… ιων
… τ … πᾶν ἰδών
… τ … ο … οὐ τρέσας
… λ … τ … σ … ς λελαληκότα
… αδιο … υ … τ … ι γελῶν χαράς
… ηδ … ν … ε … ἔμολεν πύλην
… πευ … ν … α κεκλεισμένην
… τ … ει … λπ … υ πάθω
… ις προσελήλυθά σοι μάκαρ
… υ … αν ἐλήλυθα
ἀρασ … απινα καινισον εἰ θέλεις,
κλείσω ταχὺ θε … με τῆς πύλης.
τούτου τάδʼ ἐπευχομένου τότε
κατὰ τὴν δύναμιν τὴν τοῦ θεοῦ
ἀλιτροί τινες εὐθὺς ἀπὸ ξένης
ὥρμησαν ὕπερθε κρατούμενοι.
ἐξω … υτ … σαν τὴν πύλην,
ἐπὶ τ … δουλα τεταγμένος
λοξὴν δʼ ἀτραποῦ τρίβον ἑρπύσας
τόπον ἦλθε τὸν οὔτις ἐπῆλθʼ ἑκών.
ἐφοβεῖτο· φόβος γόνυ δεῖ ʼκ φόβου·
κατὰ πᾶσαν ἐτύγχανε σώματα.
πολλοὶ δὲ κύνες περὶ τοὺς νεκρούς
θοίνης χάριν ἦσαν ἀφιγμένοι.
ἄνετον δὲ πόνοις κραδίαν φέρων
ἐπλόιζε πρόπαντα δέος μεθείς,
ὡς αὐτὸς ἔχων ἔφοδον πόρον.
καὶ δὴ χθόνα δυστράπελον φθάσας
ἀσχήμονας ἦλθε παρʼ ἠιόνας.
ἐνθένδε πέτραν καθίσας ὅγε
κάλαμον μὲν ἔδησε νεκρᾷ τριχί,
δέλεαρ δὲ λαβών, καὶ ψωμίσας
ἄγκιστρον, ἀνῆκε βαθεῖ βυθῷ·
τὴν νηχομένην δʼ ἕλκων τρίχα
ὡς δʼ οὐδὲν ὅλως τότʼ ἐλάμβανεν,
κατὰ θυμὸν ἀνέστενε δυσμενῶς.
ἀχανὲς γὰρ ἔκειτο τάδην πέριξ
δάπεδον γέμον αἰνομόρων νεκρῶν,
πελεκιζομένων, σταυρουμένων·
λυγρὰ σώματα δʼ ἵσταθʼ ὕπερθε γῆς
τετραχηλοκοπημένα προσφάτως·
ἕτεροι πάλιν ἐσκολοπισμένοι
ἐκρέμαντο τροπαῖα πικρᾶς τύχης.
Ποιναὶ δʼ ἐγέλων μέλεον νεκρῶν
θανάτου τρόπον ἐστεφανωμέναι.
μιαρὰ δὲ λύθρου τις ἐκεῖ πνοή.
ὁ δὲ φρικαλέον δέμας ἑλκύσας
ἐλέησε νεω …
λευκῆρες ἀίγδιον ἔκτανε,
πάλι δʼ ἴαχε π …
ἔλεγεν δὲ … ειτιν …
τί με γυμνὸν ἔτισας …
τί με δʼ ἐξαπατῶσα δι …
σπαταλῶσά με δεμ …
λίαν πενία χόλον …
ἄλλῳ τινὶ προσπελασασ …
τούτου τάδʼ ἐπευχομένου τότε
ἦλθʼ ἔνδοθεν ἀμνίδιον …
κατὰ γῆς σε βοᾷ δε …
εἰς τὸν βυθὸν ὀρθ …
ἐπάκουε με …
μὴ σοῦ τὸ φάος …
ἀτρεκῶς δὲ μ …
τ …