Ζῆνα πάλαι φθίμενον πάιν ἄμβροτον Ἀπόλλωνος
κικλήσκω λοιβαῖσι μολεῖν ἐπίκουρον ἐμαῖσιν·
ὅς ποτε καὶ νεκύων ἀμενηνῶν μυρία φῦλα
Ταρτάρου εὐρώεντος ἀεικλαύστοισι μελάθροις
δύσνοστον πλώοντα ῥόον κέλαδόν τʼ ἀδιαύλου
Κωκυτοῦ, πάντεσσιν ἴσον τέλος ἀνδράσι θνητοῖς,
λίμνῃ πὰρ γοόωντα καὶ ἄλλιτα κωκύοντα
αὐτὸς ἀμειδήτης ἐρρύσαο Φερσεφονείης·
εἴτʼ ἐφέπεις Τρίκκης ἱερῆς ἕδος εἴτʼ ἐρατεινὴν
Πέργαμον εἴτʼ ἐπὶ τοῖσιν Ἰαονίαν Ἐπίδαυρον,
δεῦρο μάκαρ, καλέει σε μάγων πρόμος ὧδε παρεῖναι.