… των ὁ Σάραπίς ἐστι σωτήρ
… ν τῷ Λιβυκῷ φράσας ἀπέστη
… δʼ ἔχομεν τοῦ προσε …
καὶ τοῦ τὸ δακτυλίδιν ἐπικρατοῦντος.
τοῦ χρησμοῦ δὲ τὸ τέρμα τοῦ πένητος·
«ἀπὸ τῆς γὰρ αὔριον Λίβυς τις ἀνήρ
πάσχει νόσον ξένην διʼ ἧς σε σώζω.»
οὗτος δʼ ἦν ὁ Λίβυς ὃν ὁ θεὸς εἶπεν,
κοινὴν συναστρίαν ἔχων ἐκείνῳ.
τῇ νυκτὶ παραφανεὶς ὁ θεὸς ἔλεξε·
«τῆς μοίρης ἀπέχεις, Θράσων, τὸ τέρμα,
οὐχ ὡς ἤθελε μοῖρα, παρὰ δὲ μοῖραν,
τὰς μοίρας γὰρ ἐγὼ μεταμφιάζω.
ἀνέγειρε δʼ αὔριον, μετὰ δὲ τετάρτην
μέθυε καὶ πρόπιε πολὺ παραμείνας
μηδὲν γευσάμενος, μόνον δʼ ἄκρατον
χύτρας ἑξαδόχου, μετὰ δὲ τὸ πίνειν
… συντυχίας βαλὼν κάθευδε,
κοιμώμενον δʼ ἐγώ σʼ ἀποθεραπεύσω.»
… δε τουτονουπειρεν ὅλως σχῆ
ὁ μὲν οὖν ἀνίσταται λαβὼν … πίνειν.
ὁ δὲ νῆστις ἀναμένει θεῷ κελευσθείς,
ὥρην λαβὼν ἐκεῖνος ἣν ἐτάχθη.
οὗτος δὲ μὴ στραφεὶς μένει κραταίως,
πίνει δʼ οὗτος ἄκρατα καὶ μεθύει.
… ουσαν δʼ ὑπομένει …
πίπτει δʼ οὗτος ἐκεῖ καρηβαρήσας.