λαβὼν δὲ ὁ Μαρδόνιος πρῶτον ἔπεμψεν Ἀλέξανδρον τὸν Μακεδόνα πρὸς Ἀθηναίους ὑπισχνούμενος δώσειν μύρια τάλαντα καὶ ἐλευθερίαν καὶ αὐτονομίαν αὐτοῖς τηρήσειν, εἰ μένοιεν ἐφʼ ἑαυτῶν καὶ μὴ συμμαχοῖεν τοῖς Ἕλλησιν. οἱ δὲ Ἀθηναῖοι ἐξέβαλον τὸν ἄνδρα. διόπερ ὁ Μαρδόνιος εἰς Ἀθήνας ἐνέβαλεν τὴν στρατιὰν καὶ τὰ περιλειπόμενα προσενέπρησεν. ἔπειτα δὲ περὶ Θήβας ἐστρατοπεδεύσατο, οἱ δὲ Ἕλληνες ἐστρατοπεδεύσαντο περὶ Πλαταιάς. μεταξὺ δὲ τούτων στάδια ἐν μέσωι ἐστὶν ὀγδοήκοντα. συνπαρετάσσοντο δὲ Μαρδονίωι Βοιωτῶν καὶ τῶν Ἑλλήνων τῶν μηδισάντων μυριάδες τέσσαρες. εἶχον δὲ τὸ μὲν δεξιὸν κέρας Πέρσαι, τὸ δὲ εὐώνυμον οἱ μ ηδίσαντες Ἕλληνες. τῶν δὲ Ἑλλήνων τὸ μὲν δεξιὸν κέρας Ἀθηναῖοι κατεῖχον, Λακεδαιμόνιοι δὲ θάτερον, μετέστησαν δὲ Ἀθηναίους οἱ Λακεδαιμόνιοι φήσαντες Ἀθηναίους ἐμπειροτέρους εἶναι ἤδη πρὸς τὸ μάχεσθαι τοῖς Πέρσαις. ἐν δὲ τούτωι Μαρδόνιος …
The work known as Fragments on Mardonius by Aristodemus the Historian is attested solely by its title, recorded by the 19th-century scholar Karl Müller in his collection Fragments of the Greek Historians. The title indicates its subject was Mardonius, the Persian commander during the Greco-Persian Wars, particularly at the Battle of Plataea in 479 BCE. No content from the work survives, and it is considered entirely lost, with no known manuscript tradition. Its significance is purely bibliographical, serving as evidence for the existence of one among many minor historical treatises from antiquity that are no longer extant.
Aristodemus the Historian Fragments on Mardonius in Greek in PDF
Aristodemus the Historian Fragments on Mardonius in Greek in MD