σάτυροι φιλοπαίγμονες ἐξεγένοντο.
οὐκέτι πὰρ μελίην κρήνη νάεν, οὐδʼ ἔσαν ἀρδμοί,
οὐ πάτοι, οὐ θριγκοί, οὐ δένδρεα, πάντα δʼ ἄιστα·
μοῦνος δὲ πλαταμὼν λεῖος πάλιν ἐξεφαάνθη.
λειμὼν δʼ ᾗ πάρος ἔσκε, παρῆν ἆσσον Λυκόοργος
κῆρ μεγάλῳ θάμβει βεβολημένος ἀμφασίῃ τε·
ἦν γὰρ ἀάσχετα πάντα καὶ ἀνδράσιν οὐκ ἐπιεικτά
θνητοῖς, οἷα τότʼ αἶψα μετατράπετʼ ἀμφαδὸν ἔργα.
ἀλλʼ ὅτε δὴ γίγνωσκε Διὸς γόνον ἀγλαὸν ὄντα,
ἔμπεσεν ᾧ θυμῷ χλωρὸν δέος, ᾧ δὲ πονεῖτο
θείνων, ἔκπεσέν οἱ βουπλὴξ χερὸς ἄγχι ποδοῖιν,
οὐδέ τι ἐκφάσθαι ἔπος ἤθελεν οὐδʼ ἐρέεσθαι.
καί νύ κε δὴ τάχα δειλὸς ὑπέκφυγε κῆρα κελαινήν,
ἀλλὰ γὰρ οὐκ ἐδέησε θεὸν μήνιμα μεθεῖναι.
ἄτην δʼ οἱ παρεοῦσαν ἑῷ προτιόσσατο θυμῷ
ἐγγὺς ἰδὼν ἐλθόντα μετʼ ἀστεροπαῖς Διόνυσον,
αἱ κυκναὶ σελάγιζον ὑπὸ βροντῇσι θαμείαις
υἱέος ἔργʼ ἀΐδηλα Διὸς μέγα κυδαίνοντος.
ὤτρυνʼ οὖν Διόνυσος ὀπάονας, οἱ δʼ ἂρ ὁμαρτῇ
θύσθλοισιν χλοεροῖσιν ἐπαΐσσοντες ἔθεινον.
ἔστη δʼ ἀστεμφής, πέτρῃ ἴσος, ἥ ῥά τε προβλής
εἰς ἅλα μαρμαρέην στεναχίζεται, ἤν τις ἀητῶν
ὀρνύμενος πνεύσῃ, θείνοντά τε κύματα μίμνει·
ὣς ὅ γε θεινόμενος μένεν ἔμπεδον, οὐδʼ ἀλέγισσεν.
μᾶλλον δʼ ἀζηχὴς ἐνεδύετο παῖδα Θυώνης
μηνιθμὸς κραδίην, κραιπνῷ δέ μιν οὔτι μενοίνα
αἱρήσειν θανάτῳ, δολιχαῖς δʼ ἄταισιν ἐρέχθειν,
ἀργαλέην ἵνα τῖσιν ἔτι ζώων ἀποτίσῃ.
ὦρσε δέ οἱ μανίην, ὀφίων δʼ ἰνδαλμὸν ἔχευεν,
ὄφρʼ ἀπαλεξήσων τρίβῃ χρόνον, ἄχρις ὀλοιή
φήμη τῆς μανίης πτηνὴ Θήβην ἀφίκηται
Ἄρδυν τʼ Ἀστάκιόν τε δύω παῖδας καλέουσα
καὶ Κύτιν, ἥ οἱ γείνατʼ ἐν ἀγκοίνῃσι δαμεῖσα.
οἱ δʼ ἐπεὶ οὖν ἀφίκοντο πολυγλώσσου διὰ φήμης,
ἄρτι νέον λήγοντα πόνου κιχέτην Λυκόοργον
τρυόμενον μανίῃ, περὶ δʼ αὐτῷ χεῖρʼ ἐβάλοντο
κείμενον ἐν κονίῃ, μέγα νήπιοι· ἦ γὰρ ἔμελλον
φθίσεσθαι ὑπὸ πατρὸς ἐναντίον ὄμμασι μητρός.
οὐ γὰρ δὴν πάλι Λύσσα κελεύοντος Διονύσου
ὀρθῇσιν μανίῃσιν ἀνήγειρεν Λυκόοργον·
φῆ δʼ ὄφιας θείνειν, τεκέων δʼ ἐξείλατο θυμόν.
καί νύ κεν ἀμφʼ αὐτοῖσι Κύτις πέσεν, ἀλλʼ ἐλεαίρων
ἥρπαξεν Διόνυσος, ἔθηκε δὲ νόσφιν ὀλέθρου,
οὕνεκα μαργαίνοντι παραίφασις ἐμμενὲς ἦεν.
ἀλλʼ οὐ παῦεν ἄθελκτον ἑὸν πόσιν, ὅς ῥα λυθείσης
λαιψηρῆς μανίης πείρῃ παθέων θεὸν ἔγνω.
ἀλλʼ οὔ θην Διόνυσος ἐπαύετο μηνιθμοῖο,
ἀτρεμὶ δʼ ἑστειῶτι δυηπαθίῃ τʼ ἀλύοντι
ἄμπελον ἀμφὶς ἕλιξε καὶ ἅψεα πάντʼ ἐπέδησε.
στεινόμενος δὲ δέρην βριαρὼ θʼ ἑκάτερθε τένοντε
οἴκτιστον κάμεν οἶτον ἐπιχθονίων ἀνθρώπων.
καὶ νῦν ἐς χῶρον τὸν δυσσεβέων εἴδωλον
ὀτλεύει κάματον τὸν ἀνήνυτον ἐς πίθον ἀντλῶν
ῥωγαλέον, τὸ δὲ πολλὸν ἐς Ἄιδος ἔκχυται ὕδωρ.
τοίην οὖν ἐρίδουπος ἐπεκράανε Κρονίων
ἀνδράσι θειομάχοισι δίκην, ἵνα τῖσις ἕπηται
ἀμφότερον, ζωοῖσι ἀτὰρ πάλι τεθνηῶσιν.
α … ους τοι σχέο τῆσδε τῶνδε καλεσαι θεοῦ θεων ἐπʼ ἀοιδῆς ἀοιδῶν
… υρει τόδε ἦμαρ ἐπιπλομένων λυκαβάντων.
λεῖβʼ οὖν αἴθοπα οἶνον ἐπʼ αἰθομένοις ἱεροῖσιν
εὐνῆς ἀγκλινθεὶς ἱλασκόμενος Διόνυσον.
τὰ πρὸ τούτων απαν …
ἵνα τοποιην οτι …
εἰ δὲ μὴ … εωσ …