Ἀθήναιος Μητρόδωρος δʼ ὁ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλὸν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμωι συριζόντων. Εὐφορίων δʼ ὁ ἐποποιὸς ἐν τῶι Περὶ μελοποιῶν τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν .... τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.
Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν θητεύσαμεν ζητεῖται διὰ τί ἐθήτευσαν. Ἑλλάνικός φησι πειράζοντες Λαομέδοντα. γράφει δὲ ἐν α τῶν Τρωικῶν ...... Μητρόδωρος ἐν Τρωικοῖς· «μετὰ ταῦτα λέγουσι παρʼ αὐτὸν ἀφικέσθαι δύο ἄνδρας, ὁπόθεν μὲν καὶ οἵτινες οὐδεὶς ἔχει εἰπεῖν ἀτρεκέως· ἐλθόντας δὲ εἰπεῖν ὅτι Λαομέδοντι χρὴ ἀνδρὶ βασιλεῖ εἶναι ἀκρόπολιν ἐν τῆι πόλει, ἐν ἧι αὐτὸν οἰκεῖν πρέποι· “ἡμεῖς οὖν σοι θέλομεν τειχίον κτίσαι καὶ ἐπιστατῆσαι.”»
Πλούταρχος ἐδόκει δʼ ἡ βούβρωστις ἕτερον εἶναι τὸ δὲ τεκμήριον ἐλαμβάνομεν ἐκ τῶν Μητροδώρου Ἰωνικῶν. ἱστορεῖ γὰρ ὅτι Σμυρναῖοι τὸ παλαιὸν Αἰολεῖς ὄντες θύουσι Βουβρώστει ταῦρον μέλανα καὶ κατακόψαντες αὐτόδορον ὁλοκαυτοῦσιν.
Πορφύριος, Σχόλια εἰς Ἰλιάδα καὶ Ὀδύσσειαν παρώιχηκεν δὲ πλέω νὺξ τῶν δύο μοιράων, τριτάτη δʼ ἔτι μοῖρα λέλειπται ... Μητρόδωρος μὲν οὖν τὸ πλεῖον δύο σημαίνειν φησὶ παρʼ Ὁμήρωι· καὶ γὰρ τὸ σύνηθες, ὡς ὅταν λέγηι «νώτου ἀποπροταμών, ἐπὶ δὲ πλεῖον ἐλέλειπτο» καὶ «ἀλλὰ τὸ μὲν πλεῖον πολυάικος πολέμοιο χεῖρες ἐμαὶ διέπουσιν» σημαίνειν δὲ καὶ τὸ πλῆρες, ὡς ἐν τῶι «σὸν δὲ πλεῖον δέπας αἰεὶ ἔστηκε» καὶ ἐν τῶι «πλεῖαί τοι χαλκοῦ κλισίαι» νῦν οὖν τὸ πλέον ἀντὶ τοῦ πλῆρες εἰρῆσθαι ... Χρύσιππος δὲ .....