eul_wid: pcs-ac
Ἱστορία τῶν Διαδόχων ἈλεξάνδρουHistory of Alexander's Successors
Arrian of Nicomedia History of Alexander's Successors PDF
| t | ΤΑ ΜΕΤΑ ΑΛΕΞΑΝΔΡΟΝ Photiu s , Bib l . |
| 1,1 [10] | cod. 92, p. 69: Συνεγράφη δὲ αὐτῷ (sc. Ἀρριανῷ) καὶ Τὰ μετὰ Ἀλέξανδρο ν , ἐν λόγοις δέκ α , ἐν οἷς διαλαμβάνει τήν τε στάσιν τῆς στρατιᾶς καὶ τὴν ἀνάρρησιν Ἀρριδαίου, ὃς ἐκ Φιλίνης τῆς Θεσσαλῆς Φιλίππῳ τῷ Ἀλεξάνδρου πατρὶ ἐγεγέννητο, ἐφ’ ᾧ καὶ Ἀλέξανδρον, ὃν ἔμελλεν ἐξ Ἀλεξάνδρου τίκτειν Ῥωξάνη, συμβασιλεύειν αὐτῷ· ὃ καὶ γέγονεν εἰς φῶς ἀχθέντος τοῦ παιδός. τὸν Ἀρριδαῖον δὲ ἀνειπόντες μετωνόμασαν Φίλιππον. διεφέρετο δὲ ἐς ἀλλήλους τὸ πεζὸν καὶ τὸ ἱππικόν, ὧν οἱ μέγιστοι τῶν ἱππέων καὶ τῶν ἡγεμόνων Περδίκκας ὁ Ὀρόντου καὶ Λεόννατος ὁ † Ἄνθους καὶ Πτολεμαῖος ὁ Λάγου, τῶν δὲ μετ’ ἐκείνους Λυσίμαχός τε ὁ Ἀγαθοκλέους καὶ Ἀριστόνους ὁ Πεισαίου καὶ Πείθων ὁ Κρατεύα καὶ Σέλευκος ὁ Ἀντιόχου καὶ Εὐμένης ὁ Καρδιανός. |
| 1,2 [15] | οὗτοι μὲν ἡγεμόνες τῶν ἱππέων, Μελέαγρος δὲ τῶν πεζῶν. |
| 1,3 [5] | εἶτα διαπρεσβεύονται πρὸς ἀλλήλους πολλάκις, καὶ τέλος συμβαίνουσιν οἵ τε τὸν βασιλέα ἀνειπόντες πεζοὶ καὶ οἱ τῶν ἱππέων ἡγεμόνες, ἐφ’ ᾧ Ἀντίπατρον μὲν στρατηγὸν εἶναι τῶν κατὰ τὴν Εὐρώπην, Κρατερὸν δὲ προστάτην τῆς Ἀρριδαίου βασιλείας, Περδίκκαν δὲ χιλιαρχεῖν χιλιαρχίας ἧς ἦρχεν Ἡφαιστίων (τὸ δὲ ἦν ἐπιτροπὴ τῆς ξυμπάσης βασιλείας), Μελέαγρον δὲ ὕπαρχον Περδίκκου. Περδίκκας δὲ τὸν στρατὸν καθᾶραι σκηψάμενος τοὺς ἐπιφανεστάτους τῆς γενομένης συνέλαβε στάσεως, καὶ συλλαβὼν ὡς ἐκ προστάξεως Ἀρριδαίου αὐτοῦ παρόντος ἀνεῖλε, δέος ἐμποιήσας τῷ λοιπῷ πλήθει. |
| 1,4 [10] | ἀναιρεῖ δὲ οὐ πολλῷ ὕστερον καὶ Μελέαγρον. |
| 1,5 [10] | ἐξ ὧν Περδίκκας ὕποπτος ἐς πάντας ἦν καὶ αὐτὸς ὑπώπτευεν. ὅμως ἐς σατραπείας ἀνειπεῖν οὓς ὑπώπτευεν, ὡς Ἀρριδαίου κελεύοντος, ἔγνω. καὶ δὴ Πτολεμαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶ Λιβύης καὶ ὅσα τῆς Ἀράβων γῆς ξύνορα Αἰγύπτῳ ἄρχειν ἐπετάχθη, Κλεομένης δὲ ὁ ἐξ Ἀλεξάνδρου τῆς σατραπείας ταύτης ἄρχειν τεταγμένος Πτολεμαίῳ ὕπαρχος εἶναι· τῆς δὲ ἐπὶ ταύτῃ Συρίας Λαομέδων, Φιλώτας δὲ Κιλικίας, καὶ Πείθων Μηδίας, Εὐμένης δὲ ὁ Καρδιανὸς Καππαδοκίας καὶ Παφλαγονίας καὶ ὅσα τοῦ Πόντου τοῦ Εὐξείνου σύνορα ἔστε ἐπὶ πόλιν Ἑλλάδα Τραπεζοῦντα, Σινωπέων ἄποικον· Παμφύλων δὲ καὶ Λυκίων καὶ Φρυγίας τῆς μεγάλης Ἀντίγονος, Καρῶν δὲ Κάσανδρος, Λυδῶν δὲ Μένανδρος, τῆς δὲ ἐφ’ Ἑλλησπόντῳ Φρυγίας Λεόννατος, ἣν ἐξ Ἀλεξάνδρου μὲν Κάλας ὄνομα κατεῖχεν, ἔπειτα Δήμαρχος ἐπετέτραπτο. |
| 1,6 | τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ὧδε ἐνεμήθη. |
| 1,7 [15] | τῶν δὲ κατὰ τὴν Εὐρώπην, Θρᾴκης μὲν καὶ Χερρονήσου καὶ ὅσα Θρᾳξὶ σύνορα ἔθνη ἔστε ἐπὶ θάλασσαν τὴν ἐπὶ Σαλμυδησσὸν τοῦ Εὐξείνου Πόντου καθήκοντα, Λυσιμάχῳ ἡ ἀρχὴ ἐπετράπη· τὰ δὲ ἐπέκεινα τῆς Θρᾴκης ὡς ἐπὶ Ἰλλυριοὺς καὶ Τριβαλλοὺς καὶ Ἀγριᾶνας καὶ αὐτὴ Μακεδονία καὶ ἡ Ἤπειρος ὡς ἐπὶ τὰ ὄρη τὰ Κεραύνια ἀνήκουσα καὶ οἱ Ἕλληνες σύμπαντες Κρατερῷ καὶ Ἀντιπάτρῳ ἐνεμήθη. |
| 1,8 [10] | καὶ ἡ μὲν νέμησις οὕτως· πολλὰ δὲ καὶ ἀδιανέμητα ἔμεινεν ὑπὸ τῶν ἐγχωρίων ἀρχόντων, ὡς ἐτάχθησαν ὑπὸ Ἀλεξάνδρου, ἐχόμενα. ἐν τούτῳ Ῥωξάνη κύει καὶ τίκτει, καὶ εἰς βασιλέα τὸ τεχθὲν ἀνεῖπε τὸ πλῆθος. στάσεων δὲ μετὰ τὸν Ἀλεξάνδρου θάνατον πάντα ἐπληροῦτο. |
| 1,9 [5] | καὶ πολεμεῖ Ἀντίπατρος πρός τε Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας, Λεωσθένους αὐτοῖς στρατηγοῦντος. καὶ τὰ πρῶτα ἡττώμενος καὶ εἰς ἀπορίαν συγκλειόμενος, ὕστερον ἐκράτει, ἀλλὰ πίπτει καὶ Λεόννατος ἐπιβοηθεῖν δοκῶν Ἀντιπάτρῳ. καὶ Λυσίμαχος δὲ Σεύθῃ τῷ Θρᾳκὶ πολεμῶν ὑπὲρ τῆς ἀρχῆς παραβόλως (σὺν ὀλίγοις γὰρ) καὶ εὐδοκιμῶν ὅμως ἀνῃρέθη. |
| 1,11 | πολεμεῖ δὲ καὶ Περδίκκας Ἀριαράθῃ τῷ Καππαδοκίας 〈δυνάστῃ〉, ὅτι Εὐμένει ἄρχειν ἐπιτετραμμένῳ τῆς ἀρχῆς οὐκ ἐξίστατο· καὶ δυσὶ νικήσας μάχαις καὶ συλλαβὼν ἐκρέμασεν, Εὐμένει τὴν ἀρχὴν ἀποκαταστήσας. Κρατερὸς δὲ συμμαχῶν Ἀντιπάτρῳ κατὰ τῶν Ἑλλήνων αἴτιος τῆς νίκης, ἧς ἐνίκησαν αὐτούς, γέγονεν· ἐξ οὗ καὶ ἅπαντα, ἅπερ ἂν αὐτοῖς Κρατερὸς ἐπέταττε καὶ Ἀντίπατρος, ἀπροφασίστως ἐπράττετο. |
| 1,12 [5] | καὶ ταῦτα μέχρι τοῦ πέμπτου βιβλίο υ . ἐν δὲ τῷ ἕκτῳ διαλαμβάνει ὅπως ἐξ Ἀθηνῶν οἱ ἀμφὶ Δημοσθένην καὶ Ὑπερείδην ἔφυγον, Ἀριστόνικός τε ὁ Μαραθώνιος καὶ Ἱμεραῖος ὁ Δημητρίου τοῦ Φαληρέως ἀδελφός, τὰ μὲν πρῶτα εἰς Αἴγιναν· ἐκεῖ δὲ διαγόντων θάνατον αὐτῶν κατέγνω τὸ Ἀθηναίων πλῆθος, εἰπόντος Δημάδου, καὶ Ἀντίπατρος εἰς ἔργον ἤγαγε τὸ ψήφισμα. |
| 1,14 [5] | καὶ ὡς Ἀρχίας ὁ Θούριος εἰς τὸν θάνατον αὐτῶν ὑπουργήσας ἐν ἐσχάτῃ πενίᾳ καὶ ἀτιμίᾳ κατατρίψας ἐτελεύτησε τὸν βίον. καὶ ὡς Δημάδης οὐ πολλῷ ὕστερον ἐς Μακεδονίαν ἀχθεὶς ὑπὸ Κασάνδρου ἐσφάγη, τοῦ παιδὸς ἐν τοῖς κόλποις προαποσφαγέντος· αἰτίαν δ’ ἐπῆγε Κάσανδρος, ὅτι τὸν αὐτοῦ πατέρα ἐξυβρίσειεν ἐν οἷς ἔγραψε Περδίκκᾳ σώζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτως τὸν Ἀντίπατρον ἐπιχλευάζων· Δείναρχος δὲ ὁ Κορίνθιος ὁ κατήγορος ἦν. |
| 1,15 [5] | ἀλλ’ ὅ γε Δημάδης τῆς αὑτοῦ δωροδοκίας καὶ προδοσίας καὶ ἐς πάντα ἀπιστίας τὴν ἀξίαν ἀπέτισε δίκην. διαλαμβάνει δὲ καὶ ὡς Θίβρων ὁ Λακεδαιμόνιος Ἅρπαλον τὸν τὰ Ἀλεξάνδρου χρήματα ζῶντος ἐκείνου ἁρπάσαντα καὶ φυγόντα πρὸς τὰς Ἀθήνας, τοῦτον ἐκεῖνος ἀποκτείνας καὶ ὅσα ὑπελείπετο λαβὼν χρήματα, πρῶτα μὲν ἐπὶ Κυδωνίας τῆς ἐς Κρήτην ἐστάλη, ἔνθεν δὲ ἐς Κυρήνην διέβαλε μετὰ στρατιᾶς εἰς ἑξακισχιλίους συντελούσης· ἐπῆγον δὲ αὐτὸν τῶν ἐκ Κυρήνης καὶ Βαρκαίων οἱ φυγάδες. |
| 1,17 [5] | ἐν οἷς πολλαῖς μὲν μάχαις πολλαῖς δὲ ἐπιβουλαῖς ἄλλοτε μὲν κρατῶν ἐνίοτε δὲ ἡττώμενος, τέλος φεύγων ὑπὸ Λιβύων τινῶν συνωρίδας ἀγόντων συνελήφθη, καὶ παρὰ Ἐπικύδην ἄγεται τὸν Ὀλύνθιον εἰς Τεύχειρα, ᾧ τὴν πόλιν ἐκείνην Ὀφέλλας ἐπετετρόφει, ἀνὴρ Μακεδών, ὃς ὑπὸ Πτολεμαίου τοῦ Λάγου ἐπὶ βοηθείᾳ τῶν Κυρηναίων ἐτύγχανε σταλείς. |
| 1,18 | οἱ δὲ Τευχειρῖται Ὀφέλλα τὴν ἐξουσίαν δόντος ᾐκίσαντό τε τὸν Θίβρωνα καὶ εἰς τὸν τῶν Κυρηναίων ἔπεμψαν κρεμασθῆναι λιμένα. |
| 1,19 | ἔτι δὲ τῶν περὶ Κυρήνην στασιαζόντων Πτολεμαῖος ἐπελθὼν καὶ πάντα καταστησάμενος ὀπίσω ἀπέπλευσε. Περδίκκας δὲ Ἀντιγόνῳ ἐπιβουλεύων εἰς δικαστήριον ἐκάλει· ὁ δὲ εἰδὼς ἐπιβουλεύεσθαι οὔτε ὑπήκουσε καὶ εἰς ἔχθραν ἀλλήλοις κατέστησαν. |
| 1,21 [5] | ἐν τούτῳ δὲ παρὰ τὸν Περδίκκαν ἐκ Μακεδονίας ἧκον Ἰόλλας τε καὶ Ἀρχίας, ἄγοντες αὐτῷ τὴν Ἀντιπάτρου παῖδα Νίκαιαν εἰς γυναῖκα. ἀλλά γε καὶ Ὀλυμπιὰς ἡ Ἀλεξάνδρου μήτηρ ἔπεμπε παρ’ αὐτὸν κατεγγυωμένη τὴν θυγατέρα Κλεοπάτραν. καὶ ὁ μὲν Εὐμένης ὁ Καρδιανὸς συνεβούλευεν ἄγειν Κλεοπάτραν, Ἀλκέτᾳ δὲ τῷ ἀδελφῷ εἰς Νίκαιαν ἔτεινεν ἡ συμβουλή· καὶ νικᾷ τὸ Νίκαιαν μᾶλλον ἀγαγεῖν. οὐ πολὺ δὲ ὕστερον καὶ τὸ περὶ Κυνάνην πάθος συνηνέχθη, ὃ Περδίκκας τε καὶ ὁ ἀδελφὸς Ἀλκέτας διεπράξαντο. |
| 1,22 [5] | ἡ δὲ Κυνάνη Φίλιππον μὲν εἶχε πατέρα, ὃν καὶ Ἀλέξανδρος, ἐκ δὲ μητρὸς Εὐρυδίκης ἦν, γυνὴ δὲ Ἀμύντου, ὃν ἔφθη Ἀλέξανδρος κτεῖναι, ὁπότε εἰς τὴν Ἀσίαν διέβαινεν. οὗτος δὲ Περδίκκου παῖς ἦν, ἀδελφὸς δὲ Φιλίππου Περδίκκας, ὡς εἶναι Ἀμύνταν τὸν ἀνῃρημένον Ἀλεξάνδρου ἀνεψιόν. |
| 1,23 [5] | ἦγε δὲ ἡ Κυνάνη Ἀδέαν τὴν αὑτῆς θυγατέρα, ἥτις ὕστερον Εὐρυδίκη μετωνομάσθη, τῷ Ἀρριδαίῳ εἰς γυναῖκα· ἣν καὶ ὕστερον ἠγάγετο Περδίκκα διαπραξαμένου, ἐφ’ ᾧ παῦσαι τὴν Μακεδόνων στάσιν, ἥτις ἐπὶ τῷ Κυνάνης πάθει ἀναφθεῖσα ἐπὶ μέγα κακοῦ προεχώρει. Ἀντίγονος δὲ ἐς Μακεδονίαν παρὰ Ἀντίπατρον καὶ Κρατερὸν ἔφυγε, καὶ τὴν εἰς αὐτὸν ἐπιβουλήν, ἣν Περδίκκας ἐβούλευε, διηγήσατο, καὶ ὡς κατὰ πάντων ἡ αὐτὴ αὐτῷ μελέτη σπουδάζεται· ἀνεδίδαξέ τε καὶ τὸ τῆς Κυνάνης ἐκτραγῳδήσας πάθος. |
| 1,24 [5] | καὶ ταῦτα διαθέμενος εἰς πόλεμον αὐτῷ τούτους κατέστησε. καὶ Ἀρριδαῖος δὲ ὁ τὸ τοῦ Ἀλεξάνδρου σῶμα φυλάσσων, παρὰ γνώμην αὐτὸ Περδίκκου λαβών, πρὸς Πτολεμαῖον παραγίνεται τὸν Λάγου, ἀπὸ Βαβυλῶνος διὰ Δαμασκοῦ ἐπ’ Αἴγυπτον ἐλαύνων· ὃς πολλὰ μὲν ὑπὸ Πολέμωνος τοῦ προσοικειουμένου Περδίκκᾳ κωλυθεὶς ἐνίκησεν ὅμως εἰς τὸ τὴν ἑαυτοῦ γνώμην εἰς ἔργον ἐξενεγκεῖν. |
| 1,26 [10] | ἐν τούτῳ καὶ Εὐμένης παρὰ Περδίκκου δῶρα πρὸς Κλεοπάτραν ἐς Σάρδεις ἐκόμισε, καὶ ὅτι ἐγνωσμένον εἴη Περδίκκᾳ Νίκαιαν μὲν ἐκπέμπειν, ἀντ’ ἐκείνης δὲ ταύτην ἄγεσθαι. οὗ μηνυθέντος—Μένανδρος δὲ ὁ Λυδίας σατράπης ἐμήνυσεν—Ἀντιγόνῳ καὶ δι’ αὐτοῦ τοῖς περὶ Ἀντίπατρον καὶ Κρατερὸν δημοσιωθέντος, ἔτι μᾶλλον αὐτοῖς τὰ πρὸς Περδίκκαν ἐξεπεπολέμωτο. περαιοῦται δὴ Ἀντίπατρος καὶ Κρατερὸς ἀπὸ τῆς Χερρονήσου τὸν Ἑλλήσποντον, τοὺς τὸν πόρον φυλάσσοντας διὰ πρεσβείας ὑπαγόμενοι. πρεσβεύονται δὲ καὶ πρὸς Εὐμένη καὶ πρὸς Νεοπτόλεμον, τοὺς ὑπὸ Περδίκκᾳ· καὶ Νεοπτόλεμος μὲν πείθεται, Εὐμένης δὲ οὐκ ἀνέχεται. ὑποπτεύεται Εὐμένει Νεοπτόλεμος, καὶ συγκροτεῖται πρὸς ἀλλήλους πόλεμος, καὶ νικᾷ κατὰ κράτος Εὐμένης. |
| 1,27 [15] | φεύγει δὲ Νεοπτόλεμος παρὰ Ἀντίπατρον καὶ Κρατερὸν σὺν ὀλίγοις, καὶ πείθει τούτους ἐπὶ συμμαχίαν κατὰ Εὐμένους ἐλθεῖν αὐτῷ Κρατερόν· καὶ πολεμοῦσιν ἄμφω Εὐμένει. καὶ πάντα ποιήσας Εὐμένης ὥστε λαθεῖν τοὺς σὺν αὐτῷ Κρατερὸν αὐτῷ πολεμεῖν, ἵνα μὴ τῇ περὶ αὐτὸν ἁλόντες φήμῃ ἢ προσχωρήσωσιν αὐτῷ ἢ καὶ μένοντες ἀτολμότεροι εἶεν, καὶ κρατήσας τοῖς τεχνάσμασι, κρατεῖ καὶ τῷ πολέμῳ· καὶ πίπτει μὲν Νεοπτόλεμος τῇ αὐτοῦ Εὐμένους τοῦ γραμματέως δεξιᾷ, ἀνὴρ στρατιωτικὸς καὶ πολέμοις ἠριστευκώς, Κρατερὸς δὲ ὑπό τινων Παφλαγόνων, ἀφειδῶς πρὸς πάντα μαχόμενος καὶ χωρῶν ὥστε γνωσθῆναι· ἀλλ’ ἔφθη πεσὼν μὴ γνωσθείς, καίτοι καὶ τὴν καυσίαν τῆς κεφαλῆς ἀφελών. ἡ μέντοι πεζὴ στρατιὰ σώα πρὸς Ἀντίπατρον ἐκ τοῦ πολέμου παρεγένετο, ὃ καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφισε. παραγίνεται ἀπὸ Δαμασκοῦ Περδίκκας ἐπ’ Αἴγυπτον σὺν τοῖς βασιλεῦσι καὶ τῇ δυνάμει Πτολεμαίῳ πολεμῆσαι. |
| 1,28 [5] | κατηγορήσας δὲ Πτολεμαίου κἀκείνου ἐπὶ τοῦ πλήθους ἀπολυομένου τὰς αἰτίας, καὶ δόξας μὴ δίκαια ἐπικαλεῖν, ὅμως καὶ τοῦ πλήθους οὐχ ἑκόντος πολεμεῖ. καὶ δὶς ἡττηθεὶς καὶ τραχὺς πρὸς τοὺς παρὰ Πτολεμαῖον ἐθέλοντας χωρῆσαι λίαν καταστὰς καὶ τἆλλα τῇ στρατιᾷ ὑπερογκότερον ἢ κατὰ στρατηγὸν προσφερόμενος, ὑπὸ τοῦ οἰκείου πλήθους τῶν ἱππέων ἀναιρεῖται, μαχόμενος καὶ αὐτός. Πτολεμαῖος δὲ μετὰ τὴν ἀναίρεσιν Περδίκκου πρός τε τοὺς βασιλεῖς ἐπεραιώθη τὸν Νεῖλον καὶ δώροις φιλοφρονησάμενος καὶ τῇ ἄλλῃ θεραπείᾳ—οὐ μόνον δὲ 〈ἐκείνουσ〉 ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τέλει Μακεδόνων— ὁ δὲ καὶ τοῖς Περδίκκου φίλοις συναχθόμενός τε δῆλος ἐγένετο καὶ ὅσοις τι κινδύνου ἔτι ἐκ Μακεδόνων ὑπελείπετο, καὶ τούτους ἀπαλλάξαι τοῦ δέους παντὶ τρόπῳ διεσπούδασεν· ἐφ’ οἷς παραυτίκα τε καὶ ἐς τὸ ἔπειτα εὐδοκιμῶν ἐγινώσκετο. |
| 1,30 [5] | συνεδρίου δὲ κροτηθέντος ἄρχοντες μὲν τῆς πάσης δυνάμεως ἀντὶ Περδίκκου Πείθων καὶ Ἀρριδαῖος ἐν τῷ τέως ἀνερρήθησαν, τῶν δὲ περὶ Εὐμένη τε καὶ Ἀλκέταν ἐς πεντήκοντα κατεγνώσθησαν, μάλιστα ἐπὶ τῇ τοῦ Κρατεροῦ ἀναιρέσει τῶν Μακεδόνων πρὸς αὐτοὺς ἐκπολεμωθέντων. μετεκαλεῖτο δὲ καὶ Ἀντίγονος ἐκ Κύπρου, καὶ Ἀντίπατρος δέ, ἐπιταχῦναι πρὸς τοὺς βασιλέας. |
| 1,31 [5] | οὔπω δὲ καταλαβόντος ἡ Εὐρυδίκη Πείθωνα καὶ Ἀρριδαῖον μηδὲν ἄνευ αὑτῆς ἠξίου πράττειν. οἱ δὲ τὰ πρῶτα μὲν οὐκ ἀντεῖπον, ἔπειτα δὲ μηδὲν αὐτὴν ἐπικοινωνεῖν τοῖς δημοσίοις ἀντέλεγον πράγμασιν· αὑτοῖς γὰρ, ἕως Ἀντίγονος καὶ Ἀντίπατρος παραγένωνται, μελήσειν περὶ πάντων. ὧν παραγεγονότων εἰς Ἀντίπατρον ἡ δυναστεία περιίσταται. καὶ ὁ στρατὸς αἰτεῖ τὰ παρὰ Ἀλεξάνδρου ὑποσχεθέντα αὐτοῖς ἐπὶ τῇ συστρατείᾳ χρήματα, καὶ Ἀντίπατρος παραυτίκα μὲν μηδὲν ἔχειν ἀποκρίνεται φράζειν ἀκριβές, ἐξετάσας δὲ τούς τε βασιλείους θησαυροὺς καὶ τοὺς ὅσοι ἀλλαχόθι που κείμενοι ὦσι, τηνικαῦτα τὸν δυνατὸν τρόπον μὴ ἂν αὐτοῖς ἐπίμεμπτος νομισθῆναι· ἐφ’ ᾧ οὐχ ἡδέως ἡ στρατιὰ ἤκουσεν. |
| 1,33 [10] | Εὐρυδίκης δὲ συλλαμβανούσης ταῖς κατὰ Ἀντιπάτρου διαβολαῖς τῷ ἀπὸ τοῦ πλήθους ἄχθει στάσις γίνεται. καὶ δημηγορεῖ Εὐρυδίκη κατ’ αὐτοῦ, τοῦ γραμματέως Ἀσκληπιοδώρου ὑπηρετησαμένου τῷ λόγῳ, καὶ Ἄτταλος δέ. καὶ ῥύεται μόλις Ἀντίπατρος τῆς σφαγῆς, Ἀντιγόνου καὶ Σελεύκου τῇ παρακλήσει Ἀντιπάτρου ἀντιδημηγορησάντων ἐν τῷ πλήθει· οἳ καὶ αὐτοὶ διὰ τοῦτο ἐγγὺς ἐγένοντο τοῦ κινδύνου. ῥυσθεὶς δὲ Ἀντίπατρος τοῦ θανάτου πρὸς τὸ οἰκεῖον ὑπεχώρησε στρατόπεδον. καὶ οἱ ἵππαρχοι Ἀντιπάτρου καλοῦντος πρὸς αὐτὸν ἧκον, καὶ μόλις τῆς στάσεως πεπαυμένης Ἀντίπατρον πάλιν, ὡς καὶ πρόσθεν, ἄρχειν εἵλοντο. καὶ ποιεῖται νέμησιν καὶ αὐτὸς τῆς Ἀσίας, τὰ μὲν τῆς προτέρας νεμήσεως ἐπικυρῶν, τὰ δὲ τοῦ καιροῦ βιαζομένου νεωτερίζων. |
| 1,34 [5] | Αἴγυπτον μὲν γὰρ καὶ Λιβύην καὶ τὴν ἐπέκεινα ταύτης τὴν πολλὴν καὶ ὅ τι περ ἂν πρὸς τούτοις δορὶ ἐπικτήσηται πρὸς δυομένου ἡλίου, Πτολεμαίου εἶναι· Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν ἐπιτετράφθαι. Φιλόξενον δὲ ἐπὶ Κιλικίας ἔταξεν, ἣν καὶ πρότερον εἶχεν. |
| 1,35 [5] | τῶν δὲ ἄνω ξατραπειῶν τὴν μὲν μέσην τῶν ποταμῶν γῆν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ τῷ τοῦ βασιλέως ἀδελφῷ ἔνειμε, Σελεύκῳ δὲ τὴν Βαβυλωνίαν προσέθηκεν· Ἀντιγένει δὲ τῷ πρώτῳ μὲν ἐπιθεμένῳ Περδίκκᾳ, τῶν δὲ ἀργυρασπίδων Μακεδόνων ἡγουμένῳ, τῆς Σουσιανῆς συμπάσης ἄρχειν. Πευκέστᾳ δὲ ἐβεβαίου τὴν Περσίδα. Καρμανίαν δὲ Τληπολέμῳ ἔνειμε, καὶ Μηδίαν Πείθωνι ἔστ’ ἐπὶ πύλας τὰς Κασπίους, Φιλίππῳ δὲ τὴν Παρθυαίων γῆν. |
| 1,36 [10] | Ἀρείων δὲ καὶ τῆς Δραγγηνῶν χώρας Στάσανδρον καθίστη ἡγεμόνα, τῆς δὲ Βακτριανῆς καὶ Σογδιανῆς Στασάνορα τὸν Σόλιον, Ἀραχωτῶν δὲ Σιβύρτιον· καὶ Παραπαμισάδας Ὀξυάρτῃ τῷ Ῥωξάνης πατρί· τῆς δὲ Ἰνδῶν γῆς τὰ μὲν ξύνορα Παραπαμισάδαις Πείθωνι τῷ Ἀγήνορος, τὰς δὲ ἐχομένας ξατραπείας τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν καὶ Πάταλα τῶν ἐκείνῃ Ἰνδῶν πόλεων τὴν μεγίστην Πώρῳ τῷ βασιλεῖ ἐπεχώρησε, τὴν δὲ παρὰ τὸν Ὑδάσπην ποταμὸν Ταξίλῃ, καὶ τούτῳ Ἰνδῷ, ἐπεὶ μηδὲ ῥᾴδιον μετακινῆσαι αὐτοὺς ἐξ Ἀλεξάνδρου τε ἐπιτετραμμένους τὴν ἀρχὴν καὶ δύναμιν ἱκανὴν ἔχοντας. |
| 1,37 [5] | τῶν δὲ ἀπὸ τοῦ Ταύρου ὄρους ὡς ἐπὶ τὴν ἄρκτον φερόντων Καππαδόκας μὲν Νικάνορι ἐπέτρεψεν, ἐπὶ δὲ Φρυγίας τῆς μεγάλης καὶ ἐπὶ Λυκάοσί τε καὶ Παμφύλοις καὶ Λυκίοις, ὡς καὶ πρόσθεν, Ἀντίγονον· Καρίαν δὲ Ἀσάνδρῳ ἔνειμε, Λυδία δὲ Κλείτῳ ἐδόθη, καὶ Ἀρριδαίῳ Φρυγία ἡ πρὸς Ἑλλησπόντῳ. |
| 1,38 [15] | τῇ δὲ κατακομιδῇ τῶν ἐν Σούσοις χρημάτων Ἀντιγένην ἔταξε, καὶ τούτῳ τῶν στασιασάντων Μακεδόνων τοὺς μάλιστα τρισχιλίους παρέδωκε· σωματοφύλακας δὲ τοῦ βασιλέως Αὐτόδικόν τε τὸν Ἀγαθοκλέους παῖδα καὶ Ἀμύνταν τὸν Ἀλεξάνδρου παῖδα Πευκέστου δὲ ἀδελφὸν καὶ Πτολεμαῖον τὸν Πτολεμαίου καὶ Ἀλέξανδρον τὸν Πολυπέρχοντος, Κάσανδρον δὲ τὸν ἑαυτοῦ παῖδα χιλιάρχην τῆς ἵππου, τῆς δυνάμεως δὲ τῆς πρόσθεν ὑπὸ Περδίκκᾳ τεταγμένης Ἀντίγονον ἡγεμόνα ἀπέφηνε, καὶ τούτῳ τοὺς βασιλέας φρουρεῖν τε καὶ θεραπεύειν προστάξας τὸν πόλεμον ἅμα τὸν πρὸς Εὐμένη διαπολεμῆσαι αὐτῷ αἱρουμένῳ ἐπέτρεπεν. Ἀντίπατρος δὲ αὐτὸς πολλὰ ὑπὸ πάντων ἕνεκα πάντων ἐπαινούμενος ἐπ’ οἴκου ἀνεχώρει. Ἐν οἷς καὶ ὁ θʹ λόγο ς . ὁ δὲ δέκατος διαλαμβάνει ὡς Εὐμένης τὰ περὶ Περδίκκαν μαθὼν καὶ ὅτι πολέμιος ἐψηφίσθη Μακεδόσιν, ἐπὶ πόλεμον παρεσκευάζετο. |
| 1,39 [5] | καὶ ὡς Ἀλκέτας ὁ Περδίκκου ἀδελφὸς διὰ ταῦτα ἔφυγε. καὶ Ἄτταλος ὁ τῆς κατὰ Ἀντιπάτρου στάσεως οὐδενὸς φέρων τὰ δεύτερα καὶ αὐτὸς φυγὼν συνέμιξε τοῖς ἄλλοις φυγάσι. καὶ συνήχθη Ἀττάλῳ στρατός, πεζοὶ μὲν μύριοι, ἱππεῖς δὲ ὀκτακόσιοι. καὶ ὡς Ἄτταλος καὶ οἱ σὺν αὐτῷ ἐπιθέσθαι Κνίδῳ καὶ Καύνῳ καὶ Ῥοδίοις ἐπιχειρήσαντες ὑπὸ Ῥοδίων καρτερῶς ἀπεκρούσθησαν, Δημαράτου ναυαρχοῦντος αὐτοῖς. διαλαμβάνει δὲ καὶ ὡς Εὐμένης Ἀντιπάτρου ἐς Σάρδεις ἰόντος ἐς χεῖρας ἐλθεῖν ἐγγὺς ἦν, Κλεοπάτρα δὲ ἡ τοῦ Ἀλεξάνδρου ἀδελφή, ἵνα μὴ ἐς τὸ τῶν Μακεδόνων πλῆθος ἐν διαβολῇ γένηται ὡς αὐτὴ τὸν πόλεμον αὐτοῖς ἐπάγουσα, παραινεῖ καὶ πείθει Εὐμένη ἀποχωρῆσαι τῶν Σάρδεων. |
| 1,40 [10] | ἀλλ’ ὅμως οὐδὲν ἧττον ὁ Ἀντίπατρος παραγενόμενος αὐτὴν ἐπωνείδιζε τῆς ἐς Εὐμένη καὶ Περδίκκαν φιλίας. ἡ δὲ πρός τε ταῦτα κρεῖσσον ἢ κατὰ γυναῖκα ἀπελογεῖτο, καὶ πολλὰ ἄλλα ἀντεπεκάλει· τέλος δὲ εἰρηνικῶς ἀλλήλων ἀπηλλάγησαν. ὅτι Εὐμένης ἐπελθὼν ἀπροσδοκήτως τοῖς οὐχ ὑπ’ αὐτῷ προσχώροις καὶ λείαν πολλὴν καὶ χρήματα συλλαβὼν τὸν οἰκεῖον στρατὸν κατεπλούτει. |
| 1,41 [10] | διαπρεσβεύεται δὲ καὶ πρὸς Ἀλκέταν καὶ τοὺς σὺν αὐτῷ ἐς ταὐτὸν τὰς δυνάμεις συναγαγεῖν ἀξιῶν καὶ οὕτως τοῖς κοινοῖς ἐχθροῖς μάχεσθαι· οἱ δὲ ἄλλων ἄλλα συμβουλευσαμένων τέλος οὐ πείθονται. ὅτι Ἀντίπατρος Εὐμένει μὲν πολεμεῖν τέως οὐκ ἐθάρρει, κατὰ δὲ Ἀττάλου καὶ Ἀλκέτα πέμπει πολεμήσοντα Ἄσανδρον· καὶ ἀγχωμάλου τῆς μάχης γεγενημένης ἡττᾶται Ἄσανδρος. ὅτι διαφέρεται Κάσανδρος πρὸς Ἀντίγονον, καὶ παύεται Κάσανδρος τῆς κατὰ Ἀντιγόνου ἀταξίας, Ἀντιπάτρου τοῦ πατρὸς διακωλύσαντος. |
| 1,42 [5] | ὅμως οὖν ὁ Κάσανδρος περὶ Φρυγίαν συμβαλὼν τῷ πατρὶ ἀναπείθει μήτε πόρρω τῶν βασιλέων ἀποχωρεῖν καὶ Ἀντίγονον δι’ ὑπονοίας ἔχειν, ὃ δὲ τῇ τε μετριοφροσύνῃ καὶ τῇ ἄλλῃ θεραπείᾳ καὶ ἀρετῇ τὸν δυνατὸν τρόπον διέλυε τὴν ὑπόνοιαν. |
| 1,43 [5] | καὶ Ἀντίπατρος ἐπικλασθεὶς τῆς τε ξυνδιαβάσης αὑτῷ ἐς τὴν Ἀσίαν δυνάμεως πεζοὺς μὲν ἐπιτρέπει αὐτῷ Μακεδόνας ὀκτακισχιλίους καὶ πεντακοσίους καὶ ἱππέας τῶν ἑταίρων ἴσους, ἐλέφαντας δὲ τῶν πάντων τοὺς ἡμίσεας οʹ, ὡς ῥᾷον διαπολεμήσειεν τὸν πρὸς Εὐμένη πόλεμον. |
| 1,44 [5] | καὶ Ἀντίγονος μὲν τοῦ πολέμου ἥπτετο, Ἀντίπατρος δὲ ἀναλαβὼν τοὺς βασιλεῖς καὶ τὴν ἄλλην δύναμιν ᾔει ὡς περαιωσόμενος ἐπὶ Μακεδονίαν. καὶ στασιάζει πάλιν ὁ στρατὸς αἰτῶν τὰ χρήματα. Ἀντίπατρος δὲ ἐπειδὰν ἔλθῃ εἰς Ἄβυδον ὡμολόγησε ποριεῖν αὐτά, καὶ δώσειν τυχὸν μὲν πάντα ὅση ἡ δωρεά, εἰ δὲ μή, τήν γε πλείστην. |
| 1,45 [5] | καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν ἀναρτήσας ἀστασιάστως τὸ λοιπὸν καταλαμβάνει τὴν Ἄβυδον. ἐκεῖ δὲ τέχνῃ τούτους παρακρουσάμενος, νυκτὸς ἅμα τοῖς βασιλεῦσι περαιοῦται τὸν Ἑλλήσποντον παρὰ Λυσίμαχον. τῇ δὲ ὑστεραίᾳ καὶ αὐτοὶ ἐπεραιώθησαν, ὑπὲρ τῆς ἀπαιτήσεως τῶν χρημάτων παραυτίκα ἡσυχάσαντες. ἐν οἷς καί τοῦ δεκάτου λόγου τὸ τέλο ς . E LIBRO PRIMO. |
| 2 (t) [1] | Anec d . Bek k . p. 179, 26 s. v. ψευσθῆνα ι · Ἀρριανὸς πρώτ ῳ · εἰ δὲ ψευσθείημεν τῆς ἐπὶ τῷ παιδὶ τοῦ Ἀλεξάνδρου προσδοκωμένης ἐλπίδος. E LIBRO SECUNDO. |
| 3 [5] | Anec d . Bek k . p. 173, 29 s. v. Σισίνη ς , Σισίνου κλίνει τὸ ὄνομα Ἀρριανό ς . ἐχρήσατο αὐτῷ ἐν πάσῃ τῇ πραγματείᾳ τετραχῶς. Σισίνης δὲ ὁ Φραταφέρνου παῖς. ἐν μόνῳ δὲ τῷ δευτέρῳ λόγῳ εὑρέθη τὸ ὄνομα 〈τῶν〉 μετὰ Ἀλέξανδρο ν . Anec d . |
| 4 | Bek k . p. 131, 19 s. v. γνωσιμαχ ῶ · ἅπαξ ἐχρήσατο τῇ λέξει Ἀρριανὸς ἐν πάσῃ τῇ πράξει αὑτοῦ, ἐν δευτέρῳ τῶν με τ ’ Ἀλέξανδρο ν · οἱ δὲ γνωσιμαχήσαντες ὑπέδυσαν τὰ ἐπαγγελλόμενα. E LIBRO TERTIO. |
| 5 (t) [1] | Anec d . Bek k . p. 170, 16 s. v. πολιτεύ ω · ἐνεργητικῶς, Ἀρριανὸς τρίτ ῳ · ὑμῖν δὲ τοὺς πατρίους νόμους ἀποδοὺς ἐν ἐλευθερίᾳ πολιτεύειν ἀπέδωκεν. E LIBRO QUARTO(?). |
| 6 (t) [5] | Anec d . Bek k . p. 154, 12 s. v. καθηγοῦμα ι · δοτικῇ. Ἀρριανὸς τετάρτῳ τῶν μετὰ Ἀλέξανδρο ν · καὶ ἐς τὸν λιμένα καθηγεῖσθαι. Sui d . s . v . καθηγοῦμα ι · δοτικῇ. καθηγοῦμαι ταύταις εἰς τὸν λιμένα. E LIBRO QUINTO. |
| 7 | Anec d . Bek k . p. 154, 9 s. v. κατακού ω · γενικῇ. Ἀρριανὸς πέμπτ ῳ · οὐδ’ ἐθέλει κατακούειν τοῦ σατράπου. Anec d . |
| 8 [t3] | Bek k . p. 130, 26 s. v. βουλεύ ω · ἐνεργητικῇ διαθέσει κέχρηται ὁ Ἀρριανὸς ἐν πᾶσιν. ἐν πέμπτῳ τῶν μετὰ Ἀλέξανδρο ν · σὲ δὲ εἶναι τὸν βουλεύοντά τε ὑπὲρ τῶν ὅλων τὰ ξυμφορώτατα καὶ ἐπαγγέλλοντα πᾶν ὅτι περ ἂν ξυλλογισμῷ τύχῃ ξυμβουλευθέν. FRAGMENTA SINE DESIGNATIONE LIBRI UNDE SUMPTA SUNT TRADITA, ET FRAGMENTA DUBIA. |
| 9 | Sui d . s . v . σιγηλό ς · σιγὴ δὲ ἦν βαθυτέρα πάσης ἐρημίας. Sui d . |
| 10 | s . v . γνώμ η · ὅτῳ θεία μὲν ἡ γνώμη περιόντι, εἰς θεοὺς δὲ ἡ μεταχώρησις. Ἀρριανό ς . Sui d . |
| 11 | s . v . ἀφηλικέστερο ς · Ἀρριανό ς · παιδὸς γὰρ ἐκείνου ἀφήλικος ἐπιτροπεύσειν τε αὐτοὺς μέλλειν καὶ ὑπὸ τῷ ἐκείνου προσχήματι πᾶν ὅτιπερ καθ’ ἡδονήν σφισι πράξειν ἐς τοὺς ὑπηκόους. Sui d . |
| 12 [15] | s . v . Λεόννατο ς , στρατηγὸς Μακεδόνων, κατὰ γένος προσήκων 〈τῇ〉 Φιλίππου μητρί, συντραφεὶς δὲ Ἀλεξάνδρῳ, κατὰ τὸ τῆς τροφῆς ἐπιτήδειον καὶ τοῦ γένους καὶ κατὰ μέγεθος μέντοι καὶ κάλλος τοῦ σώματος τιμῆς μετεῖχεν· ὅθεν αὐτῷ καὶ ζῶντος Ἀλεξάνδρου τό τε φρόνημα ὑπέρογκον ἦν καί τις ἁβρότης Περσικὴ κατά γε τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὴν ἄλλην δίαιταν ἐς τὴν τῶν πολεμίων οὐκ ἀφανῶς ἐπετηδεύετο. τελευτήσαντος δὲ Ἀλεξάνδρου καὶ ζῆλον ἐποιεῖτο, εἰκάζων αὑτὸν πρὸς τὸν βασιλέα τῷ τε ἀφέτῳ καὶ ἀνειμένῳ τῆς κόμης καὶ τῇ ἄλλῃ κατασκευῇ, ἣ οὐ πρόσω τοῦ Περσικοῦ τρόπου ἤσκητο αὐτῷ. ἵπποι τε Νισαῖοι, οἱ δὲ Φάσιδος ἄπο, χρυσοχάλινοι σύμπαντες, προετετάχατο τῆς τάξεως, ἐκπρέποντες τοῖς καλλωπίσμασιν. ἐπήγνυντο δὲ αὐτῷ καὶ σκηναὶ μεγαλοπρεπεῖς, καὶ ὅπλα κάλλει ὑπερφέροντα, εἵπετο καὶ τὸ τῶν ἑταίρων ἄγημα. Sui d . |
| 13 | s . v . χρηματισαμένω ν · Ἀρριανό ς · χρηματισαμένων δὲ καὶ αὐτῶν τρίτη παρεγένετο πρεσβεία. Sui d . |
| 14 | s . v . ἀνελεύθερο ς · οἱ δὲ ἐς ἀταξίαν ἰόντες καὶ ἀνάστατοι γενόμενοι ἀγεννῆ καὶ ἀνελευθέραν ἐποιήσαντο τὴν ἀναχώρησιν, οἴκαδε ἀπονοστήσοντες. Anec d . |
| 15 | Bek k . p. 170, 13 s. v. παρεγγυ ῶ · δοτικῇ. Ἀρριανό ς · ταὐτὸ δὲ τοῦτο παρηγγύησε καὶ τοῖς ἀποσπασθεῖσιν ἀπὸ τῆς σὺν αὐτῷ στρατιᾶς. Anec d . |
| 16 | Bek k . p. 145, 18 s. v. ἐκπολεμ ῶ · αὐτὸς δὲ ἐς Ἀθήνας ἐλθὼν ὡς ἐκπολεμώσων τοὺς Ἀθηναίους πρὸς Ἀλέξανδρον. Sui d . |
| 17 [5] | s . v . Λεωσθένη ς · στρατηγὸς τῶν Ἀθηναίων. οὗτος ἐν τῷ πρὸς τοὺς Μακεδόνας πολέμῳ προθυμίᾳ χρησάμενος τοῦ καιροῦ προθυμοτέρᾳ καὶ τῇ παραπεσούσῃ εὐπραγίᾳ κατὰ τῶν πολεμίων ἐπεξιὼν τήν τε ἐμβολὴν ἀφειδῆ ποιεῖται καὶ λίθῳ πληγεὶς πρὸς τὴν κεφαλὴν ἀφυλάκτως ἐπὶ τῆς παρατάξεως πίπτει. Sui d . |
| 18 | s . v . ἀνεδέχετ ο · ὁ δὲ τούτοις πιστεύων ἀνεδέχετο τὸν πρὸς Ἀριαράθην πόλεμον. Sui d . |
| 19 [15] | s . v . Κρατερὸς ὁ Μακεδών· ὃς ἦν μέγιστός τε ὀφθῆναι καὶ οὐ πρόσω ὄγκου βασιλικοῦ τῆς τε σκευῆς τῇ λαμπρότητι διαφέρων, καὶ παντὶ τῷ κόσμῳ κατὰ τὸν Ἀλέξανδρον ἔσταλτο πλὴν τοῦ διαδήματος· καὶ τοῖς συγγινομένοις οἷος σὺν ἐπιεικείᾳ, καὶ τοῦ σεμνοῦ προσόντος, φιλοφρονέστατος δόξαι καὶ πιθανώτατος τῷ ἐπαγωγῷ τῶν λόγων, ὡς συμβαλεῖν τῇ τε σμικρότητι τοῦ Ἀντιπάτρου σώματος καὶ τῇ φαυλότητι, ἐπὶ τούτοις τῷ ἀπροσμίκτῳ καὶ ἀνημέρῳ εἰς τοὺς ὑπηκόους· 〈ὥστε〉 θεραπεύειν τὸν Κρατερὸν κατὰ βασιλέα, καὶ ἐν ἐπαίνοις ἄγοντας κατὰ τὸ εἰκός, οἷα δὴ στρατηγῶν τὸν εὐτολμότατον καὶ τῶν πολεμικῶν ἔργων συνετώτατον, δεύτερον τῇ προτιμήσει μετὰ Ἀλέξανδρον ἀναμφιλόγως ἄγειν. κίνησίς τε δὴ οὖν ἦν ἐπὶ τούτῳ τῆς στρατιᾶς συμπάσης, Κρατερὸν μὲν οἷα βασιλέα ἐς τὸ ἐπιφανὲς θεραπευούσης, καὶ ἑκάστων ἀπαξιούντων ἐν ἴσῃ μοίρᾳ ἄμφω τετάχθαι, Ἀντιπάτρῳ δὲ κατ’ οὐδὲν ἐθελόντων πείθεσθαι. Anec d . |
| 20 | Bek k . p. 139, 10 s. v. ἓν οὐδέ ν · Ἀρριανό ς · ἕν τε οὐδὲν ἐδόκει ἀπεῖναι τῶν ἑαλωκυίᾳ ἤδη πόλει ξυμφερομένων. Sui d . |
| 21 | s . v . ἀνεβάλλετ ο · Ἀρριανό ς · ἀνεβάλλετο τὴν τῆς ἄλλης χώρας δῄωσιν οἰόμενος ἐνδώσειν Ἀθηναίους. Sui d . |
| 22 [5] | s . v . Ἀντίπατρο ς · ὅτι τῶν Ἀθηναίων τὰς Ἀθήνας Ἀντιπάτρῳ τῷ Μακεδόνι παραδόντων, ἐν δέει ὄντες οἱ δημαγωγοὶ 〈οἱ〉 πρὸς τὴν ἐπανάστασιν τοὺς Ἀθηναίους ἐπάραντες μὴ τὴν αἰτίαν ἐπ’ αὐτοὺς ἐνέγκωσιν, ἔφυγον. οἱ δὲ Ἀθηναῖοι θανάτῳ ἐρήμην τούτους κατεδίκασαν· ὧν ἦν Δημοσθένης ὁ ῥήτωρ καὶ Ὑπερείδης καὶ Ἱμεραῖος, τὴν τοῦ θανάτου εἰσήγησιν εἰσενεγκόντος 〈Δημάδου〉. Sui d . |
| 23 [25] | s . v . Δημοσθένη ς , ὁ ῥήτωρ, ἀνὴρ ἦν γνῶναί τε καὶ εἰπεῖν ὅσα ἐνθυμηθείη δυνατώτατος γενόμενος· ὅθεν καὶ δεινότατος ἔδοξε τῶν καθ’ αὑτόν, οἷα δὴ ἱκανώτατος τὸ ἀφανὲς εἰκάσαι καὶ τὸ γνωσθὲν ἐξηγήσασθαι. καὶ ἐν οἷς ὑπὲρ τῶν κοινῶν λέγειν τι ἢ πράττειν ἐπεχείρησε, καιρῷ μὲν ἐπιτηδείῳ οὐ μάλα ἐχρήσατο ἐς δόξαν τῶν δημαγωγούντων, πλεῖστα δὲ εἷς ἀνὴρ οὗτος τῶν καθ’ αὑτὸν Ἀθηναίων τοῖς Μακεδόνων τυράννοις σὺν παρρησίᾳ ἀντειπὼν παρὰ τοῖςδε ἀδωρότατος ἔδοξεν εἶναι. ὅτε δὴ συνέβαινε τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν, οἷα δὴ τῶν κερδῶν ἐφιεμένους μᾶλλον [ἐκ] τοῦ ἐς τὸ κοινὸν λυσιτελοῦντος, ἐξωνηθέντας χρημάτων δόσει τὸ κατὰ σφᾶς ὡς ἐδόκουν ἐν τῷ παραυτίκα 〈λυσιτελέσ〉, κέρδους τοῦ σφετέρου εἵνεκα, πρὸ τοῦ ἐς τὰ κοινὰ συμφέροντος τίθεσθαι. ὅθεν αὐτῷ καὶ ἐφ’ οἷς ὕστερον ᾐτιάθη συγγνόντες οἱ Ἀθηναῖοι κατεδέξαντό τε αὖθις καὶ ἐς πάντα συμβούλῳ ἐχρήσαντο. καὶ αὐτῷ ἡ τελευτὴ γενναία ἐπιγενομένη μάλιστα ἐς μεταμέλειαν ἤγαγεν αὐτοὺς οὐκ ἀφανῆ τῶν γνωσθέντων. οὐ πολλῷ γοῦν ὕστερον ἢ ἐξαγγελθῆναι τεθνηκότα Δημοσθένην, μετεγίνωσκον ἐφ’ οἷς δέει τῶν Μακεδόνων μᾶλλον ἢ γνώμῃ τῇ δικαιοτάτῃ ἔκριναν, καὶ ἀτέλειάν τε τῷ πρεσβυτάτῳ γένους τοῦ Δημοσθένους ψηφίζονται καὶ χαλκοῦν στῆσαι αὐτὸν ἐν ἀγορᾷ καὶ ἐλεγεῖον τῇ βάσει τοῦ ἀνδριάντος ἐπέγραψαν· εἴπερ ἴσην ῥώμην γνώμῃ, Δημόσθενες, εἶχες, οὔποτ’ ἂν Ἑλλήνων ἦρξεν Ἄρης Μακεδών. Co d . |
| 24,230r,1 | Vati c . grae c . 495, fol. 230 r . .......... [Ἀρριδαίου δὲ] τὴν παρὰ Πτολεμαῖον αὐτομόλησιν καὶ τοῦ σώμ[ατος] τοῦ Ἀλεξάνδρου τὴν ἐς Αἴγυπτον κομιδὴν ἐ̣π̣ε̣ὶ̣ Π̣ε̣[ρδίκκᾳ οἱ] ἀμφὶ Ἄτταλόν τε καὶ Πολέμωνα οἱ ἐπὶ κωλύσει [τῆς αὐτοῦ] ἀποχωρήσεως ἐσταλμένοι ἄπρακτοι [ἐπανελθόντες ἔφρα‐] σαν, ὁ δὲ ἔτι μᾶλλον ἠ̣[θέλησεν ἐπὶ τὴν Αἴγυ]πτον στρα[τεύ‐] ειν, ὡς Πτολεμαῖον μὲν ἀφελόμενος τὴν ἀρχὴν τῶν ἑαυτῷ τινα ἐπιτηδείων καταστῆσαι Αἰγύπτου ὕπαρχον, τοῦ σώματος δὲ τοῦ Ἀλεξάνδρου κρατῆσαι. |
| 24,230r,8 | ταῦτα δὲ ἐννοῶν ἐπειδὴ ἐς Κιλικίαν [ξ]ὺν τῇ δυνάμει ἀφίκετο, Φιλώταν μὲν τὸν ξατράπην τῆς χώρας ἐπιτήδειον τοῖς ἀμφὶ Κρατερὸν γιγνώσκων παρέλυσεν τῆς ἀρχῆς, Φιλόξενον δὲ ἀντ’ αὐτοῦ ἄρχειν κατέστησεν, ἕνα τῶν ἀφανῶν Μακεδόνων, οἷα δὴ ἐ̣ν̣ ἡμιολίῳ μισθοφορᾷ ὑπ’ Ἀλεξάνδρῳ ἐστρατευμένον. |
| 24,230r,13 | πέμψας δὲ ἐς Βαβυλῶνα [ξὺ]ν δυνάμει [ἀπο]χρ[ώσ]ῃ ἄνδρα Μακεδόνα Δόκιμον τὸ ὄνομα τῶν ἐς τὰ μάλιστα ἑαυτῷ πιστῶν δοκούντων, τὸν μὲν ξατραπεύειν ἔταξεν τῆς Βαβυλωνίας, Ἄρχωνα δὲ τὸν πρόσθεν ξατράπην ἐ̣π̣ὶ̣ τ̣ῆ̣ς̣ [συντάξ‐] εως τῶν προσόδων εἶναι ἔ̣τ̣α̣ξ̣ε̣ν̣· ἐ̣ν̣τ̣ε̣τ̣α̣λμένον δ̣ὲ̣ ἦν κρύφα̣ τ̣ῷ̣ Δοκίμῳ, εἰ ἀφίκοιτο εἰς Βαβυλῶνα καὶ τῆς ξατραπείας ἐγκρατὴς γένοιτο, Ἄρχωνα μὲν ἀπαλλάξαι ἐν ἀξιώσει ξυναγαγὼν καὶ φράσας τὴν Περδίκκου διάνοιαν . |
| 24,230v,2 | .......................................... . |
| 24,230v,3 | .......................................... π̣ο̣ . |
| 24,230v,4 | ..... σ̣υ̣ν̣αγαγεῖν ὡς μὴ δ̣[εξ]ομένους̣ ἐπὶ τὴν ἀρχὴν τὸν [Δόκ]ιμον. |
| 24,230v,5 | καὶ οἱ μὲν πρὸς τούτοις ἦσαν, Δόκιμος δὲ ἐς Βαβυλῶνα ἀφικόμενος [κ]αὶ τῶν ἐκ τῆς χώρας τινὰς Βαβυλωνίων π̣ρ̣ὸ̣ς̣ ο̣̣ὓ̣̣ς̣̣ ἐ̣̣γ̣̣έ̣̣ν̣̣ε̣̣τ̣̣ο̣̣ μ̣̣ά̣̣χ̣̣η̣̣ ἐ̣π̣εὶ στρατιῶται . |
| 24,230v,7 | ........ ἐς πόλεμον κατέστη πρὸς Ἄρχωνα. |
| 24,230v,8 | καὶ τὰ μὲν πλήθη τῶν ἀπομαχομένων κατ’ ἴσχυν τῶν χωρίων ἐκρατεῖτο· ὡς δ’ ἐν ἀκροβολισμῷ τινι τραυματίᾳ γενομένῳ τῷ Ἄρχωνι οὐ πολλῷ ὕστερον ξυνέβη τελευτῆσαι ἐκ τῶν τραυμάτων, τηνικαῦτα δὲ οὐ χαλεπ[ῶς] Δόκιμος ἐδέχθη τε ἐπὶ τὴν ξατραπείαν π̣ρ̣ὸ̣ς̣ τῶν Βα[βυλωνίων] καὶ τὰ ὑπὸ Περδίκκου προστεταγμένα ξὺν πίστει τῇ ἐς αὐτὸν ἔπρασσεν. |
| 24,230v,14 | ἐν δὲ τούτῳ Περδίκκας μαθὼν τῶν ἐν Κύπρῳ βασιλέων Νικοκρέοντά τε τὸν Σαλαμίνιον καὶ τοὺς α̣ὐ̣τ̣ῷ̣ ξ̣υ̣γ̣γ̣ε̣ν̣ο̣μένους Π̣α̣σ̣ι̣κ̣ρ̣ά̣την τὸν Σόλιον καὶ Νικοκλέα τὸν Πάφιον, τοῦτον καὶ Ἀνδροκλέα τὸν Ἀμαθούσιον πρὸς μὲν Πτολεμαῖον ξυμμαχίαν πεποιημένους, ναῦς δὲ οὐ πολὺ ἀποδεούσας διακοσίων ξυμπληροῦντας, τὴν δὲ Μαριέων πόλιν κ̣α̣ὶ̣ τ̣ὸ̣ν̣ ἄ̣ρ̣χ̣ο̣ν̣τ̣α̣ ἐπιπολιορκοῦντας, ὁ δὲ [τριήρεις ἤθρ]οισεν ἐκ Φοινίκης [πρ]ὸς τὴν εἰς Μάριον αὐτόθεν ἐκ Κιλικίας 〈στρατείαν〉 κα[ὶ] πλο[ῖα π]ολλὰ στρογγύλα παρασκευάσας [ξ]ένους μὲν ἐς ὀ[κ]τακοσίους ἐπ[έβη]σεν τῶν νεῶν, ἱππέας δὲ ἐς πεντακοσίους, Σωσιγένην τὸν Ῥόδιον ἐπιτάξας ναύαρχον καὶ ξεναγὸν ἐπὶ τῶν ξένων Μήδιον τὸν [Θ]εσσαλόν, ἱππάρχην δὲ τῶν ἱππέων Ἀμύνταν, τῆς δὲ ξυμπάσης δυνάμεως στ[ρ]ατη[γ]ὸν [ἀ]ποφήνας Ἀρι[στόν]ουν τὸν Ἀλεξάνδρου σωματοφύλακα Co d . |
| 25,235r,1 | Vati c . grae c . 8495, fol. 235 r , ............... ἀναγ̣α̣̣γ̣̣ὼ̣̣ν̣̣ ς̣̣τ̣̣ρ̣̣α̣̣τ̣̣ι̣̣ώ̣τας ἐς τρισχιλίους, παρὰ δὲ ναίων δέκ̣̣α̣̣ ν̣̣α̣̣[ῦς λαβὼν] . |
| 25,235r,3 | ......................... καὶ δέχε̣τ̣α̣ι̣ α̣ὐ̣τ̣ὸ̣ν Ἄσανδρος ὁ Καρίας ξ̣α̣τ̣ρ̣ά̣π̣η̣ς̣ . |
| 25,235r,4 | ....... κ̣̣α̣̣τὰ γένος ἐπιτήδειος ὤν. |
| 25,235r,5 | καὶ Μένανδρος [ὁ Λυ]δίας ξατράπης τήν τε ἄφιξιν τὴν Ἀντιγόνου μαθὼν καὶ 〈τὴν〉 Ἀσάνδρου παρ’ αὐτὸν μεταχώρησιν, Περδίκκα[ν] . |
| 25,235r,7 | .... μ̣̣ε̣̣ν̣̣ω̣̣ς̣̣ .. . |
| 25,235r,8 | ............... ἀ̣μ̣φ̣ὶ̣ Κ̣ρ̣α̣τ̣ε̣ρ̣ὸ̣ν̣ .......... κ̣̣α̣̣ὶ̣̣ δ̣̣ι̣̣’ ὀ̣̣ρ̣̣γ̣̣ῆ̣̣ς̣̣ ἔχων Περδίκκαν ὅτι τὴν μὲν ξ̣α̣τ̣ρ̣α̣π̣είαν ἣν εἶχεν α̣̣ὐτὸς Κλεοπάτρᾳ ἐπιτετρόφει, α̣ὐ̣τ̣ῷ̣ δ̣ὲ̣ τὴν στρατιὰν μ̣̣ό̣̣ν̣̣η̣ν̣ ὑπακούειν καὶ αὐτὸν ὑπὸ Κλεοπάτρᾳ εἶναι ἔταξεν, ὁ̣̣ρ̣̣ῶ̣̣ν̣̣ καὶ τὴν Εὐμένους ἐ̣ς̣ . |
| 25,235r,12 | .... παρὰ Κλεόπατραν ἀ̣̣μ̣̣φ̣̣ὶ̣̣ . |
| 25,235r,13 | .......................................... . |
| 25,235r,14 | ........................ γ̣ρ̣ά̣φ̣ε̣ι̣ δ̣̣ὲ̣̣ .. . |
| 25,235r,15 | ................... στρατιὰν ......... τῶν ἐπιχωρίων ὅσους πλείστους δυν̣̣α̣̣τ̣̣ὸ̣̣[ς] γ̣έ̣ν̣οιτο κατασχεῖν τὰς ἀπὸ Σάρδεων εἰς Φρυγίαν τὴν μεγάλην φερούσας ὁδοὺς ὡς ἔνι ἀφανέστατα καὶ α̣̣ὐ̣̣τ̣̣ὰ̣ς̣̣ . |
| 25,235r,18 | ............. μ[ή πῃ] προαγγ̣έ̣λ̣λ̣[ηται] Εὐμένει τὰ ἐπ’ αὐτῷ βεβουλευμένα· αὐτὸς δὲ ἀναλαβὼν τῶν μὲν πεζῶν μ̣ά̣λ̣ι̣σ̣τ̣α̣ ἐς̣ δ̣̣ι̣̣ς̣̣χιλίους, ἱππέας [δ’ ὀλίγους] ἔχων ἀφίκετο κ̣α̣τ̣ὰ̣ τ̣ὸ̣ν̣ τ̣̣ό̣̣π̣̣ο̣̣ν̣̣ τ̣̣ῆ̣̣ς̣̣ ἐ̣ν̣έ̣δ̣ρ̣α̣[ς] . |
| 25,235r,26 | ........ πεντακοσίους ψ̣̣ι̣̣λ̣̣ο̣̣ὺ̣̣ς̣̣ ........ . |
| 25,235r,27 | .......................................... . |
| 25,235r,28 | ...... τ̣̣ὰ̣̣ς̣̣ ἐ̣̣ν̣̣ Ἰ̣̣ω̣̣ν̣̣ί̣̣ᾳ̣̣ π̣̣ό̣̣λ̣̣ε̣̣ι̣̣ς̣̣ ξ̣̣υ̣̣μ̣̣π̣̣ά̣̣[σας] ........ . |
| 25,235v,1 | ............ [Ἔφεσός τε] κ̣α̣ὶ̣ αἱ ἐν κύκλῳ τῆς Ἐφέσου πόλεις φιλίως κατε̣δ̣έ̣ξ̣α̣ν̣τ̣ο̣ αὐτόν· ὁ δὲ παρεσκευάζετο ὡς ἐπὶ Σάρδεις ἐλ̣ά̣σ̣ω̣ν̣ ἐ̣̣κ̣̣[εῖθ]ε̣̣ν̣̣. |
| 25,235v,3 | ἐν τούτῳ δὲ Κλεοπάτρα μαθοῦσα τοῦ τε Ἀντιγόνου τὴν ὁρμὴν καὶ τὴν ἐνέδραν τὴν ἐπὶ Εὐμένει παρεσκευασμένην, ἡ μὲν φράζει πρὸς Εὐμένη τὰ ἐξηγ̣γ̣ε̣λ̣μ̣έ̣ν̣α̣, ὁ δὲ ἀμφὶ δείλην ξυναγαγὼν τοὺς ξ̣υ̣νηκολουθηκ̣ό̣τ̣α̣ς̣ α̣ὐτῷ ψιλοὺς καὶ ἱππέας παραγγέλλει μήτε σάλπιγγα μήτε ἄλλο τι τῶν περιφανῶν σημείων προσμείναντας ὡς τάχιστα πρὸς πορείαν ἐσκευασμένους παρεῖναι. |
| 25,235v,10 | καὶ ἦν μὲν αὐτῷ ἡ φανερὰ ὁδὸς ὡς ἐπ’ ἀνίσχοντα ἥλιον ἐ̣π̣ὶ̣ Κ̣ο̣λ̣ο̣[σσάς] . |
| 25,235v,11 | .. .... φέ̣ρ̣ο̣υ̣σ̣α̣, ὁ̣ δ̣ὲ̣ τ̣α̣ύ̣τ̣η̣ν̣ μὲν ἄγειν εὐλαβήθη τῷ κατειλῆφθαι εἰκ̣ά̣ζειν, ἦγε δ̣ὲ̣ ἐπὶ δ̣ύ̣ν̣ο̣ν̣τ̣α̣ τ̣ὴν ἐναντιωτάτην τῇ εὐθείᾳ κ̣̣α̣̣ὶ̣̣ ἐπὶ τ̣ῷ̣δ̣ε̣ ἥκιστα προσδοκωμένην· προελθὼν δὲ ἀμφὶ τοὺς εἴκοσιν σταδίους εἰς δεξιὰν μάλιστα ἐπιστρέφει καὶ ὡς π̣̣ρ̣̣ο̣̣ς̣̣ω̣̣τ̣̣ά̣̣τ̣̣ω̣̣ τῆς ἐνέδρας ἀ . |
| 25,235v,16 | ................. ὁ δ̣ὲ̣ α̣ . |
| 25,235v,17 | μεν ....... διὰ τῶν πεδίων .... δ̣’ ἤπειγεν, ἔπειτα ἤλ̣̣α̣̣υ̣̣ν̣̣εν τ̣̣ῆ̣̣ς̣̣ ἐπὶ Φρυγίαν τὴν μεγάλην φερούσης ὁδοῦ ὅσ̣α̣ κ̣̣α̣̣ὶ̣̣ ἀναπαύειν τοὺς ἱππέας, πρὸς δ̣ι̣α̣ . |
| 25,235v,19 | .............. ὅ̣̣π̣̣ου δὴ ἀ̣φηγεῖτο. |
| 25,235v,20 | τῆς δὲ αὐτῆς νυκτὸς Ἀντίγονος ὑπερβ̣ε̣β̣η̣κ̣ὼ̣ς̣ ἐκ τοῦ Καΰστρου πεδίου π̣ε̣̣ρ̣̣ᾷ̣̣ τὸν Τμῶλον καὶ . |
| 25,235v,22 | ......... ὀ̣̣λ̣̣ί̣̣γ̣̣ο̣̣ν̣̣ ὕ̣̣ς̣̣τ̣̣ε̣̣ρ̣̣ο̣̣ν̣̣ τῆς Εὐμένους ἀποχωρήσεως· μαθὼν δὲ τὴν φυγὴν τὴν Εὐμένους καὶ ὅτι . |
| 25,235v,23 | ....... . |
| 25,235v,24 | .... τοὺς ἐνεδρεύοντας εἰκάσας, ὁ δὲ ἐπελαύνε̣ι̣ εἰς τ̣̣ὰ̣̣ς̣̣ Σ̣̣ά̣̣ρ̣̣δ̣̣ε̣̣ι̣̣ς̣̣ . |
| 25,235v,25 | ...... καταλαβὼν τ̣ὴ̣ν̣ .................... τὴν Κλεοπάτραν . |
| 25,235v,26 | ........ Περδίκκαν μὲν ......... ἐ̣̣π̣̣ὶ̣̣ . |
| 25,235v,27 | .......... τ̣̣ῶ̣̣ν̣̣ ὅ̣̣λ̣̣ω̣̣ν̣̣, σφίσιν δὲ οὐδὲν καλῶν πεπον. |
| 25,235v,28 | ................... Περδίκκαν ἔφη ἐκ τῆς ἐπωSui d . |
| 26 [10] | s . v . Κρατερό ς · Εὐμένης δὲ κατὰ τὸν πόλεμον εὑρὼν τὸ Κρατεροῦ σῶμα κείμενον ἔτι ἔμπνουν, καταπηδῆσαί τε ἀπὸ τοῦ ἵππου λέγεται καὶ κατολοφύρασθαι αὐτόν, ἐπιμαρτυρόμενος ἀνδρείαν τε τὴν Κρατεροῦ καὶ σύνεσιν καὶ τὸ ἄγαν ἵλεων τοῦ τρόπου καὶ ἐς φιλίαν τὴν πρὸς αὑτὸν ἀνεπίπλαστον, ὅσον τε πλούτου ἀνέραστον καὶ ὀρθῇ δικαιοσύνῃ σύντροφον· κράτιστος δὲ ἄρα οὗτος ὅτου τὰ τῆς ἀρετῆς ἔργα καὶ παρὰ τοῖς ἐναντίοις τῶν ἐπαίνων ξυμφώνησιν ἔχει. ἐντίμως δὲ καὶ μεγαλοπρεπῶς τὸ σῶμα αὐτοῦ ἐκήδευσεν. ἔχει μὲν οὖν καὶ ταῦτα Κρατερῷ ἀγαθὴν δόξαν, πεπίστευται δὲ σωφρονέστατος γενέσθαι καὶ πρᾳότατος καὶ φιλίας κοινωνῆσαι βεβαιότατος, οἷα δὴ τὸ φιλέταιρον φύσει κτησάμενος καὶ ἐπιτηδεύσας. Sui d . |
| 27 [10] | s . v . Περδίκκα ς , ὁ Μακεδών. ὃν ἔκτειναν ἐξ ἐπιβουλῆς οἱ Μακεδόνες, ἄνδρα τά τε πολέμια κράτιστον γενόμενον καὶ μεγαλονοίᾳ χρησάμενον διαφερόντως· ἐξ οὗ δὴ καὶ τὸ ὑπέρογκον αὐτῷ τοῦ φρονήματος εὐθαρσὲς πρὸς πάντα κίνδυνον ἦν, τό τε ἄγαν μεγαλήγορον, σὺν ᾧ πάντας Μακεδόνας ὑπερφρονεῖν ἔδοξε, τάς [τε] εὐπραγίας αὐτῷ φθόνου ἐπαξίας ἐποίει· ἐπὶ δὲ τῷ φθόνῳ μῖσος ἐπεγίνετο, καὶ τὸ μὴ φέρειν ὑπὲρ σφᾶς ὄντα τε καὶ ὀνομαζόμενον. ὅθεν καὶ τὴν ἐν τοῖς πταίσμασι μεταβολὴν σὺν ὀργῇ τῆς πρόσθεν ὑπεροψίας μᾶλλον ἢ κρίσεως ἀληθεστάτης δικαιώσει ἐς τὸ κατ’ αὐτοῦ ἐπιβούλευμα ἐποιοῦντο. Sui d . |
| 28 | s . v . χρῆσθα ι · τά τε ἐπιτήδεια παρεσκευακέναι ἄφθονα καὶ ταῦτα προῖκα παρέξειν τῇ στρατιᾷ χρῆσθαι. Sui d . |
| 29 | s . v . ἐπαινέσα ς · οὓς ἐπαινέσας τῆς προθυμίας ἀρκεῖσθαι ἔφη τοῖς παροῦσι. Anec d . |
| 30 | Bek k . p. 153, 12 s. v. κρίν ω · τὴν νῦν ἀτιμαζομένην καὶ κρινομένην ὑμῖν. Sui d . |
| 31 | s . v . ἁλώσιμα (= s. v. ἦγε καὶ ἔφερεν)· Ἀρριανό ς · ἀπὸ τῶν φρουρίων ὁρμώμενος ἦγε καὶ ἔφερεν τῆς ὑπ’ ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῇ ἦν αὐτῷ ἁλώσιμος. |