eul_wid: gng-aa

Ἀποσπάσματα περὶ Ἰταλικῶν Πόλεων
Fragments on Italian Cities

Clitonymus the Historian Fragments on Italian Cities PDF

t1 ΙΤΑΛΙΚΑ. Plutarchus Par.
1 [5] Min. c. 10: Ῥωμαῖοι πρὸς Λατίνους πολεμοῦντες ἐχειροτόνησαν στατηγὸν Πόπλιον Δέκιον· νεανίσκος δέ τις τῶν ἐπισήμων πένης, τοὔνομα Κάσσιος Βροῦτος, ἐπὶ ῥητῷ μισθῷ νυκτὸς τὰς πύλας ἀνοῖξαι ἐβουλήθη. Φωραθεὶς δὲ, εἰς ναὸν ἔφυγεν Ἀθηνᾶς Αὐξιληρίας. Κάσσιος δὲ Σιγνίφερ, ὁ πατὴρ αὐτοῦ, κατέκλεισε, καὶ λιμῷ διέφθειρε, καὶ ἄταφον ἔρριψεν· ὡς Κλειτώνυμος ἐν Ἰταλικῶν * . ΣΥΒΑΡΙΤΙΚΑ.
t2 E LIBRO SECUNDO. Idem ib.
2 [5] c. 21: Ἐν Συβάρει, πόλει τῆς Ἰταλίας, νέος περίβλεπτος τὸ κάλλος Αἱμίλιος φιλοκύνηγος ἦν· ἡ δὲ νεόνυμφος δόξασα ἑτέρᾳ συνεῖναι εἰσῄει εἰς τὴν νάπην. Τῶν δὲ δένδρων σεισθέντων, οἱ κύνες ἐπιδραμόντες, διέσπασαν· ὁ δὲ ἐπέσφαξεν ἑαυτόν· ὡς Κλειτώνυμος ἐν δευτέρῳ Συβαριτικῶν. ΘΡᾼΚΙΚΑ.
3 [10] Idem De fluv. c. 3, 4: Γεννᾶται δὲ καὶ ἐν τῷ Παγγαίῳ ὄρει βοτάνη, κιθάρα καλουμένη διὰ ταύτην τὴν αἰτίαν. Διασπαράξασαι τὸν Ὀρφέα, τὰ μέλη τοῦ προειρημένου εἰς ποταμὸν ἔβαλον Ἕβρον. Καὶ ἡ μὲν κεφαλὴ τοῦ θνητοῦ κατὰ πρόνοιαν θεῶν εἰς δράκοντα μετέβαλε τὴν μορφὴν τοῦ σώματος· ἡ δὲ λύρα κατεστηρίχθη (κατηστερίσθη?) κατὰ προαίρεσιν Ἀπόλλωνος· ἐκ δὲ τοῦ ῥεύσαντος αἵματος ἐνεφάνη βοτάνη, κιθάρα καλουμένη. Τῶν δὲ Διονυσίων τελουμένων, αὕτη κιθάρας ἀναδίδωσι ἦχον· οἱ δὲ ἐγχώριοι νεβρίδας περιβεβλημένοι καὶ θύρσους κρατοῦντες, ὕμνον ᾄδουσιν· Καὶ τότε φρονήσεις, ὅταν ἔσῃ μάτην φρονῶν· καθὼς ἱστορεῖ Κλειτώνυμος ἐν τῷ γʹ τῶν Θρᾳκικῶν.