eul_wid: tqu-am
DOI 10.5281/zenodo.20335421 PDFMarkdown

On Philosophical History by Pseudo-Galen

On Philosophical History is an anonymous Greek doxographical treatise attributed to a medical writer. The work survives only in fragmentary form, preserved through 137 excerpts compiled in the 9th-century Library of the patriarch Photius. These fragments systematically collect the opinions of earlier philosophers and physicians, with a particular focus on doctrines concerning the body's functions, the ousia and governing part of psychē, sensory function, and the fundamental principles of nature and cosmology. The content reflects the deep interconnection between medicine and natural philosophy in the ancient world. As a key example of Hellenistic or early Imperial doxography, the treatise served as an important sourcebook for pre-Socratic and Hellenistic ideas. Its transmission is almost entirely dependent on Photius, with no independent manuscript tradition, making it a crucial text for scholars seeking to recover lost philosophical opinions and to understand the methods of medically informed historical compilation.

ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΦΙΛΟΣΟΦΟΥ ΙΣΤΟΡΙΑΣ

Τῶν ἐξ ἀρχῆς φιλοσοφησάντων φυσιολογεῖν μόνον προελομένων καὶ τοῦτο τέλος τῆς κατʼ αὐτοὺς φιλοσοφίας πεποιημένων ἐπιγεγονὼς πολλοῖς ὕστερον χρόνοις Σωκράτης τοῦτο μὲν ἀνέφικτον ἔφησεν ἀνθρώποις ὑπάρχειν — τῶν γὰρ ἀδήλων κατάληψιν βεβαίαν λαβεῖν τῶν χαλεπωτάτων ἐνόμισε —, τὸ δὲ ζητεῖν, ὅπως ἄμεινον διάγοι τις καὶ τῶν μὲν κακῶν ἀποτραπείη, τῶν δὲ καλῶν ὡς πλείστων μετάσχοι, τοῦτο μᾶλλον συνοίσειν. καὶ τοῦτο νομίσας χρησιμώτερον τῆς μὲν φυσιολογίας ἠμέληκεν ὡς οὐ πάνυ τι πρὸς τὸν χρηστὸν βίον συμβαλλομένης, ἠθικὴν δέ τινα διάθεσιν ἐπινενοηκὼς διαγνωστικὴν ἀγαθῶν τε καὶ κακῶν αἰσχρῶν τε καὶ καλῶν δικαίων τε καὶ τῶν ἐναντίων, τοὺς προνοουμένους ταύτης πάντων ἀπηλλάχθαι τῶν ἀλυσιτελῶν ἡγεῖτο ῥᾳδίως. κατιδὼν δὲ ὅτι δεήσει τοὺς τούτων προστησομένους εὐπειθείας μετέχειν, τοῦτο δʼ ἂν ὑπάρξειεν, εἰ λόγοις διαλεκτικοῖς φαίνοιντο πρὸς τοὺς προσιόντας καλῶς κεχρημένοι, καὶ τὴν διαλεκτικὴν ἐπινενόηκεν, ὡς ἀπαλλαξόμεθα τῶν βλαβερῶν, ἐπελευσόμεθα δὲ ἐπὶ τὰ πάντως ὠφελεῖν πεφυκότα. ὥστε διὰ τὸν Σωκράτην γενέσθαι τριμερῆ τὴν φιλοσοφίαν πρότερον ἐπὶ τοῖς φυσικοῖς μόνοις ὁρίζεσθαι δοκοῦσαν.

Ταῦτα μὲν οὖν ἐχρῆν προειπεῖν, ἵνα ἔκ τινος ἀρχῆς ποιησώμεθα τὸν περὶ φιλοσοφίας λόγον. προὐθέμεθα δὲ διαλεχθῆναι περὶ τούτων οὐδὲν μὲν ἴδιον εὑρηκότες, τὰ δὲ παρὰ τοῖς προτέροις σποράδην εἰρημένα συναγαγόντες, σαφῶς τε καὶ συντόμως σπουδάσαντες περὶ τούτων διαλεχθῆναι, ἵνα οἱ φιλομαθεῖς τούτοις προεντυγχάνοντες μὴ δέοιντο τῶν ἐξηγουμένων, ἀλλὰ διʼ ἑαυτῶν γιγνώσκοιεν τὰ καθʼ ἕκαστα τῶν εἰρημένων σαφέστερον. ἀσφαλέστερον δὲ πειρώμεθα περὶ τούτων εἰπεῖν τὰ σοφιστικὰ καὶ πάνυ κεκοσμημένα τῶν διαλεκτικῶν παρεληλυθότες. οὐ γὰρ ἐπιδείξεως ἕνεκα προὐστησάμεθα τὴν περὶ τούτων σπουδήν, ἀλλὰ χρηστὰ τὰ ἤθη ποιῆσαι βουληθέντες τοῖς ἐκ φιλοσοφίας λαβεῖν τι χρήσιμον προεγνωκόσι καὶ νομίσαντες φιλοσοφεῖν οὐ μόνον τοὺς τὰ τριβώνια περιημμένους, ἀλλὰ καὶ τοὺς τὴν πρόοδον μὲν τοῖς πολλοῖς ὁμοίαν ἐνστησαμένους, τὴν δὲ διάνοιαν φιλοσοφωτέραν ἔχειν σπουδάσαντας. ἁπλουστέρως δέ, ὅσα παρὰ τῶν πεπαιδευκότων ἡμᾶς ἀκηκόαμεν καὶ διʼ ἀναγνωσμάτων ἐμάθομεν, νῦν συνάγειν ἐπιχειρήσομεν, ἵνα ἐξ ἁπάντων ἔχῃ τις γιγνώσκειν, πόθεν τε φιλοσοφία πρῶτον εἰς τοὺς Ἕλληνας παρελήλυθε, καὶ τίνες οἱ ταύτην εἰσαγαγόντες καὶ τοὺς δοκοῦντας κατὰ τὴν παιδείαν διενηνοχέναι τῶν ἐπὶ ταῦτα τετραμμένων.

Ἔστι τοίνυν ὁ πρῶτος ὑπὸ τῶν πλείστων ὑπειλημμένος τὸν φιλόσοφον τρόπον εἰς τοὺς Ἴωνας εἰσηγμένος Θαλῆς ὁ Μιλήσιος, διʼ ὃν καὶ τὴν κατʼ ἐκεῖνον φιλοσοφίαν Ἰωνικὴν ἅπαντες ὀνομάζουσιν. τούτου δὲ γνώριμος Ἀναξίμανδρος γεγονὼς ὁμοίως φιλοσοφῶν γέγονε καὶ τὸν Ἀναξιμένην μετὰ ταῦτα ζηλωτὴν εἶναι τῆς αὑτοῦ προαιρέσεως πεποιηκὼς Ἀναξαγόρου καθηγητὴν γενέσθαι παρεσκεύασεν. οὗτος δὲ τὴν Μίλητον ἀπολελοιπὼς ἧκεν εἰς τὰς Ἀθήνας καὶ Ἀρχέλαον τὸν Ἀθηναῖον πρῶτον εἰς φιλοσοφίαν παρώρμησεν. οὗπερ Σωκράτης ἀκροατὴς καταστὰς πολλοῖς καὶ τῶν ὕστερον γεγονότων καὶ τῶν κατʼ αὐτὸν αἴτιος τοῦ φιλοσοφεῖν εἱλικρινῶς γέγονε καὶ τοὺς ἐπιγενομένους σχεδὸν ἅπαντας ὡς εἰπεῖν φιλοσοφίας ἐπιθυμητὰς ἀπέφηνε. τῶν δὲ Σωκρατικῶν πολλῶν γεγονότων ἀναγκαῖόν ἐστι νῦν μόνον ποιήσασθαι μνήμην τῶν διαδοχὴν καταλελοιπότων. Πλάτων τοίνυν μάλιστα διενηνοχὼς τῶν ἄλλων τῶν ἐπὶ φιλοσοφίαν ἐλθόντων, ὡς ἂν φαίη τις, ἀνεπίφθονον τὴν Σωκρατικὴν μαρτυρίαν παρεσχηκὼς τῆς ἀρχαίας λεγομένης ἀκαδημίας κατῆρξε. Σπεύσιππος μὲν οὖν χρόνον τινὰ βραχὺν ἐπὶ τῆς αὐτοῦ αἱρέσεως διαμεμενηκὼς, ἀρθριτικοῖς δὲ νοσήμασι περιπεσὼν Ξενοκράτην ἀντʼ αὐτοῦ κατέστησε τῶν Πλατωνικῶν δογμάτων ἐξηγητήν. μετὰ δὲ τοῦτον Πολέμων ἐπεὶ καὶ ἦν αὐτὸς ἐπὶ τοὺς λόγους τοῦ Πλάτωνος καὶ Κράντορος γέγονε καθηγητής, εἰς ὃν κατέληξεν ἡ ἀρχαία ἀκαδημία. τοῦ δὲ Κράντορος ἀκουστὴς ἦν Ἀρκεσίλαος, ὃς τὴν μέσην ἀκαδημίαν ἐπινενόηκεν, ἥτις μέχρις Ἡγησίνου ἐπιμεμένηκεν. τούτου δὲ Καρνεάδης κατέστη διάδοχος, ὃς τῆς νέας ἀκαδημίας τὰς ἀρχὰς συνεώρακεν· ἧς Κλειτόμαχος μετέσχεν. εἰσὶ δὲ πρὸς ταύταις πάσαις ἀκαδημίαι δύο νεώτεραι, ὧν τῆς μὲν προτέρας προέστη Φίλων, Ἀντίοχος δὲ τῆς ἐφεξῆς. ἡγοῦμαι δὲ τῶν Σωκρατικῶν Ἀντισθένην πάνυ πολλῶν γενομένων οὐδενὸς ἥσσονα εἶναι, ὃς τὴν Κυνικὴν εἰς τὸν βίον παρήγαγεν. οὗ Διογένης γέγονε ζηλωτὴς προσομοιωθεὶς κατὰ τὰ ἐπιτηδεύματα. τούτου δὲ Ζήνων ὁ Κιτιεὺς ἀκήκοεν, ὃς τὴν Στωικὴν φιλοσοφίαν ἐξεῦρεν. οὗ μετειλήφει τῶν λόγων Κλεάνθης. καὶ τούτου Χρύσιππος ἀκροώμενος τὴν ὁμοίαν ἀγωγὴν μετελήλυθε. τοῦ δὲ Διογένης ὁ Βαβυλώνιος ἀκροατὴς γεγονὼς Ἀντιπάτρου καθηγητὴς γέγονε. τούτου δὲ Ποσειδώνιος ἠκροᾶτο. Ἀρίστιππος δὲ Κυρηναῖος ὢν τῆς Σωκρατικῆς ἀκροάσεως μετέσχεν, ἀφʼ οὗ τὴν Κυρηναϊκὴν φιλοσοφίαν ἔγνωμεν. ἀλλʼ οὐδὲ τῶν Μεγαρικῶν Εὐκλείδην δίκαιον παριδεῖν, ὃς τῶν Σωκρατικῶν οὐδενὸς δεύτερος τὴν διάνοιαν γέγονεν, ἢ Στίλπωνα τὸν Μεγαρικὸν τὸν τῶν αὐτῶν δογμάτων εὑρετὴν ὑποληφθέντα. τοῦτον δὲ Μενέδημος ὁ Ἐρετριεὺς διεδέδεκτο, ἀφʼ οὗ Ἐρετρικὴ ἡ φιλοσοφία ἐπικέκληται. Φαίδωνα δὲ τὸν Ἠλεῖον οὐδεὶς ἠγνόησε τῶν Σωκρατικῶν εἰς πρῶτα ἥκειν ὑπειλημμένον …

Ἀριστοτέλης δὲ Πλάτωνι πάνυ πολὺν χρόνον συνδιαγεγονὼς δόγμασιν ἑτέροις ἑαυτὸν προσνενέμηκεν. ὅσπερ Θεόφραστον προεστήσατο τῆς κατʼ αὐτὸν αἱρέσεως καὶ τὸν Στράτωνα προήγαγεν εἰς ἴδιόν τινα χαρακτῆρα φυσιολογίας …

… ταύτης δὲ λέγεται κατάρξαι Ξενοφάνης ὁ Κολοφώνιος ἀπορητικῆς μᾶλλον ἢ δογματικῆς τοῖς πολλοῖς εἶναι δοκούσης. μετὰ δὲ τοῦτον τοῖς αὐτοῦ βουλήμασιν εὐαρεστηθεὶς καὶ Παρμενίδης οὐ τῶν ἀφανεστέρων ἐπιβεβηκέναι δοκεῖ. Ζήνων δὲ ὁ Ἐλεάτης τῆς ἐριστικῆς φιλοσοφίας ἀρχηγὸς μνημονεύεται γεγονώς. τούτου δὲ Λεύκιππος ὁ Ἀβδηρίτης ἀκουστὴς τὴν τῶν ἀτόμων εὕρεσιν ἐπινενόηκε πρῶτος. Δημόκριτος δὲ παρʼ αὐτοῦ τὸ δόγμα παρειληφὼς μᾶλλον ἐκράτυνεν. οὗ Πρωταγόρας ὁ Ἀβδηρίτης ζηλωτής, ὃς καὶ συστάτης τῶν κατὰ φιλοσοφίαν τεχνῶν …

… οὗπερ Ἀνάξαρχος ὁ Ἀβδηρίτης τῶν λόγων εἰς μίμησιν ἀφικόμενος τῷ Πύρρωνι καθηγήσατο Σκεπτικῆς ὢν φιλοσοφίας …

… Ἐπίκουρος δὲ κατολιγωρήσας, ὥς τινες ὑπειλήφασι, τῆς κατὰ φιλοσοφίαν σεμνότητος ἐπί τινα τρόπον κατελήλυθεν οὐ πάνυ παρὰ τοῖς ἀκριβέσι τῶν φιλοσόφων εὐδοκιμηκότα. τούτου δὲ Μητρόδωρος ἠκροᾶτο …

πῶς τὴν φιλοσοφίαν ὥρισαν.

Ὡρίσθη δὲ τῶν φιλοσοφιῶν ἡ μὲν ἐξ ἀνδρὸς ὥσπερ ἡ κατʼ Ἐπίκουρον· ἡ δὲ ἐκ τέλους ὥσπερ ἡ Εὐδαιμονική· ὁ γὰρ Ἀνάξαρχος τέλος τῆς κατʼ αὐτὸν ἀγωγῆς τὴν εὐδαιμονίαν ἔλεγεν. ἡ δὲ ἐξ ἐνεργείας ὡς ἡ Περιπατητική· τὸν γὰρ Ἀριστοτέλη κατὰ τοὺς περιπάτους συνουσίας πρὸς ὁμιλητὰς ποιούμενον τῆς ἐπωνυμίας ταύτης κατηξιωκέναι τὴν κατʼ αὐτὸν φιλοσοφίαν. ἡ δὲ διʼ ἔνστασιν ὡς ἡ Κυνική. ἡ δʼ ἀπὸ τόπου ὡς ἡ Στωικὴ καὶ Ἀκαδημαϊκή. ἡ δὲ ἀπὸ διαθέσεως ὡς ἡ Σκεπτική. ἡ δὲ ἐξ ἀνδρὸς καὶ πόλεως καὶ δόγματος ὡς ἡ κατὰ Ἀρίστιππον Ἀριστιππικὴ μὲν ἀπὸ τοῦ εὑρηκότος, Κυρηναϊκὴ δὲ ἀπὸ τῆς πόλεως, ἧς ἐκεῖνος μετεῖχεν, ἡδονικὴ δὲ ἀπὸ τοῦ τέλους τῆς κατʼ αὐτὸν φιλοσοφίας· τὸν γὰρ Ἀρίστιππον τῇ ἡδονῇ προσκεκλίσθαι μᾶλλον.

Οἱ μὲν γὰρ ἔφασαν τὴν φιλοσοφίαν εἶναι δύναμιν γνωστικὴν καὶ περιποιητικὴν ἀρίστου βίου, ἄριστον βίον εἰπόντες τὸ ζῆν ἕκαστον κατʼ ἀρετήν, οἱ δὲ ἄσκησιν ἀνθρώποις ἐπιτηδείας τέχνης ὡρίσαντο, ἄσκησιν μὲν τὴν φιλοσοφίαν εἰπόντες, ἐπιτηδείαν δὲ τέχνην τὴν σοφίαν ὀνομάσαντες, ἥ τίς ἐστι κατάληψις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. εἰσὶ δʼ οἳ θεωρητικὴν ἕξιν αἱρετῶν καὶ φευκτῶν ὑπέλαβον χρῆναι μᾶλλον ὀνομάσαι αὐτήν, αἱρετὰ μὲν τὰ ἀγαθὰ φήσαντες εἶναι, φευκτὰ δὲ τὰ κακά, καὶ ἀγαθὸν τὸ διʼ ἑαυτοῦ αἱρετὸν ὠφελείας τῷ μετιόντι γιγνόμενον αἴτιον, κακὸν δὲ τὸ διʼ ἑαυτοῦ ἐκκλινόμενον βλάβης καθιστάμενον αἴτιον.

πόσα μέρη τῆς φιλοσοφίας.

Μέρη δὲ τῆς φιλοσοφίας κατὰ τοὺς πλείστους ἀκριβεστάτους εἶναι δοκοῦντας τρία παρειλήφαμεν, τό τε λογικὸν διʼ οὗ καταμανθάνομεν, τί τῶν ὄντων ἕκαστον κατʼ οὐσίαν καὶ κατὰ συμβεβηκός, καὶ τὰς διαφορὰς τούτων πρὸς ἄλληλα καὶ τὰ τοιαῦτα γινώσκομεν· καὶ τὸ φυσικὸν διʼ οὗπερ ἔστι καθορᾶν, τίς ἡ αἰτία τοῦ τάξει προϊέναι τῶν οὐρανίων τὴν κίνησιν ὅσα φέρεσθαι δοκεῖ, καὶ τίνες αὐτῶν ταχυτῆτες ἢ βραδυτῆτες πρὸς ἄλληλα καὶ ὅσα τούτων ἐστὶν ὅμοια. καὶ τρίτον τὸ πάντων ἀναγκαιότατον καὶ τοῖς ἐπιτηδεύμασι χρησιμώτατον τὸ ἠθικόν, διʼ οὗ μανθάνομεν ἀλλήλοις ὁμιλεῖν καὶ συμβάλλειν προσηνῶς, καὶ τοὺς μὲν θρασυτάτους ὑπερορᾶν οὐ μισοῦντες, ἀλλὰ καὶ γελῶντες καὶ ἐλεοῦντες, τοὺς δὲ σπουδαιοτάτους καὶ ἐπιεικεστάτους στέργειν, ὡς τούτων μὲν τὸν βίον ῥᾴονα καὶ βελτίους τὰς πρὸς ἀλλήλους ἐντεύξεις ποιουμένων, ἐκείνων δὲ τὸ ἦθος δυσπρόσοδον καὶ παντάπασιν ἀνομίλητον τὸν βίον ἀπεργαζομένων.

περὶ αἱρέσεων.

Τὴν αἵρεσιν ὑπολαμβάνουσί τινες εἰρῆσθαι τριχῶς, κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα. κοινῶς μὲν τὴν τινὶ πράγματι τῶν κατὰ τὸν βίον συγκατάθεσιν, ἰδίως δὲ τὴν ἐν τέχνῃ, ἰδιαίτατα δὲ τὴν ἐν τῇ φιλοσοφίᾳ· κατʼ ἔννοιαν δὲ τὴν αἵρεσιν εἶναι πρόσκλισιν δογμάτων πολλῶν πρὸς ἄλληλα συμφώνων ἢ πρὸς ἓν τέλος ἀναφερόντων. τέσσαρας δὲ εἶναι ταύτας γενικωτάτας νομίζουσιν οἱ περὶ τούτων διειληφότες, μίαν μὲν τὴν δογματικὴν τὴν πολλοῖς συγκατατιθεμένην καὶ βεβαιωτικήν, δευτέραν δὲ τὴν σκεπτικὴν τὴν περὶ πάντων ζητητικήν. πρὸς δὲ τούτοις εἶναι τρίτην τὴν ἐριστικὴν τὴν διὰ σοφισμάτων νικᾶν ἐν ταῖς ζητήσεσιν ἐσπουδακυῖαν· σοφίσματα δὲ τὰ τοιαῦτα νομίζουσιν, οἷον «ὅπερ εἰμὶ ἐγὼ οὐκ εἶ σύ, ἄνθρωπος δέ εἰμι, σὺ ἄρα οὐκ ἄνθρωπος,» καὶ τοὺς τοιούτους μειρακιώδεις λόγους καὶ ἐριστικούς. μικτὴν δʼ αἵρεσιν προσειρήκασι τὴν τισὶ μὲν δόγμασι συγκατατιθεμένην, περὶ πολλῶν δʼ ἠπορηκυῖαν καὶ μὴ πάντα διεξιοῦσαν συγκαταθετικῶς. εἶναι δὲ δογματικοὺς … καὶ τοῖς Ἐπικούρῳ προορισμένοις, σκεπτικοὺς δὲ Ζήνωνα τὸν Ἐλεάτην καὶ Ἀνάξαρχον τὸν Ἀβδηρίτην καὶ τὸν ἄγαν ἠκριβωκέναι τὴν ἀπορητικὴν ὑποληφθέντα Πύρρωνα. ἐριστικοὺς δὲ κεκλήκασιν Εὐκλείδην καὶ Μενέδημον καὶ Κλεινόμαχον. τοὺς δὲ τὴν μικτὴν αἵρεσιν μετεληλυθότας ὑπάρχειν Ξενοφάνην μὲν περὶ πάντων ἠπορηκότα, δογματίσαντα δὲ μόνον τὸ εἶναι πάντα ἓν καὶ τοῦτο ὑπάρχειν θεὸν πεπερασμένον λογικὸν ἀμετάβλητον, τὸν δὲ Δημόκριτον ὁμοίως περὶ μὲν τῶν ἄλλων μηδενὸς ἀποφηνάμενον, ἓν δόγμα δὲ καταλελοιπότα τὸ περὶ τῶν ἀτόμων καὶ τοῦ κενοῦ καὶ τοῦ ἀπείρου.

τίς ἀρχὴ φιλοσοφίας.

Ἀρχὴ δὲ λέγεται τριχῶς· ἡ μὲν ὡς αἰτιώδης, ἡ δὲ ὡς ἐν τρόπῳ συστάσεως, ἡ δὲ ἀποδείξεως. αἰτιώδης μὲν οὖν ἐστιν ἀρχή, ὅταν ζητήσωμεν, τί ποτʼ ἐστὶ τὸ πεποιηκὸς εἰς ἐπίνοιαν τοὺς πρώτους ἐλθεῖν φιλοσοφίας. ἐν τρόπῳ δὲ συστάσεως, ὅταν ζητήσωμεν ποῖον μέρος πρῶτον τῆς τέχνης συνέστηκεν· ἀποδείξεως δέ, ὅταν τὰ ὑφʼ ἡμῶν κατασκευαζόμενα ἀποδεικνύωμεν. αἰτία δὲ φιλοσοφίας εὑρέσεώς ἐστι κατὰ Ξενοκράτη τὸ ταραχῶδες ἐν τῷ βίῳ καταπαῦσαι τῶν πραγμάτων.

περὶ σημείου.

Σημεῖον τοίνυν οἱ μὲν διαλεκτικοί φασιν ἀξίωμα ἐν ὑγιεῖ συνημμένῳ προκαθηγούμενον ἐκκαλυπτικὸν τοῦ λήγοντος. τῶν δὲ σημείων τὰ μέν ἐστιν ἐνδεικτικὰ τὰ δὲ ὑπομνηστικά· ὑπομνηστικὸν μὲν οὖν ἐστιν, ὅπερ συμπαρατηρηθὲν τῷ σημειωτῷ ἅμα τῷ φανῆναι τὸ σημεῖον καὶ τοῦ σημειωτοῦ εἰς γνῶσιν ἡμᾶς ἄγει, ὁποῖόν ἐστιν ἐπὶ τοῦ καπνοῦ· τοῦτον γὰρ ἰδόντες εὐθὺς γινώσκομεν, ὅτι ἐκ πυρὸς γεγονώς ἐστιν. ἐνδεικτικὸν δέ ἐστι σημεῖον τὸ μὴ πρότερον συμπαρατηρηθὲν τῷ σημειωτῷ, οὗ δὲ φανέντος εἰς γνῶσιν ἀφικόμεθα τοῦ σημειωτοῦ, ὥσπερ ἐπὶ τῆς γάλα ἐχούσης εὐθὺς γινώσκομεν, ὅτι τετοκυῖά ἐστιν.

περὶ συλλογισμοῦ.

Συλλογισμὸς δέ ἐστι λόγος διδομένων ἀποκρίσεων παρὰ τῶν διαλεγομένων συνάγων συμπέρασμα ἀπροσδόκητον ὡς ἐν τῇ Πολιτείᾳ παρὰ Πλάτωνι. τοῦ γὰρ Θρασυμάχου, εἰρηκότος ὅτι τὸ δίκαιόν ἐστι τὸ τοῦ κρείττονος συμφέρον συνάγει ὁ Σωκράτης, ὅτι καὶ δίκαιόν ἐστι τὸ μὴ συμφέρον αὐτοῖς προστάττουσι ποιεῖν.

περὶ ὅρου.

Ὅρος δέ ἐστι λόγος σύντομος εἰς γνῶσιν ἡμᾶς ἄγων ἑκάστου πράγματος ἢ λόγος διὰ βραχείας ὑπομνήσεως ἐμφανὲς ἡμῖν ἀπεργαζόμενος τὸ ὑποκείμενον πρᾶγμα· τῶν δὲ ὅρων οἱ μέν εἰσιν οὐσιώδεις, οἱ δὲ ἐννοηματικοί.

περὶ κριτηρίου.

Κριτήριόν ἐστι πράγματος διαγνωστικὴ κατανόησις. κριτήριον δέ ἐστι διττόν· τό τε ᾧ χρώμενοι βιοῦμεν καὶ τὸ περὶ ὑπάρξεως καὶ ἀνυπαρξίας. λέγεται δὲ τὸ κριτήριον τριχῶς, κοινῶς ἰδίως ἰδιαίτατα.

περὶ ἀληθοῦς.

Ἀληθές ἐστι τὸ ἀντικείμενόν τινι. διηλλαγμένον δὲ τὸ ἀληθὲς τῆς ἀληθείας τριχῶς οὐσίᾳ συστάσει δυνάμει. οὐσίᾳ μέν, ἐπειδὴ τὸ ἀληθὲς ἀσώματόν ἐστιν — ἀξίωμα γάρ ἐστι καὶ λεκτόν —, ἡ δὲ ἀλήθεια σῶμά ἐστιν· ἐπιστήμη γὰρ πάντων ἐστὶν ἀληθῶν, ἡ δὲ ἐπιστήμη πως ἡγεμονικόν ἐστι, τὸ δὲ ἡγεμονικὸν πνεῦμα εἶναι δοκεῖ, ὅπερ σωματοφυὲς μάλιστα ἂν εἰκότως δοκοίη. συστάσει δὲ διήλλακται ταῦτα τῷ τὸ μὲν ἀληθὲς ἁπλοῦν εἶναι, οἷον «ἐγὼ διαλέγομαι», τὴν δʼ ἀλήθειαν ἡμῖν εὑρῆσθαι περιληπτικὴν οὖσαν πάντων ἀληθῶν. δυνάμει δὲ ἐξήλλακται τῷ τὸ μὲν ἀληθὲς καὶ φαύλῳ τινὶ ἐπιγίνεσθαι — λέγει γάρ ποτε ἀληθῶς καὶ ὁ μὴ πάνυ ἐσπουδασμένος —, τὴν δὲ ἀλήθειαν μόνοις ἔντροφον εἶναι τοῖς σπουδαίοις.

περὶ διαιρέσεως.

Τὴν διαίρεσιν ὑπολαμβάνουσι χωρισμὸν εἶναι τῶν συνεληλυθότων εἰς ἕν. διαιρεῖσθαι δὲ νομίζουσιν ὀνόματα εἰς σημαινόμενα καὶ ὅλον εἰς μέρη καὶ γένη εἰς εἴδη καὶ … διαφορὰς εἰς τὸ καθʼ ἕκαστον καὶ εἰς συμβεβηκότα.

περὶ ἀποδεικτικῆς.

Ἐπειδὴ δοκεῖ τῷ λογικῷ μέρει τῆς φιλοσοφίας προσήκειν ὁ περὶ τῶν ἀναποδείκτων λόγος, εὔλογόν ἐστι καὶ περὶ τούτων εἰπεῖν. ἀναποδείκτους καλοῦσι συλλογισμοὺς τοὺς διὰ τὰς … τὴν ἀπόδειξιν ἢ οὐ δεομένους ἑτέρου μηνύματος. εἰσὶ δὲ οἵδε· πρῶτος ὁ ἐκ συνημμένου καὶ ἡγουμένου τὸ λῆγον ἐπιφέρων, οἷον «εἰ ἡμέρα ἔστιν, φῶς ἔστιν· ἀλλὰ μὴν ἡμέρα ἔστιν, φῶς ἄρα ἔστιν». δεύτερος δὲ ὁ ἐκ συνημμένου καὶ τοῦ ἀντικειμένου τοῦ λήγοντος τὸ ἀντικείμενον τοῦ ἡγουμένου ἐπιφέρων, οἷον «εἰ ἡμέρα ἔστι, φῶς ἔστιν· οὐκ ἔστι δὲ φῶς, οὐκ ἄρα ἡμέρα ἔστιν». τρίτος δὲ ὁ ἐξ ἀποφατικοῦ συμπλοκῆς καὶ ἑνὸς τῶν ἐν τῇ συμπλοκῇ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἐπιφέρων, οἷον «οὐχὶ καὶ ἡμέρα ἔστι καὶ νὺξ ἔστιν· ἡμέρα δὲ ἔστιν, οὐκ ἄρα νὺξ ἔστιν». τέταρτος δὲ ὁ ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐπεζευγμένων τὸ ἀντικείμενον τοῦ λοιποῦ ἐπιφέρων, οἷον «ἤτοι νῦν ἡμέρα ἔστιν ἢ νύξ ἔστιν· ἀλλὰ μὴν ἡμέρα, οὐκ ἄρα νὺξ ἔστι.» πέμπτος ὁ ἐκ διεζευγμένου καὶ τοῦ ἀντικειμένου ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ λοιπὸν ἐπιφέρων, οἷον «ἢ ἡμέρα ἔστιν ἢ νὺξ ἔστιν· ἀλλὰ μὴν νὺξ οὐκ ἔστιν, ἡμέρα ἄρα ἔστιν.»

περὶ τοῦ φυσικοῦ.

Ὅσα μὲν εἰκὸς ἦν περὶ τῶν συντελούντων εἰς τὸ λογικὸν μέρος τῆς φιλοσοφίας εἰπεῖν, ἑτέρωθι διῆλθον διὰ πλειόνων. ἐνταῦθα δὲ ἡμεῖς συντομώτατα περὶ τούτων διαλεχθέντες ἐν συμμετρίᾳ καὶ ἐπὶ τὰ φυσικώτερα χωρήσομεν. καὶ περὶ τούτων εἰ λέγοι τοῖς πᾶσι ῥᾳδίως ἐπιτιμῶντες … μὴ πάνυ δυσχεραίνειν, καὶ περὶ τούτου δυνατοὶ εἶναι νομίζομεν λέγειν τι. σπουδάζοντες γὰρ ἐγνωκέναι ταῦτα καὶ τοῖς ἄλλοις ἀνεπίφθονον εἶναι νομίζομεν ἐμφανῆ καθιστάναι καὶ τοῖς πρῶτα μαθοῦσιν οὕτως ἂν ὑπολάβοιμεν διὰ ῥᾳστώνης ὑπάρχειν, ἀπὸ τούτων τὰ προτέλεια τῶν κατὰ φιλοσοφίαν λαμβάνοντας. τῶν οὖν πρότερον ἀπὸ τῶν ἀρχῶν τῶν τε δραστικῶν καὶ τῶν ὑλικῶν ἠργμένων τῆς φυσικῆς πραγματείας, ταὐτὰ ἡμῖν εἰκότως διανοηθέντες ἁρμόττειν, νομίζομεν ἀπὸ τούτων τὴν ἀρχὴν ποιεῖσθαι τῶν λόγων. εἰρηκότων τοίνυν ἐκείνων, ὡς τὸ πάντων δραστικώτατον αἴτιον τῶν ὄντων καὶ γινομένων ἐστὶ θεός, καὶ νῦν ὁμοίως ἡμῖν ποιητέον. Πλάτων μὲν οὖν καὶ Ζήνων ὁ Στωικὸς περὶ τῆς οὐσίας τοῦ θεοῦ διεληλυθότες οὐχ ὁμοίως περὶ ταύτης διενοήθησαν, ἀλλʼ ὁ μὲν Πλάτων θεὸν ἀσώματον, Ζήνων δὲ σῶμα, περὶ τῆς μορφῆς μηδὲν εἰρήκοτες. Ἐπίκουρος δὲ ἀνθρωπόμορφον τοῦτον ὑπέλαβεν. Οἱ Στωικοὶ δὲ ἰδίαν μὲν ἰδέαν οὐκ ἔχειν διηνεκῶς, πνεῦμα δὲ πυρῶδες ὁμοιούμενον πᾶσι ῥᾳδίως, οἷς ἂν προσρυῇ. τόπον δὲ κρατεῖν ὡρισμένον καὶ κινεῖσθαι μεταβατικῶς μόνον Ἐπίκουρος αὐτὸν εἰπεῖν ἐπεχείρησεν. οἱ δὲ Στωικοὶ ἔμφυτον μὲν ἐπὶ πάντων διήκειν, ὁμοιούμενον δὲ ἑκάστῳ κινούμενον καὶ μεταλλάττον. προνοεῖν τε τῶν ἀρχομένων κατʼ ἀρετὴν οἱ Στωικοὶ τὸν θεὸν εἰρήκασι. μηδενὸς δὲ τῶν ἁπάντων ἐπιμέλειαν ἔχειν Ἐπίκουρος διισχυρίζεται λέγων τὸ μακάριον καὶ ἀδιάφθαρτον οὔτʼ αὐτὸ πράγματα ἔχειν οὔθʼ ἑτέρῳ παρέχειν. ἀγαθὸν δὲ πᾶσιν ἀνθρώποις τὸν θεὸν διατελεῖν Πλάτων ὑπείληφεν καὶ πάντων συλλήβδην τῶν κατὰ τὸν βίον καθηγητικὸν οὐκ ἄλλον νενόμικεν.

Τὸν κόσμον οἱ μὲν γενητὸν εἶναι νομίσαντες τὸν θεὸν ἔφασαν γενονέναι τούτου δημιουργόν. ἀλλʼ οἱ μὲν γενητὸν εἶναι συγκεχωρηκότες οὐχ ὁμοίως περὶ τοῦ τέλους κεκρίκασιν. ἀλλὰ Πλάτων μὲν ἀνώλεθρον εἶναι νομίζει καὶ ἀθάνατον διὰ τὴν εὐτεχνίαν τοῦ πεποιηκότος. Στωικοὶ δὲ φθορᾶς ἐπιδεκτικὸν εἶναι καὶ διὰ πυρὸς γίνεσθαι τούτου τὴν μεταβολὴν εἰς τὸ ἄπειρον χεομένου κατά τινα χρόνον τῆς ὕλης ἀναπαυομένης καὶ τῆς ἐνεργείας λῆξιν λαμβανούσης. αὖθις δὲ τῶν ὄντων ἀνανεουμένων ἐκ πυρὸς καὶ μεταβαλλόντων κατʼ ἀρχὰς εἰς τὴν τῶν ἄλλων στοιχείων φύσιν καὶ πάλιν συγκρινομένων καὶ σωματοποιουμένων ὑπὸ τοῦ θεοῦ καὶ τῶν πάντων ἐκ νέας κοσμοποιουμένων. καὶ οἱ μὲν ἄλλοι πάντες ὑπολαμβάνοντες εἶναι τὸν θεὸν τῶν ἁπάντων δημιουργὸν αὐτῷ μόνῳ τὴν αἰτίαν τῶν γιγνομένων προσάπτειν ἐπικεχειρήκασι. Πλάτων δὲ καὶ τὰς ἰδέας εἰσήγαγεν, αἷς ἴσα μὲν ἀπεργάσασθαι δύναται· εἰσάγουσι δὲ καὶ τὴν ἄποιον ὕλην, ὅσοι οὐκ ἂν ἴσα τὰ καθʼ ἕκαστα συντελεῖσθαι διδόασιν, ἀλλὰ ταύτης τε ὑπʼ αὐτῆς τὰ ἀποτελέσματα γίγνεσθαι.

Καὶ περὶ μὲν τῆς δραστικῆς αἰτίας ἐπὶ τοσοῦτον. διεξελθεῖν δʼ ἂν εἴη καιρὸς καὶ περὶ τῆς ὑλικῆς. οἱ φυσικοὶ περὶ ταύτης εἰπόντες εἶναι μὲν ἀρχὴν ὑλικὴν ἅπαντες ὁμοίως δεδώκασιν, οὐ μὴν ἅπαντες εἶναι τὴν αὐτήν. ἀλλὰ Φερεκύδης μὲν ὁ Ἀσσύριος γῆν εἶναι ταύτην ἐνόμισε, Θαλῆς δὲ ὕδωρ, Ἀναξίμανδρος δὲ τὸ ἄπειρον, Ἀναξιμένης δὲ καὶ Διογένης ὁ Ἀπολλωνιάτης ἀέρα, πῦρ δὲ Ἵππασος ὁ Μεταποντῖν Ξενοφάνης δʼ ὁ Κολοφώνιος γῆν καὶ ὕδωρ. Ἵππων δὲ ὁ Ῥηγῖνος πῦρ καὶ ὕδωρ, Οἰνοπίδης δὲ ὁ Χῖος πῦρ καὶ ἀέρα, Ὀνομάκριτος δὲ ἐν τοῖς Ὀρφικοῖς γῆν καὶ πῦρ καὶ ὕδωρ, οἱ Στωικοὶ δὲ τέσσαρα στοιχεῖα γῆν καὶ πῦρ καὶ ὕδωρ καὶ ἀέρα, Ἀριστοτέλης δὲ τούτοις προσέθηκε καὶ τὸ κυκλοφορητικὸν σῶμα. Ἐμπεδοκλῆς δὲ τέτταρσι στοιχείοις προσήγαγε φιλίαν καὶ νεῖκος, τῶν μὲν τεσσάρων στοιχείων ὑλικῶν ὄντων καὶ τῆς φιλίας ταῦτα συγκρινούσης, τοῦ δὲ νείκους διαλύοντος καὶ διακρίνοντος· Δημόκριτος δὲ καὶ Ἐπίκουρος τὰς ἀτόμους ἀρχὰς πάντων νομίζουσιν, Ἡρακλείδης δὲ ὁ Ποντικὸς καὶ Ἀσκληπιάδης ὁ Βιθυνὸς ἀνάρμους ὄγκους τὰς ἀρχὰς ὑποτίθενται τῶν ὅλων, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τὰς ὁμοιομερείας, Διόδωρος δὲ ὁ Κρόνος ἐπικεκλημένος ἀμερῆ καὶ ἐλάχιστα σώματα, Πυθαγόρας δὲ τοὺς ἀριθμούς, οἱ μαθηματικοὶ δὲ τὰ πέρατα τῶν σωμάτων, Στράτων δὲ ὁ φυσικὸς προσωνομασμένος τὰς ποιότητας.

Ἀρχὴν δὲ καὶ αἰτίαν τινὲς μὲν ᾠήθησαν μηδὲν ἀλλήλων διαφέρειν, τινὲς δὲ τὴν ἀρχὴν καθηγητικὴν πάντων εἶναι νομίζουσιν οὐκ αἰτίαν οὖσαν τοῦ παντὸς ἀποτελέσματος. τὸ δὲ ἐν ἑκάστῳ πρῶτον εἶναι δοκοῦν τὸ αἴτιον ἡγήσαντο καθεστάναι, διʼ ὃ γίγνεται τὰ ἀποτελέσματα. αἴτια δὲ ὑπέθεντο τέσσαρα· προκαταρκτικόν, ὃ πεποιηκὸς παραμεμένηκεν, καὶ συνεκτικόν, οὗ παρόντος τὸ ἀποτέλεσμα πάρεστι καὶ πεπαυμένου παρενήλλακται καὶ αὐξομένου εἰς ἐπίδοσιν πρόεισι καὶ μειουμένου ἐλαττοῦται, τὸ δὲ συναίτιον ὑπάρχειν ἔφασαν, ὃ τὴν ἴσην δύναμιν συμβάλλεται πρὸς τὸ ἀποτέλεσμα ὡς ἐπὶ τῶν ἀροτικῶν βοῶν, συνεργὸν δὲ δοκεῖ τὸ μικρὰν ῥοπὴν πρὸς τὸ ἀποτέλεσμα εἰσάγον ὡς ἐπὶ δυοῖν δοκὸν ἅμα φερόντων δυσκόλως καὶ ῥᾷον οἰσόντων, εἰ τρίτος ἐπιγίνοιτο συνδιακουφίζων.

περὶ φύσεως.

Φύσιν τινὲς εἶναι λέγουσι πνεῦμα ἔντεχνον ὁδοποιητικόν. ἄλλοι δὲ τὴν τῶν σωμάτων σύγκρισιν εἶναι καὶ διάκρισιν τὴν φύσιν ὑπολαμβάνουσιν. Ἀριστοτέλης δὲ ἀρχὴν κινήσεως καὶ ἠρεμίας εἴρηκεν, ὡς πρῶτόν ἐστι, καὶ οὐ κατὰ συμβεβηκὸς γεγενῆσθαι νομίζει. φυσικὰ δὲ εἶναι λέγει τὰ περὶ τὸν ἀέρα, φυτὰ ζῷα καὶ τὰ τοιαῦτα.

περὶ διαφορᾶς στοιχείων καὶ ἀρχῆς.

Τῶν ἀπὸ Ἰωνίας φιλοσόφων οὐδὲν διαλλάττειν αὐτὰ νομιζόντων Πλάτων πλεῖστον διενηνοχέναι ταῦτα κέκρικε τῆς ἀρχῆς. καὶ γὰρ οὐδὲν εἶναι πρότερον, ἀφʼ οὗ γεννᾶσθαι ταύτην. συμβέβηκεν δὲ στοιχείων προτέραν εἶναί τινʼ ἀειδῆ καὶ ἄμορφον οὐσίαν, ἣν οἱ μὲν ἄποιον ὕλην, οἱ δὲ ἐντελέχειαν καὶ στέρησιν ὀνομάζουσιν. ἔτι δὲ τὰ μὲν στοιχεῖα εἶναι σύνθετα καὶ ἀποτελέσματα, τὴν δʼ ἀρχὴν οὐδέτερον τούτων ὑπάρχειν. ὥστʼ εἰκότως ὁ Πλάτων τὴν ἐν τούτοις παραλλαγὴν κατειληφὼς ἀποφαίνεται.

περὶ κινήσεως.

Τὴν κίνησιν σχεδὸν τῶν φιλοσόφων πάντες οἱ ἀκριβέστατοι γίνεσθαι νομίζουσιν. εἶναι γὰρ τὴν μὲν τοπικὴν μετάβασιν, ὅταν ἀπὸ τόπου εἰς τόπον ἕτερον φαίνηταί τι μεταβαῖνον, τὴν δὲ φυσικήν, ὅταν ᾖ ἕτερον ἐξ ἑτέρου γιγνόμενον, ἀποφαίνονταί τινες. τρίτον δὲ τὴν γένεσιν, ὅταν ἐξ οὐκ ὄντων γένηταί τι. τὴν δὲ φθοράν, ὅταν ἐξ ὄντος πρὸς τὸ μὴ εἶναι καθιστῆται, καθάπερ ἐπὶ τῶν ἀπογιγνομένων ζῴων, τὴν δʼ αὐξητικήν, ὅταν ἀπὸ βραχέος τι πρὸς τὸ μεῖζον προίῃ. τὴν δὲ μειωτικήν, ὅταν ἐκ μείζονος βραχύνηταί τι καὶ πρὸς τὸ ἔλαττον μεθαρμόζηται.

περὶ σωμάτων.

Σῶμα τινῶν ὑπολαβόντων τὸ οἷόν τε ποιεῖν ἢ πάσχειν, ἕτεροι τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας τὸ σῶμα καθεστάναι φασίν. εἶναι μὲν γὰρ σημεῖον, οὗ μέρος οὐδέν, ἐπιφάνειαν δὲ τὸ μήκους καὶ πλάτους μετέχον, τοῦτο δὲ ὁπόταν καὶ βάθος προσλάβῃ, σῶμα νομίζουσιν εἶναι. τινὲς δὲ τὰ πέρατα σώματα εἶναι ὑπειλήφασιν.

περὶ ψυχῆς.

Πολλὴν μὲν ἔστιν εὑρεῖν παρὰ τοῖς προτέροις ἀντίρρησιν περὶ τῆς ψυχῆς γενομένην, ἀλλʼ ὅμως ἵνα μὴ τὸν τῆς εἰσαγωγῆς τρόπον ὑπερβαίνειν δοκῶμεν, τὰ πᾶσιν εἰρημένα περὶ ταύτης διεξιόντες, ὅσα τοῖς ὀνομαστοτάτοις εἰρῆσθαι περὶ ταύτης νομίζομεν, ὡς ἐν βραχέσι πειρώμεθα λέγειν. ψυχὴν τοίνυν οἱ μὲν πνεῦμα παντὶ τῷ σώματι περικείμενον ὅπου μὲν μᾶλλον, ὅπου δὲ ἧττον νομίζουσιν εἶναι — οὗτοι δὲ οἱ περὶ τὸν Ἀσκληπιάδην εἰσίν —, ἄλλοι δὲ δύναμιν διʼ ἧς ζῶμεν. οἱ δὲ κινήσεως ἀρχὴν πάντων τῶν γινομένων τε καὶ τῶν ὄντων. Ἐπίκουρος δὲ τὸν ἐφελκόμενον ἔξωθεν ἀέρα διὰ τῆς εἰσπνοῆς τὴν ψυχὴν ὑπέλαβεν. τὴν δὲ οὐσίαν αὐτῆς οἱ μὲν ἀσώματον ἔφασαν, ὡς Πλάτων, οἱ δὲ σῶμα συγκινοῦν, ὡς Ζήνων καὶ οἱ ἐξ αὐτοῦ. πνεῦμα γὰρ εἶναι ταύτην ὑπενόησαν καὶ οὗτοι. θνητὴν μὲν ψυχὴν ὁ Ἐπίκουρος καὶ Δικαίαρχος ᾠήθησαν, ἀθάνατον δὲ Πλάτων καὶ οἱ Στωικοί. ἀλλʼ ὁ Πλάτων ἀεικίνητον καὶ οὐδέποτε διαφθαρησομένην. οἱ Στωικοὶ δὲ καθʼ ἑκάστην τοῦ κόσμου μεταβολὴν διαμένειν ἀθάνατον, ἕως ἂν ᾖ ἡ τοῦ κόσμου μεταβολὴ συστᾶσα … καὶ ταύτην τυχεῖν διαφθαρῆναι. τοῖς δὲ σώμασι συνδεῖσθαι νομίζουσιν οἱ μὲν αὐτοφυεῖς ἡκούσας ἐγκρατεῖς οὔσας ἡδονῶν τῶν διὰ τῶν σωμάτων αὐταῖς προσγινομένων. οἱ δὲ κατὰ θεὸν ἐγγίνεσθαι τοῖς σώμασι βουλόμενοι μηδὲν τῶν στοιχείων ἀργὸν μηδὲ ζῴου ἄμοιρον εἶναι διὰ τέλους. ἐξαμαρτάνειν δὲ τὰς ψυχὰς οἱ μὲν αὐτεξουσίους οὔσας καὶ διὰ τὰς σφετέρας ἐπιθυμίας ἐπὶ τὸ πλημμελὲς τρεπομένας· τῶν ἡδέων γὰρ οὔσας ὀρεκτικὰς διὰ τὴν σωμάτων κακὴν ἕξιν μηδὲν διωθεῖσθαι τὰς φαυλοτάτας τῶν ἀτοπωτάτων εἶναι νομιζομένων. οἱ δὲ καθʼ εἱμαρμένην πάντα συμβαίνειν νομίσαντες καὶ τὴν ψυχὴν ἀπροαιρέτως τοῖς πλημμελήμασι περιπίπτειν ὑπολαμβάνουσι. διδόναι δὲ δίκην τὰς πονηροτέρας τῶν σωμάτων ἀπαλλαττομένας ὁ Πλάτων οἴεται καὶ τὰς ἄμεινον βεβιωκυίας εἰς θεὸν ἀναπέμπεσθαι καὶ τοῖς ἄστροις ἐγκαταλέγεσθαι. Στωικοὶ δὲ τούτων οὐδὲν προσίενται, ἀλλʼ ἐπειδὰν ἀποχωρισθῶσι τῶν σωμάτων φασὶ τὰς ἀκρατεστέρας καὶ τῶν ἡδέων ἐπιθυμητικὰς αὖθις ἐγκαταδύεσθαι πάλιν τοῖς σώμασιν ἐξ ἀρχῆς καὶ μηδέποτε παύεσθαι τούτοις περιπιπτούσας, ἕως ἂν παιδεύσεως τῆς προσηκούσης τύχωσι καὶ τῶν καλῶν εἰς γνῶσιν ἀφικόμεναι χρηστὸν ἕλωνται βίον. καὶ μετὰ τὴν διάλυσιν καὶ τὴν ἀπαλλαγὴν τοῦ σώματος καθʼ αὑτὰς διαφανεῖς σπουδαίων δεομένων ἰδέας μετελθούσας τὰς ἀγαθὰς καὶ μετὰ ταῦτα διὰ παντὸς οὔσας ταῖς πάλαι οὕτω διακειμέναις. εἶναι δὲ τὰ μέρη τῆς ψυχῆς Πλάτων μὲν τρία νενόμικε λογικὸν θυμικὸν ἐπιθυμητικόν. Ἀριστοτέλης δὲ προσήγαγε καὶ τὸ φυσικόν τε καὶ τὸ ζωτικόν. Στωικοὶ δὲ τέσσαρα μέρη τῆς ψυχῆς εἶναί φασι λογικὸν αἰσθητικὸν φωνητικὸν σπερματικόν· τινὲς δὲ τὴν ψυχὴν ἁπλῆν καὶ ἀμερῆ τυγχάνειν εἰρήκασιν. οὐδὲν γὰρ ἄλλο τὴν ψυχὴν ὑπολαμβάνουσιν ἢ φρόνησιν ὑπάρχειν, ἣν καὶ νοῦν καὶ νόησιν προσειρήκασι. Μνήσαρχος δὲ τὴν Στωικῶν ὑπόληψιν ἐπικρίνων τὸ φωνητικὸν καὶ τὸ σπερματικὸν περιεῖλεν οἰηθεὶς τῆς αἰσθητικῆς δυνάμεως ταῦτα μετέχειν, μέρη δὲ τῆς ψυχῆς ᾠήθη μόνον τὸ λογικὸν καὶ τὸ αἰσθητικόν, ᾧ καὶ μᾶλλον ἄν τις συγχωρήσειεν εὐλόγως.

Περὶ ἰδέας.

Ἰδέα ἐστὶν οὐσία ἀσώματος, αὐτὴ μὲν ὑφεστῶσα καθʼ αὑτήν, εἰκονίζουσα δὲ τὰς ἀμόρφους ὕλας καὶ αἰτία γιγνομένη. Πλάτων δὲ συγχωρεῖ, ὅσον δυνατόν, τοῖς νοήμασι καὶ ταῖς φαντασίαις ζητεῖν περὶ τοῦ θεοῦ. Ἀριστοτέλης δὲ εἴδη μὲν καὶ ἰδέας ἀπέλιπεν, οὐ μὴν κεχωρισμένας τῆς ὕλης· οἱ δὲ Στωικοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας εἶναι νομίζουσιν.

Περὶ ἐλαχίστων.

Τῶν τεσσάρων στοιχείων πράγματα βαρύτατα οἷον στοιχεῖα ἀπὸ στοιχείων ἢ ψήγματα νομίζουσιν εἶναί τινες τὰ λεγόμενα ἐλάχιστα. Ἡράκλειτος δὲ εἰσάγει ταῦτα νοήσει μόνον ληπτά.

Περὶ χρωμάτων.

Χρῶμά ἐστι ποιότης σώματος ὁρατή. Οἱ Πυθαγόρειοι δὲ χροιὰν καὶ χρῶμα ἐκάλουν τὴν ἐπιφάνειαν τοῦ σώματος. Ἐμπεδοκλῆς δὲ τὸ τοῖς πόροις τῆς ὄψεως … ἀπʼ αὐτῶν σύμμετρα μόρια ἔχουσαν πρὸς τὴν ὄψιν. Ζήνων δὲ ὁ Στωικὸς τὰ χρώματα ἐπίχρωσιν τῆς ὕλης ὑπέλαβεν. οἱ δὲ ἀπὸ Πυθαγόρου τὰ γένη τῶν χρωμάτων λευκόν τε καὶ μέλαν καὶ ἐρυθρὸν νομίζουσιν, τὰς δʼ ἄλλας διαφορὰς παρὰ τὰς ποιὰς μίξεις τῶν στοιχείων, τὰς δὲ τῶν ζῴων παρὰ τὰς τῶν τόπων καὶ τῶν ἀέρων.

Περὶ σχημάτων.

Σχῆμά ἐστιν ἐπιφάνεια καὶ περιγραφὴ καὶ πέρας σώματος.

Περὶ μίξεως.

Οἱ μὲν παλαιότεροι τὰς τῶν στοιχείων μίξεις κατʼ ἀλλοίωσιν ἤτοι κρᾶσιν ᾠήθησαν γίγνεσθαι, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Δημόκριτον κατὰ παράθεσιν. Ἐμπεδοκλῆς δὲ ἐκ μικροτάτων οἴεται τὰ στοιχεῖα συγκρίνειν. Πλάτων δὲ τὰ μὲν τρία εἶναι … εἰς ἄλληλα λέγει, τὴν δὲ γῆν ἀμετάβλητον μόνην.

Περὶ κενοῦ.

Οἱ ἀπὸ Πυθαγόρου καὶ οἱ φυσικοὶ πάντες μέχρι Πλάτωνος ἐν τῷ κόσμῳ κενὸν εἶναι λέγουσιν. Λεύκιππος δὲ καὶ Δημόκριτος καὶ Ἐπίκουρος τὰ μὲν ἄτομα ἄπειρα τῷ πλήθει, τὸ δὲ κενὸν ἄπειρον τῷ μεγέθει. Οἱ Στωικοὶ δὲ ἐντὸς μὲν τοῦ κόσμου κενὸν οὐδὲν εἶναι νομίζουσιν, ἔξωθεν δʼ αὐτοῦ ἄπειρον. Ἀριστοτέλης δὲ τοσοῦτον εἶναι κενὸν ἔξω τοῦ οὐρανοῦ, ὥστʼ ἀναπνεῖν εἰς αὐτὸ τὸν οὐρανόν. ἔνδοθεν γὰρ εἶναι τόπον πύρινον.

Περὶ χώρας.

Οἱ Στωικοὶ καὶ Ἐπικούρειοι διαλλάττειν τὸν τόπον τῆς χώρας ἐνόμισαν. τὸν μὲν γὰρ τόπον ὑπὸ σώματος κατὰ μέν τι κατέχεσθαι, κατὰ δέ τι οὐδαμῶς.

Εἰ ἓν τὸ πᾶν.

Οἱ μὲν ἀπὸ τῆς Στοᾶς ἕνα κόσμον εἰρήκασι καὶ τοῦτον σωματικόν. Ἐμπεδοκλῆς δὲ κόσμον ἕνα, οὐ μέντοι τὸ πᾶν εἶναι κόσμον, ἀλλὰ μικρόν τι τοῦ παντὸς μέρος, τὸ δὲ λοιπὸν ἀργὴν ὕλην. Πλάτων δὲ κόσμον ἕνα φησὶ καὶ ἓν τὸ πᾶν εἶναι γενητόν … ἐὰν μὴ πάντα περιέχῃ, ἐκ τοῦ μὴ ἔσεσθαι ὅμοιον τῷ παραδείγματι τοῦτʼ ἔστι τῷ θνητῷ κόσμῳ, ἐὰν μὴ μονογενὴς ᾖ, ἐκ τοῦ μὴ ἔσεσθαι αἰώνιον, εἰ τὸ ἐλλιπές τι ἔχει.

Πῶς συνέστηκεν ὁ κόσμος.

Συνέστηκε τοίνυν ὁ κόσμος περικεκλεισμένως ἐσχηματισμένος τὸν τρόπον τοῦτον, τῶν βαρυτάτων σωμάτων εἰς τὸ κάτω, τῶν δὲ κουφοτάτων εἰς τὸ ἄνω φερομένων, τῶν δὲ πέριξ ἐκ τούτων συνηρμοσμένων.

Πόθεν ἔχομεν ἔννοιαν θεῶν.

Ὁρίζονται τὸν θεὸν οἱ Στωικοὶ πνεῦμα νοητὸν οὐκ ἔχον μορφήν, μεταβαλλόμενον δὲ εἰς ὃ βούλεται. ἔχομεν δὲ ἔννοιαν τούτου ἐκ τοῦ κάλλους καὶ μεγέθους τῶν φαινομένων αὐτοῦ δημιουργημάτων. οὐδὲν γὰρ τῶν καλῶν εἰκῆ γεγένηται, ἀλλʼ ὑπὸ δημιουργοῦ σοφοῦ. ὅθεν Εὐριπίδης εἶπεν· «ἀστέρες δʼ ἐν οὐρανῷ ποίκιλμα τέκτονος σοφοῦ». ἐλάβομεν δὲ ἔννοιαν ἐκ τοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς τῶν ἀστέρων τὴν ὑπόγειον φορὰν ἐνεχθέντας ὁμοίους ἀνατέλλειν τοῖς χρώμασι καὶ τοῖς σχήμασιν, ἴσους δὲ καὶ τοῖς μεγέθεσι καὶ κατὰ τόπους τοὺς αὐτοὺς καὶ χρόνους.

Περὶ θεοῦ.

Ὅσα κατʼ ἀρχὰς περὶ θεοῦ λέγοντες παρολελοίπαμεν, ταῦτα νῦν ἐροῦμεν. τοὺς μὲν τῶν πρότερον πεφιλοσοφηκότων εὕροιμεν ἂν θεοὺς ἠγνοηκότας, ὥσπερ Διαγόραν τὸν Μήλιον καὶ Θεόδωρον τὸν Κυρηναῖον καὶ Εὐήμερον τὸν Τεγεάτην· οὐ γὰρ εἶναι θεοὺς εἰπεῖν τετολμήκασιν. ἔοικε δὲ ταύτην τὴν ὑπόληψιν Εὐριπίδης ἐπὶ θεοὺς διὰ δέος τῶν Ἀρεοπαγιτῶν ἐκκαλυμένον τοῦτο διʼ ἕξιν ὑφίστασθαι. Ἀναξαγόρας δὲ τὸν θεὸν ἐπὶ τὸ διατεταχέναι τὸν κόσμον παρειληφὼς ἑστηκότα τὰ σώματα κατʼ ἀρχὰς διακεκοσμηκέναι φησί, νοῦν δʼ εἶναι τὸν πεποιηκότα ταῦτα ὑπέλαβεν. Πλάτων δὲ οὐχ ἑστηκότα ταῦτα ὑπέθετο, ἀτάκτως δὲ κινούμενα ὑπὸ τοῦ θεοῦ εἰς τάξιν ἦχθαι καὶ τοῦ προσήκοντος μετειληφέναι. Θαλῆς δὲ νοῦν τοῦ κόσμου τὸν θεὸν ἡγήσατο. Ἀναξίμανδρος δὲ τοὺς ἀπείρους οὐρανοὺς θεοὺς εἶναι νομίζει. Δημόκριτος δὲ νοῦν ἐν πυρὶ σφαιροειδεῖ τὴν τοῦ κόσμου ψυχὴν ὑπολαμβάνει. Πυθαγόρας δὲ τῶν ἀρχῶν τὴν μονάδα θεὸν καὶ τὸ ἀγαθὸν ᾠήθη, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς. τὴν δʼ ἀόριστον δυάδα μόνην τὸ κακόν, περὶ ἥν ἐστιν ὁ ὁρατὸς κόσμος. καὶ Πλάτωνι μὲν τοῦτο δοκεῖ τὸν θεὸν ἀμιγῆ πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον. Ἀριστοτέλης δὲ τὸν ἀνωτάτω θεὸν εἶδος χωριστὸν ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός· ὅθεν ἐστὶν αἰθέριον σῶμα τὸ μέγιστον ὑπʼ αὐτοῦ νομιζόμενον, διῃρημένον κατὰ τὰς σφαίρας τῇ μὲν φύσει ἡμῶν συναφεῖς, τῷ δὲ λόγῳ κεχωρισμένας· ὥστʼ εἶναι ζῷον σύνθετον ἐκ σώματος καὶ θεότητος καὶ τὸ μὲν … αἰθέριον, κινούμενον, κυκλοφορητικόν, τὴν δὲ ψυχὴν λόγον ἀκίνητον, αἴτιον τῆς κινήσεως κατʼ ἐνέργειαν. Οἱ Στωικοὶ δὲ τὸν θεὸν πῦρ ἔντεχνον ἢ πνεῦμα νομίζουσιν, ὁδῷ βαδίζον ἐπὶ κόσμου γένεσιν, ἐμπεριειληφὸς πάντας τοὺς σπερματικοὺς λόγους, καθʼ οὓς ἕκαστα καθʼ εἱμαρμένην γίνεσθαι, καὶ διήκειν διʼ ὅλου τοῦ κόσμου τὰς προσηγορίας μεταλαμβάνον κατὰ τὰς τῆς ὕλης διʼ ἧς κεχώρηκε παραλλάξεις. θεοὺς δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν εἶναι νομίζουσιν, τὸ δὲ ἀνώτατον πάντων τὸν νοῦν εἶναι, τὸν θεόν. Ἐπίκουρος δὲ ἀνθρωποειδεῖς εἶναι τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ τὴν λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως· ὁ δὲ αὐτὸς τέτταρας φύσεις κατὰ γένος ἀφθάρτους … ὁμοιότητας. αὗται λέγονται καὶ ὁμοιομέρειαι καὶ στοιχεῖα τῷ αὐτῷ.

Περὶ ἡρώων καὶ δαιμόνων.

Θαλῆς μὲν καὶ Πλάτων καὶ Πυθαγόρας καὶ πρὸς τούτοις οἱ Στωικοὶ γιγνώσκουσιν ὁμοίους εἶναι καὶ τούτους οὐσίας ψυχικάς. τοὺς δʼ ἥρωας ψυχὰς κεχωρισμένας τῶν σωμάτων, τὰς μὲν ἀγαθὰς τῶν τὸν βίον διαγαγόντων ἄριστα ἀνθρώπων, κακὰς δὲ τῶν πονηρῶν. Ἐπίκουρος δὲ οὐδέτερον τούτων συγκεχώρηκεν.

Περὶ χρόνου.

Τὸν χρόνον εἶναι Πυθαγόρας ὑπείληφε τὴν σφαῖραν τοῦ περιέχοντος. Πλάτων δὲ διάστημα τῆς τοῦ κόσμου κινήσεως. Ἐρατοσθένης δὲ τὴν τοῦ κόσμου πορείαν.

Περὶ οὐσίας χρόνου.

Τοῦ δὲ χρόνου τὴν οὐσίαν οἱ Στωικοὶ ἡλίου τὴν κίνησιν νομίζουσιν. Πλάτων δὲ τὴν πορείαν τούτου. καὶ τινὲς μὲν ἀγένητον τὸν χρόνον εἶναι, Πλάτων δὲ γενητόν.

Περὶ γενέσεως καὶ φθορᾶς.

Οἱ περὶ Μέλισσον καὶ Ζήνωνα τὸν Ἐλεάτην καὶ Παρμενίδην γένεσιν καὶ φθορὰν ἀνῃρήκασιν ἀκίνητον εἶναι τὸ πᾶν ὑπολαβόντες. Ἐμπεδοκλῆς δὲ καὶ Ἐπίκουρος καὶ ὅσοι κατὰ συναθροισμὸν τῶν λεπτομερῶν σωμάτων κοσμοποιοῦσι συγκρίσεις μὲν καὶ διακρίσεις εἰσάγουσι, γενέσεις δὲ καὶ φθορὰς οὐκ οἰκείως. οὐ γὰρ κατὰ ποιὰν ἀλλοίωσιν, ἀλλὰ κατὰ παράθεσιν καὶ συναθροισμὸν γίνεσθαι τὰ πάντα νομίζουσιν. Πυθαγόρας δὲ καὶ ὅσοι παθητὴν τὴν ὕλην ὑποτίθενται, κυρίως γένεσιν καὶ φθορὰν λέγουσι γίγνεσθαι· ἐκ γὰρ ἀλλοιώσεως καὶ τροπῆς στοιχείων καὶ διαλύσεως …

Περὶ ἀνάγκης.

Τὴν ἀνάγκην Θαλῆς ἰσχυροτάτην εἶναί φησι. κρατεῖν γὰρ αὐτὴν τοῦ παντός. Πυθαγόρας δὲ καὶ περικεῖσθαι τῷ κόσμῳ τὴν ἀνάγκην ὑπολαμβάνει. Παρμενίδης δὲ καὶ Δημόκριτος πάντα κατὰ ἀνάγκην συμβαίνειν εἰρήκασιν· εἶναι δὲ τὴν αὐτὴν εἱμαρμένην καὶ δίκην καὶ πρόνοιαν. Πλάτων δὲ τὰ μὲν εἰς πρόνοιαν, τὰ δὲ εἰς ἀνάγκην ἀνάγεται.

Περὶ τῆς οὐσίας.

Τῶν ἀρχῶν καὶ τῶν στοιχείων αἰτίαν χρηστικὴν τὴν ἀνάγκην Ἐμπεδοκλῆς ἡγεῖται. Δημόκριτος δὲ τὴν ἀντιτυπίαν καὶ φορὰν καὶ πληγὴν τῆς ὕλης. Πλάτων δὲ ὁτὲ μὲν τὴν ὕλην, ὁτὲ δὲ τὴν τοῦ ποιοῦντος πρὸς αὐτὴν σχέσιν.

Περὶ εἱμαρμένης.

Ἡράκλειτος οὐσίαν εἱμαρμένης λόγον διὰ παντὸς διήκοντα. ἡ δὲ εἱμαρμένη ἐστὶ τὸ αἰθέριον σῶμα, σπέρμα τῆς τῶν πάντων γενέσεως. Πλάτων λόγον ἢ νόμον ἀίδιον τῆς τοῦ παντὸς φύσεως. Χρύσιππος δύναμιν πνευματικήν, τάξιν τοῦ παντὸς διοικητικήν. καὶ πάλιν ἐν τοῖς Ὅροις λέγει τὴν εἱμαρμένην, καθʼ ἣν τὰ μὲν γεγονότα γέγονε, τὰ δὲ γινόμενα γίνεται, τὰ δὲ γενησόμενα γενήσεται. οἱ δὲ ἄλλοι Στωικοὶ εἱρμόν. Ποσειδώνιος δὲ τρίτον ἀπὸ Διός· πρῶτον γὰρ εἶναι τὸν Δία, εἶτα τὴν φύσιν, εἶτα τὴν εἱμαρμένην.

Περὶ τύχης.

Πλάτων αἰτίαν ἐν προαιρετικοῖς κατὰ συμβεβηκὸς παρακολούθημα. Ἀναξαγόρας δὲ καὶ οἱ Στωικοὶ αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ. καὶ τὰ μὲν εἶναι κατὰ ἀνάγκην, τὰ δὲ καθʼ εἱμαρμένην, τὰ δὲ κατὰ προαίρεσιν, τὰ δὲ κατὰ τύχην, τὰ δὲ κατὰ τὸ αὐτόματον.

Περὶ κόσμου.

Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν κόσμον ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς ἕνα τὸν κόσμον. Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Λεύκιππος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κενῷ. Ἐμπεδοκλῆς δὲ τὸν τοῦ ἡλίου δρόμον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου. Οἱ Στωικοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· τὸ μὲν γὰρ ἅπαν εἶναι σὺν τῷ κενῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ εἶναι … τὸ ὅλον καὶ τὸν κόσμον.

Περὶ σχήματος.

Οἱ μὲν Στωικοὶ τὸν κόσμον σφαιροειδῆ, ἄλλοι κωνοειδῆ, ἄλλοι κυκλοειδῆ. Ἐπίκουρος ἐνδέχεσθαι τούτων ἕκαστον.

Εἰ ἔμψυχος ὁ κόσμος.

Οἱ μὲν ἄλλοι πάντες ἔμψυχόν τε τὸν κόσμον καὶ προνοίᾳ διοικούμενον. Δημόκριτος δὲ καὶ Ἐπίκουρος ὅσοι τὸ αὐτόματον εἰσάγουσιν, οὐδέτερον τούτων συγχωροῦσι, φύσει δέ τινι ἀλόγῳ διοικεῖσθαι. Ἀριστοτέλης οὔτε ἔμψυχον εἶναι ὅλον διʼ ὅλου οὔτε αἰσθητὸν οὔτε προνοίᾳ διοικούμενον. τὰ μὲν γὰρ οὐράνια τούτων πάντων μετέχειν. σφαίρας γὰρ περιέχειν ἐμψύχους καὶ ζωτικούς, τὰ δὲ περίγεια μηδενὸς τούτων μετειληφέναι μήτε προηγουμένως μήτε κατὰ συμβεβηκός.

Εἰ ἄφθαρτος ὁ κόσμος.

Τὸν Πυθαγόραν καὶ Πλάτωνα ὑπὸ θεοῦ γεγονέναι τὸν κόσμον καὶ πάντας τοὺς διαδεδεγμένους τούτους ὑπολαμβάνειν εἰρήκασιν. καὶ εἶναι μὲν ὅσον ἐπὶ τῇ φύσει φθαρτόν, αἰσθητὸν γὰρ ὑπάρχειν, οὐ μὴν φθαρησόμενον προνοίᾳ τοῦ πεποιηκότος. Ἐπίκουρος δὲ καὶ οἱ Στωικοὶ φθαρτὸν νομίζουσιν, ὅτι γενητός. Ἀριστοτέλης δὲ τὸ ὑπὸ τὴν σελήνην μέρος παθητὸν καὶ φθαρτόν, ἐν ᾧ καὶ περίγεια.

Πόθεν τρέφεται ὁ κόσμος.

Ἀριστοτέλης· εἰ τρέφεται, φθαρήσεσθαι νενόμικεν, οὐδέτερον δὲ τούτων τῷ κόσμῳ συμβεβηκέναι. Πλάτων ἐκ τοῦ φθίνοντος κατὰ μεταβολὴν τρέφεσθαι τοῦτόν φησιν. Φιλόλαος ὁ Πυθαγόρειος διττὴν εἶναι τὴν τροφὴν ὑπέλαβεν· τὸ μὲν ἐξ οὐρανοῦ πυρὸς ῥυέντος, τὸ δʼ ἐξ ὕδατος σεληνιακοῦ περὶ τοὺς ἀστέρας ἀποχεομένου.

Ἀπὸ ποίου στοιχείου ἦρκται ὁ θεὸς κοσμοποιεῖν.

Οἱ φυσικοὶ ἀπὸ γῆς ἦρχθαι λέγουσιν αὐτὸν καθάπερ ἀπὸ κέντρου. Πυθαγόρας δὲ ἀπὸ πυρός. Διοκλῆς τὸν μὲν αἰθέρα πρῶτον διακριθῆναί φησι, δεύτερον δὲ πῦρ, ἐφʼ ᾧ γῆν ἐξενηνέχθαι, εἶτα ὕδωρ, ἐξ οὗ ἀναθυμιαθῆναι τὸν ἀέρα. γενέσθαι δὲ τὸν μὲν οὐρανὸν ἐκ τοῦ αἰθέρος, τὸν δὲ ἥλιον ἐκ τοῦ πυρός. Πλάτων δὲ ὁρατὸν γεγονέναι τὸν κόσμον, ὃν γίγνεσθαι πρὸς παράδειγμα τοῦ νοητοῦ. τοῦ δὲ ὁρατοῦ προτέραν μὲν τὴν ψυχήν, μετʼ αὐτὴν δὲ τὸ σωματοειδὲς γεγονέναι ἐκ τοῦ πυρὸς μὲν καὶ γῆς πρῶτον, ὕδατος δὲ καὶ ἀέρος δεύτερον. Πυθαγόρας σώματα τῶν στερεῶν ᾠήθη, ἅπερ καλεῖ μαθηματικά. ἐκ μὲν γὰρ τοῦ κύβου γεγονέναι τὴν γῆν φησιν, ἐκ δὲ τῆς πυραμίδος τὸ πῦρ, ἐκ δὲ τοῦ ὀκταέδρου … τὸ ὕδωρ, ἐκ δὲ τοῦ δωδεκαέδρου τὴν τοῦ παντὸς σφαῖραν. Πλάτων δὲ συμφέρεται καὶ ἐν τούτοις τῷ Πυθαγόρᾳ.

Περὶ τάξεως τοῦ κόσμου.

Παρμενίδης στεφάνους εἶναι πεπλεγμένους πρὸς ἀλλήλους τὸν μὲν ἐκ τοῦ ἀραιοῦ, τὸν δὲ ἐκ τοῦ πυκνοῦ· καὶ τὸ περιέχον δὲ τὸ πᾶν στοιχεῖον δίκην στεφάνου στερεοῦ εἶναι, πρῶτον πῦρ, εἶτα αἰθέρα, μεθʼ ὃν ἀέρα μεθʼ ὃν ὕδωρ. Ἐμπεδοκλῆς δὲ μὴ διὰ παντὸς ἑστῶτας μηδὲ ὡρισμένους τόπους τῶν στοιχείων ὑπείληφεν, ἀλλὰ πάντα τῶν ἄλλων ἀντιλαμβάνειν.

Τίς ἡ αἰτία τοῦ τὸν κόσμον κλιθῆναι.

Διογένης καὶ Ἀναξαγόρας μετὰ τὸ συστῆναι τὸν κόσμον καὶ τὰ ζῷα ἐκ τῆς γῆς συμφῦναι, τὸν κόσμον ἐκ τοῦ αὐτομάτου εἰς τὸ μεσημβρινὸν κλιθῆναι ἴσως ὑπὸ προνοίας, ἵνα τινὰ μὲν ἀοίκητα γένηται, τινὰ δὲ οἰκητὰ κατὰ ψῦξιν καὶ ἐκπύρωσιν. Ἐμπεδοκλῆς τοῦ πυρὸς εἴξαντος τῇ τοῦ ἡλίου ὁρμῇ ἐπικλῖναι τὰς ἄρκτους καὶ τὰ μὲν βόρεια ὑψωθῆναι, τὰ δὲ νότια ταπεινωθῆναι.

Περὶ τοῦ ἐκτός.

… ἐκτὸς εἶναι τοῦ κόσμου, εἰς ὃ ἀναπνεῖν τὸν κόσμον καὶ ἐξ οὗ. οἱ δὲ Στωικοὶ εἰς ὃ ἀναπνεῖν μόνον. Πλάτων δὲ μήτε ἐκτὸς εἶναι τοῦ κόσμου μήτε ἐντὸς κενόν, ἐκτὸς δὲ μικρόν τι εἰς ὃ ἀναπνεῖν.

Τίνα δεξιὰ τοῦ κόσμου.

Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης δεξιὰ τοῦ κόσμου ἔφασαν εἶναι τὰ ἑῷα, ἀφʼ ὧν ἀρχὴν εἶναι τῆς κινήσεως, ἀριστερὰ δὲ τὰ ἑσπέρια. Ἐμπεδοκλῆς δὲ δεξιὰ εἶναι τὰ κατὰ τῶν θερινῶν τροπικῶν, ἀριστερὰ δὲ τὰ κατὰ τῶν χειμερινῶν.

Περὶ οὐρανοῦ.

Ἀναξιμένης τὴν περιφορὰν τὴν ἐξωτάτην γῆν εἶναι. Ἐμπεδοκλῆς δὲ στερέμνιον ὑπάρχειν τὸν οὐρανὸν οἴεται ἐξ ἀέρος παγέντος ὑπὸ πυρὸς κρυσταλλοειδοῦς, τό τε πυρῶδες καὶ τὸ ἀερῶδες ἑκάτερα τὰ ἡμισφαίρια περιέχειν. Ἀριστοτέλης ἐκ πέμπτου σώματος πύρινον εἶναι τὸν οὐρανὸν ἐκ θερμοῦ καὶ ψυχροῦ συνεστῶτα.

Περὶ διαιρέσεως οὐρανοῦ.

Θαλῆς μεμερίσθαι τὴν τοῦ παντὸς σφαῖραν εἰς κύκλους τινὰς προσαγορευομένας ζώνας, καλεῖσθαι δὲ αὐτῶν τὸν μὲν ἀρκτικὸν καὶ ἀειφανῆ, τὸν δὲ τροπικὸν θερινόν, τὸν δὲ χειμερινὸν τροπικόν … ἀφανῆ. λοξὸν δὲ τοῖς τρισὶ μέσον τὸν καλουμένον ζῳδιακὸν ὑποβεβλῆσθαι. Πυθαγόρας δὲ πρῶτος ἐπινενοηκέναι λέγεται τὴν λόξωσιν τοῦ ζῳδιακοῦ κύκλου, ἣν Οἰνοπίδης ὁ Χῖος ὡς ἐπίνοιαν ἰδίαν σφετερίζεται.

Τίς ἡ οὐσία τῶν πλανητῶν καὶ ἀπλανῶν.

Θαλῆς ὑπολαμβάνει γεώδη μὲν εἶναι τὰ ἄστρα, ἔμπυρα δέ. Ἐμπεδοκλῆς δὲ πύρινα μόνα. Ἀναξαγόρας δὲ τὸν περικείμενον αἰθέρα ἀέρα πύρινον ᾠήθη, τῇ δὲ εὐτονίᾳ τῆς περιδινήσεως ἀναρπάσαντα πέτραν ἀπὸ τῆς γῆς καὶ καταφλέξαντα ταύτην ἠστερικέναι. Διογένης δὲ κισηροειδῆ τὰ ἄστρα λέγει, διάπνοιαν δʼ αὐτὰ νοεῖται κόσμου. Πλάτων δὲ ἐκ μὲν τοῦ πλείστου μέρους πυρίνους εἶναι τοὺς ἀστέρας ὑπολαμβάνει, μετέχοντας δὲ τῶν ἄλλων στοιχείων κόλλης τρόπον. Ξενοφάνης δὲ ἐκ νεφῶν πεπυρωμένων συνεστάναι τοὺς ἀστέρας ἡγεῖται, σβεννυμένους δὲ καθʼ ἑκάστην ἡμέραν ἀναζωπυρεῖσθαι νύκτωρ καθάπερ τοὺς ἄνθρακας. τὰς γὰρ ἀνατολὰς καὶ δύσεις ἐξάψεις εἶναι καὶ σβέσεις. Ἡρακλείδης δὲ καὶ οἱ Πυθαγόρειοι ἕκαστον τῶν ἀστέρων κόσμον εἶναι νομίζουσι γῆν περιέχοντα καὶ αἰθέρα ἐν τῷ ἀπείρῳ ἀέρι. ταῦτα δὲ τὰ δόγματα ἐν ἐνίοις Ὀρφικοῖς φέρεσθαι λέγουσι κοσμοποιοῦσι τῶν ἀστέρων ἕκαστον. Ἐπίκουρος δὲ οὐδὲν ἀπογιγνώσκει τούτων ἐχόμενος τοῦ ἐνδεχομένου.

Περὶ σχημάτων ἀστέρων.

Οἱ Στωικοὶ σφαιρικοὺς τοὺς ἀστέρας καθάπερ τὸν κόσμον οἴονται καὶ ἥλιον καὶ σελήνην. Κλεάνθης κωνοειδεῖς. Ἀναξιμένης ἥλιον δίκην καταπεπηγέναι τῷ κρυσταλλοειδεῖ. Ἔνιοι πέταλα πύρινα νομίζουσιν εἶναι ὥσπερ ζῳγραφήματα τοὺς ἀστέρας.

Περὶ τάξεως.

Ξενοφάνης κατʼ ἐπιφάνειαν οἴεται κινεῖσθαι τοὺς ἀστέρας. Δημόκριτος τὰ μὲν ἀπλανῆ πρῶτον, μετὰ δὲ ταῦτα τοὺς πλανήτας, ἐφʼ οἷς ἥλιον καὶ σελήνην. Πλάτων μετὰ τοὺς ἀπλανεῖς πρῶτον λέγει φαίνεσθαι τὸν τοῦ Κρόνου, δεύτερον φαέθοντα τὸν τοῦ Διός, τρίτον πυρόεντα τὸν τοῦ Ἄρεως, τέταρτον φωσφόρον τὸν τῆς Ἀφροδίτης, πέμπτον στίλβοντα τὸν τοῦ Ἑρμοῦ, ἕκτον ἥλιον, ἕβδομον σελήνην. τῶν μαθηματικῶν τινες μὲν, ὡς Πλάτων, τινὲς δὲ μέσον πάντων τὸν ἥλιον, μετὰ δʼ αὐτὸν τὴν σελήνην.

Περὶ τῆς τῶν ἀστέρων κινήσεως.

Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Κλεάνθης ἀπὸ ἀνατολῶν εἰς δυσμὰς φέρεσθαι τοὺς ἀστέρας νομίζουσιν. Ἀλκμαίων καὶ οἱ μαθηματικοὶ τοὺς ἀστέρας τοὺς πλανήτας ἀπὸ δυσμῶν εἰς ἀνατολὰς ἀντιφέρεσθαι τῷ ἡλίῳ. Πλάτων καὶ οἱ μαθηματικοὶ ἰσοδρόμους εἶναι τὸν ἥλιον, τὸν φωσφόρον, τὸν στίλβοντα.

Πόθεν φωτίζονται οἱ ἀστέρες.

Μητρόδωρος ἅπαντας τοὺς ἀστέρας τοὺς ἀπλανεῖς ὑπὸ τοῦ ἡλίου προσλάμπεσθαι.

Περὶ τῶν Διοσκούρων.

Ξενοφάνης τοὺς ἐπὶ τῶν πλοίων φαινομένους οἷον ἀστέρας νεφέλια εἶναι κατὰ τὴν ποιὰν κίνησιν περιλάμποντα. Μητρόδωρος τῶν ὁρώντων ὀφθαλμῶν μετὰ δέους στιλβηδόνας εἶναι.

Περὶ ἐπισημασίας.

Πλάτων τὰς ἐπισημασίας τὰς χειμερινὰς καὶ τὰς θερινὰς κατὰ τὰς τῶν ἀστέρων ἐπιτολὰς γίνεσθαι.

Περὶ ἡλίου.

Ἀναξίμανδρος τὸν κύκλον αὐτοῦ εἶναι ὀκτωκαιεικοσαπλασίονα τῆς γῆς ἁρματείῳ τροχῷ τὴν ἁψῖδα παραπλησίως ἔχοντα, κοίλην καὶ πλήρη πυρὸς κατὰ μέρος διὰ στενοῦ τὸ πῦρ ὡς διʼ αὐλοῦ πρὸς ἡμᾶς ἐκπέμπεσθαι. Οἱ Στωικοὶ ἄναμμα νοερὸν ἐκ θαλάσσης. Πλάτων ἐκ πλείστου πυρός. Ἀναξαγόρας καὶ Δημόκριτος καὶ Μητρόδωρος πέτρον ἢ μύδρον διάπυρον. Φιλόλαος ὁ Πυθαγόρειος ὑαλοειδῆ δεχόμενον τοῦ ἐκ κόσμου πυρὸς τὴν εὐαγίαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τὸ φῶς, ὥστε τρεῖς εἶναι ἐν τῷ ἡλίῳ διαφοράς· τὸ ἐν τῷ οὐρανῷ πυρῶδες, τὸ ἀπʼ αὐτοῦ πυροειδές, τρίτον τὴν ἀπὸ τούτου ἀνάκλασιν διασπειρομένην πρὸς ἡμᾶς. Ἐμπεδοκλῆς δύο ἡλίους, τὸ μὲν ἄριστον ἡμισφαίριον, τὸ δὲ φαινόμενον ἀνταύγειαν ἐν τῷ ἑτέρῳ ἡμισφαιρίῳ. Ἐπίκουρος γήινον κύκλωμα, κισηροειδῆ καὶ σπογγοειδῆ ταῖς κατατρήσεσιν ἐνημμένον. Ἡράκλειτος ἄναμμα, ἐν μὲν ταῖς ἀνατολαῖς τὴν ἔξαψιν ἔχοντα, τὴν δὲ σβέσιν ἐν ταῖς δυσμαῖς.

Περὶ μεγέθους ἡλίου.

Ἀναξίμανδρος τὸν μὲν ἥλιον ἴσον εἶναι τῇ γῇ, τὸν δὲ πόλον ἀφʼ οὗ τὴν ἐκπνοὴν ἔχει ἑπτάκις καὶ εἰκοσαπλασίονα τῆς γῆς. Ἀναξαγόρας πολυπλάσιον τῆς γῆς. Ἐπίκουρος τοιοῦτον, οἷος φαίνεται, ἢ μικρῷ μείζονʼ ἢ ἐλάττω.

Περὶ σχήματος ἡλίου.

Ἀναξιμένης πλατὺν εἶναι τὸν ἥλιον οἴεται ὥσπερ οἷον πέταλον. Ἡράκλειτος φακοειδῆ ὑπόκυρτον. Οἱ Στωικοὶ ὥσπερ τὸν κόσμον καὶ τὰ ἄστρα. Ἐπίκουρος ἐνδέχεσθαι τὰ προειρημένα πάντα.

Περὶ τροπῶν ἡλίου.

Ἀναξιμένης ὑπὸ πεπυκνωμένου ἀέρος καὶ ἀντιτύπου ἐξωθεῖσθαι τὰ ἄστρα. Ἀναξαγόρας ἀπὸ τοῦ πρὸς ταῖς ἄρκτοις ἀέρος … τῆς πυκνώσεως ἰσχυρότερον ποιεῖ. Ἐμπεδοκλῆς ὑπὸ τῆς περιεχούσης αὐτὸν σφαίρας κωλυόμενον μέχρι παντὸς εὐθυπορεῖν καὶ ὑπὸ τῶν τροπικῶν κύκλων εἰργόμενον. Διογένης ὑπὸ τοῦ ἀντιπίπτοντος τῇ θερμότητι ψύχους σβέννυσθαι. Οἱ Στωικοὶ κατὰ τὸ διάστημα τῆς ὑποκειμένης τροφῆς διιέναι τὸν ἥλιον· ὠκεανὸν δὲ καὶ τὴν θάλασσαν παρέχειν τῷ ἡλίῳ τροφὴν τὴν αὐτοῦ ὑγρότητα ἔχουσαν ἐν αὐτῷ καὶ τὴν γεώδη ἀναθυμίασιν.

Περὶ ἐκλείψεως ἡλίου.

Θαλῆς πρῶτος εἶπεν ἐκλείπειν τὸν ἥλιον τῆς σελήνης αὐτὸν ὑπερχομένης κατὰ κάθετον οὔσης φύσει γεώδους. Ἀναξίμανδρος τοῦ στόματος τῆς τοῦ πυρὸς διεκπνοῆς ἀποκλειομένου. Ξενοφάνης κατὰ σβέσιν τὴν ἔκλειψιν γίνεσθαι, ἕτερον δὲ πάλιν πρὸς ταῖς ἀνατολαῖς ἐξάπτεσθαι. παρεισήγαγε δὲ καὶ ἔκλειψιν ἐντελῆ, ὥστε τὴν ἡμέραν ἀφανῆ εἶναι. Ἀρίσταρχος κατὰ τῆς γῆς σκιάζεσθαι τὸν δίσκον τοῦ ἡλίου.

Περὶ σελήνης.

Ἀναξίμανδρος κύκλον εἶναι ἑκκαιδεκαπλασίονα τῆς γῆς. Ξενοφάνης δὲ εἶναι νέφος πεπυρωμένον. οἱ Στωικοὶ μικτὴν εἶναι τὴν σελήνην ἐκ πυρὸς καὶ γεώδους ᾠήθησαν. Πλάτων ἐκ πλείονος πυρός. Ἀναξαγόρας καὶ Δημόκριτος στερέωμα διάπυρον ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας.

Περὶ μεγέθους.

Οἱ Στωικοὶ μείζονα τῆς γῆς νομίζουσι τὴν σελήνην ὡς καὶ τὸν ἥλιον. Παρμενίδης ἴσην τῷ ἡλίῳ καὶ ἐξ αὐτοῦ φωτίζεσθαι.

Περὶ σχήματος.

Οἱ Στωικοὶ τὴν σελήνην σφαιροειδῆ ὡς καὶ τὸν ἥλιον νομίζουσιν. Ἡράκλειτος δὲ σκαφοειδῆ. Ἐμπεδοκλῆς δὲ δισκοειδῆ, ἄλλοι δὲ κυλινδροειδῆ. Σχηματίζεται δὲ ἡ σελήνη ἑπταχῶς· ὅτε γὰρ τίκτεται, δοκεῖ φαίνεσθαι μηνοειδής, εἶτα διχότομος, εἶτʼ ἀμφίκυρτος, εἶτα πανσέληνος, εἶτα πάλιν ἐπαναχωροῦσα αὖθις γίνεται ἀμφίκυρτος, εἶτα διχότομος καὶ τὸ ὕστερον μηνοειδής, εἶτʼ ἀφανὴς κατὰ τὴν καινήν. πλεῖστος γίνεται περὶ αὐτῆς λόγος. λέγεται τοῦτον σχηματίζεσθαι τὸν τρόπον σκιαζούσης ἑκάστοτε τῆς γῆς πρῶτον μὲν κατὰ τὸ μόριον ἑαυτῆς, ποτὲ δὲ κατὰ τὸ παντελὲς ὑπορρεούσης τῆς σελήνης εἰς τὸ κοῖλον τῆς γῆς.

Περὶ φωτισμοῦ σελήνης.

Ἀναξίμανδρος ἴδιον ἔχειν αὐτὴν φῶς εἴρηκεν, ἀραιότερον δέ πως. Θαλῆς δὲ ἀπὸ τοῦ ἡλίου φωτίζεσθαι τὴν σελήνην.

Περὶ ἐκλείψεως σελήνης.

Ἀναξίμανδρος μὲν ὑπέλαβε τοῦ στομίου τοῦ περὶ τὸν τροχὸν ἐμφραττομένου τὴν σελήνην ἐκλείπειν. τῶν Πυθαγορείων δέ τινες κατʼ ἀνταύγειαν καὶ ἀντίφραξιν τῆς τε γῆς καὶ τῆς ἀντίχθονος. Πλάτων δὲ καὶ Ἀριστοτέλης καὶ οἱ Στωικοὶ ἔτι δὲ καὶ οἱ μαθηματικοὶ τὰς μὲν μηνιαίας … συνοδεύουσαν αὐτὴν τῷ ἡλίῳ καὶ περιλαμπομένην ποιεῖσθαι, τὰς δὲ ἐκλείψεις σκιαζομένην ὑπὸ τῆς γῆς.

Διὰ τί γεώδης φαίνεται ἡ σελήνη.

Οἱ Πυθαγόρειοι γεώδη φαίνεσθαι τὴν σελήνην οἴονται διὰ τὸ περιοικεῖσθαι ταύτην ὑπὸ μειζόνων ζῴων καὶ φυτῶν καὶ καλλιόνων. εἶναι γὰρ πεντεκαιδεκαπλάσια τὰ ἐπʼ αὐτῆς ζῷα τῇ δυνάμει μηδὲν περιττωματικὸν ἀποκρίνοντα· καὶ τὴν ἡμέραν τοσαύτην εἶναι τῷ μήκει. Ἀναξαγόρας ἀνωμαλότητα τοῦ συγκρίματος διὰ τὸ ψυχρομιγὲς ἅμα καὶ γεῶδες· παραμεμῖχθαι δὲ τῷ πυρώδει τὸ ζοφῶδες.

Περὶ τῶν διαστημάτων τῆς σελήνης.

Ἐμπεδοκλῆς διπλάσιον ἀπέχειν τὴν σελήνην ἀπὸ τοῦ ἡλίου ἤπερ ἀπὸ τῆς γῆς. οἱ μαθηματικοὶ ὀκτωκαιδεκαπλάσιον. Ἐρατοσθένης τὸν ἥλιον ἀπέχειν τῆς γῆς σταδίων μυριάδας τρεῖς καὶ ὀκτάκις μυριάδας, τὴν δὲ σελήνην τῆς γῆς ἀπέχειν σταδίων μυριάδας ἑβδομήκοντα ὀκτώ.

Περὶ ἐνιαυτοῦ.

Ἐνιαυτὸς μὲν Κρόνου ἐστὶν ἐτῶν τριάκοντα, Διὸς δώδεκα, Ἄρεος δέκα πέντε μηνῶν· σελήνης ἡμέραι τριάκοντα· τοσοῦτος γὰρ ὁ τέλειος. τὸν δὲ μέγαν ἐνιαυτὸν οἱ μὲν ὀκταετηρίδα τίθενται, οἱ δὲ ἐννεακαιδεκαετηρίδα. ἕτεροι δὲ ἐν τοῖς ἑξήκοντα ἑνὸς δέουσιν. Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἐνιαυτῶν ἡλιακῶν. Διογένης ἐκ πέντε καὶ … ἑπτά.

… καὶ τῶν κέντρων καὶ τῆς σφαίρας τὴν γῆν νομίζουσι.

Περὶ τοῦ γαλαξίου κύκλου.

Ὁ γαλαξίας κύκλος ἐστὶ νεφελοειδὴς ἐν μὲν τῷ ἀέρι διὰ παντὸς φαινόμενος, διὰ δὲ τὴν λευκόχροιαν ὀνομαζόμενος γαλαξίας. καὶ τῶν Πυθαγορείων τινὲς ἀστέρος εἶναι διάκαυσιν ἐκπεσόντος ἐκ τῆς ἰδίας ἕδρας, διʼ οὗ περιέδραμε χωρίου γλαφυρώτερον αὐτὸ περικαύσαντος ἐπὶ τοῦ κατὰ Φαέθοντα ἐμπρησμοῦ. οἱ δὲ τὴν ἡλιακὴν ταύτῃ φασὶ κατʼ ἀρχὰς γεγονέναι δίοδον. τινὲς δὲ τοῦτο μικρὰν εἶναι φαντασίαν τοῦ πλείονος οὐρανίου πυρὸς πρὸς τὸν οὐρανὸν τὰς αὐγὰς ἀνακλῶντος· ὅπερ ἐπὶ τῶν τῆς ἴριδος νεφῶν συμβαίνειν εἴωθεν. Μητρόδωρος διὰ τὴν πάροδον τοῦ ἡλίου καὶ τὸ τῆς δρόσου μῖγμα γαλακτοειδὲς ἀποτελεῖν χρῶμα. Ἀναξαγόρας τὴν σκιὰν τῆς γῆς κατὰ τόδε τὸ μέρος ἵστασθαι τοῦ οὐρανοῦ, ὅταν τὰ ὑπὸ τὴν γῆν ὁ ἥλιος μὴ πάντα περιφωτίζῃ. Δημόκριτος παρὰ πολλῶν καὶ μικρῶν καὶ συνεχῶν ἀστέρων συμφωτιζομένων εἶναι. Ἀριστοτέλης ὡσπερεὶ κόμην πυρὸς ὑπὸ τὸν ἀέρα καὶ τὸν τόπον πλανητῶν φαίνεσθαι. Οἱ Στωικοὶ τοῦ αἰθερίου πυρὸς ἀραιότητα ἀνώτερον τῶν πλανητῶν. Ποσειδώνιος πυρὸς σύστασιν.

Περὶ κομητῶν καὶ διᾳττόντων ἀστέρων.

Ἀπὸ Πυθαγόρου τινὲς μὲν ἀστέρα φασὶν εἶναι τὸν κομήτην τῶν οὐκ ἀεὶ μενόντων, διά τινος δὲ ὡρισμένου χρόνου περιοδικῶς ἀνατελλόντων. ἄλλοι δὲ ἀνάκλασιν τῆς ἡμετέρας ὄψεως πρὸς τὸν ἥλιον παραπλησίαν ταῖς κατοπτρικαῖς ἐμφάσεσιν. Ἀναξαγόρας καὶ Δημόκριτος σύνοδον ἀστέρων δυοῖν ἢ καὶ πλειόνων κατὰ συναυγασμόν. Ἀριστοτέλης δὲ τῆς ξηρᾶς ἐκ τῆς γῆς ἀναθυμιάσεως διὰ τὴν ἔμπυρον ἐπίτασιν. Στράτων ἄστρου φῶς περιληφθὲν ψυχῇ τινι. Διογένης σημεῖον ἐπὶ τοῦ σημ ἐπισφαλῶς τινος εἶναι τοὺς κομήτας. Ἀναξαγόρας τοὺς καλουμένους ᾄττοντας ἀπὸ τοῦ αἰθερίου πυρὸς σπινθῆρος δίκην καταφέρεσθαι καὶ παραυτίκα σβέννυσθαι. Μητρόδωρος τὴν εἰς τὰ νέφη τοῦ ἡλίου ἔμπτωσιν ὡς βέλος πολλάκις σπινθηρίζειν. Ξενοφάνης τὰ τοιαῦτα νεφῶν πεπυρωμένων σύστημα ἢ κίνημα εἶναι.

Περὶ βροντῶν καὶ ἀστραπῶν.

Ἀναξίμανδρος ἐκ τοῦ πνεύματος ὑπιόντος, ὅταν περιληφθὲν νέφει παχεῖ βιαζόμενον ἐκπέσῃ τῇ λεπτομερείᾳ καὶ κουφότητι, τότε ἡ μὲν ῥῆξις τὸν ψόφον ἀποτελεῖ, ἡ δὲ διαστολὴ μελανίαν τοῦ νέφους. Μητρόδωρος ὅταν εἰς νέφος πεπηγὸς ὑπὸ πυκνότητος ἐμπέσῃ πνεῦμα, τῇ μὲν θραύσει τὸν κτύπον ποιεῖ, τῇ δὲ πληγῇ καὶ τῷ σχισμῷ διαυγάζει, τῇ δʼ ὀξύτητι τῆς φορᾶς προσλαμβάνον τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα κεραυνοβολεῖ. τοῦ δὲ κεραυνοῦ τὴν ἀσθένειαν εἰς πρηστῆρα περιίστησιν. Ἀναξαγόρας δὲ ὅταν τὸ θερμὸν εἰς ψυχρὸν ἐμπέσῃ — τοῦτο δέ ἐστιν αἰθέριον μέρος εἰς ἀερῶδες —, τῷ μὲν ζόφῳ μελανίαν ἀποτελεῖ, τῷ δὲ χρώματι τοῦ νεφώδους τὴν ἀστραπήν, τῷ δὲ πλήθει τοῦ φωτὸς τὸν κεραυνόν, τῷ δὲ πολυσωματωτέρῳ πυρὶ τὸν τυφῶνα, τῷ δὲ νεφώδει τὸν πρηστῆρα. Οἱ Στωικοὶ βροντὴν μὲν κρουσμὸν νεφῶν, τὴν δὲ ἀστραπὴν ἔξαψιν ἐκ παρατρίψεως, κεραυνὸν δὲ σφοδροτέραν ἔλλαμψιν, πρηστῆρα δὲ νωχελεστέραν. Ἀριστοτέλης δὲ ἐξ ἀναθυμιάσεως πάντα τὰ τοιαῦτα συμβαίνειν· ὅταν οὖν ἐντύχῃ τῇ ὑγρᾷ, παραβιάζεται τὴν ἔξοδον, καὶ τῇ μὲν παρατρίψει καὶ τῇ ῥήξει τὸν ψόφον τῆς βροντῆς γίνεσθαι, τῇ δʼ ἐξάψει τῆς ξηρότητος τὴν ἀστραπήν, πρηστῆρα δὲ καὶ τυφῶνα πλεονασμῷ τῆς ὕλης, ἣν ἑκάτερος αὐτῶν ἐφέλκεται· θερμότερος μὲν ὁ πρηστήρ, παχύτερος δὲ ὁ τυφών.

Περὶ νεφῶν καὶ χιόνων.

Ἀναξιμένης ἔφη συμβαίνειν παχυνθέντος ἐπὶ πλεῖον τοῦ ἀέρος, μᾶλλον δὲ ἐπισυναχθέντος ἐκθλίβεσθαι τοὺς ὄμβρους, χιόνα δέ, ἐπειδὰν τὸ καταφερόμενον ὕδωρ παγῇ ὑπὸ ψύξεως, χάλαζαν δέ, ὅταν τι περισυλληφθῇ τῷ ὑγρῷ πνευματικόν. Μητρόδωρος ἀπὸ τῆς ὑδατώδους ἀναφορᾶς συνίστασθαι τὰ νέφη. Ἐπίκουρος ἀπὸ τῶν ἀτόμων. στρογγυλοῦσθαι τὴν χάλαζαν καὶ τὸν ὑετὸν γίγνεσθαι ἀπὸ τῆς μακροτέρας φορᾶς διὰ τοῦ ἀέρος συμβαινούσης ἀποπληττόμενον.

Περὶ ἴριδος.

Τῶν μεταρσίων παθῶν τὰ μὲν καθʼ ὑπόστασιν γίγνεται οἷον ὄμβρος χάλαζα, τὰ δὲ κατʼ ἔμφασιν οὐκ ἔχοντα σύστασιν ἰδίαν, ὥσπερ ὅταν καμπύλας γραμμὰς ὁρῶμεν, τὰ δὲ κατὰ τῶν λίθων τῶν διαυγῶν καὶ κεράτων — λεπτομερῆ γὰρ ταῦτα πάντα — καὶ καμπύλας δὲ γραμμάς, ὥσπερ τὰ καθʼ ὕδατος ὁρᾶται· κάμπτεται γὰρ πρὸς τὴν πυκνοτέραν τοῦ ὕδατος ὕλην ἡ ὄψις. διὸ τὴν κώπην ἐν τῇ θαλάττῃ ὁρῶμεν κεκλασμένην. τρίτος δὲ τρόπος τοῦ βλέπειν τὰ ἀνακλώμενα ὥσπερ τὰ κάτοπτρα. ἔστιν οὖν τὸ τῆς ἴριδος εἶδος τοιοῦτον. δεῖ γὰρ ἐπινοῆσαι τὴν ἀναθυμίασιν τὴν ὑγρὰν εἰς νέφος μεταβάλλουσαν, εἶτα ἐκ τούτου κατὰ βραχὺ εἰς μικρὰς ῥανίδας δροσιζούσας μετιοῦσαν· ὅταν ὁ ἥλιος γένηται ἐν δυσμῇ — ἀνάγκη γὰρ πᾶσαν ἶριν ἄντικρυς τοῦ ἡλίου γίγνεσθαι —, τότε ἡ ὄψις προσπεσοῦσα ταῖς ῥανίσιν ἀνακλᾶται, ὥστε συμβαίνειν τὴν ἶριν. εἰσὶ δὲ αἱ ῥανίδες οὐ σχήματος μορφαὶ ἀλλὰ χρώματα φαίνεται. τὸ μὲν γὰρ πρῶτον ἔχει φοινικοῦν, τὸ δὲ δεύτερον ἁλουργὲς καὶ πορφυρίζον, τὸ δὲ τρίτον κυανοῦν καὶ πράσινον. μήποτε τὸ μὲν φοινικοῦν, ὅταν ἡ λαμπρότης τοῦ πυρὸς προσπεσοῦσα ἀνακλᾷ τὸ χρῶμα. τὸ δὲ δεύτερον μέρος ἐπιθολούμενον καὶ ἐκλυόμενον μᾶλλον τῆς λαμπηδόνος διὰ τὰς ῥανίδας ἁλουργὲς δοκεῖ. ἔτι δὲ μᾶλλον τὸ δροσίζον μεταβάλλεται. ἔστι γὰρ τοῦτο δοκιμάσαι διʼ ἔργων· εἰ γάρ τις εἰς τὸ ἀντικρὺ τοῦ ἡλίου λάβῃ ὕδωρ καὶ πιτύι, αἱ δὲ ῥανίδες ἀνάκλασιν λάβωσι πρὸς τὸν ἥλιον, εὑρήσει ἐγγιγνομένην ἶριν. καὶ οἱ ὀφθαλμιῶντες δὲ τοῦτο πάσχουσιν, ὡς ὅταν εἰς τὸν λύχνον ἀποβλέψωσιν. Ἀναξιμένης δὲ ἶριν γίγνεσθαι νομίζει κατʼ ἀνταυγασμὸν ἡλίου πρὸς νέφει πυκνῷ καὶ παχεῖ καὶ μέλανι παρὰ τὸ μὴ δύνασθαι τὰς ἀκτῖνας εἰς τὸ πέραν διακόπτειν ἐπισυνισταμένας αὐτῷ. Μητρόδωρος δὲ ὅταν διὰ νεφῶν ὁ ἥλιος διαλάμψῃ, τὸ μὲν νέφος κυανίζειν, τὴν δʼ αὐγὴν ἐρυθραίνεσθαί φησιν.

Περὶ ἀνέμων.

Ἀναξίμανδρος οἴεται ἄνεμον εἶναι λύσιν ἀέρος τῶν λεπτοτάτων ἐν αὐτῷ καὶ ὑγροτάτων ὑπὸ τοῦ ἡλίου τηκομένων ἢ κινουμένων. Οἱ Στωικοὶ πνεῦμα ἀέρος εἶναι λέγουσιν, ἡγοῦνταί τε τὸν τόπον παραλλαγαῖς τὰς ἐπωνυμίας παραλλάττειν, οἷον τὸν ἀπὸ ζόφου καὶ τῆς δύσεως ζέφυρον ὠνόμαζον, τὸν ἀπὸ τῆς ἀνατολῆς καὶ τοῦ ἡλίου ἀπηλιώτην, τὸν ἀπὸ τῶν ἄρκτων βορέαν, τὸν ἀπὸ τῆς μεσημβρίας νότον. Μητρόδωρος δὲ ὑδάτων ἀναθυμίασιν διὰ τὴν ἡλιακὴν ἔκκαυσιν γίγνεσθαι ὁρμὴν πνευμάτων· τοὺς δὲ ἐτησίας πνεῖν τοῦ πρὸς ταῖς ἄρκτοις παχυνθέντος … τοῦ ἡλίου κατὰ τὴν θερινὴν τροπήν.

Περὶ χειμῶνος καὶ θέρους.

Ἐμπεδοκλῆς καὶ οἱ Στωικοὶ χειμῶνα μὲν γίγνεσθαι τοῦ ἀέρος ἐπικρατοῦντος τῇ πυκνώσει καὶ εἰς τὸ ἀνώτερον βιαζομένου, θέρος δὲ τοῦ πυρός, ὅταν εἰς τὸ κάτω βιάζηται.

Περὶ γῆς.

Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ μίαν εἶναι τὴν γῆν ὑπολαμβάνουσιν. Τῶν δὲ Πυθαγορείων τινὲς καὶ ταύτην εἶναι καὶ τὴν ἀντίχθονά φασιν. Οἱ Στωικοὶ δὲ γῆν εἶναι μίαν καὶ πεπερασμένην. Μητρόδωρος δὲ τὴν γῆν ὑπόστασιν εἶναι καὶ οἱονεὶ τρύγα τοῦ ἀέρος νομίζει, τὸν δὲ ἥλιον τοῦ πυρός.

Περὶ σχήματος γῆς.

Θαλῆς καὶ οἱ ἀπʼ αὐτοῦ σφαιροειδῆ τὴν γῆν νομίζουσιν. Ἀναξίμανδρος δὲ λίθῳ κίονι τῇ περιφερείᾳ ἐκ τῶν ἐπιπέδων. Ἀναξιμένης τραπεζοειδῆ. Λεύκιππος τυμπανοειδῆ τῷ πλάτει, κοίλην δὲ τῷ μεγέθει.

Περὶ θέσεως γῆς.

Οἱ ἀπὸ Θαλοῦς μέσην τὴν γῆν οἴονται εἶναι. Ξενοφάνης πρῶτον τὴν γῆν εἰς ἄπειρον ἐρριζῶσθαι. Φιλόλαος ὁ Πυθαγόρειος τὸ μὲν πῦρ μέσον. τοῦτο γὰρ εἶναι τοῦ παντὸς αἰτίαν, ἑτέραν δὲ τὴν ἀντίχθονα. τρίτην δὲ τὴν οἰκουμένην ἐξ ἐναντίας κειμένην καὶ περιφερομένην τῇ ἀντίχθονι. Παρμενίδης πρῶτος ὥρισε τοὺς οἰκουμένους τόπους ὑπὸ τὰς δύο ζώνας τροπικὰς εἶναι τὴν γῆν.

Περὶ κινήσεως γῆς.

Οἱ μὲν ἄλλοι μένειν τὴν γῆν ὑπολαμβάνουσιν. Φιλόλαος δὲ ὁ Πυθαγόρειος κύκλῳ περιφέρεσθαι. Ἡρακλείδης δὲ ὁ Ποντικὸς κινητὴν τὴν γῆν, ὡρισμένην ἀπὸ δυσμῶν ἐπʼ ἀνατολὰς περὶ τὸ ἴδιον αὐτῆς κίνημα.

Περὶ διαιρέσεως γῆς.

Τῶν Πυθαγορείων τινὲς τὴν γῆν ἀναλόγως διῃρῆσθαι τῇ τοῦ παντὸς σφαίρᾳ εἰς πέντε ζώνας, ἀρκτικὴν ἀνταρκτικὴν θερινὴν … ὧν ἡ μέση τὸ μέσον τῆς γῆς ὁρίζεται διακεκαυμένης, ἡ δὲ οἰκητή ἐστι μέση τῆς θερινῆς καὶ τῆς χειμερινῆς εὔκρατος οὖσα.

Περὶ σεισμῶν γῆς.

Θαλῆς καὶ Δημόκριτος ὕδατι τὴν αἰτίαν τῶν σεισμῶν προσάπτουσιν. Οἱ Στωικοὶ σεισμὸν εἶναι λέγουσι τὸ ἐκ τῆς γῆς ὑγρὸν εἰς ἀέρα διακρινόμενον καὶ ἐκπῖπτον. Ἀριστοτέλης δὲ διὰ τὴν τοῦ ψυχροῦ πανταχόθεν ἀντιπερίστασιν κάτωθεν καὶ ἄνωθεν αὐτοῦ περιστάντος· τὸ γὰρ θερμὸν ἀνωτέρω γενέσθαι σπεύδει, ἅτε δὴ κοῦφον ὄν. καὶ διὰ τοῦτο ἐν ἀπολείψει γινόμενον τῆς ὑγρᾶς ἀναθυμιάσεως τῇ ἀντισπάσει καὶ τοῖς ἀνθελιγμοῖς τὸν σεισμὸν ποιεῖ. Πλάτων δὲ ἀκίνητον μὲν εἶναι τὴν γῆν ὑποτίθεται, κατὰ δέ τινας τόπους αὐτῆς τοὺς σεισμοὺς συμβαίνειν τοῦ πνεύματος ἐναποκλεισθέντος.

Περὶ θαλάττης διὰ τί ἁλμυρά ἐστιν.

Ἀναξίμανδρος εἶναί φησι τὴν θάλασσαν τῆς προτέρας ὑγρασίας τὸ λείψανον, ἧς τὸ μὲν πλεῖστον μέρος ἀνεξηραμμένον γλυκύ, τὸ δὲ ὑπολειφθὲν διὰ τὴν ἔκκαυσιν μετέβαλεν. Ἐμπεδοκλῆς ἱδρῶτα γῆς καιομένης ὑπὸ τοῦ ἡλίου. Οἱ ἀπὸ Πλάτωνος τοῦ στοιχειώδους ὕδατος τὸ μὲν ἐξ ἀέρος κατὰ περίψυξιν ὑποσυνιστάμενον γλυκὺ γίγνεσθαι, τὸ δὲ κατὰ περίκαυσιν καὶ ἔκπυρον ἀναθυμίασιν ἁλμυρὸν εἶναι.

Πῶς ἀμπώτιδες γίνονται καὶ πλημμυρίαι.

Ἀριστοτέλης ὑπὸ τοῦ ἡλίου τὰ πλεῖστα τῶν πνευμάτων κινεῖσθαι καὶ περιφέρεσθαι, ὑφʼ ὧν ἐμβαλόντων ἐνοιδεῖν τὴν Ἀτλαντικὴν θάλασσαν καὶ κατασκευάζειν τὰς πλημμυρίας, ληγόντων δὲ ἀντιπερισπωμένην ὑποβαίνειν, ὅπερ εἶναι τὴν ἄμπωτιν. Εὐθυμένης ὁ Μασσαλιώτης τῇ πληρώσει τῆς σελήνης τὰς πλημμυρίας γίνεσθαι, τῇ δὲ ἐκλείψει τὰς ἀμπώτιδας. Τιμόθεος τοὺς ἐμβάλλοντας ποταμοὺς εἰς τὴν Ἀτλαντικὴν διὰ τῆς Κελτικῆς ὀρεινῆς αἰτιᾶται προωθοῦντας μὲν τὰς ἐφόδους καὶ πλημμυρίαν ποιοῦντας, ληγόντων δὲ τὰς ἀμπώτιδας γίγνεσθαι.

Περὶ ἀναβάσεως τοῦ Νείλου.

Θαλῆς τοὺς ἐτησίους ἀνέμους αἰτιᾶται πνέοντας τῇ Αἰγύπτῳ … καὶ τῇ παροιδήσει τοῦ ἀντιπαρήκοντος πελάγους ἀντικόπτεσθαι καὶ πληροῦσθαι τὸν Νεῖλον. Εὐθυμένης ὁ Μασσαλιώτης ἐκ τοῦ ὠκεανοῦ καὶ τῆς ἔξωθεν θαλάττης πλημμυρεῖν τὸν ποταμὸν οἴεται. Ἀναξαγόρας ἐκ τῆς χιόνος τῆς ἐν τῇ Αἰθιοπίᾳ τηκομένης μὲν τῷ θέρει, ψυχομένης δὲ τῷ χειμῶνι. Δημόκριτος χιόνος τῆς ἐν τοῖς προσαρκτικοῖς μέρεσιν ὑπὸ θερινὰς τροπὰς ἀναλυομένης νέφη ἐκ τῶν ἀτμῶν πληροῦσθαι καὶ συνελαυνόμενα πρὸς τὴν μεσημβρίαν καὶ τὴν Αἴγυπτον ὑπὸ τῶν ἐτησίων ἀνέμων ἀποτελεῖν ῥαγδαίους ὄμβρους, ὑφʼ ὧν ἐγείρεσθαι τὸν Νεῖλον. Ἡρόδοτος ἴσον μὲν φέρεσθαι θέρους καὶ χειμῶνος ἐκ τῶν πηγῶν, φαίνεσθαι δὲ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ ἐν τούτῳ τῷ καιρῷ πλησίον ὄντα τὸν ἥλιον τῆς Αἰγύπτου ἐξατμίζειν τὰ νάματα.

Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ.

Κατὰ τοὺς Στωικοὺς αἴσθησίς ἐστιν ἀντίληψις αἰσθητοῦ· ἀντίληψις δὲ πολλαχῶς λέγεται. ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια καὶ ἡ φαντασία καταληπτικὴ καὶ αἰσθητικὴ καὶ αὐτὸ τὸ ἡγεμονικόν, ἀφʼ οὗ πᾶσα αἰσθητὴ βία γίγνεται. πάλιν τὰ πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ τοιαῦτα ἀνατεταμένα. Πλάτων τὴν αἴσθησιν ἀποφαίνεται ψυχῆς καὶ σώματος κοινωνίαν πρὸς τὰ ἐκτός· ἡ μὲν γὰρ δύναμις ψυχῆς, τὰ δὲ ὄργανα σώματος. ἄμφω δὲ συνελθόντα ἀντιλαμβάνεσθαι τῶν ἔξωθεν. Λεύκιππος καὶ Δημόκριτος τὴν αἴσθησιν εἰδώλων πρόσθεν προσιόντων.

Εἰ ἀληθὴς ἡ αἴσθησις καὶ ἡ φαντασία.

Οἱ Στωικοὶ τὰς αἰσθήσεις μὲν ἀληθεῖς, τῶν δὲ φαντασιῶν τὰς μὲν ἀληθεῖς, τὰς δὲ ψευδεῖς· καὶ αἱ μὲν αἰσθήσεις μοναχῶς ψευδοποιοῦνται καὶ τὰ νοήματα διττῶς. καὶ γὰρ αἰσθητῶν ἐστι φαντασία καὶ νοητῶν.

Πῶς γίνεται ἡ αἴσθησις καὶ ἡ νόησις καὶ ὁ κατὰ διάθεσιν λογισμός.

Οἱ Στωικοί φασιν· ὅταν ἄνθρωπος γένηται, ἔχει τὸ ἡγεμονικὸν μέρος τῆς ψυχῆς αὐτοῦ ὥσπερ χάρτην εὔεργον εἰς ἀπογραφήν· εἰς τοῦτο οὖν μία ἑκάστη τῶν διανοιῶν αἰσθήσεις ἐναπογράφει τῆς αὑτοῦ φαντασίας. ὅταν δὲ ὁμοειδεῖς πολλαὶ μνῆμαι φαντασιῶν γένωνται, τότε φαμὲν ἔχειν ἐμπειρίαν. ἐμπειρία γάρ ἐστιν ὁμοειδῶν φαντασιῶν πλῆθος. τῶν δʼ ἐννοιῶν αἱ μὲν φυσικῶς γίγνονται κατὰ τοὺς εἰρημένους τρόπους καὶ οὐ τεχνικῶς, αἱ δὲ διʼ ἡμετέρας ἐπιμελείας καὶ διδασκαλίας. αὗται δὲ καὶ ἔννοιαι καλοῦνται μόναι καὶ προλήψεις· ὁ δὲ λόγος, καθʼ ὃν προσαγορευόμεθα λογικοί, ἐκ τῶν προλήψεων συμπληροῦσθαι μὲν λέγεται κατὰ τὴν πρώτην ἑβδομάδα. τοῦτο γάρ ἐστι νόημα φαντασίας, διάνοια λογικοῦ ζῴου. τὸ γὰρ φάντασμα ἐπειδὰν λογικῇ προσπίπτῃ ψυχῇ, ἐννόημα καλεῖται εἰληφὸς τοὔνομα παρὰ τοῦ νοῦ· διόπερ ὅσα τοῖς ἀλόγοις ζῴοις προσπίπτει, φαντάσματα μόνον ἐστίν, ὅσα δὲ ἡμῖν καὶ τοῖς θεοῖς, ταῦτα κατὰ γένος καὶ κατʼ εἶδος νοήματα.

Περὶ φαντασιῶν.

Χρύσιππός φησι διαφέρειν ἀλλήλων τέτταρα ταῦτα φαντασίαν φανταστὸν φανταστικὸν φάντασμα. φαντασία μὲν οὖν ἐστι πάθος ἐν τῇ ψυχῇ γινόμενον καὶ ἐνδεικνύμενον αὐτό τε καὶ τὸ πεποιηκός· οἷον ἐπειδὰν ἴδωμεν τὸ λευκόν, ὅ ἐστι πάθος, ἐγένετο τῇ ψυχῇ ἐναλλακτικὸν τοῦ πεπονθότος· εἴρηται δὲ φαντασία ἐκ τοῦ φαίνεσθαι αὐτήν τε καὶ τὸ πεποιηκός, ὅπερ ἐστὶ φανταστόν· οἷον τὸ λευκὸν καὶ εἴ τι ἄλλο διὰ τῶν αἰσθήσεων δύναται κινεῖν τὴν ψυχὴν φανταστόν ἐστι, φανταστικὸν δὲ διάκενος ἑλκυσμὸς πάθος ἐν ψυχῇ ἀπʼ οὐδενὸς φανταστοῦ ὡς σκιομαχοῦντος. φάντασμα δέ ἐστιν ἐφʼ ὃ ἑλκόμεθα κατὰ τὸν φανταστικὸν διάκενον ἑλκυσμόν· ταῦτα δὲ γίνεται ἐπὶ τῶν μελαγχολώντων ὥσπερ ἐπὶ Ὀρέστου καὶ τοῦ παρʼ Ὁμήρῳ Θεοκλυμένου.

Περὶ τοῦ πῶς ὁρῶμεν.

Δημόκριτος καὶ Ἐπίκουρος κατʼ εἰδώλων εἴσκρισιν οἴονται τὸ ὁρᾶν συμβαίνειν. ἕτεροι κατʼ ἀκτίνων ἔκχυσιν, μετὰ τὴν πρὸς τὸ προκείμενον ἔνστασιν πάλιν ὑποστραφείσης τῆς ὄψεως. Ἐμπεδοκλῆς τοῖς εἰδώλοις τὰς ἀκτῖνάς φησιν ἐφʼ ἑκατέρου τῶν ὀφθαλμῶν ἀποτεινομένου τοῖς πέρασιν αὐτῶν οἷον χειρῶν ἐπαφαῖς περικαθαπτούσαις τοῖς ἐκτὸς σώμασι τὴν αἴσθησιν πρὸς τὸ ὁρᾶν προσάγειν. Πλάτων κατὰ συναυγασμὸν τοῦ ἐκ τῶν ὀφθαλμῶν φωτὸς ἐπὶ ποσὸν ἀπορρέοντος εἰς τὸν ὅμοιον ἀέρα.

Περὶ κατόπτρων.

Δημόκριτος καὶ Ἐπίκουρος τὰς κατοπτρικὰς ἐμφάσεις γίνεσθαι κατʼ εἰδώλων ἐπιστάσεις, ἅτινα φέρεσθαι μὲν ἀφʼ ἡμῶν, συνίστασθαι δὲ ἐπὶ τοῦ κατόπτρου κατὰ ἀντιστροφήν. οἱ ἀπὸ Πυθαγόρου κατὰ τὰς ἀντανακλάσεις τῆς ὄψεως. φέρεσθαι μὲν γὰρ τὴν ὄψιν τεταμένην ὡς ἐπὶ τὸν χαλκόν, ἐντυχοῦσαν δὲ πυκνῷ καὶ λείῳ πληγεῖσαν ὑποστρέφειν.

Εἰ ὁρατὸν τὸ σκότος.

Οἱ Στωικοὶ ὁρατὸν εἶναι τὸ σκότος ὑπολαμβάνουσιν· ἐκ γὰρ τῆς ὄψεως ἐξικνεῖσθαι εἰς αὐτὸ αὐγήν. καὶ οὐ ψεύδεται ἡ ὅρασις· βλέπεται γὰρ ὑπʼ αὐτῆς τὸ σκότος, προέρχονται δὲ ἐκ τῆς ὄψεως ἀκτῖνες ὁμιχλώδεις· Τὸ μὲν σκότος συνάγει πως καὶ συγκρίνει τὴν ὅρασιν καὶ ἀμβλύνει, τὸ δὲ φῶς διακρίνει καὶ ποδηγεῖ τὴν ὅρασιν ἡμῶν ἐπὶ τὰ ὁρατὰ διὰ τοῦ μεταξὺ ἀέρος. διὰ τοῦτο μὴ ὁρᾶν ἡμᾶς ἐν τῷ σκότει ἀλλʼ αὐτὸ μόνον τὸ σκότος.

Περὶ ἀκοῆς.

Ἐμπεδοκλῆς τὴν ἀκοὴν γίγνεσθαι κατὰ ἔμπτωσιν τῶν πνευμάτων τῷ χονδρώδει, ὅπερ φησὶν ἐξηρτῆσθαι ἐκ τοῦ ὠτὸς κώδωνος τρόπον αἰωρούμενον καὶ τυπτόμενον. Ἀλκμαίων ἀκούειν ἡμᾶς φησι τῷ κενῷ τοῦ ὠτός. τοῦτο γὰρ εἶναι τὸ περιηχοῦν κατὰ τὴν τοῦ πνεύματος εἰσβολήν· πάντα γὰρ τὰ κενὰ ἠχεῖν. Διογένης τοῦ ἐν τῇ κεφαλῇ ἀέρος ὑπὸ τῆς φωνῆς τυπτομένου. Πλάτων πλήττεσθαι τὸν ἐν τῇ κεφαλῇ ἀέρα, τοῦτον δʼ ἀνακλᾶσθαι εἰς τὸ ἡγεμονικὸν καὶ γίνεσθαι τῆς ἀκοῆς τὴν αἴσθησιν.

Περὶ ὀσφρήσεως.

Ἀλκμαίων ἐν τῷ ἐγκεφάλῳ φησὶν εἶναι τὸ ἡγεμονικόν· τούτῳ οὖν ὀσφραίνεσθαι ἕλκοντος διὰ τῶν ἀναπνοῶν τὰς ὀσμάς. Ἐμπεδοκλῆς ταῖς ἀναπνοαῖς ταῖς ἀπὸ τοῦ πνεύμονος συνεκκρίνεσθαι ὥσπερ ἐπὶ τῶν ῥευματιζομένων.

Περὶ γεύσεως.

Ἀλκμαίων οἴεται τῷ ὑγρῷ τῷ ἐν τῇ γλώττῃ κρίνεσθαι τοὺς χυμούς. Διογένης τῇ ἀραιότητι καὶ διὰ τὸ συνάπτειν τὰς διὰ τοῦ σώματος εἰς αὐτὴν φλέβας διαχεῖσθαι τοὺς χυμοὺς ἑλκομένους εἰς τὴν αἴσθησιν καὶ τὸ ἡγεμονικὸν καθάπερ ἀπὸ σπογγιᾶς.

Περὶ φωνῆς.

Πλάτων φωνὴν ὁρίζεται πνεῦμα διὰ στόματος ἀπὸ διανοίας ἠγμένον καὶ πληγὴν ἀέρος διὰ τῶν ὤτων ἐγκεφάλῳ καὶ στόματι μέχρι ψυχῆς διαδιδομένην. Οἱ δὲ Στωικοί φασι τὸν ἀέρα μὴ συγκεῖσθαι ἀπὸ θραυσμάτων, ἀλλὰ συνεχῆ διʼ ὅλου μηδὲ κενόν· ἐπειδὰν πληγῇ τῷ πνεύματι, κυματοῦται κατὰ κύκλους εἰς ἄπειρον, ἕως πληρώσῃ τὸν περικείμενον ἀέρα, ὡς τῆς κολυμβήθρας· τῆς πληγείσης λίθῳ ʼκινουμένης καὶ κυκλοειδῶς καὶ σφαιροειδῶς. Ἀναξίμανδρος τὴν φωνὴν γίνεσθαι πνεύματος ἐμπεσόντος μὲν στερεμνίῳ ἀέρι, τῇ δʼ ὑποστροφῇ τῆς πλήξεως μέχρι τῶν ἀκοῶν προσενεχθόντος, καθὸ καὶ τὴν λεγομένην ἠχὼ γίγνεσθαι.

Εἰ ἀσώματος ἡ φωνὴ καὶ πῶς ἦχος γίνεται.

Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης ἀσώματον εἶναι τὴν φωνὴν ὑπολαμβάνουσιν. οὐ γὰρ τὸν ἀέρα, τὸ δὲ περὶ τὸν ἀέρα καὶ τὴν ἐπιφάνειαν κατὰ ποιὰν πληγὴν γίνεσθαι φωνήν. Οἱ δὲ Στωικοὶ σῶμα εἶναι τὴν φωνήν. πᾶν γὰρ τὸ δρῶν ἢ ποιοῦν σῶμα εἶναι· καὶ γὰρ ἡ φωνὴ καὶ δρᾷ καὶ ποιεῖ, ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης· πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστιν· κηλεῖ δὲ ἡμᾶς εὔμουσος φωνή.

Πόθεν αἰσθητικὴ γίνεται ἡ ψυχή.

Οἱ Στωικοί φασιν εἶναι τῆς ψυχῆς μέρος ἀνώτατον τὸ ἡγεμονικόν, ἀπὸ δὲ τοῦ ἡγεμονικοῦ ἐστί τινα τείνοντα ἐπὶ τὰ ἄλλα μέρη τῆς ψυχῆς, ἃ ποιεῖ τὴν αἴσθησιν ἐνεργεῖν· διόπερ ὅρασιν λέγουσι πνεῦμα διατεῖνον ἀπὸ ἡγεμονικοῦ μέχρι ὀφθαλμῶν, ἀκοὴν δὲ πνεῦμα διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ μέχρι τῶν ὤτων· τῶν δὲ λοιπῶν τὸ μὲν σπερματικόν, ὅπερ καὶ αὐτὸ πνεῦμά ἐστι, διατεῖνον ἀπὸ τοῦ ἡγεμονικοῦ … φωνητικόν, ὅπερ ἐστὶ τὸ πνεῦμα διατεῖνον ἀπὸ ἡγεμονικοῦ μέχρι φάρυγγος καὶ γλώττης, αὐτὸ δὲ τὸ ἡγεμονικὸν εἶναι ἐν τῇ σφαιροειδεῖ κεφαλῇ.

Περὶ ἀναπνοῆς.

Ἀσκληπιάδης αἰτίαν τῆς ἀναπνοῆς εἶναί φησι τὴν ἐν τῷ θώρακι λεπτομέρειαν, πρὸς ἣν τὸν ἔξωθεν ἀέρα ῥεῖν τε καὶ καθαίρεσθαι παχυμερῆ ὄντα, πάλιν δὲ ἀπωθεῖσθαι μηκέτι τοῦ θώρακος τοιοῦτόν τι ὑποστέγοντος. ὑπολειπομένου δέ τινος ἐν τῷ σώματι ὑπὸ λεπτομεροῦς ἀεὶ βραχέος — οὐ γὰρ ἅπαν ἐκκρίνεσθαι — καὶ πρὸς τοῦτο πάλιν τὸ ὑποκείμενον ἡ βαρύτης τοῦ ἐκτὸς ἀντεπιφέρεται· ταῦτα δὲ σικύαις ἀπεικάζει. τὴν δὲ κατὰ προαίρεσιν ἀναπνοὴν γίνεσθαι συναγομένων τῶν ἐν τῷ πνεύμονι πόρων· ταῦτα γὰρ τῇ ἡμετέρᾳ προαιρέσει ὑπακούειν. Ἡρόφιλος δὲ δύναμιν ἀπολείπει περὶ τὰ σώματα κινητικὴν ἐν νεύροις καὶ ἐν ἀρτηρίαις καὶ μυσί· τὸν οὖν πνεύμονα νομίζει προορέγεσθαι διαστολῆς τε καὶ συστολῆς. φυσικὴν ἐνέργειαν μὲν οὖν εἶναι τοῦ πνεύμονος τὴν ἔξωθεν τοῦ πνεύματος ὁλκήν, ὑπὸ δὲ τῆς πληρώσεως τῆς ἔξωθεν γιγνομένης ἐφέλκεσθαι μὴ δυνάμενον εἰς τὸν θώρακα τὸ περιττὸν ἀναπέμπειν, τὸν δὲ εἰς τὸν ἔξωθεν ἀέρα ἀπωθεῖν.

Περὶ παθῶν.

Ἐπίκουρος τὰ πάθη καὶ τὰς αἰσθήσεις ἐν τοῖς πεπονθόσι τόποις, τὸ δὲ ἡγεμονικὸν ἀπαθὲς εἶναι νομίζει. Στράτων δὲ καὶ τὰ πάθη τῆς ψυχῆς καὶ τὰς αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ, οὐκ ἐν τοῖς πεπονθόσι τόποις, συνίστασθαι … τῶν δεινῶν καὶ τῶν ἀλγεινῶν τὴν ἐνέργειαν.

Περὶ μαντικῆς.

Πλάτων καὶ οἱ Στωικοὶ τὴν μαντικὴν εἰσάγουσι· καὶ γὰρ θεόπεμπτον εἶναι, ὅπερ ἐστὶν ἐνθεαστικὸν καὶ κατὰ τὸ θειότατον τῆς ψυχῆς, ὅπερ ἐστὶν ἐνθουσιαστικόν, καὶ τὸ ὀνειροπολικὸν καὶ τὸ ἀστρονομικὸν καὶ τὸ ὀρνεοσκοπικόν. Ξενοφάνης καὶ Ἐπίκουρος ἀναιροῦσι τὴν μαντικήν. Πυθαγόρας δὲ μόνον τὸ θυτικὸν οὐκ ἐγκρίνει. Ἀριστοτέλης καὶ Δικαίαρχος τοὺς ὀνείρους εἰσάγουσιν, ἀθάνατον μὲν τὴν ψυχὴν οὐ νομίζοντες, θείου δέ τινος μετέχειν.

Πῶς οἱ ὄνειροι γίνονται.

Δημόκριτος ὀνείρους γίνεσθαι κατὰ τὰς τῶν εἰδώλων παρατηρήσεις. Στράτων· ἄλλη τις φύσις τῆς διανοίας ἐν τοῖς ὕπνοις αἰσθητικωτέρας μὲν τῆς ψυχῆς γινομένης, διʼ αὐτὸ δὲ τοῦτο γνωστικῆς γινομένης. Ἡρόφιλος τῶν ὀνείρων τοὺς μὲν θεοπέμπτους κατʼ ἀνάγκην γίγνεσθαι, τοὺς δὲ φυσικοὺς εἰδωλοποιουμένης τῆς ψυχῆς τὸ συμφέρον αὐτῇ καὶ τὸ πάντως ἐσόμενον· τοὺς δὲ συγκριματικοὺς αὐτομάτως κατʼ εἰδώλων πρόσπτωσιν, ὅταν ἃ βουλόμεθα βλέπωμεν· … φιλούντων γίγνεται τὰς ἐρωμένας ἐρώντων ἐν ὕπνοις.

Περὶ οὐσίας σπέρματος.

Ἀριστοτέλης σπέρμα εἶναί φησι … κινεῖν ἑαυτὸ πρὸς τὸ ἀποτελέσαι τὸ τοιοῦτον, οἷόν ἐστιν ἐξ οὗ συνεκρίθη. Πυθαγόρας ἀφρὸν τοῦ χρηστοτάτου αἵματος ἢ περίττωμα τῆς τροφῆς. Ἀλκμαίων ἐγκεφάλου μέρος. Πλάτων τοῦ νωτιαίου μυελοῦ ἀπόρροιαν. Ἐπίκουρος ψυχῆς καὶ σώματος ἀπόσπασμα. Δημόκριτος ἀφʼ ὅλων τῶν σωμάτων καὶ τῶν κυριωτάτων μερῶν οἷον τῶν σαρκικῶν ὀστῶν ἰνῶν.

Εἰ σῶμα τὸ σπέρμα.

Λεύκιππος καὶ Ζήνων σῶμα εἶναι· ψυχῆς γὰρ εἶναι ἀπόσπασμα. Πυθαγόρας καὶ Πλάτων καὶ Ἀριστοτέλης ἀσώματον μὲν εἶναι τὴν δύναμιν τοῦ σπέρματος, σωματικὴν δὲ ὕλην τὴν προχεομένην. Στράτων καὶ Δημόκριτος κατὰ δύναμιν εἶναι σωματικήν.

Εἰ καὶ αἱ θήλειαι προΐενται σπέρμα.

Πυθαγόρας καὶ Δημόκριτος καὶ Ἐπίκουρος καὶ τὸ θῆλυ προΐεσθαι σπέρμα. ἔχει γὰρ παραστάτας ἀπεστραμμένους. διὰ τοῦτο ὀρεκτικῶς ἔχει περὶ τὰς χρήσεις. Ἀριστοτέλης καὶ Ζήνων καὶ ὕλην μὲν ὑγρὰν προΐεσθαι καὶ ἀπὸ τῆς γυμνασίας ἱδρῶτας, οὐ μὴν σπέρμα πεπτικόν.

Πῶς αἱ συλλήψεις γίνονται.

Ἀριστοτέλης ὑπολαμβάνει τὰς συλλήψεις γίγνεσθαι προελκομένης ὑπὸ τῆς καθάρσεως τῆς μήτρας, τῶν δὲ καταμηνίων ἐπισπωμένων ἀπὸ παντὸς τοῦ σώματος μέρος τι τοῦ καθαροῦ αἵματος, ὡς συμβαίνειν τὸν τοῦ ἄρρενος γόνον. μὴ γίγνεσθαι τὰς κυήσεις παρʼ ἀκαθαρσίαν μήτρας ἢ ἐμπνευμάτωσιν ἢ φόβον ἢ λύπην ἢ ἀσθένειαν τῶν γυναικῶν ἢ διʼ ἀτονίαν τῶν ἀνδρῶν.

Πῶς ἄρρενα γίνεται καὶ θήλεα.

Ἐμπεδοκλῆς οἴεται καὶ Ἀσκληπιάδης ἄρρενα καὶ θήλεα γίγνεσθαι παρὰ θερμότητα καὶ ψυχρότητα· ὅθεν ἱστορεῖται τοὺς μὲν πρώτους ἄρρενας ἀπὸ ἀνατολῆς καὶ μεσεμβρίας γίγνεσθαι ἐκ τῆς γῆς, τὰ δὲ θήλεα πρὸς ταῖς ἄρκτοις. Παρμενίδης δʼ ἀντιστρέφει, πρὸς ταῖς ἄρκτοις ἄρρενα γίγνεσθαι, τοῦ γὰρ πυκνοῦ μετέχειν πλείονος, τὰς δὲ πρὸς τὰς μεσημβρίας διʼ ἀραιότητα. Ἱππῶναξ δὲ εἰ μὲν ἡ γονὴ κρατήσειεν, ἄρρεν, εἰ δὲ ἡ ὕλη, θῆλυ.

Πῶς τέρατα γίνεται.

Ἐμπεδοκλῆς νομίζει σπέρματος ἔλλειμα παρὰ τὴν τῆς κινήσεως ταραχὴν ἢ παρὰ τὴν εἰς πλείω διαίρεσιν ἢ παρὰ ἀπόπνευσιν τέρατα γίγνεσθαι. Στράτων παρὰ πρόσθεσιν ἢ ἐμπνευμάτωσιν. Τῶν ἰατρῶν δέ τινες παρὰ τὸ διεστράφθαι τὴν μήτραν ἐμπνευματουμένην.

Διὰ τί πολλάκις γυνὴ συνουσιάζουσα οὐ συλλαμβάνει.

Διοκλῆς ὁ ἰατρὸς παρὰ θερμασίαν ἢ παρὰ ψῦξιν ἢ ὑγρασίαν ἢ ξηρότητα ἢ πλεονασμὸν ἢ ἔνδειαν ἢ παράλυσιν τῶν μορίων. Οἱ Στωικοὶ παρὰ λοξότητα τοῦ μορίου μὴ δυναμένου εὐθυβολεῖν τὸν γόνον, ἢ διὰ τὸ ἀσύμμετρον τῶν μορίων. Ἐρασίστρατος παρὰ τὴν μήτραν, ὅταν τύλους ἔχῃ ἢ σάρκας ἢ εὐρυτέρα ἢ μικροτέρα τυγχάνῃ οὖσα.

Πῶς δίδυμα γίνεται.

Ἐμπεδοκλῆς οἴεται δίδυμα καὶ τρίδυμα γίγνεσθαι κατὰ πλεονασμὸν καὶ περισχισμὸν τοῦ σπέρματος. Ἀσκληπιάδης παρὰ τὴν τῶν σπερμάτων διαφορὰν ὥσπερ τὰς κριθὰς τὰς διστίχους καὶ τριστίχους. Ἐρασίστρατος διὰ τὰς ἐπισυλλήψεις γίνεσθαι. Οἱ Στωικοὶ παρὰ τοὺς ἐν τῇ μήτρᾳ τόπους· ὅταν γὰρ πρῶτον καὶ δεύτερον ἐμπέσῃ τὸ σπέρμα, τότε γίνεσθαι τὰς ἐπισυλλήψεις καὶ διδύμους καὶ τριδύμους.

Πόθεν γίνονται τῶν γονέων ὁμοιώσεις καὶ τῶν προγόνων.

Ἐμπεδοκλῆς ὁμοιότητα οἴεται γίγνεσθαι κατʼ ἐπικράτειαν τῶν σπερμάτων, ἀνομοιότητα δέ, ὅταν μὲν ἀπὸ τῶν δεξιῶν μερῶν τῆς μήτρας τὸ σπέρμα ἀποκριθῇ τοῖς πατράσιν, ὅταν δὲ ἀπὸ τοῦ ἀριστεροῦ ταῖς μητράσιν. Οἱ Στωικοὶ ἀπὸ τοῦ σώματος ὅλου καὶ τῆς ψυχῆς φέρεσθαι τὸ σπέρμα καὶ τὰς ὁμοιομερείας ἀναπλάττεσθαι ἐξ αὐτῶν τοὺς τύπους καὶ χαρακτῆρας, ὡς ζῳγραφία ἀπὸ τῶν ὁμοίων χρωμάτων, ὁμοιότητα τοῦ τικτομένου. προίεσθαι δὲ καὶ τὴν γυναῖκα σπέρμα, κἂν ἐπικρατῇ τὸ τῆς γυναικός, ὅμοιόν ἐστι τῇ μητρί.

Πῶς ἄλλοις ὅμοια γίνεται τὰ γεννώμενα.

Οἱ μὲν πλεῖστοι τῶν ἰατρῶν τυχικῶς καὶ ἐκ τοῦ αὐτομάτου, ὅταν διαψυγῇ τὸ σπέρμα καὶ τὸ τοῦ ἀνδρὸς καὶ τὸ τῆς γυναικός, ἀνόμοια γίνεσθαι. Ἐμπεδοκλῆς τῇ κατὰ τὴν σύλληψιν ὄψει τε καὶ φαντασίᾳ τῆς γυναικὸς μορφοῦσθαι τὰ βρέφη· πολλάκις γὰρ ἀνδριάντων καὶ εἰκόνων ἠράσθησαν καὶ ὅμοια τούτοις τετόκασιν. Οἱ Στωικοὶ κατὰ συμπάθειαν τῆς διανοίας καὶ ῥευμάτων καὶ ἀκτίνων εἴσκρισιν γίγνεσθαι τὰς ὁμοιότητας.

Πῶς στεῖραι γίνονται γυναῖκες καὶ ἄνδρες ἄγονοι.

Οἱ ἰατροὶ στείρας φασὶ γίγνεσθαι παρὰ τὸ τὴν μήτραν στενωτέραν εἶναι ἢ ἀραιοτέραν ἢ διάστροφον ἔχειν τὸν σχηματισμὸν ἢ παρὰ τὸ παρέπεσθαι δυσκρασίαν μοχθηράν. Διοκλῆς διʼ ἀτονίαν τῶν ἀνδρῶν ἢ διὰ τὸ μηδʼ ὅλως προΐεσθαι γονὴν ἢ παρὰ τὸ ἔλαττον εἶναι τοῦ δέοντος ἢ παρὰ τὸ ἄγονον εἶναι καὶ καθάπερ ἔκλυσιν τῶν μορίων. Οἱ Στωικοὶ αἰτιῶνται τὰς συμφύτους εἰς ἑκάτερον τῶν πλησιαζόντων δυνάμεις τε καὶ ποιότητας.

Διὰ τί αἱ ἡμίονοι στεῖραι.

Ἀλκμαίων τῶν ἡμιόνων τοὺς ἄρρενας ἀγόνους παρὰ τὴν λεπτότητα τῆς σαρκὸς καὶ ψυχρότητα, τὰς δὲ θηλείας παρὰ τὸ ἄνω μὴ ἀνακύπτειν τὰς μήτρας. Ἐμπεδοκλῆς δὲ διὰ τὴν σμικρότητα καὶ στενότητα τῆς μήτρας ἀπεστραμμένως προσπεφυκυίας τῇ σαρκί. Διοκλῆς δὲ μαρτυρεῖ λέγων πολλάκις ἑωρακέναι τοιαύτην μήτραν ἐν ταῖς ἀνατομαῖς τῶν ἡμιόνων καὶ ἐνδέχεσθαι διὰ τὰς τοιαύτας αἰτίας καὶ τὰς γυναῖκας στείρας εἶναι.

Εἰ τὸ ἔμβρυον ζῷον.

Πλάτων ζῷον εἶναι τὸ ἔμβρυον ὑπείληφε· καὶ γὰρ καὶ κινεῖσθαι ἐν τῇ γαστρὶ καὶ τρέφεσθαι καὶ αὔξεσθαι. Οἱ Στωικοὶ μέρος εἶναι γαστρὸς τὸ ἔμβρυον καὶ ἄπνουν εἶναι ἐν τῇ γαστρί. πρώτην δὲ ἀναπνοὴν τοῦ ζῴου γίγνεσθαι κατὰ τὴν ἀποκύησιν τῆς μὲν περὶ τοῖς βρέφεσιν ὑγρασίας ἀποχωρούσης, τῇ δὲ ἐπεισόδῳ τοῦ ἐκτὸς ἀέρος γινομένου εἰς τὰ παρανοιχθέντα τῶν ἀγγείων. διὸ τίκτεσθαι μὲν τὰ βρέφη ἐνθερμανθέντος τοῦ ἐμφύτου θερμοῦ, εὐθέως προχυθέντος τοῦ βρέφους τὸ ψυχρὸν εἰς τὸν πνεύμονα ἐφέλκεσθαι. Ἡρόφιλος· κίνησις ἀπολείπεται φυσικὴ ἐν τοῖς ἐμβρύοις τοῦ πνευματικοῦ, τῆς δὲ κινήσεως αἴτια τὰ νεῦρα τοῦ ζῴου γίνεσθαι, ὅταν προχυθέντα προσλάβῃ τοῦ ἀέρος.

Πῶς τρέφεται τὰ ἔμβρυα.

Δημόκριτος καὶ Ἐπίκουρος διὰ τοῦ στόματος τρέφεσθαι· εὐθὺς γοῦν ἐπὶ τὸν μαζὸν φέρεσθαι τῷ στόματι· εἶναι γὰρ καὶ ἐν τῷ σώματι θηλὰς ἐπινενεμημένας καὶ στόματα, διʼ ὧν τρέφεσθαι. Οἱ Στωικοὶ διὰ τοῦ χορίου καὶ ὀμφαλοῦ· ὅθεν τοῦτον εὐθὺς ἀποδεῖν, ἵνα διὰ τοῦ στόματος αἰσθητῶς τρέφηται.

Τί πρῶτον τελειοῦται τοῦ βρέφους.

Οἱ Στωικοὶ ἅμα ὅλον γίνεσθαι νομίζουσιν. Ἀριστοτέλης πρῶτον τὴν ὀσφὺν ὥσπερ τρόπιν νεώς. Ἀλκμαίων τὴν κεφαλήν, ἐν ᾗ ἐστι τὸ ἡγεμονικόν. Οἱ ἰατροὶ τὴν καρδίαν, ἐν ᾗ καὶ φλέβες καὶ ἀρτηρίαι· οἱ δὲ τὸν μέγαν δάκτυλον τοῦ ποδός· οἱ δὲ τὸν ὀμφαλόν.

Διὰ τί τὰ ἑπταμηνιαῖα γόνιμα.

Ἀριστοτέλης καὶ Ἱπποκράτης οἴεται, ἐὰν πληρωθῇ ἡ μήτρα ἐν τοῖς ἑπτὰ μησί, ταύτην προκύπτειν καὶ τότε γόνιμα γίνεσθαι, ἐὰν δὲ προκύψῃ μὲν ἡ μήτρα, φαίνηται ἀσθενήσαντος τοῦ ὀμφαλοῦ διὰ τὸ ἐπίπονον αὐτὰ γίγνεσθαι … ἐὰν δὲ μείνῃ ἐννέα μῆνας ἐν τῇ μήτρᾳ, προκῦψαν τότε ὁλόκληρόν ἐστιν. Πόλυβος ἐν ἑκατὸν ὀγδοήκοντα δύο ἡμέραις γίγνεσθαι γόνιμα τὰ ἔμβρυα. τὰ δὲ ὀκτάμηνα μὴ ζῆν, ὅταν προκύψῃ μὲν τὸ βρέφος τῆς μήτρας, ἐπὶ πλέον δὲ ὁ ὀμφαλὸς βασανισθῇ διατεινόμενος· ἄτροφον γὰρ γίνεσθαι τὸ ἔμβρυον· τοῦ τρέφοντος αἴτιος ὁ ὀμφαλός. Οἱ δὲ μαθηματικοὶ τοὺς ὀκτὼ μῆνάς φασιν ἐστερῆσθαι πάσης γενέσεως, τοὺς δὲ ἑπτὰ συνδετικούς. τὰ δὲ ἀσύνδετα ζῴδια ἔχειν τοὺς οἰκοδεσποτοῦντας φαύλους τῶν ἀστέρων· ἂν γάρ τις τούτων τὴν ζωὴν καὶ τὸν βίον κληρώσῃ, δυστυχεῖς ἔσεσθαι σημαίνει. ἀσύνδετα δέ ἐστι ζῴδια ὀκτὼ ἀριθμούμενα· κριὸς παρθένος, ἀσύνδετοι δὲ δίδυμοι πρὸς σκορπίον καὶ καρκίνος πρὸς ὑδροχόον, ζυγὸς πρὸς ἰχθύας. Διοκλῆς καὶ Ἐπίκουρος καὶ τὸν ὄγδοον μῆνα εἶναι γόνιμον, ἀτονώτερον δέ. Τίμαιος καὶ δωδεκάμηνά φησί τινα κύεσθαι παρὰ τὴν ἐπίσχεσιν τῶν καταμηνίων τὰ πρὸ τῆς συλλήψεως, οὕτω καὶ ἑπτάμηνα νομίζεσθαι οὐκ ὄντα προγεγενημένης τῆς συλλήψεως, δυναμένης δὲ τῆς μήτρας εἰς καταμήνια καὶ μετὰ σύλληψιν.

Πῶς ἐγένετο τὰ ζῷα καὶ εἰ φθαρτά.

Ἐπίκουρος· εἰ ἐγένετο ὁ κόσμος, γενητὰ καὶ τὰ ζῷα καὶ εἰ φθαρτὰ … γενητός, ἐκ μεταβολῆς τῆς ἀλλήλων γίγνεσθαι. μέρη γὰρ εἶναι τοῦ κόσμου ταῦτα, ὡς Ἀναξαγόρας καὶ Εὐριπίδης· «θνῄσκει δʼ οὐδὲν τῶν γιγνομένων, διακρινόμενον δὲ ἄλλο πρὸς ἄλλο μορφὰς ἑτέρας ἐπέδειξεν». Δημόκριτος γεγενημένα εἶναι τὰ ζῷα συστάσει εἰ δὲ ἓν ἄστρον πρῶτον τοῦ ὑγροῦ ζῳογονοῦντα.

Πόσα γένη ζῴων.

Πλάτων καὶ Ἀριστοτέλης τέσσαρα εἶναι ζῴων γένη λέγουσι χερσαῖα ἔνυδρα πτηνὰ οὐράνια· καὶ γὰρ τὰ ἄστρα ζῷα εἶναι· καὶ αὐτὸς ὁ κόσμος ζῷον λογικὸν ἀθάνατον. Πυθαγόρας καὶ Πλάτων λογικὰς μὲν εἶναι καὶ τῶν ἄλλων ζῴων τῶν ἀλόγων τὰς λεγομένας ψυχάς, οὐ μὴν λόγῳ ἐνεργεῖν διὰ τὴν δυσκρασίαν τῶν σωμάτων καὶ διὰ τὸ μὴ μετέχειν τοῦ φραστικοῦ λόγου, ὥσπερ ἐπὶ τῶν πιθήκων καὶ κυνῶν· νοοῦσι μέν, οὐ δύνανται δὲ φράζειν ἃ νοοῦσιν.

Ἐν πόσῳ χρόνῳ μορφοῦνται τὰ βρέφη.

Ἐμπεδοκλῆς ἐπὶ μὲν τῶν ἀνθρώπων ἄρχεσθαι τῆς διαρθρώσεως ἀπὸ τῆς ἕκτης τριακοστῆς ἡμέρας, τελειοῦσθαι δὲ τοῖς μορίοις ἀπὸ πεντηκοστῆς μιᾶς. Ἀσκληπιάδης δὲ ἐπὶ μὲν τῶν ἀρρένων διὰ τὸ θερμοτέραν εἶναι τὴν κρᾶσιν, τὴν διάρθρωσιν γίγνεσθαι ἀπὸ ἕκτης καὶ εἰκοστῆς, πληροῦσθαι δὲ ἀπὸ τῆς πεντηκοστῆς. τῶν δὲ θηλέων ἐν διμήνῳ γίνεσθαι τὴν διάρθρωσιν διὰ τὸ ἐνδεὲς τοῦ θερμοῦ.

Ἐκ ποίων στοιχείων συνίσταται ἕκαστον τῶν ἐν ἡμῖν μορίων.

Ἐμπεδοκλῆς τὰς μὲν σάρκας γίγνεσθαι τῇ ἰσοκρατείᾳ τῶν τεττάρων στοιχείων. τὰ δὲ νεῦρα ἐκ πυρὸς καὶ γῆς ὕδατος διπλασίων μιχθέντων. τοὺς δὲ ὄνυχας γίγνεσθαι τοῖς ζῴοις ἐκ τῶν νεύρων, καθʼ ὃ τῷ ἀέρι συνέτυχε ψυχθέντων τῶν λοιπῶν στοιχείων. ἱδρῶτα καὶ δάκρυον γίνεσθαι τηκομένου τοῦ αἵματος καὶ παρὰ τὸ λεπτύνεσθαι διαχεομένου.

Πότε ἄρχεται τῆς τελειότητος ὁ ἄνθρωπος.

Ἡράκλειτος καὶ οἱ Στωικοὶ ἄρχεσθαι ἡμᾶς τῆς τελειότητος περὶ τὴν δευτέραν ἑβδομάδα, περὶ ἣν ὁ σπερματικὸς κινεῖται πόρος· καὶ γὰρ τὰ δένδρα τελειοῦται, ὅταν ἄρχηται καρπὸν φέρειν. Ἀριστοτέλης δὲ κατὰ τὴν πρώτην ἑβδομάδα, καθʼ ἣν ἔννοια γίνεται καλῶν τε καὶ αἰσχρῶν καὶ διδασκαλίας ἀρχή. Ἕτεροι δὲ νομίζουσι τελειοῦσθαι ἡμᾶς τῇ τρίτῃ ἑβδομάδι, ὅταν καὶ γένεια σχῶμεν καὶ τῇ ἰσχύι χρώμεθα.

Πῶς ὕπνος γίνεται καὶ θάνατος.

Ἀλκμαίων ἀναχωρήσει τοῦ αἵματος εἰς τὰς αἱμορροούσας φλέβας ὕπνον γίγνεσθαι, τὴν δὲ παντελῆ ἀναχώρησιν διὰ τῆς ψύξεως θάνατον φέρειν. Ἐμπεδοκλῆς τὸν μὲν ὕπνον κατάψυξιν τοῦ ἐν τῷ αἵματι θερμοῦ σύμμετρον … τὴν δὲ παντελῆ θάνατον. Πλάτων καὶ οἱ Στωικοὶ τὸν μὲν ὕπνον γίγνεσθαι ἀνέσει τοῦ αἰσθητικοῦ πνεύματος, ὅταν δὲ παντελὴς γένηται ἀναισθησία τοῦ αἰσθητικοῦ πνεύματος, θάνατον συμβαίνειν.

Πότερον ὁ ὕπνος τοῦ σώματος ἢ τῆς ψυχῆς.

Ἀριστοτέλης τὸν ὕπνον σώματος εἶναι καὶ ψυχῆς· αἴτιον δὲ αὐτοῦ τὸ ἀναθυμιαθὲν ἀπὸ τοῦ θώρακος ὑγρὸν εἰς τοὺς περὶ κεφαλὴν τόπους ἐκ τῆς ὑποκειμένης τροφῆς. θάνατον δὲ γίγνεσθαι διὰ τῆς παντελοῦς καταψύξεως. Ἀναξαγόρας κατὰ κόπον τῆς σωματικῆς ἐνεργείας γίγνεσθαι τὸν ὕπνον· σωματικὸν γὰρ εἶναι τὸ πάθος· εἶναι δὲ καὶ τῆς ψυχῆς θάνατον κατὰ χωρισμόν.

Πῶς αὔξεται τὰ φυτὰ καὶ εἰ ζῷα.

Θαλῆς καὶ Πλάτων τὰ φυτὰ ἔμψυχα ζῷα· φανερὸν δὲ ἐκ τοῦ σαλεύεσθαι καὶ ἐν ταῖς συναγωγαῖς ἥκειν μετὰ βίας καὶ πάλιν σφοδρῶς ἀναχαλᾶσθαι, ὥστε καὶ συνέλκειν βάρη. Ἀριστοτέλης ἔμψυχα μέν, οὐ μὴν ζῷα … ὁρμητικὰ εἶναι καὶ αἰσθητικά, ἔνια δὲ … ἔμψυχα. πᾶσαν γὰρ ψυχὴν ὁρμητικὴν εἶναι … αὐτομάτως γεγενῆσθαι δίχα ψυχῆς. Ἐμπεδοκλῆς τὰ δένδρα πρῶτα τῶν ζῴων ἐκ τῆς γῆς ἀναφῦναι, πρὶν ἥλιον περιπολεῖν, διὰ δὲ ἀμετρίαν τῆς κράσεως τὸν τοῦ ἄρρενος καὶ θήλεος περιέχειν λόγον. αὔξεσθαι δὲ ὑπὸ τοῦ ἐν τῇ γῇ θερμοῦ διαιρούμενα, ὥστε γῆς εἶναι μέρη· καὶ γὰρ τὰ ἔμβρυα τὰ ἐν τῇ γαστρὶ τῆς μήτρας εἶναι μέρη. τοὺς δὲ καρποὺς περιττώματα εἶναι τοῦ ἐν τοῖς φυτοῖς ὕδατος καὶ πυρός. καὶ τὰ μὲν ἐλλιπὲς ἔχοντα τὸ ὑγρὸν ἐξικμαζομένου τούτου τῷ θέρει φυλορροεῖ, τὰ δὲ τέλειον παραμένει ἀεὶ φύλλοις τεθηλότα ὥσπερ ἐπὶ τῆς δάφνης καὶ τῆς ἐλαίας. τὰς διαφορὰς τῶν χυμῶν παραλλαγὰς γίγνεσθαι τῆς πολυμερείας καὶ τῶν φυτῶν διαφόρως ἑλκόντων τὰς ἀπὸ τοῦ τρέφοντος ὁμοιομερείας ὥσπερ ἐπὶ τῶν ἀμπέλων· οὐ γὰρ αἱ διαφοραὶ τούτων ποιοῦσι τὸν οἶνον διαλλάττειν, ἀλλὰ τοῦ τρέφοντος ἐδάφους.

Πῶς γίνεται πυρετὸς καὶ ἐπιγίνεται.

Ἐρασίστρατος ὁρίζεται τὸν πυρετὸν κίνημα αἵματος παρεμπεπτωκότος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα ἀπροαιρέτως γινόμενον καθάπερ ἐπὶ τῆς θαλάττης, ὅταν μηδὲν αὐτὴν κινῇ πνεῦμα, ἠρεμεῖ. Διοκλῆς ἐπιγέννημα εἶναι τὸν πυρετόν· ἐπιγίνεται δὲ τραύματι καὶ βουβῶνι. Ἡρόδοτός φησιν ἐνίοτε μηδεμιᾶς αἰτίας προηγησαμένης πυρέττειν τινάς.

Περὶ νόσων.

Διοκλῆς αἰτίας πλείστας τῶν νόσων διʼ ἀνωμαλίαν γίνεσθαι τῶν ἐν τῷ σώματι στοιχείων καὶ τοῦ καταστήματος ἀέρος. Στράτων διὰ πλῆθος τροφῆς γίνεσθαι τὰς νόσους.

Περὶ γήρως.

Οἱ Στωικοὶ καὶ οἱ ἰατροὶ παρὰ τὴν τοῦ θερμοῦ ὑπονόστησιν. Ἀσκληπιάδης δέ φησι τοὺς Αἰθίοπας λέγειν γηρᾶναι διὰ τὸ … τὰ σώματα ὑπὸ τοῦ ἡλίου διαφλεγόμενα, τοὺς δὲ ἐν τῇ Βρεττανίᾳ ἑκατὸν εἴκοσιν ἐτῶν γηρᾶν διὰ τὸ στέγειν ἐν αὑτοῖς τὸ πυρῶδες. τὰ μὲν γὰρ τῶν Αἰθιόπων σώματα ἀραιότερα διὰ τὸ κεχαλάσθαι ὑπὸ τοῦ ἡλίου, τὰ δὲ ὑπὸ τὴν ἄρκτον πεπυκνῶσθαι καὶ διὰ τοῦτο πολυχρόνια.