Ἡρακλέος κρατεροῦ ὃς γᾶν ἐκάθαρεν ἅπασαν
πετροβάτα τε θεοῦ Πανὸς νομίοιο βρυάκτα
θνατῶν τʼ ἰατῆρος Ἀσκληπιοῦ ὀλβιοτώτα
πρεσβίστας τε θεοῖς Ὑγιείας μειλιχοδώρου
ναυσί τʼ ἐν ὠκυπόροισι Διοσκούρων ἐπιφαντᾶν
Κουρήτων θʼ οἳ ματρὶ Διὸς Ῥέᾳ ἐντὶ πάρεδροι
καὶ Χαρίτων μεμνᾶσθαι ἐν ἔργῳ παντὶ μέγιστον
ἠδὲ Χρόνου παίδων Ὡρᾶν αἳ πάντα φύοντι
Νυμφᾶν τʼ αρειαν αἳ νάματα κάλʼ ἐφέποντι.
ὑμνέωμες μάκαρας, Μοῦσαι Διὸς ἔκγονοι, ἀφθίτοις ἀοιδαῖς ...