ΠΑΡΘΙΚΑ
Φώτιος Ἀνεγνώσθη Ἀρριανοῦ Παρθικά, ἐν βιβλίοις ιζʹ. οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βιβλίον Βιθυνιακά· συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν.
Διέρχεται δὲ ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς πολέμους, οὓς ἐπολέμησαν Ῥωμαῖοι καὶ Πάρθοι Ῥωμαίων αὐτοκράτορος ὄντος Τραϊανοῦ. φησὶ δὲ τὸ Πάρθων γένος Σκυθικόν, ἀποστῆναι δὲ τῆς τῶν Μακεδόνων ἐπικρατείας, ἅμα Περσῶν καταστραφέντων πάλαι δουλωθέν, διʼ αἰτίαν τοιαύτην. Ἀρσάκης καὶ Τηριδάτης ἤστην ἀδελφὼ Ἀρσακίδαι, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φριαπίτου ἀπόγονοι. οὗτοι Φερεκλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως — Θεὸν αὐτὸν ἐπίκλην ὠνόμαζον—ἀλλʼ οἵ γε Ἀρσακίδαι τὸν ὑπὸ Ἀντιόχου σατράπην αὐτῶν τῆς χώρας καταστάντα Φερεκλέα, ἐπεὶ τὸν ἕτερον τῶν ἀδελφῶν αἰσχρῶς ἐπείρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν ἀνεῖλόν τε τὸν ὑβρίσαντα καὶ ἑτέροις πέντε τὴν πρᾶξιν ἀνακοινωσάμενοι καὶ τὸ ἔθνος Μακεδόνων ἀπέστησαν καὶ καθʼ ἑαυτοὺς ἦρξαν καὶ ἐπὶ μέγα δυνάμεως ἤλασαν, ὡς καὶ Ῥωμαίοις ἀντιρρόπους μάχας θέσθαι, ἐνίοτε δὲ καὶ μεθʼ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελθεῖν.
Πάρθους δέ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώρας Σκυθίας εἰς τὴν νῦν μετοικῆσαι. οὓς ὁ Ῥωμαίων αὐτοκράτωρ Τραϊανὸς κατὰ κράτος ταπεινώσας ὑποσπόνδους ἀφῆκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα καταστησάμενος.
Στέφανος ὁ Βυζάντιος Ζηνοδότιον, πόλις Ὀσροήνης πλησίον Νικηφορίου, Ἀρριανὸς Παρθικῶν δευτέρῳ. τὸ ἐθνικὸν Ζηνοδότιος καὶ Ζηνοδοτιεύς, καὶ Ζηνοδοτηνὸς ἐπιχωρίως.
Στέφανος ὁ Βυζάντιος Γάζακα, πόλις μεγίστη τῆς Μηδίας, ὡς Κουάδρατος ἐν ὀγδόῳ Παρθικῶν. Ἀρριανὸς δὲ κώμην μεγάλην αὐτήν φησιν ἐν Παρθικῶν τετάρτῳ, καὶ ἑνικῶς «τῆς Γαζάκου» λέγων. τὸ ἐθνικὸν Γαζακηνός.
Στέφανος ὁ Βυζάντιος Χολοβητηνή, μοῖρα Ἀρμενίας, Ἀρριανὸς ἕκτῳ Παρθικῶν· Τιγράνης ἀρχόμενος ἄρχεται σατράπης· ἡ δὲ χώρα ἧς ἐπῆρχε Χολοβητηνὴ ὀνομάζεται.
Στέφανος ὁ Βυζάντιος Ἐλέγεια, χωρίον πέραν Εὐφράτου, Ἀρριανὸς ἐν Παρθικῶν ηʹ. τὸ ἐθνικὸν Ἐλεγεύς.
Ἰωάννης ὁ Λυδός Τοιοῦτος μὲν οὖν περὶ τῶν Κασπίων πυλῶν τοῖς Ῥωμαίων συγγραφεῦσιν ὁ λόγος, ὃν Ἀρριανὸς ἐπὶ τῆς Ἀλανικῆς ἱστορίας καὶ οὐχ ἥκιστα ἐπὶ τῆς ὀγδόης τῶν Παρθικῶν ἀκριβέστερον διεξέρχεται, αὐτὸς τοῖς τόποις ἐπιστάς, οἷα τῆς χώρας αὐτῆς ἡγησάμενος ὑπὸ Τραϊανῷ τῷ χρηστῷ.
Στέφανος ὁ Βυζάντιος Λίβανα, πόλις Συρίας ταῖς Ἄτραις γειτνιάζουσα. Ἀρριανὸς Παρθικῶν θʹ.
Στέφανος ὁ Βυζάντιος Φάλγα, κώμη μέση Σελευκείας τῆς Πιερίας καὶ τῆς ἐν Μεσοποταμίᾳ. Ἀρριανὸς ἐν ιʹ Παρθικῶν. ἡ δὲ φάλγα γλώσσῃ τῇ ἐπιχωρίῳ τὸ μέσον δηλοῖ.
Στέφανος ὁ Βυζάντιος Χωχή, κώμη πρὸς τῷ Τίγριδι ποταμῷ. Ἀρριανὸς δεκάτῳ· καὶ βασιλεὺς δʼ ἐξελαύνει ἐκ Σελευκείας οὐ πρόσω τοῦ Τίγριδος ἐς κώμην ᾗτινι Χωχὴ ὄνομα.
Στέφανος ὁ Βυζάντιος Νάαρδα, πόλις Συρίας πρὸς τῷ Εὐφράτῃ, ὡς Ἀρριανὸς Παρθικῶν ἑνδεκάτῳ. τὸ ἐθνικὸν Νααρδηνὸς τῷ ἐγχωρίῳ τύπῳ.
Στέφανος ὁ Βυζάντιος Θεβηθά, φρούριον Μεσοποταμίας. Ἀρριανὸς ἑνδεκάτῃ. ὁ οἰκήτωρ Θεβηθηνός.
Στέφανος ὁ Βυζάντιος Δόλβα, πόλις τῆς Ἀδιαβηνῆς, Ἀρριανὸς ιγʹ Παρθικῶν. τὸ ἐθνικὸν Δολβαῖος καὶ Δολβηνός.
Στέφανος ὁ Βυζάντιος Ἡφαίστου νῆσοι, τῆς Ἀδιαβηνῆς. Ἀρριανὸς ιγʹ Παρθικῶν. τὸ ἐθνικὸν Ἡφαιστονησιώτης.
Στέφανος ὁ Βυζάντιος Χαζήνη, σατραπεία πρὸς τῷ Εὐφράτῃ τῆς Μεσοποταμίας. Ἀρριανὸς ἐν τρισκαιδεκάτῳ Παρθικῶν· «ἐνταῦθʼ ἥ τε Ὀλβία καὶ τὰ πεδία τῆς Χαζήνης σατραπείας ἐπὶ μήκιστον ἀποτεταμένα.»
Στέφανος ὁ Βυζάντιος Ἄκρα ... δεκάτη ἔστι καὶ πέραν τοῦ Τίγρητος Ἄκρα, Ἀρριανὸς ἑκκαιδεκάτη.
Στέφανος ὁ Βυζάντιος Ὄραθα, πόλις τῆς ἐν Τίγρητι Μεσήνης. Ἀρριανὸς Παρθικῶν ἑκκαιδεκάτῳ. τὸ ἐθνικὸν Ὀραθηνός.
Στέφανος ὁ Βυζάντιος Ἄτραι, πόλις μεταξὺ Εὐφράτου καὶ Τίγρητος, Ἀρριανὸς ἑπτακαιδεκάτῳ Παρθικῶν.
Σοῦδα πονήσαντα· πονουμένῳ αὐτῷ περὶ τῆς βασιλείας τῶν Πάρνων ξυμβάλλουσι δύο τινες.
Σοῦδα Ἀρσάκης, Πάρθων βασιλεύς· ὃς δόρατι πληγεὶς ἐν τῇ μάχῃ κατὰ τὴν πλευρὰν θνήσκει, ἀνὴρ γενόμενος τό τε σῶμα κάλλιστος καὶ περιβλεπτότατος καὶ τὴν ψυχὴν βασιλικώτατος καὶ τῶν ἐς πόλεμον ἔργων δαημονέστατος, καὶ ἐς μὲν τὸ ὑπήκοον πᾶν πρᾳότατος, ἐς καθαίρεσιν δὲ τοῦ ἀνθισταμένου ἐρρωμενέστατος. καὶ τοῦτον Παρθυαῖοί τε ἐς τὰ μάλιστα ἐπόθησαν.
Σοῦδα θώραξ· θώραξ δὲ ἱππέως Πάρθου τοιόσδε ἐστί. τὸ μὲν γὰρ αὐτοῦ πρόσω στέρνον τε καὶ μηροὺς καὶ χεῖρας ἄκρας καὶ κνήμας καλύπτει, τὸ δὲ ὄπισθεν νῶτά τε καὶ τὸν αὐχένα καὶ τὴν κεφαλὴν ἅπασαν. περόναι δέ εἰσι πρὸς ταῖς πλευραῖς πεποιημέναι, αἷς ἑκάτερον τῶν μερῶν συμπορπηθὲν ὅλον σιδηροῦν ποιεῖ φαίνεσθαι τὸν ἱππέα, κωλύει δὲ οὐδὲν ὁ σίδηρος οὔτε τὰς ἐκτάσεις τῶν μελῶν οὔτε τὰς συστολάς· οὕτως ἀκριβῶς πρὸς τὴν τῶν μελῶν φύσιν πεποίηται. ὁπλίζουσι δὲ καὶ τὸν ἵππον ὁμοίως σιδήρῳ πάντα μέχρι τῶν ὀνύχων, διότι οὐδὲν αὐτοῖς ὄφελος ἂν εἴη τῶν ἰδίων ὅπλων, εἰ ὁ ἵππος αὐτοῖς προαπόλοιτο.
Σοῦδα σειραῖς, πλεκτοῖς ἱμᾶσι· καὶ γένος Πάρθων οἱ σειροφόροι καλούμενοι. μάχονται δὲ ἀπὸ ἵππων, σειρὰς ἱμάντων ἑλίσσοντες· πελάσαντες δὲ τοῖς πολεμίοις ἐφιᾶσι τοὺς ἀπὸ τῶν ἱμάντων βρόχους ἀποστρέψαντές τε τοὺς ἵππους ὀπίσω βιαίως ἐλαύνουσι, τοὺς δὲ ἁλόντας τοῖς βρόχοις τῇ ῥύμῃ τοῦ ἵππου ἀποθανόντας ἢ ζῶντας ἕλκουσι.
Σοῦδα βύζην· ὁ δὲ τὰ φρέατα φορυτοῦ καὶ τῆς ἐπιτυχούσης ὕλης βύζην ἐνέπλησεν.
Σοῦδα ἔσφηλε· ἄλλον δὲ οὐχ ὥσπερ Κράσσον τε καὶ τοὺς ξὺν ἐκείνῳ ἔσφηλεν.
Σοῦδα διεφθαρμένος· ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρωτι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσι τῆς ἐπιθυμίας.
Σοῦδα ἀντίρροπον· τῇ τε γὰρ Κράσσου καὶ τῶν ἀμφʼ αὐτὸν φθορᾷ ἀντίρροπον γενέσθαι τὴν Πακόρου καὶ τῆς ξὺν αὐτῷ δυνάμεως ἀπώλειαν.
Σοῦδα ἐπήρκεσεν· ταῦτα συνεχῶς ἀγγελλόμενα τῷ Ἀντωνίῳ αὐτόν τε ἐπήρκει ἐς τὴν ἀποχώρησιν καὶ τοὺς στρατιώτας μαλακωτέρους ἐποίει.
Σοῦδα πρὸς θυμοῦ· εἶναι δὲ Ῥωμαίοις ἐκ παλαιοῦ πάτριον καὶ μάλιστα δὴ πρὸς θυμοῦ Ἀντωνίῳ.
Σοῦδα ἐπαφωμένων· ὁ δὲ τοῦ τόξου ἐπαφώμενος ταῖς χερσίν, ὡς καὶ ταύτῃ περιορᾶν δοκεῖν τὰ Ῥωμαίων πράγματα.
Σοῦδα μέτριοι· ξυνομολογήσαντος ἄμφω ταῦτα ἑαυτοῦ καὶ ἄλλο ὅ τι περ τῶν μετρίων ἐπαγγέλλοι Ἀντώνιος, ὁ δὲ οὔτε τῆς παρασκευῆς τοῦ πολέμου ἀνῆκε.
Σοῦδα ἤδη· εἰ δὲ ἤδη μεταμέλει τούτων Ἀντωνίῳ, καὶ αὐτὸς ξυνομολογῶ οὐκ ἀπὸ θυμοῦ εἶναι φιλίαν ξυνάψαι Ῥωμαίοις.
Σοῦδα ὁ δὲ καὶ πάλαι ἤδη οὐ φέρων τὴν τριβὴν τοῦ πολέμου καὶ ἅμα ἐνθυμούμενος τὴν ὅσον οὔπω ἀπορίαν τῶν ἀναγκαίων λύει τὴν πολιορκίαν.
Σοῦδα διεφόρησαν· τάς τε καταλειφθείσας ἐν τῷ χάρακι κατασκευάς, πολλαὶ δʼ ἦσαν ὡς ἐς χρόνιον πολιορκίαν, διεφόρησαν.
Σιμπλίκιος ὁ Κίλιξ Καὶ ὑπὸ φαρμάκων δὲ ἐπιλαθέσθαι συνέβη πάντων, ὡς τοῖς μετὰ Ἀντωνίου τοῦ Ῥωμαίων στρατηγοῦ Πάρθοις πολεμοῦσιν συνέβη ἐπὶ βοτάνης τινὸς ἐδωδῇ, ὡς Ἀρριανὸς ἱστόρησεν ἐν τοῖς Παρθικοῖς· πλὴν ὅτι ἐκεῖνοι χρόνῳ πάλιν ἀπεκατέστησαν εἰς τὸ κατὰ φύσιν, ὅσοι περιεσώθησαν οἰνελαίου πόματος εὐπορήσαντες· τοῦτο γὰρ ἐκ περιπτώσεως ηὑρέθη τοῦ πάθους βοήθημα.
Σοῦδα ἐπαγγέλλει· ὁ δὲ βασιλεὺς φιλοφρόνως δέχεται αὐτὸν καὶ κελεύει θαρρεῖν καί, εἴ τι θέλοι, ἐπαγγέλλειν. ὁ δὲ δεῖται ὑπὲρ Βονώνου τοῦ Πραάτου, ὃς ἦν λʹ ἔτη ἐν σκότῳ καθειργμένος.
Σοῦδα Ἐπίκλημα· ὁ δὲ Πάκορος ὁ Παρθυαίων βασιλεὺς καὶ ἄλλα τινὰ ἐπικλήματα ἐπέφερεν Τραϊανῷ βασιλεῖ καὶ τὸ δοκεῖν ἐπίκλημα ἐποιεῖτο κατὰ Ῥωμαίων, ὅτι δόξαν ἐντὸς λʹ ἡμερῶν μηδετέρους παρὰ τὰ ξυγκείμενα ἐπιτελεῖν, οἱ δὲ οὐ κατὰ τὸ θεσπισθὲν ἐπιτειχίζουσιν.
Σοῦδα Ἀρριανός· οὐκ ἀπείρατον αὐτῷ ἔδοξεν ἐκλιπεῖν εἴ πῃ Ὀσρόης γνωσιμαχήσας ὑποδύσεται τοῖς ἐκ Ῥωμαίων τε καὶ ἑαυτοῦ ξὺν δίκῃ ἀξιουμένοις.
Σοῦδα αὐτοκέλευστος· Ἀρριανός· κρότος τε ἀθρόος οὐκ ἐκ παραγγέλματος ἀλλʼ αὐτοκέλευστος ὡρμήθη.
Σοῦδα παράγγελμα· κρότος τε ἀθρόος οὐκ ἐκ παραγγέλματος ἀλλʼ ἔκ του αὐτοκελεύστου τῆς προθυμίας τῶν θεωμένων.
Σοῦδα θειασμός· Ἀρριανός· κρότος τε ἀθρόος καὶ ἐπιθειασμοὶ ὡρμήθησαν ὑπέρ τε τοῦ βασιλέως καὶ τῆς στρατιᾶς, ἐπιτυχῆ ἀμφοῖν γενέσθαι τὴν ὁρμήν.
Σοῦδα ἐπιθειασμοί· ἐπιθειασμοί τε ὑπέρ τε αὐτοῦ βασιλέως καὶ τῆς στρατιᾶς ἐγίνοντο.
κρότος τε ἀθρόος καὶ ἐπιθειασμοὶ οὐκ ἐκ παραγγέλματος ἀλλʼ ἐκ τοῦ αὐτοκελεύστου τῆς προθυμίας τῶν θεωμένων ὡρμήθησαν ὑπέρ τε αὐτοῦ βασιλέως καὶ τῆς στρατιᾶς, ἐπιτυχῆ ἀμφοῖν γενέσθαι τὴν ὁρμήν.
Σοῦδα εἰσεποιήθη· ἐνιαύσιος ἦν ἡμέρα ἐν ᾗ Τραϊανὸς ἐπὶ διαδοχῇ τῆς Ῥωμαίων ἀρχῆς ὑπὸ τοῦ πατρὸς Νερούα εἰσεποιήθη.
Σοῦδα Κάσιον ὄρος· πρὸς τῷ Εὐφράτῃ· καὶ Κάσιος Ζεύς· ἔνθα Τραϊανὸς ἀνέθηκε κρατῆρας ἀργυροῦς καὶ κέρας βοὸς παμμέγεθες κεχρυσωμένον, ἀκροθίνια τῆς κατὰ Γετῶν νίκης, καὶ ἐπιγράμματα ἐν τοῖς ἀναθήμασιν Ἀδριανῷ πεποιημένα· Ζηνὶ τόδʼ Αἰνεάδης Κασίῳ Τραϊανὸς ἄγαλμα, κοίρανος ἀνθρώπων κοιράνῳ ἀθανάτων, ἄνθετο.
Σοῦδα Ἀρριανός· Ἀξιδάρην δὲ ὅτι ἄρχειν χρὴ Ἀρμενίας, οὔ μοι δοκεῖ ἰέναι ἐς ἀμφίλογον.
Σοῦδα εὐθεῖαν· τῆς δὲ τριβῆς τὰ αἴτια οὐ δυνατὸς γενέσθαι εὐθεῖαν παρὰ βασιλέα ἐλάσαι τῷ δεῖσαι τὰς φυλακὰς τὰς Ἀξιδάρου, καὶ περιελθεῖν ἐν κύκλῳ, καὶ οὕτω διὰ μακροῦ ἀφικέσθαι.
Σοῦδα παραβαλών· ὁ δὲ παραβαλὼν τὸν ἑαυτοῦ ἵππον τῷ Παρθαμασίρου ἵππῳ μηκέτι τὸ πέρα σπουδῇ ἐλαύνειν ἐκέλευε.
Σοῦδα γνῶσις· Ἀρριανὸς ἐν Παρθικοῖς· περὶ Παρθαμασίρου δὲ οὐχὶ Ἀξιδάρου εἶναι ἀλλὰ ἑαυτοῦ τὴν γνῶσιν, ὅτι πρῶτος παραβαίνων τὰ ξυγκείμενα ἔτυχε τῆς δίκης.
Σοῦδα μεταξύ· Τραϊανὸς δὲ τῇ κοινωνίᾳ τῶν ἔργων ἐκούφιζε τοῦ πλήθους τὸν κάματον καὶ μεταξὺ πορευόμενος ἄλλοτε ἄλλως ἔταττε.
Σοῦδα ὁ δὲ Τραϊανός τινας ἀγγελίας ψευδεῖς διὰ τῶν προσκόπων ἀεὶ καθιεὶς εἴθιζεν ἅμα μὲν ἐν κόσμῳ πορεύεσθαι ἅμα δὲ πρὸς τὰ φοβερὰ μὴ ταράττεσθαι.
Σοῦδα φυλάρχης· ξυμβάλλει τῷ Τραϊανῷ περὶ Αὐγάρου, ὃς ἦν Ὀσροήνης χώρας δυνάστης, οὕσπερ φυλάρχους ὀνομάζουσιν οἱ ἐκείνῃ, ὅτι καὶ τὰ χωρία αὐτῶν φυλαὶ ὀνομάζονται.
Σοῦδα ἄκρα· ἧκε παρὰ βασιλέα παῖς Αὐγάρου, καλὸς καὶ μέγας καὶ ἐν ὥρᾳ ἄκρᾳ.
Σοῦδα ἄν· Ἀρριανός· καὶ ἂν ἤδη ἀφῖχθαι αὐτὸν παρὰ βασιλέα, εἰ μὴ ἐδεδοίκει Πάρθους.
Σοῦδα ὠνητή· καὶ τὴν χώραν ἐπιτρέπειν Τραϊανῷ Αὔγαρον καίπερ ὅτι ὠνητὴν ἐκ Πακόρου ἔχει λαβὼν πολλῶν χρημάτων· καὶ τοῦτο ἀσμένῳ τῷ βασιλεῖ γίνεται.
Σοῦδα ἐλλόβια· ὁ δὲ Τραϊανὸς λέγει τῷ Αὐγάρου παιδί· μέμφομαί σε ὅτι μὴ πρόσθεν ἧκες παρʼ ἐμὲ συστρατεύσων καὶ τῶν πόνων συμμετασχήσων, καὶ ἐπὶ τῷδε ἂν ἡδέως τῶν ἐλλοβίων τούτων τὸ ἕτερόν σου ἀποσπάσαιμι· ἐφαψάμενος ἅμα τοῦ ὠτὸς τοῦ ἑτέρου. τῷ δὲ ἦν ἄμφω τὰ ὦτα τετρημένα καὶ ἐξ ἀμφοῖν χρυσᾶ ἐνώτια ἐξηρτημένα.
Σοῦδα Ἔδεσσα, πόλις Συρίας· εἰς ἣν ἀφικομένῳ Τραϊανῷ ὑπαντιάζει πρὸ τῆς πόλεως Αὔγαρος ἵππους τε δῶρʼ ἄγων νʹ καὶ σʹ καταφράκτους καὶ τοὺς θώρακας ἱππεῦσι καὶ ἵπποις καὶ βέλη ἑξακισμύρια. ὁ δὲ Τραϊανὸς τρεῖς λαβὼν θώρακας τἆλλα ξύμπαντα αὐτὸν ἔχειν ἐκέλευσεν.
Σοῦδα ἀπὸ θυμοῦ· ἐπεὶ δὲ οὐκ ἀπὸ θυμοῦ ἦν αὐτοῖς ἄρχων ὁ Αὔγαρος.
Σοῦδα ἀποδέον· τόσον δὲ ἀποδεῖν τοῦ τὴν πεπορισμένην ἤδη αὐτῷ καὶ ἀπὸ γένους προσήκουσαν βασιλείαν ἀφελέσθαι.
Σοῦδα Ἀρριανός· ὁ δὲ παρὰ Μάννον ἀπεχώρησεν δεξιάς τε παραβὰς ἃς βασιλεῖ ἔδωκε καὶ ὅρκους πατήσας οὓς ὤμοσεν.
Σοῦδα ἐπιχειρήσειν· ἔγραφεν ἐπιχειρήσειν μέλλειν τοῖς Σιγγάροις καὶ ἐπὶ τῷδε πέμπειν ἠξίου πεζοὺς ἀποχρῶντας.
Σοῦδα καρτερός· τήν τε πόλιν καὶ τὴν χώραν ἧστινος οἱ Νισιβηνοὶ καρτεροί εἰσιν ἐνδώσοντες.
Σοῦδα Μαυρούσιοι· ἔθνος ἀπρόσμαχον τοῖς ἐκείνῃ βαρβάροις ὑπὸ τόλμης τε καὶ ὀξύτητος καὶ τοῦ μεμελετηκέναι ἐπελαύνειν τε ἀθρόους, ὅπου παρείξειε, κἀποφεύγειν εὐπετῶς καὶ ξυναλίζεσθαι αὖθις ἐκ τῆς φυγῆς, ὡς ὑποστρέψαντας ἐμβαλεῖν εἰς τοὺς ἀπρονοήτως τε καὶ οὐκ ἐν τάξει διώκοντας. εἰ δὲ καὶ πταῖσμά τι γίγνοιτο, οὐκ ἐν στρατιᾷ Ῥωμαίων κινδυνεύσειν, ἀλλʼ ἐν ξυμμαχικῇ τε καὶ ταύτῃ βαρβάρων.
Σοῦδα ἐγνωσμένον· Ἀρριανός· ἐγνωσμένον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν ἐπʼ αὐτοὺς οἱ Μαυρούσιοι, τοὺς μὲν κατὰ πρόσωπον αὐτῶν φεύγειν ὡς πεφοβημένους, τοὺς δʼ ἐφʼ ἑκάτερα τεταγμένους ἐς τὰ πλάγια ἐμβάλλειν τῶν διωκόντων.
Σοῦδα πρὸ ἔργου ἐτίθετο· τὴν Σποράκου χώραν κατασχεῖν τοῖς ὅπλοις πρὸ ἔργου εἶναι ἔλεγεν.
Σοῦδα ὁ δὲ Τραϊανὸς ἐξελαύνει ὡς ἐπὶ τὴν Ἀνθεμουσίαν γῆν· ἐπὶ ταύτην γὰρ καὶ Αὔγαρος ὑφηγεῖτο ἰέναι.
Σοῦδα Ἀρριανός· Σποράκης μαθὼν τὸν στόλον βασιλέως ἐπὶ τὴν ἑαυτοῦ ἐπικράτειαν γινόμενον ἔφυγεν.
Σοῦδα ῥόθιον· Ἀρριανός· στοῖχον ἕνα ὁπλιτῶν προβεβλημένων τὰς ἀσπίδας, πολλῷ τῷ ῥοθίῳ καὶ ἅμα ξυγκελευσμῷ παντοίῳ ἐν χρῷ τοῦ ἀεὶ ἐμπεποιημένου ζεύγματος παραπλέουσαι.
Σοῦδα ναύλοχον· ὁ δὲ ναῦς προσέταξεν ἐν τοῖς ἀγκῶσι ναυλοχεῖν λανθάνοντας, ἐπειδὰν δὲ αἴσθωνται ζευγνύειν αὐτὸν τὴν γέφυραν, διαβάλλειν ὡς τάχιστα.
Σοῦδα ἀξύμμετρον· οὐκ ἐξικνεῖτο δὲ τὰ βέλη διὰ τὸ τοῦ ποταμοῦ ῥεῦμα ἀξύμμετρον ὂν αὐτοῖς ἐς τὰς βολάς.
Σοῦδα ῥῦμα· ἐς τόξου ῥῦμα περιέπλεον τοὺς Ῥωμαίους οἱ βάρβαροι πολλʼ ἅμα βέλη ἀφιέντες.
Σοῦδα ῥῦμα· κραταιῶς ἐκ τούτων ἀνῆπτον τὰ ῥύματα λαμβάνοντες ἐκ τῶν κατʼ ἄλληλα πλοίων, καὶ κατείχετο τὸ ζεῦγμα τοῖς ῥύμασι.
Σοῦδα ἁλιεύς· καὶ ἁλιεῖς καὶ ἐπὶ ποταμῶν· ἐκ τῶν πέριξ πόλεων ἐς τὴν τεταγμένην τῇ ἀναγωγῇ ἡμέραν ἠθροισμένοι ἁλιεῖς ἐφειστήκεσαν. Ἀρριανός φησι.
Σοῦδα ἐπίπλους· Ἀρριανός· κυβερνήτας δὲ καὶ πρωράτας μόνους ἐπίπλους εἶχον.
Σοῦδα δινήσας· Ἀρριανός· δῖναί τε ἔστιν ὅπῃ ἀτόπως ἐπιστρέφουσαι, ὡς μὴ πρόσθεν ἐμπίπτειν χρῆναι τὴν ἑπομένην τῇ προπλεούσῃ νηῒ ἢ τὴν φθάνουσαν τῇ ἄγαν εἰρεσίᾳ ἐκ τῆς δίνης ἐξελαθεῖσαν ἐς εὐθὺ τοῦ πλοῦ καταστῆναι.
Σοῦδα Ἀρριανός· οἱ δὲ κελευσταὶ καθʼ ἑκάστην ναῦν τὸ ἐνδόσιμον τοῖς ἐρέταις ἐνέδοσαν, οἱ δὲ ἐπὶ τῇ ἐνδόσει ἀθρόοι τῷ ῥοθίῳ ἐπηλάλαξαν.
Σοῦδα ῥόθιον· ὅτι δεινῶς μὲν κτύπος τε ῥοθίου καὶ χρεμετισμὸς ἵππων ἀλλήλοις ἀντεπατάγει· φησὶν Ἀρριανός.
Σοῦδα ἀπήρτα· Ἀρριανός· ὁ δὲ ναυτικὸς στρατός, ἵναπερ μὴ ἄκρα ἐπὶ πολὺ ἀνέχουσα τοῦ ποταμοῦ ἀπήρτα τὸν πλοῦν τῆς ὁδοῦ, ξυμπαρέπλει τῇ στρατιᾷ.
Στέφανος ὁ Βυζάντιος Τύρος· Ἀρριανὸς δὲ τὰ Ἄναθα Τύρον καλεῖ.
Σοῦδα ἀκινησία· καὶ τοὺς ἵππους ἐξελαύνειν προσέταξεν, ὡς διαλύοιτο αὐτοῖς τὸ ὑπὸ τοῦ παράπλου νεναρκηκὸς ὑπὸ ἀκινησίας.
Σοῦδα διὰ μάχης ἐλθεῖν· οὐδενὸς τὸ παράπαν θαρρήσαντος διὰ μάχης αὐτοῖς ἐλθεῖν οὐδὲ μὴν ἀντιτάξασθαι ἐς τὸ παντελές.
Σοῦδα ναῦς· Ἀρριανός· Τραϊανὸς ὁ βασιλεὺς περῶν τὸν ποταμὸν νʹ νῆας εἶχε. τέσσαρες δὲ ἔφερον τὰ σημεῖα τὰ βασιλικά, αἵτινες καὶ τὴν στρατηγίδα κάλοις μακροῖς ἐξηρτημένην ἐφεῖλκον. εἶχε δὲ ἡ ναῦς μῆκος μὲν κατὰ τριήρη μάλιστα, εὖρος δὲ καὶ βάθος καθʼ ὁλκάδα, ὅσον μεγίστη Νικομηδὶς ἢ Αἰγυπτία· ἐν ᾗ ἐπεποίητο βασιλεῖ ἀποχρῶντα ἐνδιαιτήματα. αὕτη δὲ τά τε ἀκροστόλια ἔφαινε χρυσᾶ καὶ ἐπʼ ἄκρῳ τῷ ἱστίῳ τὸ βασιλικὸν ὄνομα καὶ ὅσοις ἄλλοις βασιλεὺς γεραίρεται χρυσῷ ἐγκεχαραγμένα. νενέμητο δὲ τρίχα τὸ πᾶν ναυτικόν, ὡς μὴ τῷ ξυνεχεῖ πλόῳ ταράττοιντο.
Σοῦδα ἀναγωγή· καὶ γίνεται ἀναγωγὴ τῶν νεῶν, οὐ κατὰ τὸ πλῆθος οὕτω τῆς ἐπιβαινούσης αὐτῶν στρατιᾶς ἢ κατὰ τὴν τῶν ὅπλων λαμπρότητα ἢ τὴν ἄλλην ὑπὲρ τὸ ἀναγκαῖον ἐς κάλλος παρασκευήν.
Στέφανος ὁ Βυζάντιος Ἀπάμεια ... ἔστι καὶ ἄλλη ἐν τῇ Μεσηνῶν γῇ «τῷ Τίγρητι περιεχομένη, ἐν ᾗ σχίζεται ὁ Τίγρης ποταμός, καὶ ἐν μὲν τῇ δεξιᾷ μοίρᾳ περιέρχεται ποταμὸς Σέλας, ἐν δὲ τῇ ἀριστέρᾳ Τίγρης, ὁμώνυμος τῷ μεγάλῳ.»
Στέφανος ὁ Βυζάντιος Σπασίνου Χάραξ, πόλις ἐν τῇ μέσῃ τοῦ Τίγρητος Μεσήνῃ.
Σοῦδα Ἐρυθρὰ θάλασσα ἐκλήθη ὁ Περσικὸς κόλπος, οὐκ ἀπὸ τῆς χροιᾶς τοῦ ῥοθίου, καθάπερ τινὲς οἴονται, ἀλλʼ ἔκ τινος ἀνδρὸς Ἐρύθρου τὴν προσηγορίαν, ἐνδυναστεύσαντος τοῖσδε τοῖς τόποις.
Σοῦδα πονήσαντα· Ἀρριανός· τὰ δὲ πονήσαντα αὐταῖς οὐ χαλεπῶς ἐπεσκευάσθη.
Σοῦδα βουλευτικός· Ἀρριανός· οἱ γράψαντες οὐ μόνον τὰ ἔργα Τραϊανοῦ ἀλλὰ καὶ τὰ βουλεύματα.
Σοῦδα χῶμα· Τραϊανὸς δὲ εἰς Βαβυλῶνα ἀφικόμενος ἐντυγχάνει χώματι μεγίστῳ, ὅπερ χῶσαι ἐλέγετο Σεμίραμις. ἦν δὲ αὐτοῦ τὸ μὲν ὕψος ποδῶν εʹ καὶ κʹ, τὸ δὲ εὖρος ἐς νʹ, κατὰ μῆκος δὲ ἐπεῖχε σταδίους σʹ. κατηγορεῖ δὲ τὴν πάλαι δύναμιν τῆς πόλεως.
Στέφανος ὁ Βυζάντιος Βόρσιππα, πόλις Χαλδαίων, οὐδετέρως, ἱερὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, λινουργεῖον μέγα. λέγεται καὶ θηλυκῶς. οἱ πολῖται Βορσιππηνοί. Ἀρριανὸς δὲ Βορσιππεῖς αὐτούς φησι.
Ἰωάννης ὁ Μαλάλας Ἀντιοχεύς Τὸν δὲ πόλεμον καὶ τὴν κατὰ Περσῶν νίκην τοῦ θειοτάτου Τραϊανοῦ ὁ σοφώτατος Ἀρειανὸς ὁ χρονογράφος ἐξέθετο, ἱστορήσας καὶ συγγραψάμενος πάντα ἀκριβῶς.
Σοῦδα Σανατρούκης, Ἀρμενίων βασιλεύς, ὃς τὸ μὲν σῶμα ξύμμετρον εἶχε, τὴν γνώμην δὲ μέγας ἐτύγχανεν ἐς ἅπαντα, οὐχ ἥκιστα δὲ ἐς τὰ ἔργα τὰ πολέμια. ἐδόκει δὲ καὶ τοῦ δικαίου φύλαξ ἀκριβὴς γενέσθαι καὶ τὰ ἐς τὴν δίαιταν ἴσα καὶ τοῖς κρατίστοις Ἑλλήνων τε καὶ Ῥωμαίων κεκολασμένος.
Σοῦδα ἁπτέα· τούτῳ δὲ ἐδόκει ἁπτέα τοῦ ἔργου πρὶν καὶ τῶν λοιπῶν ἐπαρθῆναι εἰς τὸ νεωτερίζειν τὰς γνώμας.
Σοῦδα παρείκοι· ὁ δὲ Τραϊανὸς ἔγνω μάλιστα μέν, εἰ παρείκοι, ἐξελεῖν τὸ ἔθνος, εἰ δὲ μή, ἀλλὰ συντρίψας γε παῦσαι τῆς ἄγαν ἀτασθαλίας.
Σοῦδα ὑπό οἱ· Ἀρριανός· τὸ δὲ ἕβδομον τέλος ὑπό οἱ ἔχων καὶ ἄλλους πολλούς.
Σοῦδα κατάλογος· ὁ δὲ Τραϊανὸς δύο στρατεύματα καὶ τοῦ μεγάλου καταλόγου καὶ ξενικά.
Σοῦδα χαλεπαίνει· ἔπεσον πλείονες τῶν Ῥωμαίων καὶ Τραϊανὸς ἐχαλέπαινε τοῖς πεποιημένοις.
Σοῦδα ἄμωμον· Ἀρριανός· πέμπει παρὰ βασιλέα ἵππον χρυσοχάλινον καὶ ψέλια καὶ ἀκινάκας καὶ ἄμωμον.
Σοῦδα σαμψῆραι· δῶρα φέρει Τραϊανῷ ὑφάσματα σηρικὰ καὶ σαμψήρας· αἱ δέ εἰσι σπάθαι βαρβαρικαί.
Σοῦδα λύγος· Ἀρριανός· ὡς δὲ ἄπορος αὐτοῖς ἡ διάβασις ἐφαίνετο, ξυναγαγὼν ὁ Βρούτιος τοὺς ἐπιχωρίους κελεύει ἡγεῖσθαι τὴν ὁδόν, ὅπως εἰώθεσαν αὐτοὶ παρʼ ἀλλήλους φοιτᾶν ὥρᾳ χειμῶνος. οἱ δὲ κύκλους ἐκ λύγων τοῖς ποσὶ περιαρμόσαντες αὐτοί τε ἀβλαβῶς ἐπήρχοντο κατὰ τῆς χιόνος πιεζομένης ὑπὸ τῶν κύκλων καὶ τοῖς Ῥωμαίοις παρεῖχον οὐ χαλεπὴν τὴν πάροδον. ἦν δὲ ἡ χιὼν ὡς ιϛʹ πόδας πολλαχῇ τὸ βάθος.
Σοῦδα ἀμφίβολοι· Ἀρριανός· οἱ δὲ Μάρδοι ἑκατέρωθεν ἤδη ἀμφίβολοι γιγνόμενοι καὶ ὑπὸ τῶν ἀναβάντων παιόμενοι καὶ ὑπὸ τῶν κατὰ νώτου ἐπιθεμένων ὠθούμενοι ἀπέθνησκον.
Σοῦδα ἀποστοματίζειν· ὁ δὲ κελεύει, ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρδων.
Σοῦδα Μάρδοι· ἔθνος τὸ πᾶν λῃσταί· καὶ οὔτʼ ἂν εὖ ποιῶν τις αὐτοὺς πιστοὺς κτήσαιτο, οὔτʼ ἂν κακώσας ἐς τοσόνδε ταπεινώσειεν ὡς, εἰ τοῦ φόβου ἀπαλλαχθεῖεν, μὴ ἂν παραυτίκα ἐπιθέσθαι οἷς πάλαι ὑπέδυσαν.
Σοῦδα Μάρδοι· ἔθνος πολυάνθρωπον, τραχεῖαν γῆν ἐποικοῦντες, καὶ μόλις ἀφʼ ὧν γεωργοῦσι τρεφόμενοι, ἄνιπποι καὶ πένητες, ὡς καὶ τὴν πρώτην ἀπιστεῖσθαι τύχην.
Σοῦδα ἀνασοβηθείς· Ἀρριανός· τοὺς δὲ ἵππους εἶναι ἀγρίους ὑπό τε τῷ ἀήθει τοῦ δεσμοῦ, καὶ ὑπὸ τοῦ ἀπηρτημένου βάρους ἔτι μᾶλλον ἀνασοβηθέντας διαφορῆσαι αὐτόν.
Σοῦδα ἄνδρα Ἀρριανός· ἄνδρα κατὰ νεότητα θρασύν, κατὰ ἀπειρίαν πραγμάτων ἀνόητον, καὶ διὰ ῥώμην σώματος καὶ τὸ ἐς τὰς μάχας προπετὲς τῷ πλήθει πιθανόν, οὐδὲ τὰς ὑπὲρ τῶν μεγίστων βουλὰς ἐν ὀλίγοις τοῖς μάλιστα προνοοῦσιν αὐτῶν ἀλλʼ ἐν παντὶ τῷ πλήθει γίνεσθαι κελεύοντα, τὸ πέρα δὲ ἀντιτείνοντας ξυνδεῖν, καὶ δεδεμένους μηδὲν μεῖον ἕπεσθαι.
Σοῦδα ἄχαρι· Ἀρριανός· ὁ δὲ πίστιν ἔδωκε τοῖς κατοικοῦσι, μηδὲν ἄχαρι πείσεσθαι ἐκ βασιλέως.
Σοῦδα ἄχαρι· ὁ δὲ τοὺς αἰχμαλώτους ἀφεὶς ἐξιόντας τοῦ τείχους παρεφύλαττεν ἐφεστηκώς, μή τι ὑπὸ τῶν στρατιωτῶν πάθωσιν ἄχαρι, μίσει τῷ πρὸς Παρθυαίους.
Σοῦδα ἐκείνῃ· εἰς Παρθυαίαν ἐμβάλλειν καὶ τὰ ἐκείνῃ ἄγειν καὶ φέρειν καὶ τῇ στρατιᾷ σῖτα παρέχειν.
Σοῦδα ἑκοντήν· Ἀρριανός· τὴν μέσην τῶν ποταμῶν γῆν ἑκοντὴν ἐνδιδόντων τῶν ἐποικούντων κατέσχεν.
Σοῦδα ἐπιχωρήσας· ἐθέλω σοι τὰ δύνατα ἐπιχωρήσας, τοῦ μὴ τὸ πέρα ἐς ἀμφίλογον προάγειν τὰ Ῥωμαίων πράγματα, ξύμβουλος γενέσθαι.
Σοῦδα ἔχουν· καὶ χώματα δύο ἑκατέρωθεν ἔχουν ὡς πρὸς τὸ τεῖχος· ξύνδεσμος δὲ τοῦ χώματος αἱ πλίνθοι ἐγίνοντο αἱ ἐκ τῶν οἰκιῶν.
Σοῦδα ἡμικλεῖς· ἐξαίφνης ἀνοίξαντες τὰς ἡμικλεῖς πύλας ἐξελαύνουσι τῆς πόλεως αὐτῶν Παρθυαίων καὶ Μήδων ὅ τι περ ὄφελος ἦν τῆς ἱππικῆς δυνάμεως, ἱππεῖς ὡς ἑξακόσιοι.
Σοῦδα καρτερός· ὁ δὲ ἐδύνατο καρτερὸς εἶναι τῆς πόλεως, ἀλλʼ ἐνέδωκε ταύτην τῷ βασιλεῖ. καὶ αὐτὸς ἐγώ, ἐν ᾧ ἔτι Ἀρμενίας καρτερὸς ἦν.
καὶ μάχης καρτερᾶς δὴ γενομένης διαφθείρεται πᾶσα ἡ στρατιὰ τῷ Ἀντιόχῳ.
ὅπερ οὐκ ἦν νόμιμον δρᾶσθαι ἐν γῇ ἧστινος Ῥωμαῖοι ἐκ παλαιοῦ καρτεροί εἰσιν.
Σοῦδα ξυστόν· Ἀρριανός· τὰ σημεῖα τῆς ἐπιλέκτου στρατιᾶς ἀετοί, εἰκόνες βασίλειοι, στέμματα, πάντα χρυσᾶ, ἀνατεταμένα ἐπὶ ξυστῶν ἠργυρωμένων.
Σοῦδα ὀξύτης· Ἀρριανός· κατὰ τὴν βασιλέως ὀξύτητα καὶ αὐτὸς ὠμῶς τε καὶ ξὺν ὕβρει ἐξηγεῖτο.
Σοῦδα παλτά· Ἀρριανός· ἐξηκόντιζον εἰς τοὺς προμαχομένους τοῦ τείχους οἱ μὲν παλτά, οἱ δὲ λίθους, οἱ δὲ τοξεύματα.
Σοῦδα προσγεγόνει· ὁ δὲ τοῦ βασιλέως Ἀρμενίας παῖς προσγεγόνει αὐτῷ ξὺν δυνάμει ἱππικῇ οὐκ ὀλίγῃ.
Σοῦδα πρόσω εὐθεῖαν ἐδόκει ἐλαύνειν ὡς ἐπὶ Σελεύκειαν· εἶναι γὰρ οὐ πρόσω σφῶν τὴν Σελεύκειαν, ἅτε εἴκοσι τῶν πλείστων ἡμερῶν ὁδὸν ἀπέχουσαν.
Σοῦδα πέρα· ὁ δὲ τοῦ ἐπὶ Σελεύκειαν τὸ πέρα ἄγειν ἀπέσχετο.
Σοῦδα σπείσασθαι· ἐθέλειν Πάρθοις καὶ ὑπὲρ εἰρήνης σπείσασθαι.
Σοῦδα ξυμβαινούσης· ἐθέλειν σπείσασθαι, εἰ μάθοι ἐφʼ οἷστισι ξυμβαίνοιεν.
Σοῦδα σταθμητόν· Ἀρριανός· ἦν δὲ καὶ καμήλων οὐ σταθμητόν τι πλῆθος.
καὶ αὖθις· πέτραι τε οὐ σταθμηταὶ τὸ μέγεθος ἀπὸ κεραιῶν μετέωροι αἰωρούμεναι πρὸς τοὺς ὑπιέναι ὁρμῶντας τὸ τεῖχος ἐβάλλοντο.
Στέφανος ὁ Βυζάντιος Σωφηνή, χώρα τῶν πρὸς Ἀρμενίαν ... παρὰ δʼ Ἀρριανῷ Σωφανηνὴ τετρασυλλάβως.