σοὶ δʼ ἄρα πηγὰς νοερῶν ὑδάτων
τέμον ἄντροις μίμνουσαι γαίης
ἀτιταλλόμεναι πνεύματι μούσης
θέσπιν ἐς ὀμφήν· ταὶ δʼ ὑπὲρ οὖδας
διὰ πάντα νάπη ῥήξασαι
παρέχουσι βροτοῖς γλυκερῶν ῥείθρων
ἀλιπεῖς προχοάς.