eul_wid: pcs-aa

Ἀποσπάσματα Παρθικῶν
Fragments of Parthica, According to John Lydus and Syncellus

Arrian of Nicomedia Fragments of Parthica, According to John Lydus and Syncellus PDF

[35] Joannes Laurentius Lydu s , De mensibus III 1, p. 37, 12 Wünsch: Σκύθας δὲ αὐτοὺς (sc. τοὺς Πάρθους) εἶναι πάντες μὲν μαρτυροῦσιν, Ἀρριανὸς δὲ δείκνυσι· τὸ γὰρ Πάρθος ὄνομα ὁ Σκύθης καὶ ἔπηλυς κατ’ αὐτὸν τῇ Σκυθῶν φωνῇ ἑρμηνεύεται. Syncellu s , p. 539, 14 Bonn: Ἐπὶ τούτου τοῦ Ἀντιόχου Πέρσαι τῆς Μακεδόνων καὶ Ἀντιόχων ἀρχῆς ἀπέστησαν, ὑπ’ αὐτοὺς τελοῦντες ἀπὸ Ἀλεξάνδρου τοῦ κτίστου, διὰ τοιαύτην αἰτίαν. Ἀρσάκης τις καὶ Τηριδάτης ἀδελφοὶ τὸ γένος ἕλκοντες ἀπὸ τοῦ Περσῶν Ἀρταξέρξου ἐσατράπευον Βακτρίων ἐπὶ Ἀγαθοκλέους Μακεδόνος ἐπάρχου τῆς Περσικῆς. ὃς Ἀγαθοκλῆς ἐρασθεὶς Τηριδάτου, ὡς Ἀρριανός φησιν, ἑνὸς τῶν ἀδελφῶν, καὶ τὸν νεανίσκον σπουδάζων ἐπιβουλεῦσαι διαμαρτήσας ἀνῃρέθη παρ’ αὐτοῦ καὶ Ἀρσάκου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ βασιλεύει Περσῶν Ἀρσάκης, ἀφ’ οὗ οἱ Περσῶν βασιλεῖς Ἀρσακίδαι ἐχρημάτισαν, ἔτη βʹ, καὶ ἀναιρεῖται, καὶ μετ’ αὐτὸν Τηριδάτης ἀδελφὸς ἔτη λζʹ.