… ρ …
οὔτε βαρυγδούποισι τινασσόμεθα βροντῇσιν,
οὔτε νιφοβλήτοισιν ἀλαίνομεν οὔρεσι μακροῖς,
αἰεὶ δʼ ἀννεφέλοισιν ἰαινόμεθʼ αἰθέρος αὐγαῖς.
ἐκ σέο δʼ ἴδμεν ὅθεν φάος ἔρχεται ἠελίοιο
ᾗχί τε νύκτα μέλαιναν ἐφέλκεται, ᾗ δέ τε γῦρον
ἄστρα παλιννόστοιο μέγαν στείχουσι κελεύθου·
ὥς τε Ποσιδάων ἔλαχεν κυανόχροα πόντον
καὶ ζόφον εὐρώεντα μελαγχαίτης λάχεν ᾍδης.
ἐκ δὲ σέθεν βροντάς τε κεραυνούς τʼ αἰθαλόεντας
καὶ γένεσιν ψυχρῶν ἀνέμων καὶ σω …
ἐκλύομεν μακάρων τε φύσιν θνητῶν τʼ ἀνθρώπων.
ἀλλὰ καὶ ἀνδρομέην ἀρετὴν καὶ φρ …
… σε κοσμ …
[]
[]εται ὅσσα τε λούει
πόδα̣ς ὠκέα Ἶρ̣ι̣ς̣
πῶς τ.[]
οὔτε με[]
......[]
δειλὸς α̣[]
ο̣ἱ δʼ ὀπι.[]
ευ.[]