collato Zosimo III, 7, 1, qui de Chariettone: Ἀνήρ τις ἦν μέγεθος σώματος ὑπὲρ τοὺς ἄλλους ἅπαντας ἔχων καὶ τὴν ἀνδρείαν ἀνάλογον τῷ σώματι.] Ὅτι τοῦ Ἰουλιανοῦ ἐς τὴν πολεμίαν χωροῦντος, καὶ τῶν Χαμάβων ἱκετευόντων φείδεσθαι καὶ ταύτης ὡς οἰκείας, ὁ Ἰουλιανὸς συνεχώρει, καὶ τὸν βασιλέα σφῶν προελθεῖν κελεύσας, ἐπειδὴ προῆλθε καὶ ἐπὶ τῆς ὄχθης εἶδεν ἑστηκότα, ἐπιβὰς πλοίου, τὸ πλοῖον ἔξω ἔχων τοξεύματος, ἑρμηνέα ἔχων διελέγετο τοῖς βαρβάροις. ἐκείνων δὲ πάντα ποιεῖν ὄντων ἑτοίμων, ὁρῶν εὐπρόσωπόν τε ἅμα καὶ ἀναγκαίαν αὑτῷ τὴν εἰρήνην· Χαμάβων γὰρ μὴ βουλομένων ἀδύνατόν ἐστι τὴν τῆς Βρεττανικῆς νήσου σιτοπομπίαν ἐπὶ τὰ Ῥωμαϊκὰ φρούρια διαπέμπεσθαι· καμπτόμενος ὑπὸ τῆς χρείας χαρίζεται τὴν εἰρήνην, καὶ ὅμηρα ᾔτει λαβεῖν πίστεως ἕνεκεν.
1 219 [30] τῶν δὲ ἱκανοὺς εἶναι τοὺς αἰχμαλώτους λεγόντων, ἐκείνους ἔφη τὸν πόλεμον αὐτῷ δεδωκέναι· καθ’ ὁμολογίαν γὰρ μὴ λαβεῖν· νυνὶ δὲ ζητεῖν παρ’ αὐτῶν τοὺς ἀρίστους, εἰ μὴ τεχνάζουσι περὶ τὴν εἰρήνην. τῶν δὲ ἱκετευόντων καὶ ἀξιούντων εἰπεῖν οὓς βούλεται, μεταλαβὼν αὖθις τὸν τοῦ βασιλέως αὐτῶν αἰτεῖται παῖδα, πλαττόμενος, ὃν εἶχεν αἰχμάλωτον, ὥσπερ οὐκ ἔχων. ἐνταῦθα ὅ τε βασιλεὺς αὐτῶν καὶ οἱ βάρβαροι πρηνεῖς ἐκταθέντες οἰμωγῇ τε ἀφθόνῳ καὶ ὀλοφύρσει προσεκέχρηντο, δεόμενοι μηδὲν ἀδύνατον ἐπιτάττεσθαι· ἀδύνατον δὲ αὐτοῖς εἶναι καὶ τοὺς πεσόντας ἀναστῆσαι καὶ ὁμήρους δοῦναι τοὺς τετελευτηκότας. γενομένης δὲ σιωπῆς, ὁ τῶν βαρβάρων βασιλεὺς ἀναβοήσας μέγιστον ὅσον, Εἴθε ἔζη μοι, ἔφη, ὁ παῖς, ἵνα σοι δοθεὶς ὅμηρος, ὦ Καῖσαρ, δουλείαν ηὐτύχει τῆς ἐμῆς βασιλείας εὐδαιμονεστέραν. ἀλλ’ ὑπὸ σοῦ τέθνηκεν, ἀτυχήσας ἴσως καὶ τὸ ἀγνοηθῆναι. πολέμῳ γὰρ ἐπίστευσε τὸ σῶμα νέος ὤν, ὃν σὺ μόνον ἀντάξιον εἰρήνης ὑπολαμβάνεις. καὶ νῦν, ὦ βασιλεῦ, σὺ μὲν ἐξαιτεῖς ὡς ὄντα, ἐγὼ δ’ ἄρχομαι θρηνεῖν, συνορῶν τίνα οὐκ ἔχω. παῖδα γὰρ ὀδυρόμενος ἕνα καὶ κοινὴν εἰρήνην τῷ παιδὶ συναπολώλεκα. κἂν μὲν πιστεύσῃς τοῖς ἐμοῖς ἀτυχήμασι, παραμυθίαν ἔχει μοι τὸ πάθος ὡς ὑπὲρ ἁπάντων ἠτυχηκότι· ἂν δὲ ἀπιστήσῃς, καὶ πατὴρ ἀτυχὴς καὶ βασιλεὺς ὀφθήσομαι. τοῖς γὰρ ἐμοῖς κακοῖς οὐκ ἀκολουθήσει μὲν ὁ παρὰ τῶν ἄλλων ἔλεος, ὅσπερ ἅπασιν ὀφείλεται τοῖς ἐν τοιούτοις καθεστηκόσι, προσκείσονται δὲ αἱ κοιναὶ συμφοραί. καὶ οὐ παραιτήσομαι τοῖς ἄλλοις ἀτυχῶν, ἀλλὰ κοινωνεῖν ἐμοὶ τῶν δεινῶν ἀναγκάσω, τοσοῦτον ἀπολαύων τῆς βασιλικῆς ἐξουσίας ὅσον ἀτυχεῖν μόνος μὴ δύνασθαι.
1 220 [5] τούτων ἀκούων ὁ βασιλεὺς τήν τε ψυχὴν ἔπαθε καὶ τοῖς λεγομένοις συμπαθῶς ἐξεδάκρυσε. καὶ καθάπερ ἐν τοῖς δράμασιν, ὅταν ἐς ἄπορον καὶ δύσλυτον αἱ τῶν ὑποκειμένων ἔργων πλοκαὶ τελευτήσωσιν, ὁ καλούμενος ἀπὸ μηχανῆς θεὸς ἐπεσόδιος ἐς μέσον ἕλκεται, πάντα συμπεραίνων καὶ καταστρέφων ἐπὶ τὸ σαφέστερον καὶ εὔκριτον, οὕτω καὶ αὐτὸς ἐπὶ πράγμασιν ἀμηχάνοις καὶ δυσεξόδοις, μετ’ οἰμωγῆς ἁπάντων τὴν μὲν εἰρήνην αἰτούντων, τὸν δὲ ἐπιζητούμενον ὅμηρον ἀπαγορευόντων μὴ ἔχειν, τόν τε νεανίσκον παραγαγὼν ἅπασιν ἔδειξε βασιλικῶς παρ’ αὐτῷ διαιτώμενον καὶ διαλεχθῆναι τῷ πατρὶ κελεύσας ὅσα ἐβούλετο περιεσκόπει τὸ πραχθησόμενον. τὰ δὲ ἐπὶ τούτοις ἦν ἄξια τούτων. οὐκ ἔτεκεν ὁ ἥλιος τοιαύτην ἡμέραν, οἵαν τότε ἐξῆν τοῖς παροῦσιν ὁρᾶν καὶ ἱστορεῖν. οἱ μὲν γὰρ ἀπὸ θορύβου καὶ θρήνων ἐκπλήξει καὶ θάμβει συνδεθέντες ἐς τὸ ἀκίνητον ἐπάγησαν, ὥσπερ Ἰουλιανοῦ δείξαντος αὐτοῖς οὐ τὸν νεανίσκον, ἀλλ’ εἴδωλον. ὁ δὲ βασιλεύς, ἐπεὶ ἡσυχία μυστηρίων ἁπάντων ἐγένετο σταθερωτέρα, βαρὺ φθεγξάμενος ἐς μέσον, “τοῦτον, εἶπεν, ὁ μὲν ὑμέτερος, ὡς ὑμεῖς ὑπολαμβάνετε, πόλεμος ἀπολώλεκε, θεὸς δὲ ἴσως καὶ τὸ Ῥωμαίων σέσωκε φιλάνθρωπον. ἕξω δὲ αὐτὸν ὅμηρον, οὐ παρ’ ὑμῶν καθ’ ὁμολογίαν, ἀλλὰ παρὰ τοῦ πολέμου λαβὼν καὶ τῷ κρατεῖν ἀρκούμενος. καὶ οὗτος μὲν οὐδενὸς ἀτυχήσει τῶν καλλίστων ἐμοὶ συνών, ὑμεῖς δὲ πειρώμενοι παραβαίνειν τὰς συνθήκας ἀποτεύξεσθε πάντων. φημὶ δὲ οὐχ ὅτι κολάσομαι τὸν ὅμηρον, ὃν οὐδὲ ἐνέχυρον παρ’ ὑμῶν εἴληφα τῆς εἰρήνης, ἀλλ’ ἀνδρείας ἀπόδειξιν καθ’ ὑμῶν ἔχω· ὃ καὶ ἄλλως ἄνισον καὶ θεομισές, τοὺς οὐδὲν ἀδικοῦντας ὑπὲρ τῶν ἀδικούντων δάκνειν καὶ σπαράττειν, ὥσπερ τὰ θηρία τοὺς ἀπαντῶντας, ὅταν ὑφ’ ἑτέρων διώκηται· ἀλλ’ ὅτι πρῶτον μὲν ἄρξετε χειρῶν ἀδίκων, οὗ μείζων ὄλεθρος οὐκ ἔστιν ἀνθρώποις, κἂν δοκῶσι πρὸς τὸ βραχὺ καὶ παρὸν ἐπιτυγχάνειν· δεύτερον δὲ ὅτι πρὸς Ῥωμαίους ὑμῖν ὁ λόγος ἔσται κἀμὲ τὸν ἄρχοντα τούτων, ὃν οὔτε πολεμοῦντες οὔτε εἰρήνην αἰτοῦντες ἐνικήσατε”.
1 221 [10] προσεκύνησαν ἐπὶ τούτοις ἅπαντες καὶ ἀνευφήμουν, θεόν τινα ἐπὶ τοῖς λόγοις ἡγούμενοι. σπεισάμενος γοῦν καὶ τὴν τοῦ Νεβισγάστου μητέρα μόνον αἰτήσας, ἐκείνων ὁμολογούντων τε ἅμα καὶ δόντων, ἀνέζευξεν ἐπὶ τοιαύταις πράξεσι, μετοπώρου τε ἑστηκότος καὶ χειμῶνος ἤδη συνισταμένου καὶ διαψύχοντος. [Exc. de legat. p. 15—17 ed. Par., p. 41—45 Niebuhr.] Ὅτι Βαδομάριός τις δυνάμει καὶ τόλμῃ προεῖχε Γερμανῶν, καὶ ἐς τοῦτο ὑπετύφετο μεγαλαυχίας ὥστε ἐτύγχανε μὲν ὅμηρον τὸν ἑαυτοῦ δεδωκὼς υἱόν, ἕως ἂν ἀποδῷ τοὺς αἰχμαλώτους, οὓς ἐκ τῆς καταδρομῆς εἶχε συνηρπασμένους, τούτους δὲ οὐκ ἀποδιδοὺς ἀπῄτει τὸν ὅμηρον, πολλὰ ἀπειλῶν, εἰ μὴ λάβοι. ἀποπέμπει δὴ τοῦτον Ἰουλιανὸς αὐτῷ, τοσοῦτον ἐπιθεὶς ὡς οὐκ ἔστιν ἀξιόπιστον ἓν μειράκιον ὑπὲρ πολλῶν εὐγενεστέρων ὁμηρεῦον παρ’ αὐτῷ, ἀλλ’ ἢ τοὺς αἰχμαλώτους ἀποδιδόναι προσῆκον, ὄντας ὑπὲρ τρισχιλίους, τοῖς αὐτίκα ἥξουσι πρέσβεσιν, ἢ ἀδικοῦντα εἰδέναι. ταῦτα ἔγραφέ τε καὶ τὴν πρεσβείαν ἔστελλε. καὶ αὐτὸς εἵπετο τῇ πρεσβείᾳ ἀπὸ Νεμέτων ἄρας ἐπὶ τὸν Ῥῆνον. ἤδη τε ἦν πρὸς τοῖς Ῥαυράκοις, ὅ ἐστι φρούριον. [Ibid. p. 17 ed. Par., 45 Niebuhr.] [Ὅτι φησὶν ὁ Εὐνάπιος περὶ Ἰουλιανοῦ·] Ἐνταῦθα δὲ γενομένους μεμνῆσθαι προσῆκεν ὡς νῦν ἡ γραφὴ περιέχει τὰ τοῦ Καίσαρος ἔργα, ταῦτα δὲ ἐγίγνετο Κωνσταντίου βασιλέως βασιλεύοντος· ὥσπερ οὖν ἐν τοῖς κατὰ Κωνστάντιον ἀμφοτέρων μεμνημένη τὰ τοῦ προκειμένου Κωνσταντίου μᾶλλον εἷλκε καὶ παρῆγεν ἐς τὸν λόγον, οὕτως ἐπειδὴ τὸν λόγον ἐκ τῆς γενέσεως ἐς Ἰουλιανὸν ἐλθόντα τὸν Καίσαρα νῦν ἀναγράφει, ἐπιμνήσεται πάλιν, ἐς ὅσον ἂν ἐγχωρῇ, τῶν κατὰ τοὺς παραπίπτοντας καιροὺς ἐς τὸν Καίσαρα Κωνσταντίῳ συντεθειμένων τε καὶ μεμηχανημένων.
1 222 [30] Ὁ μὲν γὰρ Ῥωμαῖος Μάριος τὸν ἀντίπαλον Σύλλαν διπλοῦν θηρίον ἀποκαλῶν, ἀλώπεκα καὶ λέοντα, μᾶλλον ἔφασκε φοβεῖσθαι τὴν ἀλώπεκα· Κωνσταντίῳ δὲ λέων μὲν οὐδεὶς παρῆν, πολλαὶ δὲ ἀλώπεκες κύκλῳ περιτρέχουσαι διεθορύβουν τὸν Καίσαρα. Πᾶσα δὴ βία τὴν γραφὴν κατὰ μικρὰ καὶ ἐπὶ Κωνστάντιον φέρεσθαι καὶ τῶν ὑπ’ ἐκείνου πραττομένων ἕκαστον ἀναγαγεῖν ἐπὶ καιροὺς καθ’ οὓς ἐγίγνετο καὶ συνέπιπτεν. Τότε δὴ ὁ Κωνστάντιος ἐφ’ οἷς (χαίρειν addit Nieb.) ἔδει δυσφορῶν καὶ ὅσα ἔπραττεν Ἰουλιανὸς ἔλεγχον τῆς ἰδίας βασιλείας ὑπολαμβάνων, τάς τε δηλουμένας ἐπινικίους ἑορτὰς ἐς πένθος καὶ συμφορὰν μετέβαλε καὶ διοιστρούμενος ὑπὸ φθόνου καὶ λύττης πρὸς τὸν ἐμφύλιον ἐξώγκωτο πόλεμον. Ἔοικε μὲν οὖν καὶ ἄλλως ὁ χρόνος ἐν ταῖς μακραῖς περιόδοις καὶ κινήσεσι πολλάκις ἐπὶ τὰ αὐτὰ καταφέρεσθαι συμπτώματα, καθάπερ οἱ τῷ Δαρείῳ συστάντες ἐπὶ τοὺς μάγους ἦσαν ἑπτὰ καὶ οἱ πολλοῖς ὕστερον χρόνοις Ἀρσάκῃ κατὰ Μακεδόνων συνεγερθέντες ἴσοι τὸν ἀριθμὸν ἔτυχον. Συνορῶσι δὲ ὅτι θερμότητος μὲν δεῖται καὶ ὁρμῆς τὸ ἀσφαλές· τὸ γὰρ τῆς ἀνάγκης παρὰ πόδας ἑστὸς ἐπίσκεψιν ἥκιστα ἐνδεχόμενον προχειρότερον ἀπαιτεῖ τὸν κίνδυνον.
1 223 [25] Ὅτι περὶ τῆς στρατείας τῆς κατὰ Ναρδινῶν (Ἀλαμανῶν Bekk.) πολυτρόπου γενομένης ἐκτίθησι μὲν αὐτὸς Ἰουλιανός, ἄλλα δὲ ἀλλαχοῦ καὶ πρὸς πολλοὺς ἀναφράζων ἐν ἐπιστολαῖς. πρός τινα γοῦν Κυλλήνιον καὶ ταῦτα ἐξηγούμενον τὰ μὲν ἐπιτιμῶν ὡς διαμαρτάνοντα τῆς ἀληθείας φαίνεται, καὶ παρεκτίθησί γε τὰ πραχθέντα ὅπως γέγονε· φάσκων δὲ μὴ δεῖσθαι τοῦ τά τε ἔργα λέγοντος, οὐδὲ γὰρ Παλαμήδην Ὁμήρου προσδεηθῆναί φησιν ἐς δόξαν, καὶ τὰς ἀλλοτρίας συγγραφὰς τῶν ἰδίων ἔργων ὑπὸ μεγαλοψυχίας παραιτούμενος, αὐτὸς ὅμως διὰ μέγεθος τῶν πεπραγμένων πρὸς τὸ λέγειν αὐτὰ κατασειόμενος, οὐδὲ συγγραφὴν ἁπλῆν, ἀλλ’ ἔπαινον ἀκριβῆ τινα καὶ λαμπρὸν ἑαυτοῦ διέξεισιν αὐτοκέλευστος, καὶ πρὸς πολλοὺς αὐτὰ διὰ τῶν ἐπιστολῶν ὑμνῶν. [Exc. de sentent. (cod. p. 285, 286) p. 257—259 Mai., 65—67 Niebuhr.] ΙΟΥΛΙΑΝΟΣ ΒΑΣΙΛΕΥΣ. Ὅτι μετὰ τὴν Ἰουλιανοῦ τῆς βασιλείας ἀναγόρευσιν πρεσβεῖαι πανταχόθεν συνέβαινον καὶ στέφανοι πολλοὶ χρυσοῖ αὐτῷ παρὰ τῶν ἐθνῶν ἀνεκομίζοντο. ἐνταῦθα καὶ οἱ τὴν Ἰωνίαν οἰκοῦντες ἔτυχον ὅσων ἐδεήθησαν, καὶ πλειόνων καὶ ἐλαττόνων. Λυδοὶ δὲ καὶ εὐχῆς κρεῖττον ἔπραττον, Εὐναπίου μὲν τοῦ ῥήτορος ὑπὲρ αὐτῶν πρεσβεύοντος, εὐημερήσαντος δὲ οὕτω κατὰ τὴν πρεσβείαν ὥστε καὶ δίκῃ τινὶ περιμαχήτῳ συνειπεῖν, ᾗ ὁ βασιλεὺς αὐτὸν ἐκέλευεν.
1 224 [30] ὁ δὲ ἐνίκα καὶ τὴν δίκην· καὶ ἐκ Κλαζομενῶν δὲ Πείσων εὐδοκίμει λέγων. [Exc. de legat. p. 17—18 Par., 46 Niebuhr.] Ὅτι ἐπὶ τὸν Ἰουλιανὸν πολλαὶ δίκαι ἐχώρουν, χανδὸν ἐμφορουμένων τῶν ἀνθρώπων τῆς δικαιοσύνης τοῦ κρίνοντος· ἀναβολαί τε οὐκ ἦσαν ἐπ’ αὐταῖς, ὅσαι νόμιμον ἐκ τῶν συνήθων γραμμάτων τὸ ἄδικον ἴσχουσιν ἐς βοήθειαν τῶν ἀδικούντων καὶ προειληφότων, ἀλλ’ ἢ παραχρῆμα ἔδει τὸ ἴσον ἐλέγχεσθαι κατὰ φύσιν ἢ τὸ μέλλον καὶ διωθούμενον ἐς τὸν χρόνον ὕποπτον ἦν. βαρὺς μὲν οὖν καὶ λυπηρὸς ἐτύγχανε, καὶ ἐπὶ τοῖσδε καὶ τὸ τῶν πονηρῶν ἔθνος καὶ ἀδικούντων διηγείρετο· οὐ γὰρ ἀδικεῖν ἐξῆν οὐδὲ λανθάνειν ἀδικοῦσι. βαρύτερον δὲ αὐτὸν ἀπεδείκνυε τοῖς μοχθηροῖς καὶ τὸ εὐπρόσοδον. οἷα γὰρ προϊόντος μὲν πολλάκις διὰ τὰς ἱερομηνίας καὶ θυσίας, ἡμέρου δὲ φύσει πρὸς πᾶσαν ἔντευξιν τυγχάνοντος, ἀκώλυτον ἦν τοὺς δεομένους λόγου τυχεῖν. ὁ μὲν οὖν ἐλάχιστον τῆς ὑπὸ τῶν πονηρῶν ταύτης βλασφημίας τε καὶ ὀργῆς ᾐσθάνετο καὶ ἐφρόντιζε. [Suidas v. Ἰουλιανὸς ex Eunapio, ut coniecit Küsterus. Conf. Ammian. Marcellin. XXII, 10, 1.] Ὅτι Σαλούστιος ὁ τῆς αὐλῆς ἔπαρχος ἐπὶ Ἰουλιανοῦ ἀνὴρ ἦν διαφερόντως περιττὸς ἐς φιλανθρωπίαν· ᾧ γε τοσοῦτον ἡμερότητος καὶ πρᾳότητος ὑπῆρχεν ἐς ἅπαντας ὥστε καὶ τὸν Μάρκελλον ἐκεῖνον, τὸν ἡνίκα ἦν Καῖσαρ ὑβριστικῶς αὐτῷ χρησάμενον, πάνυ περιδεᾶ ὄντα διὰ τὰ προγεγενημένα, καίτοι τοῦ παιδὸς ἐλεγχθέντος ἐπανίστασθαι διὰ τὴν πρὸς Κωνστάντιον φιλίαν, τῷ νεανίσκῳ τὴν δίκην ἐπέθηκε, τὸν δὲ Μάρκελλον καὶ διαφερόντως ἐτίμησε. [Suidas v. Σαλούστιος. „Totum hunc locum ex Eunapio excerptum esse suspicatur Valesius ad Ammian.
1 225 [25] Marcellin. XXII, 11, 2; qui recte etiam monuit Suidam hic omnia confundere et ad Salustium male referre ea quae Iuliano conveniant.“ Kuster.] Ὅτι κρατεῖν ὡς ἐπίπαν εἴωθεν ἐν μὲν τοῖς ἀπείροις τὸ πλέον, ἐν δὲ τοῖς ἐπιστήμοσι τὸ γεγυμνασμένον· οὐ γὰρ ἐν τοῖς μετὰ τέχνης ἀπαντᾷ τὸ παράλογον τῆς τύχης, ἀλλ’ ἐν τοῖς ἀτέχνοις χώραν ἔχει τὸ αὐτόματον, ὥσπερ κἀν ταῖς ἄλλαις ἐπιστήμαις ὁρῶμεν τὸ προτεθὲν οὐχ ὑπὸ τῶν ἀπείρων, ἀλλ’ ὑπὸ τῶν μελετησάντων ἐκτελούμενον ὡς ὠφείλετο. Ὅτι πᾶν ἔργον κρεῖττον ἀπορρήτως στρατηγούμενον· ὅστις δὲ ἐν πολέμῳ κρύπτει τὰ πλείονα, κρείττων ἐστὶν ἢ ὁ μετ’ ἔργων θρασύτητος φανερῶς ἐπιών. Ὅτι ὁ κυνικὸς Ἡράκλειος ἀκροασόμενον ἐκάλει τὸν Ἰουλιανὸν ὡς ἐς τὴν βασιλείαν ὠφελήσων αὐτόν. ὁ δὲ θαυμάσας τὸ τῆς ὑποσχέσεως ὕψος ἑτοίμως ὑπήκουσεν. ἐπεὶ δὲ παρὰ δόξαν ἀπήντησεν, ὁ Ἰουλιανὸς ἀντιγράψας λόγον τὴν ἑαυτοῦ δύναμιν ἐξέφηνε καὶ τὸ τῆς φύσεως ἀνυπέρβλητον. οἱ δὲ ἀκούσαντες καταπλαγέντες τὴν δύναμιν τοῦ λόγου καθάπερ θεοῦ προσεκύνησαν τὴν φιλανθρωπίαν, ὅτι τὸν βασιλικὸν θυμὸν διέλυσε λογικῇ φιλοτιμίᾳ. ὁ δὲ καὶ ἑτέρῳ λόγῳ τὸν αὐτὸν κυνικὸν ἐτίμησεν. [Exc. de sentent. (cod. p. 286) p. 259 Mai., 67—68 Niebuhr.] “Μάξιμός τε καὶ Πρίσκος λόγου μὲν μετειχέτην, τῆς δὲ τῶν κοινῶν καὶ ὑπαίθρων πραγμάτων πείρας ἐλάχιστον.” καὶ αὖθις· “ὡς ἂν ὕπαιθρόν τινα καὶ ἔννομον ἀγωνισάμενος μάχην,” τουτέστι προφανῆ.
1 226 [30] [Suidas v. ὕπαιθρον. Posteriorem locum plenius habet v. νεωτερίζειν, ubi: “ὁ δὲ βάρβαρος οὐδὲ ἐπὶ τὴν νεωτερίζουσαν τὰ πράγματα τύχην ἔσχεν ἀνενεγκεῖν τὴν αἰτίαν, ὡς ἂν ἔννομόν τινα καὶ ὕπαιθρον ἀγωνισάμενος μάχην.”] Τότε δὲ ἴλη τῶν καταφράκτων ἱππέων ὑπὲρ τοὺς τετρακοσίους ἐς τοὺς ὀπισθοφύλακας κατερράγη. [Suidas v. ἴλη.] Οἱ δὲ τῶν Πάρθων οἰσυΐνας ἀσπίδας ἔχοντες καὶ κράνη οἰσύινα πλοκήν τινα πάτριον πεπλεγμένα. [Suidas v. οἰσύινος.] Ὅτι τῷ Ἰουλιανῷ ἤκμαζεν ὁ πρὸς Πέρσας πόλεμος, τάς τε Σκυθικὰς κινήσεις ὥσπερ ἐν κωφῷ ἔτι κύματι συνετίθει πόρρωθεν ἢ θεοκλυτῶν ἢ λογιζόμενος. λέγει οὖν ἐπιστέλλων, “Σκύθαι δὲ νῦν μὲν ἀτρεμοῦσιν, ἴσως δὲ οὐκ ἀτρεμήσουσιν.” ἐς τοσόνδε ἐξικνεῖτο χρόνον ἡ τῶν μελλόντων αὐτῷ πρόνοια ὥσθ’ ὅτι τὸν ἐπ’ αὐτοῦ μόνον καιρὸν ἡσυχάσουσι προγιγνώσκειν. Ὅτι τὸ πρὸ Κτησιφῶντος πεδίον ὀρχήστραν πολέμου πρότερον ἀποδείξας, ὡς ἔλεγεν Ἐπαμεινώνδας, Διονύσου σκηνὴν ἐπεδείκνυ Ἰουλιανός, ἀνέσεις τινὰς τοῖς στρατιώταις καὶ ἡδονὰς ποριζόμενος. Ὅτι τοσαύτη ἐν τοῖς προαστείοις Κτησιφῶντος ἀφθονία τῶν ἐπιτηδείων ἦν ὥστε τὴν περιουσίαν κίνδυνον τοῖς στρατιώταις φέρειν μήποτε ὑπὸ τρυφῆς διαφθαρῶσιν. Ὅτι ἔοικε τὸ ἀνθρώπινον καὶ ἄλλως ἐπίφορον εἶναι καὶ κάταντες πρὸς τὸ βάσκανον. καὶ οἱ στρατιῶται οὐκ ἔχοντες ὅπως ἐπαινῶσιν ἀξίως τὰ πραττόμενα, “τοὺς Ἀχαιούς, φασίν, ἔκρινον ἀπὸ πύργου”, στρατηγικός τις καὶ περιττὸς ἐς φρόνησιν ἕκαστος εἶναι βουλόμενοι.
1 227 [5] καὶ τοῖς μὲν ὕλη τις ὑπῆν φλυαρίας· ὁ δὲ τῶν ἐξ ἀρχῆς ἐχόμενος λογισμῶν ἐπὶ τὴν οἰκείαν ἀνέστρεφεν. [Exc. de sentent. (cod. p. 286, 171) p. 260 Mai., 68—69 Niebuhr.] Ὥσπερ δὲ ἐν πολέμῳ καὶ τοσούτων ἐπικειμένων ἄρχοντος δεόμενον τὸ στρατόπεδον τὴν αἵρεσιν περιεσκόπει. καὶ καθάπερ οἱ ἰατρικοί φασι κατὰ ταὐτὸν γενομένων δυεῖν ἀλγημάτων τὸ ἔλαττον ὑπὸ τοῦ σφοδροτέρου λύεσθαι, οὕτω καὶ τότε θεωρεῖν ἐξῆν ὡς τὴν ὑπεροχὴν τοῦ κατὰ τὸν βασιλέα πάθους ὁ τοῦ πολέμου φόβος παρὰ πόδας ἑστὼς καταμαραίνων ἀπήμβλυνεν. τὸ μὲν γὰρ γεγενημένον ἦν φανερόν, τὸ δὲ ὅπως εἴκαζεν ἄλλος ἄλλως, ἠπίστατο δὲ οὐδὲ εἷς. πλὴν ἓν τοῦτό γε ᾔδεσαν ὡς αἱρεῖσθαι προσῆκέ σφισιν ἄρχοντας. εἰ δὲ καὶ πλῆθος ἦσαν, τοῦτο γοῦν ἠπίσταντο σαφῶς ὅτι ἄρχοντος μὲν εὐπορήσουσι, τοιοῦτον δὲ οὐδὲ εἰ πλάττοι θεός, εὑρήσουσιν, ὅς γε διὰ φύσεως ἐξουσίαν καὶ τὸ ἰσομέγεθες τῷ θείῳ ἀγωγῆς τε ἀνάγκην ἐβιάσατο πρὸς τὸ χεῖρον ἕλκουσαν, καὶ ἐκ τοσούτων ἀνενεγκὼν κυμάτων οὐρανόν τε εἶδε καὶ ἐπέγνω τὰ ἐν αὐτῷ καλά, τοῖς τε ἀσωμάτοις ὁμιλήσας σῶμα ἔχων ἔτι. καὶ βασιλείας τε ἔτυχεν οὐχ ὅτι ἤρα βασιλείας, ἀλλ’ ὅτι τὸ ἀνθρώπειον ἑώρα δεομένους βασιλεύεσθαι, φιλοστρατιώτης τε ἦν διαφερόντως, οὐχ ὅτι ἐβούλετο δημαγωγεῖν, ἀλλ’ ὅτι τοῦτο ἠπίστατο τοῖς κοινοῖς συμφέρειν. [Ταῦτα ληρεῖν ἀνέχῃ, ἐμβρόντητος τῷ ὄντι καὶ ἀνεπιγνώμων τῶν πεφλυαρημένων; τίς γὰρ τῶν ἐγγενῶν Ἕλλησι δογμάτων οὐρανίων μεμύηται μυστηρίων θεατὴν ὑπάρξαι τὸν ἀπαλλαττόμενον τῆς ἐντεῦθεν βιοτῆς ἢ συνόμιλον ἀσωμάτων γενέσθαι; καὶ τίνες οἱ ἀσώματοι οὗτοι, εἰ μή που Γανυμήδης καὶ Ζεὺς ὁ Γανυμήδους ἐκ Τρώων ἐραστής, δι’ οὗ καὶ Ἥρα παραγκωνίζεται ἡ ἀδελφὴ καὶ γαμετὴ τῷ Φρυγὶ μειρακίῳ; ἀλλὰ τὰ μὲν κλέψας ἔχεις τῶν Χριστιανικῶν ὀργίων, τὰς ἀσωμάτους φημὶ φρατρίας· ἐπεὶ τῶν γε σῶν δογμάτων μὴ οὐχὶ καὶ ἐμπαθέστερον τῶν κατὰ τὸν φθαρτὸν τοῦτον βίον ἀκρατεστάτων οἱ κατ’ οὐρανόν σοι ἁλοῖεν μάκαρες βιοῦντες· οἷς Ἥβη μὲν οἰνοχοεῖ, οἱ δὲ πολλῷ τῷ νέκταρι μεθυσκόμενοι τὰ ἀπαίσια διεξίασι Τρώων πόλιν εἰσορόωντες.
1 228 [30] πρὸς τίνας καὶ τῶν καθ’ Ἕλληνας ἑαυτὸν ἀναφέρων φιλοσόφων ἤρα βασιλείας; πρὸς Ἀντισθένη; πρὸς Διογένη; ἀλλὰ τούτοις μὲν ἴσμεν οὕτως ἀπραγμοσύνης μέλον ὡς τὴν κυνῶν ἐζηλωκότας ζωὴν καὶ τῇ τούτων ἐγκαλλωπίζεσθαι κλήσει. οὕκουν ἐπανορθῶν τὸν ἀνθρώπινον βίον εἵλετο βασιλεύειν, ὅστις μηδ’ ἐπανώρθωσέ τι, εἰ μὴ πρῶτον μὲν φιλοδοξίας κακῷ λυττήματι ἀχάριστος περὶ τὸν εὐεργέτην διαγιγνόμενος, ἔπειτα καὶ ὅπως τοῖς ἄγουσιν αὐτὸν δαίμοσι τὸ ὀλέθριον ἀφοσιούμενος σέβας λάθοι πρὸς τῶν ὑπ’ αὐτοῦ σπουδαζομένων δαιμόνων τοιούτου καὶ τέλους κυρῆσαι, ἀξίου καὶ τῆς ἐκείνων ἀπάτης καὶ τῆς ἑαυτοῦ ἐμπληξίας.] [Exc. de sentent. (cod. p. 171, 172) p. 261—263 Mai., 69—71 Niebuhr. Ad ea quae Christianus zelotes subiecit, in margine adscriptum: Στηλιτευτικὸς κατὰ Εὐναπίου.] Ὅτι πρὸς τὸν Ὀρειβάσιον εἰπόντα ὡς οὐ χρὴ τὸν θυμόν, κἂν ἐπεσπέσῃ, διὰ τῶν ὀμμάτων καὶ τῆς φωνῆς ἐκφορεῖσθαι, “Ὅρα τοίνυν, εἶπεν, ἐπειδὴ καλῶς λέγεις, εἰ τοῦτο ἐγκαλέσεις ἔτι δεύτερον.” Ὅτι φασὶν Ἀλεξάνδρου θειάζοντος ἑαυτὸν ἐκ Διὸς Ὀλυμπιάδα θρυπτομένην φάσκειν, “Οὐ παύσεται τὸ μειράκιον διαβάλλον με πρὸς τὴν Ἥραν;” Ὅτι προσαγορεύων ὁ θεὸς τὸν Ἰουλιανόν φησιν, Ὦ τέκος ἁρμελάταο θεοῦ, μεδέοντος ἁπάντων.
1 229 [30] Ὅτι ὁ Ἰουλιανὸς ἐν ταῖς ἐπιστολαῖς ἴδιον [πατέρα addit Mai.] ἀνακαλεῖ τὸν ἥλιον, οὐχ ὥσπερ Ἀλέξανδρος διαβάλλεται φάσκων πρὸς τὴν Ἥραν ὅτι Ὀλυμπιὰς αὐτὸν ἐκ Διὸς ἀνελομένη τοῦτο οὐκ ἀπεκρύπτετο, ἀλλ’ οὗτός γε ἐπὶ ταῖς τοῦ θεοῦ μαρτυρίαις αἰωρούμενος ἐς τὸν Πλάτωνα ὑποφέρεται, ὥσπερ ὁ ἐκείνου Σωκράτης φησί, “Μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετ’ ἄλλου του θεῶν,” ταύτην (ταύτῃ Nieb.) καὶ αὐτὸς ἐς τὴν ἡλιακὴν βασιλείαν τινὰ καὶ χρυσῆν σειρὰν ἀναφέρων καὶ συναπτόμενος. [Exc. de sentent. (cod. p. 172) p. 263—264 Mai., 71—72 Niebuhr.] Ὁ δὲ Ἰουλιανὸς ὁ παραβάτης, καίπερ τοσούτοις ἐμβεβηκώς, τῆς τε περὶ λόγους ἥπτετο φιλοτιμίας καὶ τὸν τῆς Ἀντιοχείας σοφιστήν, ᾧ Λιβάνιος ὄνομα, διαφερόντως ἐθαύμασεν, τὰ μὲν ἴσως ἐπαινῶν, τὰ δὲ ὅπως λυποίη τὸν μέγαν σοφιστὴν Προαιρέσιον, προτιμῶν ἕτερον. Ἀκάκιος γοῦν τις αὐτῷ τῶν περὶ τὴν ῥητορικὴν δεινῶν καὶ ὁ ἐκ Φρυγίας Τουσκιανὸς ἀεὶ πρὸς ταῦτα ἐπεκάλουν καὶ διεμέμφοντο τὰς κρίσεις. [Suidas v. Λιβάνιος. Eunapio vindicat Boissonadus.] [Περὶ τῆς τελευτῆς Ἰουλιανοῦ τοῦ παραβάτου τοῦ ἀθέου χρησμὸς ἦν τοιοῦτος·] ἀλλ’ ὁπότε (ὁπόταν Suidas) σκήπτροισι τεοῖς Περσήιον αἷμα ἄχρι Σελευκείης κλονέων ξιφέεσσι δαμάσσῃς, δὴ τότε σὲ πρὸς Ὄλυμπον ἄγει πυριλαμπὲς ὄχημα ἀμφὶ θυελλείῃσι κυκώμενον ἐν στροφάλιγξι, λυσάμενον (ῥίψαντα S.) βροτέων ῥεθέων πολύτλητον ἀνίην. ἥξεις δ’ αἰθερίου φάεος πατρώιον αὐλήν, ἔνθεν ἀποπλαγχθεὶς μεροπήιον ἐς δέμας ἦλθες.
1 230 [30] τούτοις ἀρθέντα τοῖς ἔπεσιν αὐτὸν καὶ λογίοις μάλα ἡδέως φησὶν ἀπολιπεῖν τὸ θνητὸν καὶ ἐπίκηρον. πρόκεινται δὲ τῶν λογίων ἄλλαι τινες εὐχαί τε καὶ θυσίαι περὶ τοὺς θεούς, ἃς ἐκείνῳ μὲν δρᾶν ἀναγκαῖον ἦν ἴσως, ἐς δὲ ἱστορικὸν τύπον καὶ βάρος φέρειν οὐκ ἦν εὔλογον· τὸ γὰρ [γράφειν addit Nieb.] καθ’ ἕκαστα οὐκ ἦν ἀλήθειαν τιμῶντος, ἀλλὰ διὰ πολυπραγμοσύνην ἐς λῆρον ἀποφερομένου καὶ παρολισθάνοντος. [Exc. de sentent. (cod. p. 172, 173) p. 265 —266 Mai., 72 Niebuhr. Idem oraculum Suidas v. Ἰουλιανὸς affert, praemissis verbis quae uncis inclusimus.] Ἔστι δὲ καὶ ὁ χρησμὸς ὁ δοθεὶς αὐτῷ, ὅτε περὶ Κτησιφῶντα διῆγε, γηγενέων ποτὲ φῦλον ἐνήρατο μητιέτα Ζεὺς ἔχθιστον μακάρεσσιν Ὀλύμπια δώματ’ ἔχουσι. Ῥωμαίων βασιλεὺς Ἰουλιανὸς θεοειδὴς μαρνάμενος Περσῶν πόλιας καὶ τείχεα μακρὰ ἀγχεμάχων διέπερσε πυρὶ κρατερῷ τε σιδήρῳ, νωλεμέως δ’ ἐδάμασσε πόλεις τε καὶ ἔθνεα πολλά. ἀλλὰ καὶ ἑσπερίων ἀνδρῶν Ἀλαμανικὸν οὖδας ὑσμίναις πυκιναῖσιν ἑλὼν ἀλάπαξεν ἀρούρας. [Suidas v. Ἰουλιανός. Pro ἐδάμασσε πόλεις κτλ. codd. ABEV ἐδάμασσε καὶ ἔθνεα πολλὰ καὶ ἄλλα. Tum ὅρρα pro ἀλλά, i. e. ὅς ῥα, ut Antholog. Pal. XIV, 148.] ΙΟΒΙΑΝΟΣ. ΟΥΑΛΗΣ. ΟΥΑΛΕΝΤΙΝΙΑΝΟΣ. [Ὅτι φησὶν ὁ Εὐνάπιος,] Περὶ μὲν οὖν τῶν παλαιοτέρων καὶ ὅσα πρὸ ἡμῶν ἀνάγκη συγχωρεῖν τοῖς γράψασιν ἢ τοῖς πρὸ (περὶ Nieb.) ἐκείνων λόγοις ἐς ἡμᾶς κατὰ μνήμην ἄγραφον ἐς διαδοχὴν περιφερομένοις καὶ καθήκουσιν· ὅσα δὲ ἐφ’ ἡμῶν αὐτῶν γέγονεν, ἀλήθειαν τιμῶντι, καθά φησι Πλάτων, παραδοτέον τοῖς ἐντυγχάνουσιν.
1 231 [30] [Exc. de sentent. (cod. p. 173) p. 266 Mai., 72—73 Niebuhr.] Ὅτι Βαλεντινιανοῦ ἀνάρρησις ἐν Νικαίᾳ τῆς Βιθυνίας γίγνεται, πρεσβεῖαί τε, ὅσαι συνεπεφοιτήκεσαν ἐπὶ τοῦτον τοὺς χρυσοῦς ἔχουσαι στεφάνους, πρὸς ἐκεῖνον ἀνεφέροντο. καὶ πρὸς πάσας ἀπεφαίνετο μὲν οὐδέν, ἐπιτρέχων ῥᾳδίως οὑτωσὶ καὶ συντόμως, ἐπηγγέλλετο δὲ ἅπασιν ὡς [τι?] ποιήσων αὐτίκα μάλα. [Exc. de legat. p. 18 Par., 46 Niebuhr.] Σαλούστιος, ἔπαρχος πραιτωρίων· ὃς προεβάλετο βασιλέα Βαλεντινιανόν. ὁ δὲ βασιλεύσας διεδέξατο αὐτόν, καὶ ἔθηκε προθέματα, ἵνα, εἴ τίς τι ἠδίκηται παρ’ αὐτοῦ, προσέλθῃ τῷ βασιλεῖ. οὐδεὶς δὲ προσῆλθεν· ἦν γὰρ ἁγνότατος ὁ Σαλούστιος. οὗτος δὲ ὁ Βαλεντινιανὸς τὸν πραιπόσιτον Ῥοδανὸν (καὶ τὸν πραιπόσιτον ἔκαυσε Χρυσάφιον, Suid. v. προθέματα), ἀδικήσαντα Βερονίκην τινὰ χήραν, ἧς προσελθούσης τῷ βασιλεῖ ἔδωκε δικαστὴν Σαλούστιον· ὁ δὲ κατεδίκασε τὸν πραιπόσιτον· καὶ τούτου καταφρονήσαντος, τὸν πραιπόσιτον ἐν τῷ ἱππικῷ πυρὶ παραδίδωσι καὶ τὴν κτῆσιν πᾶσαν τοῦ ἀρχιευνούχου τῇ χήρᾳ δίδωσι· καὶ φοβηθέντες πάσης ἀδικίας ἀπέσχοντο. [Suidas v. Σαλούστιος. Partem huius loci, ex uberiori narratione male contracti, habet Suidas v. προθέματα, ubi praepositus ille non Rhodanus, sed Chrysaphius dicitur.] Ὅτι Φίλιππος ὁ Μακεδὼν τὸ μέτρον ἰδὼν τοῦ σφετέρου σώματος, ἐν παλαίστρᾳ γὰρ ἐπεπτώκει, διαναστὰς ἀπὸ τοῦ πτώματος σώφρονα ἀφῆκε λόγον ὡς ὀλίγην κατασχήσων γῆν εἶτα ἐπιθυμοίη τῆς ἁπάσης.
1 232 [30] Ὅτι τὸν Θησέα φασὶν οἱ παλαιοὶ ζηλωτὴν Ἡρακλέους γενόμενον μικρὰ τῆς μιμήσεως ἐκείνης ἀποκερδᾶναι. Ὅτι τοῦ Προκοπίου τοῦ συγγενοῦς Ἰουλιανοῦ στασιάσαντος καὶ τυραννίδι ἐπιθεμένου Ἡράκλειος ὁ κυνικὸς προσελθὼν αὐτῷ καὶ κατακροτήσας εὖ μάλα τῇ βακτηρίᾳ τοὔδαφος, “ἄλκιμος ἔσσο, φησίν, ἵνα τίς σε καὶ ὀψιγόνων εὖ εἴπῃ.” [Exc. de sentent. (cod. p. 173) p. 267 Mai., 73 Niebuhr.] Ὁ δὲ Προκόπιος τοὺς χαριεστέρους ἀναλαβὼν ἐπὶ τὸν βασιλέα Οὐάλεντα διὰ Φρυγίας συνηπείγετο. [Suidas v. χαριεστέρους.] Ὥσπερ οὖν οἱ φυσικοί φασι πάσης κινήσεως εἶναι τέλος ἀκινησίαν, ἣ ταῖς ἄλλαις κινήσεσι τὸ κινεῖσθαι δίδωσιν αὐτὴ μένουσα, οὕτως ἄν τις ὑπέλαβε καὶ τότε τὸν πρεσβύτην Ἀρβιτίωνα παρατυχόντα τὴν τοῦ βασιλέως ἄτακτον καὶ κυματώδη φορὰν ἐς ὁμαλὸν καὶ λεῖον καταστορέσαι τοῦ λογισμοῦ πάθος· μικροῦ γὰρ ἐξέστη διὰ δειλίαν τῶν κοινῶν πραγμάτων. [Exc. de sentent. (cod. p. 173) p. 267 Mai., 73 Niebuhr.] Μικροῦ τὰ πράγματα μετακινήσαντος Ὁρμίσδου τοῦ Πέρσου. [Suidas v. μικροῦ.] Μικροῦ τὰ πράγματα μετακινήσαντος, ἀντὶ τοῦ, παρ’ ὀλίγον, παρὰ μικρόν. [Suidas v. μικροῦ δεῖν. Conf. Zosimus IV, 8, 1.] Μεγαλόψυχον γὰρ καὶ λίαν θεοειδὲς τὸ καὶ τῶν αἰτίων φείσασθαι, οὐκ ἔξω δὲ τῆς ἀνθρωπίνης φύσεως τὸ μὴ καὶ τῶν ἀναιτίων. τὸ μὲν γὰρ ξένον τῆς τιμωρίας λόγῳ γίγνεται τῆς ἀρχῆς, ἵνα φόβῳ συνέχηται τὸ ἀρχόμενον· τὸ δὲ ὑπεροπτικὸν τῆς κολάσεως δι’ ἀρετῆς ὑπεροχὴν γίγνεται, ὡς τῆς βασιλικῆς ἀρχῆς διὰ μέγεθος καὶ ὄγκον ἀρκούσης ἑαυτῇ καὶ ἄνευ τιμωρίας.
1 233 [30] ἀλλὰ ταῦτα μέν, ὅπῃ γνώμης ἔχει τις καὶ κρίνει, οὕτως ἐχέτω. Ὅτι ὁ Ποσειδώνιος ἔλεγεν ἀπελθόντος Ἀλεξάνδρου τὸ στρατόπεδον ἐοικέναι τῶν Μακεδόνων ἐκτετυφλωμένῳ τῷ Κύκλωπι. [Exc. de sentent. (cod. p. 173) p. 267—268 Mai., 74 Niebuhr.] Αἰλιανός. Οὗτος ἐπὶ Οὐάλεντος ἐστρατήγησεν· ἦν δὲ ἐκ Συέδρων· ἐλεύθερος δὲ ὢν ἄγαν καὶ ἀνεστηκὼς ἐκ παιδὸς τὴν ψυχὴν γενόμενος, ἀφθόνως ἐχορηγήθη τὰ παρὰ τοῦ σώματος· τὰ γὰρ ὄργανα συνεπεπήγει καὶ ἐνέτρεχε τοῖς τῆς ψυχῆς κινήμασιν, ὥσθ’ ἅμα τι πρᾶξαι ἐδέδοκτο καὶ ἐπέπρακτο· καὶ παιδείας οὔτε ἐντὸς ἦν οὔτε ἄμοιρος, ἀλλ’ ἦν ἀγροικότερος, ὅσον θυμοειδέστερος, καὶ τὸ θηριῶδες τοῦ θυμοῦ καὶ ἄγριον οὐκ ἐξημέρωτο καὶ κατείργαστο ὑπὸ τοῦ λόγου. [Suidas. „Totum hunc locum ex Historia deperdita Eunapii depromptum esse discimus e Suida v. ἀνεστηκώς: ubi fragmenti huius pars addito scriptoris istius nomine adducitur.“ Kuster. Prima verba usque ad ἐκ παιδός iterum Suidas v. Συέδρων apponit.] Ὅτι τῷ βασιλεῖ Οὐάλεντι ἡσυχίαν ἀπὸ τῶν οἰκείων καὶ τῶν ὀθνείων ἄγοντι τὸ ἐπίλεκτον ἀγγέλλεται τῶν Σκυθῶν στράτευμα πλησίου ἤδη που τυγχάνειν, οὓς ὁ Προκόπιος ἐς συμμαχίαν ἐξεκεκλήκει παρὰ τοῦ Σκυθῶν βασιλέως. γαύρους εἶναι τὰ φρονήματα ἔλεγον τοὺς προσιόντας καὶ περιφρονητικοὺς τῶν ὁρωμένων (Ῥωμαίων Boiss.), ὀλιγώρους τε πρὸς τὸ ἀκόλαστον μεθ’ ὕβρεως καὶ πολὺ τὸ ἀγέρωχον καὶ θερμὸν ἐπὶ πᾶσιν ἔχοντας. ὁ δὲ βασιλεὺς συντόμως αὐτοὺς ἀποτεμὼν τῆς ἐπὶ Σκύθας ὑποστροφῆς κατεῖχεν ἐντὸς ἀρκύων, καὶ τὰ ὅπλα παραδοῦναι κελεύσας.
1 234 [30] οἱ δὲ ἔδοσαν, τὴν τῆς γνώμης ὑπεροψίαν μέχρι τοῦ κινῆσαι τὰς κόμας (κώμας Wyttenb.) ἐπιδειξάμενοι. διασπείρας οὖν αὐτοὺς κατὰ τὰς πόλεις ἐν ἀδέσμῳ κατεῖχε φρουρᾷ, καὶ καταφρόνησιν ἐνεποιεῖτο τοῖς θεωμένοις αὐτῶν τὰ σώματα πρός τε μῆκος ἀχρεῖον ἐλαυνόμενα καὶ βαρύτερα τοῖς ποσί, κατά τε τὸ μέσον διεσφιγμένα, ᾗπέρ φησιν Ἀριστοτέλης τὰ ἔντομα. δεχόμενοι δ’ οὖν αὐτοὺς ἐς τὰς οἰκίας οἱ τὰς πόλεις οἰκοῦντες καὶ πειρώμενοι τῆς ἀσθενείας, τὴν ἑαυτῶν ἐξαπάτην γελᾶν ἠναγκάζοντο. τούτους ἀπῄτει τοὺς γενναίους ὁ Σκυθῶν βασιλεύς. καὶ ἦν τὸ πρᾶγμα δριμὺ καὶ πρὸς τὸν τοῦ δικαίου λόγον οὐκ εὐδιαίτητον. ὁ μὲν γὰρ ἔφασκε βασιλεῖ δεδωκέναι κατὰ συμμαχίαν καὶ ὅρκους· ὁ δὲ ἀπέφασκε βασιλέα μὴ τυγχάνειν καὶ αὐτὸν οὐκ ὀμωμοκέναι. ἐκείνου δὲ προστιθέντος τὸν Ἰουλιανόν, καὶ ὅτι διὰ τὴν ἐκείνου ἐδεδώκει συγγένειαν, καὶ τὰ τῶν πρέσβεων ἀξιώματα προστιθέντος, ὁ βασιλεὺς ἀντεφώνει, τούς τε πρέσβεις ἔχειν τὴν δίκην καὶ τοὺς παρόντας ὡς πολεμίους κατέχεσθαι, πολεμίῳ πρὸς συμμαχίαν ἥκοντας. ἐκ τούτων δὲ τῶν προφάσεων ὁ Σκυθικὸς ἀνεγείρεται πόλεμος, τῷ μὲν ἀξιώματι τῶν συνιόντων ἐθνῶν καὶ τοῖς μεγέθεσι τῶν παρασκευῶν ἐπὶ μέγα προβήσεσθαι καὶ χωρήσειν πολυτρόπων συμφορῶν καὶ ἀτεκμάρτου τύχης προσδοκηθείς, τῇ δὲ τοῦ βασιλέως ὀξύτητι καὶ προνοίᾳ κατενεχθεὶς ἐπὶ τὸ σταθερὸν καὶ ἀσφαλέστερον. [Exc. de legat. p. 18—19 Par., 46—48 Niebuhr. Ex postrema huius fragmenti parte quaedam delibavit Suidas v. ἀτέκμαρτον· Εὐνάπιος δὲ λέγει· “τῷ τε (l. μὲν) ἀξιώματι τῶν συνιόντων ἐθνῶν καὶ τοῖς μεγέθεσι τῶν παρασκευῶν ἐπὶ μέγα προβήσεσθαι (adde καὶ χωρήσειν) πολυτρόπων συμφορῶν καὶ ἀτεκμάρτου τύχης προσδοκηθείσης (l.
1 235 [30] προσδοκηθείς). Quae sequuntur apud Eunapium item habet Suidas v. σταθερόν. MÜLLERUS.] Ὁ δὲ Θεόδωρος ὁ κατειλεγμένος τοῖς νωταρίοις ἐν δίκῃ ἐτιμᾶτο παρὰ τοῦ βασιλέως· τό τε γὰρ εὖ γεγονέναι προσῆν αὐτῷ καὶ τὸ εὖ πεφυκέναι πρὸς ἀρετὴν ἅπασαν, τό τε σῶμα συνήνθει ταῖς ἀρεταῖς, καὶ τὸ ἐπαφρόδιτον ἐν ταῖς συνουσίαις κόσμος ἐδόκει τῶν ἀρετῶν ἐμμελής τις εἶναι καὶ παναρμόνιος. ἀλλ’ ἔλαθεν, ᾗ φησιν Ὅμηρος, ὑπὸ τῶν ἰδίων διαφθαρεὶς καλῶν. τὸ γὰρ ἀνθρώπινον, καὶ ὅσοι περὶ στρατείας ἐπὶ τὰ κέρδη καὶ τὰς κοινὰς τύχας ἐπτοημένοι καὶ κεχηνότες, τὴν ἡμερότητα καταμαθόντες αὐτοῦ καὶ τὸ πρὸς τὰς ὁμιλίας εὐκρατὲς καὶ πρόχειρον, ταχὺ μάλα τὴν ἄμαχον καὶ φοβερὰν καὶ τοῖς νοῦν ἔχουσι κολακείαν ὑποδύντες καὶ προβαλόμενοι καθάπερ ἑλέπολίν τινα καὶ μηχανὴν ἄφυκτον, ἐξέωσαν τῶν ἀσφαλῶν καὶ σωτηρίων λογισμῶν τὸν νεανίσκον καὶ κατέσεισαν ἐς τὸν μανιώδη καὶ σφαλερὸν τῆς βασιλείας ἔρωτα. Ὅτι φιλοχρηματίαν φασὶ πηγήν τινα πάσης κακίας τυγχάνειν, οὐδὲ τῇ κακίᾳ πότιμόν τε καὶ χρήσιμον· ἐξ ἐκείνης γὰρ τῆς ἀρχῆς καὶ ἀπὸ τῆς τῶν χρημάτων περιττῆς ἐπιθυμίας τὸ τῆς ψυχῆς ἄλογον ἀρδόμενον ἔριν τ’ ἀνέφυσεν ἀνθρώποις καὶ μάχην· ἔρις δὲ αὐξηθεῖσα πολέμους ἀνεβλάστησε καὶ φόνους· φόνων δὲ ὁ φυόμενος καρπὸς φθορὰ τοῦ γένους καὶ ὄλεθρος· ἃ δὴ καὶ ἐπὶ Οὐάλεντος συνεπράττετο. [Exc. de sentent. (cod. p. 173, 174) p. 268—269 Mai., 74—75 Niebuhr.] Οὗτος περὶ τοὺς χρόνους Οὐάλεντος ἐς τὴν Ἀσίαν ἐκπέμπεται ἀνθύπατος· τὴν δὲ βασιλικὴν γλῶτταν ἐπεπίστευτο.
1 236 [30] πέμπεται δὲ ὅμως τὸν ποιητικὸν καὶ μυθώδη Ἔχετον, καὶ εἰ δή τις ἄλλος ἐκ Σικελίας ἢ Θετταλίας τοιοῦτος, χρυσὸν ἀποδείξων καὶ πανήγυριν. ἦν δὲ ἡ μανία οὐ θύραθεν, ἀλλ’ ἔνδοθεν ἐλύττα καὶ ἐμαίνετο, ἀνὴρ φύσει πονηρὸς καὶ ἐξουσίαν ἔχων καὶ τὴν ἐν ταῖς κολάσεσιν ἀγριότητα καταλιπὼν εὐδοκιμοῦσαν ἐν τοῖς βασιλείοις οὐκ ἔστιν ὅ,τι παρανομίας ἀπέλιπε καὶ ἀσελγείας, ἀλλ’ ἐπὶ τοσόνδε παραφορᾶς ἐρρύη καὶ φόνων ὥστε καὶ Μάξιμον ξίφει διέφθειρε, Κοίρανον Αἰγύπτιον ἐπισφάξας αὐτῷ, καὶ ἔτι θερμὸς ὢν καὶ ζέων τῷ λύθρῳ πάντας συνανῄρει καὶ κατέφλεγε. [Suidas v. Φῆστος. Eunapio locum primi vindicarunt Valesius ad Ammian. XXIX, 2, 22, Kusterus ad Suidam, Hemsterhuis ad Lucian. Necyom. c. 4. Nonnulla huius fragm. Suidas repetit vv. Ἔχετος, θύραθεν. MÜLLERUS.] Σιμωνίδης· οὗτος ἦν ἐπὶ Ἰοβιανοῦ τοῦ βασιλέως διὰ φιλοσοφίαν πᾶσιν ἐπισημότατος. Πατρίκιος· οὗτος ἤκμασεν ἐπὶ Ἰοβιανοῦ βασιλέως· ἦν δὲ ἐκ Λυδίας· ὅστις τῆς ἀπὸ τῶν φαινομένων ἢ καὶ παρατρεχόντων σημείων τεκμάρσεως ἀκριβὴς ἦν ἐξεταστής. Ἱλάριος ὁ ἐκ Φρυγίας· ἐπὶ Ἰοβιανοῦ βασιλέως Ῥωμαίων· κατὰ παιδείαν μὲν ἦν ἀνὴρ οὐ γνώριμος, κοινωνεῖν δὲ αὐτῷ θεὸς ἐδόκει τῆς τοῦ μέλλοντος προγνώσεως, ὥστε ἦν μάντις ἄριστος. [Suidas sine nomine.] Κατὰ μὲν οὖν τὰ πρῶτα τῆς συγγραφῆς, οὐδενὸς οὐδὲν σαφὲς λέγειν ἔχοντος ὅθεν τε ὄντες οἱ Οὖννοι ὅπῃ τε κείμενοι τὴν Εὐρώπην πᾶσαν ἐπέδραμον καὶ τὸ Σκυθικὸν ἔτριψαν γένος, ἐκ τῶν παλαιῶν συντιθέντι κατὰ τοὺς εἰκότας λογισμοὺς εἴρηται· τὰ δὲ ἐκ τῶν ἀπαγγελλομένων δοξάζοντι πρὸς τὸ ἀκριβές, ὡς ἂν μὴ τοῦ πιθανοῦ τὴν γραφὴν ἀπαρτήσαιμεν μηδὲ παραφέροι πρὸς τὴν ἀλήθειαν ὁ λόγος.
1 237 [30] ἡμεῖς δὲ οὐ ταὐτὸν πάσχοντες τοῖς ἐκ παίδων οἰκίαν μικρὰν καὶ φαύλην οἰκήσασιν, εἶτα διὰ τύχης εὔροιαν μεγάλων καὶ λαμπρῶν ἐπιλαβομένοις οἰκοδομημάτων, ὅμως [δὲ] διὰ συνήθειαν τὰ ἀρχαῖα θαυμάζουσι καὶ περιστέλλουσιν, οὕτως αὐτοὶ τὰ προειρημένα γεγράφθαι συγχωρήσαντες ἑτέρων ἀποστε[ρούμεθα] πάλιν, ἀλλὰ μᾶλλον ὥσπερ οἱ κατά τινα θεραπείαν σώματος τὰ πρῶτα χρησάμενοί τινι φαρμάκῳ δι’ ὠφελείας ἐλπίδα, κᾆτα τὸ κρεῖττον πείρᾳ δοκιμάσαντες ἐπ’ ἐκεῖνο μεθίστανται καὶ ῥέπουσιν, οὐ τῷ δευτέρῳ τὸ πρότερον ἀναιροῦντες, ἀλλὰ τῷ δεδοξασμένῳ κακῶς καὶ τὸ ἀληθὲς ἐπεσάγοντες, καὶ καθάπερ φῶς ἀπὸ λαμπάδος διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀφανίζοντες καὶ ἀμβλύνοντες, ὁμοίως ἐπιθήσομεν τοῖς εἰρημένοις τἀληθέστερα, κἀκεῖνα διὰ τὴν ἱστορικὴν δόξαν συγχωρήσαντες μένειν καὶ ταῦτα διὰ τὴν ἀλήθειαν ἐφελκυσάμενοι καὶ παραζεύξαντες. [Exc. de sentent. (cod. p. 174, 283) p. 269—270 Mai., 75—76 Niebuhr.] Ὅτι τῶν Σκυθῶν ἡττηθέντων καὶ ὑπὸ τῶν Οὔννων ἀναιρεθέντων καὶ ἄρδην ἀπολλυμένων (τὸ πλῆθος), οἱ μὲν ἐγκαταλαμβανόμενοι σὺν γυναιξὶ καὶ τέκνοις διεφθείροντο, καὶ οὐδεμία φειδὼ τῆς περὶ τοὺς φόνους ἦν ὠμότητος. τὸ δὲ συναλισθὲν καὶ πρὸς φυγὴν ὁρμῆσαν πλῆθος μὲν (ἦν?) οὐ πολὺ τῶν εἴκοσι μυριάδων ἀποδέουσαι (ἀποδέον, ὅσοι?) συνῆλθον [τῶν] ἐς τὸ μάχιμον ἀκμαζούσας (ἀκμαζόντων?). * κινηθέντες [νικηθέντες Hoesch.] καὶ ταῖς ὄχθαις ἐπιστάντες χεῖράς τε ὤρεγον πόρρωθεν μετ’ ὀλοφυρμῶν καὶ βοῆς καὶ προέτεινον ἱκετηρίας, ἐπιτραπῆναι τὴν διάβασιν παρακαλοῦντες καὶ τὴν σφῶν συμφορὰν ὀδυρόμενοι καὶ προσθήκην τῇ συμμαχίᾳ παρέξειν ἐπαγγελλόμενοι.
1 238 [5] οἱ δὲ ταῖς ὄχθαις ἐπιτεταγμένοι Ῥωμαίων οὐδὲν ἔφασαν πράξειν ἄνευ βασιλέως γνώμης. ἐντεῦθεν ἀναφέρεται μὲν ἐπὶ τὸν βασιλέα ἡ γνῶσις· πολλῆς δὲ ἀντιλογίας γενομένης, καὶ πολλῶν ἐφ’ ἑκάτερα γνωμῶν ἐν τῷ βασιλικῷ συλλόγῳ ῥηθεισῶν, ἔδοξε τῷ βασιλεῖ. καὶ γὰρ ὑπῆν τι ζηλοτυπίας αὐτῷ πρὸς τοὺς συμβασιλεύοντας, οἳ παῖδες μὲν ἦσαν ἀδελφοῦ· καὶ γέγραπται οὕτω πρότερον· τὴν βασιλείαν δὲ διῃρῆσθαι κατὰ σφᾶς ἐδόκουν, τὴν διανομὴν οὐκ ἀνενεγκόντες ἐπὶ τὸν θεῖον. τούτων δὴ ἕνεκα, καὶ ὡς μεγάλῃ προσθήκῃ τὸ Ῥωμαϊκὸν αὐξήσων, δεχθῆναι κελεύει τοὺς ἄνδρας τὰ ὅπλα καταθεμένους. πρὶν δὲ τὴν διάβασιν ἐκ βασιλέως ἐπιτραπῆναι, Σκυθῶν οἱ τολμηρότατοι καὶ αὐθάδεις βιάσασθαι τὸν πόρον ἔγνωσαν, καὶ βιαζόμενοι κατεκόπησαν. οἱ δὲ διαφθείραντες τὸν ἀποδασμὸν τοῦτον τῆς τε ἀρχῆς παρελύθησαν καὶ περὶ τοῖς σώμασιν ἐκινδύνευσαν, ὅτι πολεμίους διέφθειραν. οἵ τε παραδυναστεύοντες βασιλεῖ καὶ δυνάμενοι μέγιστον κατεγέλων αὐτῶν τὸ φιλοπόλεμον καὶ στρατηγικόν, πολιτικοὺς δὲ οὐκ ἔφασαν εἶναι. ὁ μὲν γὰρ βασιλεὺς ἐξ Ἀντιοχείας ἐπέτρεπεν αὐτοῖς τὴν ἀχρεῖον ἡλικίαν πρῶτον ὑποδεξαμένοις καὶ παραπέμψασιν ἐς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν, καὶ ταύτην ἐς ὁμηρείαν ἀσφαλῶς κατέχουσιν, ἐπιστῆναι ταῖς ὄχθαις, καὶ μὴ πρότερον τοὺς μαχίμους δέξασθαι διαβαίνοντας, μηδὲ τὰ πλοῖα παρασχεῖν ἐς τὴν περαίωσιν, εἰ μὴ τὰ ὅπλα καταθέμενοι γυμνοὶ διαβαίνοιεν. οἱ δὲ ταῦτα ἐπιτραπέντες, ὁ μὲν ἐκ τῶν διαβεβηκότων ἤρα παιδαρίου τινὸς λευκοῦ καὶ χαρίεντος τὴν ὄψιν, ὁ δὲ ἥλω γυναικὸς εὐπροσώπου τῶν αἰχμαλώτων, ὃς δὲ ἦν αἰχμάλωτος ὑπὸ παρθένου, τοὺς δὲ τὸ μέγεθος κατεῖχε τῶν δώρων, τά τε λινᾶ ὑφάσματα καὶ τὸ τῶν στρωμάτων ἐπ’ ἀμφότερα θυσανοειδές· ἕκαστος δὲ ἁπλῶς αὐτῶν ὑπελάμβανε καὶ τὴν οἰκίαν καταπλήσειν οἰκετῶν καὶ τὰ χωρία βοηλατῶν καὶ τὴν ἐρωτικὴν λύτταν τῆς περὶ ταῦτα ἐξουσίας.
1 239 [30] νικηθέντες δὲ ὑπὸ τούτων νίκην αἰσχίστην καὶ παρανομωτάτην, ὥσπερ τινὰς εὐεργέτας καὶ σωτῆρας παλαιοὺς μετὰ τῶν ὅπλων ἐδέξαντο. οἱ δὲ τοσοῦτον ἀκονιτὶ πρᾶγμα διαπεπραγμένοι καὶ τὴν οἴκοι συμφορὰν εὐτυχήσαντες, οἵ γε ἀντὶ τῆς Σκυθῶν ἐρημίας καὶ τοῦ βαράθρου τὴν Ῥωμαϊκὴν ἀρχὴν ἀπελάμβανον, εὐθὺς πολὺ τὸ βάρβαρον ἐν τῷ παρασπόνδῳ καὶ ἀπίστῳ διέφαινον. ἡ μὲν γὰρ ἄχρηστος ἡλικία προλαβοῦσα κατὰ τὴν διάβασιν μετὰ βαθείας σπουδῆς καὶ φροντίδος τῶν ταῦτα βεβουλευμένων ἐς τὰ ἔθνη κατεχεῖτο καὶ διεσπείρετο. οἰκέται δὲ καὶ γυναῖκες καὶ παῖδες ἐκείνων, οἱ μὲν βασιλικὰ παράσημα ἔχοντες, τὰς δὲ ἦν ἁβροτέρας ὁρᾶν ἢ κατὰ αἰχμάλωτον. παῖδες δὲ αὐτῶν καὶ τὸ οἰκετικὸν πρός τε τὴν εὐκρασίαν τῶν ἀέρων ἀνέδραμον καὶ παρὰ τὴν ἡλικίαν ἥβησαν, καὶ πολὺ τὸ ἐπιφυόμενον ἦν πολέμιον γένος. οἱ μὲν οὖν παλαιοὶ μῦθοι λέγουσι περὶ τὴν Βοιωτίαν καὶ τὴν Κολχίδα, δρακοντείων ὀδόντων κατασπαρέντων, ἐν ὅπλοις ἅμα τῷ σπόρῳ τοὺς ἄνδρας ἀναπάλλεσθαι (ἀνατέλλεσθαι Wytt.)· ὁ δὲ καθ’ ἡμᾶς χρόνος καὶ τὸν μῦθον τοῦτον ἐς φῶς καὶ ἔργον συνήγαγε καὶ ὀφθῆναι κατηνάγκασεν. οὐ γὰρ ἔφθασαν τοῦ Σκυθικοῦ γένους ἐς τὴν ἐπικράτειαν τὴν Ῥωμαϊκὴν οἱ παῖδες ὥσπερ ὀδόντες διασπαρέντες καὶ πάντα ἦν μεστὰ θυμοῦ καὶ μανίας καὶ φόνων, ἀνελθόντων αὐτῶν ἐς ἡλικίαν μάχιμον παρὰ τὸν χρόνον. τὸ δὲ ἀκμάζον τῆς Σκυθικῆς ἀλκῆς καὶ γενναιότητος, τοῖς ὑποδεξαμένοις ἀντὶ τῶν ἐκβεβληκότων ἐς ἐπανάστασιν εὐθὺς ἐγερθὲν καὶ μαχόμενον, πολὺ δεινότερα καὶ τραγικώτερα συνετόλμησεν ὧν ἔπαθεν.
1 240 [30] ἡ μὲν γὰρ Θρᾴκη πᾶσα καὶ ἡ συνεχὴς αὐτῇ χώρα Μακεδονία καὶ Θετταλία τοιαύτη τίς ἐστι καὶ οὕτω πολυύμνητος ὥστε οὐδὲ εἷς κατὰ (καὶ Wytt.) ταῦτα ἀναγράφειν ὁ λόγος ἦν. τοσαύτην δὲ οὖσαν αὐτὴν καὶ οὕτω πολυάνθρωπον, εὐδαίμονά τε ἅμα καὶ εὔανδρον, ἡ τῶν Σκυθῶν ἄπιστος καὶ παράλογος ἐπανάστασις ἐξαπιναίως καὶ παραχρῆμα τῆς διαβάσεως συντολμηθεῖσα καὶ ἀνοιδήσασα κατεστόρεσεν ἐς τοσόνδε καὶ καθημάξευσε ταῖς συμφοραῖς ὥστε χρυσὸν ἀποδειχθῆναι πρὸς τὰ Θρᾴκια πάθη τὴν Μυσῶν παροιμιώδη λείαν. δόξαν δ’ αὐτοῖς στασιάζειν, ἀξιομάχου μὴ παρούσης δυνάμεως ἐς ἄμυναν, τῷ τε πλήθει πρὸς ἀνθρώπους ἀφυλάκτους καὶ ἀνόπλους ἐφάνησαν φοβερώτατοι καὶ τῷ φονικωτάτῳ πρὸς τὸ κρατούμενον πάντα ἀνδρῶν ἐχήρωσαν. περιειστήκει δὲ ἐς ἴσον λόγον καὶ Σκύθας Οὔννων μὴ φέρειν ὄνομα καὶ Ῥωμαίους Σκυθῶν. πόλεις γοῦν εὐαρίθμητοι καὶ ὀλίγαι τινὲς διεσώθησαν καὶ ἔτι σώζονται τειχῶν ἕνεκεν καὶ οἰκοδομημάτων· ἡ δὲ χώρα καὶ (κατὰ Wytt.) τὸ πλεῖστον ἀπανάλωται, καί ἐστιν ἀοίκητον καὶ ἄβατον διὰ τὸν πόλεμον. βασιλεὺς δὲ ἐπειδὴ τούτων ἐπύθετο τῶν ἀδιηγήτων κακῶν, πρὸς μὲν τοὺς Πέρσας ἀναγκαίαν εἰρήνην συνθέμενος, ἑαυτῷ δὲ πολεμήσας ἐπὶ μεταγνώσει τῆς ὑποδοχῆς, τῷ θυμῷ τε ὑπερέζεσε καὶ πρὸς τὸν πόλεμον ἐντείνων (ἐντύνων B.) ἑαυτὸν προκαταπέμπει τὸ Σαρακηνῶν ἱππικὸν ὡς ἀντισχῆσον τοῖς βαρβάροις. ἤδη γὰρ καὶ τὴν Κωνσταντίνου πόλιν κατέτρεχον, καὶ τείχεσιν ἠνώχλουν περικαθήμενοι, πολέμιόν τε οὐδὲν ὁρῶντες ἐς ἀντίπαλον μάχην καὶ τοῖς φρονήμασιν ἐς πᾶσαν ὕβριν ὠλισθηκότες.
1 241 [5] ὃ δὴ καὶ περιφανῶς ἔδοξε κάλλιστα στρατηγῆσαι κατὰ τὸν καιρὸν ἐκεῖνον ἡ τύχη. [Exc. de legat. p. 19—21 Par., 48—52 Nieb.] Ὁ δὲ βασιλεὺς τούτους δεξάμενος κτήματά τε αὐτοῖς καὶ χώραν ἀπένειμε, καὶ προβόλους τε ὑπελάμβανε γενναίους καὶ ἀδαμαντίνους ἔχειν πρὸς τὰς ἐκείνῃ τῶν Οὔννων ἐμβολάς. [Suidas v. προβόλος.] Ὅτι Μαρκιανὸς ἀνὴρ ἐς ἀρετὴν ἅπασαν ὥσπερ τις κανὼν ἠκριβωμένος. [Exc. de sentent. (cod. p. 283) p. 270 Mai., 76 Niebuhr.] Μουσώνιος ἐπὶ Ἰοβιανοῦ ἦν βασιλέως. πάντα ὅσα ἦν ἄριστα μικρὰ ἐφαίνοντο πρὸς τὸν ὄγκον Μουσωνίου καὶ τὴν σὺν τῷ δραστηρίῳ τῆς γνώμης βαθύτητα· δι’ ἃ κατὰ λόγον εὐδοκιμῶν τήν τε ἁλιτενῆ χώραν τῆς Ἀσίας ἐπῆλθε καὶ ὁ τὴν ἀνθύπατον καὶ μείζονα ἔχων ἀρχὴν πρὸς τὰς ἐπιδημίας ἐξίστατο, κἀκεῖνος ἅπαντα ἐπιὼν ἐν ὀλίγαις ἡμέραις τὴν θάλατταν ἐπλήρωσε τῶν ἀπὸ τῆς Ἀσίας ἐσφορῶν. ἐπεκάλει δὲ οὐδεὶς ἄδικον οὐδὲν τοῖς γιγνομένοις· ἀλλὰ παιδιά τις ἦν ἅπασι τοῖς καταβάλλουσι τὰ ἐσφερόμενα· Εὐνάπιος γὰρ ὁ ἐκ Φρυγίας ῥήτωρ ἐπεστάτει τοῖς πραττομένοις. [Suidas.] Φιλόκαλος γὰρ ὢν καὶ φιλάγαθος ὁ Μουσώνιος τοὺς πανταχόθεν καθεῖλκε παρ’ ἑαυτόν, ὥσπερ ἡ μαγνῆτις λίθος τὸν σίδηρον. οὐκ ἦν δὲ βασανίζειν ὁποῖός τις ὁ δεῖνα, ἀλλὰ Μουσωνίου φίλον ἀκούσαντα ὅτι καλὸς κἀγαθὸς ἦν εἰδέναι. Ὅτι συνηρτῆσθαι τοῦ πολέμου δοκοῦντος Μουσώνιος ἵππον ἐπιβὰς ἐξῄει τῶν Σάρδεων. καὶ ὁ Θεόδωρος τὸν συγγραφέα μεταπεμψάμενος ἐδάκρυσε τὴν ἔξοδον, καὶ ἀνδρὶ τἄλλα γε ἀτεράμονι καὶ ἀτέγκτῳ δάκρυα κατεχεῖτο τῶν παρειῶν ἀκρατέστερον. Ὅτι τὸ ἐς Μουσώνιον ἐπίγραμμα τὸ παρὰ Θεοδώρου τοιοῦτόν ἐστιν· ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δ’ Ἀχιλλεύς, ἔνθα δὲ Πάτροκλος θεόφιν μήστωρ ἀτάλαντος, ἔνθα δ’ ἐπὶ τρισσοῖσι πανείκελος ἡρώεσσι ψυχὴν καὶ βιότοιο τέλος Μουσώνιος ἥρως.
1 242 [5] Ὅτι οἱ Ῥωμαῖοι κατεκόπησαν παρὰ Ἰσαύρων, καὶ τούτῳ ὥσπερ δράματι μεγάλῳ καὶ τραχεῖ τὸ κατὰ Μουσώνιον ἐπεισόδιον οὐκ ἔλαττον ὁ δαίμων ἐπήνεγκεν. ἐνταῦθά που τῆς συγγραφῆς ἀφώρισται τὸ πραχθέν, ὅτι τοῖς χρόνοις παρέτεινε καὶ συγκατέστρεψεν ἐπὶ τὰ προειρημένα, ὥστε τοῖς καιροῖς μὴ πολὺ παραλλάττειν ἐς τὸ τέλος τὴν γραφήν. [Exc. de sentent. (cod. p. 283) p. 270—271 Mai., 76—77 Niebuhr. Ex postremis quaedam citat Suidas v. δρᾶμα et ἐπεισόδιον.] Ὅτι ὁ βασιλεὺς Οὐάλης κατὰ τὸν καιρὸν ἡνίκα οἱ Σκύθαι τὴν Μακεδονίαν ἐπέτρεχον παρελθὼν ἐς τὴν πόλιν τὰς πανταχόθεν δυνάμεις συνήγειρεν, ὡς μέγα τι καὶ παράδοξον ἐργασόμενος. ὅσον δὲ παιδεία [ἡ διὰ] ἀναγνώσεως ἰσχύει πρὸς τοὺς πολέμους καὶ ἡ διὰ τῆς ἱστορίας ἀκριβὴς θεωρία πρὸς ἄμαχόν τινα καὶ γραμμικὴν ἔκβασιν τελευτῶσι καὶ συνηναγκασμένην καὶ τότε ὁ χρόνος ἀπέδειξεν. πολλῶν γὰρ ἐπὶ πολλοῖς μαρτυρούντων, καὶ τῆς πείρας πόρρωθεν βοώσης ὅτι οὔτε πολλοῖς οὔτε ὀλίγοις μάχεσθαι προσῆκεν ἀπεγνωκόσιν ἑαυτῶν καὶ πρὸς κίνδυνον ἑτοίμως ἔχουσιν, ἀλλ’ ὅτι τοιαῦτα στρατόπεδα καταλύειν συμφέρει χρονοτριβοῦντα τὸν πόλεμον καὶ περικόπτοντα τὰς ἀφορμὰς τῶν ἐπιτηδείων, ὅπως ὑφ’ ἑαυτῶν πολεμοῖντο δι’ ἔνδειαν πολλοὶ τυγχάνοντες, καὶ μὴ πρὸς τύχην ἀποκινδυνεύωσιν, ἀλλ’ ἐν ἀπόρῳ καὶ τὸ κινδυνεύειν ἔχωσιν, ἐπὶ τοῖς ἐναντίοις οὔσης τῆς ἐπιχειρήσεως· * Ὡς δὲ ἦν τοιούτων ἀρετῶν ἡ κτῆσις * —σπανιώτερον δὲ οὐδὲν ἀρετῆς ἐν βίοις διεφθαρμένοις καὶ ἀγωγαῖς ἐπὶ τὸ χεῖρον προκατειλημμέναις.
1 243 [30] [Exc. de sentent. (cod. p. 283, 284) p. 271—272 Mai., 77—78 Niebuhr.] Σεβαστιανός. οὗτος ἐπὶ Οὐάλεντος ἦν· ἐγένετο δὲ ἐπὶ τούτου ἀνδρῶν πολεμικῶν ζήτησις· εὑρέθη δὲ οὗτος ὁ ἀνὴρ πάσης ἐλπίδος κρείττων, οὐδεμιᾶς ἀρετῆς ἀποδέων· οὐδενὸς γὰρ μὴ ὅτι τῶν καθ’ αὑτὸν ἀνθρώπων [ἐλείπετο], ἀλλὰ καὶ τοῖς παλαιοῖς δίκαιος ἦν παραβάλλεσθαι, καὶ τούτων τοῖς ἄγαν εὐδοκιμοῦσιν ἐς ἅπαντας· ὅς γε φιλοπόλεμος μὲν ὢν ἥκιστα φιλοκίνδυνος ἦν, οὐ δι’ ἑαυτόν, τῶν ἀρχομένων δὲ ἕνεκεν· χρημάτων δὲ αὐτῷ πλήθους ἔμελεν, ὅσα τὸ σῶμα διὰ τῶν ὅπλων κοσμήσειν ἔμελλε· τροφὴν δὲ προῄρητο σκληρὰν καὶ τραχεῖαν καὶ ὅση καμόντι ἤρκει καὶ ὁρμωμένῳ πρὸς κάματον οὐκ ἦν κώλυμα. φιλοστρατιώτης δὲ ὢν διαφερόντως στρατιώταις οὐκ ἐχαρίζετο, ἀλλὰ πᾶσάν τε ἀφῄρει πλεονεξίαν τὴν ἀπὸ τῶν οἰκείων, καὶ τὸ ἁρπακτικὸν ἐπὶ τοὺς πολεμίους ἔτρεπεν· ἐκόλαζε δὲ ἰσχυρῶς τοὺς παραβαίνοντας ταῦτα, καὶ τοῖς πειθομένοις ἐς τὸ εἶναι (?) συνηγωνίζετο· ἁπλῶς δὲ εἰπεῖν, ὑπόδειγμα καὶ χαρακτῆρα παρεῖχεν ἑαυτὸν ἀρετῆς· γεγονὼς δὲ ἐπὶ μεγάλαις καὶ λαμπραῖς στρατηγίαις, ὥσπερ ὁ Ῥοδίων κολοσσός, διὰ μέγεθος καταπληκτικὸς ὤν, οὐκ ἔστιν ἐράσμιος, κἀκεῖνος διὰ τὸ ἀφιλοχρήματον θαυμαστὸς ὢν οὐκ ἔσχε χάριν· προσκεκρουκὼς δὲ διὰ γνώμης ὀρθότητα τοῖς κατακοιμισταῖς εὐνούχοις τῶν βασιλέων, εὔκολος ὢν διὰ πενίαν καὶ κοῦφος ἐς μετανάστασιν, διεδέχθη τῆς στρατηγίας. [Suidas.] Ὅτι Σεβαστιανὸς τὴν ἡγεμονίαν παρὰ τοῦ βασιλέως Οὐάλεντος εἰληφὼς παρὰ τὴν πάντων ὑπόνοιαν δισχιλίους ᾔτησεν ὁπλίτας.
1 244 [30] τὴν δὲ ἐξουσίαν τῆς αἱρέσεως αὐτὸς ἐπιτραπείς, τοῦ βασιλέως καὶ χάριν προσομολογήσαντος, ὅτι κινδυνεύσει περὶ δισχιλίους, εἶτα ἐρομένου τὴν αἰτίαν, δι’ ἣν ὀλίγους αἰτοίη, τὰ λοιπὰ ὁ Σεβαστιανὸς ἔφη τὸν πόλεμον εὑρήσειν· τοῖς γὰρ εὖ πράττουσι πολλοὺς προσθήσεσθαι· πλῆθος δὲ μετακαλεῖν ἐξ ἀναγωγίας δύσκολον· ὀλίγων δὲ ἀρχομένων ἐς τὸ καλὸν μεταπλασθέντων, καὶ τῆς ἀγωγῆς ἐπιτυγχανούσης, τοὺς κατὰ μικρὸν προσιόντας ῥᾷον ἐπὶ τὸ κρεῖττον ἐνταθήσεσθαι. [Exc. de sentent. (cod. p. 284) p. 272—273 Mai., 78 Niebuhr. Suidae locum Eunapio vindicavit Valesius ad Ammian. XXXI, 11. Nonnulla ex eo iterum affert Suidas vv. κολοσσὸς et προσκεκρουκώς.] ΘΕΟΔΟΣΙΟΣ. Ὁ δὲ βασιλεὺς Θεοδόσιος, παραλαβὼν τοσαύτην ἀρχὴν καὶ βασιλείαν, συνεμαρτύρησε τοῖς παλαιοῖς ἡλίκον ἐστὶ κακὸν ἐξουσία καὶ ὅτι πρὸς τὰ πάντα στεγανόν τε καὶ μόνιμον πλὴν εὐτυχίας ἄνθρωπος. οὐ γὰρ ἔφθασε παρελθὼν ἐπὶ τὴν ἀρχήν, καὶ καθάπερ μειράκιον νεόπλουτον πατρὸς ἐπὶ χρόνῳ πολλὰ χρήματα σεσωρευκότος διὰ σωφροσύνην καὶ φειδώ, ἀθρόως κυριεῦσαν τῶν πραγμάτων σφοδρόν τινα καὶ παντοῖον ὄλεθρον κατὰ τῶν εὑρεθέντων μαίνεται, οὕτω καὶ τότε ἦν ὁρῶντα ἐπισκοπεῖν ὥσπερ ἐκ περιωπῆς, τόν γε ἔμφρονα, μηδένα τρόπον ἀμελούμενον κακίας καὶ ἀκολασίας ἐς τὴν κοινὴν τῶν πραγμάτων διαφθοράν. Ἀπορία γὰρ πρὸς ἐσφορὰς ἀκίνδυνον. [Exc. de sentent. (cod. p. 284) p. 272—273 Mai., 78—79 Niebuhr.] [Καὶ Θεοδόσιος ὁ βασιλεὺς ἐκμελὴς ἦν καὶ πάσῃ ῥᾳθυμίᾳ ἐκκείμενος.
1 245 [30] Suidas v. ἐκμελές.] Verba Eunapii agnoscit Boissonadus. Idem ad rerum statum, qui Theodosii temporibus erat, spectare censet sequentia apud Suidam: Σιρομάστης, σκεῦός τι σιδηροῦν, λαβὴν ξυλίνην ἔχον παρὰ τοῖς τελώναις εἰς ἔρευναν. Εὐνάπιος· “ὥστε ὁ σιρομάστης μᾶλλον εὐδοκίμει τοῦ δόρατος.” Ῥύμη, ὁρμὴ βιαία. Εὐνάπιος· “τοσαύτη τις ἦν πρὸς τὸ ἀσελγέστερον ῥύμη τε καὶ φορὰ ὥστε οἱ ἄρχοντες τῶν πολεμίων ἦσαν πολεμιώτεροι.” Conf. Zosim. IV, 29, 3: Οἱ τὰς πόλεις οἰκοῦντες πενίᾳ τε καὶ ἀρχόντων κακίᾳ τρυχόμενοι δυστυχῆ καὶ οἴκτιστον ἔτριβον βίον κτλ. Ἐπέκλυσεν, ἐκαθάρισεν ἢ ἀντὶ τοῦ ἐπέρρευσε. “τοσαῦτα καὶ τοιαῦτα ἐπέκλυσε κακὰ ὥστε χρυσὸς ἦν καὶ λευκή τις ἡμέρα κρατῆσαι τοὺς βαρβάρους.” Eunapii esse coniiciunt Hemsterhusius ad Luciani Necyom. 4 et Boissonadus.] Ὅτι οἱ Νικοπολῖται τῶν ἄλλων Θρᾳκῶν κατεγέλασαν, οἳ τῷ φόβῳ τῆς βασιλείας τὰ δεινὰ ἔπασχον, τὸ μὲν βοηθῆσον ἀεὶ δι’ ἐλπίδος λεπτῆς εἰκάζοντες, τὸ δὲ τῶν κινδύνων ἐνεστηκὸς πείρᾳ καὶ ὄψει διὰ μαλακίαν ὑπομένοντες. οὔτε γοῦν αὐτοὶ φρουράν τινα στρατιωτικὴν πεμφθήσεσθαι προσεδόκησαν οὔτε ἐν ἑτέροις ἔθεντο τὴν σωτηρίαν, ἀλλὰ τῶν μὴ δυναμένων ἑαυτοῖς ἀμύνειν περιφρονήσαντες ἐς ἐλευθερίαν ἐπικίνδυνον ἀπέστησαν. Ὅτι ἐπὶ Θεοδοσίου οἱ βάρβαροι τὴν Θρᾴκην ἐδῄωσαν κατὰ μικρόν. [Exc. de sentent. (cod. p. 284) p. 274 Mai., 79 Niebuhr.] Πολὺ διεστῶτας ἀλλήλων χωρεῖν ἐκέλευεν, ὅπως μὴ δουποίη τὰ ὅπλα, μήτε τῷ παραστάτῃ θλιβόμενα μήτε τῷ φέροντι διὰ τὸν συνωθισμὸν περικτυπούμενα.
1 246 [30] [Suidas v. παραστάτης.] Ὁ δὲ φέρων γράμματα ἐν χαλκῷ, στέατι περιπεπλασμένα, καθεὶς ἐν πήρᾳ, ἐπιθεὶς δὲ καὶ ἄλλους ἄρτους ὁμοίως (καὶ ἄρτους ὁμοίους Casaubonus), ὡς μή τινα γνῶναι τὸ ἀπόρρητον. [Suidas v. στέατα. Ad eundem locum spectare videntur quae Suidas habet v. καθείς, ἐμβαλών, χαλάσας. “καθείς τε τὴν χεῖρα ἐς τὴν πήραν ἀναιρεῖται τὴν ἐπιστολήν.”] Ἀβρογάστης, Φράγγος, ὃς κατὰ ἀλκὴν σώματος καὶ θυμοῦ τραχύτητα φλογοειδὴς ἦν, δευτεραγωνιστὴς τυγχάνων Βαύδωνος. ἄλλως τε ἦν καὶ πρὸς σωφροσύνην πεπηγώς τε καὶ διηρθρωμένος, καὶ πρὸς χρήματα πόλεμον πολεμῶν ἄσπονδον. διέφερε γοῦν τῶν εὐτελῶν στρατιωτῶν ὅσον γε ἐς πλοῦτον οὐδέν· καὶ διὰ τοῦτο ἐδόκει τῷ βασιλεῖ Θεοδοσίῳ χρήσιμος, ὅς γε πρὸς τὸν Οὐαλεντινιανοῦ τρόπον, ἀρρενωπὸν ὄντα καὶ δίκαιον, καὶ τὸ παρ’ ἑαυτοῦ βάρος ἐπετίθει, καθάπερ ὀρθὸν καὶ ἀστραβῆ τινα κανόνα τοῖς βασιλείοις, πρὸς τὸ μηδὲν τῶν περὶ τὴν αὐλὴν παραβλάπτεσθαι ἢ ἁμαρτάνεσθαι. [Suidas. „Eustathius Il. p. 513, 20 locum hunc (Ἀβρ. —φλογοειδὴς ἦν) de Abrogasto, quem Ἀβρογάστην vocat, ex Suida, ut opinor, αὐτολεξεὶ descripsit.“ Kuster. Partem affert Zonaras. Eunapio vindicavit Boissonadus.] Τοιοῦτον δέ τι ἱστόρηται γενέσθαι κατὰ τὴν Νέρωνος βασιλείαν, ἀλλὰ περὶ μίαν πόλιν. φασὶ γὰρ τραγῳδόν τινα διὰ τὴν Νέρωνος ἐς ταῦτα φιλοτιμίαν ἐκπεσόντα τῆς Ῥώμης εἶτα πλανᾶσθαι, δόξαν αὐτῷ καὶ τὸ τῆς φωνῆς πλεονέκτημα πρὸς ἀνθρώπους ἡμιβαρβάρους ἐπιδεικνύναι, καὶ παρελθεῖν ἐς ταύτην (Ἵσπαλιν Bernays.
1 247 [30] ) μεγάλην πόλιν καὶ πολυάνθρωπον, συναγεῖραί τε αὐτοὺς ἐς θέατρον. καὶ συνελθόντων τὴν μὲν πρώτην ἡμέραν σφαλῆναι τῆς ἐπιδείξεως· οὐδὲ γὰρ τὴν ὄψιν ὑπομείναντας τοὺς θεατάς, ἅτε ἄρτι καὶ πρῶτον ἑορακότας, φεύγειν θλιβομένους περὶ ἀλλήλοις καὶ πατουμένους. ὡς δὲ ὁ τραγῳδὸς ἰδίᾳ τοὺς πρώτους αὐτῶν ἀπολαβὼν τήν τε τοῦ προσωπείου φύσιν ἐδείκνυ καὶ τοὺς ὀκρίβαντας, ὑφ’ ὧν τὸ μέγεθος ἐς ὕψος παρατείνεται, καὶ συνέπειθεν οὕτως ἀνασχέσθαι καὶ τλῆναι τὴν ὄψιν, τότε παρελθὼν ἐς ἀνθρώπους καὶ ὣς μόλις ὑφισταμένους τὴν θέαν, τὸ μὲν πρῶτον ἐπιεικῶς καὶ μετρίως τῆς φωνῆς αὐτοὺς διέγευσε καὶ τοῦ μέλους· Εὐριπίδου δὲ τὴν Ἀνδρομέδαν ὑπεκρίνετο· προϊὼν δὲ σφοδρότερόν τε ἤχησε καὶ ὑφῆκεν αὖθις, εἶτα ἐπήγαγεν ἁρμονίαν σύντονον, ἐπὶ ταύτῃ δὲ πάλιν ἐς τὴν γλυκεῖαν περιήνεγκεν. ὥρα δὲ ἦν θέρους ὅ,τιπερ ἀκμαιότατον καὶ τὸ θέατρον κατείχετο. καὶ ὁ τραγῳδὸς ἀναπαυσαμένους ἠξίου σφᾶς φοιτᾶν ἐπὶ τὴν ἀκρόασιν περὶ λήγουσαν καὶ ἀποψύχουσαν ἡμέραν· οἱ δὲ πρὸ ποδῶν πεσόντες καὶ καλινδούμενοι πάσας ἠφίεσαν φωνὰς μήποτε αὐτοὺς ἀποστερῆσαι τοιαύτης μακαριότητος καὶ ἡδονῆς. ἐνταῦθα ὁ τραγῳδὸς ἀφεὶς ἑαυτὸν ἐπὶ τὴν σκηνὴν καὶ τὸ πάθος, —καίτοι γε τὰ πλεῖστα περιῄρητο τῆς τραγῳδίας πρὸς ἀνθρώπους ἀξυνέτους, ὄγκος τε καὶ βαρύτης λέξεων καὶ τὸ περὶ ταῦτα εἶδος καὶ ἡ τοῦ μέτρου χάρις τό τε τῶν ἠθῶν ἐναργές, ὀξύτατόν τε καὶ ἐπιφορώτατον ἐς ἀκοῆς κίνησιν, καὶ πρὸς τούτοις τὸ γιγνώσκεσθαι τὴν ὑπόθεσιν, —ἀλλ’ ὅμως τούτων ἁπάντων γεγυμνωμένος ἐς τοσόνδε τῇ τε εὐφωνίᾳ καὶ τῷ μέλει μόνῳ κατεκράτησεν ὥστε οἱ μὲν ἀνεχώρουν προσκυνοῦντες ὡς θεὸν καὶ τὰ ἐξαίρετα τῶν παρὰ σφίσιν αὐτοῖς δῶρα ἐκόμιζον, καὶ τὸν πλοῦτον ὁ τραγῳδὸς ἐβαρύνετο.
1 248 [5] μετὰ δὲ τὴν ἑβδόμην τῆς ἐπιδείξεως ἡμέραν νόσημα κατέσκηψεν ἐς τὴν πόλιν, καὶ πάντες οὐ τὰς λέξεις σαφῶς, ἀλλὰ τὸ μέλος, ὡς ἕκαστος εἶχε δυνάμεως καὶ φύσεως, ἐκβοῶντες, καὶ διαρροίας ἀκρατοῦς ἅμα ἐπιπεσούσης ἐν τοῖς στενωποῖς παρεθέντες ἔκειντο, κακῶς ὑπὸ τῆς Ἀνδρομέδας ἐπιτριβόμενοι, καὶ ἐχηρώθη ἀνδρῶν τε καὶ γυναικῶν ἡ πόλις, ὥστε ἐκ τῶν προσοίκων ἐποικισθῆναι. ἀλλ’ ἐπ’ ἐκείνων μὲν εὐφωνίαν τε ἦν αἰτιάσασθαι καὶ ἀέρος ὑπερβάλλουσαν θερμότητα, ἣ τὸ μέλος διὰ τῆς ἀκοῆς ἐπὶ τὰ κύρια τῶν ψυχικῶν ὀργάνων συνέτηξε καὶ διέκαυσεν· ἐπὶ δὲ τῶν καθ’ ἡμᾶς ἀνθρώπων αἱ μὲν αἰτίαι τοῦ πάθους εὐθεώρητοι· περὶ τὰ ἔντερα γὰρ ἦσαν ἅπασαι καὶ ὑπὸ γαστέρα· τὸ δὲ καί τινας τῶν οὐκ ἀνοήτων πρὸς τοῦτο ὠλισθηκέναι οὐκ ἐς φυσικὴν ἄν τις εἰκότως, ἀλλ’ ἐς θειοτέραν ἀνενέγκοι κίνησιν, ποινηλατεῖσθαι σαφῶς τὸ ἀνθρώπινον. [Exc. de sentent. (cod. p. 127, 128) p. 274 Mai., 79—82 Niebuhr.] Φυλαὶ μὲν γὰρ τῶν πολεμίων τὴν ἀρχὴν διεβεβήκεσαν ἄπειροι, καὶ πλείους ἐπιδιέβαινον, οὐδενὸς κωλύοντος· ἀλλ’ ἐν τοσούτοις κακοῖς κέρδος αὐτοῖς ἐδόκει γνήσιον τὸ δωροδοκεῖσθαι παρὰ τῶν πολεμίων εἶχε δὲ ἑκάστη φυλὴ ἱερά τε οἴκοθεν τὰ πάτρια συνεφελκομένη καὶ ἱερέας τούτων καὶ ἱερείας· ἀλλὰ στεγανή τις ἦν λίαν καὶ ἀδαμάντινος ἡ περὶ ταῦτα σιωπὴ καὶ τῶν ἀπορρήτων ἐχεμυθία, ἡ δὲ ἐς τὸ φανερὸν προσποίησις καὶ πλάσις ἐς τὴν τῶν πολεμίων ἀπάτην διηρτυμένη. καί τινας ὡς ἐπισκόπους αὐτῶν ἐς τὸ θαυμαζόμενον σχῆμα καταστολίσαντες καὶ περικρύψαντες, καὶ πολλῆς αὐτοῖς τῆς ἀλώπεκος ἐπιχέαντες, ἐς τὸ μέσον προηφίεσαν, πανταχοῦ τὸ ἀφύλακτον διὰ τῶν καταφρονουμένων ὅρκων παρ’ ἐκείνοις, παρὰ δὲ τοῖς βασιλεῦσι σφόδρα φυλαττομένων, ὑποτρέχοντες καὶ κατασκευάζοντες.
1 249 [30] ἦν δὲ καὶ τῶν καλουμένων μοναχῶν παρ’ αὐτοῖς γένος, κατὰ μίμησιν τῶν παρὰ τοῖς πολεμίοις ἐπιτετηδευμένον, οὐδὲν ἐχούσης τῆς μιμήσεως πραγματῶδες καὶ δύσκολον, ἀλλὰ ἐξήρκει φαιὰ ἱμάτια σύρουσι καὶ χιτώνια πονηροῖς τε εἶναι καὶ πιστεύεσθαι. καὶ τοῦτο ὀξέως συνεῖδον οἱ βάρβαροι τὸ θαυμαζόμενον παρὰ τοῖς Ῥωμαίοις ῥᾳδίως ἐς παραγωγὴν ἐπιτηδεύσαντες· ἐπεὶ τά γε ἄλλα μετὰ βαθύτητος καὶ σκέπης ὅτι μάλιστα στεγανωτάτης τῶν ἀπορρήτων τὰ παρὰ σφίσιν ἱερὰ γεννικῶς τε καὶ ἀδόλως φυλάττοντες [διετέλουν addit Nieb.]. οὕτω δὲ ἐχόντων τούτων, ὅμως ἐς τοσαύτην ἄνοιαν ἐξεπεπτώκεσαν ὥστε συμπεπεῖσθαι σαφῶς καὶ ἀμάχως τοὺς δοκοῦντας νοῦν ἔχειν ὅτι Χριστιανοί τέ εἰσι καὶ πάσαις ταῖς τελεταῖς ἀνέχοντες. [Exc. de sentent. (cod. p. 128, 319) p. 277—278 Mai., 82—83 Niebuhr.] Ὅτι ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἐς τοῦτο ἤδη συνέπεσεν ἅπαντα καὶ περιηνέχθη κατά τινα βίαν ἀπαραίτητον καὶ ἀνάγκην ἀνυπόστατον καὶ θεήλατον ὡς καὶ τὸ τῶν ὄνων γένος, μὴ ὅτι τῶν ἵππων, ἀλλὰ καὶ τῶν ἐλεφάντων γενέσθαι τιμιώτερον. ὁ μὲν οὖν Μακεδὼν Φίλιππος ἀναζευγνύναι μέλλων περὶ ἑσπέραν ἥδη, εἶτα πυθόμενος ὡς οὐ δυνατόν, εἰπόντων τῶν κωλυόντων χιλὸν οὐχ ὑπάρχειν ἱκανὸν τοῖς ὑποζυγίοις, ἀνέζευξε τοῦτ’ εἰπών, ὡς οὐδὲν βασιλέως ἀτυχέστερον, ὃς καὶ πρὸς τὸν τῶν ὄνων καιρὸν ζῆν ἀναγκάζεται. ὁ δὲ καθ’ ἡμᾶς χρόνος ἐκινδύνευσεν ὄντως ἐπὶ τοῖς ὄνοις σαλεύειν.
1 250 [30] [Exc. de sentent. (cod. p. 319) p. 279 Mai., 83 Niebuhr.] Τοῦ βασιλέως Γρατιανοῦ τὰ μὲν καθ’ ἕκαστον καὶ οἷός τις ἦν οὔτε δυνατὸν ἦν περιεργάζεσθαι· τὰ γὰρ ἐν τοῖς βασιλείοις ἐπικρύπτεται καὶ μάλα στεγανῶς· οὔτε πολυπραγμονοῦσι συμμαθεῖν· τὰ γὰρ ἀπαγγελλόμενα παρ’ ἑκάστου, πολλὰς καὶ πολυμόρφους τὰς διαφορὰς ἔχοντα, μόνην τὴν ἀλήθειαν ὥσπερ τινὰ θησαυρὸν ἀπόρρητον οὐ διεγύμνου καὶ ἀπεκάλυπτεν. ὥσπερ οὖν τοῖς γράφουσι τὰς εἰκόνας καὶ τὸ δοθὲν παράδειγμα χαρακτηρίζουσιν ἐπιτείνει τὴν περὶ τὸ πρόσωπον ὁμοιότητα μικρά τινα τῶν ὑποκειμένων συμβόλων, καὶ ἢ ῥυτὶς ἐπὶ τοῦ μετώπου διακεχαραγμένη ἤ τις ἴονθος παρανατέλλων παρὰ τὸ γένειον ἢ τοιοῦτό τι μικρὸν καὶ παρημελημένον τῶν κατὰ τὴν ὄψιν, ὃ παροφθὲν μὲν οὐχ ὑπογράφει τὸ εἶδος, ἀκριβωθὲν δὲ μόνον αἴτιον τῆς ὁμοιότητος γίγνεται, οὕτως ἔξεστι καὶ ἐπὶ τοῦδε τοῦ βασιλέως συλλαμβάνειν οἷός τις ἦν, νέος τε ὢν καὶ ἐν ἐξουσίᾳ βασιλικῇ τραφεὶς ἐκ παιδὸς καὶ μὴ μεμαθηκὼς οἷον τὸ ἄρχον καὶ οἷον τὸ ἀρχόμενον· τοῦτο γὰρ μάλιστα διαφαίνει τὸ τῆς φύσεως μέγεθος, ὅταν τὴν προτεθεῖσαν ἀγωγὴν καὶ συνήθειαν ἡ φύσις ἐπὶ τὸ κρεῖττον ἐξώσῃ καὶ βιάσηται. ἔξεστι δὲ μαθεῖν ἐκ τῶν ὑποκειμένων παραδειγμάτων, ἐς ἃ συνωμολόγουν ἅπαντες καὶ ἀντέλεγεν οὐδὲ εἷς τῶν ληρεῖν συνειθισμένων καὶ τὸν κοινὸν φλήναφον ἠσκηκότων. [Exc. de sentent. (cod. p. 319) p. 279—280 Mai., 83—84 Niebuhr.] Ὅτι ἐπὶ Θεοδοσίου τοῦ Μαξίμου στασιάσαντος καὶ βαρβάρων κατὰ Ῥωμαίων ἐκστρατευσάντων φήμη κατέσχε τοὺς βαρβάρους ὡς οἱ Ῥωμαῖοι στρατὸν ὅτι πλεῖστον συλλέγουσι.
1 251 [5] καὶ συλλογισάμενοι τὸ δεινὸν οἱ βάρβαροι ἐπὶ τὸ σύνηθες ἀνέδραμον σόφισμα, καὶ κατέδυσαν ἐπὶ τὰς Μακεδονικὰς λίμνας. καὶ συμφανές γε ἅπασι κατέστη ὡς ἡ Ῥωμαίων βασιλεία, τρυφὴν μὲν ἀρνουμένη, πόλεμον δὲ αἱρουμένη, οὐδὲν ἀφίησι τῆς γῆς τὸ ἀνήκοον καὶ ἀδούλωτον. ἀλλὰ δεινόν γέ τι χρῆμα ταῖς τῶν ἀνθρώπων φύσεσιν ὁ θεὸς ἐγκατέμιξεν, ὥσπερ τοῖς ὀστακοῖς τὴν ἐπικίνδυνον χολὴν καὶ τοῖς ῥόδοις τὰς ἀκάνθας, οὕτω ταῖς ἐξουσίαις συγκατασπείρας τὴν ἡδονὴν καὶ ῥᾳθυμίαν, δι’ ἥν, πάντα ἐξὸν ἐς μίαν μεταστῆσαι πολιτείαν καὶ συναρμόσαι τὸ ἀνθρώπινον, αἱ βασιλεῖαι τὸ θνητὸν σκοποῦσαι πρὸς τὸ ἡδὺ καταφέρονται, τὸ τῆς δόξης ἀθάνατον οὐκ ἐξετάζουσαι καὶ παρεκλέγουσαι. [Exc. de sentent. (cod. p. 319, 320) p. 280—281 Mai., 84 —85 Niebuhr. Conf. Eunapii epitomen in Zosimi IV, 45, 4 seqq.]. Ὅτι ὀλισθηρόν, ὡς ἔοικε, καὶ σφαλερώτερον ἄνθρωπος πρὸς τιμὴν ἢ συμφοράν. θεραπεύσαντες γὰρ τὸν Τατιανὸν οἱ περὶ τὸν βασιλέα Θεοδόσιον, τιμάς τε ὑπερφυεῖς ἐκ τοῦ βασιλέως καὶ μεταγνώσεις ἐπὶ τοῖς γεγενημένοις ἐνσπόνδους ποιησάμενοι, καὶ περὶ τῶν μελλόντων οὐρανομήκεις ἐλπίδας ὑποσπείραντες, τοῦτον παρέπεισαν ἀγαγεῖν τὸν υἱὸν αὑτοῦ Πρόκλον τοὔνομα· ὃν ἐς τὸ δεσμωτήριον συνέκλεισαν, καὶ τὸν Τατιανὸν ἐπὶ Λυκίας ἀπέπεμψαν τοῦ παιδὸς χηρώσαντες. [Exc. de sentent. (cod. p. 320) p. 281 Mai., 85 Niebuhr.] Ὅτι ἐπὶ Θεοδοσίου τοὺς πρώτους χρόνους τῆς βασιλείας τὸ τῶν Σκυθῶν ἔθνος ἐξελαυνόμενοι τῆς χώρας ὑπὸ τῶν Οὔννων διεβεβήκεσαν τῶν φυλῶν ἡγεμόνες, ἀξιώματι καὶ γένει προήκοντες. οὗτοι ταῖς τιμαῖς τοῦ βασιλέως ἐξωγκωμένοι καὶ πάντα ἐφ’ ἑαυτοῖς ὁρῶντες κείμενα, στάσιν ἐν ἀλλήλοις οὐ μικρὰν ἤγειραν, οἱ μὲν ἀγαπᾶν καὶ δέχεσθαι τὴν παροῦσαν εὐδαιμονίαν κελεύοντες, οἱ δὲ τὸν οἴκοι γεγονότα φυλάττειν ὅρκον αὐτοῖς καὶ μὴ παραβαίνειν ἐκείνας τὰς συνθήκας.
1 252 [30] αὗται δὲ ἦσαν ἀσεβέσταται καὶ βαρβαρικὸν ἦθος ἐς ὠμότητα παρατρέχουσαι, παντὶ τρόπῳ Ῥωμαίοις ἐπιβουλεύειν καὶ πάσῃ μηχανῇ καὶ δόλῳ τοὺς ὑποδεξαμένους ἀδικεῖν, κἂν τὰ μέγιστα ὑπ’ αὐτῶν εὖ πάσχωσιν, ὡς ἂν τῆς ἐκείνων ἁπάσης χώρας ἐγκρατεῖς γένωνται. περὶ τούτου μὲν οὖν ἦν αὐτοῖς ἡ στάσις, καὶ διανεμηθέντες ἀπερράγησαν, οἱ μὲν τὰ χείρω προθέμενοι τῆς βουλῆς, οἱ δὲ τὰ εὐσεβέστερα, ἐπικρύπτοντες δὲ ἑκατέρα στάσις τὴν πρόφασιν τῆς ὀργῆς ὅμως. καὶ ὁ βασιλεὺς τιμῶν οὐκ ἔληγεν, ἀλλ’ ὁμοτραπέζους εἶχε καὶ ὁμοσκήνους, καὶ πολὺ τὸ φιλόδωρον ἐς αὐτοὺς ἦν· οὐδαμοῦ γὰρ ἐξεφέρετο καὶ παρεγυμνοῦτο τὰ τῆς φιλονεικίας. ἦν δὲ ἡγεμὼν τῆς μὲν θεοφιλοῦς καὶ θείας μερίδος Φράβιθος, ἀνὴρ νέος μὲν κατὰ τὴν ἡλικίαν, γεγονὼς δὲ ἐς ἀρετὴν καὶ ἀλήθειαν ἁπάντων ἀνθρώπων κάλλιστος. θεούς τε γὰρ ὡμολόγει θεραπεύειν κατὰ τὸν ἀρχαῖον τρόπον καὶ οὐδεμίαν ὑπέστη πλάσιν ἐς ἀπάτην καὶ διάκρουσιν, ἀλλὰ γυμνὴν καὶ καθαρὰν διέφαινε τὴν ψυχὴν ἐπὶ τοῦ βίου, ἐχθρὸν ὑπολαμβάνων ὁμῶς Ἀΐδαο πύλῃσιν ὅς χ’ ἕτερον μὲν κεύθῃ ἐνὶ φρεσίν, ἄλλο δὲ εἴπῃ. γυναῖκα οὖν ᾔτησε Ῥωμαίαν εὐθύς, ἵνα μηδὲν ὑβρίζῃ διὰ σώματος ἀνάγκην. καὶ ὁ βασιλεὺς ἐπέτρεψε τὸν γάμον, καὶ ὁ πατὴρ τῆς κόρης, ἐτρέφετο γὰρ ὑπὸ πατρί, καὶ τὸ πρᾶγμα ἐθαύμασε, μακάριον ἑαυτὸν ὑπολαμβάνων, εἰ τοιοῦτον ἕξει γαμβρόν.
1 253 [30] τῶν μὲν οὖν ὁμοφύλων ὀλίγοι τινὲς τὴν εὐσέβειαν καὶ ἀρετὴν ἀγασθέντες τοῦ νεανίσκου πρὸς τὴν ἐκείνου γνώμην ἐχώρησαν καὶ συνειστήκεσαν, οἱ δὲ πολλοὶ καὶ δυνατώτεροι τῶν δεδογμένων ἐξ ἀρχῆς ἀπρὶξ εἴχοντο, καὶ πρὸς τὴν ὠδῖνα τῆς ἐπιβουλῆς σφαδᾴζοντες ἐμεμήνεσαν· ὧν ἦρχεν Ἐρίουλφος, ἀνὴρ ἡμιμανὴς καὶ τῶν ἄλλων λυττωδέστερος. συμποσίου δὲ προτεθέντος αὐτοῖς παρὰ τοῦ βασιλέως ἁδροτέρου καὶ πολυτελεστέρου, τὴν παροιμίαν ἀποδείξαντες ἀληθῆ τὴν λέγουσαν “οἶνος καὶ ἀλήθεια,” τοῦ Διονύσου καὶ τότε ῥήξαντος αὐτοῖς παρὰ πότον τὴν ἐπικρυπτομένην στάσιν, διαλύεται μὲν τὸ συμπόσιον ἀτάκτως καὶ διὰ θυρῶν ἐχώρουν τεθορυβημένοι καὶ παρακεκινηκότες· ὁ δὲ Φράβιθος δι’ ἀρετῆς ὑπερβολὴν τὸ καλὸν καὶ δίκαιον κάλλιον ἅμα καὶ θεοφιλέστερον ὀφθήσεσθαι νομίζων, εἰ προσθείη τάχος, οὐ περιμείνας ἕτερον καιρόν, ἀλλὰ σπασάμενος τὸ ξίφος τῆς πλευρᾶς Ἐριούλφου διήλασε. καὶ ὁ μὲν ἔκειτο πεσών, ὀνειροπολήσας τὴν ἄδικον ἐπιβουλήν· οἱ δὲ *** [Exc. de legat. p. 21—22 Par., 52—54 Niebuhr.] Συμποσίου δὲ προτεθέντος αὐτοῖς παρὰ τοῦ βασιλέως ἁδροτέρου καὶ πολυτελεστέρου, τὴν παροιμίαν ἀπέδειξαν ἀληθινὴν τὴν λέγουσαν· “οἶνος καὶ ἀλήθεια τοῦ Διονύσου.” διὸ καὶ τὸν θεὸν εἰκότως Λυαῖον καλοῦσιν, ὡς οὐ μόνον διαλύοντα τὰς λύπας, ἀλλὰ καὶ τὸ στεγανὸν τῶν ἀπορρήτων διαχέοντα καὶ διακαλύπτοντα. καὶ τότε ῥήξαντος αὐτοῖς παρὰ πότον τὴν βουλήν, διαλύεται τὸ συμπόσιον ἀτάκτως. [Exc. de sentent. (cod. p. 320) p. 281 Mai., 85—86 Niebuhr.] Ἐπ’ ἤματι, ἐν μιᾷ ἡμέρᾳ. “ὁ δὲ Θεοδόσιος τὴν βασίλισσαν θανοῦσαν ἐπ’ ἤματι σχεδόν τι ἐδάκρυσεν.
1 254 [30] ἀνάγκη γὰρ καὶ ὁ προκείμενος πόλεμος (contra Eugenium) συνεσκίαζεν αὐτῷ τὸ περὶ τὴν γυναῖκα πάθος.” [Suidas.] ΑΡΚΑΔΙΟΣ ΚΑΙ ΟΝΩΡΙΟΣ. Ὅτι οἱ παῖδες Θεοδοσίου ἐπὶ τῆς βασιλείας αὐτοῦ ἔστησαν. εἰ δὲ τὸ ἀληθέστερον, ὅπερ ἐστὶ σκοπὸς ἱστορίας, προστιθέναι δεῖ τοῖς γεγενημένοις, τὸ μὲν ὄνομα ἦν τῶν βασιλέων, τὸ δὲ ἔργον τῶν μὲν κατὰ τὴν ἑῴαν Ῥουφίνου, τὰ δὲ ἑσπέρια Στελίχωνος ἐς ἅπασαν ἐξουσίαν· οὕτω γοῦν οἱ μὲν βασιλεῖς ἐπετάττοντο παρὰ τῶν ἐπιτροπευόντων τὰς ἀρχάς, οἱ δὲ ἐπιτροπεύοντες ἀεὶ πρὸς ἀλλήλους ἐπολέμουν ὥσπερ βασιλεύοντες, φανερῶς μὲν οὐκ ἐναντίας χεῖρας καὶ ὅπλα ἀράμενοι, κρύφα δὲ ἀπάτης καὶ δόλου μηδὲν ὑπολείποντες· διὰ γὰρ μαλακίαν καὶ ἀσθένειαν ψυχῆς τὸ διέρπον καὶ ὕπουλον τῶν μηχανημάτων αὐτοῖς ὡς ἀνδρεῖον ... [Exc. de sentent. (cod. p. 320) p. 281 —282 Mai., 86 Niebuhr.] Ῥουφῖνος. οὗτος ἐπὶ Θεοδοσίου ἦν, βαθυγνώμων ἄνθρωπος καὶ κρυψίνους. ἦσαν δὲ οὗτός τε καὶ Στελίχων ἐπίτροποι τῶν Θεοδοσίου παίδων. ἄμφω [δὲ] τὰ πάντα συνήρπαζον, ἐν τῷ πλούτῳ τὸ κράτος τιθέμενοι, καὶ οὐδεὶς εἶχεν ἴδιον οὐδέν, εἰ μὴ τούτοις ἔδοξε· δίκαι τε ἅπασαι πρὸς τούτων ἐδικάζοντο, καὶ πολὺς ἦν ὄχλος τῶν περιθεόντων, εἴ πού τινι χωρίον ὑπάρχοι παντομιγές τε καὶ εὔκαρπον· καὶ ὁ δεσπότης εὐθὺς συνήρπαστο, κατηγορίας πεπλασμένης εὐλόγου, διά τινων ὑφειμένων ἐνηδρευμένος. καὶ ὁ ἀδικούμενος ἠδικεῖτο, τοῦ ἀδικοῦντος κρίνοντος. ἐς τοῦτο (τοσοῦτον Suidas v. ἀμετροκάκου) δὲ ὁ Ῥουφῖνος ἐχώρησεν ἀμετροκάκου πλεονεξίας ὥστε καὶ ἀνδράποδα δημόσια ἀπημπόλει καὶ ὅσα δημόσια δικαστήρια Ῥουφίνῳ πάντες ἐδίκαζον.
1 255 [30] καὶ ὁ τῶν κολάκων περὶ αὐτὸν ὄχλος ἦν πολύς. οἱ δὲ κόλακες χθὲς μὲν καὶ πρῴην δεδρακότες τοῦ καπηλείου καὶ τοῦ τὰ βάθρα καλλύνειν καὶ τοὔδαφος κορεῖν, ἄρτι δὲ χλαμύδας τάς τε εὐπαρύφους ἐνδεδυκότες καὶ περόναις χρυσαῖς διαπεπερονημένοι καὶ σφραγῖσι χρυσοδέτοις διεσφιγμένοι *** . τὰ δὲ πολλὰ κατὰ Ῥουφίνου εὕροις ἐν τῇ τοῦ Σαρδιανοῦ Εὐναπίου Χρονογραφίᾳ. [Suidas. Eiusdem loci particulas Suidas exhibet vv. παντομιγές, ἀμετροκάκου, βάθρα, καλλύνων, περόνη. In brevius Eunapii locus contractus est in Exc. Ioannis Antiocheni p. 849 Vales. MÜLLERUS.] Ἀμείλικτον, ἀπηνῆ, ἀκαμπῆ. καὶ ἀμείλικτος, ἀπάνθρωπος. Εὐνάπιος· “οὕτως ἀμείλικτοι ἦσαν ἄμφω κατὰ τὴν ἀλήθειαν, καὶ τὸ ἔργον ἐχώρει περιφανέστερον.” [Suidas.] Primo Arcadii anno Alarichus per Thermopylas in Graeciam irrumpens Boeotiam et Atticam vastavit, ipsasque oppugnare aggressus est Athenas, quas tutabatur cum Achille Minerva. De his ad Historiarum suarum volumina Eunapius lectorem ablegat in Vita Maximi p. 52: ... καὶ οὐκ ἐς μακρὰν πολλῶν καὶ ἀδιηγήτων ἐπικλυσθέντων κακῶν, ὧν τὰ μὲν ἐν τοῖς διεξοδικοῖς τῆς ἱστορίας εἴρηται, τὰ δέ, ἐὰν ἐπιτρέπῃ τὸ θεῖον, λελέξεται, ὅτε Ἀλάριχος ἔχων τοὺς βαρβάρους διὰ τῶν Πυλῶν παρῆλθεν, ὥσπερ διὰ σταδίου καὶ ἱπποκρότου πεδίου τρέχων. τοιαύτας αὐτῷ τὰς πύλας ἀπέδειξε τῆς Ἑλλάδος ἥ τε τῶν τὰ φαιὰ ἱμάτια ἐχόντων ἀκωλύτως προσπαρεσελθόντων ἀσέβεια καὶ ὁ τῶν ἱεροφαντικῶν θεσμῶν παραρραγεὶς νόμος καὶ σύνδεσμος.
1 256 [30] Ubi ad hoc velim attendas, Eunapium, quum saepius in Vitis ad Historias suas lectorem ableget, adeo ut eas iam in publicum editas esse consentaneum sit, hoc loco, ubi de Alarichi temporibus sermo est, ita loqui, ut eorum memoriam tum nondum ab eo consignatam esse appareat. MÜLLERUS.] Εὐτρόπιος ὁ εὐνοῦχος, ἐπίτροπος Θεοδοσίου τοῦ βασιλέως. καί φησιν Εὐνάπιος· “ὁ μὲν γὰρ Ῥουφῖνος, ἀνήρ τε ὢν ἢ δοκῶν καὶ ἐν ἀξιώμασι γεγονὼς καὶ ποικίλαις ὁμιλήσας τύχαις, οὐ παρὰ λόγον οὐδὲ τοῦ πρέποντος ἐκτὸς ἐδόκει κατεξανίστασθαι τῆς νεωτεριζούσης ἅπαντα τύχης· ὁ δὲ θαλαμηπόλος εὐνοῦχος παραλαβὼν τὸ ἐκείνου κράτος ἐς τοσόνδε κατέσεισεν ἅπαντα καὶ κατεβρόντησεν ὥστε οὐ μόνον Ῥουφῖνος ἦν αὐτός, ἀλλ’ ὁ τοῦ μύθου Σαλμωνεὺς μικρόν τι χρῆμα πρὸς αὐτὸν ἦν. ὅς γε ὢν εὐνοῦχος ἀνὴρ εἶναι κατεβιάζετο. καὶ οἱ μὲν μῦθοί φασι τὴν Γοργόνα φανεῖσαν ἅμα τε φαίνεσθαι καὶ τοὺς ἰδόντας μεταβάλλειν ἐς λίθον· ὁ δὲ καθ’ ἡμᾶς βίος λῆρόν τινα περιττὸν καὶ φλήναφον τὸν μῦθον ἀπέδειξε.” καὶ πολὺν καταχέει διασυρμὸν ὁ ἱστορικὸς τουτουῒ τοῦ εὐνούχου, τοῦ βίου αὐτοῦ ἐπάξιον. [Suidas.] Ὁ δὲ Εὐτρόπιος καιροῦ καὶ τύχης ἀμέτρως τε καὶ χανδὸν ἀρυόμενος καὶ κατεμφορούμενος καὶ πολυπραγμονῶν, ὥστε οὐκ ἔλαθε πατὴρ παῖδα μισῶν ἢ ἀνὴρ γυναῖκα ἢ μήτηρ τέκνον, ἀλλ’ ἐξηκοντίζετο ἅπαντας πρὸς τὴν ἐκείνου γνώμην. [Suidas v. χανδόν. Eunapio locum vindicavit Maius. Pro ἐξηκοντίζετο ἅπαντας ad Thes. Stephani correxi ἐξηκοντίζοντο ἅπαντες.] Μυριέλικτος, ὁ πολλάκις ἑλίξεσι στρεφόμενος. Εὐνάπιος· “ὁ βαρὺς καὶ μυριέλικτος ἐκεῖνος ὄφις, καθάπερ ὑπὸ τῆς Μηδείας ὑποψιθυριζόμενος καὶ τὴν ψυχὴν κεκαρωμένος παρέδωκεν ἑαυτόν.
1 257 [5] ” Καρωθεὶς .. καὶ κεκαρωμένος. “ὁ δὲ τὴν καρδίαν ταῖς τιμαῖς ἤδη κεκαρωμένος παρέδωκεν ἑαυτὸν ἐς τὴν ὁδόν.” [Suidas.] Περισπειραθείς, περιπλακείς, περιελιχθείς. “ὁ δὲ εὐνοῦχος κατεκράτει τῶν βασιλείων, καὶ περισπειρασάμενος νὰς αὐλὰς συνέσφιγγεν ἅπαντα, καθάπερ τις γενναῖος ὄφις, καθελίττων ἐς τὴν ἑαυτοῦ χειάν.” περὶ Εὐτροπίου λέγει. [Suidas.] Τιμάσιος. οὗτος ἐπὶ Θεοδοσίου τοῦ βασιλέως ἦν· ὃν ὁ Εὐτρόπιος ἐπιστῆσαι τοῖς πράγμασι βουλόμενος ἐκ τῆς Ἀσίας μετακαλεῖ πρὸς τὰ βασίλεια. ὁ δὲ γαῦρός τε ἀνὴρ ὢν καὶ ἀγέρωχος καὶ στρατείαις ὡμιληκώς, καὶ τοῦτο πρῶτον ἀγαθὸν ἡγούμενος τῶν ἐν ἀνθρώποις, τιμὴν καὶ δόξαν καὶ πλοῦτον ἐπικλύζοντα, καὶ τὸ ἔχειν ἑαυτῷ ὅ,τι βούλοιτο κεχρῆσθαι καὶ ἀδεῶς, διά τε μέθην νύκτα καὶ ἡμέραν οὐκ εἰδέναι, οὔτε ἀνατέλλοντα καὶ δυόμενον καθορᾶν ἥλιον, ἴσα καὶ οὐρανοῦ εἶναι νομίσας τὴν μετάκλησιν, ἐκ τῶν ἀλύπων καὶ διακεχυμένων πρὸς ὀλιγωρίαν διατριβῶν ἀπορρήξας ἑαυτὸν καὶ κατατείνας τὴν ψυχὴν ἐς φιλοδοξίαν, βαρὺς ἀναστὰς ἐκ Παμφυλίας ἐπὶ Λυδίαν ἀνέστρεφεν, ὡς ἂν δή τις βασιλεύων ἢ τόν γε βασιλέα καὶ τὸν εὐνοῦχον κατὰ πάρεργόν τι παιδιὰν (παρ. π. τινα Suidas v. παιδιά) θησόμενος, εἰ βούλοιτο. [Suidas, qui quaedam hinc repetit vv. γαῦρος et παιδιά.] .... ρασε καθάπερ ἐξ οὐρανοῦ πρὸς τὴν γῆν διενεχθέν, καὶ κατὰ τοῦτον ἐς τὰ ἀνθρώπινα. ὁ μὲν οὖν Βάργος τὴν ἀρχὴν πιστευθεὶς παρὰ τοῦ εὐνούχου ἐξῄει μάλα φαιδρὸς καὶ γεγηθὼς ἐπὶ τὴν ἀρχήν, ὡς ἂν ἀρχὰς ὑποθησόμενος ἑαυτῷ τινας πάλιν, καὶ μετὰ πολλῶν καὶ διεφθαρμένων στρατιωτῶν, πρὸς τὸ πολεμεῖν τοῖς εὐεργέταις· τῷ γὰρ περιόντι τῆς τόλμης καὶ τῷ μεγέθει τῶν ἐγχειρουμένων πολλοὺς ἤδη περιπεφευγὼς κινδύνους, ἐς τὸ ἀκίνδυνον ἤδη πρὸς ἅπαντα καὶ λίαν εὐτυχὲς τὴν τόλμαν ἐξεβιάζετο.
1 258 [30] συνετώτερος δ’ ὢν (sc. ὁ εὐνοῦχος) κατὰ πόδας ᾔει πρὸς τὴν ἐπιβουλήν, καὶ δῆτα γυνὴ συνῴκει τῷ Βάργῳ· ταύτην διὰ καθειμένων ἀνθρώπων πάλαι πρὸς τὸν ἄνδρα τὸν λεγόμενον ἀλλοτρίως ἔχουσαν διά τινος ἠρτυμένης καὶ συνεσκιασμένης ἐπιβουλῆς, ἐπὶ τὸν ἄνδρα ὥσπερ ἔχιδναν νωθρὰν καὶ ὑπὸ κρύους κατεψυγμένην ταῖς ὑποκειμέναις ἐπαγγελίαις ἀνέστησαν καὶ ὤρθωσαν. καὶ τέλος φυγὼν καὶ συλληφθεὶς τὴν τῶν ἀχαρίστων ὑπέσχε δίκην. καὶ ὁ μὲν ἑαυτὸν μανικώτατον καὶ τὸν εὐνοῦχον φρονιμώτατον [ἀποδείξας Nieb.] ἔκειτο μαρτυρῶν ἡλίκον ἐστὶ τὸ τῆς ἀχαριστίας παρὰ θεῷ ἔγκλημα. [Exc. de sentent. (cod. p. 78, 79) p. 282—283 Mai., 86—87 Niebuhr.] Ὅτι ὁ εὐνοῦχος τοῦτον τοσοῦτον ὄντα καὶ τηλικοῦτον ἐκβαλὼν τοῦ βίου, εὐνοῦχος ἄνδρα καὶ δοῦλος ὕπατον καὶ θαλαμηπόλος τὸν ἐπὶ τοῖς στρατοπέδοις γεγενημένον, μέγα δή τι καὶ ὑπὲρ ἄνδρας ἐφρόνει· καὶ μή τίς γε τὸ Ἀβουνδαντίου πάθος, κἀκείνου τελέσαντος ἐς ὑπάτους ... [Exc. de sentent. (cod. p. 79) p. 283 Mai., 87 Niebuhr.] Ἀπίθανον μὲν γὰρ τὸ γραφόμενον· πλὴν εἴ τις ἕτερος αὐτὰ γράφειν ἱκανός ἐστι, θαυμάζω αὐτὸν ἔγωγε τῆς ἀνδρείας, καὶ ἀνδρεῖος ἀποφαινέσθω μοι τῆς ἀνεξικακίας χάριν. ἀλλ’ εἰκὸς μὲν τοὺς τὰ ἀκριβέστερα γράψαντας κατὰ χρόνους καὶ κατὰ ἄνδρας καὶ προσποιουμένους ἀσφαλῶς τι λέγειν, ἔς τε χάριν καὶ ἀπέχθειαν ἅμα φέρειν τὴν συγγραφήν· τῷ δὲ ταῦτα γράφοντι οὐ πρὸς ταῦτα ἔφερεν ἡ ὁδός, ἀλλ’ ὡς ὅτι μάλιστα ἀνατρέχοι καὶ στηρίζοιτο πρὸς ἀλήθειαν.
1 259 [30] ἐπεὶ καὶ κατὰ τούσδε τοὺς χρόνους ἤκουον καὶ συνεπυνθανόμην ὡς ὁ δεῖνα καὶ ὁ δεῖνα γράφουσιν ἱστορίαν· οὓς ἐγὼ οὔτι νεμεσητὸν λέγω, ἀλλὰ ἐπίσταμαί γε σαφῶς ἄνδρας ἀγερώχους τε καὶ σκιρτῶνας καὶ ἀληθείας τοσοῦτον ἀφεστηκότας ὅσον ἐντὸς εἶναι ἀναγωγίας. καὶ οὐκ ἐκείνοις μέμφομαι, τῆς δὲ ἀνθρωπίνης κρίσεως τὸ λίαν ἀκρατὲς καὶ ὀλισθηρὸν καταμέμφομαι, ὅτι θελγόμενοι καὶ καταγοητευόμενοι τὸ καθ’ ἕκαστον, ἂν ὀνόματος μνησθῇ τις περιττοῦ καὶ τοῖς πολλοῖς γνωρίμου, καί τι τῶν περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ἀκριβέστερον ὑπορύξαντες ἐξενέγκωσιν ἐς τοὺς πολλούς, τόν τε κροτοθόρυβον ἔχουσιν ὡς ἀληθῆ λέγοντες καὶ πάντα εἰδότες καὶ πολὺς περὶ αὐτοὺς ὁ συνθέων ὅμιλος, μαρτυροῦντες ῥᾳδίως ὅτι ταῦτα οὕτως ἔχει, καὶ τὴν ἀρετὴν τὴν τῆς συγγραφῆς ἐς τόδε συμβιασάμενοι καὶ κατατείναντες, ὡς ἄρα τοῦτό ἐστιν αἰθέριον καὶ οὐρανόμηκες, ὅπερ αὐτοὶ διὰ βίου τινὰ χλιδὴν * ἴδωσι καθ’ ἁπλότητα χαυνότερον ἐπαινοῦντες, ἐς τὸ πιστευόμενον καὶ δημῶδες συνάγουσι καὶ καταβιάζονται. ἀλλ’ ὅμως εἰ καὶ ἀπίθανόν πως εἴρηται, πολλά τε αὐτοῦ τερατωδέστερα καὶ μυθωδέστερα προτέθειται καὶ ἅπαντα ἦν τῆς ἡλιακῆς κινήσεως ἀληθέστερα· μαρτυρεῖ δὲ αὐτὸς ὁ ἥλιος τοῖς εἰρημένοις. καὶ ῥηθήσεταί γε (μὲν Bekk.) ἴσως ἕτερα τούτων πολυπλανέστερα καὶ βαθυπλοκώτερα πρὸς ἀπιστίαν· ἀλλ’ ἐξαγγελεῖ γε αὐτὰ ἡ συγγραφὴ μετριώτερον, καὶ ταῦτα ὑπὲρ τῶν λεγομένων καὶ ὅτι γε φίλος θεὸς καὶ φίλη ἀλήθεια. ἀλλ’ οὐκ οἶδα ὅστις γίγνομαι ταῦτα γράφων· πολὺ γὰρ τὸ φροντίζειν ἀληθείας· ἀλλ’ ὅ γε τοῖς γεγραμμένοις ἀκολουθῶν καὶ πειθόμενος ἀκρίβειάν τε προσκυνήσει καὶ ἀλήθειαν.
1 260 [30] [Exc. de sentent. (cod. p. 79, 80) p. 283—285 Mai., 87—89 Niebuhr. Haec e libri alicuius prooemio petita videntur.] Ὅτι κατὰ τοὺς χρόνους Εὐτροπίου τοῦ εὐνούχου τῶν μὲν περὶ τὴν ἑσπέραν οὐδὲν ἀκριβῶς γράφειν [ἐξῆν] ἐς ἐξήγησιν. τό τε γὰρ διάστημα τοῦ πλοῦ καὶ μῆκος μακρὰς ἐποίει τὰς ἀγγελίας καὶ διεφθαρμένας ὑπὸ χρόνου, καθάπερ ἐς χρόνιον καὶ παρέλκουσάν τινα νόσον καταβεβλημένας· οἵ τε πλανώμενοι καὶ στρατευόμενοι εἰ μέν τινες ἦσαν τῶν περὶ τὰ κοινὰ καὶ δυναμένων εἰδέναι, πρὸς χάριν καὶ ἀπέχθειαν καὶ τὰ καθ’ ἡδονὴν ἕκαστος κατὰ (καὶ Bekk.) βούλησιν ἐπέστελλεν. εἰ γοῦν τις αὐτῶν συνήγαγε τρεῖς ἢ τέτταρας τἀναντία λέγοντας ὥσπερ μάρτυρας, πολὺ τὸ παγκράτιον ἦν τῶν λόγων καὶ ὁ πόλεμος ἐν χερσίν, ἀρχὰς λαβὼν ἀπὸ ῥηματίων καὶ ὑποθέρμων καὶ συγκεκαυμένων. ταῦτα δὲ ἦν· “Σὺ πόθεν ταῦτα οἶδας; ποῦ δέ σε Στελίχων εἶδε; σὺ δὲ τὸν εὐνοῦχον εἶδες ἄν;” ὥστε ἔργον ἦν διαλύειν τὰς συμπλοκάς. τῶν δὲ ἐμπόρων οὐδὲ εἷς λόγος ἦν πλείονα ψευδομένων ὅσῳ κερδαίνειν βούλονται, ἀλλ’ ὅσα τῷ σοφωτάτῳ μάρτυρι κατὰ Πίνδαρον χρόνῳ τὴν ἀκριβεστέραν κατάληψιν. [Exc. de sentent. (cod. p. 80, 215) p. 285—286 Mai., 89—90 Niebuhr. „Verba τὴν ἀκριβεστέραν κατάληψιν, a quibus aliud folium (215) incipit, cum iis quae praecedunt, omnino non cohaerere videntur.“ NIEBUHR.] Ὅτι ἐπὶ τὰς Ἀσιανὰς συμφορὰς στρέψω τὴν συγγραφήν· τοιοῦτο γὰρ ὁ μακρὸς αἰὼν οὐδὲν ἤνεγκεν, οὐδέ τις περὶ τὸν βίον τὸν ἀνθρώπινον ἐνεοχμώθη τοιαύτη φορὰ καὶ κίνησις.
1 261 [30] ἀλλ’ ὅμως οὕτως εἶχε, καὶ τὸ ἀληθὲς ἀσιώπητον, ὡς ἀδικοίη γε ἄν τις, εἰ διὰ τὸ ἀπίθανον τἀληθῆ μὴ γράφοι. καὶ τοῦτό γε οὐδὲν διαφέρον ἐδόκει μοι τοῦ πιεῖν τι τῶν δριμέων καὶ πικρῶν ἐπὶ σωτηρίᾳ· ἀλλ’ ὥσπερ ἐκεῖνα κατακερασθέντα τοῖς σώμασιν ἀηδῶς τέλος ἔχει τὴν ὑγίειαν καὶ σωτηρίαν, οὕτω καὶ τὰ τερατευθέντα πρὸς τὸ παράλογον οὐ τῆς γραφῆς ἐστιν ἀηδὲς ἁμάρτημα, ἀλλὰ γλυκύ τι καὶ πότιμον διὰ τὴν ἀλήθειαν τοῖς ἀκριβῶς ἐξετάζειν βουλομένοις γίγνεται. Καὶ οὗτος μὲν ἐσώζετο καλῶς πονηρὸς ὤν· ὅμως δέ, τὸν σπλῆνα γὰρ ἐνόσει, διετέθη καλῶς ὑπὸ τῆς συνεχοῦς ἱππασίας, κατεπράϋνέ τε καὶ τὸ λιθῶδες ὑπεμάλαξε. καὶ ὁ μὲν ἀπῄει τῷ τε σφετέρῳ σώματι πολεμῶν ἢ πολεμήσων καὶ τοῖς περὶ τὴν αὐλὴν ἐπαγγέλλων ἀληθέστερον πόλεμον. Ἡ δὲ Λυδία πλησιόχωρος οὖσα τὰ δεύτερα ἔμελλε τοῦ ὀλέθρου φέρεσθαι. Πλὴν ὅσα γε τούτοις ἐν ἐλπίσιν ἦν τὸ σώζεσθαι· ἐλπὶς γὰρ ἐν ἀπορρήτοις ἔτι ζῶσι παραμύθιον. Ἐπὶ τά γε ἐν τοῖς ἔργοις ξίφη καὶ βάρβαροι— οὐ κατὰ τὴν ἔννομον ἀπαίτησιν, καὶ γὰρ ἐκείνη τὸ διπλάσιον ὑπερέβαλεν, ἀλλὰ κατὰ τὴν βαρβαρικὴν καὶ ἄμετρον πλεονεξίαν. —ἀκινδύνως εἶχε πρὸς ἕτερον. Ὅτι οὐχ οὕτω παρακεκινηκότες καὶ διεφθαρμένοι τὴν γνώμην, ἀλλὰ δι’ ὑπεροχὴν κακῶν, ἐς Ἰουλιανοῦ καιροὺς καὶ χρόνους τὸν εὐνοῦχον ἀνέθεσάν τινες Εὐτρόπιον. ὥσπερ οὖν τῶν ἰατρῶν ἐστιν ἀκούειν ὅτι τοῖς φιλοζώοις βέλτιόν ἐστι σπλῆνα νοσεῖν ἢ κάμνειν ἧπαρ, καὶ ὅσον ὑπὲρ ἥπατος διὰ πνεύμονος ἐπὶ καρδίαν περατοῦται καὶ διέσφιγκται, οὕτω καὶ τότε συνέβαινεν, ὡς ἐν αἱρέσει τῶν αἰσχίστων, εὐδοκιμεῖν εὐνοῦχον μανέντα πρὸς παράθεσιν τῶν ἐπιλαβουσῶν συμφορῶν.
1 262 [30] Ὅμως ὁ Γαΐνας διαφθείρας τὸν πολέμιον· ἐπολέμει γὰρ εὐνούχῳ μάλα ἐντεταμένως· οὕτω σφόδρα γενναῖός τις ἦν· ἐξ ὧν ἐδόκει κατωρθωκέναι, διὰ τούτων ἥττητο. ὑγρότερος γὰρ ὑπὸ τοῦ κατορθώματος καὶ μαλακώτερος γενόμενος, ὡς ἂν ἤδη τὴν Ῥωμαϊκὴν ἀρχὴν συνῃρηκὼς καὶ τοῖς ποσὶν ἐπεμβαίνων αὐτῆς, μαλακώτερος ἦν ἀμφαφάασθαι· καὶ πρὸς τὸν Ἀργίβολον (l. Τριβίγιλθον) ἐπρεσβεύετο, ὡς τὸ σπουδαζόμενον αὐτοῖς ἔχει τέλος. Ὅτι Γαΐνας καὶ Ἀργίβολος (l. Τριβίγιλθος) ... ὁ μὲν ἡγούμενος, ὁ δὲ ἐφεπόμενος [post hunc versum perierunt versus 12. V. 3 ne una quidem littera distingui potest; v. 4 legi ab initio ... άρρησεν (f. ἐθάρρησεν) ἄλλος ....; v. 5 quatuor ultima vocabula sunt ἐπὶ τὸ πραττόμενον οὐδέν; v. 6 primum vocabulum est ἐπινοῶν, reliqua funditus perierunt. HERWERDEN.]. Οὐδὲ αὐτὸς ἕτερον ἐπένθει· σφαγεὶς δὲ ἔκειτο, μηδὲ τὸν θάψοντα ἔχων καὶ κατορύξοντα. [Exc. de sentent. (cod. p. 115, 116) p. 286—287, 90—92 Niebuhr. Verba οὐχ οὕτω—ἀλλὰ p. 261, 26 servavit Suidas v. παρακινοῦντα.] Λέων. οὗτος στρατηγὸς ἐπέμφθη παρὰ Εὐτροπίου τοῦ εὐνούχου κατὰ τῶν βαρβάρων, εὔκολος ὢν καὶ διὰ μελέτην μέθης εὐπαράγωγος· ἦν γὰρ αὐτῷ τὸ ἀνδρεῖον ἐπὶ τούτῳ συνηναγκασμένον, πλείους ἔχειν παλλακίδας τῶν στρατιωτῶν καὶ πλείονα πίνειν ἢ ὅσα πάντες ἄνθρωποι πίνουσι. [Suidas. Conf. idem v. εὐπαράγωγος, ubi εὐκολώτερος.] Ἀπεστάτει, ἀπεῖχεν, ἀπεχωρίζετο. Εὐνάπιος· “καὶ γὰρ οὐκ ἀπεστάτει τῆς τοῦ Λέοντος ἐπωνυμίας· οὕτω γὰρ καὶ τὸ ζῷον ποιεῖν εἴωθεν.
1 263 [30] ” Διηυχενίζετο, τὸν αὐχένα ὄρθιον εἶχεν. Εὐνάπιος· “ὁ δὲ ἐπὶ τὰ λειπόμενα τῶν πραγμάτων διεξανιστάμενος ἀνωρθοῦτο καὶ διηυχενίζετο πρὸς τὸν λεγόμενον Λέοντα, ὅπως αὐτὸν φονεύσειεν.” [Idem.] Σουβαρμάχιος. οὗτος τῶν δορυφόρων ἦν ἡγεμών, πιστότατος τῷ εὐνούχῳ Εὐτροπίῳ, εἴπερ τις ἄλλος· ἔπινε δὲ πλείονα οἶνον ἢ ὅσον ἠδύνατο χωρεῖν· ἀλλ’ ὅμως τὰ περὶ γαστέρα διὰ συνήθειαν οὕτω καὶ γυμνασίαν ἰσχυρὰν καὶ νεανικὴν πάντα φέρειν ἐπὶ τὴν φυσικὴν τῶν ὑγρῶν ἔκκρισιν. ἀεὶ γοῦν ἦν, πεπωκώς τε καὶ οὐ πεπωκώς, μεθύων· τὴν δὲ μέθην παρεκάλυπτε σφαλερὸν διαβαίνων τοῖς ποσὶ καὶ πρὸς τὴν πτῶσιν πολεμῶν ὑφ’ ἡλικίας διὰ νεότητα καὶ συνιστάμενος. ἦν δὲ βασιλικοῦ μὲν γένους, Κόλχος ἀκριβὴς τῶν ὑπὲρ Φᾶσιν καὶ Θερμώδοντα, τοξότης ἄριστος, εἴ γε μὴ κατετόξευεν αὐτὸν τὸ περιττὸν τῆς τρυφῆς. [Suidas.] Ὅτι Πέρσης ἦν ἐν Ῥώμῃ ἔπαρχος πρὸς χλευασίαν καὶ γέλωτα τὴν Ῥωμαϊκὴν παραφέρων εὐτυχίαν· σανίδας δὴ πολλὰς μικρὰς πρὸς τὸ ἥμισυ σταδίου συγκομισάμενος, καὶ εἰκόνα τινὰ τῶν ἔργων ὑπογράψαι βουλόμενος, πάντα ἐνετίθει γελοῖα ταῖς γραφαῖς, καὶ ἀπορρήτως τὰ γραφόμενα κατεχλεύαζε διὰ τῆς εἰκόνος. ἀνδρείαν μὲν γὰρ βασιλέως καὶ ῥώμην στρατιωτῶν ἢ πόλεμον ἐμφανῆ καὶ νόμιμον οὐδαμοῦ τὰ γραφόμενα παρεδήλου καὶ συνῃνίττετο· χειρὸς δέ τινος ὡς ἂν ἐκ νεφῶν προτεινομένης ἐπίγραμμα ἦν τῇ χειρί· “θεοῦ χεὶρ ἐλαύνουσα τοὺς βαρβάρους.” αἰσχρὸν τοῦτο καταγράφειν, ἀλλ’ ἀναγκαῖον. καὶ πάλιν ἑτέρωθι· “βάρβαροι τὸν θεὸν φεύγοντες.” καὶ τούτων ἕτερα παχύτερα κ .
1 264 [30] .. δ’ ἕτερα κωθωνιζομένων γραφέων φλήναφον, οὗ καὶ πρότερον ἡ συγγραφὴ μέμνηται, τῆς ἀκμαζούσης ἀρετῆς .. τὸ σῶμα .. τῆς ψυχῆς .. πλέον κατὰ σῶμα διαλυόμενον ἤδη .. ἀπο .. [Exc. de sentent. (cod. p. 92) p. 288 Mai., 116 Niebuhr.] Ἑλλανοδίκαι, οἱ κριταὶ οἱ καθήμενοι ἐς τοὺς ἀγῶνας. Εὐνάπιος οὕτω· “καὶ τότε ὁ μέγιστος Ἑλλανοδίκης Γαΐνας τὸν Ῥωμαϊκὸν ὄλεθρον ἠθλοθέτει.” [Eadem v. ἠθλοθέτει, ubi ἕως ὁ.] Πολυάνδριον. “ὁ δὲ Γαΐνας ἐξεχώρει τῆς πόλεως, καταλιπὼν αὐτὴν πολυάνδριον καὶ πολυτελῆ τάφον, οὔπω τεθαμμένων τῶν ἐνῳκηκότων” [Suidas. Eunapii esse Maius vidit.] Φράβιθος. οὗτος στρατηγὸς ἦν τῆς ἀνατολῆς, ὃς ἀκμάζων τὴν ἀρετὴν ἐνόσει τὸ σῶμα, τῆς ψυχῆς ὑγιαινούσης πλέον· καὶ τό γε σῶμα διαλυόμενον ἤδη καὶ ἀποκολλώμενον ἐς τὴν λύσιν συνεγόμφου καὶ διέπλεκεν ἐς πῆξίν τινα καὶ ἁρμονίαν, ὅπως ἂν ἀρκέσειε τῷ καλῷ· ὃς τοὺς λῃστὰς ῥᾳδίως συνεῖλεν, ὥστε μικροῦ καὶ τὸ ὄνομα τῆς λῃστείας ἐκ τῆς μνείας τῶν ἀνθρώπων ἐκπεσεῖν· ἦν δὲ Ἕλλην τὴν θρησκείαν. [Suidas. Eunapio locum vindicavit Boissonadus.] Λίβερνα, εἶδος πλοίου· καράβια. “πηξάμενος δρομάδας τριακοντήρεις Λιβερνίδων τύπῳ.” [Suidas. „Haec verba anonyma credidi posse pertinere ad eum Eunapii Historiae locum, ubi de classe agebat, quam sibi Fravithus comparavit. Nunc legimus apud Zosimum V, 20, πλοῖα fuisse αὐτῷ πρὸς ναυμαχίαν ἀρκοῦντα, Λίβερνα ταῦτα καλούμενα κτλ.“ BOISSON.] Ὅτι Φράβιθος ὁ στρατηγὸς Ῥωμαίων νικήσας Γαΐναν περὶ τὴν Χερρόνησον διαμένοντα, καὶ τοῦτον μὴ διώξας, ἀσφαλὴς γὰρ ἦν ἐπὶ τῇ νίκῃ κερδαίνων τὸ ἔργον καὶ Λακωνικός τις, * ἦν ὅτι τύχην εἰδέναι καὶ μὴ πέραν τοῦ μετρίου ποιεῖσθαι τὴν δίωξιν.
1 265 [30] καὶ οὗτος μὲν ἀσφαλέστερον βουλευόμενος ἡλίκον ἐστὶ τοῖς ἄλλοις τὸ καλῶς στρατηγεῖν ἔδειξεν· οἱ δὲ πολλοὶ καὶ ὅσον ἠλίθιον καὶ πηλοῦ παχύτερον, στρατηγικοί τινες εἶναι βουλόμενοι καὶ τὸ γεγονὸς ὑποσημαίνοντες διελήρουν καὶ παρεφλυάρουν, τὰς ὀφρῦς ἀνασπῶντες καὶ διαφλεγόμενοι φθόνῳ πρὸς ἀπίθανόν τινα καὶ μυθώδη καταστραφῆναι (καταστροφὴν?) ἀπὸ μιᾶς γλώττης καὶ πάθους, ὁμόφωνοι κατὰ (παρὰ Bekk.) δόξαν ὑπὸ δειλίας γεγονότες καὶ τῷ παραλόγῳ πληγέντες, τὸν Φράβιθον ἐπεφήμιζον νικᾶν μὲν εἰδέναι, νίκῃ δὲ οὐκ εἰδέναι χρῆσθαι. ὁ γοῦν Φράβιθος διέπλευσεν ἐπὶ τὴν Χερρόνησον· ἐγκατέλαβεν ..... χειρούμενον καὶ ἐποίησεν αἰχμάλωτον ὀπίσω σωτηρίας .. προσηκόντως τύχωσι· θέαμα τῆς νίκης ἄξιον .. καὶ οὗτοι (?) μὲν (πρᾶγμα ὀλέθρου?) .. ἐστὶ καὶ ὑπέσπειρον ἐς τὰ βασίλεια τῷ λόγῳ ποικίλλοντές τε καὶ περιγράφοντες ὡς βάρβαρος βαρβάρῳ καὶ μύστης μύστῃ παρέχων διαφυγὴν καὶ σωτηρίαν· ὁ δὲ Φράβιθος μάλα φαιδρῶς γελάσας πρὸς .. ἐπὶ Κωνσταντίνου πόλιν οὕτω τῆς φήμης τὸ ἀφανὲς καὶ σκοτεινὸν ὑφέρπον τῆς προφερομένης ἔς τε τύχας ἀλγεινὰς .. παρελθὼν ἐς τὰ βασίλεια φαιδρὸς καὶ γεγηθὼς ἁπάντων (ἐκπεπληγ?)μένων πρὸς τὸ παράλογον τῆς τύχης καὶ θεὸν ὁρᾶν ὑπολαμβανόντων μᾶλλον ἢ ἄνθρωπον· οὕτως ὅτι ἐστὶ τὸ νικᾶν καὶ χεῖρας ἔχειν οὐκ ᾔδεσαν· πρὸς τὸν βασιλέα μετὰ ἐλευθερίας .. εἰ μὴ διατεινάμενος ἐξεβόησεν [dimidia fere versus pars deest] τῶν καταφρυαττομένων φθόνων καὶ νηστείαις καθάρματα ειταπο . μενι πόσον [distinguere sibi videbatur Herwerdenus.
1 266 [30] In ceteris lacunis misera codicis est conditio] πόσον ὁ θεὸς δύναται θεῷ μὲν ὅτε βού[λεται] τὸ δυν[ατὸν] ἐκείνου κακῶς .. τηλικοῦτον ἐν .. κατα πε .. ἔργον οἶσθα, βασιλεῦ. τοῦτο δὲ τὸ ἔργον .. ἀλλότριον τῆς Ῥωμαϊκῆς ἀρχῆς. τοῦ δὲ .. ἐπινεύοντος πρόσωπον, διὰ γὰρ ἁπλότητα πολλὴν συμπαθήσας πρὸς τὰ λεγόμενα .. τα τῶν εὐνούχων εἶπεν ὅτι προσῆκόν ἐστιν ἐπινεύειν .... τοῦ δὲ βασιλέως τοῦτο εἰπόντος ὡς αἰτεῖν ἀνάγκη δωρεάν, ὁ Φράβιθος ἔφησεν ἐπιτραπῆναι κατὰ τὸν πάτριον νόμον ἱερατεύειν θεόν. ὁ δὲ βασιλεὺς δι’ ὑπεροχὴν βασιλικῆς ἀρετῆς καὶ τὴν ὑπατείαν ἐπέτρεψεν· ὁ δ’ ἐδέξατο. Ὅτι Φαμέας ὁ Μίλκων (l. Ἱμίλκων) ἐπικαλούμενος, μυρία παρέχων κακὰ Ῥωμαίοις, εἶτα Σκιπίωνος στρατηγοῦντος οὐ (οὐδὲν Nieb.) δυνάμενος, τὴν δὲ αἰτίαν ἐρωτώμενος ἐξεῖπε, τὰ μὲν πρόβατα εἶναι ταὐτά, τὸν δὲ ποιμένα σφοδρότερον καὶ τοῦ Ἄργου πολυωπέστερον. [Exc. de sentent. (cod. p. 116, 63, 64) p. 288—290 Mai., 92—94 Niebuhr.] Ἱέραξ ἦν, ὄνομα δὲ τοῦτο ἀνθρώπου κύριον, ὃν εἶδεν ὁ συγγραφεὺς καὶ διελέχθη πρὸς αὐτόν, καὶ τὴν ψυχήν τε ἀνεμάξατο διὰ τῶν λόγων καὶ συνελόντι γε εἰπεῖν Ἀλεξανδρεὺς ἦν κορακώδης μὲν κατὰ τὸ ἄπληστον ἐς τροφήν· προσῆν δὲ αὐτῷ καὶ τρυφή· πρὸς δὲ ἡδονὰς ἀλεκτρυονώδης, καὶ οἷός τις ἂν Ἀλεξανδρεὺς ἀσελγέστατος γένοιτο καὶ εἴ γέ τι Ἀλεξανδρέως ἀσελγέστερον. ἀλλ’ ὅμως ὁ συγγραφεὺς αἰδεσθῆναι τὴν τοσαύτην ἀναίδειαν καὶ ἰταμότητα συμπείσας ἐφ’ οἷς ἦν λόγοις ᾤχετο ἀπιών, τεθηπότων τῶν παρόντων, ὅτι ἄνθρωπος ἐξ Ἀλεξανδρείας γλῶττάν τε ἐπέσχε καὶ φλυαρίαν ἐπέστησε καὶ τὸ πρόσωπον κατέβαψεν ἐρυθήματι.
1 267 [5] [Exc. de sentent. (cod. p. 64) p. 290—291 Mai., 94—95 Niebuhr.] Ἀρβαζάκιος Ἴσαυρος, ἐπὶ Ἀρκαδίου τοῦ βασιλέως, ὃν Ἁρπαζάκιον ἐκάλουν διὰ τὸ πλεονεκτικόν. ἦν μὲν γὰρ ἐξ Ἀρμενίας, τοῖς τρισὶν ἅμα συγκατειλημμένος πάθεσιν, ὥσπερ Ἡφαιστείοις δεσμοῖς ἀρρήκτοις, ἀλύτοις, καὶ ἔμενέ γε ἐν αὐτοῖς ἔμπεδον· ταῦτα δὲ ἦν ἐρωτομανία καὶ μέθη καὶ πλεονεξία. οὕτω δὲ ἐς ἔσχατον ὅρον τὰς ἑαυτῷ δοκούσας ἀρετὰς ἐπετήδευεν ὥστε οὐκ ἄν τις ἐπίστευσε [μὴ] πειραθείς, ὅτι τὰς τρεῖς ἐκείνας οὕτως ἐς ἄκρον ἐξήσκησε· μουσουργοῖς μὲν γὰρ συνέζη τοσαύταις ὅσας οὔτε ἐκεῖνος ἀριθμεῖν ἔσχεν οὔτε ἕτερός τις τῶν διακονουμένων· καὶ οἵ γε προσήκοντες αὐτῷ λογισταὶ τῶν στρατιωτικῶν ἔργων τὸν μὲν ἀριθμὸν τῶν στρατιωτῶν ᾔδεσαν, τὸ δὲ πλῆθος τῶν ἑταιρῶν καὶ τὸν ἐκ τῶν χειρῶν ἀριθμὸν αὐτοῦ διέφυγεν. ὥσπερ οὖν Ὀρόντην τὸν Πέρσην φασὶν εἰπεῖν ὅτι τῶν δακτύλων ὁ μικρότατος καὶ μύρια σημαίνει καὶ ἕνα ἀριθμόν, οὕτω κἀκεῖνοι τὰς ἑταίρας κατὰ μονάδας καὶ μυριάδας ἠρίθμουν. [Suidas, qui partem horum repetit vv. Ἡφαιστείοις, μουσουργοί.] Ὁ δὲ πρὸς τὸν Ἰωάννην ἐπιστρέψας τὸν λόγον, “ἀλλὰ σύγε, εἶπε, πάντων εἶ τῶν κακῶν αἴτιος, τούς τε βασιλέας διατέμνων ἐκ τῆς σφῶν αὐτῶν κολλήσεως καὶ τὸ θεοπρεπέστατον ἔργον καὶ οὐρανόμηκες ὑπορύττων καὶ κατασείων ταῖς σαῖς μηχαναῖς ἐς διάλυσιν καὶ φθοράν. ἔστι δὲ πανόλβιόν τι χρῆμα καὶ τεῖχος ἄρρηκτον καὶ ἀδαμάντινον τοὺς βασιλέας ἐν δύο σώμασι μίαν βασιλείαν ἔχοντας φαίνεσθαι.” καὶ οἱ παρόντες τούτων λεγομένων τὰς μὲν κεφαλὰς ἐπέσειον ἡσυχῇ καὶ δεδοικότες· ἐδόκει γὰρ αὐτοῖς ἄριστα λέγεσθαι· τὸν δὲ Ἰωάννην τρέμοντες καὶ πρὸς τὰ σφέτερα κέρδη κεχηνότες· ἡ γὰρ ἀκολασία (dubium an hoc sit in codice) καὶ τοῖς πονηροῖς, ᾗπερ εἴρηται, τιμὴν ἐχαρίζετο· τῆς κοινῆς σωτηρίας ἀμελήσαντες, καὶ προστησάμενοι σφῶν αὐτῶν τὸν Ἰωάννην, τεχνικὸν δή τινα ἱερακοτρόφον, τὸν Φράβιθον ἀφείλοντο τῆς ψυχῆς.
1 268 [30] [Exc. de sentent. (cod. p. 64) p. 291—292 Mai., 95 Niebuhr.] Παμφυλία γοῦν ὑπὸ τῶν Ἰσαυρικῶν πολέμων πορθουμένη χρυσὸν ἐνόμισε τὰς Ἰσαυρικὰς συμφοράς· καὶ καθάπερ ἐν ταῖς διοσημίαις ἀστραπῆς κεραυνὸς φοβερώτερος· ἡ μὲν γὰρ ἐφόβησε μόνον, ὁ δὲ διέφθειρεν· οὕτω καὶ τοὺς Ἰσαυροὺς φρικωδεστάτους ὄντας ἀκοῦσαί τε καὶ ἰδεῖν ἄνθος ἀπέδειξε καὶ τρυφερώτατόν τι καὶ χλοερὸν ἔαρ ὁ βέλτιστος ἐξ Ἀλεξανδρείας Ἱέραξ, οὕτω πάντα ἀνερευνησάμενος καὶ συναρπάσας ἀθρόως ἐπὶ τῷ Φραβίθου φόνῳ. —καὶ παραλαβὼν ὑπὸ μάλης ἐπειρᾶτο διαφεύγειν κατὰ ῥύμην καὶ φοράν. ἀλλ’ οὐκ εἶχεν ἀλαοσκοπίην ὁ Λύκιος Ἑρεννιανὸς βικάριος ὤν· ἀετὸς δὲ γενόμενος αὐτὸν συνήρπασε τὸν Ἱέρακα, καὶ μόλις ἀφῆκεν, εἰ μὴ τετρακισχιλίους ἐκεῖνος αὐτῷ χρυσοῦς ἀπέτισεν. [Exc. de sentent. (cod. p. 64, 77) p. 292 Mai., 95—96 Nieb.] Ὅτι ἐπὶ Πουλχερίας τῆς βασιλίσσης ἐξέκειτο δημοσίᾳ πιπρασκόμενα τὰ ἔθνη τοῖς βουλομένοις ὠνεῖσθαι τὰς ἀρχάς· πᾶσι δὲ ἐπιπράσκοντο μεγάλα τε καὶ μικρὰ φανερῶς ἐπὶ τῶν δημοσίων τραπεζῶν, ὥσπερ ἄλλο τι τῶν ἐπ’ ἀγορᾶς ὠνίων. ὁ βουλόμενος Ἑλλήσποντον ἀδικεῖν εἶχεν Ἑλλήσποντον πριάμενος, καὶ ἄλλος Μακεδονίαν ἢ Θρᾴκην, καὶ ὅπως ἕκαστος ἐνόσει πρὸς τὸ ἄδικον ἢ ἐχθροὺς ἔχων. ἐξῆν δὲ καὶ καθ’ ἕκαστον ἔθνος τὴν μοχθηρίαν ὠνεῖσθαι τὴν ἑαυτοῦ πρὸς τὸ βλάπτειν τοὺς ὑπηκόους καὶ πολλὰ συλλαμβάνειν ἔθνη· τοῦτο γὰρ ὁ βικάριος ἐδύνατο καὶ ἡ ἀνθύπατος ἀρχή.
1 269 [5] καὶ δέος ἦν οὐδὲν τῶν ἀθλίων γραμμάτων τοῖς νόμοις ἐντεθνηκότων ὡς δεῖ τὸν ἐπὶ χρήμασι δικάζοντα κολάζεσθαι· ἀλλ’ οἱ μὲν νόμοι κατὰ τὸν Σκύθην Ἀνάχαρσιν οὐκ ἀραχνίων ἦσαν ἀσθενέστεροι καὶ λεπτότεροι μόνον, ἀλλὰ καὶ κονιορτοῦ παντὸς πρὸς τὸ ῥεῖν εὐκόλως καὶ διανεμοῦσθαι παραφορώτεροι. ὁ δὲ τὸ ἔθνος ἢ τὰ ἔθνη παραλαβών, δύο τινὰς ἢ τρεῖς στρατιώτας συνεφελκόμενος κατὰ τὴν πλαγίαν ἐσιόντας θύραν, μὴ βουλόμενος μανθάνειν ὅτι τοῦτο πράττουσιν, ἀλλ’ ἐπιδεικνύμενος ὅτι (βίᾳ?) διὰ τούτων τῶν σιωπώντων κηρύκων, εἰ δὴ κήρυγμα σιωπώμενον γίγνεται, πρὸς πάντας περιήγγελλεν, ὥς φησιν Ὅμηρος· “κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον μηδὲ βοᾶν, αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο·” καὶ ὁ ἄρχων διὰ τῶν ἀφθόγγων τούτων κηρύκων πρὸς τὸ οὖς ἑκάστῳ περιήγγελλεν ὡς πριάμενος εἴη τοὺς ὑπηκόους τόσου καὶ τόσου χρυσίου, καὶ πᾶσά γε ἀνάγκη τοῦτο καταβάλλειν ἢ πράγματα ἔχοντας ἐπιτρίβεσθαι θανάτοις καὶ δημεύσεσιν. οἱ μὲν οὖν ἔχοντες καὶ συντελεῖς ἐκ προϋπαρχούσης οὐσίας κατετίθεσαν οἰμώζοντες τὸ ἀργύριον· οἱ δὲ ἀποροῦντες δημοσίᾳ κατεδαπανῶντο ταῖς μάστιξι τὰ σώματα· πρόφασις δὲ ἦν ἑτέρα τις. εὑρέθη γὰρ γένος ἀνθρώπων δι’ ἀπορίαν καὶ ἀπόνοιαν ὀξυθάνατον καὶ φιλοκίνδυνον, οἳ τὰς ὕβρεις οὐκ ἐνεγκόντες ἐπὶ κατηγορίᾳ τῆς λῃστείας ὥρμησαν ἐπὶ τὸν τῆς αὐλῆς ἔπαρχον. κἀκεῖνος ἂν ἐπὶ τὸ πρᾶγμα διεσχηματισμένος πάλαι καὶ αὐτὸς ἕτερα τοιαῦτα πάσχων τόν τε κατηγορηθέντα συνήρπασε καὶ τοὺς κατηγορήσαντας ὡς παρρησίαν ἔχοντας ἐπῄνεσεν ὁπωσποτοῦν (?) τοιαῦτα γένοιτο· καὶ πρὸς τὸν ἀγῶνα τῆς κρίσεως ἐλθούσης, ἔφρασεν ἂν διὰ τοῦ πιστοτάτου τῶν εὐνούχων· “ἄπιτε, ὦ βέλτιστοι, πάνυ θαυμάζοντες ὅτι μετὰ τῶν κεφαλῶν ἄπιτε· κατηγορεῖν γὰρ ἀρχομένοις οὐκ ἔξεστιν.
1 270 [30] ” οἱ μὲν ἀπῄεσαν ψηλαφῶντες τὰς κεφαλὰς ἐπὶ τοῖς λόγοις καὶ ἀγαπῶντες, ὅτι ἔχουσι συνηρμοσμένας· ὁ δὲ νικήσας τὴν Καδμείαν μακρῷ πλέον ἦν ἀθλιώτερος καὶ τὴν ἀρχὴν πριάμενος ὅλης τῆς ὑπαρχούσης οὐσίας καὶ τὸ κέρδος τῆς ἀρχῆς προσκαταβαλὼν ταῖς τοσαύταις ἐνέδραις καὶ λόχοις. πᾶσαι γοῦν οἰκίαι πρὸς τοῦτον ἐκενοῦντο ἂν τὸν δόλον· καὶ ῥᾷστα ἦν ὁρᾶν τοὺς ἄρξαντας δεδημευμένους, ὥσπερ που καὶ ὁ κωμικός φησιν· “ἄρξαντος ἀνδρὸς δημόσια τὰ χρήματα.” ὁ δὲ ἀγνοῶν τίς κωμικός, οὐδὲ ἀναγιγνώσκειν ἄξιος τὴν (...) γραφήν. οὕτω γοῦν καὶ ὁ Ἑρεννιανὸς τότε τὸν Ἱέρακα τῷ πολλὰ μὲν ὑφελέσθαι, πλείονα δὲ καταβαλεῖν συλλαβὼν ἀπέδειξε δικαίας ἀποτίνοντα τιμωρίας τοῦ κατὰ Φράβιθον φόνου. ὁ δὲ Ἱέραξ καλούμενος ὑπὸ τοῦ πλείονα καταθέντος ὥσπερ ἀετοῦ συνειλημμένος ἀηδὼν ἦν Ἡσιόδειος οὐ δυναμένη πρὸς κρείττονα ἀντιφερίζειν. καὶ αὐτὸς δὲ ὁ ἀετὸς οὐδὲν διέφερεν ἀηδόνος, πλὴν ὅσα καὶ ἐς τὸν τοῦ μύθου κολοιὸν ἐτέλει, τῶν ἰδίων πτερῶν ὥσπερ ἀλλοτρίων ἐστερημένος. Ὅτι ἐπὶ τῆς αὐτῆς βασιλίδος οὐκ ἦν τινα παρὰ τὴν Κωνσταντίνου πόλιν μὴ τοῦτο ἀκοῦσαι· “τί δὲ σύ, πάντων ἀνδρῶν θαυμασιώτατε, [πόλε]ων οὐκ ἄρχεις καὶ ἐθνῶν;” καὶ ὁ λόγος ἦν τοῦ κατὰ τὸν μῦθον ἰοῦ τῶν διψάδων δυνατώτερος. [Exc. de sentent. (cod. p. 77, 78) p. 292—295 Mai., 96—99 Niebuhr.] Ὁ δὲ Στελίχων οὐκ ἐφόνευσε τοὺς ἀνθρώπους, ἀλλὰ ζῆν αἰσχρῶς ἠνάγκαζε, πάντα ἀφαιρούμενος, καὶ πρὸς τὸ βαρύτατον, ὥς φησι Μένανδρος, τὴν πενίαν φορτίον .
1 271 [30] ....ιαλλει . θ .. οι λέγων καὶ συστέλλων. Ὅτι ὕπατον ὅμως διὰ φιλαρχίαν ᾑροῦντο αὐτὸν συνάπαντες οἱ χρήματα ἔχοντες ζῆν μᾶλλον ἢ τοὺς ... δεῖν πυρὶ καὶ φόνῳ καὶ σιδήρῳ πάντα δαπανήσασθαι ... τῆς ... χῆς ἐν τῷ διαφαίνεσθαι ὅτι μόνος Στελίχων ὑπὲρ ἀνθρωπίνην ἐν ... [Exc. de sentent. (cod. p. 77) p. 294—295 Mai., 96—99 Niebuhr.] SEDIS INCERTAE. Γυναικῶν δὲ ὕβρις καὶ τὸ ἀτάσθαλον ἐς παῖδας εὖ γεγονότας συνεκυρώθη καὶ νόμος εἶναι. [Suidas v. ἀτάσθαλα. Videntur haec petita esse ex eodem loco, unde de Carino fragmentum 4. Certe eandem ibi sententiam habes eademque pene verba. MÜLLERUS. Rectius ibidem ὕβρεις.] Εἴτε φιλοχρήματος εἴη καὶ δοῦλος τῶν βαλλαντίων· καὶ ταῦτα σαφῶς ἐκπυνθανόμενοι πρὸς ταῦτα διεστρατήγουν τὸν πόλεμον. [Suidas v. βαλλάντιον.] Τοσούτου δὲ οἰδοῦντος καὶ ὑποφυομένου κακοῦ. [Suidas v. οἰδοῦσαν.] Τῶν δὲ Ῥωμαίων ἐπ’ αὐτὸ τοῦτο βιαζομένων ἄπορον αὐτοῖς ἀποδεῖξαι καὶ πλῆθος καὶ θέσιν καὶ βέλη καὶ μηχανὰς καὶ μεγέθη ποταμῶν, πρὸς τὸ μὴ ἡττᾶσθαι σφῶν καὶ ὁμολογεῖν εἶναι χείροσιν. [Suidas v. θέσεις. Locus mutilus, ut videtur.] “Οὗτοι μὲν ὧδε μένοντες ὑπεμόσχευον τὸν πόλεμον·” ἀντὶ τοῦ ὑπέτρεφον, ὑπεφύτευον. [Suidas v. μοσχεύων.] Πέτρα δέ τις ἀπεσπασμένη ἐς τόξου ῥῦμα, τουτέστιν ἕλκυσμα. [Suidas v. ῥῦμα.] Ζεῦγμα, ἡ τοῦ ποταμοῦ διάβασις, ἡ γέφυρα.
1 272 [30] [Suidas v. ζεῦγμα.] Τῶν αὐτῶν ἐθῶν (ἐτῶν Kusterus) γυναῖκά τινα στείλας ἐσθῆτι λευκῇ καὶ στέμμασιν, ὡς δὴ μελεδωνὸν οὖσαν τῆς Συρίας οὕτω δὴ καλουμένης θεοῦ. [Suidas v. μελεδωνός.] Καὶ οἱ μὲν αὐτοὺς διέφθειρον σχοινίοις ἀποτραχηλίζοντες. [Suidas v. ἀποτρ.] Καὶ τἄλλα πάθη κατὰ τὴν ἐκμελῆ λύραν ἐθεραπεύετο. [Suidas v. ἐκμελές.] Πρὸς τὸ ἀφανὲς καὶ ἀόριστον τῆς χώρας ἐκπεσόντες, πρὸς τοὺς φόνους καὶ πρὸς τὴν λείαν ἀπαγορεύοντες. [Suidas v. ἀπαγορεύει.] Οὔτε ἄλλως τὸ μεγαλοπρεπὲς κατὰ τὴν δίαιταν ἐν ταῖς μάχαις ἐστὶ φιλοκίνδυνον. [Suidas v. μεγαλοπρ.] Τὸν πάντα βίον αὐτοῦ συντεκμηράμενος ἐκ τῶν ἐναργῶν περὶ αὐτὸν συμβόλων τε καὶ σημείων. [Suidas v. συντεκμηράμενος.] Ὡς κατά τινας διαμέτρους κεραίας κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων. [Suidas v. διάμετρος.] Κατὰ τούτους τοὺς χρόνους ὑπὸ τῆς ἀνδρώδους γυναικὸς ἔργον τι κατετολμήθη καὶ συνεπράχθη γενναῖον οὕτω καὶ ἀνδρῶδες ὥστε ἄπιστον εἶναι διενεγκεῖν ἐς τὴν διήγησιν. [Suidas v. διενεγκεῖν.] Καὶ οἱ μὲν παιδιάν τινα ἐκ τῶν πολεμίων ἡγούμενοι τοσοῦτον ἐδυσχέραινον ὅσον ἠναγκάζοντο βοᾶν καθ’ οὓς ἐμβάλοιεν. [Suidas v. παιδιά.] Ὁ δὲ τὰ φρονήματα καὶ τοὺς θυμοὺς τῶν στρατιωτῶν ἀνηρέθιζε, καὶ διαυχενίζεσθαι πρὸς τὸ ἀγέρωχον ταῖς μελέταις ἐξεκάλει καὶ φιλοκίνδυνον. [Suidas v. διαυχενίζεσθαι. Idem: Διηυχενίζετο, ὑψηυχένει “ἕτερα δὲ οὐ πολύ τι μείω ἀνωρθοῦτο καὶ διηυχενίζετο, ἀλλὰ τούτων βαρύτερα καὶ κεραυνῷ προσεμφερῆ.
1 273 [5] ” Quae Eunapio tribuit verbis ἀνωρθοῦτο καὶ διηυχενίζετο uso fr. 76.] Ὁ δὲ τὰ φρονήματα καὶ τοὺς θυμοὺς τῶν στρατιωτῶν ἀνηρέθιζεν. [Suidas v. ἀνηρέθιζεν.] Ὁ δὲ τὰς δυνάμεις ἤθροισε, τὸ χρῆμα τῆς διαβάσεως ἐπισπέρχων ἤδη καὶ συμβιαζόμενος καὶ πλὴν ἀγαθῆς ψυχῆς σῶμα οὐκ ἔχων. [Suidas v. χρῆμα.] Εὐνάπιος δὲ λέγει ψιλὸν καὶ [al. δὲ] οἷον κοῦφον. [Suidas v. ψιλός. Qui etiam quae addit: αὐξίλια δὲ οἱ Ῥωμαῖοι τὰ τέλη ταῦτα προσαγορεύουσι, τὸ τῆς βοηθείας ὀξὺ καὶ παρὰ τὰς χρείας εὐκίνητον οὕτω προσαγορεύοντες, Eunapii putat Bernhardy.] Ἀνῆψεν, ἀνεκρέμασε θεοῖς. Εὐνάπιος. [Suidas.] Sequuntur fragmenta auctoris nomine non insignita, quae Eunapii esse viri docti censuerunt. Εὐτόκιος ἀπὸ Θρᾴκης ἐλθὼν οὔτε γνώμην ἐπιεικής τις ἦν οὔτε γένους εὖ ἥκων, ἀλλὰ στρατιώτης μὲν ὁ τυχών, πολλὰ δὲ χρήματα κοινὰ τοῦ ἰδίου τάγματος ὑποκλέψας ᾤχετο φεύγων εἰς τὴν Παλαιστίνην. ἐπεχείρησε μὲν οὖν Ἐλευθεροπολίταις ἑαυτὸν ἐγκαταλέξαι, τῆς βουλῆς μετασχὼν ἐπὶ χρήμασι μεγάλοις. καὶ γὰρ ἐγλίχετο τὴν τύχην μεταβαλεῖν εἰς τὸ εὐγενέστερον· καίτοι ἔδει πρότερον μετατίθεσθαι τὴν προαίρεσιν εἰς τὸ κρεῖττον. ἀλλ’ ὅμως οἱ Ἐλευθεροπολῖται τὸ πλῆθος ὑπιδόμενοι τῶν χρημάτων οὐ προσεδέξαντο τὸν Εὐτόκιον. ὁ δὲ μετεχώρησεν ἐς τὴν Ἀσκάλωνα· καὶ ὁ τότε πρωτεύων Κρατερὸς εὐμενῶς αὐτὸν ὑπεδέξατο μετὰ τῶν χρημάτων, πολιτικῆς τε μετέδωκεν ἐλευθερίας. οἱ δὲ Θρᾷκες ὑστέρῳ χρόνῳ κατὰ πύστιν ἥκοντες ἐπὶ τὸν Εὐτόκιον ἀπῄτουν τὸν Κρατερὸν αὐτόν τε τὸν Εὐτόκιον καὶ τὰ χρήματα· ὁ δὲ οὐ μεθίει τὸν ἄνδρα· τῶν δὲ στρατιωτῶν ἐπὶ δίκην τὸ πρᾶγμα φερόντων, ὁ Κρατερὸς ὑπεραγωνίζεται τοῦ Εὐτοκίου, καὶ περιγίνεται τῶν Θρᾳκῶν· ἐφ’ ᾧ καὶ χρησμὸς ἐξέπεσεν ἔχων ὧδε [Suidas v.
1 274 [25] Εὐτόκιος. Eunapio tribuit Kusterus. Res tanto incertior, quum de Eutocio illo eiusque aetate non constet. Niebuhrius suspicatur ab hoc Eutocio mathematicum, qui sub Iustiniano scripsit, duxisse genus. MÜLLERUS.] Τὸ κόσμιον καὶ ἡσύχιον μετὰ τοῦ δραστηρίου αὐτῷ ἐτέτακτο καὶ τοῦ ἀνδρώδους· ἐπιεικὴς γὰρ ὢν καὶ πρός γ’ ἔτι ἀπράγμων, ὅμως εἰς ἀγῶνα πραγμάτων ἐμβεβηκὼς ἐξ ἀνάγκης οὐδενὸς ἐλείπετο τῶν περὶ ταῦτα καλινδουμένων. [Suidas v. δραστήριον. Eunapio tribuit Boissonadus.] Περικαῶς τῆς γυναικὸς ἔχων. [Suidas v. περικαῶς. Haec Eunapio tribuo, adverbio περικαῶς uso in Sophistis p. 111. BOISSON. Idem de eiusdem glossis Ἐμφέρεια, ὁμοιότης. Μεσαιπόλιος, ὠμογέρων, μιξοπόλιος, „haec referri posse ad Eunapium putavi ex hac Zosimi, qui Eunapium saepissime exprimit, sententia I, 51: Ἄνδρα μεσαιπόλιον, ἐμφέρειάν τινα πρὸς τὴν τοῦ βασιλέως ἰδέαν δοκοῦντά πως ἔχειν, εὑρών. Sed potuit Suidas ipsa Zosimi verba respicere.“] Alia apud Suidam anonyma fragmenta, quae interpretes incerta pleraque coniectura ad Eunapium retulerant, Bernhardy indicavit in indice p. 1971, cuius etiam conf. annot. ad v. μουσομανία. Vocabula quaedam Eunapiana habet Photius supra p. 207.