Πολύχροε ποικιλόμορφε πτανόπους θεά,
θνατοῖς συνομέστιε, παγκρατὲς Τύχα,
πῶς χρὴ τεὰν ἰσχύν τε δεῖξαι καὶ κράτος;
τὰ μὲν ὑψιφαῆ καὶ σεμνὰ …
ὑπήρικας ποτὶ γᾶν νέφος ἀμφιθηκαμένα …
τὰ δὲ φαῦλα καὶ ταπεινὰ πολλάκις πτεροῖσ …
εἰς ὕψος ἐξάειρας, ὦ δαῖμον μεγάλα.
πότερόν σε κλῄζωμεν Κλωθὼ κελαινάν
ἢ τὰν ταχύποτμον Ἀνάγκαν
ἢ τὰν ταχυάγγελον Ἴριν ἀθανάτων;
πάντων γὰρ ἀρχὰν καὶ τέλος αἰὲν ἔχεις.