ΛΑΚΩΝΩΝ ΠΟΛΙΤΕΙΑ.
Ἀθήναιος Ἀλλὰ μὴν οὐδʼ ὀρθαγορίσκοι λέγονται, ὥς φησιν ὁ Πολέμων, οἱ γαλαθηνοὶ χοῖροι, ἀλλʼ ὀρθραγορίσκοι, ἐπεὶ πρὸς τὸν ὄρθρον πιπράσκονται, ὡς Περσαῖος ἱστορεῖ ἐν τῇ Λακωνικῇ πολιτείᾳ, καὶ Διοσκουρίδης ἐν δευτέρῳ Πολιτείας, καὶ Νικοκλῆς ἐν τῷ προτέρῳ καὶ οὗτος τῆς Λακώνων πολιτείας.
Ἀθήναιος Ἔστιν ἡ παρασκευὴ τῶν λεγομένων ἐπαΐκλων οὐχ ἁπλῆ, καθάπερ ὁ Πολέμων ὑπείληφεν, ἀλλὰ διττή. Ἣν μὲν γὰρ τοῖς παισὶ παρέχουσι, πάνυ τις εὔκολός ἐστι καὶ εὐτελής. Ἄλφιτα γάρ ἐστιν ἐλαίῳ δεδευμένα, ἅ φησι Νικοκλῆς ὁ Λάκων κάπτειν αὐτοὺς μετὰ τὸ δεῖπνον ἐν φύλλοις δάφνης, παρὸ καὶ καμματίδας μὲν προσαγορεύεσθαι τὰ φύλλα, αὐτὰ δὲ τὰ ψαιστὰ κάμματα.
Ἀθήναιος Περὶ δὲ τῶν καμματίδων καὶ τῶν καμμάτων Νικοκλῆς οὕτως γράφει· «Διακούσας δὲ πάντων ὁ ἔφορος ἤτοι ἀπέλυσεν ἢ κατεδίκασεν. Ὁ δὲ νικήσας ἐζημίωσεν ἐλαφρῶς ἤτοι κάμμασιν ἢ καμματίσιν· ἔστι δὲ τὰ μὲν κάμματα ψαιστὰ, αἱ δὲ καμματίδες αἷς κάπτουσι τὰ ψαιστά.»
Πινδαρικὴ ὑπόμνησις Ῥαψῳδῆσαι δέ φησι πρῶτον τὸν Ἡσίοδον Νικοκλῆς.
Πλατωνικὴ ὑπόμνησις Γλαύκου τέχνη Ἀριστόξενος ἐν τῷ Περὶ τῆς μουσικῆς ἀκροάσεως καὶ Νικοκλῆς ἐν τῷ Περὶ θεωρίας.
Ἐτυμολογικὸν τὸ Μέγα Σκάλοψ, ὁ σπάλαξ λέγεται παρὰ Ἀττικοῖς, καὶ λέγει Νικοκλῆς σκάλοπας, ὡς παρʼ Ἀριστοφάνει· ὁ κεκαλυμμένους ἔχων τοὺς ὄπας.